eul_wid: vta-ahx
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

D-Scholia on the Iliad: Book XXIV by Scholia on the Iliad and Odyssey

Achilles lies sleepless in grief, and when the gods urge Hermes to steal Hector's body the scholiast tells, after Eratosthenes, of Hermes' birth to Maia on Cyllene and of Hermes' thefts, Apollo's cattle among them. The thatched hut of Achilles, with its pine bar, and the table left standing after his meal are described in the glosses to the last book. Helen's twenty years away are explained as ten of mustering and ten of war, and Hector is buried.

Part of D-Scholia on the Iliad

Λῦτο δʼ ἀγών. Νῦν, τὸ ἄθροισμα τῶν θεατῶν.

Δόρποιο μέδοντο. Ἐπιμελοῦντο τροφῆς καὶ ὕπνου.

Πείρων. Διαπερῶν.

Τότε δέ. Ὅτε δέ.

Δινεύεσκεν. Ἀνεστρέφετο. Ἀλύων. Καταστένων. ἀλώμενος, καὶ λύσιν μὴ εὑρίσκων τῶν κακῶν.

Μενεαίνων. Μηνιῶν, ὀργιζόμενος.

Κλέψαι δʼ ὠτρύνεσκον ἐΰσκοπον Ἀργειφόντην. Ζεὺς ἐρασθεὶς Μαίας τῆς Ἀτλαντίδος, λαθὼν Ἥραν ἐμίγη. ἡ δὲ ἔγκυος γενομένη ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας, Ἑρμῆν ἐγέννησεν. ὅς τις ἐπιθυμίαν ἔσχε τοῦ κλέπτειν· ὅτι καὶ Ζεὺς κλέψας τὴν Ἥραν, ἐμίγη Μαίᾳ, καὶ δήποτε τῆς μητρὸς μετὰ τῶν ἀδελφῶν αὐτῆς λουομένης λαθὼν ὑφείλετο τὰς ἐσθῆτας. γυμναὶ δὲ ἐκεῖναι, ἠπόρουν τί πράξωσι. γέλωτα δὲ διὰ τοῦτο Ἑρμῆς κινήσας, ἀπέδωκε αὐταῖς τὰς ἐσθῆτας. ἔκλεψε δὲ καὶ τὰς Ἀπόλλωνος βοῦς. ἡ ἱστορία παρʼ Ἐρατοσθένει.

Νείκεσσε θεάς. Νῦν, ἔκρινε. Μέσσαυλον. Ἔπαυλιν.

Ἤινησεν. Ἐπῄνεσε. Μαχλοσύνην. Τὴν πρὸς συνουσίαν κατωφέρειαν.

Δηλήμονες. Βλαπτικοί.

Ἐναίσιμοι φρένες. Καθήκουσαι. δίκαιαι.

Γναμπτόν. Εὔκαμπτον. εὔπιστον.

Σίνεται. Βλάπτει.

Ὀλέσσαι. Ἀντὶ τοῦ ὀλωλέναι. ἀόριστον ἀντὶ ὑπερσυντελικοῦ.

Ἠὲ κασίγνητον ὁμογάστριον, ἠὲ καὶ υἱόν. Φαίνεται Ὅμηρος προτιμῶν τὴν μητρὸς ἀδελφότητα.

Μεθέηκεν. Ἀπέλιπε.

Κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει. Ἀντὶ τοῦ ἀναίσθητον σῶμα ὑβρίζει.

Ὁμήν. Ὁμοίαν.

Ἀτίτηλα. Νήπιον ὄντα ἔθρεψα.

Ἀποσκύδμαινε. Ὀργίζου.

Ἐπεὶ οὔτι φίλων ἡμάρτανε δώρων. Ἐπεὶ οὐχʼ ἁμαρτάνων ἐγιγνώσκετο παρὰ τοῖς θεοῖς.

Κλέψαι μὲν ἐάσομεν. Κλέψαι συγχωρήσωμεν.

Μήτηρ παρμέμβλωκεν. Ἔξωθεν ἡ μήτηρ παραμένει φυλάττουσα.

Πυκινὸν ἔπος. Ὅτι συμφέρει αὐτῷ δοῦναι, ἵνα μὴ κλαίῃ.

Μείλανι. Μέλανι. τῷ καὶ ἔτι νῦν καλουμένῳ μέλανι πόντῳ. ἔστι δὲ τὸ σχῆμα παρένθεσις.

Μολυβδαίνῃ. Μολυβδίνῃ. ὁρμιᾷ· μόλυβδος δὲ ἐπίκειται τῷ ἀγκίστρῳ εἰς τὸ καθέλκειν αὐτὸ τῷ βάρει κάτω.

Βοὸς κέρας. Οἱ μὲν κυρίως, οἱ δὲ τὴν τρίχα. ἄμεινον δὲ νοεῖν κεράτιόν τι προκεῖσθαι τῷ ἀγκίστρῳ, ἵνα μὴ οἱ ἰχθύες ἀποβιβρώσκωσι τὴν ὁρμιάν.

Ἄκριτα. Ἀδιαχώριστα, ἢ πολλά.

Λιάζετο κῦμα. Ἀντὶ τοῦ διΐστατο.

Ὤρεξεν. Ἐνεχείρησεν.

Ἄλαστον. Ἀνεπίληστον, χαλεπόν.

Ἐντύνοντο ἄριστον. Παρεσκευάζοντο. εὐτρεπίζοντο. ἄριστον δὲ λέγει νῦν τὸ πρωϊνὸν, ὃ ἡμεῖς λέγομεν ἀκράτισμα· ὥσπερ αὖ πάλιν τὸ παρʼ ἡμῖν ἄριστον, ὁ Ποιητής φησι δεῖπνον, μεθʼ ὃ δεῖ πονεῖν· τὸ δὲ δεῖπνον, δόρπον.

Λάσιος. Δασὺς, τετριχωμένος. σημαίνει δὲ καὶ τὸ συνετός. Ἱέρευτο. Ἱερουργεῖτο. ἔσφακτο.

Ἔδεαι. Ἀναλώσῃς, φάγῃς.

Νεκροῖο δὲ δέξαι. Ὑπὲρ τοῦ νεκροῦ δέξαι.

Τῇ δʼ εἴη ὃς ἄποινα φέροι. Ἐνταῦθα ἔστω. ἐνθάδε ἡκέτω ὁ κομίζων τὰ λύτρα.

Νηῶν ἀγύρει. Ὅμοιον τῷ, Νεῶν ἐν ἀγῶνι. ὅ ἐστιν ἀθροίσματι.

Ἰῄνῃ. Διαχέῃ, ὅ ἐστι χαρῆναι ποιήσῃ τοῦ Ἀχιλλέως τὴν ψυχήν.

Ἄγοι. Ἀπάγοι.

Πομπόν. Σύνοδον. ὁδηγόν. Ὀπάσσομεν. Παράσχωμεν.

Ἄσκοπος. Ἄστοχος τῇ γνώμῃ, καὶ ἀπτόητος τοῦ μέλλοντος, ἐξ οὗ ἀνόητος. Ἀλιτήμων. Ἁμαρτωλός.

Ἐνδυκέως. Ἐπιμελῶς. Ἱκέτεω. Ἱκέτου. Πεφιδήσεται. Φείσεται. ἀπὸ μέσου παρακειμένου.

Ἔφυρον. Ἔδευον, ἔβρεχον.

Ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος. Οὕτως φησὶν αὐτὸν κεκαλύφθαι τῇ χλανίδι ἐν τετυπωμένοις ἱματίοις ὅλον τὸ σῶμα, ὥστε μόνον τὸν τῶν μελῶν τύπον φαίνεσθαι.

Κόπρος. Κοινῶς μὲν τὰ κόπρια. νῦν δὲ ἡ κόνις.

Κατεμήσατο. Κατεχέατο. κατεπάσατο.

Κέατο. Ἔκειντο.

Ἐρύξει. Ἐφέξει, κωλύσει.

Ἡμιονείην. Πρὸς ἡμιόνων ζεῦξιν ἐπιτηδείαν.

Ὁπλίσσαι. Κατασκευάσαι, ἑτοιμάσαι. Πείρινθα. Τὸ ἐπικείμενον τῇ ἁμάξῃ πλινθίον, ἐφʼ οὗ φέρουσι τὰ φορτία. ὃ καὶ ὑπερτερίαν καλοῦσιν.

Κηώεντα. Τεθυμιωμένον. εὐώδη.

Κέδρινον ὑψόροφον. Ἐκ κεδρίνων ξύλων ἔχοντα τὴν ὀροφὴν ὑψηλήν. Γλήνεα. Πολλῆς θέας ἄξια, κόσμια. ἢ χρήματα, κατὰ Ἠλείους. οἱ δὲ ἀξιοθέατα. γλήνη δὲ παρὰ τὸ γλαμυρὸν ἤτοι δίϋγρον. ὅθεν Ἀρχέδημος ὁ Γλάμων, καὶ παροιμία· Ἐν τυφλῶν πόλει Γλάμυρος βασιλεύει. ἢ ἀπὸ μέρους εἴρηκε. γλήνας γὰρ κυρίως τὰ ἀκροκόσμια λέγουσι.

Διόθεν. Παρὰ τοῦ Διός.

Αἰνῶς. Λίαν, πάνυ.

Ἔκλεε. Ἐνδόξως ἐφημίζου.

Σιδήρειον ἦτορ. Ἰσχυρὰ ψυχὴ, ἐξ οὗ ἀπηνὴς καὶ σκληρά.

Αἱρήσει. Λήψεται.

Ὠμηστής. Ὠμὸς τὸν τρόπον. οἷα τὰ ὁμοφάγα θηρία.

Ἀργίποδας. Ταχύποδας.

Προσφῦσα. Προσελθοῦσα. Ἄντιτα. Ἀντιτιμώρητα. ἐν μέρει τινὶ τιμωρίαν λαμβάνοντα.

Οὔ ἑ κακιζόμενον. Οὐ δειλιῶντα αὐτόν.

Ὄρνις κακός. Κακὸς οἰωνὸς, καὶ μάντις.

Θυοσκόοι. Οἱ τὰς θυσίας ἐπιτελοῦντες, καὶ διʼ αὐτῶν μαντευόμενοι. ἢ οἱ λιβανομάντεις. Ἱερῆες. Θῦται.

Νοσφιζοίμεθα. Ἀποτρεποίμεθα.

Ἐξ ἔρον εἵην. Τὴν ἐπιθυμίαν πληρώσαιμι.

Φωριαμῶν. Κιβωτίων. Ἐπιθήματα. Πώματα. Ἀνέῳγεν. Ἤνοιξεν. ἀνῴγνυεν.

Ἁπλοϊάδας. Ἁπλάς.

Τάλαντα. Νῦν, χρυσοῦ.

Ἐξεσίην. Κατὰ δημοσίας ἔξοδον πρεσβείας.

Αἰσχροῖσιν. Χαλεποῖς.

Ἔῤῥετε. Φθείρεσθε. Λωβητῆρες. Ὑβρισταί. Ἐλεγχέες. Ἐπονείδιστοι.

Κηδήσοντες. Πενθήσοντες.

Ἢ οὔνεσθε. Ἢ ἐφήδεσθέ μοι, καὶ ἐπὶ ταῖς συμφοραῖς εὐφραίνεσθε. ἀπὸ τοῦ ὄνασθαι. ἢ ἐκφαυλίζετε καὶ μικρὸν ἡγεῖσθε.

Κεραϊζομένην. Πορθουμένην.

Δίεπε. Διώκει, ἢ διεξῄει.

Σπερχομένοιο. Ἐπειγομένου. Ὁμόκλα. Διεκελεύετο μετὰ ὀνείδους.

Πολίτην. Νῦν, ὄνομα κύριον.

Δηΐφοβόν τε καὶ Ἱππόθοον. Ἀλεξάνδρου τοξευθέντος ὑπὸ Φιλοκτήτου, Πρίαμος τὸν Ἑλένης γάμον ἔπαθλον ἔθηκε τῷ ἀριστεύσαντι κατὰ τὴν μάχην. Δηΐφοβος δὲ γενναίως ἀγωνισάμενος ἔγημεν αὐτήν. ἡ ἱστορία παρὰ Λυκόφρωνι.

Κατηφόνες. Ἄξιοι καταφονευθῆναι.

Πεφᾶσθαι. Ἀναιρεῖσθαι.

Πανάποτμος. Παντελῶς δυστυχής.

Ἱππιοχάρμην. Ἤτοι ἀφʼ ἵππων μαχόμενον, ἢ ἵπποις χαίροντα.

Χοροιτυπίῃσιν ἄριστοι. Εἰς χοροὺς ἐπιτήδειοι.

Ἐπιδήμιοι ἁρπακτῆρες. Τὰ τῶν πολιτῶν ἁρπάζοντες, καὶ οὐ τὰ τῶν πολεμίων.

Πρωτοπαγῆ. Πρώτως παγεῖσαν. ὅ ἐστιν ἐξόχως πρῶτον πεπηγυῖαν. ὅ ἐστι καινήν. ἔστι γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιότητος.

Ὀμφαλόεντα. Νῦν, κεκοσμημένον.

Ἕστορι. Τῷ ἀνιεμένῳ πασσάλῳ κατὰ τοῦ ῥυμοῦ τοῦ ζυγοῦ. τινὲς δὲ γράφουσιν ἕκτορι, οἷον ἐχέτορι. Ἐπὶ δὲ κρίκον ἕστορι βάλλον. Ἀντὶ τοῦ, τῷ δὲ ὀκκάβῳ τὸν ἕστορα ἔβαλον.

Ἐπʼ ὀμφαλόν. Ἐπὶ τὸ μέσον τοῦ ζυγοῦ.

Γλωχῖνα. Τὴν γωνίαν. λέγει δὲ τὸ τέλος τοῦ ἱμάντος. Ἔγναμψαν. Ἔδησαν. καθῆψαν.

Ἐπʼ ἀπήνης. Ἐπὶ τῆς ἀμάξης.

Ἐντεσιουργούς. Τοὺς ὑποζυγίους, μὴ ψιλῶς νωτοφόρους, ἀλλὰ τήν τε ἄμαξαν, καὶ τὴν πείρινθον ἕλκοντας. ἅπερ καὶ ἔντεα φησί.

Μυσοί. Ἔθνος βάρβαρον.

Ὕπαγον ζυγόν. Ὑπὸ τὸν ζυγὸν ἦγον.

Ἀγχίμολον. Νῦν, μετʼ ὀλίγον.

Τῆ. Δέξαι, λάβε.

Οἰωνόν. Ὄρνιν.

Καὶ εὗ κράτος ἐστὶ μέγιστον. Ὃς ἰσχυρότατός ἐστι τῶν λοιπῶν ὀρνίθων.

Ἑὸν ἄγγελον. Ἀγαθόν. ἴδιον.

Ἐφιεμένη. Ἐντελλομένη, ἢ ὑποτιθεμένη.

Ταμίην. Προστάτιν.

Ἀκήρατον. Ἀδιάφθορον.

Χέρνιβον. Νῦν τὸ ἀγγεῖον τὸ ὑποδεχόμενον τὸ ταῖς χερσὶν ἐπιβαλλόμενον ὕδωρ, ὃ καὶ λέβητά φησι. Πρόχοον. Τὸν παρʼ ἡμῖν καλούμενον ξέστην.

Ἕρκεϊ. Νῦν, περιβολαίῳ. περιφράγματι.

Ἐλεεινόν. Ἐλέου ἄξιον.

Τελειότατον. Νῦν, ἐπιτελεστικώτατον.

Μόρφνον. Ἤτοι περὶ φόνους μεμορηκότα, τὸν φόνιον. ἢ μέλανα· ἢ ἅρπαγα. οἱ δὲ ἀετοῦ εἶδος. Περκνόν. Τὸν αὐτὸν τῷ προειρημένῳ. μέλανα, ἀφʼ οὗ καὶ τὸν μελαινόμενον καρπὸν περκάζειν λέγομεν.

Ὑψορόφοιο. Ὑψηλοστέγου. ὑψηλοῦ.

Ἐϋκληῒς ἀραρυῖα. Εὖ ταῖς κλεισὶν ἡρμοσμένη. ἀσφαλής. δύναται καὶ ὑφʼ ἓν, ἵνʼ ᾖ εὔκλειστος.

Εἴσατο. Ἐφάνη. ὥρμησε.

Σπερχόμενος. Σπεύδων.

Ἐριδούπου. Μεγαλοήχου.

Τετράκυκλον. Τετράτροχον. Ἀπήνην. Ἄμαξαν.

Ἐφέπων. Ἐπακολουθῶν, ἐπιδιώκων.

Ἑταιρίσσαι. Ἑταίρῳ βοηθῆσαι.

Ἀπείρονα. Μεγάλην, ἢ κυκλοτερῆ.

Θέλγει. Πρὸς ὃ θέλει ἀμαυροῖ.

Αἰσυητῆρι. Βασιλικῷ νέῳ. οἱ δὲ ἀντὶ τοῦ ἐντίμῳ τηροῦντι τὰ αἴσια, ὅ ἐστι τὰ δίκαια.

Πρῶτον ὑπηνήτῃ. Ἀρχομένῳ γενειάζειν· ὑπῆναι δὲ καλοῦνται αἱ τρίχες, αἱ περὶ τὰ χείλη, ὁ μύσταξ ἄρτι φυόμενος. οἱ δὲ κοινῶς εἶπον τὸ γένειον. Χαριεστάτη ἥβη. Ὡραία ἀκμή.

Μέγα σῆμα πάρεξ Ἴλλοιο ἔλασσαν. Παρήλασαν τὸν Ἴλλου τόπον, ἢ τάφον.

Ἐξ ἀγχιμόλοιο. Ἐκ τοῦ σύνεγγυς.

Φραδέος νόου ἔργα τέτυκται. Συνετοῦ νοῦ καὶ ἄριστα βουλεύεσθαι δυναμένου ὁ παρὼν καιρὸς δεῖται.

Διαῤῥαίσεσθαι. Διαφθαρήσεσθαι.

Σὺν δὲ γέροντι νόος χύτο. Τὸ ἑξῆς, συνεχύθη αὐτοῦ ὁ νοῦς.

Ὀρθαὶ δὲ τρίχες ἔσταν. Ἀντὶ τοῦ ἔφριξαν.

Ταφών. Ἐκπλαγείς. Ἐριούνιος. Μεγαλωφελής.

Ἰθύνεις. Ἐπʼ εὐθείας ἐλαύνεις.

Ἀνάρσιοι. Ἄδικοι. ἐχθροί.

Ἀπαμύνασθαι. Ἀποκωλύσαι. ἀποδιῶξαι. Χαλεπήνῃ. Κακώσει. ἢ ἀδικήσει.

Οὐδέν. Νῦν, οὐδαμῶς.

Ἀπαλεξήσαιμι. Ἀποστρέψαιμι. βοηθήσαιμι.

Ὁδοιπόρον. Συνοδόν.

Αἴσιον. Δεξιόν. δίκαιον. Ἀγητός. Θαυμαστός.

Πέπνυσαι. Συνετὸς εἶ. πεπαίδευσαι.

Τέων. Τίνων.

Οἶτον. Μόρον. Ἀπότμου παιδός. Πολυπότμου. δυστυχοῦς.

Πειρᾷ ἐμεῖο γεραιέ. Πειράζεις με, ὦ γέρον.

Κυδιανείρῃ. Ἐν ᾗ δοξάζονται οἱ ἄνδρες.

Μία δʼ ἤγαγε νηῦς εὐεργής. Ἑταῖρον καὶ φίλον ἑαυτὸν βούλεται συστῆσαι Ἀχιλλεῖ ὁ Ἑρμῆς πρὸς πλείονα πίστιν. οἱ γὰρ τοιοῦτοι μιᾶς νεὼς ἐπιβαίνουσιν.

Μεταπαλλόμενος. Μετʼ αὐτῶν κληρούμενος. πάλοι γὰρ, οἱ κλῆροι.

Ἀσχαλόωσι. Δυσανασχετοῦσι, λυποῦνται.

Ἴσχειν. Ἐπίσχειν. κωλύσαι.

Μελεϊστί. Κατὰ μέλος.

Αὕτως ἐν κλισίῃσι. Ματαίως, ἀνεπιμελήτως ἐν τῇ σκηνῇ.

Εὐλαί. Σκώληκες.

Ἀρηϊφάτους. Τοὺς ἐν πολέμῳ ἀνῃρημένους, ἢ ὑπὸ ξίφους. Ἄρης γὰρ ὁ σίδηρος.

Ἀκηδέστως. Ἀφροντίστως. οὐ κηδεμονικῶς, ἀλλʼ ὑβριστικῶς.

Αἰσχύνει. Αἰκίζει. Θειοῖό κεν. Θαυμάσειας ἄν.

Ἐερσήεις. Κάθυγρος. νεαρός.

Μιαρός. Μεμιασμένος. Μέμυκε. Συμμέμυκεν.

Ἐτύπη. Ἐκ χειρὸς ἐτρώθη.

Ἐναίσιμα. Καθήκοντα. Διδοῦναι. Δοῦναι.

Εἴ ποτʼ ἔην γε. Ἕως περ ἦν.

Ἐπεμνήσαντο. Ἐπεμνημόνευσαν. Αἴσῃ. Εἱμαρμένῃ.

Ἄλεισσον. Ποτήριον. κυρίως δὲ τὸ τετορνευμένον.

Σύν γε θεοῖσιν. Εἰ οἱ θεοὶ μὴ ἀντιπράττοιεν, ἀλλὰ βοηθοῖεν.

Πειρᾷ. Πειράζεις.

Κέλῃ. Κελεύεις.

Συλεύειν. Συλᾷν, γυμνοῦν.

Ὁμαρτέων. Συντυχών. ἀκολουθῶν.

Οὐκ ἄν τις τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο. Οὐκ ἂν μαχεσθῇ καταφρονήσας ἐμοῦ τοῦ παραπέμποντος. Ὀνοσσάμενος. Καταφρονήσας.

Δόρπα. Δεῖπνα.

Ἀπῶσεν. Ἀπώσατο. Ὀχῆας. Μοχλούς.

Δοῦρα. Νῦν ξύλα. Κέρσαντες. Περικόψαντες. σχίσαντες. Ἔρεψαν. Ἐστέγασαν.

Λαχνήεντʼ ὄροφον. Τὸν δασύν. λέγει δὲ τὴν ἀπὸ τῆς καλάμης ὕλην, καὶ τῆς τούτων κόμης. ὄροφος γὰρ εἶδος καλάμου πρὸ ὀροφὴν ἐπιτηδείου. Λειμωνόθεν ἀμήσαντες. Ἐκ λειμῶνος θερίσαντες.

Σταυροῖσιν. Ὀξέσι ξύλοις. σκόλοψι. Θύρην. Αὐτὸ τὸ σῶμα φησὶν, ὃ ἐπεῖχεν ὁ ἐπιβλὴς μοχλός. τὴν δὲ θύραν μονόθυρον χρὴ νοεῖν. Ἐπιβλής. Ὁ τῇ θύρᾳ ἐπιβαλλόμενος μοχλός.

Εἰλάτινος. Ἐλάτη εἶδος δένδρου.

Ἐπιῤῥήσσεσκεν. Ἐπέβαλλεν. ἐπέκρουεν, ἢ μετετίθετο.

Ἄμβροτος. Ὁ μὴ βροτὸς, οἷον θεῖος. ἄφθαρτος.

Ὀφθαλμοὺς γὰρ εἴσειμι. Εἰς τοὺς ὀφθαλμοὺς εἰσέρχομαι.

Ἀγαπαζέμεν. Ἀγαπᾷν.

Ἐδωδῆς. Τροφῆς.

Ἔτι καὶ παρέκειτο τράπεζα. Φασὶ γὰρ τοῖς παλαιοῖς μὴ ὅλως αἴρεσθαι τὴν τράπεζαν. χωρὶς εἰ μὴ διὰ τὴν τοῦ Πατρόκλου λύπην.

Κύσεν. Ἐφίλησεν.

Ὡς δʼ ὅταν ἄνδρα. Καὶ τὰ ἑξῆς. Ἔθος ἦν παρὰ τοῖς παλαιοῖς τὸν ἀκούσιον φόνον ἐργασάμενον φεύγειν ἐκ τῆς πατρίδος καὶ παραγίγνεσθαι εἴς τινος οἰκίαν ἀνδρὸς πλουσίου, καὶ καθίζειν ἐπὶ τῆς οἰκίας συγκεκαλυμμένον καθαρσίων δεόμενον.

Τηλίκου. Τοιαύτην ἡλικίαν ἔχοντος.

Ἀμφὶς ἐόντες. Περὶ αὐτὸν οἰκοῦντες.

Ἀρήν. Βλάβην, νῦν.

Ἐπί τʼ ἔλπεται. Ἐπεὶ ἐλπίζεται.

Ἰῆς. Μιᾶς. Νηδύος. Γαστρός.

Ἀμυνόμενον. Βοηθοῦντα.

Αἰδεῖο. Αἰδοῦ.

Ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι. Τοῦ φονέως μου τῶν παίδων τὰς χεῖρας προσάγειν τῷ στόματι καὶ φιλεῖν.

Ὑφʼ ἵμερον ὦρσε γόοιο. Ἐπιθυμίαν θρήνου ἐνέβαλεν.

Ἐλυσθείς. Εἰλυθείς.

Τετάρπετο. Ἐτέρφθη.

Κρυεροῖο. Δεινοῦ. φρικτοῦ.

Ἀκηδέες. Ἄλυποι.

Δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει. Εἰς παραμυθίαν Πριάμου ὁ ποιητὴς εἰσήγαγε τὸν Ἀχιλλέα λέγοντα ταῦτα. ἐπεί τοι μόνων ἀγαθῶν δωρητικοὺς ἐπίσταται Ὅμηρος τοὺς θεοὺς, λέγων· Θεοὶ δωτῆρες ἐάων. ἴδιον γὰρ θεῖον δῶρον τὸ ἀγαθόν. ζητοῦσι δέ τινες ἀπὸ τούτων τῶν ἐπῶν, πῶς ἐνταῦθα μέν φησιν ὁ ποιητὴς ἐκ θεῶν εἶναι τὰ κακὰ τοῖς ἀνθρώποις, ἐν δὲ τῇ α τῆς Ὀδυσσείας καὶ αὐτούς φησιν ἐπισπᾶσαι τὰ κακὰ τοὺς ἀνθρώπους. Ἐξ ἡμέων γάρ φασι κακʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ Σφῇσιν ἀτασθαλίῃσιν ὑπέρμορον ἄλγεʼ ἔχουσι. ῥητέον οὖν ὅτι ἐνταῦθα Ἀχιλλεύς ἐστιν ὁ λέγων ἐκ θεῶν εἶναι τὰ κακὰ, ἀγνοῶν τὴν ἀλήθειαν· ἐν δὲ τῇ Ὀδυσσείᾳ Ζεὺς, ὃς σαφῶς ἐπιστάμενος λέγει τὴν ἀλήθειαν. λύεται οὖν τὸ ζήτημα προσώπῳ.

Ἐάων. Ἀγαθῶν.

Καμμίξας. Συμμίξας.

Ἄλλοτε μέν τε κακῷ ὅγε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ. Ἀντὶ τοῦ, ὁτὲ μὲν ἐν κακοῖς γίγνεται, ὁτὲ δὲ ἐν ἀγαθοῖς. Κύρεται. Ἐντυγχάνει. κυριεύει.

Λυγρῶν. Χαλεπῶν. φαύλων. Λωβητόν. Ἐπονείδιστον. κακόν.

Βούβρωσις. Κυρίως μὲν ὁ μέγας καὶ χαλεπὸς λιμός. νῦν δὲ ἀντὶ τοῦ μεγάλης ἀνίας καὶ λύπης κεῖται ἡ λέξις. ἔνιοι δὲ βούβρωστιν τὸν οἶκτον ἐξεδέξαντο.

Φοιτᾷ. Ἐπιπορεύεται, ἐπέρχεται. Τετιμένος. Τετιμημένος.

Ἐκ γενετῆς. Ἀπὸ γενεᾶς.

Ὄλβῳ. Εὐδαιμονίᾳ.

Γονή. Γέννησις. Κρειόντων. Κρατίστων.

Παναώριον. Παντελῶς ἄωρον. ἀποθανούμενον, καὶ νέον κομιδῆ δύσμορον.

Κομίζω. Ἐπιμελείας ἀξιῶ.

Κήδων. Λυπῶν.

Λέσβος ἄνω Μάκαρος ἕδος. Ἀντὶ τοῦ οἰκητήριον. ἔκτισε γὰρ τὴν Λέσβον Μάκαρ ὁ Κρινάκου, καὶ ἐβασίλευσεν αὐτῆς. Ἐέργει. Ἀποχωρίζει, διορίζει.

Ἀπείρων. Μέγας.

Κεκάσθαι. Κεκοσμῆσθαι.

Οὐδέ μιν ἀνστήσεις. Οὐδαμῶς ἀναστήσεις, τοῦτο γὰρ ἀδύνατον. Πρὶν καὶ κακὸν ἄλλο πάθησθα. Πρὶν ἄλλο γένηταί σοι κακόν. οἷον, πολλὰ καὶ ἄλλα κακὰ πάθοις.

Ἀπόναιο. Ἀπολαύσειας.

Ἕασας. Εὔφρανας.

Τὸν δʼ ἄρʼ ὑπόδρα ἰδών. Τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος, ἐπεὶ δώρων ὑπέμνησε.

Φυλάκους. Φύλακας. τῇ τάσει δὲ ἀναγνωστέον ὡς ἀγαθούς.

Μετοχλίσειε. Μετακινήσειε.

Μή σε γέρων οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω. Λείπει τὸ ζῶντα.

Θύραζε. Ἔξω.

Καλήτορα. Ἐπιθετικῶς τὸν κήρυκα, ἀπὸ τοῦ βοᾷν καὶ συγκαλεῖν τὸν ὄχλον.

Ἥιρεον. Ἥιρουν. ἐβάσταζον.

Ἐΰνηστον. Καλῶς νενησμένον.

Χόλον οὐκ ἐρύσαιτο. Οὐ κατάσχῃ ἐπὶ τῷ παιδὶ τὴν ὀργήν.

Σκυδμαινέμεν. Σκύζεσθαι, ὀργίζεσθαι.

Ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα. Ἐπεὶ οὐκ εὐτελῆ μοι παρέσχε λύτρα, ἀλλὰ τοὐναντίον πολυτελῆ.

Ἀποδάσσομαι. Ἀπομερίσω.

Κλισμῷ. Θρόνῳ.

Καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου. Νιόβη θυγάτηρ μὲν ἦν Ταντάλου, γυνὴ δὲ Ἀμφίονος. συνοικοῦσα δὲ αὐτῷ, παῖδας ἔσχε δυοκαίδεκα, ἓξ μὲν θηλείας, ἓξ δὲ ἄῤῥενας. ἐπαρθεῖσά τε τῷ πλήθει τῶν παίδων καὶ τῇ καλλονῇ, ὠνείδιζε τῇ Λητοῖ, ὅτι δύο μόνους ἐγέννησεν, Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ ὅτι εὐτεκνοτέρα αὐτῆς ἐστιν· ἀγανακτήσαντες δὲ οἱ θεοὶ, ἔπεμψαν τοῖς παισὶν αὐτοῖς θάνατον. Καὶ Ἀπόλλων μὲν τοὺς ἄῤῥενας ἀναιρεῖ κυνηγετοῦντας ἐν Κιθαιρῶνι. Ἄρτεμις δὲ τὰς θηλείας ἐπʼ οἴκου οὔσας. Θρηνοῦσαν οὖν τὴν Νιόβην ἀφάτως τὸ τοιοῦτον δυστύχημα, Ζεὺς ἐλεήσας, εἰς λίθον μετέβαλεν, ὃς καὶ μέχρι νῦν ἐν Σιπύλῳ τῆς Φρυγίας ὁρᾶται παρὰ πάντων, πηγὰς δακρύων προϊέμενος. ἡ ἱστορία παρʼ Εὐφορίωνι.

Ἰσάσκετο. Ἐξισοῦτο.

Λαοὺς δὲ λίθους ποίησε Κρονίων. Ἀντὶ τοῦ λιθίνους τὰς ψυχὰς, καὶ ἀσυμπαθεῖς ἐποίησε, πρὸς τὸ μὴ θάψαι.

Οἰοπόλοισιν. Ἐρήμοις.

Ἐν Σιπύλῳ. Ἐν ὄρει τῆς Λυδίας, καὶ Μαγνησίας.

Νυμφάων. Νῦν θεῶν. Αἵτʼ ἀμφʼ Ἀχελώϊον ἐῤῥώσαντο. Αἵ τινες περὶ τὸ ὕδωρ χορεύουσιν, ἤτοι ἀπὸ τοῦ Ἀχελῴου ποταμοῦ, τοῦ ἐν Αἰτωλίᾳ, ὃς ὠνόμασται ἀπὸ τοῦ τὰ ἄχη λύειν· ἢ ὅτι Ἀχελῷος κοινῶς καλεῖται πᾶν ὕδωρ, ἢ διὰ τοῦ η Ἀχελήϊον. Ἀχέλης γὰρ ποταμὸς ἀπὸ Σιπύλου ῥέει εἰς τὴν Σμυρναίων γῆν.

Θεῶν ἐκ κήδεα πέσσει. Τὰς ἐκ θεῶν αὐτῇ ἐπιφερομένας συμφορὰς ἐν ἑαυτῇ ἔχει.

Μεδώμεθα. Φροντίσωμεν.

Ἄργυφον. Λαμπρὸν, ἢ λευκόν.

Ἄμφεπον. Περιεῖπον. περὶ αὐτὸν ἠσχολοῦντο.

Ἐπένειμεν. Ἐπεμέρισεν.

Ὅσσος. Ἡλίκος.

Ἀγαθήν. Νῦν, ἐπὶ τοῦ εἴδους.

Τάρπησαν. Ἐκορέσθησαν. ἐτέρφθησαν.

Λέξον. Νῦν, κοίμισον.

Αὐλῆς ἐν χόρτοισι. Ἐν τοῖς περιφράγμασι τῆς αὐλῆς, ὅ ἐστιν ὑπαιθρίοις.

Πασάμην. Ἐγευσάμην.

Λαυκανίης. Λαιμοῦ. Οὔτι πεπάσμην. Οὐκ ἐγευσάμην.

Δέμνια. Τὰς κοίτας. Ῥήγεα. Τὰ βαπτὰ στρώματα.

Ἐγκονέουσαι. Ἐνεργοῦσαι. σπεύδουσαι.

Ποσσῆμαρ. Πόσαις ἡμέραις. Κτερεϊζέμεν. Ἐνταφιάζειν.

Θείης. Ποιήσεις.

Δαίνυτο λαός. Τὸ περίδειπνον λέγει.

Ἐπὶ καρπῷ χεῖρα γέροντος Ἔλαβε δεξιτερήν. Ἐδεξιώσατο τὸν γέροντα. ἐξήτηται δὲ, πῶς Ἀχιλλεὺς χωρὶς τῶν βασιλέων ἐπαγγέλλεται τῷ Πριάμῳ ταῦτα, ἅπερ ὑπισχνεῖται. ῥητέον οὖν, ὅτι ὁ Ἀχιλλεὺς τὰ τῶν πολέμων ἐπετέτραπτο πάντα, καὶ αὐτὸς εἶχε τὴν ἐξουσίαν πάντων τῶν τοῦ πολέμου ἀνοχῶν τε καὶ συμβολῶν.

Προδόμῳ. Τῷ πρὸ τοῦ θαλάμου οἴκῳ.

Ἔλων Ἤλαυνον. Οἰμωγῇ. Ὀδυρμῷ.

Ἀστυβοώτην. Ἐπιθετικῶς τὸν κήρυκα ἀπὸ τοῦ ἐν τῷ ἄστει βοᾷν.

Ὄψεσθε. Θεάσεσθε.

Ἀάσχετον. Ἀνυπομόνητον. ἀκατάσχετον.

Ξύμβληντο. Συνέτυχον, ἀπήντησαν.

Οὐρεῦσιν. Ἡμιόνοις.

Τρητοῖς. Καλῶς κατεσκευασμένοις. τετρημένοις. Ἀοιδούς. Νῦν τοὺς θρηνῳδούς. ἦσαν δὲ οὗτοι Κλεῖτος καὶ Ἐπιμήδης.

Ἀπʼ αἰῶνος. Ἀπὸ τοῦ βίου. ἀπὸ τοῦ χρόνου τῆς τῶν ἀνθρώπων ζωῆς.

Ἥβην. Νεότητος ἀκμήν. Ἵξεσθαι. Ἀφικέσθαι.

Ἐπίσκοπος. Φύλαξ.

Ῥύσκευ. Συνεῖχες. ἔσωζες. ἐῤῥύου. Ἔχες. Εἶχες. ἐφύλαττες. Κεδνάς. Κηδεμονικὰς, σώφρονας.

Ὀχήσονται. Ἐπιβήσονται.

Ἀεικέα. Χαλεπά.

Ἀεθλεύων. Κακοπαθῶν. πονῶν. Πρὸ ἄνακτος. Ὑπὲρ δεσπότου. Ἀμειλίχου. Ἀπηνοῦς. χαλεποῦ. Ἤ τις Ἀχαιῶν Ῥίψει χειρὸς ἑλών. Ἐντεῦθεν κινηθέντες οἱ μεθʼ Ὅμηρον ποιηταὶ, ῥιπτόμενον κατὰ τοῦ τείχους ὑπὸ τῶν Ἑλλήνων εἰσάγουσι τὸν Ἀστυάνακτα.

Ἀρητόν. Ἐπάρατον. χαλεπόν.

Ἀδινοῦ. Συνεχοῦς. οἰκτροῦ.

Ἀμιχθαλόεσσαν. Ἤτοι ἀπρόσμικτον, ᾗ ῥαδίως οὐ μίγνυται· ἢ ἄπο τῆς θαλάσσης οὖσαν καθʼ ὃ ἀλίμενός ἐστιν· ἢ διὰ τοὺς ἐνοικοῦντας ἀγρίους καὶ θηριώδεις, καὶ ληστρικὸν βίον ἐπανῃρημένους. ἔνιοι δὲ οὐχʼ οὕτως, ἀλλὰ τὴν ὁμιχλώδη ἀπέδωκαν.

Ταναηκέϊ. Μακρῷ. ἀποξυμμένῳ.

Ῥυστάζεσκεν. Εἷλκεν, ἔρυσεν.

Ἑρσήεις. Ἀνθηρός. Πρόσφατος. Νεωστὶ πεφονευμένος.

Ὃν ἀργυρότοξος Ἀπόλλων Οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος καταπέφνῃ. Ἀντὶ τοῦ, ὃν συνέβη αἰφνιδίῳ καὶ ὀξεῖ θανάτῳ τελευτῆσαι.

Ἀγανοῖς βελέεσσι. Πραέσιν, ἀνώδυνοι γὰρ οἱ ὀξεῖς θάνατοι.

Ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν Ἐξ οὗ κεῖθεν ἔβην. Δεκαετίᾳ γὰρ ἠθροίσθη ὁ στρατὸς τῶν Ἑλλήνων, δεκαετίᾳ δὲ ἄλλῃ ἐπορθήθη ἡ Ἴλιος.

Ἀσύφηλον. Μετὰ ἀπάτης. βλαπτικόν. ὑβριστικόν.

Ἐνίπτοι. Ἐπιπλήττοι.

Ἑκυρή. Ἀνδρὸς μήτηρ, πενθερά.

Παραιφάμενος. Παρειπών. παραμυθησάμενος.

Ἀγανοφροσύνῃ. Πραότητι. φρενῶν προσηνείᾳ.

Ἄμμορον. Κακόμοιρον.

Πάντες δέ με πεφρίκασι. Νῦν βδελύττονται, ὅ ἐστι μισοῦσι.

Ἀπείρων. Μέγας. πολύς.

Πημανέειν. Βλάψειν, κακώσειν.

Ἀγίνεον. Ἦγον.

Φαεσίμβροτος. Ἡ φαίνουσα καὶ παρέχουσα τὸ φῶς τοῖς ἀνθρώποις.

Ὑπάτῃ. Τῇ ἀνωτάτῳ.

Λέγοντο. Συνέλεγον.

Κατείβετο. Κατεφέρετο, κατέῤῥει.

Λάρνακα. Κιβωτόν.

Μαλακοῖς. Νῦν ἁπαλοῖς.

Κάπετον. Τάφον. ὄρυγμα.

Σκοποί. Κατάσκοποι. Εἵατο. Ἐκάθηντο.

Χεύαντες. Χώσαντες.

Ἀμφίεπον. Περιεῖπον, ἠσχολοῦντο.