eul_wid: ujg-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Post-Homeric Poem by Quintus of Smyrna

The Posthomerica, an epic poem by Quintus of Smyrna, is a late antique work of the 3rd or 4th century CE that directly continues the narrative of Homer’s Iliad. Comprising fourteen books and 8,827 lines of Homeric Greek verse, it chronicles the concluding episodes of the Trojan War, beginning with the death of Hector and concluding with the departure of the Greek fleet after the city’s destruction. Its narrative fills the gap between the Iliad and the Odyssey, detailing the deaths of major heroes such as Achilles and Ajax, the arrival of the Amazon Penthesileia and the Ethiopian Memnon as Trojan allies, the construction and deployment of the Trojan Horse, and the final sack of Troy. Composed during the Roman Imperial period amidst a revival of interest in classical Greek culture, the poem is a deliberate and sophisticated imitation of Homeric style and diction. It synthesizes material from the now-lost epics of the ancient Epic Cycle, serving as a crucial compendium of these traditions for an educated, Greek-speaking audience. The complete text survives today, but its transmission was exceptionally precarious, relying almost entirely on a single manuscript from the 13th or 14th century discovered in Calabria during the 1400s. Prior to this discovery, the work was virtually unknown, making its preservation a fortunate accident of literary history.

ΚΟΙΝΤΟΥ
ΟΙ ΜΕΘʼ ΟΜΗΡΟΝ ΛΟΓΟΙ
ΛΟΓΟΣ Αʹ
Εὖθʼ ὑπὸ Πηλείωνι δάμη θεοείκελος Ἕκτωρ
καί ἑ πυρὴ κατέδαψε καὶ ὀστέα γαῖα κεκεύθει,
δὴ τότε Τρῶες ἔμιμνον ἀνὰ Πριάμοιο πόληα
δειδιότες μένος ἠῢ θρασύφρονος Αἰακίδαο·
ἠΰτʼ ἐνὶ ξυλόχοισι βόες βλοσυροῖο λέοντος
ἐλθέμεν οὐκ ἐθέλουσιν ἐναντίαι, ἀλλὰ φέβονται
ἰληδὸν πτώσσουσαι ἀνὰ ῥωπήια πυκνά·
ὣς οἳ ἀνὰ πτολίεθρον ὑπέτρεσαν ὄβριμον ἄνδρα,
μνησάμενοι προτέρων ὁπόσων ἀπὸ θυμὸν ἴαψε
θύων Ἰδαίοιο περὶ προχοῇσι Σκαμάνδρου,
ἠδʼ ὁπόσους φεύγοντας ὑπὸ μέγα τεῖχος ὄλεσσεν,
Ἕκτορά θʼ ὡς ἐδάμασσε καὶ ἀμφείρυσσε πόληι,
ἄλλους θʼ οὓς ἐδάιξε διʼ ἀκαμάτοιο θαλάσσης,
ὁππότε δὴ τὰ πρῶτα φέρεν Τρώεσσιν ὄλεθρον.
Τῶν οἵ γε μνησθέντες ἀνὰ πτολίεθρον ἔμιμνον·
ἀμφὶ δʼ ἄρά σφισι πένθος ἀνιηρὸν πεπότητο
ὡς ἤδη στονόεντι καταιθομένης πυρὶ Τροίης.
Καὶ τότε Θερμώδοντος ἀπʼ εὐρυπόροιο ῥεέθρων
ἤλυθε Πενθεσίλεια θεῶν ἐπιειμένη εἶδος,
ἄμφω καὶ στονόεντος ἐελδομένη πολέμοιο
καὶ μέγʼ ἀλευομένη στυγερὴν καὶ ἀεικέα φήμην,
μή τις ἑὸν κατὰ δῆμον ἐλεγχείῃσι χαλέψῃ
ἀμφὶ κασιγνήτης, ἧς εἵνεκα πένθος ἄεξεν,
Ἱππολύτης· τὴν γάρ ῥα κατέκτανε δουρὶ κραταιῷ,
οὐ μὲν δή τι ἑκοῦσα, τιτυσκομένη δʼ ἐλάφοιο·
τοὔνεκʼ ἄρα Τροίης ἐρικυδέος ἵκετο γαῖαν.
Πρὸς δʼ ἔτι οἱ τόδε θυμὸς ἀρήιος ὁρμαίνεσκεν,
ὄφρα καθηραμένη πέρι λύματα λυγρὰ φόνοιο
σμερδαλέας θυέεσσιν Ἐριννύας ἱλάσσηται,
αἵ οἱ ἀδελφειῆς κεχολωμέναι αὐτίχʼ ἕποντο
ἄφραστοι· κεῖναι γὰρ ἀεὶ περὶ ποσσὶν ἀλιτρῶν
στρωφῶντʼ, οὐδέ τι ἔστι θεὰς ἀλιτόνθʼ ὑπαλύξαι.
Σὺν δέ οἱ ἄλλαι ἕποντο δυώδεκα, πᾶσαι ἀγαυαί,
πᾶσαι ἐελδόμεναι πόλεμον καὶ ἀεικέα χάρμην,
αἵ οἱ δμωίδες ἔσκον ἀγακλειταί περ ἐοῦσαι·
ἀλλʼ ἄρα πασάων μέγʼ ὑπείρεχε Πενθεσίλεια.
Ὡς δʼ ὅτʼ ἀνʼ οὐρανὸν εὐρὺν ἐν ἄστρασι δῖα σελήνη
ἐκπρέπει ἐν πάντεσσιν ἀριζήλη γεγαυῖα,
αἰθέρος ἀμφιραγέντος ὑπὸ νεφέων ἐριδούπων,
εὖτʼ ἀνέμων εὕδῃσι μένος μέγα λάβρον ἀέντων·
ὣς ἥ γʼ ἐν πάσῃσι μετέπρεπεν ἐσσυμένῃσιν.
Ἔνθʼ ἄρʼ ἔην Κλονίη Πολεμοῦσά τε Δηρινόη τε
Εὐάνδρη τε καὶ Ἀντάνδρη καὶ δῖα Βρέμουσα
ἠδὲ καὶ Ἱπποθόη, μετὰ δʼ Ἁρμοθόη κυανῶπις
Ἀλκιβίη τε καὶ Ἀντιβρότη καὶ Δηριμάχεια,
τῇς δʼ ἐπὶ Θερμώδοσσα μέγʼ ἔγχεϊ κυδιόωσα·
τόσσαι ἄρʼ ἀμφὶς ἕποντο δαΐφρονι Πενθεσιλείῃ.
Οἵη δʼ ἀκαμάτοιο κατέρχεται Οὐλύμποιο
Ἠὼς μαρμαρέοισιν ἀγαλλομένη φρένας ἵπποις
Ὡράων μετʼ ἐυπλοκάμων, μετὰ δέ σφισι πάσαις
ἐκπρέπει ἀγλαὸν εἶδος ἀμωμήτοις περ ἐούσαις·
τοίη Πενθεσίλεια μόλεν ποτὶ Τρώιον ἄστυ
ἔξοχος ἐν πάσῃσιν Ἀμαζόσιν. Ἀμφὶ δὲ Τρῶες
πάντοθεν ἐσσύμενοι μέγʼ ἐθάμβεον, εὖτʼ ἐσίδοντο
Ἄρεος ἀκαμάτοιο βαθυκνήμιδα θύγατρα
εἰδομένην μακάρεσσιν, ἐπεί ῥά οἱ ἀμφὶ προσώπῳ
ἄμφω σμερδαλέον τε καὶ ἀγλαὸν εἶδος ὀρώρει,
μειδίαεν δʼ ἐρατεινόν, ὑπʼ ὀφρύσι δʼ ἱμερόεντες
ὀφθαλμοὶ μάρμαιρον ἀλίγκιον ἀκτίνεσσιν,
αἰδὼς δʼ ἀμφερύθηνε παρήια, τῶν δʼ ἐφύπερθε
θεσπεσίη ἐπέκειτο χάρις καταειμένη ἀλκήν.
Λαοὶ δʼ ἀμφεγάνυντο καὶ ἀχνύμενοι τὸ πάροιθεν·
ὡς δʼ ὁπότʼ ἀθρήσαντες ἀπʼ οὔρεος ἀγροιῶται
Ἶριν ἀνεγρομένην ἐξ εὐρυπόροιο θαλάσσης,
ὄμβρου ὅτʼ ἰσχανόωσι θεουδέος, ὁππότʼ ἀλωαὶ
ἤδη ἀπαυαίνονται ἐελδόμεναι Διὸς ὕδωρ,
ὀψὲ δʼ ὑπηχλύνθη μέγας οὐρανός, οἳ δʼ ἐσιδόντες
ἐσθλὸν σῆμʼ ἀνέμοιο καὶ ὑετοῦ ἐγγὺς ἐόντος
χαίρουσιν, τὸ πάροιθεν ἐπιστενάχοντες ἀρούραις·
ὣς ἄρα Τρώιοι υἷες, ὅτʼ ἔδρακον ἔνδοθι πάτρης
δεινὴν Πενθεσίλειαν ἐπὶ πτόλεμον μεμαυῖαν,
γήθεον· ἐλπωρὴ γὰρ ὅτʼ ἐς φρένας ἀνδρὸς ἵκηται
ἀμφʼ ἀγαθοῦ, στονόεσσαν ἀμαλδύνει κακότητα.
Τοὔνεκα καὶ Πριάμοιο νόος πολέα στενάχοντος
καὶ μέγʼ ἀκηχεμένοιο περὶ φρεσὶ τυτθὸν ἰάνθη.
Ὡς δʼ ὅτʼ ἀνὴρ ἀλαοῖσιν ἐπʼ ὄμμασι πολλὰ μογήσας
ἱμείρων ἰδέειν ἱερὸν φάος ἢ θανέεσθαι
ἢ πόνῳ ἰητῆρος ἀμύμονος ἠὲ θεοῖο
ὄμματʼ ἀπαχλύσαντος ἴδῃ φάος ἠριγενείης,
οὐ μὲν ὅσον τὸ πάροιθεν, ὅμως δʼ ἄρα βαιὸν ἰάνθη
πολλῆς ἐκ κακότητος, ἔχει δʼ ἔτι πήματος ἄλγος
αἰνὸν ὑπὸ βλεφάροισι λελειμμένον· ὣς ἄρα δεινὴν
υἱὸς Λαομέδοντος ἐσέδρακε Πενθεσίλειαν·
παῦρον μὲν γήθησε, τὸ δὲ πλέον εἰσέτι παίδων
ἄχνυτʼ ἀποκταμένων. Ἄγε δʼ εἰς ἑὰ δώματʼ ἄνασσαν,
καί μιν προφρονέως τίεν ἔμπεδον, εὖτε θύγατρα
τηλόθε νοστήσασαν ἐεικοστῷ λυκάβαντι,
καί οἱ δόρπον ἔτευξε πανείδατον, οἷον ἔδουσι
κυδάλιμοι βασιλῆες, ὅτʼ ἔθνεα δῃώσαντες
δαίνυντʼ ἐν θαλίῃσιν ἀγαλλόμενοι περὶ νίκης.
Δῶρα δέ οἱ πόρε καλὰ καὶ ὄλβια, πολλὰ δʼ ὑπέστη
δωσέμεν, ἢν Τρώεσσι δαϊζομένοις ἐπαμύνῃ.
Ἣ δʼ ἄρʼ ὑπέσχετο ἔργον ὃ οὔ ποτε θνητὸς ἐώλπει,
δῃώσειν Ἀχιλῆα καὶ εὐρέα λαὸν ὀλέσσειν
Ἀργείων, νῆας δὲ πυρὸς καθύπερθε βαλέσθαι,
νηπίη· οὐδέ τι ᾔδη ἐϋμμελίην Ἀχιλῆα,
ὅσσον ὑπέρτατος ἦεν ἐνὶ φθισήνορι χάρμῃ.
Τῆς δʼ ὡς οὖν ἐπάκουσεν ἐῢς πάις Ἠετίωνος
Ἀνδρομάχη, μάλα τοῖα φίλῳ προσελέξατο θυμῷ·
«Ἆ δειλή, τί νυ τόσσα μέγα φρονέουσʼ ἀγορεύεις;
Οὐ γάρ τοι σθένος ἐστὶν ἀταρβέι Πηλείωνι
μάρνασθʼ, ἀλλὰ σοὶ ὦκα φόνον καὶ λοιγὸν ἐφήσει.
Λευγαλέη, τί μέμηνας ἀνὰ φρένας; Ἦ νύ τοι ἄγχι
ἕστηκεν Θανάτοιο τέλος καὶ Δαίμονος Αἶσα.
Ἕκτωρ γὰρ σέο πολλὸν ὑπέρτερος ἔπλετο δουρί·
ἀλλʼ ἐδάμη κρατερός περ ἐών, μέγα δʼ ἤκαχε Τρῶας
οἵ ἑ θεὸν ὣς πάντες ἀνὰ πτόλιν εἰσορόωντο·
καί μοι ἔην μέγα κῦδος ἰδʼ ἀντιθέοις τοκέεσσι
ζωὸς ἐών. Ὡς εἴ με χυτὴ κατὰ γαῖα κεκεύθει,
πρίν σφε διʼ ἀνθερεῶνος ὑπʼ ἔγχεϊ θυμὸν ὀλέσσαι.
Νῦν δʼ ἄρʼ ἀάσπετον ἄλγος ὀιζυρῶς ἐσάθρησα,
κεῖνον ὅτʼ ἀμφὶ πόληα ποδώκεες εἴρυον ἵπποι
ἀργαλέως Ἀχιλῆος, ὅ μʼ ἀνέρος εὖνιν ἔθηκε
κουριδίου, τό μοι αἰνὸν ἄχος πέλει ἤματα πάντα.»
Ὣς φάθʼ ἑὸν κατὰ θυμὸν ἐύσφυρος Ἠετιώνη
μνησαμένη πόσιος· μάλα γὰρ μέγα πένθος ἀέξει
ἀνδρὸς ἀποφθιμένοιο σαόφροσι θηλυτέρῃσιν.
Ἠέλιος δὲ θοῇσιν ἑλισσόμενος περὶ δίνῃς
δύσετʼ ἐς Ὠκεανοῖο βαθὺν ῥόον, ἤνυτο δʼ ἠώς.
Καί ῥʼ ὅτε δὴ παύσαντο ποτοῦ δαιτός τʼ ἐρατεινῆς,
δὴ τότε που δμωαὶ στόρεσαν θυμήρεα λέκτρα
ἐν Πριάμοιο δόμοισι θρασύφρονι Πενθεσιλείῃ.
Ἣ δὲ κιοῦσʼ εὕδεσκεν, ὕπνος δέ οἱ ὄσσʼ ἐκάλυψε
νήδυμος ἀμφιπεσών. Μόλε δʼ αἰθέρος ἐξ ὑπάτοιο
Παλλάδος ἐννεσίῃσι μένος δολόεντος Ὀνείρου,
ὅππως μιν λεύσσουσα κακὸν Τρώεσσι γένηται
οἷ τʼ αὐτῇ, μεμαυῖα ποτὶ πτολέμοιο φάλαγγας.
Καὶ τὰ μὲν ὣς ὥρμαινε δαΐφρων Τριτογένεια·
τῇ δʼ ἄρα λυγρὸς Ὄνειρος ἐφίστατο πατρὶ ἐοικώς,
καί μιν ἐποτρύνεσκε ποδάρκεος ἄντʼ Ἀχιλῆος
θαρσαλέως μάρνασθαι ἐναντίον. Ἣ δʼ ἀΐουσα
γήθεεν ἐν φρεσὶ πάμπαν· ὀΐσατο γὰρ μέγα ἔργον
ἐκτελέειν αὐτῆμαρ ἀνὰ μόθον ὀκρυόεντα,
νηπίη, ἥ ῥʼ ἐπίθησεν ὀιζυρῷ περ Ὀνείρῳ
ἑσπερίῳ, ὃς φῦλα πολυτλήτων ἀνθρώπων
θέλγει ἐνὶ λεχέεσσιν ἄδην ἐπικέρτομα βάζων,
ὅς μιν ἄρʼ ἐξαπάφησεν ἐποτρύνων πονέεσθαι.
Ἀλλʼ ὅτε δή ῥʼ ἐπόρουσε ῥοδόσφυρος Ἠριγένεια,
δὴ τότε Πενθεσίλεια μέγʼ ἐνθεμένη φρεσὶ κάρτος
ἐξ εὐνῆς ἀνέπαλτο καὶ ἀμφʼ ὤμοισιν ἔδυνε
τεύχεα δαιδαλόεντα, τά οἱ θεὸς ὤπασεν Ἄρης.
Πρῶτα μὲν ἂρ κνήμῃσιν ἐπʼ ἀργυφέῃσιν ἔθηκε
κνημῖδας χρυσέας αἵ οἱ ἔσαν εὖ ἀραρυῖαι·
ἕσσατο δʼ αὖ θώρηκα παναίολον· ἀμφὶ δʼ ἄρʼ ὤμοις
θήκατο κυδιόωσα μέγα ξίφος ᾧ περὶ πάντῃ
κουλεὸς εὖ ἤσκητο διʼ ἀργύρου ἠδʼ ἐλέφαντος·
ἂν δʼ ἔθετʼ ἀσπίδα δῖαν ἀλίγκιον ἄντυγι μήνης,
ἥ θʼ ὑπὲρ Ὠκεανοῖο βαθυρρόου ἀντέλλῃσιν
ἥμισυ πεπληθυῖα περιγνάμπτοισι κεραίῃς·
τοίη μαρμαίρεσκεν ἀάσπετον· ἀμφὶ δὲ κρατὶ
θῆκε κόρυν κομόωσαν ἐθείρῃσιν χρυσέῃσιν.
Ὣς ἣ μὲν μορόεντα περὶ χροῒ θήκατο τεύχη·
ἀστεροπῇ δʼ ἀτάλαντος ἐείδετο, τὴν ἀπʼ Ὀλύμπου
ἐς γαῖαν προΐησι Διὸς μένος ἀκαμάτοιο
δεικνὺς ἀνθρώποισι μένος βαρυηχέος ὄμβρου
ἠὲ πολυρροίζων ἀνέμων ἄλληκτον ἰωήν.
Αὐτίκα δʼ ἐγκονέουσα διʼ ἐκ μεγάροιο νέεσθαι
δοιοὺς εἵλετʼ ἄκοντας ὑπʼ ἀσπίδα, δεξιτερῇ δὲ
ἀμφίτυπον βουπλῆγα τόν οἱ Ἔρις ὤπασε δεινὴ
θυμοβόρου πολέμοιο πελώριον ἔμμεναι ἄλκαρ.
Τῷ ἐπικαγχαλόωσα τάχʼ ἤλυθεν ἔκτοθι πύργων
Τρῶας ἐποτρύνουσα μάχην ἐς κυδιάνειραν
ἐλθέμεναι· τοὶ δʼ ὦκα συναγρόμενοι πεπίθοντο
ἄνδρες ἀριστῆες, καί περ πάρος οὐκ ἐθέλοντες
στήμεναι ἄντʼ Ἀχιλῆος· ὃ γὰρ περιδάμνατο πάντας.
Ἣ δʼ ἄρα κυδιάασκεν ἀάσχετον· ἕζετο δʼ ἵππῳ
καλῷ τʼ ὠκυτάτῳ τε τόν οἱ ἄλοχος Βορέαο
ὤπασεν Ὠρείθυια πάρος Θρῄκην δὲ κιούσῃ
ξείνιον, ὅς τε θοῇσι μετέπρεπεν Ἁρπυίῃσι·
τῷ ῥα τόθʼ ἑζομένη λίπεν ἄστεος αἰπὰ μέλαθρα
ἐσθλὴ Πενθεσίλεια· λυγραὶ δέ μιν ὀτρύνεσκον
Κῆρες ὁμῶς πρώτην τε καὶ ὑστατίην ἐπὶ δῆριν
ἐλθέμεν. Ἀμφὶ δὲ Τρῶες ἀνοστήτοισι πόδεσσι
πολλοὶ ἕποντʼ ἐπὶ δῆριν ἀναιδέα τλήμονι κούρῃ
ἰλαδόν, ἠΰτε μῆλα μετὰ κτίλον, ὅς θʼ ἅμα πάντων
νισομένων προθέῃσι δαημοσύνῃσι νομῆος·
ὣς ἄρα τῇ γʼ ἐφέποντο βίῃ μέγα μαιμώωντες
Τρῶες ἐυσθενέες καὶ Ἀμαζόνες ὀβριμόθυμοι.
Ἣ δʼ οἵη Τριτωνίς, ὅτʼ ἤλυθεν ἄντα Γιγάντων,
ἢ Ἔρις ἐγρεκύδοιμος ἀνὰ στρατὸν ἀΐσσουσα,
τοίη ἐνὶ Τρώεσσι θοὴ πέλε Πενθεσίλεια.
Καὶ τότε δὴ Κρονίωνι πολυτλήτους ἀναείρας
χεῖρας Λαομέδοντος ἐῢς γόνος ἀφνειοῖο
εὔχετʼ ἐς ἱερὸν ἠῢ τετραμμένος Ἰδαίοιο
Ζηνὸς ὃς Ἴλιον αἰὲν ἑοῖς ἐπιδέρκεται ὄσσοις·
«Κλῦθι, πάτερ, καὶ λαὸν Ἀχαιικὸν ἤματι τῷδε
δὸς πεσέειν ὑπὸ χερσὶν Ἀρηιάδος βασιλείης,
καὶ δή μιν παλίνορσον ἐμὸν ποτὶ δῶμα σάωσον
ἁζόμενος τεὸν υἷα πελώριον ὄβριμον Ἄρην
αὐτήν θʼ, οὕνεκʼ ἔοικεν ἐπουρανίῃσι θεῇσιν
ἐκπάγλως καὶ σεῖο θεοῦ γένος ἐστὶ γενέθλης.
Αἴδεσσαι δʼ ἐμὸν ἦτορ, ἐπεὶ κακὰ πολλὰ τέτληκα
παίδων ὀλλυμένων οὕς μοι περὶ Κῆρες ἔμαρψαν
Ἀργείων παλάμῃσι κατὰ στόμα δηιοτῆτος·
αἴδεο δʼ, ἕως ἔτι παῦροι ἀφʼ αἵματός εἰμεν ἀγαυοῦ
Δαρδάνου, ἕως ἀδάικτος ἔτι πτόλις, ὄφρα καὶ ἡμεῖς
ἐκ φόνου ἀργαλέοιο καὶ Ἄρεος ἀμπνεύσωμεν.»
Ἦ ῥα μέγʼ εὐχόμενος. Τῷ δʼ αἰετὸς ὀξὺ κεκληγὼς
ἤδη ἀποπνείουσαν ἔχων ὀνύχεσσι πέλειαν
ἐσσυμένως οἴμησεν ἀριστερός· ἀμφὶ δὲ θυμῷ
τάρβησεν Πριάμοιο νόος, φάτο δʼ οὐκέτʼ ἀθρήσειν
ζωὴν Πενθεσίλειαν ἀπὸ πτολέμοιο κιοῦσαν.
Καὶ τὸ μὲν ὣς ἤμελλον ἐτήτυμον ἤματι κείνῳ
Κῆρες ὑπεκτελέειν· ὃ δʼ ἄρʼ ἄχνυτο θυμὸν ἐαγώς.
Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον, εὖτʼ ἐσίδοντο
Τρῶας ἐπεσσυμένους καὶ Ἀρηίδα Πενθεσίλειαν,
τοὺς μὲν δὴ θήρεσσιν ἐοικότας, οἵ τʼ ἐν ὄρεσσι
ποίμνῃς εἰροπόκοισι φόνον στονόεντα φέρουσι,
τὴν δὲ πυρὸς ῥιπῇ ἐναλίγκιον, ἥ τʼ ἐπὶ θάμνοις
μαίνεται ἀζαλέοισιν ἐπειγομένου ἀνέμοιο.
Καί τις ἅμʼ ἀγρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε·
«Τίς δὴ Τρῶας ἄγειρε μεθʼ Ἕκτορα δῃωθέντα,
οὓς φάμεν οὐκέτι νῶιν ὑπαντιάσειν μεμαῶτας;
Νῦν δʼ ἄφαρ ἀΐσσουσι λιλαιόμενοι μέγα χάρμης.
Καί νύ τις ἐν μέσσοισιν ἐποτρύνει πονέεσθαι·
φαίης κεν θεὸν ἔμμεν, ἐπεὶ μέγα μήδεται ἔργον.
Ἀλλʼ ἄγε, θάρσος ἄατον ἐνὶ στέρνοισι βαλόντες
ἀλκῆς μνησώμεσθα δαΐφρονος· οὐδὲ γὰρ ἡμεῖς
νόσφι θεῶν Τρώεσσι μαχησόμεθʼ ἤματι τῷδε.»
Ὣς φάτο· τοὶ δὲ φαεινὰ περὶ σφίσι τεύχεα θέντες
νηῶν ἐξεχέοντο μένος καταειμένοι ὤμοις.
Σὺν δʼ ἔβαλον θήρεσσιν ἐοικότες ὠμοβόροισι
δῆριν ἐς αἱματόεσσαν, ὁμοῦ δʼ ἔχον ἔντεα καλά,
ἔγχεα καὶ θώρηκας ἐυσθενέας τε βοείας
καὶ κόρυθας βριαράς· ἕτερος δʼ ἑτέρου χρόα χαλκῷ
τύπτον ἀνηλεγέως, τὸ δʼ ἐρεύθετο Τρώιον οὖδας.
Ἔνθʼ ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόν τε
Εἴλισσόν τε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον
Ἵππαλμόν τε καὶ Αἱμονίδην κρατερόν τʼ Ἐλάσιππον.
Δηρινόη δʼ ἕλε Λαογόνον, Κλονίη δὲ Μένιππον
ὅς ῥα πάρος Φυλάκηθεν ἐφέσπετο Πρωτεσιλάῳ,
ὅππως κεν Τρώεσσιν ἐυσθενέεσσι μάχοιτο.
Τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο Ποδάρκεϊ θυμὸς ὀρίνθη
Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθʼ ἑταίρων.
Αἶψα δʼ ὅ γʼ ἀντιθέην Κλονίην βάλε· τῆς δὲ διὰ πρὸ
ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα
δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δʼ ἔγκατα πάντα.
Τῆς δʼ ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα
οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ
χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας
κέρσε, μέλαν δέ οἱ αἷμα διʼ ἕλκεος οὐταμένοιο
ἔβλυσεν ἐσσυμένως· ὃ δʼ ἄρα στενάχων ἀπόρουσεν
εἰσοπίσω, μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη.
Τοῦ δʼ ἄρʼ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη
ἄσπετος· ὃς δʼ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς
κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.
Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι μακρῷ
δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν.
Ἣ δʼ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι
δουροτόμοι τέμνουσιν ὑπείροχον, ἣ δʼ ἀλεγεινὸν
ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν·
ὣς ἣ ἀνοιμώξασα πέσεν, τῆς δʼ ἅψεα πάντα
λῦσε μόρος, ψυχὴ δʼ ἐμίγη πολυαέσιν αὔραις.
Εὐάνδρην δʼ ἄρα Μηριόνης ἰδὲ Θερμώδοσσαν
εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα,
τῇ μὲν ἄρʼ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δʼ ὑπὸ νηδὺν
φάσγανον ἐγχρίμψας· τὰς δʼ ἐσσυμένως λίπεν ἦτορ.
Δηρινόην δʼ ἐδάμασσεν Ὀϊλέος ὄβριμος υἱὸς
ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.
Ἀλκιβίης δʼ ἄρα Τυδείδης καὶ Δηριμαχείης
ἄμφω κρᾶτʼ ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπʼ ὤμοις
ἄορι λευγαλέῳ· ταὶ δʼ ἠΰτε πόρτιες ἄμφω
κάππεσον, ἅς τʼ αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ
κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας·
ὣς αἳ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι
Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων.
Τῇσι δʼ ἐπὶ Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον
ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν
Ἀργείοις, οὐδʼ αὖτις ἑὴν νοστήσατο πάτρην.
Τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος
καί ῥʼ ἔβαλε Σθενέλοιο καταντίον· οὐδʼ ἄρα τόν γε
οὔτασεν ἐλδόμενός περ, ἀπεπλάγχθη γὰρ ὀϊστὸς
ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον·
κτεῖνε δʼ ἄρʼ ἐσσυμένως Εὐήνορα χαλκεομίτρην
ὅς ῥʼ ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι.
Τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο πάις Φυλῆος ἀγαυοῦ
ὠρίνθη· μάλα δʼ ὦκα, λέων ὣς πώεσι μήλων,
ἔνθορε· τοὶ δʼ ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα.
Κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἱππασίδην Ἀγέλαον
οἵ ῥʼ ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν
Νάστῃ ὑπʼ ἀντιθέῳ καὶ ὑπʼ Ἀμφιμάχῳ μεγαθύμῳ,
οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα
Βράγχου τʼ ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον
Μαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥʼ ἐπὶ γαῖαν
Καρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου
εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι.
Καὶ τοὺς μὲν κατέπεφνε Μέγης ἐν δηιοτῆτι·
ἄλλους δʼ αὖτʼ ἐδάμασσεν ὅσους κίχε δουρὶ κελαινῷ·
ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,
ὄφρά κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη.
Δρησαῖον δʼ ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης
τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι
μιχθεῖσʼ ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι,
ἧχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ
πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθε πέτρης,
καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου
καὶ κορυφαὶ Σιπύλου περιμήκεες ὧν καθύπερθεν
ἐχθρὴ μηλονόμοισιν ἀεὶ περιπέπτατʼ ὀμίχλη·
ἣ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,
οὕνεκʼ ἔοικε γυναικὶ πολυστόνῳ ἥ τʼ ἐπὶ λυγρῷ
πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει·
καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότʼ ἄρʼ αὐτὴν
τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι,
φαίνεται αἰπήεσσα πέτρη Σιπύλοιό τʼ ἀπορρώξ.
Ἀλλʼ ἣ μὲν μακάρων ὀλοὸν χόλον ἐκτελέουσα
μύρεται ἐν πέτρῃσιν ἔτʼ ἀχνυμένῃ εἰκυῖα.
Ἄλλοι δʼ ἀμφʼ ἄλλοισι φόνον καὶ κῆρʼ ἐτίθεντο
ἀργαλέον. Δεινὸς γὰρ ἐνεστρωφᾶτο Κυδοιμὸς
λαοῖς ἐν μέσσοισιν· ἀταρτηρὸν δέ οἱ ἄγχι
εἱστήκει Θανάτοιο τέλος· περὶ δέ σφισι Κῆρες
λευγαλέαι στρωφῶντο φόνον στονόεντα φέρουσαι.
Πολλῶν δʼ ἐν κονίῃσι λύθη κέαρ ἤματι κείνῳ
Τρώων τʼ Ἀργείων τε, πολὺς δʼ ἀλαλητὸς ὀρώρει.
Οὐ γάρ πως ἀπέληγε μένος μέγα Πενθεσιλείης,
ἀλλʼ ὥς τίς τε βόεσσι κατʼ οὔρεα μακρὰ λέαινα
ἐνθόρῃ ἀΐξασα βαθυσκοπέλου διὰ βήσσης
αἵματος ἱμείρουσα, τό οἱ μάλα θυμὸν ἰαίνει·
ὣς τῆμος Δαναοῖσιν Ἀρηιὰς ἔνθορε κούρη.
Οἳ δʼ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·
ἣ δʼ ἕπετʼ ἠΰτε κῦμα βαρυγδούποιο θαλάσσης
νήεσιν ὠκείῃσιν, ὅθʼ ἱστία λευκὰ πετάσσῃ
οὖρος ἐπειγόμενος, βοόωσι δὲ πάντοθεν ἄκραι
πόντου ἐρευγομένοιο ποτὶ χθονὸς ᾐόνα μακρήν.
Ὣς ἥ γʼ ἑσπομένη Δαναῶν ἐδάιζε φάλαγγας·
καί σφιν ἐπηπείλησε μέγα φρεσὶ κυδιόωσα·
«Ὦ κύνες, ὡς Πριάμοιο κακὴν ἀποτίσετε λώβην
σήμερον. Οὐ γάρ πώ τις ἐμὸν σθένος ἐξυπαλύξας
χάρμα φίλοις τοκέεσσι καὶ υἱάσιν ἠδʼ ἀλόχοισιν
ἔσσεται· οἰωνοῖς δὲ βόσις καὶ θηρσὶ θανόντες
κείσεσθʼ, οὐδέ τι τύμβος ἐφʼ ὑμέας ἵξεται αἴης.
Πῇ νῦν Τυδείδαο βίη, πῇ δʼ Αἰακίδαο,
ποῦ δὲ καὶ Αἴαντος; Τοὺς γὰρ φάτις ἔμμεν ἀρίστους·
ἀλλʼ ἐμοὶ οὐ τλήσονται ἐναντία δηριάασθαι,
μή σφιν ἀπὸ μελέων ψυχὰς φθιμένοισι πελάσσω.»
Ἦ ῥα καὶ Ἀργείοισι μέγα φρονέουσʼ ἐνόρουσε,
Κηρὶ βίην εἰκυῖα. Πολὺν δʼ ὑπεδάμνατο λαόν,
ἄλλοτε μὲν βουπλῆγι βαθυστόμῳ, ἄλλοτε δʼ αὖτε
πάλλουσʼ ὀξὺν ἄκοντα· φέρεν δέ οἱ αἰόλος ἵππος
ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρʼ αὐτῇ
χρειὼ ἀνʼ αἱματόεντα μόθον βελέων ἀλεγεινῶν
καὶ τόξοιο πέλοιτο. Θοοὶ δέ οἱ ἄνδρες ἕποντο,
Ἕκτορος ἀγχεμάχοιο κασίγνητοί τε φίλοι τε,
ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα,
οἳ Δαναοὺς ἐδάιζον ἐϋξέστῃς μελίῃσι.
Τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ἢ ψεκάδεσσι
πῖπτον ἐπασσύτεροι· μέγα δʼ ἔστενεν ἄσπετος αἶα
αἵματι δευομένη νεκύεσσί τε πεπληθυῖα,
ἵπποι δʼ ἀμφὶ βέλεσσι πεπαρμένοι ἢ μελίῃσιν
ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες.
Οἳ δὲ κόνιν δραχμοῖσι δεδραγμένοι ἀσπαίρεσκον·
τοὺς δʼ ἄρα Τρώιοι ἵπποι ἐπεσσύμενοι μετόπισθεν
ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας.
Καί τις ἐνὶ Τρώεσσιν ἀγάσσατο μακρὰ γεγηθώς,
ὡς ἴδε Πενθεσίλειαν ἀνὰ στρατὸν ἀίσσουσαν
λαίλαπι κυανέῃ ἐναλίγκιον, ἥ τʼ ἐνὶ πόντῳ
μαίνεθʼ, ὅτʼ Αἰγοκερῆι συνέρχεται ἠελίου ἴς·
καί ῥʼ ὅ γε μαψιδίῃσιν ἐπʼ ἐλπωρῇσιν ἔειπεν·
«Ὦ φίλοι, ὡς ἀναφανδὸν ἀπʼ οὐρανοῦ εἰλήλουθε
σήμερον ἀθανάτων τις, ἵνʼ Ἀργείοισι μάχηται
ἡμῖν ἦρα φέρουσα Διὸς κρατερόφρονι βουλῇ,
ὃς τάχα που μέμνηται ἐυσθενέος Πριάμοιο
ὅς ῥά οἱ εὔχεται εἶναι ἀφʼ αἵματος ἀθανάτοιο.
Οὐ γὰρ τήνδε γυναῖκά γʼ ὀΐομαι εἰσοράασθαι
αὕτως θαρσαλέην τε καὶ ἀγλαὰ τεύχεʼ ἔχουσαν,
ἀλλʼ ἄρʼ Ἀθηναίην ἢ καρτερόθυμον Ἐνυὼ
ἢ Ἔριν ἠὲ κλυτὴν Λητωίδα· καί μιν ὀΐω
σήμερον Ἀργείοισι φόνον στονόεντα βαλέσθαι
νῆάς τʼ ἐμπρήσειν ὀλοῷ πυρί, τῇσι πάροιθεν
ἤλυθον ἐς Τροίην νῶιν κακὰ πορφύροντες·
ἤλυθον ἄσχετον ἄμμιν ὑπʼ Ἄρεϊ πῆμα φέροντες,
ἀλλʼ οὐ μὰν παλίνορσοι ἐς Ἑλλάδα νοστήσαντες
πάτρην εὐφρανέουσιν, ἐπεὶ θεὸς ἄμμιν ἀρήγει.»
Ὣς ἄρʼ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς,
νήπιος· οὐδʼ ἄρʼ ἐφράσσατʼ ἐπεσσύμενον βαρὺ πῆμα
οἷ αὐτῷ καὶ Τρωσὶ καὶ αὐτῇ Πενθεσιλείῃ.
Οὐ γάρ πώ τι μόθοιο δυσηχέος ἀμφὶ πέπυστο
Αἴας ὀβριμόθυμος ἰδὲ πτολίπορθος Ἀχιλλεύς·
ἀλλʼ ἄμφω περὶ σῆμα Μενοιτιάδαο κέχυντο
μνησάμενοι ἑτάροιο, γόος δʼ ἔχεν ἄλλυδις ἄλλον.
Τοὺς γὰρ δὴ μακάρων τις ἐρήτυε νόσφι κυδοιμοῦ,
ὄφρʼ ἀλεγεινὸν ὄλεθρον ἀναπλήσωσι δαμέντες
πολλοὶ ὑπὸ Τρώεσσι καὶ ἐσθλῇ Πενθεσιλείῃ
ἥ σφιν ἐπαΐσσουσα . . . . . . . . . . . . . . . . . . . . . . κακὰ μήδετο, καί οἱ ἄεξεν
ἀλκὴ ὁμῶς καὶ θάρσος ἐπὶ πλέον, οὐδέ γʼ ἐς αἰχμὴν
μαψιδίη ποτʼ ἔθυνεν, ἀεὶ δʼ ἢ νῶτα δάιζε
φευγόντων ἢ στέρνα καταντίον ἀϊσσόντων.
Θερμῷ δʼ αἵματι πάμπαν ἐδεύετο· γυῖα δʼ ἐλαφρὰ
ἔπλετʼ ἐπεσσυμένης· κάματος δʼ οὐ δάμνατο θυμὸν
ἄτρομον, ἀλλʼ ἀδάμαντος ἔχεν μένος. Εἰσέτι γάρ μιν
Αἶσα λυγρὴ κύδαινεν· ἀπόπροθι δʼ ἑστηυῖα
χάρμης κυδιάασκεν ὀλέθριον, οὕνεκʼ ἔμελλε
κούρην οὐ μετὰ δηρὸν ὑπʼ Αἰακίδαο χέρεσσι
δάμνασθʼ· ἀμφὶ δέ μιν ζόφος ἔκρυφε· τὴν δʼ ὀρόθυνεν
αἰὲν ἄιστος ἐοῦσα καὶ ἐς κακὸν ἦγεν ὄλεθρον
ὕστατα κυδαίνουσʼ. Ἣ δʼ ἄλλοθεν ἄλλον ἔναιρεν·
ὡς δʼ ὁπόθʼ ἑρσήεντος ἔσω κήποιο θοροῦσα
ποίης ἐλδομένη θυμηδέος εἴαρι πόρτις,
ἀνέρος οὐ παρεόντος, ἐπέσσυται ἄλλοθεν ἄλλῃ
σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,
καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δʼ ἐν ποσὶν ἠμάλδυνεν·
ὣς ἄρʼ Ἀχαιῶν υἷας ἐπεσσυμένη καθʼ ὅμιλον
κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δʼ ἐφόβησε.
Τρωιάδες δʼ ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς
θαύμαζον· πολέμοιο δʼ ἔρως λάβεν Ἱπποδάμειαν
Ἀντιμάχοιο θύγατρα, μενεπτολέμοιο δʼ ἄκοιτιν
Τισιφόνου. Κρατερῇσι δʼ ὑπὸ φρεσὶν ἐμμεμαυῖα
θαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα
δῆριν ἐπὶ στονόεσσαν — ἔγειρε δέ οἱ θράσος ἀλκήν·
«Ὦ φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι βαλοῦσαι
ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης
δυσμενέσιν μάρνανται ὑπὲρ τεκέων τε καὶ ἡμέων,
οὔ ποτʼ ἀναπνείοντες ὀϊζύος—, ἀλλὰ καὶ αὐταὶ
παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης.
Οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐυσθενέων αἰζηῶν,
ἀλλʼ οἷον κείνοισι πέλει μένος, ἔστι καὶ ἡμῖν·
ἶσοι δʼ ὀφθαλμοὶ καὶ γούνατα, πάντα δʼ ὁμοῖα,
ξυνὸν δʼ αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ,
φορβὴ δʼ οὐχ ἑτέρη. Τί δʼ ἐπʼ ἀνδράσι λώιον ἄλλο
θῆκε θεός; Τῶ μή τι φεβώμεθα δηιοτῆτος.
Ἦ οὐχ ὁράατε γυναῖκα μέγʼ αἰζηῶν προφέρουσαν
ἀγχεμάχων; Τῆς δʼ οὔ τι πέλει σχεδὸν οὔτε γενέθλη
οὔτʼ ἄρʼ ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δʼ ἄνακτος
μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν
ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα.
Ἡμῖν δʼ ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται·
τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι
ὤλονθʼ, αἳ δὲ τοκῆας ὀδυρόμεθʼ οὐκέτʼ ἐόντας,
ἄλλαι δʼ αὖτʼ ἀκάχονται ἀδελφειῶν ἐπʼ ὀλέθρῳ
καὶ πηῶν· οὐ γάρ τις ὀϊζυρῆς κακότητος
ἄμμορος, ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ
εἰσιδέειν. Τῶ μή τις ἔτʼ ἀμβολίη πολέμοιο
εἴη τειρομένῃσιν· ἔοικε γὰρ ἐν δαῒ μᾶλλον
τεθνάμεν ἢ μετόπισθεν ὑπʼ ἀλλοδαποῖσιν ἄγεσθαι
νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ,
ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτʼ ἐόντων.»
Ὣς ἄρʼ ἔφη, πάσῃσι δʼ ἔρως στυγεροῖο μόθοιο
ἔμπεσεν· ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον
βήμεναι ἐν τεύχεσσιν, ἀρηγέμεναι μεμαυῖαι
ἄστεϊ καὶ λαοῖσιν· ὀρίνετο δέ σφισι θυμός.
Ὡς δʼ ὅτʼ ἔσω σίμβλοιο μέγʼ ἰύζωσι μέλισσαι
χείματος οὐκέτʼ ἐόντος, ὅτʼ ἐς νομὸν ἐντύνονται
ἐλθέμεν, οὐδʼ ἄρα τῇσι φίλον πέλει ἔνδοθι μίμνειν,
ἄλλη δʼ αὖθʼ ἑτέρην προκαλίζεται ἐκτὸς ἄγεσθαι·
ὣς ἄρα Τρωιάδες ποτὶ φύλοπιν ἐγκονέουσαι
ἀλλήλας ὤτρυνον· ἀπόπροθι δʼ εἴρια θέντο
καὶ ταλάρους, ἀλεγεινὰ δʼ ἐπʼ ἔντεα χεῖρας ἴαλλον.
Καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο
ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κεῖναι,
εἰ μή σφεας κατέρυξε πύκα φρονέουσα Θεανὼ
ἐσσυμένας πινυτοῖσι παραυδήσασʼ ἐπέεσσι·
«Τίπτε ποτὶ κλόνον αἰνόν, ἐελδόμεναι πονέεσθαι,
σχέτλιαι, οὔ τι πάροιθε πονησάμεναι περὶ χάρμης,
ἀλλʼ ἄρα νήιδες ἔργον ἐπʼ ἄτλητον μεμαυῖαι,
ὄρνυσθʼ ἀφραδέως; Οὐ γὰρ σθένος ἔσσεται ἶσον
ὑμῖν καὶ Δαναοῖσιν ἐπισταμένοισι μάχεσθαι.
Αὐτὰρ Ἀμαζόσι δῆρις ἀμείλιχος ἱππασίαι τε
εὔαδεν ἐξ ἀρχῆς καὶ ὅσʼ ἀνέρες ἔργα πένονται·
τοὔνεκʼ ἄρά σφισι θυμὸς ἀρήιος αἰὲν ὄρωρεν,
οὐδʼ ἀνδρῶν δεύονται, ἐπεὶ πόνος ἐς μέγα κάρτος
θυμὸν ἀνηέξησε καὶ ἄτρομα γούνατʼ ἔθηκε.
Τὴν δὲ φάτις καὶ Ἄρηος ἔμεν κρατεροῖο θύγατρα·
τῶ οἱ θηλυτέρην τινʼ ἐριζέμεν οὔ τι ἔοικεν·
ἠὲ τάχʼ ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισι.
Πᾶσι δʼ ἄρʼ ἀνθρώποισιν ὁμὸν γένος, ἀλλʼ ἐπὶ ἔργα
στρωφῶντʼ ἄλλος ἐπʼ ἄλλα· πέλει δʼ ἄρα κεῖνο φέριστον
ἔργον, ὅ τι φρεσὶν ᾗσιν ἐπιστάμενος πονέηται.
Τοὔνεκα δηιοτῆτος ἀποσχόμεναι κελαδεινῆς
ἱστὸν ἐπεντύνεσθε ἑῶν ἔντοσθε μελάθρων·
ἀνδράσι δʼ ἡμετέροισι περὶ πτολέμοιο μελήσει.
Ἐλπωρὴ δʼ ἀγαθοῖο τάχʼ ἔσσεται, οὕνεκʼ Ἀχαιοὺς
δερκόμεθʼ ὀλλυμένους, μέγα δὲ κράτος ὄρνυται ἀνδρῶν
ἡμετέρων· οὐδʼ ἔστι κακοῦ δέος· οὔ τι γὰρ ἄστυ
δήιοι ἀμφὶς ἔχουσιν ἀνηλέες, οὔτʼ ἀλεγεινὴ
γίνετʼ ἀναγκαίη καὶ θηλυτέρῃσι μάχεσθαι.»
Ὣς φάτο· ταὶ δʼ ἐπίθοντο παλαιοτέρῃ περ ἐούσῃ,
ὑσμίνην δʼ ἀπάνευθεν ἐσέδρακον. Ἣ δʼ ἔτι λαοὺς
δάμνατο Πενθεσίλεια· περιτρομέοντο δʼ Ἀχαιοί,
οὐδέ σφιν θανάτοιο πέλε στονόεντος ἄλυξις,
ἀλλʼ ἅτε μηκάδες αἶγες ὑπὸ βλοσυρῇσι γένυσσι
πορδάλιος κτείνοντο. Ποθὴ δʼ ἔχεν οὐκέτι χάρμης
ἀνέρας, ἀλλὰ φόβοιο· καὶ ἄλλυδις ἤιον ἄλλοι,
οἳ μὲν ἀπορρίψαντες ἐπὶ χθόνα τεύχεʼ ἀπʼ ὤμων,
οἳ δʼ ἄρα σὺν τεύχεσσι· καὶ ἡνιόχων ἀπάνευθεν
ἵπποι ἴσαν φεύγοντες. Ἐπεσσυμένοις δʼ ἄρα χάρμα
ἔπλετʼ, ἀπολλυμένων δὲ πολὺς στόνος· οὐδέ τις ἀλκὴ
γίνετο τειρομένοισι· μινυνθάδιοι δὲ πέλοντο
πάντες ὅσους ἐκίχανεν ἀνὰ κρυερὸν στόμα χάρμης.
Ὡς δʼ ὅτʼ ἐπιβρίσασα μέγα στονόεσσα θύελλα
ἄλλα μὲν ἐκ ῥιζῶν χαμάδις βάλε δένδρεα μακρὰ
ἄνθεσι τηλεθόωντα, τὰ δʼ ἐκ πρέμνοιο κέδασσεν
ὑψόθεν, ἀλλήλοισι δʼ ἐπὶ κλασθέντα κέχυνται·
ὣς Δαναῶν τότε κεῖτο πολὺς στρατὸς ἐν κονίῃσι
Μοιράων ἰότητι καὶ ἔγχεϊ Πενθεσιλείης.
Αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον
χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴας
οἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν·
«Ὦ Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ
οὔασιν, ὡς πολέμοιο συνεσταότος μεγάλοιο.
Ἀλλʼ ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν
Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας,
νῶιν δʼ ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ
ἔσσεται. Οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας
αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ
Τροίης ἀγλαὸν ἄστυ διέπραθον ἐγχείῃσι
τὸ πρὶν ἅμʼ Ἡρακλῆι δαΐφρονι, Λαομέδοντος . . . . . . . . . . . . . . . . . . . . . . . . .
ὥς περ νῦν τελέεσθαι ὑφʼ ἡμετέρῃσιν ὀΐω
χερσίν, ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν.»
Ὣς φάτο· τῷ δʼ ἐπίθησε θρασὺ σθένος Αἰακίδαο·
κλαγγὴν γὰρ στονόεσσαν ἐπέκλυεν οὔασιν οἷσιν.
Ἄμφω δʼ ὡρμήθησαν ἐπʼ ἔντεα μαρμαίροντα·
καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου·
τῶν δʼ ἄρα τεύχεα καλὰ μέγʼ ἔβραχε, μαίνετο δέ σφιν
ἶσον θυμὸς Ἄρηι, τόσον σθένος ἀμφοτέροισι
δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη.
Ἀργεῖοι δʼ ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ
εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο,
οἵ ποτʼ ἐπʼ εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρά,
Ὄσσαν τʼ αἰπεινὴν καὶ Πήλιον ὑψικάρηνον,
ὅππως δὴ μεμαῶτε καὶ οὐρανὸν εἰσαφίκωνται·
τοῖοι ἄρʼ ἀντέστησαν ἀταρτηροῦ πολέμοιο
Αἰακίδαι, μέγα χάρμα λιλαιομένοισιν Ἀχαιοῖς,
ἄμφω ἐπειγόμενοι δηίων ἀπὸ λαὸν ὀλέσσαι.
Πολλοὺς δʼ ἐγχείῃσιν ἀμαιμακέτῃσι δάμασσαν·
ὡς δʼ ὅτε πίονα μῆλα βοοδμητῆρε λέοντε
εὑρόντʼ ἐν ξυλόχοισι φίλων ἀπάνευθε νομήων
πανσυδίῃ κτείνωσιν, ἄχρις μέλαν αἷμα πιόντες
σπλάγχνων ἐμπλήσωνται ἑὴν πολυχανδέα νηδύν·
ὣς οἵ γʼ ἄμφω ὄλεσσαν ἀπειρέσιον στρατὸν ἀνδρῶν.
Ἔνθʼ Αἴας ἕλε Δηίοχον καὶ ἀρήιον Ὕλλον
Εὐρύνομόν τε φιλοπτόλεμον καὶ Ἐνυέα δῖον.
Ἀντάνδρην δʼ ἄρα Πηλείδης ἕλε καὶ Πολεμοῦσαν
ἠδὲ καὶ Ἀντιβρότην, μετὰ δʼ Ἱπποθόην ἐρίθυμον,
τῇσι δʼ ἐφʼ Ἁρμοθόην. Ἐπὶ δʼ ᾤχετο λαὸν ἅπαντα
σὺν Τελαμωνιάδῃ μεγαλήτορι· τῶν δʼ ὑπὸ χερσὶ
πυκναί τε σθεναραί τε κατηρείποντο φάλαγγες
ῥεῖα καὶ ὀτραλέως, ὡς εἰ πυρὶ δάσκιος ὕλη,
οὔρεος ἐν ξυλόχοισιν ἐπισπέρχοντος ἀήτεω.
Τοὺς δʼ ὁπότʼ εἰσενόησε δαΐφρων Πενθεσίλεια
θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,
ἀμφοτέρων ὥρμησε καταντίον, ἠΰτε λυγρὴ
πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα
αἰνὰ περισσαίνουσα θόρῃ κατέναντʼ ἐπιόντων
ἀγρευτῶν, οἵ πέρ μιν ἐν ἔντεσι θωρηχθέντες
ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν·
ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον
δούρατʼ ἀειράμενοι· περὶ δέ σφισι χαλκὸς ἀΰτει
κινυμένων. Πρώτη δʼ ἔβαλεν περιμήκετον ἔγχος
ἐσθλὴ Πενθεσίλεια· τὸ δʼ ἐς σάκος Αἰακίδαο
ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτʼ ἀπὸ πέτρης·
τοῖʼ ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα.
Ἣ δʼ ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα
Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει·
«Νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος·
ἀλλʼ ὀΐω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν
ὑμέων ἀμφοτέρων, οἵ τʼ ἄλκιμοι εὐχετάασθε
ἔμμεναι ἐν Δαναοῖσιν· ἐλαφροτέρη δὲ μόθοιο
ἔσσεται ἱπποδάμοισι μετὰ Τρώεσσιν ὀϊζύς.
Ἀλλά μοι ἆσσον ἵκεσθε ἀνὰ κλόνον, ὄφρʼ ἐσίδησθε
ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρε.
Καὶ γάρ μευ γένος ἐστὶν ἀρήιον· οὐδέ με θνητὸς
γείνατʼ ἀνήρ, ἀλλʼ αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς·
τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.»
Ἦ μέγα . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . τοὶ δʼ ἐγέλασσαν. Ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ
Αἴαντος κνημῖδα πανάργυρον· οὐδέ οἱ εἴσω
ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι·
οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου
δυσμενέων στονόεσσαν ἐνὶ πτολέμοισιν ἀκωκήν.
Αἴας δʼ οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλʼ ἄρα Τρώων
ἐς πληθὺν ἀνόρουσε· λίπεν δʼ ἄρα Πηλείωνι
οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς
ᾔδεεν ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα
ῥηίδιος πόνος ἔσσεθʼ ὅπως ἴρηκι πέλεια.
Ἣ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα·
καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός·
«Ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν
ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,
οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων.
Ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης
εὐχόμεθʼ ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ
ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας
δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ
καὶ κρατερόν περ ἐόντα. Σὺ δʼ ἐν φρεσὶ πάγχυ μέμηνας,
ἣ μέγʼ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον
σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ·
οὐδὲ γὰρ οὐδʼ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης
ἐξ ἐμέθεν, τίσεις δὲ κακὸν μόρον, εὖτʼ ἐν ὄρεσσι
κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.
Ἢ οὔ πω τόδʼ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα
Ξάνθου πὰρ προχοῇσιν ὑφʼ ἡμετέρῃς παλάμῃσιν,
ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο
καὶ νόον, ὄφρά σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.»
Ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων
λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν.
Αἶψα δʼ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν
οὔτασε δεξιτεροῖο, μέλαν δέ οἱ ἔρρεεν αἷμα
ἐσσυμένως. Ἣ δʼ εἶθαρ ὑπεκλάσθη μελέεσσιν,
ἐκ δʼ ἔβαλεν χειρὸς πέλεκυν μέγαν· ἀμφὶ δέ οἱ νὺξ
ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.
Ἀλλὰ καὶ ὧς ἄμπνυε καὶ ἔξιδε δήιον ἄνδρα
ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου·
ὥρμηνεν δʼ ἢ χειρὶ μέγα ξίφος εἰρύσσασα
μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,
ἢ κραιπνῶς ἵπποιο κατʼ ὠκυτάτοιο θοροῦσα
λίσσεσθʼ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα
χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει
θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,
τοῖς ἤν πως πεπίθοιτʼ ὀλοὸν σθένος Αἰακίδαο,
ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν
δώῃ νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.
Καὶ τὰ μὲν ὣς ὥρμαινε· θεοὶ δʼ ἑτέρως ἐβάλοντο.
Τῇ γὰρ ἐπεσσυμένῃ μέγʼ ἐχώσατο Πηλέος υἱός,
καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου.
Εὖτέ τις ἀμφʼ ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος
σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,
ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα
θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ
ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ
πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης·
ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέι ἵππῳ
ἀντικρὺ διάμησεν ὑπʼ ἔγχεϊ μαιμώωντι
Πηλείδης. Ἣ δʼ ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ
εὐσταλέως ἐριποῦσα κατʼ οὔδεος· οὐδέ οἱ αἰδὼς
ᾔσχυνεν δέμας ἠΰ· τάθη δʼ ἐπὶ νηδύα μακρὴ
δουρὶ περισπαίρουσα, θοῷ δʼ ἐπεκέκλιτο ἵππῳ.
Εὖτʼ ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο,
ἥν τέ που αἰπυτάτην ἀνά τʼ ἄγκεα μακρὰ καὶ ὕλην,
οἷ αὐτῇ μέγʼ ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα·
τοίη Πενθεσίλεια κατʼ ὠκέος ἤριπεν ἵππου,
θηητή περ ἐοῦσα· κατεκλάσθη δέ οἱ ἀλκή.
Τρῶες δʼ ὡς ἐσίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ,
πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο,
ἄσπετʼ ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν.
Ὡς δʼ ὅτʼ ἀνʼ εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω
ναῦται νῆʼ ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον,
παῦροι πολλὰ καμόντες ὀϊζυρῆς ἁλὸς εἴσω,
ὀψὲ δʼ ἄρά σφισι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ,
τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα
ἐξ ἁλὸς ἀΐσσουσι μέγʼ ἀχνύμενοι περὶ νηὸς
ἠδʼ ἑτάρων οὓς αἰνὸν ὑπὸ ζόφον ἤλασε κῦμα·
ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο
κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα
καὶ λαοὺς οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.
Τῇ δʼ ἐπικαγχαλόων μεγάλʼ εὔχετο Πηλέος υἱός·
«Κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδʼ οἰωνῶν,
δειλαίη· τίς γάρ σε παρήπαφεν ἀντίʼ ἐμεῖο
ἐλθέμεν; Ἦ που ἔφησθα μάχης ἀπονοστήσασα
οἴσειν ἄσπετα δῶρα παρὰ Πριάμοιο γέροντος
κτείνασʼ Ἀργείους; Ἀλλʼ οὐ τόδε σοί γε νόημα
ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν
ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα
ἠδὲ σοὶ αἰνομόρῳ, ἐπεὶ ἦ νύ σε Κῆρες ἐρεμναὶ
καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν
βήμεναι ἐς πόλεμον τόν περ τρομέουσι καὶ ἄνδρες.»
Ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς
ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης·
ἄμφω δʼ ἀσπαίρεσκον ὑφʼ ἓν δόρυ δῃωθέντες.
Ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν
ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς αἴγλῃ·
τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης
ἐξεφάνη ἐρατῇσιν ὑπʼ ὀφρύσι καλὰ πρόσωπα
καί περ ἀποκταμένης. Οἳ δʼ, ὡς ἴδον, ἀμφιέποντες
Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.
Κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠΰτʼ ἀτειρὴς
Ἄρτεμις ὑπνώουσα Διὸς τέκος, εὖτε κάμῃσι
γυῖα κατʼ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας·
αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν
Κύπρις ἐϋστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,
ὄφρά τι καὶ Πηλῆος ἀμύμονος υἷʼ ἀκαχήσῃ.
Πολλοὶ δʼ εὐχετόωντο κατʼ οἰκία νοστήσαντες
τοίης τῆσδʼ ἀλόχοιο παρὰ λεχέεσσιν ἰαῦσαι.
Καὶ δʼ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,
οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν
Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος
ἔπλετʼ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη.
Ἄρεϊ δʼ ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς
θυμὸν ἀκηχεμένου. Τάχα δʼ ἔκθορεν Οὐλύμποιο,
σμερδαλέῳ ἀτάλαντος ἀεὶ κτυπέοντι κεραυνῷ
ὅν τε Ζεὺς προΐησιν, ὃ δʼ ἀκαμάτης ἀπὸ χειρὸς
ἔσσυται ἢ ἐπὶ πόντον ἀπείριτον ἢ ἐπὶ γαῖαν
μαρμαίρων, τῷ δʼ ἀμφὶ μέγας πελεμίζετʼ Ὄλυμπος·
τοῖος Ἄρης ταναοῖο διʼ ἠέρος ἀσχαλόων κῆρ
ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε
παιδὸς ἑῆς· τῷ γάρ ῥα κατʼ οὐρανὸν εὐρὺν ἰόντι
Αὖραι μυθήσαντο θεαὶ Βορέαο θύγατρες
κούρης αἰνὸν ὄλεθρον. Ὃ δʼ ὡς κλύεν, ἶσος ἀέλλῃ
Ἰδαίων ὀρέων ἐπεβήσετο· τοῦ δʼ ὑπὸ ποσσὶν
ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοί τε χαράδραι
καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης.
Καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ,
εἰ μή μιν Ζεὺς αὐτὸς ἀπʼ Οὐλύμποιο φόβησε
σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς
οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτέοντο διʼ αἴθρης
δεινὸν ἀπαιθόμενοι. Ὃ δʼ ἄρʼ εἰσορόων ἐνόησε
πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν,
ἔστη δʼ ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν.
Ὡς δʼ ὅτʼ ἀπʼ ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν
λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος,
ὄμβρος ἄρʼ ἠδὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι
λάβρα κυλινδομένοιο, ὃ δʼ ἀκαμάτῳ ὑπὸ ῥοίβδῳ
ἔσσυτʼ ἀναθρῴσκων μάλα ταρφέα, μέχρις ἵκηται
χῶρον ἐπʼ ἰσόπεδον, σταίη δʼ ἄφαρ οὐκ ἐθέλων περ·
ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ
ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι
πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκʼ ἄρʼ αὐτῶν
πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή.
Πολλὰ δὲ πορφύροντα θοὸς νόος ὀτρύνεσκεν
ἄλλοτε μὲν Κρονίδαο μέγʼ ἀσχαλόωντος ἐνιπὴν
σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι,
ἄλλοτε δʼ οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλʼ Ἀχιλῆι
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. Ὀψὲ δέ οἱ κῆρ
μνήσαθʼ ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν
υἱέες οἷς οὐδʼ αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισι.
Τοὔνεκʼ ἀπʼ Ἀργείων ἑκὰς ἤιεν· ἦ γὰρ ἔμελλε
κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ,
εἰ Διὸς ἀθανάτοιο παρʼ ἐκ νόον ἄλλα μενοίνα.
Καὶ τότʼ ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων
σύλεον ἐσσυμένως βεβροτωμένα τεύχεα νεκρῶν
πάντῃ ἐπεσσύμενοι. Μέγα δʼ ἄχνυτο Πηλέος υἱὸς
κούρης εἰσορόων ἐρατὸν σθένος ἐν κονίῃσι·
τοὔνεκά οἱ κραδίην ὀλοαὶ κατέδαπτον ἀνῖαι,
ὁππόσον ἀμφʼ ἑτάροιο πάρος Πατρόκλοιο δαμέντος.
Θερσίτης δέ μιν ἄντα κακῷ μέγα νείκεσε μύθῳ·
«Ὦ Ἀχιλεῦ φρένας αἰνέ, τί ἤ νύ σευ ἤπαφε δαίμων
θυμὸν ἐνὶ στέρνοισιν Ἀμαζόνος εἵνεκα λυγρῆς
ἣ νῶιν κακὰ πολλὰ λιλαίετο μητίσασθαι;
Καί τοι ἐνὶ φρεσὶ σῇσι γυναιμανὲς ἦτορ ἔχοντι
μέμβλεται ὡς ἀλόχοιο πολύφρονος ἥν τʼ ἐπὶ ἕδνοις
κουριδίην μνήστευσας ἐελδόμενος γαμέεσθαι.
Ὥς σʼ ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί,
οὕνεκα θηλυτέρῃσιν ἄδην ἐπιτέρπεαι ἦτορ,
οὐδέ νυ σοί τι μέμηλεν ἐνὶ φρεσὶν οὐλομένῃσιν
ἀμφʼ ἀρετῆς κλυτὸν ἔργον, ἐπὴν ἐσίδῃσθα γυναῖκα.
Σχέτλιε, ποῦ νύ τοί ἐστι περὶ σθένος ἠδὲ νόημα;
Πῇ δὲ βίη βασιλῆος ἀμύμονος; Οὐδέ τι οἶσθα
ὅσσον ἄχος Τρώεσσι γυναιμανέουσι τέτυκται;
Οὐ γὰρ τερπωλῆς ὀλοώτερον ἄλλο βροτοῖσιν
ἐς λέχος ἱεμένης, ἥ τʼ ἄφρονα φῶτα τίθησι
καὶ πινυτόν περ ἐόντα. Πόνῳ δʼ ἄρα κῦδος ὀπηδεῖ·
ἀνδρὶ γὰρ αἰχμητῇ νίκης κλέος ἔργα τʼ Ἄρηος
τερπνά, φυγοπτολέμῳ δὲ γυναικῶν εὔαδεν εὐνή.»
Φῆ μέγα νεικείων· ὃ δέ οἱ περιχώσατο θυμῷ
Πηλείδης ἐρίθυμος. Ἄφαρ δέ ἑ χειρὶ κραταιῇ
τύψε κατὰ γναθμοῖο καὶ οὔατος· οἳ δʼ ἅμα πάντες
ἐξεχύθησαν ὀδόντες ἐπὶ χθόνα, κάππεσε δʼ αὐτὸς
πρηνής· ἐκ δέ οἱ αἷμα διὰ στόματος πεφόρητο
ἀθρόον· αἶψα δʼ ἄναλκις ἀπὸ μελέων φύγε θυμὸς
ἀνέρος οὐτιδανοῖο. Χάρη δʼ ἄρα λαὸς Ἀχαιῶν·
τοὺς γὰρ νείκεε πάμπαν ἐπεσβολίῃσι κακῇσιν
αὐτὸς ἐὼν λωβητός· ὃ γὰρ Δαναῶν πέλεν αἰδώς.
Καί ῥά τις ὧδʼ εἴπεσκεν ἀρηιθόων Ἀργείων·
«Οὐκ ἀγαθὸν βασιλῆας ὑβριζέμεν ἀνδρὶ χέρηι
ἀμφαδὸν οὔτε κρυφηδόν, ἐπεὶ χόλος αἰνὸς ὀπηδεῖ·
ἔστι θέμις, καὶ γλῶσσαν ἀναιδέα τίνυται Ἄτη
ἥ τʼ αἰεὶ μερόπεσσιν ἐπʼ ἄλγεσιν ἄλγος ἀέξει.»
Ὣς ἄρʼ ἔφη Δαναῶν τις· ὃ δʼ ἀσχαλόων ἐνὶ θυμῷ
Πηλείδης ἐρίθυμος ἔπος ποτὶ τοῖον ἔειπε·
«Κεῖσό νυν ἐν κονίῃσι λελασμένος ἀφροσυνάων·
οὐ γὰρ ἀμείνονι φωτὶ χρεὼ κακὸν ἀντιφερίζειν·
ὃς καί που προπάροιθεν Ὀδυσσῆος ταλαὸν κῆρ
ἀργαλέως ὤρινας ἐλέγχεα μυρία βάζων.
Ἀλλʼ οὐ Πηλείδης τοι ὁμοίιος ἐξεφαάνθην,
ὅς σευ θυμὸν ἔλυσα καὶ οὐκ ἐπὶ χειρὶ βαρείῃ
πληξάμενος· σὲ δὲ πότμος ἀμείλιχος ἀμφεκάλυψε,
σῇ δʼ ὀλιγοδρανίῃ θυμὸν λίπες. Ἀλλʼ ἀπʼ Ἀχαιῶν
ἔρρε καὶ ἐν φθιμένοισιν ἐπεσβολίας ἀγόρευε.»
Ὣς ἔφατʼ Αἰακίδαο θρασύφρονος ἄτρομος υἱός.
Τυδείδης δʼ ἄρα μοῦνος ἐν Ἀργείοις Ἀχιλῆι
χώετο Θερσίταο δεδουπότος, οὕνεκʼ ἄρʼ αὐτοῦ
εὔχετʼ ἀφʼ αἵματος εἶναι, ἐπεὶ πέλεν ὃς μὲν ἀγαυοῦ
Τυδέος ὄβριμος υἱός, ὃ δʼ Ἀγρίου ἰσοθέοιο,
Ἀγρίου ὅς τʼ Οἰνῆος ἀδελφεὸς ἔπλετο δίου·
Οἰνεὺς δʼ υἱέα γείνατʼ ἀρήιον ἐν Δαναοῖσι
Τυδέα· τοῦ δʼ ἐτέτυκτο πάις σθεναρὸς Διομήδης.
Τοὔνεκα Θερσίταο περὶ κταμένοιο χαλέφθη.
Καί νύ κε Πηλείωνος ἐναντίον ἤρατο χεῖρας,
εἰ μή μιν κατέρυξαν Ἀχαιῶν φέρτατοι υἷες
πολλὰ παρηγορέοντες ὁμιλαδόν· ὣς δὲ καὶ αὐτὸν
Πηλείδην ἑτέρωθεν ἐρήτυον. Ἦ γὰρ ἔμελλον
ἤδη καὶ ξιφέεσσιν ἐριδμαίνειν οἱ ἄριστοι
Ἀργείων· τοὺς γάρ ῥα κακὸς χόλος ὀτρύνεσκεν.
Ἀλλʼ οἳ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων.
Οἳ δὲ μέγʼ οἰκτείραντες ἀγαυὴν Πενθεσίλειαν
Ἀτρεῖδαι βασιλῆες, ἀγασσάμενοι δὲ καὶ αὐτοὶ
Τρωσὶ δόσαν ποτὶ ἄστυ φέρειν ἐρικυδέος Ἴλου
σὺν σφοῖσιν τεύχεσσιν, ἐπεὶ Πριάμοιο νόησαν
ἀγγελίην προϊέντος· ὃ γὰρ φρεσὶν ᾗσι μενοίνα
κούρην ὀβριμόθυμον ὁμῶς τεύχεσσι καὶ ἵππῳ
ἐς μέγα σῆμα βαλέσθαι ἀφνειοῦ Λαομέδοντος.
Καί οἱ πυρκαϊὴν νηήσατο πρόσθε πόληος
ὑψηλήν, εὐρεῖαν· ὕπερθε δὲ θήκατο κούρην
πολλοῖς σὺν κτεάτεσσιν ὅσα κταμένῃ ἐπεῴκει
ἐν πυρὶ συγκείασθαι ἐυκτεάνῳ βασιλείῃ.
Καὶ τὴν μὲν κατέδαψε μένος μέγα Ἡφαίστοιο,
φλὸξ ὀλοή· λαοὶ δὲ περισταδὸν ἄλλοθεν ἄλλοι
πυρκαϊὴν σβέσσαντο θοῶς εὐώδεϊ οἴνῳ.
Ὀστέα δʼ ἀλλέξαντες ἄδην ἐπέχευαν ἄλειφα
ἡδὺ καὶ ἐς κοίλην χηλὸν θέσαν· ἀμφὶ δʼ ἄρʼ αὐτοῖς
πίονα δημὸν ὕπερθε βάλον βοὸς ἥ τʼ ἀγέλῃσιν
Ἰδαίοις ἐν ὄρεσσι μετέπρεπε φερβομένῃσι.
Τρῶες δʼ ὥς τε θύγατρα φίλην περικωκύσαντες
ἀχνύμενοι τάρχυσαν ἐΰδμητον περὶ τεῖχος
πύργῳ ἐπὶ προὔχοντι παρʼ ὀστέα Λαομέδοντος,
ἦρα φέροντες Ἄρηι καὶ αὐτῇ Πενθεσιλείῃ.
Καί οἱ παρκατέθαψαν Ἀμαζόνας ὅσσαι ἅμʼ αὐτῇ
ἑσπόμεναι ποτὶ δῆριν ὑπʼ Ἀργείοισι δάμησαν·
οὐ γάρ σφιν τύμβοιο πολυκλαύτοιο μέγηραν
Ἀτρεῖδαι, Τρώεσσι δʼ ἐυπτολέμοισιν ὄπασσαν
ἐκ βελέων ἐρύσασθαι ὁμῶς κταμένοισι καὶ ἄλλοις.
Οὐ γὰρ ἐπὶ φθιμένοισι πέλει κότος, ἀλλʼ ἐλεεινοὶ
δήιοι οὐκέτʼ ἐόντες, ἐπὴν ἀπὸ θυμὸς ὄληται.
Ἀργεῖοι δʼ ἀπάνευθε δόσαν πυρὶ πολλὰ κάρηνα
ἡρώων οἳ δή σφιν ὁμοῦ κτάθεν ἠδʼ ἐδάμησαν
Τρώων ἐν παλάμῃσιν ἀνὰ στόμα δηιοτῆτος,
πολλὰ μάλʼ ἀχνύμενοι κταμένων ὕπερ· ἔξοχα δʼ ἄλλων
ἀμφʼ ἀγαθοῦ μύροντο Ποδάρκεος. Οὐ γὰρ ἐπʼ ἐσθλοῦ
δεύετʼ ἀδελφειοῖο μάχῃ ἔνι Πρωτεσιλάου·
ἀλλʼ ὃ μὲν ἤδη πρόσθεν ὑφʼ Ἕκτορι κεῖτο δαϊχθεὶς
ἠῢς Πρωτεσίλαος, ὃ δʼ ἔγχεϊ Πενθεσιλείης
βλήμενος Ἀργείοισι λυγρὸν περικάββαλε πένθος.
Τοὔνεκά οἱ πληθὺν μὲν ἀπόπροθι ταρχύσαντο
τεθναότων· κείνῳ δὲ πέριξ ἐβάλοντο καμόντες
οἴῳ σῆμʼ ἀρίδηλον, ἐπεὶ θρασὺς ἔπλετο θυμῷ.
Νόσφι δὲ Θερσίταο λυγρὸν δέμας οὐτιδανοῖο
θάψαντες, ποτὶ νῆας ἐυπρώρους ἀφίκοντο
Αἰακίδην Ἀχιλῆα μέγα φρεσὶ κυδαίνοντες.
Ἦμος δʼ αἰγλήεσσα κατʼ Ὠκεανοῖο βεβήκει
Ἠώς, ἀμφὶ δὲ γαῖαν ἐκίδνατο θεσπεσίη Νύξ,
δὴ τότʼ ἄρʼ ἐν κλισίῃς Ἀγαμέμνονος ἀφνειοῖο
δαίνυτο Πηλείδαο βίη· σὺν δʼ ἄλλοι ἄριστοι
τέρποντʼ ἐν θαλίῃς μέχρις Ἠῶ δῖαν ἱκέσθαι.
ΛΟΓΟΣ Βʹ
Αὐτὰρ ἐπεὶ κορυφὰς ὀρέων ὑπὲρ ἠχηέντων
λαμπρὸν ὑπὲρ φάος ἦλθεν ἀτειρέος ἠελίοιο,
οἳ μὲν ἄρʼ ἐν κλισίῃσιν Ἀχαιῶν ὄβριμοι υἷες
γήθεον ἀκαμάτῳ μέγʼ ἐπευχόμενοι Ἀχιλῆι·
Τρῶες δʼ αὖ μύροντο κατὰ πτόλιν, ἀμφὶ δὲ πύργους
ἑζόμενοι σκοπίαζον, ἐπεὶ φόβος ἔλλαβε πάντας,
μὴ δή που μέγα τεῖχος ὑπερθόρῃ ὄβριμος ἀνὴρ
αὐτούς τε κτείνῃ κατά τε πρήσῃ πυρὶ πάντα.
Τοῖσι δʼ ἄρʼ ἀχνυμένοισι γέρων μετέειπε Θυμοίτης·
«Ὦ φίλοι, οὐκέτʼ ἔγωγε περὶ φρεσὶν οἶδα νοῆσαι
ὅππως ἔσσεται ἄλκαρ ἀνιηροῦ πολέμοιο
Ἕκτορος ἀγχεμάχοιο δεδουπότος, ὃς μέγα Τρώων
κάρτος ἔην τὸ πάροιθε· καὶ οὐδʼ ὅ γε Κῆρας ἄλυξεν,
ἀλλʼ ἐδάμη παλάμῃσιν Ἀχιλλέος, ᾧ περ ὀΐω
καὶ θεὸν ἀντιάσαντα μάχῃ ἔνι δῃωθῆναι·
οἵην τήνδʼ ἐδάμασσεν ἀνὰ κλόνον, ἥν περ οἱ ἄλλοι
Ἀργεῖοι φοβέοντο, δαΐφρονα Πενθεσίλειαν·
καὶ γὰρ ἔην ἔκπαγλος· ἔγωγέ μιν ὡς ἐνόησα,
ὠισάμην μακάρων τινʼ ἀπʼ οὐρανοῦ ἐνθάδʼ ἱκέσθαι
ἡμῖν χάρμα φέρουσαν· ὃ δʼ οὐκ ἄρʼ ἐτήτυμον ἦεν.
Ἀλλʼ ἄγε φραζώμεσθα τί λώιον ἄμμι γένηται,
ἢ ἔτι που στυγεροῖσι μαχώμεθα δυσμενέεσσιν,
ἢ ἤδη φεύγωμεν ἀπʼ ἄστεος ὀλλυμένοιο·
οὐ γὰρ ἔτʼ Ἀργείοισι δυνησόμεθʼ ἀντιφερίζειν
μαρναμένου κατὰ δῆριν ἀμειλίκτου Ἀχιλῆος.»
Ὣς ἄρʼ ἔφη· τὸν δʼ υἱὸς ἀμείβετο Λαομέδοντος·
«Ὦ φίλος ἠδʼ ἄλλοι Τρῶες σθεναροί τʼ ἐπίκουροι,
μή νύ τι δειμαίνοντες ἑῆς χαζώμεθα πάτρης,
μηδʼ ἔτι δυσμενέεσσι μαχώμεθα τῆλε πόληος,
ἀλλά που ἐκ πύργων καὶ τείχεος, εἰς ὅ κεν ἔλθῃ
Μέμνων ὀβριμόθυμος ἄγων ἀπερείσια φῦλα
λαῶν οἳ ναίουσι μελάμβροτον Αἰθιόπειαν.
Ἤδη γάρ ῥα καὶ αὐτὸν ὀΐομαι ἀγχόθι γαίης
ἔμμεναι ἡμετέρης, ἐπεὶ ἦ νύ οἱ οὔ τι νέον γε
ἀγγελίην προέηκα μέγʼ ἀχνύμενος περὶ θυμῷ·
αὐτὰρ ὅ γʼ ἀσπασίως μοι ὑπέσχετο πάντα τελέσσαι
ἐλθὼν ἐς Τροίην· καί μιν σχεδὸν ἔλπομαι εἶναι.
Ἀλλʼ ἄγε τλῆτʼ ἔτι βαιόν, ἐπεὶ πολὺ λώιόν ἐστι
θαρσαλέως ἀπολέσθαι ἀνὰ κλόνον ἠὲ φυγόντας
ζώειν ἀλλοδαποῖσι παρʼ ἀνδράσιν αἴσχεʼ ἔχοντας.»
Ἦ ῥʼ ὁ γέρων· ἀλλʼ οὔ τι σαόφρονι Πουλυδάμαντι
ἥνδανεν εἰσέτι δῆρις, ἐΰφρονα δʼ ἔκφατο μῦθον·
«Εἰ μὲν δὴ Μέμνων τοι ἀριφραδέως κατένευσεν
ἡμέων αἰνὸν ὄλεθρον ἀπωσέμεν, οὔ τι μεγαίρω
μίμνειν ἀνέρα δῖον ἀνὰ πτόλιν· ἀλλʼ ἄρα θυμῷ
δείδω μὴ σὺν ἑοῖσι κιὼν ἑτάροισι δαμείη
κεῖνος ἀνήρ, πολλοῖς δὲ καὶ ἄλλοις πῆμα γένηται
ἡμετέροις· δεινὸν γὰρ ἐπὶ σθένος ὄρνυτʼ Ἀχαιῶν.
Ἀλλʼ ἄγε μήτε πόληος ἑῆς ἀπὸ τῆλε φυγόντες
αἴσχεα πολλὰ φέρωμεν ἀναλκείῃ ὑπὸ λυγρῇ
ἀλλοδαπὴν περόωντες ἐπὶ χθόνα, μηδʼ ἐνὶ πάτρῃ
μίμνοντες κτεινώμεθʼ ὑπʼ Ἀργείων ὀρυμαγδοῦ·
ἀλλʼ ἤδη Δαναοῖσι, καὶ εἰ βραδύ, λώιον εἴη
εἰσέτι κυδαλίμην Ἑλένην καὶ κτήματα κείνης,
ἠμὲν ὅσα Σπάρτηθεν ἀνήγαγεν ἠδὲ καὶ ἄλλα,
δισσάκι τόσσα φέροντας ὑπὲρ πόλιός τε καὶ αὐτῶν
ἐκδόμεν, ἕως οὐ κτῆσιν ἀνάρσια φῦλα δέδασται
ἡμετέρην οὐδʼ ἄστυ κατήνυκε πῦρ ἀΐδηλον.
Νῦν δʼ ἄγʼ ἐμεῖο πίθεσθε ἐνὶ φρεσίν· οὐ γὰρ ὀΐω
ἄλλον ἀμείνονα μῆτιν ἐνὶ Τρώεσσι φράσασθαι.
Αἴθʼ ὄφελον καὶ πρόσθεν ἐμῆς ἐπάκουσεν ἐφετμῆς
Ἕκτωρ, ὁππότε μιν κατερήτυον ἔνδοθι πάτρης.»
Ὣς φάτο Πουλυδάμαντος ἐῢ σθένος· ἀμφὶ δὲ Τρῶες
ᾔνεον εἰσαΐοντες ἐνὶ φρεσίν, οὐδʼ ἀναφανδὸν
μῦθον ἔφαν· πάντες γὰρ ἑὸν τρομέοντες ἄνακτα
ἅζοντʼ ἠδʼ Ἑλένην, κείνης ἕνεκʼ ὀλλύμενοί περ.
Τὸν δὲ καὶ ἐσθλὸν ἐόντα Πάρις μέγα νείκεσεν ἄντην·
«Πουλυδάμα, σὺ μέν ἐσσι φυγοπτόλεμος καὶ ἄναλκις,
οὐδὲ σοὶ ἐν στέρνοισι πέλει μενεδήιον ἦτορ,
ἀλλὰ δέος καὶ φύζα· σὺ δʼ εὔχεαι εἶναι ἄριστος
ἐν βουλῇ, πάντων δὲ χερείονα μήδεα οἶδας.
Ἀλλʼ ἄγε δὴ σὺ μὲν αὐτὸς ἀπόσχεο δηιοτῆτος,
μίμνε δʼ ἐνὶ μεγάροισι καθήμενος· αὐτὰρ οἱ ἄλλοι
ἀμφʼ ἐμὲ θωρήξονται ἀνὰ πτόλιν, εἰς ὅ κε μῆχος
εὕρωμεν θυμῆρες ἀνηλεγέος πολέμοιο.
Οὐ γὰρ νόσφι πόνοιο καὶ ἀργαλέου πολέμοιο
ἀνθρώποις μέγα κῦδος ἀέξεται ἠδὲ καὶ ἔργον,
φύζα δὲ νηπιάχοισι μάλʼ εὔαδεν ἠδὲ γυναιξί·
κείνῃς θυμὸν ἔοικας· ἐγὼ δέ τοι οὔ τι πέποιθα
μαρναμένῳ· πάντων γὰρ ἀμαλδύνεις θρασὺ κάρτος.»
Φῆ μέγα νεικείων· ὃ δὲ χωόμενος φάτο μῦθον
Πουλυδάμας· οὐ γάρ οἱ ἐναντίον ἅζετʼ ἀῧσαι
κεῖνος, ἐπεὶ στυγερὸς καὶ ἀτάσθαλος ἠδʼ ἀεσίφρων
ὃς φίλα μὲν σαίνῃσιν ἐνωπαδόν, ἄλλα δὲ θυμῷ
πορφύρῃ καὶ κρύβδα τὸν οὐ παρεόντα χαλέπτῃ.
Τῶ ῥα καὶ ἀμφαδίῃ μέγα νείκεσε δῖον ἄνακτα·
«Ὤ μοι ἐπιχθονίων πάντων ὀλοώτατε φωτῶν,
σὸν θράσος ἤγαγε νῶιν ὀιζύα, σὸς νόος ἔτλη
δῆριν ἀπειρεσίην καὶ τλήσεται, εἰς ὅ κε πάτρην
σὺν λαοῖς σφετέροισι δαϊζομένην ἐσίδηαι.
Ἀλλʼ ἐμὲ μὴ τοιόνδε λάβοι θράσος, ἀμφὶ δὲ τάρβος
ἀσφαλὲς αἰὲν ἔχοιμι, σόον δέ μοι οἶκον ὀφέλλοι.»
Ὣς ἄρʼ ἔφη· ὃ δʼ ἄρʼ οὔ τι προσέννεπε Πουλυδάμαντα·
μνήσατο γὰρ Τρώεσσιν ὅσας ἐφέηκεν ἀνίας
ἠδʼ ὁπόσας ἔτʼ ἔμελλεν, ἐπεί ῥά οἱ αἰθόμενον κῆρ
μᾶλλον ἐφώρμαινεν θανέειν ἢ νόσφι γενέσθαι
ἀντιθέης Ἑλένης, ἧς εἵνεκα Τρώιοι υἷες
ὑψόθεν ἐσκοπίαζον ἀπʼ ἄστεος αἰπεινοῖο
δέγμενοι Ἀργείους ἠδʼ Αἰακίδην Ἀχιλῆα.
Τοῖσι δʼ ἄρʼ οὐ μετὰ δηρὸν ἀρήιος ἤλυθε Μέμνων,
Μέμνων κυανέοισι μετʼ Αἰθιόπεσσιν ἀνάσσων,
ὃς κίε λαὸν ἄγων ἀπερείσιον. Ἀμφὶ δὲ Τρῶες
γηθόσυνοί μιν ἴδοντο κατὰ πτόλιν, ἠΰτε ναῦται
χείματος ἐξ ὀλοοῖο διʼ αἰθέρος ἀθρήσωσιν
ἤδη τειρόμενοι Ἑλίκης περιηγέος αἴγλην·
ὣς λαοὶ κεχάροντο περισταδόν, ἔξοχα δʼ ἄλλων
Λαομεδοντιάδης· μάλα γάρ νύ οἱ ἦτορ ἐώλπει
δῃώσειν πυρὶ νῆας ὑπʼ ἀνδράσιν Αἰθιόπεσσιν,
οὕνεκʼ ἔχον βασιλῆα πελώριον ἠδὲ καὶ αὐτοὶ
πολλοὶ ἔσαν καὶ πάντες ἐς Ἄρεα μαιμώωντες.
Τῶ ῥʼ ἄμοτον κύδαινεν ἐῢν γόνον Ἠριγενείης
δωτίνῃς ἀγαθῇσι καὶ εὐφροσύνῃ τεθαλυίῃ.
Ἀλλήλοις δʼ ὀάριζον ἐπʼ εἰλαπίνῃ καὶ ἐδωδῇ,
ὃς μὲν ἀριστῆας Δαναῶν καὶ ὅσʼ ἄλγεʼ ἀνέτλη
ἐξενέπων, ὃ δὲ πατρὸς ἑοῦ καὶ μητέρος Ἠοῦς
ἀθάνατον βίον αἰὲν ἀπειρεσίης τε ῥέεθρα
Τηθύος Ὠκεανοῦ τε βαθυρρόου ἱερὸν οἶδμα
ἠδὲ καὶ ἀκαμάτου πέρατα χθονὸς ἀντολίας τε
ἠελίου καὶ πᾶσαν ἀπʼ Ὠκεανοῖο κέλευθον
μέχρις ἐπὶ Πριάμοιο πόλιν καὶ πρώονας Ἴδης,
ἠδὲ καὶ ὡς ἐδάιξεν ὑπὸ στιβαρῇσι χέρεσσιν
ἀργαλέων Σολύμων ἱερὸν στρατόν, οἵ μιν ἰόντα
εἶργον, ὃ καί σφισι πῆμα καὶ ἄσχετον ὤπασε πότμον.
Καὶ τὰ μὲν ὣς ἀγόρευε καὶ ὡς ἴδεν ἔθνεα φωτῶν
μυρία· τοῦ δʼ ἀίοντος ὑπὸ φρεσὶ τέρπετο θυμός,
καί ἑ καθαπτόμενος γεραρῷ προσεφώνεε μύθῳ·
«Ὦ Μέμνον, τὸ μὲν ἄρ με θεοὶ ποίησαν ἰδέσθαι
σὸν στρατὸν ἠδὲ καὶ αὐτὸν ἐν ἡμετέροισι μελάθροις.
Ὥς μοι ἔτι κρήνειαν, ἵνʼ Ἀργείους ἐσίδωμαι
ὀλλυμένους ἅμα πάντας ὑπʼ ἐγχείῃσι τεῇσι·
καὶ γὰρ δὴ μακάρεσσιν ἀτειρέσι πάντα ἔοικας
ἐκπάγλως, ὡς οὔ τις ἐπιχθονίων ἡρώων·
τῶ σʼ ὀΐω κείνοισι φόνον στονόεντα βαλέσθαι.
Νῦν δʼ ἄγε τέρπεο θυμὸν ἐπʼ εἰλαπίνῃσιν ἐμῇσι
σήμερον· αὐτὰρ ἔπειτα μαχήσεαι ὡς ἐπέοικεν.»
Ὣς εἰπὼν παλάμῃσι δέπας πολυχανδὲς ἀείρας
Μέμνονα προφρονέως στιβαρῷ δείδεκτο κυπέλλῳ
χρυσείῳ, τό ῥα δῶκε περίφρων Ἀμφιγυήεις
Ἥφαιστος κλυτὸν ἔργον, ὅτʼ ἤγετο Κυπρογένειαν,
Ζηνὶ μεγασθενέι· ὃ δʼ ἄρʼ ὤπασεν υἱέι δῶρον
Δαρδάνῳ ἀντιθέῳ· ὃ δʼ Ἐριχθονίῳ πόρε παιδί,
Τρωὶ δʼ Ἐριχθόνιος μεγαλήτορι· αὐτὰρ ὃ Ἴλῳ
κάλλιπε σὺν κτεάτεσσιν· ὃ δʼ ὤπασε Λαομέδοντι·
αὐτὰρ ὁ Λαομέδων Πριάμῳ πόρεν, ὅς μιν ἔμελλεν
υἱέι δωσέμεναι· τὸ δέ οἱ θεὸς οὐκ ἐτέλεσσε.
Κεῖνο δέπας περικαλλὲς ἐθάμβεεν ἐν φρεσὶ Μέμνων
ἀμφαφόων καὶ τοῖον ὑποβλήδην φάτο μῦθον·
«Οὐ μὲν χρὴ παρὰ δαιτὶ πελώριον εὐχετάασθαι
οὐδʼ ἄρʼ ὑποσχεσίην κατανευσέμεν, ἀλλὰ ἕκηλον
δαίνυσθʼ ἐν μεγάροισι καὶ ἄρτια μηχανάασθαι·
εἴ τε γὰρ ἐσθλός τʼ εἰμὶ καὶ ἄλκιμος εἴ τε καὶ οὐκί,
γνώσῃ ἐνὶ πτολέμῳ, ὁπότʼ ἀνέρος εἴδεται ἀλκή.
Νῦν δʼ ἄγε δὴ κοίτοιο μεδώμεθα μηδʼ ἀνὰ νύκτα
πίνωμεν· χαλεπὸς γὰρ ἐπειγομένῳ μαχέσασθαι
οἶνος ἀπειρέσιος καὶ ἀυπνοσύνη ἀλεγεινή.»
Ὣς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀγασσάμενος προσέειπεν·
«Αὐτὸς ὅπως ἐθέλεις μεταδαίνυσο, πείθεο δʼ αὐτῷ·
οὐ γὰρ ἐγώ σʼ ἀέκοντα βιήσομαι. Οὐ γὰρ ἔοικεν
οὔτʼ ἀπιόντʼ ἀπὸ δαιτὸς ἐρυκέμεν οὔτε μένοντα
σεύειν ἐκ μεγάροιο· θέμις νύ τοι ἀνδράσιν αὕτως.»
Ὣς φάθʼ· ὃ δʼ ἐκ δόρποιο μεθίστατο, βῆ δὲ πρὸς εὐνὴν
ὑστατίην. Ἅμα δʼ ἄλλοι ἔβαν κοίτοιο μέδεσθαι
δαιτυμόνες· τοῖς δέ σφιν ἐπήλυθε νήδυμος ὕπνος.
Αὐτὰρ ἐνὶ μεγάροισι Διὸς στεροπηγερέταο
ἀθάνατοι δαίνυντο· πατὴρ δʼ ἐν τοῖσι Κρονίων
εὖ εἰδὼς ἀγόρευε δυσηχέος ἔργα μόθοιο·
«Ἴστε θεοὶ περὶ πάντες ἐπεσσύμενον βαρὺ πῆμα
αὔριον ἐν πολέμῳ· μάλα γὰρ πολέων μένος ἵππων
ὄψεσθʼ ἀμφʼ ὀχέεσσι δαϊζομένων ἑκάτερθεν
ἄνδρας τʼ ὀλλυμένους. Τῶν καὶ περικηδόμενός τις
μιμνέτω ὑμείων μηδʼ ἀμφʼ ἐμὰ γούναθʼ ἱκάνων
λισσέσθω· Κῆρες γὰρ ἀμείλιχοί εἰσι καὶ ἡμῖν.»
Ὣς ἔφατʼ ἐν μέσσοισιν ἐπισταμένοισι καὶ αὐτοῖς,
ὄφρα καὶ ἀσχαλόων τις ἀπὸ πτολέμοιο τράπηται
μηδέ ἑ λισσόμενος περὶ υἱέος ἠὲ φίλοιο
μαψιδίως ἀφίκηται ἀτειρέος ἔνδον Ὀλύμπου.
Καὶ τὰ μὲν ὡς ἐσάκουσαν ἐριγδούπου Κρονίδαο,
τλῆσαν ἐνὶ στέρνοισι καὶ οὐ βασιλῆος ἔναντα
μῦθον ἔφαν· μάλα γάρ μιν ἀπειρέσιον τρομέεσκον.
Ἀχνύμενοι δʼ ἵκανον ὅπῃ δόμος ἦεν ἑκάστου
καὶ λέχος· ἀμφὶ δὲ τοῖσι καὶ ἀθανάτοις περ ἐοῦσιν
ὕπνου βληχρὸν ὄνειαρ ἐπὶ βλεφάροισι τανύσθη.
Ἦμος δʼ ἠλιβάτων ὀρέων ὑπερέσσυται ἄκρας
λαμπρὸς ἀνʼ οὐρανὸν εὐρὺν Ἑωσφόρος, ὅς τʼ ἐπὶ ἔργον
ἡδὺ μάλα κνώσσοντας ἀμαλλοδετῆρας ἐγείρει,
τῆμος ἀρήιον υἷα φαεσφόρου Ἠριγενείης
ὕστατος ὕπνος ἀνῆκεν· ὃ δʼ ἐν φρεσὶ κάρτος ἀέξων
ἤδη δυσμενέεσσι λιλαίετο δηριάασθαι·
Ἠὼς δʼ οὐρανὸν εὐρὺν ἀνήιεν οὐκ ἐθέλουσα.
Καὶ τότε Τρῶες ἕσαντο περὶ χροῒ δήια τεύχη,
τοῖσι δʼ ἅμʼ Αἰθίοπές τε καὶ ὁππόσα φῦλα πέλοντο
ἀμφὶ βίην Πριάμοιο συναγρομένων ἐπικούρων,
πανσυδίῃ· μάλα δʼ ὦκα πρὸ τείχεος ἐσσεύοντο
κυανέοις νεφέεσσιν ἐοικότες, οἷα Κρονίων
χείματος ὀρνυμένοιο κατʼ ἠέρα πουλὺν ἀγείρει.
Αἶψα δʼ ἄρʼ ἐπλήσθη πεδίον πᾶν· τοὶ δʼ ἐπέχυντο
ἀκρίσι πυροβόροισιν ἀλίγκιον, αἵ τε φέρονται
ὡς νέφος ἢ πολὺς ὄμβρος ὑπὲρ χθονὸς εὐρυπέδοιο
ἄπληστοι μερόπεσσιν ἀεικέα λιμὸν ἄγουσαι·
ὣς οἳ ἴσαν πολλοί τε καὶ ὄβριμοι, ἀμφὶ δὲ γαῖα
στείνετʼ ἐπεσσυμένων, ὑπὸ δʼ ἔγρετο ποσσὶ κονίη.
Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον, εὖτʼ ἐσίδοντο
ἐσσυμένους· εἶθαρ δὲ περὶ χροῒ χαλκὸν ἕσαντο
κάρτεϊ Πηλείδαο πεποιθότες. Ὃς δʼ ἐνὶ μέσσοις
ἤιε Τιτήνεσσι πολυσθενέεσσιν ἐοικώς,
κυδιόων ἵπποισι καὶ ἅρμασι· τοῦ δʼ ἄρα τεύχη
πάντῃ μαρμαίρεσκον ἀλίγκιον ἀστεροπῇσιν.
Οἷος δʼ ἐκ περάτων γαιηόχου Ὠκεανοῖο
ἔρχεται Ἠέλιος φαεσίμβροτος οὐρανὸν εἴσω
παμφανόων, τραφερὴ δὲ γελᾷ περὶ γαῖα καὶ αἰθήρ·
τοῖος ἐν Ἀργείοισι τότʼ ἔσσυτο Πηλέος υἱός.
Ὣς δὲ καὶ ἐν Τρώεσσιν ἀρήιος ἤιε Μέμνων
Ἄρεϊ μαιμώωντι πανείκελος, ἀμφὶ δὲ λαοὶ
προφρονέως ἐφέποντο παρεσσύμενοι βασιλῆι.
Αἶψα δʼ ἄρʼ ἀμφοτέρων δολιχαὶ πονέοντο φάλαγγες
Τρώων καὶ Δαναῶν, μετὰ δʼ ἔπρεπον Αἰθιοπῆες.
Σὺν δʼ ἔπεσον καναχηδὸν ὁμῶς, ἅτε κύματα πόντου
πάντοθεν ἀγρομένων ἀνέμων ὑπὸ χείματος ὥρῃ·
ἀλλήλους δʼ ἐδάιζον ἐϋξέστῃς μελίῃσι
βάλλοντες, μετὰ δέ σφι γόος καναχή τε δεδήει.
Ὡς δʼ ὅτʼ ἐρίγδουποι ποταμοὶ μεγάλα στενάχωσιν
εἰς ἅλα χευόμενοι, ὅτε λαβρότατος πέλει ὄμβρος
ἐκ Διός, εὖτʼ ἀλίαστον ἐπὶ νέφεα κτυπέωσι
θηγόμενʼ ἀλλήλοισι, πυρὸς δʼ ἐξέσσυτʼ ἀϋτμή·
ὣς τῶν μαρναμένων μέγʼ ὑπαὶ ποσὶ γαῖα πελώρη
ἔβραχε, θεσπεσίου δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτὴ
σμερδαλέη· δεινὸν γὰρ ἀΰτεον ἀμφοτέρωθεν.
Ἔνθʼ ἕλε Πηλείδης Θάλιον καὶ ἀμύμονα Μέντην,
ἄμφω ἀριγνώτω. Βάλε δʼ ἄλλων πολλὰ κάρηνα·
εὖτʼ αἰγὶς μελάθροισιν ὑποχθονίη ἐπορούσῃ
λάβρος, ἄφαρ δέ τε πάντα κατὰ χθονὸς ἀμφιχέηται
ἐκ θεμέθλων, μάλα γάρ ῥα περιτρομέει βαθὺ γαῖα·
ὣς οἵ γʼ ἐν κονίῃσι κατήριπον ὠκέι πότμῳ
αἰχμῇ Πηλείωνος· ὃ γὰρ μέγα μαίνετο θυμῷ.
Ὣς δʼ αὕτως ἑτέρωθεν ἐῢς πάις Ἠριγενείης
Ἀργείους ἐδάιζε κακῇ ἐναλίγκιος Αἴσῃ,
ἥ τε φέρει λαοῖσι κακὸν καὶ ἀεικέα λοιγόν.
Πρῶτον δʼ εἷλε Φέρωνα διὰ στέρνοιο τυχήσας
δούρατι λευγαλέῳ, ἐπὶ δʼ ἔκτανε δῖον Ἔρευθον,
ἄμφω ἐελδομένω πόλεμον καὶ ἀεικέα χάρμην,
οἳ Θρύον ἀμφενέμοντο παρʼ Ἀλφειοῖο ῥεέθροις
καί ῥʼ ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ.
Τοὺς δʼ ὁπότʼ ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἷα
κτεῖναί μιν μεμαώς· τοῦ δʼ Ἀντίλοχος θεοειδὴς
πρόσθʼ ἐλθὼν ἴθυνε μακρὸν δόρυ· καί οἱ ἅμαρτε
τυτθὸν ἀλευαμένοιο, φίλον δέ οἱ εἷλεν ἑταῖρον
Αἴθοπα Πυρρασίδην. Ὃ δὲ χωσάμενος κταμένοιο
Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος
καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι
ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσχετος ὁρμή·
ὣς ὃ θοῶς ἐπόρουσεν, ὃ δʼ εὐρέι μιν βάλε πέτρῳ
Ἀντίλοχος. Τοῦ δʼ οὔ τι λύθη κέαρ, οὕνεκʼ ἄρʼ αὐτοῦ
ἀλγινόεντʼ ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια·
σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στήθεσσιν ὀρίνθη
βλημένου· ἀμφὶ δέ οἱ κόρυς ἴαχε· καί ῥʼ ἔτι μᾶλλον
μαίνετʼ ἐπʼ Ἀντιλόχῳ, κρατερὴ δέ οἱ ἔζεεν ἀλκή.
Τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα
τύψεν ὑπὲρ μαζοῖο· διήλασε δʼ ὄβριμον ἔγχος
ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος.
Τοῦ δʼ ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη
πᾶσι, μάλιστα δὲ πατρὶ περὶ φρένας ἤλυθε πένθος
Νέστορι παιδὸς ἑοῖο παρʼ ὀφθαλμοῖσι δαμέντος·
οὐ γὰρ δὴ μερόπεσσι κακώτερον ἄλγος ἔπεισιν
ἢ ὅτε παῖδες ὄλωνται ἑοῦ πατρὸς εἰσορόωντος.
Τοὔνεκα καὶ στερεῇσιν ἀρηρέμενος φρεσὶ θυμὸν
ἄχνυτο παιδὸς ἑοῖο κακῇ περὶ Κηρὶ δαμέντος.
Κέκλετο δʼ ἐσσυμένως Θρασυμήδεα νόσφιν ἐόντα·
«Ὄρσό μοι, ὦ Θρασύμηδες ἀγακλεές, ὄφρα φονῆα
σεῖο κασιγνήτοιο καὶ υἱέος ἡμετέροιο
νεκροῦ ἑκὰς σεύωμεν ἀεικέος ἠὲ καὶ αὐτοὶ
ἀμφʼ αὐτῷ στονόεσσαν ἀναπλήσωμεν ὀϊζύν.
Εἰ δὲ σοὶ ἐν στέρνοισι πέλει δέος, οὐ σύ γʼ ἐμεῖο
υἱὸς ἔφυς οὐδʼ ἐσσὶ Περικλυμένοιο γενέθλης,
ὅς τε καὶ Ἡρακλῆι καταντίον ἐλθέμεν ἔτλη.
Ἀλλʼ ἄγε δὴ πονεώμεθʼ, ἐπεὶ μέγα κάρτος ἀνάγκη
πολλάκι μαρναμένοισι καὶ οὐτιδανοῖσιν ὀπάζει.»
Ὣς φάτο· τοῦ δʼ ἀίοντος ὑπὸ φρεσὶ σύγχυτο θυμὸς
πένθεσι λευγαλέοισιν. Ἄφαρ δέ οἱ ἤλυθεν ἄγχι
Φηρεύς, ὅν ῥα καὶ αὐτὸν ἀποκταμένοιο ἄνακτος
εἷλεν ἄχος· κρατεροῖο δʼ ἐναντία δηριάασθαι
Μέμνονος ὡρμήθησαν ἀνʼ αἱματόεντα κυδοιμόν.
Ὡς δʼ ὅταν ἀγρευτῆρες ἀνὰ πτύχας ὑληέσσας
οὔρεος ἠλιβάτοιο λιλαιόμενοι μέγα θήρης
ἢ συὸς ἢ ἄρκτοιο καταντίον ἀίσσωσι
κτεινέμεναι μεμαῶτες, ὃ δʼ ἀμφοτέροις ἐπορούσας
θυμῷ μαιμώωντι βίην ἀπαμύνεται ἀνδρῶν·
ὣς τότε μὲν Μέμνων φρόνεεν μέγα· τοὶ δέ οἱ ἄγχι
ἤλυθον, ἀλλά μιν οὔ τι κατακτανέειν ἐδύναντο
μακρῇσιν μελίῃσιν· ἀπέπλαγχθεν γάρ οἱ αἰχμαὶ
τῆλε χροός, μάλα γάρ που ἀπέτραπεν Ἠριγένεια.
Δούρατα δʼ οὐχ ἁλίως χαμάδις πέσεν· ἀλλʼ ὃ μὲν ὦκα
ἐμμεμαὼς κατέπεφνε Πολύμνιον υἷα Μέγητος
Φηρεὺς ὀβριμόθυμος, ὃ δʼ ἔκτανε Λαομέδοντα
Νέστορος ὄβριμος υἱὸς ἀδελφειοῖο χολωθείς,
ὃν Μέμνων ἐδάιξε κατὰ μόθον, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
χερσὶν ὑπʼ ἀκαμάτοισι λύεν παγχάλκεα τεύχη
οὔτε βίην ἀλέγων Θρασυμήδεος οὔτε μὲν ἐσθλοῦ
Φηρέος, οὕνεκα πολλὸν ὑπείροχος· οἳ δʼ ἅτε θῶε
ἀμφʼ ἔλαφον βεβαῶτα μέγαν φοβέοντο λέοντα
οὔ τι πρόσω μεμαῶτες ἔτʼ ἐλθέμεν. Αἰνὰ δὲ Νέστωρ
ἐγγύθεν εἰσορόων ὀλοφύρετο, κέκλετο δʼ ἄλλους
σφοὺς ἑτάρους δηίοισιν ἐπελθέμεν· ἂν δὲ καὶ αὐτὸς
ὥρμαινεν πονέεσθαι ἀφʼ ἅρματος, οὕνεκʼ ἄρʼ αὐτὸν
παιδὸς ἀποφθιμένοιο ποθὴ ποτὶ μῶλον ἄγεσκε
πὰρ δύναμιν. Μέλλεν δὲ φίλῳ περὶ παιδὶ καὶ αὐτὸς
κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρʼ αὐτὸν
Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν
αἰδεσθεὶς ἀνὰ θυμὸν ὁμήλικα πατρὸς ἑοῖο·
«Ὦ γέρον, οὔ μοι ἔοικε καταντία σεῖο μάχεσθαι
πρεσβυτέροιο γεγῶτος, ἐπεί γε μὲν οἶδα νοῆσαι·
ἦ γὰρ ἔγωγʼ ἐφάμην σε νέον καὶ ἀρήιον ἄνδρα
ἀντιάαν δηίοισι, θρασὺς δέ μοι ἔλπετο θυμὸς
χειρὸς ἐμῆς καὶ δουρὸς ἐπάξιον ἔμμεναι ἔργον.
Ἀλλʼ ἀναχάζεο τῆλε μόθου στυγεροῦ τε φόνοιο,
χάζεο, μή σε βάλοιμι καὶ οὐκ ἐθέλων περ ἀνάγκῃ
μηδὲ τεῷ περὶ παιδὶ πέσῃς μέγʼ ἀμείνονι φωτὶ
μαρνάμενος, μὴ δή σε καὶ ἄφρονα μυθήσονται
ἀνέρες· οὐ γὰρ ἔοικεν ὑπερτέρῳ ἀντιάασθαι.»
Ὣς φάτο· τὸν δʼ ἑτέρωθε γέρων ἠμείβετο μύθῳ·
«Ὦ Μέμνον, τὰ μὲν ἄρ που ἐτώσια πάντʼ ἀγορεύεις·
οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς
ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα
νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον. Ὡς ὄφελόν μοι
ἀλκὴ ἔτʼ ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος.
Νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγʼ εὔχεαι, οὕνεκα θυμὸς
θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερόν τε νόημα·
τῶ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις.
Εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις,
οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι·
νῦν δʼ ὥς τίς τε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ,
ὅν τε κύων σταθμοῖο πολυρρήνοιο δίηται
θαρσαλέως, ὃ δʼ ἄρʼ οὔ τι λιλαιόμενός περ ἀμύνει
οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτʼ ἔμπεδοί εἰσιν ὀδόντες
οὐδὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ·
ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν
οἷόν περ τὸ πάροιθεν· ὅμως δʼ ἔτι φέρτερός εἰμι
πολλῶν ἀνθρώπων, παύροισι δὲ γῆρας ὑπείκει.»
Ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο· λεῖπε δʼ ἄρʼ υἷα
κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν
γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθε·
γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο.
Ὣς δʼ αὕτως ἀπόρουσεν ἐϋμμελίης Θρασυμήδης
Φηρεύς τʼ ὀβριμόθυμος ἰδʼ ἄλλοι πάντες ἑταῖροι
δειδιότες· μάλα γάρ σφιν ἐπῴχετο λοίγιος ἀνήρ.
Ὡς δʼ ὅτʼ ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης
καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ,
ὁππότε συννεφὲς ἦμαρ ἐπʼ ἀνθρώποισι τανύσσῃ
Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ
βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων
θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι
ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ
σμερδαλέον βοόωσι κατʼ οὔρεα πάντα χαράδραι·
ὣς Μέμνων σεύεσκεν ἐπʼ ᾐόνας Ἑλλησπόντου
Ἀργείους, μετόπισθε δʼ ἐπισπόμενος κεράιζε.
Πολλοὶ δʼ ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον
Αἰθιόπων ὑπὸ χερσί, λύθρῳ δʼ ἐφορύνετο γαῖα
ὀλλυμένων Δαναῶν· μέγα δʼ ἐν φρεσὶ γήθεε Μέμνων
αἰὲν ἐπεσσύμενος δηίων στίχας, ἀμφὶ δὲ νεκρῶν
στείνετο Τρώιον οὖδας. Ὃ δʼ οὐκ ἀπέληγε κυδοιμοῦ·
ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα
ἔσσεσθʼ· ἀλλά ἑ Μοῖρα πολύστονος ἠπερόπευεν
ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα.
Ἀμφὶ δέ οἱ θεράποντες ἐυσθενέες πονέοντο,
Ἀλκυονεὺς Νύχιός τε καὶ Ἀσιάδης ἐρίθυμος
αἰχμητής τε Μένεκλος Ἀλέξιππός τε Κλύδων τε
ἄλλοι τʼ ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ
καρτύναντʼ ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι.
Καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι
Νηλείδης κατέπεφνεν· ὃ δʼ ἀσχαλόων ἑτάροιο
Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον.
Ὡς δʼ ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι
θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν
ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτιον δόλον ἄγρης
αἰζηῶν ἰότητι, κύνες δʼ ἐπικαγχαλόωσι
πυκνὸν ὑλακτιόωντες, ὃ δʼ ἐμμεμαὼς ὑπʼ ἄκοντι
κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν·
ὣς Μέμνων ἐδάιζε πολὺν στρατόν, ἀμφὶ δʼ ἑταῖροι
γήθεον. Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρʼ ἐφέβοντο·
ὡς δʼ ὁπότʼ ἐξεριπόντος ἀπʼ οὔρεος ἠλιβάτοιο
πέτρου ἀπειρεσίοιο, τὸν ὑψόθεν ἀκάματος Ζεὺς
ὤσῃ ἀπὸ κρημνοῖο βαλὼν στονόεντι κεραυνῷ,
τοῦ δʼ ἄρʼ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα μακρὰ ῥαγέντος
βῆσσαι ἐπικτυπέουσι, περιτρομέουσι δʼ ἀνʼ ὕλην,
εἴ που μῆλʼ ὑπένερθε κυλινδομένοιο νέμονται
ἢ βόες ἠέ τι ἄλλο, καὶ ἐξαλέονται ἰόντος
ῥιπὴν ἀργαλέην καὶ ἀμείλιχον· ὣς ἄρʼ Ἀχαιοὶ
Μέμνονος ὄβριμον ἔγχος ἐπεσσυμένοιο φέβοντο.
Καὶ τότε δὴ κρατεροῖο μόλε σχεδὸν Αἰακίδαο
Νέστωρ, ἀμφὶ δὲ παιδὶ μέγʼ ἀχνύμενος φάτο μῦθον·
«Ὦ Ἀχιλεῦ, μέγα ἕρκος ἐυσθενέων Ἀργείων,
ὤλετό μοι φίλος υἱός, ἔχει δέ οἱ ἔντεα Μέμνων
τεθναότος, δείδω δὲ κυνῶν μὴ κύρμα γένηται.
Ἀλλὰ θοῶς ἐπάμυνον, ἐπεὶ φίλος ὅς τις ἑταίρου
μέμνηται κταμένοιο καὶ ἄχνυται οὐκέτʼ ἐόντος.»
Ὣς φάτο· τοῦ δʼ ἀίοντος ὑπὸ φρένας ἔμπεσε πένθος.
Μέμνονα δʼ ὡς ἐνόησεν ἀνὰ στονόεντα κυδοιμὸν
Ἀργείους ἰληδὸν ὑπʼ ἔγχεϊ δηιόωντα,
αὐτίκα κάλλιπε Τρῶας ὅσους ὑπὸ χερσὶ δάιζεν
ἀμφʼ ἄλλῃσι φάλαγξι, καὶ ἰσχανόων πολέμοιο
ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο
ἠδʼ ἄλλων κταμένων. Ὃ δʼ ἄρʼ εἵλετο χείρεσι πέτρην,
τήν ῥα βροτοὶ θέσαν οὖρον ἐϋστάχυος πεδίοιο,
καὶ βάλεν ἀκαμάτοιο κατʼ ἀσπίδα Πηλείωνος
δῖος ἀνήρ. Ὃ δʼ ἄρʼ οὔ τι τρέσας περιμήκεα πέτρην
αὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων,
πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ,
καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν.
Ὃς δὲ καὶ οὐτάμενός περ ἀταρβέι μάρνατο θυμῷ,
τύψε δʼ ἄρʼ Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ·
τοῦ δʼ ἐχύθη φίλον αἷμα. Χάρη δʼ ἄρʼ ἐτώσιον ἥρως
καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι·
«Νῦν σʼ ὀΐω μόρον αἰνὸν ἀναπλήσειν ὑπʼ ὀλέθρῳ
χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι.
Σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες,
πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν
μητρός τʼ ἀθανάτης Νηρηίδος; Ἀλλὰ σοὶ ἤδη
ἤλυθεν αἴσιμον ἦμαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ
Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκτοθι λειριόεσσαι
Ἑσπερίδες θρέψαντο παρὰ ῥόον Ὠκεανοῖο.
Τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω,
εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ
Νηρεΐδος τῆς αὐτὸς ἐπεύχεαι ἔκγονος εἶναι.
Ἣ μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει,
τῇ ἐπὶ πάντα τελεῖται ἀτειρέος ἔνδον Ὀλύμπου
ἐσθλά τε καὶ κλυτὰ ἔργα τά τʼ ἀνδράσι γίνετʼ ὄνειαρ·
ἣ δʼ ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι
ναίει ὁμῶς κήτεσσι μετʼ ἰχθύσι κυδιόωσα
ἄπρηκτος καὶ ἄιστος. Ἐγὼ δέ μιν οὐκ ἀλεγίζω
οὐδέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐΐσκω.»
Ὣς φάτο· τὸν δʼ ἐνένιπε θρασὺς πάις Αἰακίδαο·
«Ὦ Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν
ἐλθέμεν ἀντίʼ ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν;
Ὃς σέο φέρτερός εἰμι βίῃ γενεῇ τε φυῇ τε,
Ζηνὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα
καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε κούρας
Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίουσʼ ἐν Ὀλύμπῳ,
πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν,
οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις,
ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου,
ἠδὲ καὶ ὡς Ἥφαιστον ἐΰφρονα χαλκεοτέχνην
δέξατο οἷσι δόμοισιν ἀπʼ Οὐλύμποιο πεσόντα,
αὐτόν τʼ Ἀργικέραυνον ὅπως ὑπελύσατο δεσμῶν·
τῶν μιμνησκόμενοι πανδερκέες Οὐρανίωνες
μητέρʼ ἐμὴν τίουσι Θέτιν ζαθέῳ ἐν Ὀλύμπῳ.
Γνώσῃ δʼ ὡς θεός ἐστιν, ἐπὴν δόρυ χάλκεον εἴσω
ἐς τεὸν ἧπαρ ἵκηται ἐμῇ βεβλημένον ἀλκῇ·
Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δʼ Ἀντιλόχοιο χολωθεὶς
τίσομαι· οὐ γὰρ ὄλεσσας ἀνάλκιδος ἀνδρὸς ἑταῖρον.
Ἀλλὰ τί νηπιάχοισιν ἐοικότες ἀφραδέεσσιν
ἕσταμεν ἡμετέρων μυθεύμενοι ἔργα τοκήων
ἠδʼ αὐτῶν; Ἐγγὺς γὰρ Ἄρης, ἐγγὺς δὲ καὶ ἀλκή.»
Ὣς εἰπὼν παλάμῃσι λάβεν πολυμήκετον ἆορ,
Μέμνων δʼ αὖθʼ ἑτέρωθε, καὶ ὀτραλέως συνόρουσαν.
Τύπτον δʼ ἀλλήλων ἄμοτον φρεσὶ κυδιόωντες
ἀσπίδας ἃς Ἥφαιστος ὑπʼ ἀμβροσίῃ κάμε τέχνῃ,
πυκνὰ συναΐσσοντες· ἐπέψαυον δὲ λόφοισιν
ἀλλήλαις ἑκάτερθεν ἐρειδόμεναι τρυφάλειαι.
Ζεὺς δὲ μέγʼ ἀμφοτέροισι φίλα φρονέων βάλε κάρτος,
τεῦξε δʼ ἄρʼ ἀκαμάτους καὶ μείζονας, οὐδὲν ὁμοίους
ἀνδράσιν, ἀλλὰ θεοῖσιν· Ἔρις δʼ ἐπεγήθεεν ἄμφω.
Οἳ δʼ αἰχμὴν μεμαῶτες ἄφαρ χροὸς ἐντὸς ἐλάσσαι
μεσσηγὺς σάκεός τε καὶ ὑψιλόφου τρυφαλείης
πολλάκις ἰθύνεσκον ἑὸν μένος, ἄλλοτε δʼ αὖτε
βαιὸν ὑπὲρ κνημῖδος, ἔνερθε δὲ δαιδαλέοιο
θώρηκος βριαροῖσιν ἀρηρότος ἀμφὶ μέλεσσιν,
ἄμφω ἐπειγόμενοι· περὶ δέ σφισιν ἄμβροτα τεύχη
ἀμφʼ ὤμοις ἀράβησε. Βοὴ δʼ ἵκετʼ αἰθέρα δῖον
Τρώων Αἰθιόπων τε καὶ Ἀργείων ἐριθύμων
μαρναμένων ἑκάτερθε· κόνις δʼ ὑπὸ ποσσὶν ὀρώρει
ἄχρις ἐς οὐρανὸν εὐρύν, ἐπεὶ μέγα ἤνυτο ἔργον.
Εὖτʼ ὀμίχλη κατʼ ὄρεσφιν ὀρινομένου ὑετοῖο,
ὁππότε δὴ κελάδοντες ἐνιπλήθονται ἔναυλοι
ὕδατος ἐσσυμένοιο, βρέμει δʼ ἄρα πᾶσα χαράδρη
ἄσπετον, οἳ δʼ ἄρα πάντες ἐπιτρομέουσι νομῆες
χειμάρρους ὀμίχλην τε φίλην ὀλοοῖσι λύκοισιν
ἠδʼ ἄλλοις θήρεσσιν ὅσους τρέφει ἄσπετος ὕλη·
ὣς τῶν ἀμφὶ πόδεσσι κόνις πεπότητʼ ἀλεγεινή,
ἥ ῥά τε καὶ φάος ἠῢ κατέκρυφεν ἠελίοιο
αἰθέρʼ ἐπισκιάουσα· κακὴ δʼ ὑπεδάμνατʼ ὀϊζὺς
λαοὺς ἐν κονίῃ τε καὶ αἰνομόρῳ ὑσμίνῃ.
Καὶ τὴν μὲν μακάρων τις ἀπώσατο δηιοτῆτος
ἐσσυμένως· ὀλοαὶ δὲ θοὰς ἑκάτερθε φάλαγγας
Κῆρες ἐποτρύνεσκον ἀπειρέσιον πονέεσθαι
δῆριν ἀνὰ στονόεσσαν· Ἄρης δʼ οὐ λῆγε φόνοιο
λευγαλέου, πάντῃ δὲ πέριξ ἐφορύνετο γαῖα
αἵματος ἐκχυμένοιο· μέλας δʼ ἐπετέρπετʼ Ὄλεθρος.
Στείνετο δὲ κταμένων πεδίον μέγα ἱππόβοτόν τε,
ὁππόσον ἀμφὶ ῥοῇς Σιμόεις καὶ Ξάνθος ἐέργει
Ἴδηθεν κατιόντες ἐς ἱερὸν Ἑλλήσποντον.
Ἀλλʼ ὅτε δὴ πολλὴ μὲν ἄδην μηκύνετο δῆρις
μαρναμένων, ἶσον δὲ μένος τέτατʼ ἀμφοτέροισι,
δὴ τότε τούς γʼ ἀπάνευθεν Ὀλύμπιοι εἰσορόωντες
οἳ μὲν θυμὸν ἔτερπον ἀτειρέι Πηλείωνι,
οἳ δʼ ἄρα Τιθωνοῖο καὶ Ἠοῦς υἱέι δίῳ.
Ὑψόθε δʼ οὐρανὸς εὐρὺς ἐπέβραχεν, ἀμφὶ δὲ πόντος
ἴαχε, κυανέη δὲ πέριξ ἐλελίζετο γαῖα
ἀμφοτέρων ὑπὸ ποσσί. Περιτρομέοντο δὲ πᾶσαι
ἀμφὶ Θέτιν Νηρῆος ὑπερθύμοιο θύγατρες
ὀβρίμου ἀμφʼ Ἀχιλῆος ἰδʼ ἄσπετα δειμαίνοντο.
Δείδιε δʼ Ἠριγένεια φίλῳ περὶ παιδὶ καὶ αὐτὴ
ἵπποις ἐμβεβαυῖα διʼ αἰθέρος· αἳ δέ οἱ ἄγχι
Ἠελίοιο θύγατρες ἐθάμβεον ἑστηυῖαι
θεσπέσιον περὶ κύκλον, ὃν Ἠελίῳ ἀκάμαντι
Ζεὺς πόρεν εἰς ἐνιαυτὸν ἐῢν δρόμον, ᾧ περὶ πάντα
ζώει τε φθινύθει τε περιπλομένοιο κατʼ ἦμαρ
νωλεμέως αἰῶνος ἑλισσομένων ἐνιαυτῶν.
Καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις,
εἰ μὴ ὑπʼ ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο
δοιαὶ ἄρʼ ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν
Κῆρες· ἐρεμναίη μὲν ἔβη ποτὶ Μέμνονος ἦτορ,
φαιδρὴ δʼ ἀμφʼ Ἀχιλῆα δαΐφρονα· τοὶ δʼ ἐσιδόντες
ἀθάνατοι μέγʼ ἄυσαν, ἄφαρ δʼ ἕλε τοὺς μὲν ἀνίη
λευγαλέη, τοὺς δʼ ἠῢ καὶ ἀγλαὸν ἔλλαβε χάρμα.
Ἥρωες δʼ ἐμάχοντο καθʼ αἱματόεντα κυδοιμὸν
ἔμπεδον, οὐδέ τι Κῆρας ἐποιχομένας ἐνόησαν
θυμὸν καὶ μέγα κάρτος ἐπʼ ἀλλήλοισι φέροντες.
Φαίης κε στονόεντα κατὰ μόθον ἤματι κείνῳ
μάρνασθʼ ὥς τε Γίγαντας ἀτειρέας ἠὲ κραταιοὺς
Τιτῆνας· σθεναρὴ γὰρ ἐπὶ σφίσι δῆρις ὀρώρει·
ἠμὲν ὁτὲ ξιφέεσσι συνέδραμον, ἠδʼ ὁτὲ λᾶας
βάλλον ἐπεσσύμενοι περιμήκεας. Οὐδέ τις αὐτῶν
χάζετο βαλλομένων οὐδʼ ἔτρεσαν, ἀλλʼ ἅτε πρῶνες
ἕστασαν ἀκμῆτες καταειμένοι ἄσπετον ἀλκήν·
ἄμφω γὰρ μεγάλοιο Διὸς γένος εὐχετόωντο.
Τοὔνεκʼ ἄρά σφισι δῆριν ἴσην ἐτάνυσσεν Ἐνυὼ
πολλὸν ἐρειδομένοισιν ἐπὶ χρόνον ἐν δαῒ κείνῃ,
αὐτοῖς ἠδʼ ἑτάροισιν ἀταρβέσιν οἳ μετʼ ἀνάκτων
νωλεμέως πονέοντο μεμαότες, ἄχρι καμόντων
αἰχμαὶ ἀνεγνάμφθησαν ἐν ἀσπίσιν· οὐδέ τις ἦεν
θεινομένων ἑκάτερθεν ἀνούτατος, ἀλλʼ ἄρα πάντων
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ἱδρὼς
αἰὲν ἐρειδομένων. Κεκάλυπτο δὲ γαῖα νέκυσσιν,
οὐρανὸς ὣς νεφέεσσιν ἐς Αἰγοκερῆα κιόντος
ἠελίου, ὅτε πόντον ὑποτρομέει μέγα ναύτης.
Τοὺς δʼ ἵπποι χρεμέθοντες ἐπεσσυμένοις ἅμα λαοῖς
τεθναότας στείβεσκον, ἅτʼ ἄσπετα φύλλα κατʼ ἄλσος
χείματος ἀρχομένου μετὰ τηλεθόωσαν ὀπώρην.
Οἳ δέ που ἐν νεκύεσσι καὶ αἵματι δηριόωντο
υἱῆες μακάρων ἐρικυδέες οὐδʼ ἀπέληγον
ἀλλήλοις κοτέοντες. Ἔρις δʼ ἴθυνε τάλαντα
ὑσμίνης ἀλεγεινά. Τὰ δʼ οὐκέτι ἶσα πέλοντο·
ἀλλʼ ἄρα Μέμνονα δῖον ὑπὸ στέρνοιο θέμεθλα
Πηλείδης οὔτησε, τὸ δʼ ἀντικρὺ μέλαν ἆορ
ἐξέθορεν. Τοῦ δʼ αἶψα λύθη πολυήρατος αἰών·
κάππεσε δʼ ἐς μέλαν αἷμα, βράχεν δέ οἱ ἄσπετα τεύχη,
γαῖα δʼ ὑπεσμαράγησε καὶ ἀμφεφόβηθεν ἑταῖροι.
Τὸν δʼ ἄρα Μυρμιδόνες μὲν ἐσύλεον· ἀμφὶ δὲ Τρῶες
φεῦγον, ὃ δʼ αἶψα δίωκε μένος μέγα λαίλαπι ἶσος.
Ἠὼς δὲ στονάχησε καλυψαμένη νεφέεσσιν,
ἠχλύνθη δʼ ἄρα γαῖα. Θοοὶ δʼ ἅμα πάντες Ἀῆται
μητρὸς ἐφημοσύνῃσι μιῇ φορέοντο κελεύθῳ
ἐς πεδίον Πριάμοιο καὶ ἀμφεχέαντο θανόντι·
οἳ καὶ ἀνηρείψαντο θοῶς Ἠώιον υἷα
καί ἑ φέρον πολιοῖο διʼ ἠέρος· ἄχνυτο δέ σφι
θυμὸς ἀδελφειοῖο δεδουπότος, ἀμφὶ δʼ ἄρʼ αἰθὴρ
ἔστενε. Τοῦ δʼ ἐπὶ γαῖαν ὅσαι πέσον αἱματόεσσαι
ἐκ μελέων ῥαθάμιγγες, ἐν ἀνθρώποισι τέτυκται
σῆμα καὶ ἐσσομένοις· τὰς γὰρ θεοὶ ἄλλοθεν ἄλλην
εἰς ἓν ἀγειράμενοι ποταμὸν θέσαν ἠχήεντα,
τόν ῥά τε Παφλαγόνειον ἐπιχθόνιοι καλέουσι
πάντες ὅσοι ναίουσι μακρῆς ὑπὸ πείρασιν Ἴδης·
ὅς τε καὶ αἱματόεις τραφερὴν ἐπινίσεται αἶαν,
ὁππότε Μέμνονος ἦμαρ ἔῃ λυγρὸν ᾧ ἔνι κεῖνος
κάτθανε· λευγαλέη δὲ καὶ ἄσχετος ἔσσυται ὀδμὴ
ἐξ ὕδατος· φαίης κεν ἔθʼ ἕλκεος οὐλομένοιο
πυθομένους ἰχῶρας ἀποπνείειν ἀλεγεινόν.
Ἀλλὰ τὸ μὲν βουλῇσι θεῶν γένεθʼ· οἳ δʼ ἐπέτοντο
Ἠοῦς ὄβριμον υἷα θοοὶ φορέοντες Ἀῆται
τυτθὸν ὑπὲρ γαίης δνοφερῇ κεκαλυμμένον ὄρφνῃ.
Οὐδὲ μὲν Αἰθιοπῆες ἀποκταμένοιο ἄνακτος
νόσφιν ἀπεπλάγχθησαν, ἐπεὶ θεὸς αἶψα καὶ αὐτοὺς
ἦγε λιλαιομένοισι βαλὼν τάχος, οἷον ἔμελλον
οὐ μετὰ δηρὸν ἔχοντες ὑπηέριοι φορέεσθαι·
τοὔνεχʼ ἕποντʼ Ἀνέμοισιν ὀδυρόμενοι βασιλῆα.
Ὡς δʼ ὅταν ἀγρευτῆρος ἐνὶ ξυλόχοισι δαμέντος
ἢ συὸς ἠὲ λέοντος ὑπὸ βλοσυρῇσι γένυσσι
σῶμʼ ἀναειράμενοι μογεροὶ φορέωσιν ἑταῖροι
ἀχνύμενοι, μετὰ δέ σφι κύνες ποθέοντες ἄνακτα
κνυζηθμῷ ἐφέπονται ἀνιηρῆς ἕνεκʼ ἄγρης·
ὣς οἵ γε προλιπόντες ἀνηλέα δηιοτῆτα
λαιψηροῖς ἐφέποντο μέγα στενάχοντες Ἀήταις
ἀχλύι θεσπεσίῃ κεκαλυμμένοι. Ἀμφὶ δὲ Τρῶες
καὶ Δαναοὶ θάμβησαν ἅμα σφετέρῳ βασιλῆι
πάντας ἀιστωθέντας, ἀπειρεσίῃ δʼ ἀνὰ θυμὸν
ἀμφασίῃ βεβόληντο. Νέκυν δʼ ἀκάμαντες Ἀῆται
Μέμνονος ἀγχεμάχοιο θέσαν βαρέα στενάχοντες
πὰρ ποταμοῖο ῥέεθρα βαθυρρόου Αἰσήποιο,
ἧχί τε Νυμφάων καλλιπλοκάμων πέλει ἄλσος
καλόν, ὃ δὴ μετόπισθε μακρὸν περὶ σῆμʼ ἐβάλοντο
Αἰσήποιο θύγατρες ἄδην πεπυκασμένον ὕλῃ
παντοίῃ· καὶ πολλὰ θεαὶ περικωκύσαντο
υἱέα κυδαίνουσαι ἐυθρόνου Ἠριγενείης.
Δύσετο δʼ ἠελίοιο φάος· κατὰ δʼ ἤλυθεν Ἠὼς
οὐρανόθεν κλαίουσα φίλον τέκος, ἀμφὶ δʼ ἄρʼ αὐτῇ
κοῦραι ἐϋπλόκαμοι δυοκαίδεκα, τῇσι μέμηλεν
αἰὲν ἑλισσομένου Ὑπερίονος αἰπὰ κέλευθα
νύξ τε καὶ ἠριγένεια καὶ ἐκ Διὸς ὁππόσα βουλῆς
γίνεται, οὗ περὶ δῶμα καὶ ἀρρήκτους πυλεῶνας
στρωφῶντʼ ἔνθα καὶ ἔνθα πέριξ λυκάβαντα φέρουσαι
καρποῖσι βρίθοντα, κυλινδομένου περὶ κύκλον
χειμῶνος κρυεροῖο καὶ εἴαρος ἀνθεμόεντος
ἠδὲ θέρευς ἐρατοῖο πολυσταφύλοιό τʼ ὀπώρης.
Αἳ δʼ ὅτε δὴ κατέβησαν ἀπʼ αἰθέρος ἠλιβάτοιο
ἄσπετʼ ὀδυρόμεναι περὶ Μέμνονα, σὺν δʼ ἄρα τῇσι
Πληιάδες μύροντο, περίαχε δʼ οὔρεα μακρὰ
καὶ ῥόος Αἰσήποιο, γόος δʼ ἄλληκτος ὀρώρει.
Ἣ δʼ ἄρʼ ἐνὶ μέσσῃσιν ἑῷ περὶ παιδὶ χυθεῖσα
μακρὸν ἀνεστονάχησε πολύστονος Ἠριγένεια·
«Ὤλεό μοι, φίλε τέκνον, ἑῇ δʼ ἄρα μητέρι πένθος
ἀργαλέον περίθηκας. Ἐγὼ δʼ οὐ σεῖο δαμέντος
τλήσομαι ἀθανάτοισιν ἐπουρανίοισι φαείνειν·
ἀλλὰ καταχθονίων ἐσδύσομαι αἰνὰ βέρεθρα,
ψυχὴ ὅπου σέο νόσφιν ἀποφθιμένου πεπότηται,
πάντʼ ἐπικιδναμένου χάεος καὶ ἀεικέος ὄρφνης,
ὄφρά τι καὶ Κρονίδαο περὶ φρένας ἄλγος ἵκηται.
Οὐ γὰρ ἀτιμοτέρη Νηρηίδος, ἐκ Διὸς αὐτοῦ
πάντʼ ἐπιδερκομένη, πάντʼ ἐς τέλος ἄχρις ἄγουσα,
μαψιδίως· ἦ γάρ κεν ἐμὸν φάος ὠπίσατο Ζεύς.
Τοὔνεχʼ ὑπὸ ζόφον εἶμι· Θέτιν δʼ ἐς Ὄλυμπον ἀγέσθω
ἐξ ἁλός, ὄφρα θεοῖσι καὶ ἀνθρώποισι φαείνῃ·
αὐτὰρ ἐμοὶ στονόεσσα μετʼ οὐρανὸν εὔαδεν ὄρφνη,
μὴ δὴ σεῖο φονῆι φάος περὶ σῶμα βάλοιμι.»
Ὣς φαμένης ῥέε δάκρυ κατʼ ἀμβροσίοιο προσώπου
ἀενάῳ ποταμῷ ἐναλίγκιον, ἀμφὶ δὲ νεκρῷ
δεύετο γαῖα μέλαινα· συνάχνυτο δʼ ἀμβροσίη Νὺξ
παιδὶ φίλῃ καὶ πάντα κατέκρυφεν Οὐρανὸς ἄστρα
ἀχλύι καὶ νεφέεσσι φέρων χάριν Ἠριγενείῃ.
Τρῶες δʼ ἄστεος ἔνδον ἔσαν περὶ Μέμνονι θυμὸν
ἀχνύμενοι· πόθεον γὰρ ὁμῶς ἑτάροισιν ἄνακτα.
Οὐδὲ μὲν Ἀργεῖοι μέγʼ ἐγήθεον, ἀλλὰ καὶ αὐτοὶ
ἐν πεδίῳ κταμένοισι παρʼ ἀνδράσιν αὖλιν ἔχοντες
ἄμφω ἐϋμμελίην μὲν Ἀχιλλέα κυδαίνεσκον,
Ἀντίλοχον δʼ ἄρα κλαῖον· ἔχον δʼ ἅμα χάρματι πένθος.
Παννυχίη δʼ ἀλεγεινὸν ἀνεστενάχιζε γοῶσα
Ἠώς, ἀμφὶ δέ οἱ κέχυτο ζόφος· οὐδέ τι θυμῷ
ἀντολίης ἀλέγιζε, μέγαν δʼ ἤχθηρεν Ὄλυμπον.
Ἄγχι δέ οἱ μάλα πολλὰ ποδώκεες ἔστενον ἵπποι,
γαῖαν ἐπιστείβοντες ἀήθεα καὶ βασίλειαν
ἀχνυμένην ὁρόωντες, ἐελδόμενοι μέγα νόστου.
Ζεὺς δʼ ἄμοτον βρόντησε χολούμενος, ἀμφὶ δὲ γαῖα
κινήθη περὶ πᾶσα· τρόμος δʼ ἕλεν ἄμβροτον Ἠῶ.
Τὸν δʼ ἄρα καρπαλίμως μελανόχροες Αἰθιοπῆες
θάψαν ὀδυρόμενοι· τοὺς δʼ Ἠριγένεια βοῶπις
πόλλʼ ὀλοφυρομένους κρατεροῦ περὶ σήματι παιδὸς
οἰωνοὺς ποίησε καὶ ἠέρι δῶκε φέρεσθαι.
Τοὺς δὴ νῦν καλέουσι βροτῶν ἀπερείσια φῦλα
μέμνονας, οἵ ῥʼ ἔτι τύμβον ἔπι σφετέρου βασιλῆος
ἐσσύμενοι γοόωσι κόνιν καθύπερθε χέοντες
σήματος, ἀλλήλοις δὲ περικλονέουσι κυδοιμὸν
Μέμνονι ἦρα φέροντες· ὃ δʼ εἰν Ἀΐδαο δόμοισιν
ἠέ που ἐν μακάρεσσι κατʼ Ἠλύσιον πέδον αἴης
καγχαλάᾳ, καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς
δερκομένη· τοῖσιν δὲ πέλει πόνος, ἄχρι καμόντες
εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον ἠὲ καὶ ἄμφω
πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτι.
Καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης
οἰωνοὶ τελέουσι θοοί. Τότε δʼ ἄμβροτος Ἠὼς
οὐρανὸν εἰσανόρουσεν ὁμῶς πολυαλδέσιν Ὥραις,
αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας,
παρφάμεναι μύθοισιν ὅσοις βαρὺ πένθος ὑπείκει,
καί περ ἔτʼ ἀχνυμένην. Ἣ δʼ οὐ λάθεθʼ οἷο δρόμοιο·
δείδιε γὰρ δὴ Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν,
ἐξ οὗ πάντα πέλονται ὅσʼ Ὠκεανοῖο ῥέεθρα
ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων.
Τῆς δʼ ἄρα Πληιάδες πρότεραι ἴσαν· ἣ δὲ καὶ αὐτὴ
αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δʼ ἄρʼ ἀχλύν.
ΛΟΓΟΣ Γʹ
Αὐτὰρ ἐπεὶ φάος ἦλθεν ἐυθρόνου Ἠριγενείης,
δὴ τότʼ ἄρʼ Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν
αἰχμηταὶ Πύλιοι μεγάλα στενάχοντες ἄνακτα
καί μιν ταρχύσαντο παρʼ ᾐόσιν Ἑλλησπόντου
πολλὰ μάλʼ ἀχνύμενοι. Περὶ δʼ ἔστενον ὄβριμοι υἷες
Ἀργείων· πάντας γὰρ ἀμείλιχον ἄμπεχε πένθος
Νέστορι ἦρα φέροντας. Ὃ δʼ οὐ μέγα δάμνατο θυμῷ·
ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος
θαρσαλέως καὶ μή τι κατηφιόωντʼ ἀκάχησθαι.
Πηλείδης δʼ ἑτάροιο χολούμενος Ἀντιλόχοιο
σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο· τοὶ δὲ καὶ αὐτοὶ
καί περ ὑποτρομέοντες ἐϋμμελίην Ἀχιλῆα
τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκʼ ἄρά σφι
Κῆρες ἐνὶ στέρνοισι θράσος βάλον· ἦ γὰρ ἔμελλον
πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀϊδονῆος
χερσὶν ὑπʼ Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς
φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληι.
Αἶψα δʼ ἄρʼ ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον
Τρώων ἔθνεα πολλὰ μενεπτολέμων τʼ Ἀργείων
μαιμώωντʼ ἐς Ἄρηα διεγρομένου πολέμοιο.
Πηλείδης δʼ ἐν τοῖσι πολὺν περιδάμνατο λαὸν
δυσμενέων· πάντῃ δὲ φερέσβιος αἵματι γαῖα
δεύετο καὶ νεκύεσσι περιστείνοντο ῥέεθρα
Ξάνθου καὶ Σιμόεντος. Ὃ δʼ ἑσπόμενος κεράιζε
μέχρις ἐπὶ πτολίεθρον, ἐπεὶ φόβος ἄμπεχε λαούς.
Καί νύ κε πάντας ὄλεσσε, πύλας δʼ εἰς οὖδας ἔρεισε
θαιρῶν ἐξερύσας, ἢ καὶ συνέαξεν ὀχῆας
δόχμιος ἐγχριμφθείς, Δαναοῖσι δʼ ἔθηκε κέλευθον
ἐς Πριάμοιο πόληα, διέπραθε δʼ ὄλβιον ἄστυ,
εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέι χώσατο θυμῷ,
ὡς ἴδεν ἄσπετα φῦλα δαϊκταμένων ἡρώων.
Αἶψα δʼ ἀπʼ Οὐλύμποιο κατήλυθε θηρὶ ἐοικὼς
ἰοδόκην ὤμοισιν ἔχων καὶ ἀναλθέας ἰούς·
ἔστη δʼ Αἰακίδαο καταντίον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
γωρυτὸς καὶ τόξα μέγʼ ἴαχεν, ἐκ δέ οἱ ὄσσων
πῦρ ἄμοτον μάρμαιρε, ποσὶν δʼ ὑπὸ κίνυτο γαῖα.
Σμερδαλέον δʼ ἤυσε μέγας θεός, ὄφρʼ Ἀχιλῆα
τρέψῃ ἀπὸ πτολέμοιο θεοῦ ὄπα ταρβήσαντα
θεσπεσίην καὶ Τρῶας ὑπʼ ἐκ θανάτοιο σαώσῃ·
«Χάζεο, Πηλείδη, Τρώων ἑκάς, οὐ γὰρ ἔοικεν
οὔ σʼ ἔτι δυσμενέεσσι κακὰς ἐπὶ Κῆρας ἰάλλειν,
μή σε καὶ ἀθανάτων τις ἀπʼ Οὐλύμποιο χαλέψῃ.»
Ὣς ἄρʼ ἔφη· ὃ δʼ ἄρʼ οὔ τι θεοῦ τρέσεν ἄμβροτον αὐδήν·
ἤδη γάρ οἱ Κῆρες ἀμείλιχοι ἀμφεποτῶντο.
Τοὔνεκʼ ἄρʼ οὐκ ἀλέγιζε θεοῦ, μέγα δʼ ἴαχεν ἄντην·
«Φοῖβε, τί ἤ με θεοῖσι καὶ οὐ μεμαῶτα μάχεσθαι
ὀτρύνεις Τρώεσσιν ὑπερφιάλοισιν ἀμύνων;
Ἤδη γὰρ καὶ πρόσθε μʼ ἀποστρέψας ὀρυμαγδοῦ
ἤπαφες, ὁππότε πρῶτον ὑπεξεσάωσας ὀλέθρου
Ἕκτορα τῷ μέγα Τρῶες ἀνὰ πτόλιν εὐχετόωντο.
Ἀλλʼ ἀναχάζεο τῆλε καὶ ἐς μακάρων ἕδος ἄλλων
ἔρχεο, μή σε βάλοιμι καὶ ἀθάνατόν περ ἐόντα.»
Ὣς εἰπὼν ἀπάτερθε θεὸν λίπε, βῆ δʼ ἐπὶ Τρῶας
οἵ ῥʼ ἔτι που φεύγεσκον ἅμα προπάροιθε πόληος,
καὶ τοὺς μὲν σεύεσκεν· ὃ δʼ ἀσχαλόων ἐνὶ θυμῷ
Φοῖβος ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
«Ὢ πόποι, ὡς ὅ γε μαίνετʼ ἀνὰ φρένας· ἀλλά μιν οὔ τι
οὐδʼ αὐτὸς Κρονίδης ἔτʼ ἀνέξεται οὔτέ τις ἄλλος
οὕτω μαργαίνοντα καὶ ἀντιόωντα θεοῖσιν.»
Ὣς ἄρʼ ἔφη καὶ ἄιστος ὁμοῦ νεφέεσσιν ἐτύχθη·
ἠέρα δʼ ἑσσάμενος στυγερὸν προέηκε βέλεμνον
καί ἑ θοῶς οὔτησε κατὰ σφυρόν. Αἶψα δʼ ἀνῖαι
δῦσαν ὑπὸ κραδίην· ὃ δʼ ἀνετράπετʼ ἠΰτε πύργος,
ὅν τε βίη τυφῶνος ὑποχθονίῃ στροφάλιγγι
ῥήξῃ ὑπὲρ δαπέδοιο κραδαινομένης βαθὺ γαίης·
ὣς ἐκλίθη δέμας ἠῢ κατʼ οὔδεος Αἰακίδαο.
Ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ ἄκρατον ὁμόκλα·
«Τίς νύ μοι αἰνὸν ὀϊστὸν ἐπιπροέηκε κρυφηδόν;
Τλήτω μευ κατέναντα καὶ εἰς ἀναφανδὸν ἱκέσθαι,
ὄφρά κέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη
ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄιδα λυγρὸν ἵκηται.
Οἶδα γὰρ ὡς οὔ τίς με δυνήσεται ἐγγύθεν ἐλθὼν
ἐγχείῃ δαμάσασθαι ἐπιχθονίων ἡρώων,
οὐδʼ εἴ περ στέρνοισι μάλʼ ἄτρομον ἦτορ ἔχῃσιν,
ἄτρομον ἦτορ ἔχῃσι λίην καὶ χάλκεος εἴη.
Κρύβδα δʼ ἀνάλκιδες αἰὲν ἀγαυοτέρους λοχόωσι·
τῶ μευ ἴτω κατέναντα, καὶ εἰ θεὸς εὔχεται εἶναι
χωόμενος Δαναοῖς, ἐπεὶ ἦ νύ μοι ἦτορ ἔολπεν
ἔμμεναι Ἀπόλλωνα λυγρῇ κεκαλυμμένον ὄρφνῃ.
Ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ
κείνου ὑπαὶ βελέεσσιν ὀιζυρῶς ἀπολέσθαι
Σκαιῇς ἀμφὶ πύλῃσι· τὸ δʼ οὐκ ἀνεμώλιον ἦεν.»
Ἦ καὶ λυγρὸν ὀϊστὸν ἀμειλίκτοισι χέρεσσιν
ἕλκεος ἐξείρυσσεν ἀναλθέος· ἐκ δέ οἱ αἷμα
ἔσσυτο τειρομένοιο, πότμος δέ οἱ ἦτορ ἐδάμνα.
Ἀσχαλόων δʼ ἔρριψε βέλος· τὸ δʼ ἄρʼ αἶψα κιοῦσαι
Πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι
ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον· οὐ γὰρ ἐῴκει
ἄμβροτον ἰὸν ὀλέσθαι ἀπʼ ἀθανάτοιο μολόντα.
Δεξάμενος δʼ ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον
ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ἧχι μάλιστα
πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν·
οἳ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,
οἳ δʼ ἄρα καὶ Δαναοῖς, διὰ δʼ ἄνδιχα μητιόωντες
δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε.
Τὸν δʼ ὁπότʼ εἰσενόησε Διὸς πινυτὴ παράκοιτις,
αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσι·
«Φοῖβε, τί ἢ τόδʼ ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,
λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ
ἀντιθέῳ Πηλῆι συνήρσαμεν; Εὖ δʼ ἐνὶ μέσσοις
δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν
Πηλεὺς ἤγετʼ ἄκοιτιν ἁλὸς μέγα λαῖτμα λιποῦσαν·
καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα
θῆρές τʼ οἰωνοί τε βαθυσκόπελοί τε κολῶναι
καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη.
Ἀλλὰ τά γʼ ἐξελάθου καὶ ἀμείλιχον ἔργον ἔρεξας
κτείνας ἀνέρα δῖον ὃν ἀθανάτοισι σὺν ἄλλοις
νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι
ἐκ Θέτιδος Πηλῆι. Τεῆς δʼ ἐπελήσαο ἀρῆς
ἦρα φέρων λαοῖσι κραταιοῦ Λαομέδοντος
ᾧ πάρα βουκολέεσκες· ὃ δʼ ἀθάνατόν περ ἐόντα
θνητὸς ἐὼν ἀκάχιζε· σὺ δʼ ἀφρονέων ἐνὶ θυμῷ
ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσσʼ ἐμόγησας.
Σχέτλιε, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν
οὔθʼ ὅ τις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν,
οὔθʼ ὅ τις ἀθανάτοισι τετιμένος· ἦ γὰρ Ἀχιλλεὺς
ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν.
Ἀλλʼ οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω
ἔσσεσθʼ Αἰακίδαο δεδουπότος, οὕνεκʼ ἄρʼ αὐτοῦ
υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν
Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν
πατρὶ ἑῷ, πολέσιν δὲ κακὸν δηίοισι πελάσσει.
Ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλʼ Ἀχιλῆι
ἀμφʼ ἀρετῆς ἐμέγηρας, ἐπεὶ πέλε φέρτατος ἀνδρῶν.
Νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην
ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματʼ ἰοῦσαν,
ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;»
Ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα
Ἥρη ἀκηχεμένη. Ὃ δʼ ἄρʼ οὐκ ἀπαμείβετο μύθῳ·
ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο,
οὐδέ οἱ ὀφθαλμοῖσι καταντίον εἰσοράασθαι
ἔσθενεν, ἀλλʼ ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων
ἧστο κατωπιόων. Ἄμοτον δέ οἱ ἐσκύζοντο
ἀθάνατοι κατʼ Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον·
ὅσσοι δʼ αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,
κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες
κρύβδʼ Ἥρης· πάντες γὰρ ἐναντίον Οὐρανίωνες
ἅζοντʼ ἀσχαλόωσαν. Ὃ δʼ οὔ πω λήθετο θυμοῦ
Πηλείδης· ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις
ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι.
Οὐδʼ ἄρά οἱ Τρώων τις ἐτόλμαεν ἐγγὺς ἱκέσθαι
βλημένου, ἀλλʼ ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος
ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι
θηρητήρ, ὃ δʼ ἄρʼ οὔ τι πεπαρμένος ἦτορ ἄκοντι
λήθεται ἠνορέης, ἀλλὰ στρέφετʼ ἄγριον ὄμμα
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς·
ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος
θυμὸν ἄδην ὀρόθυνε. Θεοῦ δέ μιν ἰὸς ἐδάμνα·
ἀλλὰ καὶ ὧς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι
πάλλων ὄβριμον ἔγχος. Ἕλεν δʼ Ὀρυθάονα δῖον,
Ἕκτορος ἐσθλὸν ἑταῖρον, ὑπὸ κροτάφοιο τυχήσας·
οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ καὶ μεμαῶτος,
ἀλλὰ διʼ αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν
ἶνας ἐς ἐγκεφάλοιο, κέδασσε δέ οἱ θαλερὸν κῆρ.
Ἱππόνοον δʼ ἐδάμασσεν ὑπʼ ὀφρύος ἔγχος ἐρείσας
ἐς θέμεθλʼ ὀφθαλμοῖο· χαμαὶ δέ οἱ ἔκπεσε γλήνη
ἐκ βλεφάρων, ψυχὴ δὲ κατʼ Ἄιδος ἐξεποτήθη.
Ἀλκιθόου δʼ ἄρʼ ἔπειτα διὰ γναθμοῖο περήσας
γλῶσσαν ὅλην ἀπέκερσεν· ὃ δʼ ἐς πέδον ἤριπε γαίης
ἐκπνείων, αἰχμὴ δὲ διʼ οὔατος ἐξεφαάνθη.
Καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀΐσσοντας
δῖος ἀνήρ, πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε
φευγόντων· ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα.
Ἀλλʼ ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός,
ἔστη ἐρεισάμενος μελίῃ ἔπι· τοὶ δʼ ἐπέτοντο
πανσυδίῃ τρομέοντες, ὃ δέ σφισι τοῖον ὁμόκλα·
«Ἆ δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐδὲ θανόντος
ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλʼ ἅμα πάντες
τίσετε αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν.»
Ὣς φάτο· τοὶ δʼ ἀΐοντες ὑπέτρεσαν, εὖτʼ ἐν ὄρεσσι
φθόγγον ἐριβρύχμοιο νεβροὶ τρομέωσι λέοντος
δείλαιοι μέγα θῆρα πεφυζότες· ὣς ἄρα λαοὶ
Τρώων ἱπποπόλων ἠδʼ ἀλλοδαπῶν ἐπικούρων
ὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλὴν
ἐλπόμενοί μιν ἔτʼ ἔμμεν ἀνούτατον. Ὃς δʼ ὑπὸ πότμῳ
θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς
ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ·
γαῖα δʼ ὑπεπλατάγησε καὶ ἄσπετον ἔβραχε τεύχη
Πηλείδαο πεσόντος ἀμύμονος. Οἳ δʼ ἔτι θυμῷ
δήιον εἰσορόωντες ἀπειρέσιον τρομέεσκον·
ὡς δʼ ὅτε θῆρα δαφοινὸν ὑπʼ αἰζηοῖσι δαμέντα
μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα
βλήμενον, οὐδέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν,
ἀλλά ἑ ὡς ζώοντα νέκυν περιπεφρίκασιν·
ὣς Τρῶες φοβέοντο καὶ οὐκέτʼ ἐόντʼ Ἀχιλῆα.
Ἀλλὰ καὶ ὧς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε
λαόν, ἐπεὶ φρεσὶν ᾗσιν ἐγήθεεν· ἦ γὰρ ἐώλπει
Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦ
Πηλείδαο πεσόντος· ὃ γὰρ Δαναοῖς πέλεν ἀλκή·
«Ὦ φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες,
σήμερον ἠὲ θάνωμεν ὑπʼ Ἀργείοισι δαμέντες,
ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν
ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα,
οἵ μʼ ἐς δηιοτῆτα κασιγνήτοιο θανόντος
ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα.
Τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα,
ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν ἠδὲ καὶ αὐτῷ
Ἕκτορι, εἴ γέ τίς ἐστι κατʼ Ἄιδος ἀνθρώποισιν
ἢ νόος ἠὲ θέμιστες· ὃ γὰρ κακὰ μήσατο Τρῶας.
Καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι
ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠΰτε λυγραὶ
πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναι
ἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης·
ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆος
ἀθρόαι ἀΐξουσιν ἀπειρέσιον κοτέουσαι,
αἳ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἳ δὲ καὶ ἀνδρῶν,
αἳ δʼ ἄρʼ ὑπὲρ παίδων, αἳ δὲ γνωτῶν ἐριτίμων.
Γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες
ὅσσους οὐκ ἐθέλοντας ἐν ἄστεϊ γῆρας ἐρύκει,
τόνδʼ ἡμεῖς εἴ πέρ γε ποτὶ πτόλιν εἰρύσσαντες
θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.»
Ὣς φάτο· τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο
ἀμφέβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθε,
Γλαῦκός τʼ Αἰνείας τε καὶ ὀβριμόθυμος Ἀγήνωρ
ἄλλοι τʼ οὐλομένοιο δαήμονες ἰωχμοῖο,
εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ.
Ἀλλά οἱ οὐκ ἀμέλησε θεοῖς ἐναλίγκιος Αἴας,
ἀλλὰ θοῶς περίβη· πάντας δʼ ὑπὸ δούρατι μακρῷ
ὤθει ἀπὸ νέκυος. Τοὶ δʼ οὐκ ἀπέληγον ὁμοκλῆς,
ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀΐσσοντες
αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι,
αἵ ῥά θʼ ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται
ἄνδρʼ ἀπαμυνόμεναι, ὃ δʼ ἄρʼ οὐκ ἀλέγων ἐπιούσας
κηροὺς ἐκτάμνῃσι μελίχροας, αἳ δʼ ἀκάχονται
καπνοῦ ὑπὸ ῥιπῆς ἠδʼ ἀνέρος, ἀλλʼ ἄρα καὶ ὧς
ἀντίαι ἀΐσσουσιν, ὃ δʼ οὐκ ὄθετʼ οὐδʼ ἄρα βαιόν.
Ὣς Αἴας τῶν οὔ τι μάλʼ ἐσσυμένων ἀλέγιζεν,
ἀλλʼ ἄρα πρῶτον ἐνήραθʼ ὑπὲρ μαζοῖο τυχήσας
Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον·
εἷλε δʼ ἄρʼ Ὠκύθοον καὶ Ἀγέστρατον ἠδʼ Ἀγάνιππον
Ζῶρόν τε Νίσσον τε περικλειτόν τʼ Ἐρύμαντα
ὃς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ·
ναῖε δʼ ὅ γʼ αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης
ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης,
τὴν μέγʼ ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται,
εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας.
Τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο κλυτὸς πάις Ἱππολόχοιο
παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος·
καί ῥα θοῶς Αἴαντα κατʼ ἀσπίδα πουλυβόειον
οὔτασεν, ἀλλά οἱ οὔ τι διήλασεν ἐς χρόα καλόν·
ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπʼ ἀσπίδι θώρηξ
ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.
Γλαῦκος δʼ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ
Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,
καί οἱ ἐπευχόμενος μέγʼ ἀπείλεεν ἄφρονι θυμῷ·
«Αἶαν, ἐπεί νύ σέ φασι μέγʼ ἔξοχον ἔμμεναι ἄλλων
Ἀργείων, σοὶ δʼ αἰὲν ἐπιφρονέουσι μάλιστα
ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι
οἴω συνθανέεσθαι ἐπʼ ἤματι τῷδε καὶ αὐτόν.»
Ὣς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος, οὐδέ τι ᾔδη
ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.
Τὸν δʼ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας·
«Ἆ δείλʼ, οὔ νύ τι οἶδας ὅσον σέο φέρτερος Ἕκτωρ
ἔπλετʼ ἐνὶ πτολέμοισι; Μένος δʼ ἀλέεινε καὶ ἔγχος
ἡμέτερον· πινυτὸν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν.
Σοὶ δʼ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης
ἐς μόθον ἐλθέμεναι μέγʼ ἀμείνονί περ γεγαῶτι·
οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,
οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο
νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα·
ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ σʼ ἔτʼ ἔγωγε
ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι.
Ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἳ μετὰ σεῖο
μυίαις οὐτιδανῇσιν ἐοικότες ἀΐσσουσιν
ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; Ἀλλʼ ἄρα καὶ τοῖς
δώσω ἐπεσσυμένοις θάνατον καὶ Κῆρας ἐρεμνάς.»
Ὣς εἰπὼν Τρώεσσιν ἐπεστρωφᾶτο, λέων ὣς
ἐν κυσὶν ἀγρευτῇσι κατʼ ἄγκεα μακρὰ καὶ ὕλην.
Πολλοὺς δʼ αἶψʼ ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι
Τρῶας ὁμῶς Λυκίοισι. Περιτρομέοντο δὲ λαοί,
ἰχθύες ὣς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ
κήτεος ἢ δελφῖνος ἁλιτρεφέος μεγάλοιο·
ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο
αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον. Ἀλλʼ ἄρα καὶ ὧς
μάρναντʼ, ἀμφὶ δὲ νεκρὸν Ἀχιλλέος ἄλλοθεν ἄλλοι
μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα,
κτείνοντʼ· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
Ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα
Αἴας ὀβριμόθυμος. Ὃ δʼ ὕπτιος ἀμφʼ Ἀχιλῆα
κάππεσεν, εὖτʼ ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος·
ὣς ὅ γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι
βλήμενος. Ἀμφὶ δέ οἱ κρατερὸς πάις Ἀγχίσαο
πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν
εἴρυσεν ἐς Τρῶας καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ
δῶκε φέρειν ἑτάροισι μέγʼ ἀχνυμένοις περὶ θυμῷ.
Αὐτὸς δʼ ἀμφʼ Ἀχιλῆι μαχέσκετο· τὸν δʼ ἄρα δουρὶ
μυῶνος καθύπερθεν ἀρήιος οὔτασεν Αἴας
χειρὸς δεξιτερῆς· ὃ δʼ ἄρʼ ἐσσυμένως ἀπόρουσεν
ἐξ ὀλοοῦ πολέμοιο, κίεν δʼ ἄφαρ ἄστεος εἴσω·
ἀμφὶ δέ οἱ πονέοντο περίφρονες ἰητῆρες,
οἵ ῥά οἱ αἷμα κάθηραν ἀφʼ ἕλκεος ἄλλά τε πάντα
τεῦχον ὅσʼ οὐταμένων ὀλοὰς ἀκέονται ἀνίας.
Αἴας δʼ αἰὲν ἐμάρνατʼ ἀλίγκιος ἀστεροπῇσι,
κτείνων ἄλλοθεν ἄλλον, ἐπεὶ μέγα τείρετο θυμῷ
ἀχνύμενος δηναιὸν ἀνεψιοῖο δαμέντος.
Ἄγχι δὲ Λαέρταο δαΐφρονος υἱὸς ἀμύμων
μάρνατο δυσμενέεσσι, φέβοντο δέ μιν μέγα λαοί.
Κτεῖνε δὲ Πείσανδρόν τε θοὸν καὶ Ἀρήιον υἷα
Μαινάλου, ὃς ναίεσκε περικλυτὸν οὖδας Ἀβύδου.
Τῷ δʼ ἐπὶ δῖον ἔπεφνεν Ἀτύμνιον, ὅν ποτε Νύμφη
Πηγασὶς ἠΰκομος σθεναρῷ τέκεν Ἠμαθίωνι
Γρηνίκου ποταμοῖο παρὰ ῥόον. Ἀμφὶ δʼ ἄρʼ αὐτῷ
Πρωτέος υἷα δάιξεν Ὀρέσβιον, ὅς τε μακεδνῆς
Ἴδης ναιετάεσκεν ὑπὸ πτύχας, οὐδέ ἑ μήτηρ
δέξατο νοστήσαντα περικλειτὴ Πανάκεια,
ἀλλʼ ἐδάμη παλάμῃσιν Ὀδυσσέος, ὅς τε καὶ ἄλλων
πολλῶν θυμὸν ἔλυσεν ὑπʼ ἔγχεϊ μαιμώωντι
κτείνων ὅν κε κίχῃσι περὶ νέκυν. Ἀλλά μιν Ἄλκων
υἱὸς ἀρηιθόοιο Μεγακλέος ἔγχεϊ τύψε
πὰρ γόνυ δεξιτερόν, περὶ δὲ κνημῖδα φαεινὴν
ἔβλυσεν αἷμα κελαινόν. Ὃ δʼ ἕλκεος οὐκ ἀλέγιζεν,
ἀλλʼ ἄφαρ οὐτήσαντι κακὸν γένεθʼ, οὕνεκʼ ἄρʼ αὐτὸν
ἱέμενον πολέμοιο διʼ ἀσπίδος οὔτασε δουρί,
ὦσε δέ μιν μεγάλῃ τε βίῃ καὶ κάρτεϊ χειρὸς
ὕπτιον ἐς γαῖαν. Κανάχησε δέ οἱ πέρι τεύχη
βλημένου ἐν κονίῃσι, περὶ μελέεσσι δὲ θώρηξ
δεύετο φοινήεντι λύθρῳ. Ὃ δὲ λοίγιον ἔγχος
ἐκ χροὸς ἐξείρυσσε καὶ ἀσπίδος, ἕσπετο δʼ αἰχμῇ
θυμὸς ἀπὸ μελέων, ἔλιπεν δέ μιν ἄμβροτος αἰών.
Τοῦ δʼ ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς,
οὐδʼ ἀπέληγε μόθοιο δυσηχέος. Ὣς δὲ καὶ ἄλλοι
πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφʼ Ἀχιλῆα
προφρονέως ἐμάχοντο, πολὺν δʼ ὑπὸ χείρεσι λαὸν
ἐσσυμένως ἐδάιζον ἐϋξέστῃς μελίῃσιν.
Εὖτʼ ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται
λάβρον ἐπιβρίσαντες ἐπʼ ἄλσεα ὑλήεντα
ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι·
ὣς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι.
Μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,
ἐκπάγλως δʼ Αἴαντι δαΐφρονι· τοὔνεκʼ ἄρʼ ἔμπης
Τρῶας ἄδην ἐδάιζε κακῇ ἐναλίγκιος Αἴσῃ.
Τῷ δʼ ἐπὶ τόξʼ ἐτίταινε Πάρις· τὸν δʼ αἶψα νοήσας
κάββαλε χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν
ἀμφίφαλον κυνέην ὀλοὸς λίθος, ἀμφὶ δέ μιν νὺξ
μάρψεν. Ὃ δʼ ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ
ἤρκεσαν ἱεμένῳ· ἐκέχυντο γὰρ ἄλλυδις ἄλλοι
ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη·
τόξον δʼ ἔκφυγε χεῖρε. Φίλοι δέ μιν ἁρπάξαντες
ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ
βαιὸν ἔτʼ ἐμπνείοντα καὶ ἀργαλέον στενάχοντα·
οὐδὲ μὲν ἔντεʼ ἄνακτος ἑκὰς λίπον, ἀλλὰ καὶ αὐτὰ
ἐκ πεδίοιο κόμισσαν ἑῷ βασιλῆι φέροντες.
Τῷ δʼ Αἴας ἐπὶ μακρὸν ἀύτεεν ἀσχαλόων κῆρ·
«Ὦ κύον, ὡς θανάτοιο βαρὺ σθένος ἐξυπάλυξας
σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ
ἤ τινος Ἀργείων ὑπὸ χείρεσιν ἢ ἐμεῦ αὐτοῦ.
Νῦν δʼ ἐμοὶ ἄλλα μέμηλε περὶ φρεσίν, ὡς Ἀχιλῆος
ἐκ φόνου ἀργαλέοιο νέκυν Δαναοῖσι σαώσω.»
Ὣς εἰπὼν δηίοισι κακὰς ἐπὶ Κῆρας ἴαλλεν,
οἵ ῥʼ ἔτι δηριόωντο νέκυν πέρι Πηλείωνος.
Οἳ δέ οἱ ὡς ἄθρησαν ὑπὸ σθεναρῇσι χέρεσσι
πολλοὺς ἐκπνείοντας, ὑπέτρεσαν οὐδʼ ἔτʼ ἔμιμνον,
οὐτιδανοῖς γύπεσσιν ἐοικότες, οὕς τε φοβήσῃ
αἰετὸς οἰωνῶν προφερέστατος, εὖτʼ ἐν ὄρεσσι
πώεα δαρδάπτουσι λύκοις ὑποδηῳθέντα·
ὣς τοὺς ἄλλυδις ἄλλον ἀπεσκέδασε θρασὺς Αἴας
χερμαδίοισι θοοῖσι καὶ ἄορι καὶ μένεϊ ᾧ.
Οἳ δὲ μέγα τρομέοντες ἀπὸ πτολέμοιο φέβοντο
πανσυδίῃ, ψήρεσσιν ἐοικότες, οὕς τε δαΐζων
κίρκος ἐπισσεύει, τοὶ δʼ ἰλαδὸν ἄλλος ἐπʼ ἄλλῳ
ταρφέες ἀΐσσουσιν ἀλευόμενοι μέγα πῆμα·
ὣς οἵ γʼ ἐκ πολέμοιο ποτὶ Πριάμοιο πόληα
φεῦγον ὀιζυρῶς ἐπιειμένοι ἀκλέα φύζαν,
Αἴαντος μεγάλοιο περιτρομέοντες ὁμοκλήν,
ὅς ῥʼ ἕπετʼ ἀνδρομέῳ πεπαλαγμένος αἵματι χεῖρας.
Καί νύ κε δὴ μάλα πάντας ἐπασσυτέρους ἀπόλεσσεν,
εἰ μὴ πεπταμένῃσι πύλῃς ἐσέχυντο πόληα
βαιὸν ἀναπνείοντες, ἐπεὶ φόβος ἦτορ ἵκανε.
Τοὺς δʼ ἔλσας ἀνὰ ἄστυ, νομεὺς ὣς αἰόλα μῆλα,
ἤιεν ἐς πεδίον, χθόνα δʼ οὐ ποσὶ μάρπτεν ἑοῖσιν
ἐμβαίνων τεύχεσσι καὶ αἵματι καὶ κταμένοισι·
κεῖτο γὰρ εὐρὺς ὅμιλος ἀπειρεσίῃ ἐπὶ γαίῃ
ἄχρις ἐφʼ Ἑλλήσποντον ἀπʼ εὐρυχόροιο πόληος
αἰζηῶν κταμένων ὁπόσους λάχε Δαίμονος Αἶσα.
Ὡς δʼ ὅτε λήιον αὖον ὑπʼ ἀμητῆρσι πέσῃσι
πυκνὸν ἐόν, τὰ δὲ πολλὰ κατʼ αὐτόθι δράγματα κεῖται
βριθόμενα σταχύεσσι, γέγηθε δὲ θυμὸς ἐπʼ ἔργῳ
ἀνέρος εἰσορόωντος, ὅ τις κλυτὸν οὖδας ἔχῃσιν·
ὣς οἵ γʼ ἀμφοτέρωθε κακῷ δμηθέντες ὀλέθρῳ
κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο
πρηνέες. Οὐδέ τι Τρῶας Ἀχαιῶν φέρτατοι υἷες
σύλεον ἐν κονίῃσι καὶ αἵματι δῃωθέντας,
πρὶν Πηλήιον υἷα πυρῇ δόμεν, ὅ σφιν ὄνειαρ
ἔπλετʼ ἐνὶ πτολέμοισιν ἑῷ μέγα κάρτεϊ θύων.
Τοὔνεκά μιν βασιλῆες ἀπὸ πτολέμου ἐρύσαντες
ἀμφὶ νέκυν φορέεσκον ἀπείριτον. Εὖτε φέροντες
κάτθεσαν ἐν κλισίῃσι νεῶν προπάροιθε θοάων,
ἀμφὶ δέ μιν μάλα πάντες ἀγειρόμενοι στενάχοντο
ἀχνύμενοι κατὰ θυμόν, —ὃ γὰρ πέλε κάρτος Ἀχαιῶν—,
δὴ τότʼ ἐνὶ κλισίῃσι λελασμένος ἐγχειάων
κεῖτο βαρυγδούποιο παρʼ ᾐόσιν Ἑλλησπόντου·
οἷος ὑπερφίαλος Τιτυὸς πέσεν, ὁππότε Λητὼ
ἐρχομένην Πυθὼ δὲ βιάζετο, καί ἑ χολωθεὶς
ἀκάματόν περ ἐόντα θοῶς ὑπεδάμνατʼ Ἀπόλλων
λαιψηροῖς βελέεσσιν, ὃ δʼ ἀργαλέῳ ἐνὶ λύθρῳ
πουλυπέλεθρος ἔκειτο κατὰ χθονὸς εὐρυπέδοιο
μητρὸς ἑῆς, ἣ δʼ υἷα περιστονάχησε πεσόντα
ἐχθόμενον μακάρεσσι, γέλασσε δὲ πότνια Λητώ·
τοῖος ἄρʼ Αἰακίδης δηίων ἐπικάππεσε γαίῃ,
χάρμα φέρων Τρώεσσι, γόον δʼ ἀλίαστον Ἀχαιοῖς. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
λαῶν μυρομένων, περὶ δʼ ἔβρεμε βένθεα πόντου.
Θυμὸς δʼ αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον
ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι.
Μνησάμενοι δʼ ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων,
τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτων τε γυναικῶν,
αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι
νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας,
μᾶλλον ἀνεστενάχοντο· γόου δʼ ἔρος ἔμπεσε θυμῷ
κλαῖόν τʼ αὖτʼ ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείαις,
πρηνέες ἐκχύμενοι μεγάλῳ παρὰ Πηλείωνι,
χαίτας ἐκ κεφαλῆς προθελύμνους δηιόωντες·
χευάμενοι δʼ ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα.
Οἵη δʼ ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων
οἰμωγὴ πέλεται, ὅτε δήιοι ἐμμεμαῶτες
καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς
πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται·
τοίη καὶ παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετʼ ἀϋτή,
οὕνεκʼ ἀοσσητὴρ Δαναῶν, πάις Αἰακίδαο,
κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις,
οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη
Τρώων ἐν πεδίῳ πολυαχθέι κάββαλε πέτρῃ.
Μυρμιδόνες δʼ ἄλληκτον ἀνεστενάχοντʼ Ἀχιλῆα
εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος,
ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος·
οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδʼ ὀλοόφρων,
ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντʼ ἐκέκαστο.
Αἴας δʼ ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει,
πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα,
βλήμενον ἐκ θεόφιν· θνητῶν γε μὲν οὔ τινι βλητὸς
ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο.
Τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας,
ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος
ἐσφοιτῶν, ὁτὲ δʼ αὖτε παρὰ ψαμάθοισι θαλάσσης
ἐκχύμενος μάλα πουλύς, ἔπος δʼ ὀλοφύρατο τοῖον·
«Ὦ Ἀχιλεῦ, μέγα ἕρκος ἐυσθενέων Ἀργείων,
κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο
ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ,
τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν·
οὐ γάρ τις, πίσυνός γε σάκος μέγα νωμήσασθαι
ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα
εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι
καὶ χαλκὸν δηίοισι περὶ στέρνοισι δαΐξαι,
ἰοῖσίν γʼ ἀπάνευθεν ἐπεσσύμενος πολεμίζει·
εἰ γάρ σευ κατέναντα τότʼ ἤλυθεν ὅς σʼ ἔβαλέν περ,
οὐκ ἂν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν.
Ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντα τελέσσαι,
ἡμέων δʼ ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν·
ἤδη γὰρ Τρώεσσι κατʼ Ἀργείων τάχα νίκην
νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα.
Ὢ πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεὺς
ὀχθήσει μέγα πένθος ἀτερπέι γήραϊ κύρσας.
Αὐτή κεν φήμη μιν ἀπορραίσει τάχα θυμόν·
ὧδε δέ οἱ καὶ ἄμεινον ὀϊζύος αἶψα λαθέσθαι.
Εἰ δέ κεν οὐ φθίσει ἑ κακὴ περὶ υἱέος ὄσσα,
ἆ δειλός, χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει
αἰὲν ἐπʼ ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι,
Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν·
ἀλλʼ οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν.»
Ὣς ὃ μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα.
Φοῖνιξ δʼ αὖθʼ ὁ γεραιὸς ἀάσπετα κωκύεσκεν
ἀμφιχυθεὶς δέμας ἠῢ θρασύφρονος Αἰακίδαο,
καί ῥʼ ὀλοφυδνὸν ἄυσε μέγʼ ἀχνύμενος πινυτὸν κῆρ·
«Ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἄχος αἰὲν ἄφυκτον
κάλλιπες. Ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον. Οὐ γὰρ ἔμοιγε
ἄλλο χερειότερόν ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
οὐδʼ ὅτε πατρίδʼ ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας
φεύγων ἐς Πηλῆα διʼ Ἑλλάδος, ὅς μʼ ὑπέδεκτο
καί μοι δῶρα πόρεν, Δολόπεσσι δʼ ἔθηκεν ἀνάσσειν,
καὶ σέ γʼ ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον
κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε
νηπίαχον κομέειν, ὡς εἰ φίλον υἷα γεγῶτα·
τῷ πιθόμην· σὺ δʼ ἐμοῖσι περὶ στέρνοισι γεγηθὼς
πολλάκι παππάζεσκες ἔτʼ ἄκριτα χείλεσι βάζων,
καί μευ νηπιέῃσιν ὑπʼ ἐννεσίῃσι δίηνας
στήθεά τʼ ἠδὲ χιτῶνας· ἔχον δέ σε χερσὶν ἐμῇσι
πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει
θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ.
Καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα·
νῦν δὲ δὴ οἴχῃ ἄιστος ὑπὸ ζόφον· ἀμφὶ δʼ ἐμὸν κῆρ
ἄχνυτʼ ὀιζυρῶς, ἐπεὶ ἦ νύ με πένθος ἰάπτει
λευγαλέον· τό νύ μʼ εἴθε καταφθίσειε γοῶντα
πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀΐω
κωκύσειν ἀλίαστον, ὅτʼ ἀμφί ἑ φῆμις ἵκηται.
Οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος,
πατρί τε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος
ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν
δυσόμεθʼ ἐσσυμένως· καί κεν πολὺ λώιον εἴη
ἢ ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο.»
Ἦ ῥʼ ὁ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων.
Πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων·
ᾤμωξεν δʼ ὀδύνῃσι μέγʼ αἰθόμενος κέαρ ἔνδον·
«Ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων,
ὤλεο καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν·
ῥηίτεροι δʼ ἄρα σεῖο καταφθιμένου πελόμεσθα
δυσμενέσιν. Σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας,
οἵ σε πάρος φοβέοντο, λέονθʼ ὣς αἰόλα μῆλα·
νῦν δʼ ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται.
Ζεῦ πάτερ, ἦ ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι
θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος
ἄστυ διαπραθέειν, νῦν δʼ οὐ τελέεις ὅσʼ ὑπέστης,
ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας· οὐ γὰρ ὀΐω
εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος.»
Ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα·
τοῖς δʼ ἄρʼ ἐπεβρόμεον νῆες παρὰ μυρομένοισιν,
ἠχὴ δʼ ἄσπετος ὦρτο διʼ αἰθέρος ἀκαμάτοιο.
Ὡς δʼ ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο
ὀρνύμενʼ ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται
σμερδαλέον, πάντῃ δὲ προσαγνυμένης ἁλὸς αἰεὶ
ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιον βοόωσι·
τοῖος ἄρʼ ἀμφὶ νέκυν Δαναῶν στόνος αἰνὸς ὀρώρει
μυρομένων ἄλληκτον ἀταρβέα Πηλείωνα.
Καί σφιν ὀδυρομένοισι τάχʼ ἤλυθε κυανέη νύξ,
εἰ μὴ ἄρʼ Ἀτρείδην προσεφώνεε Νηλέος υἱὸς
Νέστωρ, ὅς ῥά τʼ ἔχεσκεν ἐνὶ φρεσὶ μυρίον ἄλγος
μνησάμενος σφοῦ παιδὸς ἐύφρονος Ἀντιλόχοιο·
«Ἀργείων σκηπτοῦχε, μέγα κρατέων Ἀγάμεμνον,
νῦν μὲν ἀποσχώμεσθα δυσηχέος αἶψα γόοιο
σήμερον· οὐ γὰρ ἔτʼ αὖτις ἐρωήσει τις Ἀχαιοὺς
κλαυθμοῦ ἄδην κορέσασθαι ἐπʼ ἤματα πολλὰ γοῶντας.
Ἀλλʼ ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο
λούσαντες λεχέεσσʼ ἐνιθείομεν· οὐ γὰρ ἔοικεν
αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας.»
Καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός.
Αὐτὰρ ὃ οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν
ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας
θερμῆναι λοῦσαί τε νέκυν περί θʼ εἵματα ἕσσαι
καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ
ἐς Τροίην ἀνιόντι. Θοῶς δʼ ἐπίθησαν ἄνακτι·
ἐνδυκέως δʼ ἄρα πάντα πονησάμενοι κατὰ κόσμον
κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα.
Τὸν δʼ ἐσιδοῦσʼ ἐλέησε περίφρων Τριτογένεια·
στάζε δʼ ἄρʼ ἀμβροσίην κατὰ κράατος, ἥν ῥά τέ φασι
δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων·
θῆκε δʼ ἄρʼ ἑρσήεντα καὶ εἴκελον ἀμπνείοντι·
σμερδαλέον δʼ ἄρα τεῦξεν ἐπισκύνιον περὶ νεκρῷ,
οἷόν τʼ ἀμφʼ ἑτάροιο δαϊκταμένου Πατρόκλοιο
χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου·
βριθύτερον δʼ ἄρα θῆκε δέμας καὶ ἄρειον ἰδέσθαι.
Ἀργείους δʼ ἕλε θάμβος ὁμιλαδὸν ἀθρήσαντας
Πηλείδην ζώοντι πανείκελον, ὅς ῥʼ ἐπὶ λέκτροις
ἐκχύμενος μάλα πουλὺς ἄδην εὕδοντι ἐῴκει.
Ἀμφὶ δέ μιν μογεραὶ ληίτιδες, ἅς ῥά ποτʼ αὐτὸς
Λέσβον τε ζαθέην Κιλίκων τʼ αἰπὺ πτολίεθρον
Θήβην Ἠετίωνος ἑλὼν ληίσσατο κούρας,
ἱστάμεναι γοάασκον ἀμύσσουσαι χρόα καλόν,
στήθεά τʼ ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν
ἐκ θυμοῦ στενάχεσκον ἐΰφρονα Πηλείωνα·
τὰς γὰρ δὴ τίεσκε καὶ ἐκ δηίων περ ἐούσας.
Πασάων δʼ ἔκπαγλον ἀκηχεμένη κέαρ ἔνδον
Βρισηὶς παράκοιτις ἐυπτολέμου Ἀχιλῆος
ἀμφὶ νέκυν στρωφᾶτο καὶ ἀμφοτέρῃς παλάμῃσι
δρυπτομένη χρόα καλὸν ἀύτεεν· ἐκ δʼ ἁπαλοῖο
στήθεος αἱματόεσσαι ἀνὰ σμώδιγγες ἄερθεν
θεινομένης· φαίης κεν ἐπὶ γλάγος αἷμα χέασθαι
φοίνιον. Ἀγλαΐη δὲ καὶ ἀχνυμένης ἀλεγεινῶς
ἱμερόεν μάρμαιρε, χάρις δέ οἱ ἄμπεχεν εἶδος.
Τοῖον δʼ ἔκφατο μῦθον ὀϊζυρὸν γοόωσα·
«Ὤ μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα·
οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλό τι πῆμα,
οὔτε κασιγνήτων οὔτʼ εὐρυχόρου περὶ πάτρης,
ὅσσον σεῖο θανόντος· ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ
καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν
ἐλπωρή τʼ ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης
πάσης τʼ ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων
ἔπλεο· πάντα γὰρ οἶος ἔης δμωῇ περ ἐούσῃ,
καί ῥά με θῆκας ἄκοιτιν ἑλὼν ἄπο δούλια ἔργα.
Νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος
Σπάρτην εἰς ἐρίβωλον ἢ ἐς πολυδίψιον Ἄργος·
καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομʼ ἀνίας
σεῦ ἀπονοσφισθεῖσα δυσάμμορος. Ὡς ὄφελόν με
γαῖα χυτὴ ἐκάλυψε πάρος σέο πότμον ἰδέσθαι.»
Ὣς ἣ μὲν δμηθέντʼ ὀλοφύρετο Πηλείωνα
δμωῇς σὺν μογερῇσι καὶ ἀχνυμένοισιν Ἀχαιοῖς
μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα· τῆς δʼ ἀλεγεινὸν
οὔ ποτε τέρσετο δάκρυ, κατείβετο δʼ ἄχρις ἐπʼ οὖδας
ἐκ βλεφάρων, ὡς εἴ τε μέλαν κατὰ πίδακος ὕδωρ
πετραίης, ἧς πουλὺς ὑπὲρ παγετός τε χιών τε
ἐκκέχυται στυφελοῖο κατʼ οὔδεος, ἀμφὶ δὲ πάχνη
τήκεθʼ ὁμῶς Εὔρῳ τε καὶ ἠελίοιο βολῇσι.
Καὶ τότε δή ῥʼ ἐσάκουσαν ὀρινομένοιο γόοιο
θυγατέρες Νηρῆος ὅσαι μέγα βένθος ἔχουσι·
πάσῃσιν δʼ ἀλεγεινὸν ὑπὸ κραδίην πέσεν ἄλγος·
οἰκτρὸν δὲ στονάχησαν, ἐπίαχε δʼ Ἑλλήσποντος.
Ἀμφὶ δὲ κυανέοισι καλυψάμεναι χρόα πέπλοις
ἐσσυμένως οἴμησαν, ὅπῃ στόλος ἐπλετʼ Ἀχαιῶν,
πανσυδίῃ πολιοῖο διʼ οἴδματος, ἀμφὶ δʼ ἄρά σφι
νισομένῃσι θάλασσα διίστατο· ταὶ δʼ ἐφέροντο
κλαγγηδόν, κραιπνῇσιν ἐειδόμεναι γεράνοισιν
ὀσσομένῃς μέγα χεῖμα· περιστενάχοντο δὲ λυγρὸν
κήτεα μυρομένῃσιν. Ἔσαν δʼ ἄφαρ ἧχι νέοντο
παῖδα κασιγνήτης κρατερόφρονα κωκύουσαι
ἐκπάγλως. Μοῦσαι δὲ θοῶς Ἑλικῶνα λιποῦσαι
ἤλυθον ἄλγος ἄλαστον ἐνὶ στέρνοισιν ἔχουσαι,
ἀρνύμεναι τιμὴν ἑλικώπιδι Νηρηίνῃ.
Ζεὺς δὲ μέγʼ Ἀργείοισι καὶ ἄτρομον ἔμβαλε θάρσος,
ὄφρα μὴ ἐσθλὸν ὅμιλον ὑποδδείσωσι θεάων
ἀμφαδὸν ἀθρήσαντες ἀνὰ στρατόν. Αἳ δʼ Ἀχιλῆος
ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι
πᾶσαι ὁμῶς· ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου,
δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο
δάκρυσι· καὶ μέγα λαοὶ ἀνέστενον, ἀμφὶ δὲ λαῶν
μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα
καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει.
Μήτηρ δʼ ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος
παιδὸς ἑοῦ καὶ τοῖον ἔπος φάτο δάκρυ χέουσα·
«Γηθείτω ῥοδόπεπλος ἀνʼ οὐρανὸν Ἠριγένεια,
γηθείτω φρεσὶν ᾗσι μεθεὶς χόλον Ἀστεροπαίου
Ἀξιὸς εὐρυρέεθρος ἰδὲ Πριάμοιο γενέθλη.
Αὐτὰρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφὶ δὲ ποσσὶ
κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα,
οὕνεκά μʼ οὐκ ἐθέλουσαν ὑπʼ ἀνέρι δῶκε δαμῆναι,
ἀνέρι ὃν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρφε
Κῆρές τʼ ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι.
Ἀλλά μοι οὐ κείνοιο μέλει τόσον ὡς Ἀχιλῆος,
ὅν μοι Ζεὺς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν
ἴφθιμον θήσειν, ἐπεὶ οὔ τί μοι ἥνδανεν εὐνή,
ἀλλʼ ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δʼ ὕδωρ,
ἄλλοτε δʼ οἰωνῷ ἐναλίγκιος ἢ πυρὸς ὁρμῇ·
οὐδέ με θνητὸς ἀνὴρ δύνατο λεχέεσσι δαμάσσαι
γινομένην ὅσα γαῖα καὶ οὐρανὸς ἐντὸς ἐέργει,
μέσφʼ ὅτε μοι κατένευσεν Ὀλύμπιος υἱέα δῖον
ἔκπαγλον θήσειν καὶ ἀρήιον. Ἀλλὰ τὸ μέν που
ἀτρεκέως ἐτέλεσσεν· ὃ γὰρ πέλε φέρτατος ἀνδρῶν·
ἀλλά μιν ὠκύμορον ποιήσατο καί μʼ ἀπάφησε.
Τοὔνεκʼ ἐς οὐρανὸν εἶμι· Διὸς δʼ ἐς δώματʼ ἰοῦσα
κωκύσω φίλον υἷα, καὶ ὁππόσα πρόσθʼ ἐμόγησα
ἀμφʼ αὐτῷ καὶ παισὶν ἀεικέα τειρομένοισι,
μνήσω ἀκηχεμένη, ἵνα οἱ σὺν θυμὸν ὀρίνω.»
Ὣς ἔφατʼ αἰνὰ γοῶσʼ ἁλίη Θέτις· ἣ δέ οἱ αὐτὴ
Καλλιόπη φάτο μῦθον ἀρηρεμένη φρεσὶ θυμόν·
«Ἴσχεο κωκυτοῖο, θεὰ Θέτι, μηδʼ ἀλύουσα
εἵνεκα παιδὸς ἑοῖο θεῶν μεδέοντι καὶ ἀνδρῶν
σκύζεο. Καὶ γὰρ Ζηνὸς ἐριβρεμέταο ἄνακτος
υἷες ὁμῶς ἀπόλοντο κακῇ περὶ Κηρὶ δαμέντες.
Κάτθανε δʼ υἱὸς ἐμεῖο καὶ αὐτῆς ἀθανάτοιο
Ὀρφεύς, οὗ μολπῇσιν ἐφέσπετο πᾶσα μὲν ὕλη,
πᾶσα δʼ ἄρʼ ὀκριόεσσα πέτρη ποταμῶν τε ῥέεθρα
πνοιαί τε λιγέων ἀνέμων ἀμέγαρτον ἀέντων
οἰωνοί τε θοῇσι διεσσύμενοι πτερύγεσσιν·
ἀλλʼ ἔτλην μέγα πένθος, ἐπεὶ θεὸν οὔ τι ἔοικε
πένθεσι λευγαλέοισι καὶ ἄλγεσι θυμὸν ἀχεύειν.
Τῶ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ·
καὶ γάρ οἱ κλέος αἰὲν ἐπιχθονίοισιν ἀοιδοὶ
καὶ μένος ἀείσουσιν ἐμῇ ἰότητι καὶ ἄλλων
Πιερίδων. Σὺ δὲ μή τι κελαινῷ πένθεϊ θυμὸν
δάμνασο θηλυτέρῃσιν ἴσον γοόωσα γυναιξίν.
Ἦ οὐκ ἀΐεις ὅτι πάντας ὅσοι χθονὶ ναιετάουσιν
ἀνθρώπους ὀλοὴ περιπέπταται ἄσχετος Αἶσα
οὐδὲ θεῶν ἀλέγουσα, τόσον σθένος ἔλλαχε μούνη;
Ἣ καὶ νῦν Πριάμοιο πολυχρύσοιο πόληα
ἐκπέρσει Τρώων τε καὶ Ἀργείων ὀλέσασα
ἀνέρας, ὅν κʼ ἐθέλῃσι· θεῶν δʼ οὔ τίς μιν ἐρύξει.»
Ὣς φάτο Καλλιόπη πινυτὰ φρεσὶ μητιόωσα.
Ἠέλιος δʼ ἀπόρουσεν ἐς Ὠκεανοῖο ῥέεθρα,
ὦρτο δὲ Νὺξ μεγάλοιο κατʼ ἠέρος ὀρφνήεσσα,
ἥ τε καὶ ἀχνυμένοισι πέλει θνητοῖσιν ὄνειαρ.
Αὐτοῦ δʼ ἐν ψαμάθοισιν Ἀχαιῶν ἔδραθον υἷες
ἰλαδὸν ἀμφὶ νέκυν μεγάλῃ βεβαρηότες ἄτῃ.
Ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θοὴν Θέτιν· ἄγχι δὲ παιδὸς
ἧστο σὺν ἀθανάτῃς Νηρηίσιν· ἀμφὶ δὲ Μοῦσαι
ἀχνυμένην ἀνὰ θυμὸν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
πολλὰ παρηγορέεσκον, ὅπως λελάθοιτο γόοιο.
Ἀλλʼ ὅτε καγχαλόωσα διʼ αἰθέρος ἤλυθεν Ἠὼς
λαμπρότατον τότε πᾶσι φάος Τρώεσσι φέρουσα
καὶ Πριάμῳ, Δαναοὶ δὲ μέγʼ ἀχνύμενοι Ἀχιλῆα
κλαῖον ἐπʼ ἤματα πολλά· περιστενάχοντο δὲ μακραὶ
ἠιόνες πόντοιο, μέγας δʼ ὀλοφύρετο Νηρεὺς
ἦρα φέρων κούρῃ Νηρηίδι, σὺν δέ οἱ ἄλλοι
εἰνάλιοι μύροντο θεοὶ φθιμένου Ἀχιλῆος.
Καὶ τότε δὴ μεγάλοιο νέκυν Πηληιάδαο
Ἀργεῖοι πυρὶ δῶκαν ἀάσπετα νηήσαντες
δοῦρα τά οἱ φορέοντες ἀπʼ οὔρεος Ἰδαίοιο
πάντες ὁμῶς ἐμόγησαν, ἐπεί σφεας ὀτρύνοντες
Ἀτρεῖδαι προέηκαν ἀπείριτον οἰσέμεν ὕλην,
ὄφρα θοῶς καίοιτο νέκυς κταμένου Ἀχιλῆος.
Ἀμφὶ δὲ τεύχεα πολλὰ πυρῇ περινηήσαντο
αἰζηῶν κταμένων, πολλοὺς δʼ ἐφύπερθε βάλοντο
Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας
ἵππους τε χρεμέθοντας ἐυσθενέας θʼ ἅμα ταύρους,
σὺν δʼ ὄιάς τε σύας τʼ ἔβαλον βρίθοντας ἀλοιφῇ·
φάρεα δʼ ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι
δμῳάδες καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,
χρυσόν τʼ ἤλεκτρόν τʼ ἐπενήνεον. Ἀμφὶ δὲ χαίτας
Μυρμιδόνες κείραντο, νέκυν δʼ ἐκάλυψαν ἄνακτος·
καὶ δʼ αὐτὴ Βρισηὶς ἀκηχεμένη περὶ νεκρῷ
κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι.
Πολλοὺς δʼ ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,
ἄλλους δʼ ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου
ἡδέος οὗ μέθυ λαρὸν ὀδώδει νέκταρι ἶσον·
ἄλλα δὲ πολλὰ βάλοντο θυώδεα θαῦμα βροτοῖσιν
ὅσσα χθὼν φέρει ἐσθλὰ καὶ ὁππόσα δῖα θάλασσα.
Ἀλλʼ ὅτε δὴ περὶ πάγχυ πυρὴν διεκοσμήσαντο,
πεζοὶ ἅμʼ ἱππήεσσι σὺν ἔντεσιν ἐρρώσαντο
ἀμφὶ πυρὴν πολύδακρυν. Ὃ δʼ ἔκποθεν Οὐλύμποιο
Ζεὺς ψεκάδας κατέχευεν ὑπὲρ νέκυν Αἰακίδαο
ἀμβροσίης, δίῃ τε φέρων Νηρηίδι τιμὴν
Ἑρμείην προέηκεν ἐς Αἴολον, ὄφρα καλέσσῃ
λαιψηρῶν Ἀνέμων ἱερὸν μένος· ἦ γὰρ ἔμελλε
καίεσθʼ Αἰακίδαο νέκυς. Τοῦ δʼ αἶψα μολόντος
Αἴολος οὐκ ἀπίθησε· καλεσσάμενος δʼ ἀλεγεινὸν
καρπαλίμως Βορέην Ζεφύροιό τε λάβρον ἀήτην
ἐς Τροίην προέηκε θοῇ θύοντας ἀέλλῃ.
Οἳ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι
ῥιπῇ ἀπειρεσίῃ· περὶ δʼ ἴαχεν ἐσσυμένοισι
πόντος ὁμοῦ καὶ γαῖα, περικλονέοντο δʼ ὕπερθε
πάντα νέφη μεγάλοιο διʼ ἠέρος ἀΐσσοντα.
Οἳ δὲ Διὸς βουλῇσι δαϊκταμένου Ἀχιλῆος
αἶψα πυρῇ ἐνόρουσαν ἀολλέες· ὦρτο δʼ ἀϋτμὴ
Ἡφαίστου μαλεροῖο, γόος δʼ ἀλίαστος ὀρώρει
Μυρμιδόνων. Ἄνεμοι δὲ καὶ ἐσσύμενοί περ ἀέλλῃ
πᾶν ἦμαρ καὶ νύκτα νέκυν περιποιπνύοντες
καῖον ἐυπνείοντες ὁμῶς· ἀνὰ δʼ ἔγρετο πουλὺς
καπνὸς ἐς ἠέρα δῖαν, ἐπέστενε δʼ ἄσπετος ὕλη
δαμναμένη πυρὶ πᾶσα, μέλαινα δὲ γίνετο τέφρη.
Οἳ δὲ μέγʼ ἐκτελέσαντες ἀτειρέες ἔργον Ἀῆται
εἰς ἑὸν ἄντρον ἕκαστος ὁμοῦ νεφέεσσι φέροντο.
Μυρμιδόνες δʼ, ὅτʼ ἄνακτα πελώριον ὕστατον ἄλλων
ἤνυσε πῦρ ἀΐδηλον ἀποκταμένων περὶ νεκρῷ
ἵππων τʼ αἰζηῶν τε καὶ ἄλλʼ ὅσα δάκρυ χέοντες
ὄβριμον ἀμφὶ νέκυν κειμήλια θῆκαν Ἀχαιοί,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτοῦ
φαίνετʼ ἀριφραδέως, ἐπεὶ οὐχ ἑτέροισιν ὁμοῖα
ἦν, ἀλλʼ οἷα Γίγαντος ἀτειρέος, οὐδὲ μὲν ἄλλα
σὺν κείνοις ἐμέμικτʼ, ἐπεὶ ἦ βόες ἠδὲ καὶ ἵπποι
καὶ παῖδες Τρώων μίγδα κταμένοισι καὶ ἄλλοις
βαιὸν ἄπωθε κέοντο περὶ νέκυν, ὃς δʼ ἐνὶ μέσσοις
ῥιπῇ ὑφʼ Ἡφαίστου δεδμημένος οἶος ἔκειτο.
Τοῦ δὲ καὶ ὀστέα πάντα περιστενάχοντες ἑταῖροι
ἄλλεγον ἐς χηλὸν πολυχανδέα τε βριαρήν τε,
ἀργυρέην, χρυσῷ δὲ διαυγέι πᾶσʼ ἐκέκαστο.
Καὶ τὰ μὲν ἀμβροσίῃ καὶ ἀλείφασι πάγχυ δίηναν
κοῦραι Νηρῆος μέγʼ Ἀχιλλέα κυδαίνουσαι,
ἐς δὲ βοῶν δημὸν θέσαν ἀθρόα ταρχύσασθαι
σὺν μέλιτι λιαρῷ· μήτηρ δέ οἱ ἀμφιφορῆα
ὤπασε, τόν ῥα πάροιθε Διώνυσος πόρε δῶρον,
Ἡφαίστου κλυτὸν ἔργον ἐύφρονος, ᾧ ἔνι θῆκαν
ὀστέʼ Ἀχιλλῆος μεγαλήτορος. Ἀμφὶ δὲ τύμβον
Ἀργεῖοι καὶ σῆμα πελώριον ἀμφεβάλοντο
ἀκτῇ ἐπʼ ἀκροτάτῃ παρὰ βένθεσιν Ἑλλησπόντου
Μυρμιδόνων βασιλῆα θρασὺν περικωκύοντες.
Οὐδὲ μὲν ἄμβροτοι ἵπποι ἀταρβέος Αἰακίδαο
μίμνον ἀδάκρυτοι παρὰ νήεσιν, ἀλλὰ καὶ αὐτοὶ
μύροντο σφετέροιο δαϊκταμένου βασιλῆος·
οὐδʼ ἔθελον μογεροῖσιν ἔτʼ ἀνδράσιν οὐδὲ μὲν ἵπποις
μίσγεσθʼ Ἀργείων ὀλοὸν περὶ πένθος ἔχοντες,
ἀλλʼ ὑπὲρ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
ἀνθρώπων ἀπάτερθεν ὀιζυρῶν φορέεσθαι,
ἧχί σφεας τὸ πάροιθεν ἐγείνατο δῖα Ποδάργη
ἄμφω ἀελλόποδας Ζεφύρῳ κελάδοντι μιγεῖσα.
Καί νύ κεν αἶψʼ ἐτέλεσσαν ὅσά σφισι μήδετο θυμός,
εἰ μή σφεας κατέρυξε θεῶν νόος, ὄφρʼ Ἀχιλῆος
ἔλθοι ἀπὸ Σκύροιο θοὸς πάις, ὅν ῥα καὶ αὐτοὶ
δεχνῦνθʼ, ὁππόθʼ ἵκοιτο ποτὶ στρατόν, οὕνεκʼ ἄρά σφι
θέσφατα γεινομένοισι Χάους ἱεροῖο θύγατρες
Μοῖραι ἐπεκλώσαντο καὶ ἀθανάτοις περ ἐοῦσι
πρῶτα Ποσειδάωνι δαμήμεναι, αὐτὰρ ἔπειτα
θαρσαλέῳ Πηλῆι καὶ ἀκαμάτῳ Ἀχιλῆι,
τέτρατον αὖτʼ ἐπὶ τοῖσι Νεοπτολέμῳ μεγαθύμῳ,
τὸν καὶ ἐς Ἠλύσιον πεδίον μετόπισθεν ἔμελλον
Ζηνὸς ὑπʼ ἐννεσίῃσι φέρειν μακάρων ἐπὶ γαῖαν.
Τοὔνεκα καὶ στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
μίμνον πὰρ νήεσσιν ἑὸν κατὰ θυμὸν ἄνακτα
τὸν μὲν ἀκηχέμενοι, τὸν δʼ αὖ ποθέοντες ἰδέσθαι.
Καὶ τότʼ ἐριγδούποιο λιπὼν ἁλὸς ὄβριμον οἶδμα
ἤλυθεν Ἐννοσίγαιος ἐπʼ ᾐόνας· οὐδέ μιν ἄνδρες
ἔδρακον, ἀλλὰ θεῇσι παρίστατο Νηρηίνῃς·
καί ῥα Θέτιν προσέειπεν ἔτʼ ἀχνυμένην Ἀχιλῆος·
«Ἴσχεο νῦν περὶ παιδὸς ἀπειρέσιον γοόωσα.
Οὐ γὰρ ὅ γε φθιμένοισι μετέσσεται, ἀλλὰ θεοῖσιν,
ὡς ἠῢς Διόνυσος ἰδὲ σθένος Ἡρακλῆος·
οὐ γάρ μιν μόρος αἰνὸς ὑπὸ ζόφον αἰὲν ἐρύξει
οὐδʼ Ἀΐδης, ἀλλʼ αἶψα καὶ ἐς Διὸς ἵξεται αὐγάς·
καί οἱ δῶρον ἔγωγε θεουδέα νῆσον ὀπάσσω
Εὔξεινον κατὰ πόντον, ὅπῃ θεὸς ἔσσεται αἰεὶ
σὸς πάις· ἀμφὶ δὲ φῦλα περικτιόνων μέγα λαῶν
κεῖνον κυδαίνοντα θυηπολίῃς ἐρατεινῇς
ἶσον ἐμοὶ τίσουσι. Σὺ δʼ ἴσχεο κωκύουσα
ἐσσυμένως καὶ μή τι χαλέπτεο πένθεϊ θυμόν.»
Ὣς εἰπὼν ἐπὶ πόντον ἀπήιεν εἴκελος αὔρῃ
παρφάμενος μύθοισι Θέτιν· τῆς δʼ ἐν φρεσὶ θυμὸς
βαιὸν ἀνέπνευσεν· τὰ δέ οἱ θεὸς ἐξετέλεσσεν.
Ἀργεῖοι δὲ γοῶντες ἀπήιον, ἧχι ἑκάστῳ
νῆες ἔσαν, τὰς ἦγον ἀφʼ Ἑλλάδος· αἳ δʼ Ἑλικῶνα
Πιερίδες νίσοντο, καὶ εἰς ἅλα Νηρηῖναι
δῦσαν ἀναστενάχουσαι ἐΰφρονα Πηλείωνα.
ΛΟΓΟΣ Δʹ
Οὐδὲ μὲν Ἱππολόχοιο δαΐφρονος ὄβριμον υἷα
Τρῶες ἀδάκρυτον δειλοὶ λίπον, ἀλλὰ καὶ αὐτοὶ
Δαρδανίης προπάροιθε πύλης ἐρικυδέα φῶτα
πυρκαϊῆς καθύπερθε βάλον. Τὸν δʼ αὐτὸς Ἀπόλλων
ἐκ πυρὸς αἰθομένοιο μάλʼ ἐσσυμένως ἀναείρας
δῶκε θοοῖς Ἀνέμοισι φέρειν Λυκίης σχεδὸν αἴης·
οἳ δέ μιν αἶψʼ ἀπένεικαν ὑπʼ ἄγκεα Τηλάνδροιο
χῶρον ἐς ἱμερόεντα, πέτρην δʼ ἐφύπερθε βάλοντο
ἄρρηκτον· Νύμφαι δὲ περίβλυσαν ἱερὸν ὕδωρ
ἀενάου ποταμοῖο τὸν εἰσέτι φῦλʼ ἀνθρώπων
Γλαῦκον ἐπικλείουσιν ἐΰρροον· ἀλλὰ τὰ μέν που
ἀθάνατοι τεύξαντο γέρας Λυκίων βασιλῆι.
Ἀργεῖοι δʼ ἐρίθυμον ἀνεστενάχοντʼ Ἀχιλῆα
νηυσὶ παρʼ ὠκυπόροισιν· ἔτειρε δὲ πάντας ἀνίη
λευγαλέη καὶ πένθος, ἐπεί ῥά μιν ὡς ἑὸν υἷα
δίζοντʼ, οὐδέ τις ἦεν ἀνὰ στρατὸν εὐρὺν ἄδακρυς.
Τρῶες δʼ αὖτʼ ἀλίαστον ἐγήθεον εἰσορόωντες
τοὺς μὲν ἀκηχεμένους, τὸν δʼ ἐν πυρὶ δῃωθέντα·
καί τις ἐπευχόμενος τοῖον ποτὶ μῦθον ἔειπε·
«Νῦν πάντεσσιν ἄελπτον ἀπʼ Οὐλύμποιο Κρονίων
ἡμῖν ὤπασε χάρμα λιλαιομένοισιν ἰδέσθαι
ἐν Τροίῃ Ἀχιλῆα δεδουπότα. Ἦ γὰρ ὀΐω
βλημένου ἀμπνεύσειν Τρώων ἐρικυδέα φῦλα
αἵματος ἐξ ὀλοοῖο καὶ ἀνδροφόνου ὑσμίνης.
Αἰεὶ γάρ οἱ χερσὶν ἐμαίνετο λοίγιον ἔγχος
λύθρῳ ὑπʼ ἀργαλέῳ πεπαλαγμένον· οὐδέ τις ἡμέων
κείνῳ ἐσάντα μολὼν ἔτʼ ἐσέδρακεν ἠριγένειαν.
Νῦν δʼ ὀΐω φεύξεσθαι Ἀχαιῶν ὄβριμα τέκνα
νηυσὶν ἐυπρώροισι δαϊκταμένου Ἀχιλῆος.
Ὡς ὄφελον μένος ἦεν ἔθʼ Ἕκτορος, ὄφρʼ ἅμα πάντας
Ἀργείους σφετέρῃσιν ἐνὶ κλισίῃσιν ὄλεσσεν.»
Ὣς ἄρʼ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς·
ἄλλος δʼ αὖθʼ ἑτέρωθε πύκα φρονέων φάτο μῦθον·
«Φῆσθα σὺ μὲν Δαναῶν ὀλοὸν στρατὸν ἔνδοθι νηῶν
πόντον ἐπʼ ἠερόεντα πεφυζότας αἶψα νέεσθαι·
ἀλλʼ οὐ μὰν δείσουσι λιλαιόμενοι μέγα χάρμης.
Εἰσὶν γὰρ κρατεροί τε καὶ ὄβριμοι ἀνέρες ἄλλοι,
Τυδείδης Αἴας τε καὶ Ἀτρέος ὄβριμοι υἷες,
τοὺς ἔτʼ ἐγὼ δείδοικα κατακταμένου Ἀχιλῆος·
τοὺς εἴθʼ ἀργυρότοξος ἀναιρήσειεν Ἀπόλλων,
καί κεν ἀνάπνευσις πολέμου καὶ ἀεικέος οἴτου
ἡμῖν εὐχομένοισιν ἐλεύσεται ἤματι κείνῳ.»
Ὣς ἔφατʼ. Ἀθάνατοι δὲ κατʼ οὐρανὸν ἐστενάχοντο
ὅσσοι ἔσαν Δαναοῖσιν ἐυσθενέεσσιν ἀρωγοί,
ἀμφὶ δὲ κρᾶτʼ ἐκάλυψαν ἀπειρεσίοις νεφέεσσι
θυμὸν ἀκηχέμενοι· ἑτέρωθε δὲ γήθεον ἄλλοι
εὐχόμενοι Τρώεσσι πέρας θυμηδὲς ὀρέξαι.
Καὶ τότε δὴ Κρονίωνα κλυτὴ προσεφώνεεν Ἥρη·
«Ζεῦ πάτερ ἀργικέραυνε, τί ἢ Τρώεσσιν ἀρήγεις
κούρης ἠϋκόμοιο λελασμένος, ἥν ῥα πάροιθεν
ἀντιθέῳ Πηλῆι πόρες θυμήρεʼ ἄκοιτιν
Πηλίου ἐν βήσσῃσι; Γάμον δέ οἱ αὐτὸς ἔτευξας
ἄμβροτον, οἳ δέ νυ πάντες ἐδαινύμεθʼ ἤματι κείνῳ
ἀθάνατοι καὶ πολλὰ δόμεν περικαλλέα δῶρα·
ἀλλὰ τά γʼ ἐξελάθου, μέγα δʼ Ἑλλάδι μήσαο πένθος.»
Ὣς ἄρʼ ἔφη· τὴν δʼ οὔ τι προσέννεπεν ἀκάματος Ζεύς.
Ἧστο γὰρ ἀχνύμενος κραδίην καὶ πολλὰ μενοινῶν,
οὕνεκεν ἤμελλον Πριάμου πόλιν ἐξαλαπάξειν
Ἀργεῖοι, τοῖς αἰνὸν ἐμήδετο λοιγὸν ὀπάσσαι
ἐν πολέμῳ στονόεντι καὶ ἐν βαρυηχέι πόντῳ·
καὶ τὰ μὲν ὣς ὥρμαινε τὰ δὴ μετόπισθε τέλεσσεν.
Ἠὼς δʼ Ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε,
κυανέην δʼ ἄρα γαῖαν ἐπήιεν ἄσπετος ὄρφνη,
ἦμος ἀναπνείουσι βροτοὶ βαιὸν καμάτοιο.
Ἀργεῖοι δʼ ἐπὶ νηυσὶν ἐδόρπεον ἀχνύμενοί περ·
οὐ γὰρ νηδύος ἔστιν ἀπωσέμεναι μεμαυίης
λιμὸν ἀταρτηρήν, ὁπόταν στέρνοισιν ἵκηται·
ἀλλʼ εἶθαρ θοὰ γυῖα βαρύνεται, οὐδέ τι μῆχος
γίνεται, ἢν μή τις κορέσῃ θυμαλγέα νηδύν.
Τοὔνεκα δαῖτʼ ἐπάσαντο καὶ ἀχνύμενοι Ἀχιλῆος·
αἰνὴ γὰρ μάλα πάντας ἐποτρύνεσκεν ἀνάγκη.
Τοῖσι δὲ πασσαμένοισιν ἐπήλυθε νήδυμος ὕπνος,
λῦσε δʼ ἀπὸ μελέων ὀδύνας, ἐπὶ δὲ σθένος ὦρσεν.
Ἀλλʼ ὅτε δὴ κεφαλὰς μὲν ἐπʼ ἀντολίην ἔχον ἄρκτοι
δέγμεναι ἠελίοιο θοὸν φάος, ἔγρετο δʼ Ἠώς,
δὴ τότʼ ἀνέγρετο λαὸς ἐυσθενέων Ἀργείων
πορφύρων Τρώεσσι φόνον καὶ κῆρʼ ἀΐδηλον.
Κίνυτο δʼ ἠΰτε πόντος ἀπείριτος Ἰκαρίοιο
ἠὲ καὶ αὐαλέον βαθὺ λήιον, ὁππόθʼ ἵκηται
ῥιπὴ ἀπειρεσίη νεφεληγερέος Ζεφύροιο·
ὣς ἄρα κίνυτο λαὸς ἐπʼ ᾐόσιν Ἑλλησπόντου.
Καὶ τότε Τυδέος υἱὸς ἐελδομένοισιν ἔειπεν·
«Ὦ φίλοι, εἰ ἐτεόν γε μενεπτόλεμοι πελόμεσθα,
νῦν μᾶλλον στυγεροῖσι μαχώμεθα δυσμενέεσσι,
μή πως θαρσήσωσιν, Ἀχιλλέος οὐκέτʼ ἐόντος,
καὶ Τελαμωνιάδαο μέγα σθένος ἔκτοθι μίμνειν.
Ἀλλʼ ἄγε, σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις
ἴομεν ἀμφὶ πόληα· πόνος δʼ ἄρα κῦδος ὀρέξει.»
Ὣς ἔφατʼ ἐν Δαναοῖσιν· ἀμείβετο δʼ ὄβριμος Αἴας·
«Τυδείδη, σὺ μὲν ἐσθλὰ καὶ οὐκ ἀνεμώλια βάζεις
ὀτρύνων Τρώεσσιν ἐυπτολέμοισι μάχεσθαι
ἀγχεμάχους Δαναούς, οἵ περ μεμάασι καὶ αὐτοί.
Ἀλλὰ χρὴ ἐν νήεσσι μένειν, ἄχρις ἐξ ἁλὸς ἔλθῃ
δῖα Θέτις· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μήδεται ἦτορ
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα·
ὣς χθιζή μοι ἔειπεν, ὅτʼ εἰς ἁλὸς ἤιε βένθος,
νόσφʼ ἄλλων Δαναῶν· καί μιν σχεδὸν ἔλπομαι εἶναι
ἐσσυμένην. Τρῶες δέ, καὶ εἰ θάνε Πηλέος υἱός,
οὐ μάλα θαρσήσουσιν ἔτι ζώοντος ἐμεῖο
καὶ σέθεν ἠδὲ καὶ αὐτοῦ ἀμύμονος Ἀτρείδαο.»
Ὣς ἄρʼ ἔφη Τελαμῶνος ἐῢς πάις, οὐδέ τι ᾔδη
ὅττι ῥά οἱ μετʼ ἄεθλα κακὸν μόρον ἔντυε δαίμων
ἀργαλέον· τὸν δʼ αὖτις ἀμείβετο Τυδέος υἱός·
«Ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα,
πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε καὶ ἄλλους.
Καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε·
καὶ δʼ ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι
αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν.»
Ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ.
Καὶ τότʼ ἄρʼ ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτις
αὔρῃ ὑπηώῃ ἐναλίγκιος· αἶψα δʼ ἵκανεν
Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον,
οἳ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι,
οἳ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι.
Τοῖσι δʼ ἅμʼ ἀγρομένοισι Θέτις κυανοκρήδεμνος
θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς
αὐτίκʼ ἀεθλεύειν· τοὶ δʼ ἀθανάτῃ πεπίθοντο.
Πρῶτος δʼ ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός,
οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι
οὔτε παλαισμοσύνῃ πολυτειρέι· τοῦ γὰρ ὕπερθε
γυῖα καὶ ἅψεα πάντα λυγρὸν κατεδάμνατο γῆρας.
Ἀλλά οἱ ἐν στέρνοισιν ἔτʼ ἔμπεδος ἔπλετο θυμὸς
καὶ νόος, οὐδέ τις ἄλλος ἐριδμαίνεσκεν Ἀχαιῶν
κείνῳ, ὅτʼ εἰν ἀγορῇ ἐπέων πέρι δῆρις ἐτύχθη·
τῷ καὶ Λαέρταο κλυτὸς πάις εἵνεκα μύθων
εἰν ἀγορῇ ὑπόεικε, καὶ ὃς βασιλεύτατος ἦεν
πάντων Ἀργείων, μέγʼ ἐϋμμελίης Ἀγαμέμνων.
Τοὔνεκʼ ἐνὶ μέσσοισιν ἐΰφρονα Νηρηίνην
ὕμνεεν, ὡς πάσῃσι μετέπρεπεν εἰναλίῃσιν
εἵνεκʼ ἐϋφροσύνης καὶ εἴδεος· ἣ δʼ ἀΐουσα
τέρπεθʼ. Ὃ δʼ ἱμερόεντα γάμον Πηλῆος ἔνισπε,
τόν ῥά οἱ ἀθάνατοι μάκαρες συνετεκτήναντο
Πηλίου ἀμφὶ κάρηνα, καὶ ἄμβροτον ὡς ἐπάσαντο
δαῖτα παρʼ εἰλαπίνῃσιν, ὅτʼ εἴδατα θεῖα φέρουσαι
χερσὶν ὑπʼ ἀμβροσίῃσι θοαὶ παρενήνεον Ὧραι
χρυσείοις κανέοισι, Θέμις δʼ ἄρα καγχαλόωσα
ἀργυρέας ἐτίταινεν ἐπισπέρχουσα τραπέζας,
πῦρ δʼ Ἥφαιστος ἔκαιεν ἀκήρατον, ἀμφὶ δὲ Νύμφαι
ἀμβροσίην ἐκέραιον ἐνὶ χρυσέοισι κυπέλλοις,
αἳ δʼ ἄρʼ ἐς ὀρχηθμὸν Χάριτες τράπεν ἱμερόεντα,
Μοῦσαι δʼ ἐς μολπήν, ἐπετέρπετο δʼ οὔρεα πάντα
καὶ ποταμοὶ καὶ θῆρες, ἰαίνετο δʼ ἄφθιτος αἰθὴρ
ἄντρά τε Χείρωνος περικαλλέα καὶ θεοὶ αὐτοί.
Καὶ τὰ μὲν ἂρ Νηλῆος ἐῢς πάις Ἀργείοισι
πάντα μάλʼ ἱεμένοις κατελέξατο· τοὶ δʼ ἀΐοντες
τέρπονθʼ. Ὃς δʼ Ἀχιλῆος ἀμύμονος ἄφθιτα ἔργα
μέλπε μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀμφίαχε λαὸς
ἀσπασίως· ὃ δʼ ἄρʼ ἔνθεν ἑλὼν ἐρικυδέα φῶτα
ἐκπάγλως κύδαινεν ἀρηρεμένοις ἐπέεσσι,
δώδεχʼ ὅπως διέπερσε κατὰ πλόον ἄστεα φωτῶν,
ἕνδεκα δʼ αὖ κατὰ γαῖαν ἀπείριτον, ὡς δʼ ἐδάιξε
Τήλεφον ἠδὲ βίην ἐρικυδέος Ἠετίωνος
Θήβης ἐν δαπέδοισι, καὶ ὡς Κύκνον ἔκτανε δουρὶ
υἷα Ποσειδάωνος ἰδʼ ἀντίθεον Πολύδωρον
καὶ Τρωίλον θηητὸν ἀμύμονά τʼ Ἀστεροπαῖον,
αἵματι δʼ ὡς ἐρύθηνεν ἄδην ποταμοῖο ῥέεθρα
Ξάνθου καὶ νεκύεσσιν ἀπειρεσίοισι κάλυψε
πάντα ῥόον κελάδοντα, Λυκάονος ὁππότε θυμὸν
νοσφίσατʼ ἐκ μελέων ποταμοῦ σχεδὸν ἠχήεντος,
Ἕκτορά θʼ ὡς ἐδάμασσε, καὶ ὡς ἕλε Πενθεσίλειαν
ἠδὲ καὶ υἱέα δῖον ἐυθρόνου Ἠριγενείης.
Καὶ τὰ μὲν Ἀργείοισιν ἐπισταμένοισι καὶ αὐτοῖς
μέλπε, καὶ ὡς ἐτέτυκτο πελώριος, ὥς τέ οἱ οὔ τις
ἔσθενε δηριάασθαι ἐναντίον, οὔτʼ ἐν ἀέθλοις
αἰζηῶν, ὅτε ποσσὶ νέοι περιδηριόωνται,
οὐδὲ μὲν ἱππασίῃ οὐδὲ σταδίῃ ἐνὶ χάρμῃ,
κάλλεΐ θʼ ὡς Δαναοὺς μέγʼ ὑπείρεχεν, ὥς τέ οἱ ἀλκὴ
ἔπλετʼ ἀπειρεσίη, ὁπότʼ Ἄρεος ἔσσυτο δῆρις.
Εὔχετο δʼ ἀθανάτοισι καὶ υἱέα τοῖον ἰδέσθαι
κείνου ἀπὸ Σκύροιο πολυκλύστοιο μολόντα.
Ἀργεῖοι δʼ ἄρα πᾶσιν ἐπευφήμησαν ἔπεσσιν
αὐτή τʼ ἀργυρόπεζα Θέτις, καί οἱ πόρεν ἵππους
ὠκύποδας, τοὺς πρόσθεν ἐυμμελίῃ Ἀχιλῆι
Τήλεφος ὤπασε δῶρον ἐπὶ προχοῇσι Καΐκου,
εὖτέ ἑ μοχθίζοντα κακῷ περὶ ἕλκεϊ θυμὸν
ἠκέσατʼ ἐγχείῃ, τῇ μιν βάλε δηριόωντα
αὐτὸς ἔσω μηροῖο, διήλασε δʼ ὄβριμον αἰχμήν.
Καὶ τοὺς μὲν Νέστωρ Νηλήιος οἷς ἑτάροισιν
ὤπασεν· οἳ δʼ ἐς νῆας ἄγον μέγα κυδαίνοντες
ἀντίθεον βασιλῆα. Θέτις δʼ ἐς μέσσον ἀγῶνα
θῆκεν ἄρʼ ἀμφὶ δρόμοιο βόας δέκα· τῇσι δὲ πάσῃς
καλαὶ πόρτιες ἦσαν ὑπὸ μαζοῖσιν ἰοῦσαι·
τάς ποτε Πηλείδαο θρασὺ σθένος ἀκαμάτοιο
ἤλασεν ἐξ Ἴδης μεγάλῳ περὶ δουρὶ πεποιθώς.
Τῶν πέρι δοιοὶ ἀνέσταν ἐελδόμενοι μέγα νίκης,
Τεῦκρος μὲν πρῶτος Τελαμώνιος ἠδὲ καὶ Αἴας,
Αἴας ὅς τε Λοκροῖσι μετέπρεπεν ἰοβόλοισιν.
Ἀμφὶ δʼ ἄρα ζώσαντο θοῶς περὶ μήδεα χερσὶ
φάρεα, πάντα δʼ ἔνερθεν ἅ περ θέμις ἐκρύψαντο
αἰδόμενοι Πηλῆος ἐυσθενέος παράκοιτιν
ἄλλάς τʼ εἰναλίας Νηρηίδας, ὅσσαι ἅμʼ αὐτῇ
ἤλυθον Ἀργείων κρατεροὺς ἐσιδέσθαι ἀέθλους.
Τοῖσι δὲ σημαίνεσκε δρόμου τέλος ὠκυτάτοιο
Ἀτρείδης ὃς πᾶσι μετʼ Ἀργείοισιν ἄνασσε.
Τοὺς δʼ Ἔρις ὀτρύνεσκεν ἐπήρατος· οἳ δʼ ἀπὸ νύσσης
καρπαλίμως οἴμησαν ἐοικότες ἰρήκεσσι·
τῶν δὲ καὶ ἀμφήριστος ἔην δρόμος· οἳ δʼ ἑκάτερθεν
Ἀργεῖοι λεύσσοντες ἐπίαχον ἄλλυδις ἄλλος.
Ἀλλʼ ὅτε τέρματʼ ἔμελλον ἱκανέμεναι μεμαῶτες,
δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησαν
ἀθάνατοι· τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη
ὄζον ἐς ἀλγινόεντα βαθυρρίζοιο μυρίκης.
Τῷ δʼ ἄρʼ ἐνιχριμφθεὶς χαμάδις πέσε· τοῦ δʼ ἀλεγεινῶς
ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἳ δʼ ὑπανέσταν
οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. Οἳ δʼ ἰάχησαν
Ἀργεῖοι κατʼ ἀγῶνα. Παρήιξεν δέ μιν Αἴας
γηθόσυνος· λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο,
Λοκροί, αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων·
ἐκ δʼ ἔλασαν μετὰ νῆας ἄγειν βόας, ὄφρα νέμωνται.
Τεῦκρον δʼ ἐσσυμένως ἕταροι περιποιπνύοντες
ἦγον ἐπισκάζοντα. Θοῶς δέ οἱ ἰητῆρες
ἐκ ποδὸς αἷμʼ ἀφέλοντο· θέσαν δʼ ἐφύπερθε τομάων
εἴρια συνδεύσαντες ἀλείφασιν, ἀμφὶ δὲ μίτρῃ
δήσαντʼ ἐνδυκέως· ὀλοὰς δʼ ἐκέδασσαν ἀνίας.
Ἄλλοι δʼ αὖθʼ ἑτέρωθε παλαισμοσύνης ὑπερόπλου
καρπαλίμως μνώοντο δύω κρατερόφρονε φῶτε,
Τυδέος ἱπποδάμοιο πάις καὶ ὑπέρβιος Αἴας,
οἵ ῥʼ ἴσαν ἐς μέσσον. Θάμβος δʼ ἔχεν ἀθρήσαντας
Ἀργείους· ἄμφω γὰρ ἔσαν μακάρεσσιν ὁμοῖοι.
Σὺν δʼ ἔβαλον θήρεσσιν ἐοικότες, οἵ τʼ ἐν ὄρεσσιν
ἀμφʼ ἐλάφοιο μάχονται ἐδητύος ἰσχανόωντες,
ἶσον δʼ ἀμφοτέροισι πέλει σθένος, οὐδέ τις αὐτῶν
λείπεται οὐδʼ ἠβαιὸν ἀταρτηρῶν μάλʼ ἐόντων·
ὣς οἵ γʼ ἶσον ἔχον κρατερὸν μένος. Ὀψὲ δʼ ἄρʼ Αἴας
Τυδείδην συνέμαρψεν ὑπὸ στιβαρῇσι χέρεσσιν
ἆξαι ἐπειγόμενος· ὃ δʼ ἄρʼ ἰδρείῃ τε καὶ ἀλκῇ
πλευρὸν ὑποκλίνας Τελαμώνιον ὄβριμον υἷα
ἐσσυμένως ἀνάειρεν ὑπὸ μυῶνος ἐρείσας
ὦμον, καὶ ποδὶ μηρὸν ὑποπλήξας ἑτέρωσε
κάββαλεν ὄβριμον ἄνδρα κατὰ χθονός, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
ἕζετο· τοὶ δʼ ὁμάδησαν. Ὃ δʼ ἀσχαλόων ἐνὶ θυμῷ
Αἴας ὀβριμόθυμος ἀνίστατο δεύτερον αὖτις
ὁρμαίνων ἐς δῆριν ἀμείλιχον· αἶψα δὲ χερσὶ
σμερδαλέῃσι κόνιν κατεχεύατο καὶ μέγα θύων
Τυδείδην ἐς μέσσον ἀύτεεν. Ὃς δέ μιν οὔ τι
ταρβήσας οἴμησε καταντίον· ἀμφὶ δὲ πολλὴ
ποσσὶν ὑπʼ ἀμφοτέρων κόνις ὤρνυτο. Τοὶ δʼ ἑκάτερθε
ταῦροι ὅπως συνόρουσαν ἀταρβέες, οἵ τʼ ἐν ὄρεσσι
θαρσαλέου μένεος πειρώμενοι εἰς ἓν ἵκωνται
ποσσὶ κονιόμενοι, περὶ δὲ βρομέουσι κολῶναι
βρυχμῇ ὑπʼ ἀμφοτέρων, τοὶ δʼ ἄσχετα μαιμώωντες
κράατα συμφορέουσιν ἀτειρέα καὶ μέγα κάρτος
δηρὸν ἐπʼ ἀλλήλοισι πονεύμενοι, ἐκ δὲ μόγοιο
λάβρον ἀνασθμαίνοντες ἀμείλιχα δηριόωνται,
πουλὺς δʼ ἐκ στομάτων χαμάδις καταχεύεται ἀφρός·
ὣς οἵ γε στιβαρῇσιν ἄδην πονέοντο χέρεσσιν·
ἀμφοτέρων δʼ ἄρα νῶτα καὶ αὐχένες ἀλκήεντες
χερσὶ περικτυπέοντο τετριγότες, εὖτʼ ἐν ὄρεσσι
δένδρεʼ ἐπʼ ἀλλήλοισι βαλόντʼ ἐριθηλέας ὄζους.
Πολλάκι δʼ Αἴαντος μεγάλου στιβαροὺς ὑπὸ μηροὺς
κάββαλε Τυδείδης κρατερὰς χέρας, ἀλλά μιν οὔ τι
ἂψ ὦσαι δύνατο στιβαροῖς ποσὶν ἐμβεβαῶτα·
τὸν δʼ Αἴας καθύπερθεν ἐπεσσύμενος ποτὶ γαῖαν
ἐξ ὤμων ἐτίνασσε κατὰ χθονὸς οὖδας ἐρείδων·
ἄλλοτε δʼ ἀλλοίως ὑπὸ χείρεσι δηριόωντο.
Λαοὶ δʼ ἔνθα καὶ ἔνθα μέγʼ ἴαχον εἰσορόωντες,
οἳ μὲν Τυδείδην ἐρικυδέα θαρσύνοντες,
οἳ δὲ βίην Αἴαντος. Ὃ δʼ ἄλκιμον ἄνδρα τινάξας
ἐξ ὤμων ἑκάτερθε, βαλὼν δʼ ὑπὸ νηδύα χεῖρας,
ἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠΰτε πέτρην
ἀλκῇ ὑπὸ σθεναρῇ· μέγα δʼ ἴαχε Τρώιον οὖδας
Τυδείδαο πεσόντος, ἐπηΰτησε δὲ λαός.
Ἀλλὰ καὶ ὧς ἀνόρουσεν ἐελδόμενος πονέεσθαι
τὸ τρίτον ἀμφʼ Αἴαντα πελώριον· ἀλλʼ ἄρα Νέστωρ
ἔστη ἐνὶ μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα·
«Ἴσχεσθʼ, ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου·
ἴδμεν γὰρ δὴ πάντες ὅσον προφερέστατοί ἐστε
Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος.»
Ὣς φάτο· τοὶ δʼ ἔσχοντο πονεύμενοι. Ἐκ δὲ μετώπων
χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα·
κύσσαν δʼ ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο.
Τοῖς δʼ ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων,
δῖα Θέτις· τὰς δʼ αὐτοὶ ἐθηήσαντο ἰδόντες
ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων
ληιάδων προφέρεσκον ἐυφροσύνῃ τε καὶ ἔργοις
νόσφιν ἐυπλοκάμου Βρισηίδος, ἅς ποτʼ Ἀχιλλεὺς
ληίσατʼ ἐκ Λέσβοιο, νόον δʼ ἐπετέρπετο τῇσι·
καί ῥʼ ἣ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς,
ἣ δʼ ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν,
ἄλλη δʼ αὖ μετὰ δόρπον ὕδωρ ἐπέχευε χέρεσσιν,
ἣ δʼ ἑτέρη ἀπὸ δαιτὸς ἀεὶ φορέεσκε τραπέζας.
Τὰς δʼ ἄρα Τυδείδαο μένος καὶ ὑπέρβιος Αἴας
δασσάμενοι προέηκαν ἐυπρώρους ἐπὶ νῆας.
Ἀμφὶ δὲ πυγμαχίης ὦρτο σθένος Ἰδομενῆος,
ὤρνυτʼ, ἐπεί οἱ θυμὸς ἴδρις πέλε παντὸς ἀέθλου.
Τῷ δʼ οὔ τις κατέναντα κίεν· μάλα γάρ μιν ἅπαντες
αἰδόμενοι ὑπόειξαν, ἐπεί ῥα γεραίτερος ἦεν.
Τῷ δʼ ἄρʼ ἐνὶ μέσσοισι Θέτις πόρεν ἅρμα καὶ ἵππους
ὠκύποδας τοὺς πρόσθε βίη μεγάλου Πατρόκλοιο
ἤλασεν ἐκ Τρώων Σαρπηδόνα δῖον ὀλέσσας.
Καὶ τοὺς μὲν θεράποντι πόρεν ποτὶ νῆας ἄγεσθαι
Ἰδομενεύς, αὐτὸς δὲ κλυτῷ ἐν ἀγῶνι μένεσκε.
Φοῖνιξ δʼ Ἀργείοισιν ἐυσθενέεσσι μετηύδα·
«Νῦν μὲν ἄρʼ Ἰδομενῆι θεοὶ δόσαν ἐσθλὸν ἄεθλον
αὕτως, οὔ τι καμόντι βίῃ καὶ χερσὶ καὶ ὤμοις,
ἀλλʼ ἄρʼ ἀναιμωτὶ προγενέστερον ἄνδρα τίοντες.
Ἀλλʼ, ἄλλοι νέοι ἄνδρες, ἐπεντύνεσθε ἄεθλον
χεῖρας ἐπʼ ἀλλήλοισι δαήμονας ἰθύνοντες
πυγμαχίης, καὶ θυμὸν ἰήνατε Πηλείωνος.»
Ὣς φάτο· τοὶ δʼ ἀΐοντες ἐσέδρακον ἀλλήλοισιν·
ἦκα δὲ πάντες ἔμιμνον ἀναινόμενοι τὸν ἄεθλον,
εἰ μή σφεας ἐνένιπεν ἀγαυοῦ Νηλέος υἱός·
«Ὦ φίλοι, οὔ τι ἔοικε δαήμονας ἄνδρας ἀϋτῆς
πυγμαχίην ἀλέασθαι ἐπήρατον, ἥ τε νέοισι
τερπωλὴ πέλεται, καμάτῳ δʼ ἐπὶ κῦδος ἀγινεῖ.
Ὡς εἴθʼ ἐν γυίοισιν ἐμοῖς ἔτι κάρτος ἔκειτο
οἷον ὅτʼ ἀντίθεον Πελίην κατεθάπτομεν ἡμεῖς,
αὐτὸς ἐγὼ καὶ Ἄκαστος, ἀνεψιοὶ εἰς ἓν ἰόντες,
ὁππότʼ ἄρʼ ἀμφήριστος ἐγὼ Πολυδεύκεϊ δίῳ
πυγμαχίῃ γενόμην, ἔλαβον δέ οἱ ἶσον ἄεθλον·
ἐν δὲ παλαισμοσύνῃ με καὶ ὁ κρατερώτατος ἄλλων
Ἀγκαῖος θάμβησε καὶ ἔτρεσεν, οὐδέ μοι ἔτλη
ἀντίον ἐλθέμεναι νίκης ὕπερ, οὕνεκʼ ἄρʼ αὐτὸν
ἤδη που τὸ πάροιθε παρʼ ἀγχεμάχοισιν Ἐπειοῖς
νίκησʼ ἠῢν ἐόντα, πεσὼν δʼ ἐκονίσατο νῶτα
σῆμα πάρα φθιμένου Ἀμαρυγκέος, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
πολλοὶ θηήσαντο βίην καὶ κάρτος ἐμεῖο·
τῶ νύ μοι οὐκέτι κεῖνος ἐναντίον ἤρατο χεῖρας
καὶ κρατερός περ ἐών, ἔλαβον δʼ ἀκόνιτος ἄεθλον.
Νῦν δέ με γῆρας ἔπεισι καὶ ἄλγεα· τοὔνεκʼ ἄνωγα
ὑμέας, οἷσιν ἔοικεν, ἀέθλια χερσὶν ἀρέσθαι·
κῦδος γὰρ νέῳ ἀνδρὶ φέρειν ἀπʼ ἀγῶνος ἄεθλον.»
Ὣς φαμένοιο γέροντος ἀνίστατο θαρσαλέος φώς.
υἱὸς ὑπερθύμοιο καὶ ἀντιθέου Πανοπῆος,
ὅς τε καὶ ἵππον ἔτευξε κακὸν Πριάμοιο πόληι
ὕστερον· ἀλλʼ οὔ οἵ τις ἐτόλμαεν ἐγγὺς ἱκέσθαι
εἵνεκα πυγμαχίης· πολέμου δʼ οὐ πάγχυ δαήμων
ἔπλετο λευγαλέου, ὁπότʼ Ἄρεος ἔσσυτο δῆρις.
Καί κεν ἀνιδρωτὶ περικαλλέα δῖος Ἐπειὸς
ἤμελλεν τότʼ ἄεθλα φέρειν ποτὶ νῆας Ἀχαιῶν,
εἰ μή οἱ σχεδὸν ἦλθεν ἀγαυοῦ Θησέος υἱός,
αἰχμητὴς Ἀκάμας, μέγα δʼ ἐν φρεσὶ κάρτος ἄεξεν,
ἀζαλέους ἱμάντας ἔχων περὶ χερσὶ θοῇσι,
τούς οἱ ἐπισταμένως Εὐηνορίδης Ἀγέλαος
ἀμφέβαλεν παλάμῃσιν ἐποτρύνων βασιλῆα.
Ὣς δʼ αὕτως ἕταροι Πανοπηιάδαο ἄνακτος
θαρσύνεσκον Ἐπειόν· ὃ δʼ ἐν μέσσοισι λέων ὣς
εἱστήκει περὶ χερσὶν ἔχων βοὸς ἶφι δαμέντος
ῥινοὺς ἀζαλέας. Μέγα δʼ ἴαχον ἔνθα καὶ ἔνθα
λαοὶ ἐποτρύνοντες ἐυσθενέων μένος ἀνδρῶν
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. Οἳ δὲ καὶ αὐτοὶ
ἔσταν μαιμώωντες ἐνὶ ξυνοχῇσιν ἀγῶνος,
ἄμφω χεῖρας ἑὰς πειρώμενοι, εἴ περ ἔασιν
ὡς πρὶν ἐυτρόχαλοι μηδʼ ἐκ πολέμου βαρύθοιεν.
Αἶψα δʼ ἄρʼ ἀλλήλοισι καταντία χεῖρας ἄειραν
ταρφέα παπταίνοντες, ἐπʼ ἀκροτάτοις δὲ πόδεσσι
βαίνοντες κατὰ βαιὸν ἀεὶ γόνυ γουνὸς ἄμειβον
ἀλλήλων ἐπὶ δηρὸν ἀλευόμενοι μέγα κάρτος.
Σὺν δʼ ἔβαλον νεφέλῃσιν ἐοικότες αἰψηρῇσιν,
αἵ τʼ ἀνέμων ῥιπῇσιν ἐπʼ ἀλλήλῃσι θοροῦσαι
ἀστεροπὴν προϊᾶσι, μέγας δʼ ὀροθύνεται αἰθὴρ
θηγομένων νεφέων, βαρὺ δὲ κτυπέουσιν ἄελλαι.
Ὣς τῶν ἀζαλέῃσι περικτυπέοντο γένεια
ῥινοῖς· αἷμα δὲ πουλὺ κατέρρεεν· ἐκ δὲ μετώπων
ἱδρὼς αἱματόεις θαλερὰς ἐρύθαινε παρειάς.
Οἳ δʼ ἄμοτον πονέοντο μεμαότες· οὐδʼ ἄρʼ Ἐπειὸς
λῆγεν, ἐπέσσυτο δʼ αἰὲν ἑῷ περὶ κάρτεϊ θύων.
Τὸν δʼ ἄρα Θησέος υἱὸς ἐϋφρονέων ἐν ἀέθλῳ
πολλάκις ἐς κενεὸν κρατερὰς χέρας ἰθύνασθαι
θῆκε, καὶ ἰδρείῃσι διατμήξας ἑκάτερθε
χεῖρας ἐς ὀφρύα τύψεν ἐπάλμενος, ἄχρις ἱκέσθαι
ὀστέον· ἐκ δέ οἱ αἷμα κατέρρεεν ὀφθαλμοῖο.
Ἀλλὰ καὶ ὧς Ἀκάμαντα βαρείῃ χειρὶ τυχήσας
τύψε κατὰ κροτάφοιο, χαμαὶ δέ οἱ ἤλασε γυῖα.
Αὐτὰρ ὅ γʼ αἶψʼ ἀνόρουσε καὶ ἔνθορε φωτὶ κραταιῷ,
πλῆξε δέ οἱ κεφαλήν· ὃ δʼ ἄρʼ ἔμπαλιν ἀΐσσοντος
βαιὸν ὑποκλίνας σκαιῇ χερὶ τύψε μέτωπον,
ἄλλῃ δʼ ἤλασε ῥῖνας ἐπάλμενος· ὃς δὲ καὶ αὐτὸς
μήτι παντοίῃ χέρας ὤρεγε. Τοὺς δʼ ἄρʼ Ἀχαιοὶ
ἀλλήλων ἀπέρυξαν ἐελδομένους πονέεσθαι
νίκης ἀμφʼ ἐρατῆς· τῶν δʼ ἐσσυμένως θεράποντες
ῥινοὺς αἱματόεντας ἄφαρ σθεναρῶν ἀπὸ χειρῶν
λῦσαν· τοὶ δʼ ἄρα τυτθὸν ἀνέπνευσαν καμάτοιο
μορξάμενοι σπόγγοισι πολυτρήτοισι μέτωπα.
Τοὺς δʼ ἕταροί τε φίλοι τε παρηγορέοντες ἄγεσκον
ἄντικρυς ἀλλήλων, ὥς κεν χόλου ἀλγινόεντος
ἐσσυμένως λελάθωνται ἀρεσσάμενοι φιλότητι·
ἀλλʼ οἳ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων
— ἀνδράσι γὰρ πινυτοῖσι πέλει νόος ἤπιος αἰεί·
κύσσαν δʼ ἀλλήλους, ἔριδος δʼ ἐπελήθετο θυμὸς
λευγαλέης. Τοῖς δʼ αἶψα Θέτις κυανοκρήδεμνος
ἀργυρέους κρητῆρας ἐελδομένοισιν ὄπασσε
δοιώ, τοὺς Εὔνηος Ἰήσονος ὄβριμος υἱὸς
ὦνον ὑπὲρ κρατεροῖο Λυκάονος ἐγγυάλιξεν
ἀντιθέῳ Ἀχιλῆι περικλύστῳ ἐνὶ Λήμνῳ·
τοὺς Ἥφαιστος ἔτευξεν ἀριπρεπέι Διονύσῳ
δῶρον, ὅτʼ εἰς Οὔλυμπον ἀνήγαγε δῖαν ἄκοιτιν
Μίνωος κούρην ἐρικυδέα, τήν ποτε Θησεὺς
κάλλιπεν οὐκ ἐθέλων γε περικλύστῳ ἐνὶ Δίῃ·
τοὺς δʼ ἠῢς Διόνυσος ἑῷ πόρεν υἱέι δῶρον
νέκταρος ἐμπλήσας, ὃ δʼ ἄρʼ ὤπασεν Ὑψιπυλείῃ
πολλοῖς σὺν κτεάτεσσι Θόας, ἣ δʼ υἱέι δίῳ
κάλλιπεν, ὃς δʼ Ἀχιλῆι Λυκάονος εἵνεκα δῶκε.
Τῶν δʼ ἕτερον μὲν ἕλεσκεν ἀγαυοῦ Θησέος υἱός,
ἄλλον δʼ ἠῢς Ἐπειὸς ἑὰς ἐπὶ νῆας ἴαλλε
γηθόσυνος. Τῶν δʼ ἀμφὶ δεδρυμμένα τύμματα πάντα
ἠκέσατʼ ἐνδυκέως Ποδαλείριος, οὕνεκʼ ἄρʼ αὐτὸς
πρῶτα μὲν ἐκμύζησεν, ἔπειτα δὲ χερσὶν ἑῇσι
ῥάψεν ἐπισταμένως, καθύπερθε δὲ φάρμακʼ ἔθηκε
κεῖνα τά οἱ τὸ πάροιθε πατὴρ ἑὸς ἐγγυάλιξε,
τοῖσί περ ἐσσυμένως καὶ ἀναλθέα τύμματα φωτῶν
αὐτῆμαρ μογέοντος ὑπʼ ἐκ κακοῦ ἰαίνονται·
τῶν δʼ ἄφαρ ἀμφὶ πρόσωπα καὶ εὐκομόωντα κάρηνα
τύμματʼ ἀπαλθαίνοντο, κατηπιόωντο δʼ ἀνῖαι.
Ἀμφὶ δὲ τοξοσύνης Τεῦκρος καὶ Ὀϊλέος υἱὸς
ἕστασαν, οἳ καὶ πρόσθε δρόμου πέρι πειρήσαντο.
Τῶν δʼ ἄρα τηλόσε θῆκεν ἐϋμμελίης Ἀγαμέμνων
ἱππόκομον τρυφάλειαν, ἔφη δέ τε· «Πολλὸν ἀμείνων
ἔσσεται ὃς κέρσειεν ἄπο τρίχας ὀξέι χαλκῷ.»
Αἴας δʼ αὐτίκα πρῶτος ἑὸν προέηκε βέλεμνον,
πλῆξε δʼ ἄρα τρυφάλειαν, ἐπηΰτησε δὲ χαλκὸς
ὀξύτατον. Τεῦκρος δὲ μέγʼ ἐγκονέων ἐνὶ θυμῷ
δεύτερος ἧκεν ὀϊστόν, ἄφαρ δʼ ἀπέκερσεν ἐθείρας
ὀξὺ βέλος· λαοὶ δὲ μέγʼ ἴαχον ἀθρήσαντες
καί μιν κυδαίνεσκον ἀπείριτον, οὕνεκʼ ἄρʼ αὐτὸν
πληγὴ ἐπαλγύνεσκε θοοῦ ποδός, ἀλλά μιν οὔ τι
βλάψεν ὑπαὶ παλάμῃσι θοὸν βέλος ἰθύνοντα.
Καί οἱ τεύχεα καλὰ πόρεν Πηλῆος ἄκοιτις
ἀντιθέου Τρωίλοιο, τὸν ἠιθέων ὄχʼ ἄριστον
Τροίῃ ἐν ἠγαθέῃ Ἑκάβη τέκεν, οὐδʼ ἀπόνητο
ἀγλαΐης· δὴ γάρ μιν ἀταρτηροῦ Ἀχιλῆος
ἔγχος ὁμοῦ καὶ κάρτος ἀπήμερσαν βιότοιο.
Ὡς δʼ ὁπόθʼ ἑρσήεντα καὶ εὐθαλέοντʼ ἀνὰ κῆπον
ὑδρηλῆς καπέτοιο μάλʼ ἀγχόθι τηλεθάοντα
ἢ στάχυν ἢ μήκωνα, πάρος καρποῖο τυχῆσαι,
κέρσῃ τις δρεπάνῳ νεοθηγέι, μηδʼ ἄρʼ ἐάσῃ
ἐς τέλος ἠῢ μολεῖν μηδʼ ἐς σπόρον ἄλλον ἱκέσθαι,
ἀμήσας κενεόν τε καὶ ἄσπορον ἐσσομένοισι
μέλλονθʼ ἑρσήεντος ὑπʼ εἴαρος ἀλδαίνεσθαι·
ὣς υἱὸν Πριάμοιο θεοῖς ἐναλίγκιον εἶδος
Πηλείδης κατέπεφνεν, ἔτʼ ἄχνοον, εἰσέτι νύμφης
νήιδα, νηπιάχοισιν ὁμῶς ἔτι κουρίζοντα·
ἀλλά μιν ἐς πόλεμον φθισίμβροτον ἤγαγε Μοῖρα
ἥβης ἀρχόμενον πολυγηθέος, ὁππότε φῶτες
θαρσαλέοι τελέθουσιν, ὅτʼ οὐκέτι δεύεται ἦτορ.
Αὐτίκα δʼ αὖτε σόλον περιμήκεά τε βριαρόν τε
πολλοὶ πειρήσαντο θοῆς ἀπὸ χειρὸς ἰῆλαι.
Τὸν δʼ οὔ τις βαλέειν δύνατο στιβαρὸν μάλʼ ἐόντα
Ἀργείων· οἶος δʼ ἔβαλεν μενεδήιος Αἴας
χειρὸς ἀπὸ κρατερῆς, ὡς εἰ δρυὸς ἀγρονόμοιο
ὄζον ἀπαυανθέντα θέρευς εὐθαλπέος ὥρῃ,
ὁππότε λήια πάντα κατὰ χθονὸς αὐαίνηται.
Θάμβησαν δʼ ἄρα πάντες, ὅσον χερὸς ἐξεποτήθη
χαλκὸς ὃν ἀνέρε χερσὶ δύω μογέοντες ἄειραν·
τόν ῥα μὲν Ἀνταίοιο βίη ῥίπτασκε πάροιθε
ῥηιδίως ἀπὸ χειρὸς ἑῆς πειρώμενος ἀλκῆς,
πρὶν κρατερῇσι χέρεσσι δαμήμεναι Ἡρακλῆος·
Ἡρακλέης δέ μιν ἠῢς ἑλὼν σὺν ληίδι πολλῇ
ἀκαμάτης ἔχε χειρὸς ἀέθλιον, ἀλλά μιν ἐσθλῷ
ὕστερον Αἰακίδῃ δῶρον πόρεν, ὁππότʼ ἄρʼ αὐτῷ
Ἰλίου εὐπύργοιο συνέπραθε κύδιμον ἄστυ,
κεῖνος δʼ υἱέι δῶκεν, ὃ δʼ ὠκυπόροις ἐνὶ νηυσὶν
ἐς Τροίην μιν ἔνεικεν, ἵνα σφετέροιο τοκῆος
μνωόμενος Τρώεσσιν ἐυσθενέεσσι μάχοιτο
προφρονέως, εἴη δὲ πόνος πειρωμένῳ ἀλκῆς·
τόν ῥʼ Αἴας μάλα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρός.
Καὶ τότε οἱ Νηρηὶς ἀγακλυτὰ τεύχεα δῶκε
Μέμνονος ἀντιθέοιο, τὰ καὶ μέγα θηήσαντο
Ἀργεῖοι· λίην γὰρ ἔσαν περιμήκεα πάντα.
Καὶ τά γε καγχαλόων ὑπεδέξατο κύδιμος ἀνήρ·
οἴῳ γὰρ κείνῳ γε περὶ βριαροῖς μελέεσσιν
ἥρμοσεν ἀπλήτοιο κατὰ χροὸς ἀμφιτεθέντα.
Αὐτὸν δʼ αὖτʼ ἀνάειρε μέγαν σόλον, ὄφρά οἱ εἴη
τερπωλὴ μένος ἠῢ λιλαιομένῳ πονέεσθαι.
Οἳ δʼ ἄρα δηριόωντες ἐφʼ ἅλματι πολλοὶ ἀνέσταν·
τῶν δʼ ἄρʼ ὑπέρθορε πολλὸν ἐϋμμελίης Ἀγαπήνωρ
σήματα· τοὶ δʼ ὁμάδησαν ἐπʼ ἀνέρι μακρὰ θορόντι.
Καί οἱ τεύχεα καλὰ πόρεν μεγάλοιο Κύκνοιο
δῖα Θέτις· τὸν γάρ ῥα φόνῳ ἔπι Πρωτεσιλάου
πολλῶν θυμὸν ἑλόντα κατέκτανε Πηλέος υἱὸς
πρῶτον ἀριστήων, Τρῶας δʼ ἄχος ἀμφεκάλυψεν.
Αἰγανέῃ δʼ ἄρα πολλὸν ὑπέρβαλε δηριόωντας
Εὐρύαλος· λαοὶ δὲ μέγʼ ἴαχον· οὐ γὰρ ἔφαντο
κεῖνον ὑπερβαλέειν οὐδὲ πτερόεντι βελέμνῳ.
Τοὔνεκά οἱ φιάλην πολυχανδέα δῶκε φέρεσθαι
μήτηρ Αἰακίδαο δαΐφρονος, ἥν ποτʼ Ἀχιλλεὺς
ἀργυρέην κτεάτισσε βαλὼν ὑπὸ δουρὶ Μύνητα,
ὁππότε Λυρνησσοῖο διέπραθεν ὄλβιον ἄστυ.
Αἴας δʼ ὀβριμόθυμος ἐελδόμενος πονέεσθαι
χερσὶν ὁμῶς καὶ ποσσὶν ἀνιστάμενος καλέεσκεν
ἐς μέσον ἡρώων τὸν ὑπέρτατον. Οἳ δʼ ὁρόωντες
θάμβεον ὄβριμον ἄνδρα καὶ ἄλκιμον, οὐδέ τις ἔτλη
ἄντα μολεῖν· πάντων γὰρ ὑπέκλασε δεῖμʼ ἀλεγεινὸν
ἠνορέην, φοβέοντο δʼ ἀνὰ φρένα μή τινα χερσὶ
τύψας ἀκαμάτοισιν ὑπὸ πληγῇσι πρόσωπον
συγχέῃ ἐσσυμένως, μέγα δʼ ἀνέρι πῆμα γένηται.
Ὀψὲ δὲ πάντες ἔνευσαν ἐπʼ Εὐρυάλῳ μενεχάρμῃ,
ἴδμονα πυγμαχίης εὖ εἰδότες· ὃς δʼ ἐνὶ μέσσοις
τοῖον ἔπος προέηκεν ὑποτρομέων Θρασὺν ἄνδρα·
«Ὦ φίλοι, ἄλλον μέν κεν Ἀχαιῶν, ὅν κʼ ἐθέλητε,
τλήσομαι ἀντιόωντα, μέγαν δʼ Αἴαντα τέθηπα·
πολλὸν γὰρ προβέβηκε· διαρραίσει δέ μοι ἦτορ,
ἤν μιν ἐπιβρίσαντα λάβῃ χόλος· οὐ γὰρ ὀΐω
ἀνδρὸς ἀπʼ ἀκαμάτοιο σόος ποτὶ νῆας ἱκέσθαι.»
Ὣς φαμένοιο γέλασσαν· ὃ δʼ ἐν φρεσὶ πάμπαν ἰάνθη
Αἴας ὀβριμόθυμος. Ἄειρε δὲ δοιὰ τάλαντα
ἀργύρου αἰγλήεντος ἅ οἱ Θέτις εἵνεκʼ ἀέθλου
δῶκεν ἄτερ καμάτοιο· φίλου δʼ ἐμνήσατο παιδὸς
Αἴαντʼ εἰσορόωσα, γόος δέ οἱ ἔμπεσε θυμῷ.
Οἳ δʼ αὖθʼ ἱππασίῃ μεμελημένον ἦτορ ἔχοντες
ἐσσυμένως ἀνόρουσαν ἐποτρύνοντος ἀέθλου,
πρῶτος μὲν Μενέλαος ἰδʼ Εὐρύπυλος θρασυχάρμης
Εὔμηλός τε Θόας τε καὶ ἰσόθεος Πολυποίτης.
Ἵπποις δʼ ἀμφὶ λέπαδνα βάλον καὶ ὑφʼ ἅρματʼ ἔρυσσαν
πάντες ἐπειγόμενοι πολυγηθέος εἵνεκα νίκης.
Αἶψα δʼ ἄρʼ ἐς κλῆρον ξύνισαν βεβαῶτʼ ἐνὶ δίφροις
χῶρον ἀνʼ ἠμαθόεντʼ· ἐπὶ νύσσῃ δʼ ἔσταν ἕκαστοι·
καρπαλίμως δʼ εὔληρα λάβον κρατερῇς παλάμῃσιν.
Ἵπποι δʼ ἐγχριμφθέντες ἐν ἅρμασι ποιπνύεσκον,
ὅππως τις προάλοιτο, πόδας δʼ ὑπεκίνυον αὕτως,
οὔατα δʼ ὠρθώσαντο καὶ ἄμπυκα δεύεσαν ἀφρῷ.
Οἳ δʼ ἄφαρ ἐγκονέοντες ἐλαφροπόδων μένος ἵππων
μάστιον· οἳ δὲ θοῇσιν ἐοικότες Ἁρπυίῃσι
καρπαλίμως ζεύγλῃσι μέγʼ ἔνθορον ἀσχαλόωντες,
ἅρματα δʼ ὦκα φέρεσκον ἀπὸ χθονὸς ἀΐσσοντα·
οὐδʼ ἁρματροχιὰς ἰδέειν πέλεν οὐδὲ ποδοῖιν
ἐν χθονὶ σήματα, τόσσον ὑπεξέφερον δρόμον ἵπποι.
Πουλὺς δʼ αἰθέρʼ ἵκανε κονίσαλος ἐκ πεδίοιο
καπνῷ ἢ ὀμίχλῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσιν
ἀμφιχέῃ πρώνεσσι Νότου μένος ἢ Ζεφύροιο
χείματος ἐγρομένου, ὁπότʼ οὔρεα δεύεται ὄμβρῳ.
Ἵπποι δʼ Εὐμήλοιο μέγʼ ἔκθορον· οἳ δʼ ἐφέποντο
ἀντιθέοιο Θόαντος· ἐπʼ ἄλλῳ δʼ ἄλλος ἀΰτει
ἅρματι· τοὶ δʼ ἐφέροντο διʼ εὐρυχόρου πεδίοιο ...
…
«... Ἤλιδος ἐκ δίης, ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε
παρφθάμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο,
ὅς ῥα τότʼ ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον
κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης.
Ἀλλʼ οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς
ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλʼ ἄρα πολλὸν
ποσσὶν ἀφαυροτέρους· οἳ γάρ τʼ εἴδοντʼ ἀνέμοισιν.»
Ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν
Ἀτρείδην· ὃ δʼ ἄρʼ ᾗσι περὶ φρεσὶ γήθεε θυμῷ.
Τοὺς δὲ μέγʼ ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν
ζεύγλης· οἳ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους
πάντες ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη.
Ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμην
ἠκέσατʼ ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα
ὅσσα περιδρύφθησαν ἀπʼ ἐκ δίφροιο πεσόντες.
Ἀτρείδης δʼ ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης·
καί οἱ ἐϋπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισον
χρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος,
πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.
Ἄλλοι δʼ αὖθʼ ἑτέρωθε μονάμπυκας ἔντυον ἵππους
ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας
μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφʼ ἵππων
ἕζονθʼ· οἳ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντες
δάπτον καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες
ἐκθορέειν. Τοῖς δʼ αἶψα τάθη δρόμος· οἳ δʼ ἀπὸ νύσσης
καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες,
εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις
ἠὲ Νότου κελάδοντος, ὅτʼ εὐρέα πόντον ὀρίνει
λαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτʼ ἀλεγεινὸν
ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀϊζύν·
ὣς οἵ γʼ ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν
ἐν πεδίῳ κλονέοντες ἀπείριτον. Οἱ δʼ ἐλατῆρες
ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλῃ
ταρφέα πεπληγώς, ἑτέρῃ δʼ ἐνὶ χειρὶ τινάσσων
νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν.
Ἵπποι δʼ ἐρρώοντο· βοὴ δʼ ἀνὰ λαὸν ὀρώρει
ἄσπετος· οἳ δʼ ἐπέτοντο διὰ πλατέος πεδίοιο.
Καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἵππος
νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,
εἰ μὴ ἄρʼ ἐξήρπαξε δρόμου, πεδίον δʼ ἀφίκανε
πολλάκις· οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς
κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥʼ ἔτι νῆις ἀέθλων
ἵππος ἔην· γενεῇ δὲ μάλʼ οὐ κακός, ἀλλὰ θοοῖο
θεσπέσιον γένος ἔσκεν Ἀρίονος ὃν τέκεν ἵππων
Ἅρπυια Ζεφύρῳ πολυηχέι φέρτατον ἄλλων
πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι
πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος
ἐκ μακάρων ἔχε δῶρον· ὅθεν γένος ἔπλετο κείνου,
καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ
Τροίῃ ἐνὶ ζαθέῃ. Ὃ δέ οἱ μέγα ποσσὶ πεποιθὼς
ὠκὺν ἐόντʼ ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων
αὐτὸς ἐνὶ πρώτοισιν ὀϊόμενος μέγα κῦδος
ἱππασίης ἀνελέσθαι. Ὃ δʼ οὔ τί οἱ ἦτορ ἴηνεν
ἀμφʼ Ἀχιλῆος ἄεθλα πονεύμενος· ἦ γὰρ ἵκανε
δεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα
ἰδρείῃ. Λαοὶ δʼ Ἀγαμέμνονα κυδαίνεσκον
ἵππον τε Σθενέλοιο θρασύφρονος ἠδὲ καὶ αὐτόν,
οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης
ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ καὶ ποσὶ θύων.
Καὶ τότʼ ἄρʼ Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντι
ἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου·
δῶκε δʼ ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου
χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην.
Ἄλλοις δʼ ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ
ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβῳ
δῶρα πόρεν πάντεσσιν. Ἐπὶ σφίσι δʼ ἄχνυτο θυμὸν
υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκʼ ἄρʼ αὐτὸν
νίκης ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων
ἕλκος ἀνιηρὸν τό μιν οὔτασεν ὄβριμος Ἄλκων
ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο.
ΛΟΓΟΣ Εʹ
Ἀλλʼ ὅτε δὴ πολλοὶ μὲν ἀπηνύσθησαν ἄεθλοι,
δὴ τότʼ Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη
θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις. Ἀμφὶ δὲ πάντῃ
δαίδαλα μαρμαίρεσκεν ὅσα σθένος Ἡφαίστοιο
ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο.
Πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ
οὐρανὸς ἠδʼ αἰθήρ· γαίῃ δʼ ἅμα κεῖτο θάλασσα.
Ἐν δʼ ἄνεμοι νεφέλαι τε σελήνη τʼ ἠέλιός τε
κεκριμένʼ ἄλλυδις ἄλλα· τέτυκτο δὲ τείρεα πάντα
ὁππόσα δινήεντα κατʼ οὐρανὸν ἀμφιφέρονται.
Τῶν δʼ ἄρʼ ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτʼ ἀήρ·
ἐν τῷ δʼ ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο·
φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι.
Τηθὺς δʼ ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα·
τῶν δʼ ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν ἀλεγεινῶν
κυκλόθεν ἄλλυδις ἄλλῃ ἑλισσομένων διὰ γαίης.
Ἀμφὶ δʼ ἄρʼ εὖ ἤσκηντο κατʼ οὔρεα μακρὰ λέοντες
σμερδαλέοι καὶ θῶες ἀναιδέες· ἐν δʼ ἀλεγειναὶ
ἄρκτοι πορδάλιές τε· σύες δʼ ἅμα τοῖσι πέλοντο
ὄβριμοι ἀλγινόεντας ὑπὸ βλοσυρῇσι γένυσσι
θήγοντες καναχηδὸν ἐυκτυπέοντας ὀδόντας.
Ἐν δʼ ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες,
ἄλλοι δʼ αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι
βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ.
Ἐν δʼ ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ
ἀργαλέοι ἐνέκειντο. Περικτείνοντο δὲ λαοὶ
μίγδα θοοῖς ἵπποισι· πέδον δʼ ἅπαν αἵματι πολλῷ
δευομένῳ ἤικτο κατʼ ἀσπίδος ἀκαμάτοιο.
Ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσά τʼ Ἐνυώ,
αἵματι λευγαλέῳ πεπαλαγμένοι ἅψεα πάντα·
ἐν δʼ Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι,
ἣ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας
ἐλθέμεν, αἳ δʼ ὀλοοῖο πυρὸς πνείουσαι ἀϋτμήν.
Ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δʼ ἄρα τῇσι
φοίτα λευγαλέου Θανάτου μένος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
Ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντων
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ἱδρώς.
Ἐν δʼ ἄρα Γοργόνες ἔσκον ἀναιδέες· ἀμφὶ δʼ ἄρά σφι
σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες
αἰνὸν λιχμώωντες. Ἀπειρέσιον δʼ ἄρα θαῦμα
δαίδαλα κεῖνα πέλοντο μέγʼ ἀνδράσι δεῖμα φέροντα,
οὕνεκʼ ἔσαν ζωοῖσιν ἐοικότα κινυμένοισι.
Καὶ τὰ μὲν ἂρ πολέμοιο τεράατα πάντα τέτυκτο·
εἰρήνης δʼ ἀπάνευθεν ἔσαν περικαλλέα ἔργα.
Ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων
ἄστεα καλὰ νέμοντο· Δίκη δʼ ἐπεδέρκετο πάντα·
ἄλλοι δʼ ἄλλʼ ἐπὶ ἔργα χέρας φέρον· ἀμφὶ δʼ ἀλωαὶ
καρποῖσι βρίθοντο· μέλαινα δὲ γαῖα τεθήλει.
Αἰπύτατον δʼ ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ
καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος· ἐν δὲ καὶ αὐτὴ
εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατʼ ἄκρης
ὑψηλὴ ψαύουσα πρὸς οὐρανόν. Ἀμφὶ δὲ πάντῃ
ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκολόπεσσιν
ἀνθρώπων ἀπέρυκον ἐῢν πάτον, οὕνεκα πολλοὶ
εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα,
παῦροι δʼ ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες.
Ἐν δʼ ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες,
σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δʼ ὑπὸ χερσὶν
ἤνυτο λήιον αὖον· ἐφεσπόμενοι δʼ ἔσαν ἄλλοι
πολλοὶ ἀμαλλοδετῆρες· ἀέξετο δʼ ἐς μέγα ἔργον.
Ἐν δὲ βόες ζεύγλῃσιν ὑπʼ αὐχένας αἰὲν ἔχοντες,
οἳ μὲν ἀπήνας εἷλκον ἐυσταχύεσσιν ἀμάλλαις
βριθομένας, οἳ δʼ αὖτις ἀροτρεύεσκον ἀρούρας,
τῶν δὲ πέδον μετόπισθε μελαίνετο· τοὶ δʼ ἐφέποντο
αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες
χερσὶν ἀμοιβαδίῃς· ἀνεφαίνετο δʼ ἄσπετον ἔργον.
Ἐν δʼ αὐλοὶ κιθάραι τε παρʼ εἰλαπίνῃσι πέλοντο·
ἐν δὲ χοροὶ ἵσταντο νέων παρὰ ποσσὶ γυναικῶν·
αἳ δʼ ἄρʼ ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι.
Ἄγχι δʼ ἄρʼ ὀρχηθμοῦ τε καὶ εὐφροσύνης ἐρατεινῆς
ἀφρὸν ἔτʼ ἀμφὶ κόμῃσιν ἔχουσʼ ἀνεδύετο πόντου
Κύπρις ἐϋστέφανος — τὴν δʼ Ἵμερος ἀμφεποτᾶτο —,
μειδιόωσʼ ἐρατεινὰ σὺν ἠυκόμοις Χαρίτεσσιν.
Ἐν δʼ ἄρʼ ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες
ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι
ἐς γάμον Αἰακίδαο δαΐφρονος. Ἀμφὶ δὲ πάντες
ἀθάνατοι δαίνυντο μακρὴν ἀνὰ Πηλίου ἄκρην·
ἀμφὶ δʼ ἄρʼ ὑδρηλοί τε καὶ εὐθαλέες λειμῶνες
ἔσκον, ἀπειρεσίοισι κεκασμένοι ἄνθεσι ποίης,
ἄλσεά τε κρῆναί τε διειδέες ὕδατι καλῷ.
Νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο,
αἳ μὲν ἄρʼ ἐσσύμεναι ἐπικάρσιαι, αἳ δὲ κατʼ ἰθὺ
νισόμεναι· περὶ δέ σφιν ἀέξετο κῦμʼ ἀλεγεινὸν
ὀρνύμενον. Ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος
ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ,
λαίφεα λεύκʼ ἐρύοντες, ἵνʼ ἐκ θανάτοιο φύγωσιν·
οἳ δʼ ἕζοντʼ ἐπʼ ἐρετμὰ πονεύμενοι· ἀμφὶ δὲ νηυσὶ
πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος.
Τοῖς δʼ ἐπὶ μειδιόων ἐν κήτεσιν εἰναλίοισιν
ἤσκητʼ Ἐννοσίγαιος· ἀελλόποδες δέ μιν ἵπποι,
ὡς ἐτεόν, σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον
χρυσείῃ μάστιγι πεπληγότες· ἀμφὶ δὲ κῦμα
στόρνυτʼ ἐπεσσυμένων, ὁμαλὴ δʼ ἄρα πρόσθε γαλήνη
ἔπλετο. Τοὶ δʼ ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα
ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο
σαίνοντες βασιλῆα· κατʼ ἠερόεν δʼ ἁλὸς οἶδμα
νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες.
Ἄλλα δὲ μυρία κεῖτο κατʼ ἀσπίδα τεχνηέντως
χερσὶν ὑπʼ ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο.
Πάντα δʼ ἄρʼ ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο,
οὕνεκʼ ἔην ἔκτοσθε κατʼ ἄντυγος, ᾗ ἔνι πᾶσα
ἀσπὶς ἐνεστήρικτο, δέδεντο δὲ δαίδαλα πάντα.
Τῇ δʼ ἄρα παρκατέκειτο κόρυς μέγα βεβριθυῖα·
Ζεὺς δέ οἱ ἀμφετέτυκτο μέγʼ ἀσχαλόωντι ἐοικώς,
οὐρανῷ ἐμβεβαώς· περὶ δʼ ἀθάνατοι πονέοντο
Τιτήνων ἐριδαινομένων Διὶ συμμογέοντες.
Τοὺς δʼ ἤδη κρατερὸν πῦρ ἄμπεχεν· ἐκ δὲ κεραυνοὶ
ἄλληκτοι νιφάδεσσιν ἐοικότες ἐξεχέοντο
οὐρανόθεν· Ζηνὸς γὰρ ἀάσπετον ὤρνυτο κάρτος·
οἳ δʼ ἄρʼ ἔτʼ αἰθομένοισιν ἐοικότες ἀμπνείεσκον.
Ἀμφὶ δὲ θώρηκος γύαλον παρεκέκλιτο πολλὸν
ἄρρηκτον βριαρόν τε, τὸ χάνδανε Πηλείωνα.
Κνημῖδες δʼ ἤσκηντο πελώριαι· ἀμφὶ δʼ ἐλαφραὶ
μούνῳ ἔσαν Ἀχιλῆι μάλα στιβαραί περ ἐοῦσαι.
Ἀγχόθι δʼ ἄσχετον ἆορ ἄδην περιμαρμαίρεσκε
χρυσείῳ τελαμῶνι κεκασμένον ἀργυρέῳ τε
κουλεῷ, ᾧ ἔπι κώπη ἀρηρεμένη ἐλέφαντος
θεσπεσίοις τεύχεσσι μετέπρεπε παμφανόωσα.
Τοῖς δὲ παρεκτετάνυστο κατὰ χθονὸς ὄβριμον ἔγχος,
Πηλιὰς ὑψικόμοισιν ἐειδομένη ἐλάτῃσι,
λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο.
Καὶ τότʼ ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος
θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος·
«Νῦν μὲν δὴ κατʼ ἀγῶνος ἀέθλια πάντα τελέσθη
ὅσσʼ ἐπὶ παιδὶ θανόντι μέγʼ ἀχνυμένη κατέθηκα.
Ἀλλʼ ἴτω ὅς τʼ ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν,
καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχεʼ ἕσασθαι
δώσω, ἃ καὶ μακάρεσσι μέγʼ εὔαδεν ἀθανάτοισιν.»
Ὣς φάτο· τοὶ δʼ ἀνόρουσαν ἐριδμαίνοντʼ ἐπέεσσιν
υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος
Αἴας, ὃς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν,
ἀστὴρ ὣς ἀρίδηλος ἀνʼ οὐρανὸν αἰγλήεντα
Ἕσπερος, ὃς μέγα πᾶσι μετʼ ἄστρασι παμφαίνῃσι·
τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο.
ᾜτεε δʼ Ἰδομενῆα κλυτὸν καὶ Νηλέος υἷα
ἠδʼ ἄρα μητιόωντʼ Ἀγαμέμνονα· τοὺς γὰρ ἐώλπει
ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο·
ὣς δʼ αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει·
οἳ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι.
Νέστωρ δʼ Ἰδομενῆι καὶ Ἀτρέος υἱέι δίῳ
ἄμφω ἐελδομένοισιν ἔπος φάτο νόσφιν ἀπʼ ἄλλων·
«Ὦ φίλοι, ἦ μέγα πῆμα καὶ ἄσχετον ἤματι τῷδε
ἡμῖν συμφορέουσιν ἀκηδέες Οὐρανίωνες,
Αἴαντος μεγάλοιο περιφραδέος τʼ Ὀδυσῆος
ἐσσυμένων ἐπὶ δῆριν ἀάσχετον ἀργαλέην τε.
Τῶν γάρ θʼ ὁπποτέρῳ δώῃ θεὸς εὖχος ἀρέσθαι
γηθήσει κατὰ θυμόν· ὃ δʼ αὖ μέγα πένθος ἀέξει
πάντας ἀτεμβόμενος Δαναούς, περὶ δʼ ἔξοχα πάντων
ἡμέας· οὐδʼ ἔτι κεῖνος ἐν ἡμῖν ὡς τὸ πάροιθε
στήσεται ἐν πολέμῳ. Μέγα δʼ ἔσσεται ἄλγος Ἀχαιοῖς,
κείνων ἤν τινα δεινὸς ἕλῃ χόλος, οὕνεκα πάντων
ἡρώων προφέρουσιν, ὃ μὲν πολέμῳ, ὃ δὲ βουλῇ.
Ἀλλʼ ἄγʼ ἐμεῖο πίθεσθε, ἐπεί ῥα γεραίτερός εἰμι
λίην, οὐκ ὀλίγον περ· ἔχω δʼ ἐπὶ γήραϊ πολλῷ
καὶ νόον, οὕνεκεν ἐσθλὰ καὶ ἄλγεα πολλὰ μόγησα.
Αἰεὶ δʼ ἐν βουλῇσι γέρων πολύιδρις ἀμείνων
ὁπλοτέρου πέλει ἀνδρός, ἐπεὶ μάλα μυρία οἶδε.
Τοὔνεκα Τρωσὶν ἐφῶμεν ἐύφροσι τήνδε δικάσσαι
ἀντιθέῳ τʼ Αἴαντι φιλοπτολέμῳ τʼ Ὀδυσῆι,
ὅν τινα δήιοι ἄνδρες ὑποτρομέουσι μάλιστα
ἠδʼ ὅ τις ἐξεσάωσε νέκυν Πηληιάδαο
ἐξ ὀλοοῦ πολέμοιο· δορύκτητοι γὰρ ἐν ἡμῖν
πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπʼ ἀνάγκῃ,
οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται
οὔ τινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς
ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης.»
Ὣς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
«Ὦ γέρον, ὡς οὔ τις πινυτώτερος ἄλλος ἐν ἡμῖν
σεῖο πέλει Δαναῶν, οὔτʼ ἂρ νέος οὔτε παλαιός,
ὃς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι
ἀνέρα ὅν τινα τῶνδε θεοὶ μετόπισθε βάλωνται
νίκης· οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται.
Καὶ δʼ ἐμοὶ ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ,
ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν·
τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα
Τρωσὶν ἐυπτολέμοισι, χόλον δʼ οὐκ ἄμμιν ὀπάσσει.»
Ὣς φάτο· τοὶ δʼ ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες
ἀμφαδὸν ἠνήναντο δικασπολίην ἐρατεινήν.
Τῶν δʼ ἄρʼ ἀναινομένων Τρώων ἐρικυδέες υἷες
ἕζοντʼ ἐν μέσσοισι δορύκτητοί περ ἐόντες,
ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν.
Αἴας δʼ ἐν μέσσοισι μέγʼ ἀσχαλόων φάτο μῦθον·
«Ὦ Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων
ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκμήτοιο;
Ἦ φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος
βλημένου ἐν κονίῃσιν, ὅτʼ ἀμφί ἑ Τρῶες ἔβησαν,
ὁππότʼ ἐγὼ κείνοισι φόνον στονόεντʼ ἐφέηκα
σεῖο καταπτώσσοντος; Ἐπεί νύ σε γείνατο μήτηρ
δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο,
ὅσσον τίς τε κύων μεγαλοβρύχοιο λέοντος·
οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ,
ἀλλὰ σοὶ ἀμφιμέμηλε δόλος καὶ ἀτάσθαλα ἔργα.
Ἠὲ τόδʼ ἐξελάθου, ὅτʼ ἐς Ἰλίου ἱερὸν ἄστυ
ἐλθέμεναι ἀλέεινες ἅμʼ ἀγρομένοισιν Ἀχαιοῖς,
καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντʼ ἐφέπεσθαι
ἤγαγον Ἀτρεῖδαι; Ὡς μὴ ὤφελλες ἱκέσθαι·
σῇς γὰρ ὑπʼ ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα
Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα·
οὐκ οἴῳ δʼ ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην,
ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον,
ὃς σέο φέρτερος ἔσκε βίῃ καὶ ἐΰφρονι βουλῇ.
Νῦν δʼ ἤδη καὶ ἐμεῖο καταντίον ἐλθέμεν ἔτλης,
οὔτʼ εὐεργεσίης μεμνημένος, οὔτέ τι θυμῷ
ἁζόμενος σέο πολλὸν ὑπέρτερον, ὅς σʼ ἐνὶ χάρμῃ
ἐξεσάωσα πάροιθεν ὑποτρομέοντα κυδοιμὸν
δυσμενέων, ὅτε σʼ ἄλλοι ἀνὰ μόθον οἰωθέντα
κάλλιπον ἐν δηίων ὁμάδῳ φεύγοντα καὶ αὐτόν.
Ὡς ὄφελον καὶ ἐμεῖο θρασὺ σθένος ἐν δαῒ κείνῃ
αὐτὸς Ζεὺς ἐφόβησεν ἀπʼ αἰθέρος, ὄφρά σε Τρῶες
ἀμφιτόμοις ξιφέεσσι διὰ μελεϊστὶ κέδασσαν
δαῖτα κυσὶ σφετέροισι, καὶ οὐκ ἂν ἐμεῖο μενοίνας
ἐλθέμεναι κατέναντα δολοφροσύνῃσι πεποιθώς.
Σχέτλιε, τίπτε βίῃ πολὺ φέρτατος ἔμμεναι ἄλλων
εὐχόμενος μέσσοισιν ἔχες νέας, οὐδέ τι θυμῷ
ἔτλης ὥς περ ἔγωγε θοὰς ἔκτοσθεν ἐρύσσαι
νῆας; Ἐπεί νύ σε τάρβος ἐπήιεν. Οὐδὲ μὲν αἰνὸν
πῦρ νηῶν ἀπάλαλκες· ἐγὼ δʼ ὑπʼ ἀταρβέι θυμῷ
ἔστην καὶ πυρὸς ἄντα καὶ Ἕκτορος, ὅς μʼ ὑπόεικε
πάσῃ ἐν ὑσμίνῃ· σὺ δέ μιν μέγα δείδιες αἰεί.
Ὡς ὄφελον τόδε νῶιν ἐνὶ πτολέμῳ τις ἄεθλον
θῆκεν, ὅτʼ ἀμφʼ Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει,
ὄφρʼ ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ
ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα
αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι. Νῦν δʼ ἄρα μύθων
ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων.
Οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι
δύμεναι Αἰακίδαο δαΐφρονος, οὐδὲ μὲν ἔγχος
νωμῆσαι παλάμῃσιν· ἐμοὶ δʼ ἄρα πάντα τέτυκται
ἄρτια, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη
οὔ τι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα.
Ἀλλὰ τί ἢ μύθοισιν ἐριδμαίνοντε κακοῖσιν
ἕσταμεν ἀμφʼ Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη,
ὅς τις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ;
Ἀλκῆς γὰρ τόδʼ ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν
θῆκεν ἐνὶ μέσσοις ἐπέων Θέτις ἀργυρόπεζα.
Μύθων δʼ εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν·
οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων
εἰμί· γένος δέ μοί ἐστιν ὅθεν μεγάλῳ Ἀχιλῆι.»
Ὣς φάτο· τὸν δʼ ἀλεγεινὰ παραβλήδην ἐνένιπεν
υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν·
«Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;
Οὐτιδανὸν δέ μʼ ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν
ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι
μήδεσι καὶ μύθοισιν ἅ τʼ ἀνδράσι κάρτος ἀέξει.
Καὶ γάρ τʼ ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν
μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες
ῥηιδίως· μήτι δὲ μέγαν βαρυηχέα πόντον
ναῦται ὑπεκπερόωσιν, ὅτʼ ἄσπετα κυμαίνηται·
τέχνῃσιν δʼ ἀγρόται κρατεροὺς δαμόωσι λέοντας
πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν·
ταῦροι δʼ ὀβριμόθυμοι ὑπὸ ζεύγλῃς δαμόωνται
ἀνθρώπων ἰότητι. Νόῳ δέ τε πάντα τελεῖται·
αἰεὶ δʼ ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι
πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύιδρις ἀμείνων.
Τοὔνεκʼ ἐυφρονέοντα θρασὺς πάις Οἰνείδαο
λέξατό μʼ ἐκ πάντων ἐπιτάρροθον, ὄφρʼ ἀφίκωμαι
ἐς φύλακας· μέγα δʼ ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω.
Καὶ δʼ αὐτὸν Πηλῆος ἐυσθενέος κλυτὸν υἷα
ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον. Ἢν δὲ καὶ ἄλλου
ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται,
οὐδʼ ὅ γε χερσὶ τεῇσιν ἐλεύσεται οὐδὲ μὲν ἄλλων
Ἀργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν
ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι
δῆριν ἐς αἰζηῶν. Μέγα γὰρ κράτος ἀνδράσι μῦθος
γίνετʼ ἐυφροσύνῃ μεμελημένος· ἠνορέη δὲ
ἄπρηκτος τελέθει μέγεθός τʼ εἰς οὐδὲν ἀέξει
ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται.
Αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν
ἀθάνατοι, τεῦξαν δὲ μέγʼ Ἀργείοισιν ὄνειαρ.
Οὐδὲ μὲν ὡς σύ μʼ ἔφησθα πάρος φεύγοντα σάωσας
δηίου ἐξ ἐνοπῆς· οὐ γὰρ φύγον, ἀλλʼ ἅμα πάντας
Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον· οἳ δʼ ἐπέχυντο
ἀλκῇ μαιμώωντες, ἐγὼ δʼ ὑπὸ κάρτεϊ χειρῶν
πολλῶν θυμὸν ἔλυσα. Σὺ δʼ οὐκ ἄρʼ ἐτήτυμα βάζεις·
οὐ γὰρ ἔμοιγʼ ἐπάμυνας ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ
ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ
φεύγοντʼ ἐκ πολέμοιο. Νέας δʼ ἐς μέσσον ἔρυσσα
οὔ τι περιτρομέων δηίων μένος, ἀλλʼ ἵνα μῆχος
αἰὲν ἅμʼ Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι.
Καὶ σὺ μὲν ἔκτοσθε στῆσας νέας· αὐτὰρ ἔγωγε
αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν
ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι
ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ.
Οὐδὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς
ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων
κείνῳ, ὅτʼ ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας.
Νῦν δέ σευ ἀμφʼ Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας
δυσμενέων, ἐσάωσα δʼ ὁμῶς τεύχεσσι θανόντα.
Οὐδὲ μὲν ἐγχείην τρομέω σέθεν, ἀλλά με λυγρὸν
ἕλκος ἔτʼ ἀμφʼ ὀδύνῃς περινίσεται εἵνεκα τευχέων
τῶνδʼ ὑπερουτηθέντα δαϊκταμένου τʼ Ἀχιλῆος.
Καὶ δʼ ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα.»
Ὣς ἄρʼ ἔφη· τὸν δʼ αὖτις ἀμείβετο καρτερὸς Αἴας·
«Ὦ Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων,
οὔ νύ σʼ ἐκεῖσʼ ἐνόησα πονεύμενον οὐδέ τις ἄλλος
Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα
ἑλκέμεναι μενέαινον. Ἐγὼ δʼ ὑπὸ δουρὶ καὶ ἀλκῇ
τῶν μὲν γούνατʼ ἔλυσα κατὰ μόθον, οὓς δʼ ἐφόβησα
αἰὲν ἐπεσσύμενος· τοὶ δʼ ἀργαλέως φοβέοντο
χήνεσιν ἢ γεράνοισιν ἐοικότες, οἷς τʼ ἐπορούσῃ
αἰετὸς ἠιόεν πεδίον κάτα βοσκομένοισιν·
ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ
Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα.
Σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔ τί μευ ἄγχι
μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς
ἀμφʼ ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ
ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει.»
Ὣς φάτο· τὸν δʼ Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ·
«Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι
οὐ νόον οὐδὲ βίην, εἰ καὶ μάλα φαίδιμός ἐσσι·
ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέστερός εἰμι
σεῖο μετʼ Ἀργείοισι, βίῃ δέ κεν ἀμφήριστος
ἢ καὶ ἀγαυότερος. Τὸ δέ που καὶ Τρῶες ἴσασιν,
οἵ με μέγα τρομέουσι, καὶ ἢν ἀπάτερθεν ἴδωνται·
καὶ δʼ αὐτὸς σάφα οἶδας ἐμὸν μένος, ἠδὲ καὶ ἄλλοι,
ἀμφὶ παλαισμοσύνῃ πολυτειρέι πολλὰ μογήσας,
ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο
Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα.»
Ὣς φάτο Λαέρταο κλυτὸς πάις ἀντιθέοιο.
Καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντʼ ἀλεγεινὴν
αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν
πάντες ὁμοφρονέοντες ἐυπτολέμῳ Ὀδυσῆι·
τοῦ δʼ ἄμοτον γήθησε νόος, στονάχησε δὲ λαός.
Παχνώθη δʼ Αἴαντος ἐῢ σθένος· αἶψα δʼ ἄρʼ αὐτῷ
ἄτη ἀνιηρὴ περικάππεσε· πᾶν δέ οἱ εἴσω
ἔζεσε φοίνιον αἷμα, χολὴ δʼ ὑπερέβλυσεν αἰνή,
ἥπατι δʼ ἐγκατέμικτο· περὶ κραδίην δʼ ἀλεγεινὸν
ἷξεν ἄχος, καὶ δριμὺ διʼ ἐγκεφάλοιο θεμέθλων
ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,
σὺν δʼ ἔχεεν νόον ἀνδρός. Ἐπὶ χθόνα δʼ ὄμματα πήξας
ἔστη ἀκινήτῳ ἐναλίγκιος. Ἀμφὶ δʼ ἑταῖροι
ἀχνύμενοί μιν ἄγεσκον ἐυπρῴρους ἐπὶ νῆας
πολλὰ παρηγορέοντες· ὃ δʼ ὑστατίην ποσὶν οἶμον
ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.
Ἀλλʼ ὅτε δὴ μετὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον
Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,
δὴ τότʼ ἔσω μεγάλοιο Θέτις κατεδύσετο πόντου·
σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες· ἀμφὶ δʼ ἄρά σφι
νήχετο κήτεα πολλὰ τά τε τρέφει ἁλμυρὸν οἶδμα.
Αἳ δὲ μέγα σκύζοντο Προμηθέι μητιόωντι
μνώμεναι ὡς κείνοιο θεοπροπίῃσι Κρονίων
δῶκε Θέτιν Πηλῆι καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι.
Κυμοθόη δʼ ἐν τῇσι μέγʼ ἀσχαλόωσʼ ἀγόρευεν·
«Ὢ πόποι, ὡς ὅ γε λυγρὸς ἐπάξια πήμαθʼ ὑπέτλη
δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ
κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων.»
Ὣς φάτο Κυμοθόη κυανοπλοκάμοις ἁλίῃσιν.
Ἠέλιος δʼ ἀπόρουσεν, ἐπεσκιόωντο δʼ ἀλωαὶ
νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δʼ οὐρανὸν ἄστρα.
Ἀργεῖοι δʼ ἐπὶ νηυσὶ τανυπρῴροισιν ἴαυον
ὕπνῳ ὑπʼ ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ
ἡδέι τὸν Κρήτηθε παρʼ Ἰδομενῆος ἀγαυοῦ
ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον.
Αἴας δʼ Ἀργείοισι χολούμενος οὔτʼ ἄρα δόρπου
μνήσατʼ ἐνὶ κλισίῃ μελιηδέος, οὔτέ μιν ὕπνος
ἄμπεχεν· ἀλλʼ ὅ γʼ ἑοῖσιν ἐν ἔντεσι δύσετο θύων,
εἵλετο δὲ ξίφος ὀξὺ καὶ ἄσπετα πορφύρεσκεν,
ἢ ὅ γε νῆας ἐνιπρήσῃ καὶ πάντας ὀλέσσῃ
Ἀργείους, ἦ μοῦνον ὑπὸ ξίφεϊ στονόεντι
δῃώσῃ μελεϊστὶ θοῶς δολόεντʼ Ὀδυσῆα.
Καὶ τὰ μὲν ὣς ὥρμαινε, τὰ δὴ τάχα πάντʼ ἐτέλεσσεν,
εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε Λύσσαν·
κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος
ἱρῶν μνωομένη τά οἱ ἔμπεδα κεῖνος ἔρεξε·
τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο
τρέψεν ἀπʼ Ἀργείων. Ὃ δʼ ἄρʼ ἤιε λαίλαπι ἶσος
σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ,
ἥ τε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο,
Πληιὰς εὖτʼ ἀκάμαντος ἐς Ὠκεανοῖο ῥέεθρα
δύεθʼ ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα
ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος·
τῇ εἰκὼς οἴμησεν ὅπῃ γε μὲν γυῖα φέρεσκον.
Πάντῃ δʼ ἀμφιθέεσκεν ἀναιδέι θηρὶ ἐοικώς,
ὅς τε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης
ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν
ἢ κυσὶν ἢ ἀγρότῃς οἵ οἱ τέκνα δῃώσωνται
ἄντρων ἐξερύσαντες, ὃ δʼ ἀμφὶ γένυσσι βεβρυχώς,
εἴ που ἔτʼ ἐν ξυλόχοισιν ἴδοι θυμήρεα τέκνα, —
τῷ δʼ εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι,
αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ·
ὣς ὅ γʼ ἀμείλιχα θῦνε. Μέλαν δέ οἱ ἔζεεν ἦτορ,
εὖτε λέβης ἀλίαστον ἐπʼ ἐσχάρῃ Ἡφαίστοιο
ῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο,
γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται,
ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ,
εὐτρεφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ·
ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός.
Μαίνετο δʼ ἠΰτε πόντος ἀπείριτος ἠὲ θύελλα
ἢ πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτʼ ἀλίαστον
μαίνηται κατʼ ὄρεσφι βίη μεγάλου ἀνέμοιο,
πίπτῃ δʼ αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη·
ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ
μαίνετο λευγαλέως. Ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς
ἐκ στόματος, βρυχὴ δὲ περὶ γναθμοῖσιν ὀρώρει,
τεύχεα δʼ ἀμφʼ ὤμοισιν ἐπέβραχε. Τοὶ δʼ ὁρόωντες
πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.
Καὶ τότʼ ἀπʼ Ὠκεανοῖο κίεν χρυσήνιος Ἠώς.
Ὕπνος δʼ οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ,
Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ
Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ·
ἣ δέ ἑ κύσσεν ἑλοῦσʼ, ἐπεὶ ἦ πέλε γαμβρὸς ἀμύμων,
ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν
Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν·
αἶψα δʼ ἄρʼ ἣ μὲν ἔβη Ζηνὸς δόμον, ὃς δʼ ἐπὶ λέκτρα
Πασιθέης οἴμησεν· ἀνέγρετο δʼ ἔθνεα φωτῶν.
Αἴας δʼ ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι
φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα Λύσσαν.
Ἐν δʼ ἔθορεν μήλοισι, λέων ὣς ὀβριμόθυμος
λιμῷ ὑπʼ ἀργαλέῃ δεδμημένος ἄγριον ἦτορ.
Καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερʼ ἄλλοθεν ἄλλα
κάββαλεν, ἠΰτε φύλλα μένος κρατεροῦ Βορέαο
χεύῃ, ὅτʼ ἀνυμένου θέρεος μετὰ χεῖμα τράπηται·
ὣς Αἴας μήλοισι μέγʼ ἀσχαλόων ἐνόρουσεν
ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ Κῆρας ἰάλλειν.
Καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς
κρύβδʼ ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε·
«Σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ
Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,
ὃς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμέας
πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων.
Ὡς ὄφελον μὴ τῶνδε Θέτις περὶ δῆριν ἔθηκε,
μηδʼ ἄρα Λαέρταο πάις μέγʼ ἀμείνονι φωτὶ
ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ.
Νῦν δὲ μέγʼ ἀασάμεσθα, κακὸς δέ τις ἤπαφε δαίμων·
ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο
μοῦνον ἔτʼ ἦν Αἴαντος ἐῢ σθένος. Ἀλλʼ ἄρα καὶ τὸν
ἡμέων ἐξελόωσι θεοὶ κακὰ νῶιν ἄγοντες,
ὥς κεν πάντες ἄιστοι ἀναπλήσωμεν ὄλεθρον.»
Ὣς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
«Μὴ νῦν, ὦ Μενέλαε, μέγʼ ἀχνύμενος περὶ θυμῷ
σκύζεο μητιόωντι Κεφαλλήνων βασιλῆι,
ἀλλὰ θεοῖς οἳ νῶιν ὀλέθρια μητιόωνται·
οὐ γὰρ ὅ γʼ αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν
γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δʼ ἄρα δυσμενέεσσιν.»
Ὣς οἳ μὲν Δαναῶν ἀκαχήμενοι ἠγορόωντο.
Μηλονόμοι δʼ ἀπάνευθε παρὰ Ξάνθοιο ῥεέθροις
πτῶσσον ὑπὸ μυρίκῃσιν ἀλευάμενοι βαρὺ πῆμα.
Ὡς δʼ ὅταν αἰετὸν ὠκὺν ὑποπτώσσωσι λαγωοὶ
θάμνοις ἐν λασίοισιν, ὅτʼ ἐγγύθεν ὀξὺ κεκληγὼς
πωτᾶτʼ ἔνθα καὶ ἔνθα τανυσσάμενος πτερύγεσσιν·
ὣς οἵ γʼ ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα.
Ὀψὲ δʼ ὅ γʼ ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,
καί ῥʼ ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε·
«Κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδʼ οἰωνῶν·
οὐ γάρ σʼ οὐδʼ Ἀχιλῆος ἐρύσατο κύδιμα τεύχη,
ὧν ἕνεκʼ ἀφραδέως μέγʼ ἀμείνονι δηριάασκες.
Κεῖσο, κύον· σὲ γὰρ οὔ τι γοήσεται ἀμφιπεσοῦσα
κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα,
οὐ τοκέες, τοῖς οὔ τι μετέσσεαι ἐλδομένοισι
γήραος ἐσθλὸν ὄνειαρ, ἐπεί νύ σε τῆλʼ ἀπὸ πάτρης
οἰωνοί τε κύνες τε δεδουπότα δαρδάψουσιν.»
Ὣς ἄρʼ ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα
κεῖσθαι ὀϊόμενος μεμορυγμένον αἵματι πολλῷ.
Καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων
ἐσκέδασεν Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον·
ἣ δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰνὰ ῥέεθρα,
ἧχι θοαὶ ναίουσιν Ἐριννύες αἵ τε βροτοῖσιν
αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας.
Αἴας δʼ, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα,
θάμβεεν ἐν φρεσὶ πάμπαν· ὀΐσατο γὰρ δόλον εἶναι
ἐκ μακάρων. Πάντεσσι δʼ ὑπεκλάσθη μελέεσσι
βλήμενος ἄλγεσι θυμὸν ἀρήιον· οὐδʼ ἄρα πρόσσω
ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτʼ ἄρʼ ὀπίσσω,
ἀλλʼ ἔστη σκοπιῇ ἐναλίγκιος, ἥ τʼ ἐν ὄρεσσι
πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται.
Ἀλλʼ ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
λυγρὸν ἀνεστονάχησεν, ἔπος δʼ ὀλοφύρετο τοῖον·
«Ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν;
Οἵ με φρένας βλάψαντο, κακὴν δʼ ἐπὶ λύσσαν ἔθεντο,
μῆλα κατακτεῖναι τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ.
Ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ
χερσὶν ἐμαῖς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ
λυγρὸς ἐὼν μάλα πάγχυ. Πάθοι γε μὲν ἄλγεα θυμῷ
ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν
ἀργαλέοις· δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν
ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα
αὐτῷ τʼ Ἀτρείδῃ Ἀγαμέμνονι· μηδʼ ὅ γʼ ἀπήμων
ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι.
Ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;
Ἐρρέτω Ἀργείων ὀλοὸς στρατός· ἐρρέτω αἰὼν
ἄσχετος. Οὐ γὰρ ἔτʼ ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων
τιμήεις τε πέλει καὶ φίλτερος· ἦ γὰρ Ὀδυσσεὺς
τίετʼ ἐν Ἀργείοισιν, ἐμεῦ δʼ ἐπὶ πάγχυ λάθοντο
ἔργων θʼ ὁππόσʼ ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν.»
Ὣς εἰπὼν πάις ἐσθλὸς ἐυσθενέος Τελαμῶνος
Ἑκτόρεον ξίφος ὦσε διʼ αὐχένος· ἐκ δέ οἱ αἷμα
ἐσσύμενον κελάρυζεν. Ὃ δʼ ἐν κονίῃσι τανύσθη,
Τυφῶν ὣς τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί·
ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος.
Καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο
κείμενον ἐν κονίῃσι· πάρος δέ οἱ οὔ τις ἵκανεν
ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας.
Αἶψα δʼ ἄρα κταμένῳ περικάππεσον· ἀμφὶ δὲ κρᾶτα
πρηνέες ἐκχύμενοι κόνιν ἄσπετον ἀμφεχέοντο,
καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν.
Ὡς δʼ ὅταν εἰροπόκων ὀΐων ἄπο νήπια τέκνα
ἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται,
αἳ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι
μητέρες ἐκ τεκέων σηκοὺς πέρι χηρωθέντας·
ὣς οἵ γʼ ἀμφʼ Αἴαντα μέγα στένον ἤματι κείνῳ
πανσυδίῃ· μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη
καὶ πεδίον καὶ νῆες ἀπειρεσίη τε θάλασσα.
Τεῦκρος δʼ ἀμφʼ αὐτῷ μάλα μήδετο Κῆρας ἐπισπεῖν
ἀργαλέας· τὸν δʼ ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο
εἶργον. Ὃ δʼ ἀσχαλόων περικάππεσε τεθνειῶτι
δάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο,
ὅς τε παρʼ ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις
κὰκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ
μητρὸς ἀποφθιμένης ἥ μιν τρέφε νήιδα πατρός·
ὣς ὅ γε κωκύεσκε κασιγνήτοιο δαμέντος
ἑρπύζων περὶ νεκρόν, ἔπος δʼ ὀλοφύρετο τοῖον·
«Αἶαν καρτερόθυμε, τί δή νύ τοι ἔβλαβεν ἦτορ
σοὶ αὐτῷ στονόεντα φόνον καὶ πῆμα βαλέσθαι;
Ἦ ἵνα Τρώιοι υἷες ὀϊζύος ἀμπνεύσωσιν,
Ἀργείους δʼ ὀλέσωσι σέθεν κταμένοιο κιόντες;
Οὐ γὰρ τοῖσδʼ ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν
ἔσσεται ἐν πολέμῳ· σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ.
Οὐδʼ ἔτʼ ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος
ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ὀΐομαι ἐνθάδʼ ὀλέσθαι,
ὄφρά με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ·
οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτʼ εἰσίν,
εἴ που ἔτʼ ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,
ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος.»
Ἦ ῥα μέγα στενάχων. Ἐπὶ δʼ ἔστενε δῖα Τέκμησσα,
Αἴαντος παράκοιτις ἀμύμονος, ἥν περ ἐοῦσαν
ληιδίην σφετέρην ἄλοχον θέτο, καί μιν ἁπάντων
τεῦξεν ἄνασσαν ἔμεν ὁπόσων ἀνὰ δῶμα γυναῖκες
ἑδνωταὶ μεδέουσι παρʼ ἀνδράσι κουριδίοισιν·
ἣ δέ οἱ ἀκαμάτοισιν ὑπʼ ἀγκοίνῃσι δαμεῖσα
Εὐρυσάκην τέκεθʼ υἱὸν ἐοικότα πάντα τοκῆι.
Ἀλλʼ ὃ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο·
ἣ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ
ἐντυπὰς ἐν κονίῃσι καλὸν δέμας αἰσχύνουσα,
καί ῥʼ ὀλοφυδνὸν ἄυσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον·
«Ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες οὔ τι δαϊχθεὶς
δυσμενέων παλάμῃσι κατὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ.
Τῶ μοι πένθος ἄλαστον ἐποίχεται· οὐ γὰρ ἐώλπειν
σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι
ἐν Τροίῃ· τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν.
Ὥς μʼ ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα,
πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον· οὐ γὰρ ἔμοιγε
ἄλλο χερειότερόν ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
οὐδʼ ὅτε με πρώτιστον ἐμῆς ἀπὸ τηλόθι πάτρης
καὶ τοκέων εἴρυσσας ἅμʼ ἄλλαις ληιάδεσσι
πόλλʼ ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν
αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ.
Ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων
μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος,
οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας,
καί ῥά με θῆκας ἄκοιτιν ὁμόφρονα, καί ῥά μʼ ἔφησθα
τεύξειν αὐτίκʼ ἄνασσαν ἐϋκτιμένης Σαλαμῖνος
νοστήσας Τροίηθε. Τὰ δʼ οὐ θεὸς ἄμμι τέλεσσεν·
ἀλλὰ σὺ νῦν μὲν ἄιστος ἀποίχεαι, οὐδέ νυ σοί περ
μέμβλετʼ ἐμεῦ καὶ παιδός, ὃς οὐ πατρὶ τέρψεται ἦτορ,
οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι
δμῶα λυγρὸν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτʼ ἐόντος
νηπίαχοι κομέονται ὑπʼ ἀνδράσιν εὖ μάλα πολλὸν
χειροτέροις· ὀλοῇ γὰρ ἐπʼ ὀρφανίῃ βαρὺς αἰὼν
παισὶ πέλει καὶ πήματʼ ἐπʼ ἄλλοθεν ἄλλα χέονται.
Καὶ δʼ ἐμὲ δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ
οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὣς ἐτέτυξο.»
Ὣς φαμένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων·
«Ὦ γύναι, οὔ νύ σέ τις δμωὴν ἔτι θήσεται ἄλλος,
Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδʼ ἐμεῦ αὐτοῦ·
ἀλλά σε τίσομεν αἰὲν ἀπειρεσίοις γεράεσσι,
τίσομεν ὥς τε θεήν, καὶ σὸν τέκος, ὡς ἔτʼ ἐόντος
ἀντιθέου Αἴαντος ὃς ἔπλετο κάρτος Ἀχαιῶν.
Αἴθʼ ὄφελον μηδʼ ἄλγος Ἀχαιίδι θήκατο πάσῃ
αὐτὸς ἑῇ ὑπὸ χειρὶ δαμείς· οὐ γάρ μιν ἀπείρων
δυσμενέων σθένε λαὸς ὑπʼ Ἄρεϊ δῃώσασθαι.»
Ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν. Ἀμφὶ δὲ λαοὶ
οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δʼ Ἑλλήσποντος
μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατʼ ἀνίη.
Καὶ δʼ αὐτὸν λάβε πένθος Ὀδυσσέα μητιόωντα
κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν
τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς·
«Ὦ φίλοι, ὡς οὔ πώ τι κακώτερον ἄλλο χόλοιο
γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει·
ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν
ἀμφʼ ἐμοὶ ἐν φρεσὶν ᾗσι χολούμενον. Ὡς ὄφελόν μοι
μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων
νίκην ἀμφεβάλοντʼ ἐρικυδέα, τῆς πέρι θυμὸν
ἀχνύμενος πάις ἐσθλὸς ἐυσθενέος Τελαμῶνος
ὤλετο χερσὶν ἑῇσι. Χόλου δέ οἱ οὔ τι ἔγωγε
αἴτιος, ἀλλά τις Αἶσα πολύστονος ἥ μιν ἐδάμνα.
Εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει
κεῖνον ἀλαστήσειν καθʼ ἑὸν νόον, οὔτʼ ἂν ἔγωγε
ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτέ τινʼ ἄλλον
ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι·
ἀλλά οἱ αὐτὸς ἔγωγε θεουδέα τεύχεʼ ἀείρας
προφρονέως ἂν ὄπασσα καὶ εἴ τί περ ἄλλο μενοίνα.
Νῦν δέ μιν οὔ τι ἔγωγε μέγʼ ἀχνύμενον χαλεπῆναι
ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς
οὔτε περὶ πτόλιος μαχόμην οὔτʼ εὐρέος ὄλβου,
ἀλλά μοι ἀμφʼ ἀρετῆς νεῖκος πέλεν, ἧς πέρι δῆρις
τερπνὴ γίνεται αἰὲν ἐύφροσιν ἀνθρώποισι.
Κεῖνος δʼ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ Δαίμονος Αἴσῃ
ἤλιτεν. Οὐ γὰρ ἔοικε μέγʼ ἀσχαλάαν ἐνὶ θυμῷ·
ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλʼ ἐπιόντα
τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενὶ μηδʼ ἀκάχησθαι.»
Ὣς φάτο Λαέρταο κλυτὸς πάις ἀντιθέοιο.
Ἀλλʼ ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ,
δὴ τότε Νηλέος υἱὸς ἔτʼ ἀχνυμένοισιν ἔειπεν·
«Ὦ φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι
ἡμῖν αἶψʼ ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος,
Αἴαντος φθιμένοιο πολυσθενέος τʼ Ἀχιλῆος
ἄλλων τʼ Ἀργείων ἠδʼ υἱέος ἡμετέροιο
Ἀντιλόχου. Ἀλλʼ οὔ τι θέμις κταμένους ἐνὶ χάρμῃ
κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ.
Ἀλλὰ γόου λήσασθε ἀεικέος, οὕνεκʼ ἄμεινον
ἔρδειν ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε,
πυρκαϊὴν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι.
Νεκρὸς δʼ οὔ τι γόοισιν ἀνέγρεται, οὐδέ τι οἶδε
φράσσασθʼ, εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.»
Ἦ ῥα παρηγορέων· περὶ δʼ ἀντίθεοι βασιλῆες
ἀθρόοι αἶψʼ ἀγέροντο μέγʼ ἀχνύμενοι κέαρ ἔνδον,
καί ἑ μέγαν περ ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν
πολλοὶ ἀείραντες. Κατὰ δὲ σπείροισι κάλυψαν
αἷμʼ ἀποφαιδρύναντες ὅ οἱ βριαροῖς μελέεσσι
τερσόμενον περίκειτο σὺν ἔντεσιν ἐν κονίῃσι.
Καὶ τότʼ ἀπʼ Ἰδαίων ὀρέων φέρον ἄσπετον ὕλην
αἰζηοί. Πάντῃ δὲ νέκυν πέρι δινήσαντο·
πολλὰ δʼ ἄρʼ ἀμφʼ αὐτῷ θῆκαν ξύλα, πολλὰ δὲ μῆλα
φάρεά τʼ εὐποίητα βοῶν τʼ ἐρικυδέα φῦλα
ἠδέ οἱ ὠκυτάτοισιν ἀγαλλομένους ποσὶν ἵππους
χρυσόν τʼ αἰγλήεντα καὶ ἄσπετα τεύχεα φωτῶν
ὅσσα πάρος κταμένων ἀποαίνυτο φαίδιμος ἀνήρ·
ἤλεκτρόν τʼ ἐπὶ τοῖσι διειδέα, τόν ῥά τέ φασιν
ἔμμεναι Ἠελίοιο πανομφαίοιο θυγατρῶν
δάκρυ, τὸ δὴ Φαέθοντος ὑπὲρ κταμένοιο χέαντο
μυρόμεναι μεγάλοιο παρὰ ῥόον Ἠριδανοῖο,
καὶ τὸ μὲν Ἠέλιος γέρας ἄφθιτον υἱέι τεύχων
ἤλεκτρον ποίησε μέγα κτέαρ ἀνθρώποισι·
τόν ῥα τότʼ εὐρυπέδοιο πυρῆς καθύπερθε βάλοντο
Ἀργεῖοι κλυτὸν ἄνδρα δεδουπότα κυδαίνοντες
Αἴαντʼ· ἀμφὶ δέ οἱ μεγάλα στενάχοντες ἔθεντο
τιμήεντʼ ἐλέφαντα καὶ ἄργυρον ἠερόεντα
ἠδὲ καὶ ἀμφιφορῆας ἀλείφατος ἄλλά τε πάντα
ὁππόσα κυδήεντα καὶ ἀγλαὸν ὄλβον ὀφέλλει.
Ἐν δʼ ἔβαλον κρατεροῖο πυρὸς μένος· ἦλθε δὲ πνοιὴ
ἐξ ἁλός, ἣν προέηκε θεὰ Θέτις, ὄφρα θέροιτο
Αἴαντος μεγάλοιο βίη· ὃ δὲ νύκτα καὶ ἠῶ
καίετο πὰρ νήεσσιν ἐπειγομένου ἀνέμοιο.
Οἷός που τὸ πάροιθε Διὸς στονόεντι κεραυνῷ
Ἐγκέλαδος δέδμητο κατʼ ἀκαμάτοιο θαλάσσης
Θρινακίης ὑπένερθεν, ὅλη δʼ ὑπετύφετο νῆσος·
ἢ οἷος ζώοντα μέλη πυρὶ δῶκε θέρεσθαι
Ἡρακλέης Νέσσοιο δολοφροσύνῃσι χαλεφθείς,
ὁππότʼ ἔτλη μέγα ἔργον, ὅλη δʼ ἀμφέστενεν Οἴτη
ζωοῦ καιομένοιο, μίγη δέ οἱ αἰθέρι θυμὸς
ἄνδρα λιπὼν ἀρίδηλον, ἐνεκρίνθη δὲ θεοῖσιν
αὐτός, ἐπεί οἱ σῶμα πολύκμητος χάδε γαῖα·
τοῖος ἄρʼ ἐν πυρὶ κεῖτο λελασμένος ἰωχμοῖο
Αἴας σὺν τεύχεσσι. Πολὺς δʼ ἐστείνετο λαὸς
αἰγιαλοῖς· Τρῶες δὲ γάνυντʼ, ἀκάχοντο δʼ Ἀχαιοί.
Ἀλλʼ ὅτε δὴ δέμας ἠῢ κατήνυσε πῦρ ἀΐδηλον,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτοῦ
χηλῷ ἐνὶ χρυσέῃ θῆκαν· περὶ δέ σφισι γαῖαν
χεῦαν ἀπειρεσίην Ῥοιτηίδος οὐχ ἑκὰς ἀκτῆς.
Αὐτίκα δʼ ἐσκίδναντο πολυσκάρθμους ἐπὶ νῆας
θυμὸν ἀκηχέμενοι· τὸν γὰρ τίον ἶσον Ἀχιλλεῖ.
Νὺξ δʼ ἐπόρουσε μέλαινα μετʼ ἀνέρας ὕπνον ἄγουσα·
οἳ δʼ ἄρα δαῖτʼ ἐπάσαντο καὶ ἠριγένειαν ἔμιμνον,
βαιὸν ἀποβρίξαντες ἀραιοῖσιν βλεφάροισιν·
αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα μή σφισι Τρῶες
νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.
ΛΟΓΟΣ ϛʹ
Ἠὼς δʼ Ὠκεανοῖο ῥόον καὶ λέκτρα λιποῦσα
Τιθωνοῦ προσέβη μέγαν οὐρανόν, ἀμφὶ δὲ πάντῃ
κίδνατο παμφανόωσα, γέλασσε δὲ γαῖα καὶ αἰθήρ·
τοὶ δʼ εἰς ἔργα τράποντο βροτοὶ ῥεῖα φθινύθοντες,
ἄλλοι δʼ ἀλλοίοισιν ἐπῴχοντʼ. Αὐτὰρ Ἀχαιοὶ
εἰς ἀγορὴν ἐχέοντο καλεσσαμένου Μενελάου·
καί ῥʼ ὅτε δὴ μάλα πάντες ἀνὰ στρατὸν ἠγερέθοντο,
δὴ τότʼ ἐνὶ μέσσοισιν ἀγειρομένοισι μετηύδα·
«Κέκλυτε μῦθον ἐμεῖο, θεηγενέες βασιλῆες,
ὡς ἐρέω· μέγα γάρ μοι ἐνὶ φρεσὶ τείρεται ἦτορ
λαῶν ὀλλυμένων οἵ ῥʼ ἤλυθον εἵνεκʼ ἐμεῖο
δῆριν ἐς ἀργαλέην, τοὺς οὐχ ὑποδέξεται οἶκος,
οὐ τοκέες· πολέας γὰρ ὑπέκλασε Δαίμονος Αἶσα.
Ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο
αὐτῷ μοι ἐπόρουσε πρὶν ἐνθάδε λαὸν ἀγεῖραι.
Νῦν δέ μοι ἀλλήκτους ὀδύνας ἐπεθήκατο δαίμων,
ὄφρʼ ὁρόω κακὰ πολλά· τίς ἂν φρεσὶ γηθήσειεν
εἰσορόων ἐπὶ δηρὸν ἀμήχανα ἔργα μόθοιο;
Ἀλλʼ ἄγεθʼ, ὅσσοι ἔτʼ εἰμὲν ἐπʼ ὠκυπόροισι νέεσσι,
καρπαλίμως φεύγωμεν ἑὴν ἐπὶ γαῖαν ἕκαστος,
Αἴαντος φθιμένοιο πολυσθενέος τʼ Ἀχιλῆος·
τῶν ἐγὼ οὐκ ὀΐω κταμένων ὑπαλύξαι ὄλεθρον
ἡμέας, ἀλλʼ ὑπὸ Τρωσὶ δαμήμεναι ἀργαλέοισιν
εἵνεκʼ ἐμεῦ Ἑλένης τε κυνώπιδος, ἧς νύ μοι οὔ τι
μέμβλεται ὡς ὑμέων, ὁπότε κταμένους ἐσίδωμαι
ἐν πολέμῳ. Κείνη δʼ ἀλαπαδνοτάτῳ σὺν ἀκοίτῃ
ἐρρέτω· ἐκ γάρ οἱ πινυτὰς φρένας εἵλετο δαίμων
ἐκ κραδίης, ὅτʼ ἐμεῖο λίπεν δόμον ἠδὲ καὶ εὐνήν.
Ἀλλὰ τὰ μὲν κείνης Πριάμῳ καὶ Τρωσὶ μελήσει·
ἡμεῖς δʼ αἶψα νεώμεθʼ, ἐπεὶ πολὺ λώιόν ἐστιν
ἐκφυγέειν πολέμοιο δυσηχέος ἢ ἀπολέσθαι.»
Ὣς ἔφατʼ Ἀργείων πειρώμενος· ἄλλα δέ οἱ κῆρ
ἐν κραδίῃ πόρφυρε περὶ ζηλήμονι θυμῷ,
Τρῶας ὅπως ὀλέσῃ καὶ τείχεα μακρὰ πόληος
ῥήξῃ ὑπʼ ἐκ θεμέθλων, μάλα δʼ αἵματος ἄσαι Ἄρηα
δίου Ἀλεξάνδροιο μετὰ φθιμένοισι πεσόντος·
οὐ γάρ τι ζήλοιο πέλει στυγερώτερον ἄλλο.
Καὶ τὰ μὲν ὣς ὥρμαινεν, ἑῇ δʼ ἐπιίζανεν ἕδρῃ.
Καὶ τότε Τυδείδης ἐγχέσπαλος ὦρτʼ ἐνὶ μέσσοις,
καί ῥα θοῶς νείκεσσεν ἀρηίφιλον Μενέλαον·
«Ἆ δείλʼ Ἀτρέος υἱέ, τί ἤ νύ σε δεῖμα κιχάνει
ἀργαλέον καὶ τοῖα μετʼ Ἀργείοις ἀγορεύεις,
ὡς πάις ἠὲ γυνὴ τῶν περ σθένος ἔστʼ ἀλαπαδνόν;
Ἀλλὰ σοὶ οὐ πείσονται Ἀχαιῶν φέρτατοι υἷες,
πρὶν Τροίης κρήδεμνα ποτὶ χθόνα πάντα βαλέσθαι·
θάρσος γὰρ μερόπεσσι κλέος μέγα, φύζα δʼ ὄνειδος.
Εἰ δʼ ἄρα τις καὶ τῶνδʼ ἐπιπείσεται ὡς ἐπιτέλλεις,
αὐτίκα οἱ κεφαλὴν τεμέω ἰόεντι σιδήρῳ,
ῥίψω δʼ οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.
Ἀλλʼ ἄγεθʼ, οἷσι μέμηλεν ὀρινέμεναι μένεʼ ἀνδρῶν,
λαοὺς αὐτίκα πάντας ὀτρυνάντων κατὰ νῆας
δούρατα θηγέμεναι παρά τʼ ἀσπίδας ἄλλά τε πάντα
εὖ θέσθαι, καὶ δεῖπνον ἐφοπλίσσασθαι ἅπαντας
—ἀνέρας ἠδʼ ἵππους—, οἵ τʼ ἐς πόλεμον μεμάασιν·
ἐν πεδίῳ δʼ ὤκιστα διακρινέει μένος Ἄρης.»
Ὣς φάτο Τυδείδης· κατὰ δʼ ἕζετο ἧχι πάρος περ.
Τοῖσι δὲ Θέστορος υἱὸς ἔπος ποτὶ τοῖον ἔειπεν,
ἀνστὰς ἐν μέσσοισιν, ὅπῃ θέμις ἔστʼ ἀγορεύειν·
«Κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων·
ἴστε γὰρ ὡς σάφα οἶδα θεοπροπίας ἀγορεύειν.
Ἤδη μὲν καὶ πρόσθʼ ἐφάμην δεκάτῳ λυκάβαντι
πέρσειν Ἴλιον αἰπύ· τὸ δὴ νῦν ἐκτελέουσιν
ἀθάνατοι, νίκη δὲ πέλει παρὰ ποσσὶν Ἀχαιῶν.
Ἀλλʼ ἄγε, Τυδέος υἷα μενεπτόλεμόν τʼ Ὀδυσῆα
πέμψωμεν Σκῦρον δὲ θοῶς ἐν νηὶ μελαίνῃ,
οἵ ῥα παραιπεπιθόντες Ἀχιλλέος ὄβριμον υἷα
ἄξουσιν· μέγα δʼ ἄμμι φάος πάντεσσι πελάσσει.»
Ὣς φάτο Θέστορος υἱὸς ἐύφρονος· ἀμφὶ δὲ λαοὶ
γηθόσυνοι κελάδησαν, ἐπεί σφισιν ἦτορ ἐώλπει
Κάλχαντος φάτιν ἔμμεν ἐτήτυμον ὡς ἀγόρευε.
Καὶ τότε Λαέρταο πάις μετέειπεν Ἀχαιοῖς·
«Ὦ φίλοι, οὐκέτʼ ἔοικε μεθʼ ὑμῖν πόλλʼ ἀγορεύειν
σήμερον· ἐν γὰρ δὴν κάματος πέλει ἐσσυμένοισιν·
οἶδα γὰρ ὡς λαοῖσι κεκμηκόσιν οὔτʼ ἀγορητὴς
ἁνδάνει οὔτʼ ἄρʼ ἀοιδὸς ὃν ἀθάνατοι φιλέουσι
Πιερίδες· παύρων δʼ ἐπέων ἔρος ἀνθρώποισι.
Νῦν δʼ, ὅ περ εὔαδε πᾶσι κατὰ στρατὸν Ἀργείοισι,
Τυδείδαο μάλιστα συνεσπομένου, τελέσαιμεν.
Ἄμφω γάρ κεν ἰόντε φιλοπτολέμου Ἀχιλῆος
ἄξομεν ὄβριμον υἷα παρακλίναντʼ ἐπέεσσιν,
εἰ καί μιν μάλα πολλὰ κινυρομένη κατερύκῃ
μήτηρ ἐν μεγάροισιν, ἀπὸ κρατεροῖο τοκῆος
ἐλπομένη κατὰ θυμὸν ἀρήιον ἔμμεναι υἷα.»
Ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος·
«Ὦ Ὀδυσεῦ, μέγʼ ὄνειαρ ἐυσθενέων Ἀργείων,
ἤν περ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς
σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς
ἔλθοι ἀπὸ Σκύροιο, πόροι δέ τις Οὐρανιώνων
νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἵκωμαι,
δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρην
Ἑρμιόνην καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ
προφρονέως· οὐ γάρ μιν ὀΐομαι οὔτε γυναῖκα
οὔτʼ ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι.»
Ὣς ἄρʼ ἔφη· Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι.
Καὶ τότε λῦτʼ ἀγορή· τοὶ δʼ ἐσκίδναντʼ ἐπὶ νῆας
ἱέμενοι δείπνοιο τὸ δὴ πέλει ἀνδράσιν ἀλκή.
Καί ῥʼ ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγʼ ἐδωδῆς,
δὴ τόθʼ ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς
νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω·
καρπαλίμως δʼ ἤια καὶ ἄρμενα πάντα βαλόντες,
ἐν δὲ καὶ αὐτοὶ ἔβαν, μετὰ δέ σφισιν εἴκοσι φῶτες
ἴδμονες εἰρεσίης, ὁπότʼ ἀντιόωσιν ἄελλαι
ἠδʼ ὁπότʼ εὐρέα πόντον ὑποστορέῃσι γαλήνη.
Καί ῥʼ ὅτε δὴ κληῖσιν ἐπʼ εὐτύκτοισι κάθισσαν,
τύπτον ἁλὸς μέγα κῦμα· πολὺς δʼ ἀμφέζεεν ἀφρός.
Ὑγραὶ δʼ ἀμφʼ ἐλάτῃσι διεπρήσσοντο κέλευθοι
νηὸς ἐπεσσυμένης· τοὶ δʼ ἱδρώοντες ἔρεσσον.
Ὡς δʼ ὅθʼ ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτες
δουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνην
ἄχθεϊ τετριγυῖαν ὑπʼ ἄξονι δινήεντι
τειρόμενοι, πουλὺς δὲ κατʼ αὐχένος ἠδὲ καὶ ὤμων
ἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπʼ οὖδας·
ὣς τῆμος μογέεσκον ἐπὶ στιβαρῇς ἐλάτῃσιν
αἰζηοί· μάλα δʼ ὦκα διήνυον εὐρέα πόντον.
Τοὺς δʼ ἄλλοι μὲν Ἀχαιοὶ ἀπεσκοπίαζον ἰόντας·
θῆγον δʼ αἰνὰ βέλεμνα καὶ ἔγχεα τοῖσι μάχοντο.
Τρῶες δʼ ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο
ἐς πόλεμον μεμαῶτες ἰδʼ εὐχόμενοι μακάρεσσι
λωφῆσαί τε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο.
Τοῖσι δʼ ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ
ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος·
καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο
πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου
ναίεσκον, κρατερῇσι πεποιθότες ἐγχείῃσιν.
Ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες·
ὡς δʼ ὁπόθʼ ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν
ἥμεροι ἀνέρα χῆνες ὅ τίς σφισιν εἴδατα βάλλοι,
ἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν ἰύζοντες
σαίνουσιν, τοῦ δʼ ἦτορ ἰαίνεται εἰσορόωντος·
ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτʼ ἐσίδοντο
ὄβριμον Εὐρύπυλον, τοῦ δʼ ἐν φρεσὶ θαρσαλέον κῆρ
τέρπετʼ ἀγειρομένοισιν· ἀπὸ προθύρων δὲ γυναῖκες
θάμβεον ἀνέρα δῖον· ὃ δʼ ἔξοχος ἕσπετο λαῶν,
ἠΰτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών.
Τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον·
τοῦ γὰρ ἀνεψιὸς ἔσκεν ἰῆς τʼ ἐτέτυκτο γενέθλης·
τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο
Ἀστυόχη κρατερῇσιν ὑπʼ ἀγκοίνῃσι μιγεῖσα
Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέι Ἡρακλῆι
λάθρῃ ἑοῖο τοκῆος ἐϋπλόκαμος τέκεν Αὔγη,
καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος
θρέψε θοή ποτε κεμμάς, ἑῷ δʼ ἴσα φίλατο νεβρῷ
μαζὸν ὑποσχομένη βουλῇ Διός· οὐ γὰρ ἐῴκει
ἔκγονον Ἡρακλῆος ὀιζυρῶς ἀπολέσθαι.
Τοῦ δʼ ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ
ἦγεν ἑὸν ποτὶ δῶμα διʼ εὐρυχόροιο πόληος
σῆμα παρʼ Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρα
νηόν τε ζάθεον Τριτωνίδος, ἔνθά οἱ ἄγχι
δώματʼ ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο.
Καί μιν ἀδελφειῶν πηῶν θʼ ὑπὲρ ἠδὲ τοκήων
εἴρετο προφρονέως· ὃ δέ οἱ μάλα πάντʼ ἀγόρευεν·
ἄμφω δʼ ὣς ὀάριζον ἅμʼ ἀλλήλοισι κιόντες.
Ἦλθον δʼ ἐς μέγα δῶμα καὶ ὄλβιον· ἔνθα δʼ ἄρʼ ἧστο
ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος·
καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον,
ἄλλαι δʼ αὖτʼ ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο
ἔργα τιτυσκόμεναι ὁπόσα δμωῇσιν ἔοικεν.
Εὐρύπυλον δʼ Ἑλένη μέγʼ ἐθάμβεεν εἰσορόωσα,
κεῖνος δʼ αὖθʼ Ἑλένην· μετὰ δʼ ἀλλήλους ἐπέεσσιν
ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι.
Δμῶες δʼ αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης·
αἶψα δʼ Ἀλέξανδρος κατʼ ἄρʼ ἕζετο, πὰρ δʼ ἄρα τῷ γε
Εὐρύπυλος. Λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο,
ἧχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι·
αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους
στῆσαν ἔτι πνείοντας ὀϊζυροῖο μόγοιο·
ἐν δὲ φάτνῃσι βάλοντο τά τʼ ὠκέες ἵπποι ἔδουσι.
Καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δʼ αἶα καὶ αἰθήρ.
Οἳ δʼ ἄρα δαῖτʼ ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖο
Κήτειοι Τρῶές τε· πολὺς δʼ ἐνὶ μῦθος ὀρώρει
δαινυμένων. Πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος
δαίετο πὰρ κλισίῃσιν· ἐπίαχε δʼ ἠπύτα σῦριγξ
αὐλοί τε λιγυροῖσιν ἀρηρέμενοι καλάμοισιν,
ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα.
Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες
αὐλῶν φορμίγγων τʼ ἰαχὴν αὐτῶν τε καὶ ἵππων
σύριγγός θʼ ἣ δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι.
Τοὔνεκʼ ἄρʼ ᾗσιν ἕκαστος ἐνὶ κλισίῃσι κέλευσε
νῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ,
μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες,
οἵ ῥα τότʼ αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.
Ὣς δʼ αὕτως κατὰ δώματʼ Ἀλεξάνδροιο δαΐφρων
δαίνυτο Τηλεφίδης μετʼ ἀγακλειτῶν βασιλήων.
Πολλὰ δʼ ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷες
ἑξείης εὔχοντο μιγήμεναι Ἀργείοισιν
αἴσῃ ἐν ἀργαλέῃ· ὃ δʼ ὑπέσχετο πάντα τελέσσειν.
Αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθʼ ἕκαστος·
Εὐρύπυλος δʼ αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν
ἐς τέγος εὐποίητον ὅπῃ πάρος αὐτὸς ἴαυεν
ἠῢς Ἀλέξανδρος μετʼ ἀγακλειτῆς ἀλόχοιο·
κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων·
ἔνθʼ ὅ γε λέξατʼ ἰών· τοὶ δʼ ἄλλοσε κοῖτον ἕλοντο
μέχρις ἐς Ἠριγένειαν ἐΰθρονον. Αὐτὰρ ἅμʼ ἠοῖ
Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε
σύν τʼ ἄλλοις βασιλεῦσιν ὅσοι κατὰ Ἴλιον ἦσαν.
Λαοὶ δʼ αὐτίκα δῦσαν ἐν ἔντεσι μαιμώωντες,
πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι.
Ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις
τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι·
καί οἱ δαίδαλα πολλὰ κατʼ ἀσπίδα δῖαν ἔκειτο,
ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.
Ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες
δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δρακόντων
σμερδαλέον μεμαῶτες· ὃ δέ σφεας ἄλλοθεν ἄλλον
νηπίαχός περ ἐὼν ὑπεδάμνατο· καί οἱ ἀταρβὴς
ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει
ἐξ ἀρχῆς. Οὐ γάρ τι θεῶν γένος Οὐρανιώνων
ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ
ἕσπετʼ ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι. —
Ἐν δὲ Νεμειαίοιο βίη ἐτέτυκτο λέοντος
ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι
τειρόμενος κρατερῶς· βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν
αἱματόεις ἀφρὸς ἔσκεν· ἀποπνείοντι δʼ ἐῴκει. —
Ἄγχι δέ οἱ πεπόνητο δέμας πολυδειράδος ὕδρης
αἰνὸν λιχμώωσα· καρήατα δʼ ἀλγινόεντα
ἄλλα μέν οἱ δέδμητο κατὰ χθονός, ἄλλα δʼ ἄεξεν
ἐξ ὀλίγων μάλα πολλά. Πόνος δʼ ἔχεν Ἡρακλῆα
θαρσαλέον τʼ Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε
ἄμφω, ὃ μὲν τέμνεσκε καρήατα μαιμώωντα
ἅρπῃ ὑπʼ ἀγκυλόδοντι θοῶς, ὃ δὲ καῖε σιδήρῳ
αἰθομένῳ· κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή. —
Ἑξείης δʼ ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο
ἀφριόων γενύεσσι· φέρεν δέ μιν, ὡς ἐτεόν περ,
ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο. —
Κεμμὰς δʼ εὖ ἤσκητο θοὴ πόδας, ἥ τʼ ἀλεγεινῶν
ἀμφιπερικτιόνων μέγʼ ἐσίνετο πᾶσαν ἀλωήν·
καὶ τὴν μὲν χρυσέοιο κεράατος ὄβριμος ἥρως
ἄμπεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀϋτμήν. —
Ἀμφὶ δʼ ἄρα στυγεραὶ Στυμφηλίδες, αἳ μὲν ὀϊστοῖς
βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἳ δʼ ἔτι φύζης
μνωόμεναι πολιοῖο διʼ ἠέρος ἐσσεύοντο·
τῇσι δʼ ἐφʼ Ἡρακλέης κεχολώμενος ἄλλον ἐπʼ ἄλλῳ
ἰὸν ἐπιπροΐαλλε μάλα σπεύδοντι ἐοικώς. —
Ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο
τεχνήεις ἤσκητο κατʼ ἀκαμάτοιο βοείης·
τῷ δʼ ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖο
ὄβριμος Ἡρακλέης ἐπαγίνεεν· ἀμφὶ δὲ Νύμφαι
θάμβεον ἄσπετον ἔργον. —Ἀπόπροθι δʼ ἔπλετο ταῦρος
πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα
γνάμπτε βίῃ κρατεροῖο κεράατος· οἳ δέ οἱ ἄμφω
ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο·
καί ῥʼ ὃ μὲν ὡς μυκηθμὸν ἱεὶς πέλεν. —Ἄγχι δʼ ἄρʼ αὐτοῦ
ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος
Ἱππολύτη· καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι
δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων
εἷλκε κόμης ἵπποιο κατʼ ὠκέος· αἳ δʼ ἀπάτερθεν
ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. —Ἀμφὶ δὲ λυγραὶ
Θρηικίην ἀνὰ γαῖαν ἔσαν Διομήδεος ἵπποι
ἀνδροβόροι· καὶ τὰς μὲν ὑπὸ στυγερῇσι φάτνῃσιν
αὐτῷ σὺν βασιλῆι κακὰ φρονέοντι δάιξεν. —
Ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος
τεθναότος παρὰ βουσί· κάρη δέ οἱ ἐν κονίῃσιν
αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα.
Πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων
Ὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴν
Κερβέρῳ ὅς ῥά οἱ ἔσκεν ἀδελφεός· ἀμφὶ δʼ ἔκειτο
βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ. —
Ἀμφὶ δὲ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα
Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
σμερδαλέος δέδμητο δράκων· ταὶ δʼ ἄλλοθεν ἄλλαι
πτώσσουσαι θρασὺν υἷα Διὸς μεγάλοιο φέβοντο. —
Ἐν δʼ ἄρʼ ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι
Κέρβερος ὅν ῥʼ ἀκάμαντι Τυφωέι γείνατʼ Ἔχιδνα
ἄντρῳ ὑπʼ ὀκρυόεντι, μελαίνης ἀγχόθι Νυκτὸς
ἀργαλέης. Ὃ δʼ ἄρʼ ἦεν ἀεικέλιόν τι πέλωρον,
ἀμφʼ ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀΐδαο
εἴργων νεκρὸν ὅμιλον ὑπʼ ἠερόεντι βερέθρῳ·
ῥεῖα δέ μιν Διὸς υἱὸς ὑπὸ πληγῇσι δαμάσσας
ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα,
ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον
θαρσαλέως. —Ἐτέτυκτο δʼ ἀπόπροθεν ἄγκεα μακρὰ
Καυκάσου· ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλα
αὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίῃς
λῦε μέγαν Τιτῆνα· λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο
αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ. —
Κενταύρων δʼ ἐτέτυκτο πολυσθενέων μέγα κάρτος
ἀμφὶ Φόλοιο μέλαθρον· ἔρις δʼ ὀρόθυνε καὶ οἶνος
ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι.
Καί ῥʼ οἳ μὲν πεύκῃσι πέρι δμηθέντες ἔκειντο,
τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος· οἳ δʼ ἔτι μακρῇς
δηριόωντʼ ἐλάτῃσι μεμαότες, οὐδʼ ἀπέληγον
ὑσμίνης. Πάντων δὲ καρήατα δεύετο λύθρῳ
θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ·
οἴνῳ δʼ αἷμα μέμικτο, συνηλοίηντο δὲ πάντα
εἴδατα καὶ κρητῆρες ἐύξεστοί τε τράπεζαι. —
Νέσσον δʼ αὖθʼ ἑτέρωθε παρὰ ῥόον Εὐηνοῖο
κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατʼ ὀϊστῷ
ἀμφʼ ἐρατῆς ἀλόχοιο χολούμενος. —Ἐν δʼ ἐτέτυκτο
ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν
ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα
ὑψοῦ ἀειράμενος κρατερῇς συνέαξε χέρεσσι. —
Κεῖτο δʼ ἐπὶ προχοῇσιν ἐϋρρόου Ἑλλησπόντου
ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀϊστοῖς
βλήμενον· Ἡσιόνης δὲ κακοὺς ἀπελύετο δεσμούς. —
Ἄλλα δʼ ἄρʼ Ἀλκείδαο θρασύφρονος ἄσπετα ἔργα
ἄμπεχεν Εὐρυπύλοιο διοτρεφέος σάκος εὐρύ.
Φαίνετο δʼ ἶσος Ἄρηι μετὰ στίχας ἀίσσοντι·
Τρῶες δʼ ἀμφιέποντες ἐγήθεον, εὖτʼ ἐσίδοντο
τεύχεά τʼ ἠδὲ καὶ ἄνδρα θεῶν ἐπιειμένον εἶδος.
Τὸν δὲ Πάρις προσέειπεν ἐποτρύνων ποτὶ δῆριν·
«Χαίρω σεῖο κιόντος, ἐπεί νύ μοι ἦτορ ἔολπεν
Ἀργείους μάλα πάντας ὀιζυρῶς ἀπολέσθαι
αὐταῖς σὺν νήεσσιν, ἐπεὶ βροτὸν οὔ ποτε τοῖον
ἔδρακον ἐν Τρώεσσιν ἐυπτολέμοισί τʼ Ἀχαιοῖς.
Ἀλλὰ σύ, πρὸς μεγάλοιο καὶ ὀβρίμου Ἡρακλῆος
τῷ μέγεθός τε βίην τε καὶ ἀγλαὸν εἶδος ἔοικας,
κείνου μνωόμενος φρονέων τʼ ἀντάξια ἔργα
θαρσαλέως Τρώεσσι δαϊζομένοις ἐπάμυνον,
ἤν πως ἀμπνεύσωμεν· ἐπεὶ σέ γε μοῦνον ὀΐω
ἄστεος ὀλλυμένοιο κακὰς ἀπὸ Κῆρας ἀλέξαι.»
Ἦ μέγʼ ἐποτρύνων· ὃ δέ μιν προσεφώνεε μύθῳ·
«Πριαμίδη μεγάθυμε, δέμας μακάρεσσιν ἐοικώς,
ταῦτα μὲν ἀθανάτων ἐνὶ γούνασιν ἐστήρικται,
ὅς κε θάνῃ κατὰ δῆριν ὑπέρβιον ἠὲ σαωθῇ.
Ἡμεῖς δʼ, ὥς περ ἔοικε καὶ ὡς σθένος ἐστὶ μάχεσθαι,
στησόμεθα πρὸ πόληος· ἔπειτα δὲ καὶ τόδʼ ὀμοῦμαι
μὴ πρὶν ὑποστρέψειν πρίν γʼ ἢ κτάμεν ἢ ἀπολέσθαι.»
Ὣς φάτο θαρσαλέως· Τρῶες δʼ ἐπὶ μακρὰ χάροντο.
Καὶ τότʼ Ἀλέξανδρόν τε καὶ Αἰνείαν ἐρίθυμον
Πουλυδάμαντά τʼ ἐϋμμελίην καὶ Πάμμονα δῖον
Δηίφοβόν τʼ ἐπὶ τοῖσι καὶ Αἴθικον ὃς περὶ πάντων
Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον,
τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι,
ὅππως δυσμενέεσσιν ἐνὶ πρώτοισι μάχωνται
ἐν πολέμῳ. Μάλα δʼ ὦκα κίον προπάροιθεν ὁμίλου,
προφρονέως δʼ οἴμησαν ἀπʼ ἄστεος. Ἀμφὶ δὲ λαοὶ
πολλοὶ ἕπονθʼ, ὡς εἴ τε μελισσάων κλυτὰ φῦλα
ἡγεμόνεσσιν ἑοῖσι διηρεφέος σίμβλοιο
ἐκχύμεναι καναχηδόν, ὅτʼ εἴαρος ἦμαρ ἵκηται·
ὣς ἄρα τοῖσιν ἕποντο βροτοὶ ποτὶ δῆριν ἰοῦσι.
Τῶν δʼ ἄρα νισομένων πολὺς αἰθέρα δοῦπος ὀρώρει
αὐτῶν ἠδʼ ἵππων, περὶ δʼ ἔβρεμεν ἄσπετα τεύχη.
Ὡς δʼ ὁπόταν μεγάλοιο βίη ἀνέμοιο θοροῦσα
κινήσῃ προθέλυμνον ἁλὸς βυθὸν ἀτρυγέτοιο,
κύματα δʼ ὦκα κελαινὰ πρὸς ἠιόνας βοόωντα
φῦκος ἀποπτύωσιν ἐρευγομένοιο κλύδωνος,
ἠχὴ δʼ ἀτρυγέτοισι παρʼ αἰγιαλοῖσιν ὄρωρεν·
ὣς τῶν ἐσσυμένων μέγʼ ὑπέβραχε γαῖα πελώρη.
Ἀργεῖοι δʼ ἀπάνευθε πρὸ τείχεος ἐξεχέοντο
ἀμφʼ Ἀγαμέμνονα δῖον· ἀϋτὴ δʼ ἔπλετο λαῶν
ἀλλήλοις ἐπικεκλομένων ὀλοοῦ πολέμοιο
ἀντιάαν καὶ μή τι καταπτώσσοντας ἐνιπὴν
μίμνειν πὰρ νήεσσιν ἐπειγομένων μαχέεσθαι.
Τρωσὶ δʼ ἄρʼ ἐσσυμένοισι συνήντεον, εὖτε βόεσσι
πόρτιες ἐκ ξυλόχοιο ποτὶ σταθμὸν ἐρχομένῃσιν
ἐκ νομοῦ εἰαρινοῖο κατʼ οὔρεος, ὁππότʼ ἄρουραι
πυκνὸν τηλεθάουσι, βρύει δʼ ἅλις ἄνθεσι γαῖα,
πλήθει δʼ αὖτε κύπελλα βοῶν γλάγος ἠδὲ καὶ οἰῶν,
μυκηθμὸς δέ τε πουλὺς ὀρίνεται ἔνθα καὶ ἔνθα
μισγομένων, γάνυται δὲ μετὰ σφίσι βουκόλος ἀνήρ·
ὣς τῶν ἀλλήλοισι μετεσσυμένων ὀρυμαγδὸς
ὠρώρει· δεινὸν γὰρ ἀΰτεον ἀμφοτέρωθε.
Σὺν δὲ μάχην ἐτάνυσσαν ἀπείριτον· ἐν δὲ Κυδοιμὸς
στρωφᾶτʼ ἐν μέσσοισι μετʼ ἀργαλέοιο Φόνοιο.
Σὺν δʼ ἔπεσον ῥινοί τε καὶ ἔγχεα καὶ τρυφάλειαι
πλησίον· ἀμφὶ δὲ χαλκὸς ἴσον πυρὶ μαρμαίρεσκε.
Φρῖξε δʼ ἄρʼ ἐγχείῃσι μάχη· περὶ δʼ αἵματι πάντῃ
δεύετο γαῖα μέλαινα δαϊζομένων ἡρώων
ἵππων τʼ ὠκυπόδων οἵ θʼ ἅρμασιν ἀμφεκέχυντο,
οἳ μὲν ἔτʼ ἀσπαίροντες ὑπʼ ἔγχεσιν, οἳ δʼ ἐφύπερθε
πίπτοντες· στυγερὴ δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτή.
Ἐν γὰρ δὴ χάλκειος Ἔρις πέσεν ἀμφοτέροισι·
καί ῥʼ οἳ μὲν λάεσσιν ἀταρτηρῶς ἐμάχοντο,
οἳ δʼ αὖτʼ αἰγανέῃσι νεήκεσιν ἠδὲ βέλεσσιν,
ἄλλοι δʼ ἀξίνῃσι καὶ ἀμφιτόμοις πελέκεσσι
καὶ κρατεροῖς ξιφέεσσι καὶ ἀγχεμάχοις δοράτεσσιν·
ἄλλος δʼ ἄλλο χέρεσσι μάχης ἀλκτήριον εἶχε.
Πρῶτοι δʼ Ἀργεῖοι Τρώων ὤσαντο φάλαγγας
βαιὸν ἀπὸ σφείων· τοὶ δʼ ἔμπαλιν ὁρμήσαντες
αἵματι δεῦον Ἄρηα μετʼ Ἀργείοισι θορόντες.
Εὐρύπυλος δʼ ἐν τοῖσι μελαίνῃ λαίλαπι ἶσος
λαὸν ἐπῴχετο πάντα καὶ Ἀργείους ἐνάριζε
θαρσαλέως· μάλα γάρ οἱ ἀάσπετον ὤπασε κάρτος
Ζεὺς ἐπίηρα φέρων ἐρικυδέι Ἡρακλῆι.
Ἔνθʼ ὅ γε καὶ Νιρῆα θεοῖς ἐναλίγκιον ἄνδρα
μαρνάμενον Τρώεσσι βάλεν περιμήκεϊ δουρὶ
βαιὸν ὑπὲρ πρότμησιν. Ὃ δʼ ἐς πέδον ἤριπε γαίης·
ἐκ δέ οἱ αἷμʼ ἐχύθη, δεύοντο δέ οἱ κλυτὰ τεύχη,
δεύετο δʼ ἀγλαὸν εἶδος ἅμʼ εὐθαλέεσσι κόμῃσι.
Κεῖτο δʼ ἄρʼ ἐν κονίῃσι καὶ αἵματι καὶ κταμένοισιν,
ἔρνος ὅπως ἐριθηλὲς ἐλαίης εὐκεάτοιο
ἥν τε βίη ποταμοῖο κατὰ ῥόον ἠχήεντα
σύν τʼ ὄχθῃς ἐλάσῃσι βόθρον διὰ πάντα κεδάσσας
ῥιζόθεν, ἣ δʼ ἄρα κεῖται ὑπʼ ἄνθεσι βεβριθυῖα·
ὣς τῆμος Νιρῆος ἐπὶ χθονὸς ἄσπετον οὖδας
ἐξεχύθη δέμας ἠῢ καὶ ἀγλαΐη ἐρατεινή.
Τῷ δʼ ἄρʼ ἐπʼ Εὐρύπυλος μεγάλʼ εὔχετο δῃωθέντι·
«Κεῖσό νυν ἐν κονίῃσιν, ἐπεί νύ τοι εἶδος ἀγητὸν
οὔ τι λιλαιομένῳ περ ἐπήρκεσεν, ἀλλά σʼ ἔγωγε
νοσφισάμην βιότοιο λιλαιόμενόν περ ἀλύξαι.
Σχέτλιε, οὐδʼ ἐνόησας ἀμείνονος ἀντίον ἐλθών·
οὐ γὰρ κάρτεϊ κάλλος ἀνὰ κλόνον ἰσοφαρίζει.»
Ὣς εἰπὼν κταμένοιο περικλυτὰ τεύχεʼ ἑλέσθαι
μήδετʼ ἐπεσσύμενος. Τοῦ δʼ ἀντίον ἦλθε Μαχάων
χωόμενος Νιρῆος ὅ οἱ σχεδὸν αἶσαν ἀνέτλη·
δουρὶ δέ μιν στονόεντι κατʼ εὐρέος ἤλασεν ὤμου
δεξιτεροῦ, σύτο δʼ αἷμα πολυσθενέος περ ἐόντος.
Ἀλλʼ οὐδʼ ὧς ἀπόρουσεν ἀταρτηροῖο κυδοιμοῦ·
ἀλλʼ, ὥς τίς τε λέων ἢ ἄγριος οὔρεσι κάπρος
μαίνετʼ ἐνὶ μέσσοισιν, ἕως κʼ ἐπιόντα δαμάσσῃ
ὅς ῥά μιν οὔτασε πρῶτος ὑποφθάμενος διʼ ὁμίλου,
τὰ φρονέων ἐπόρουσε Μαχάονι, καί ῥά μιν ὦκα
οὔτασεν ἐγχείῃ περιμήκεΐ τε στιβαρῇ τε
δεξιτερὸν κατὰ γλουτόν. Ὃ δʼ οὐκ ἀνεχάζετʼ ὀπίσσω
οὐδʼ ἐπιόντʼ ἀλέεινε, καὶ αἵματος ἐσσυμένοιο·
ἀλλʼ ἄρα καρπαλίμως περιμήκεα λᾶαν ἀείρας
κάββαλε κὰκ κεφαλῆς μεγαθύμου Τηλεφίδαο·
τοῦ δὲ κόρυς στονόεντα φόνον καὶ πῆμʼ ἀπάλαλκεν
ἐσσυμένως. Ὃ δʼ ἔπειτα κραταιῷ χώσατο φωτὶ
ἥρως Εὐρύπυλος, μέγα δʼ ἀσχαλόων ἐνὶ θυμῷ
ὠκὺ διὰ στέρνοιο Μαχάονος ἤλασεν ἔγχος·
αἰχμὴ δʼ αἱματόεσσα μετάφρενον ἄχρις ἵκανεν.
Ἤριπε δʼ ὡς ὅτε ταῦρος ὑπὸ γναθμοῖσι λέοντος·
ἀμφὶ δέ οἱ μελέεσσι μέγʼ ἔβραχεν αἰόλα τεύχη.
Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἴρυσεν αἰχμὴν
ἐκ χροὸς οὐταμένοιο καὶ εὐχόμενος μέγʼ ἀΰτει·
«Ἆ δείλʼ, οὔ νύ τοι ἦτορ ἀρηρέμενον φρεσὶ πάμπαν
ἔπλεθʼ, ὃς οὐτιδανός περ ἐὼν μέγʼ ἀμείνονι φωτὶ
ἄντα κίες· τῶ καὶ σὲ κακὴ λάχε Δαίμονος Αἶσα.
Ἀλλὰ σοὶ ἔσσετʼ ὄνειαρ, ὅτʼ οἰωνοὶ δατέωνται
σάρκα τεὴν κταμένοιο κατὰ μόθον· ἠέ τι ἔλπῃ
νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;
Ἐσσὶ μὲν ἰητήρ, μάλα δʼ ἤπια φάρμακα οἶδας,
τοῖς πίσυνος τάχʼ ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ·
ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὸς ἀπʼ ἠερόεντος Ὀλύμπου
σεῖο πατὴρ τεὸν ἦτορ ἔτʼ ἐκ θανάτοιο σαώσει,
οὐδʼ εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ.»
Ὣς φάτο· τὸν δʼ ὅ γε βαιὸν ἀναπνείων προσέειπεν·
«Εὐρύπυλʼ, οὐδʼ ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι
ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ
Τρώιον ἂμ πεδίον, τόθι περ νῦν αἴσυλα ῥέζεις.»
Ὣς φάμενον λίπε θυμός, ἔβη δʼ ἄφαρ Ἄιδος εἴσω.
Τὸν δὲ καὶ οὐκέτʼ ἐόντα προσηύδα κύδιμος ἀνήρ·
«Νῦν μὲν δὴ σύ γε κεῖσο κατὰ χθονός· αὐτὰρ ἔγωγε
ὕστερον οὐκ ἀλέγω, εἰ καὶ παρὰ ποσσὶν ὄλεθρος
σήμερον ἡμετέροισι πέλει λυγρός. Οὔ τι γὰρ ἄνδρες
ζώομεν ἤματα πάντα· πότμος δʼ ἐπὶ πᾶσι τέτυκται.»
Ὣς εἰπὼν οὔταζε νέκυν. Μέγα δʼ ἴαχε Τεῦκρος,
ὡς ἴδεν ἐν κονίῃσι Μαχάονα· τοῦ γὰρ ἄπωθεν
εἱστήκει μάλα πάγχυ πονεύμενος· ἐν γὰρ ἔκειτο
δῆρις ἐνὶ μέσσοισιν, ἐπʼ ἄλλῳ δʼ ἄλλος ὀρώρει.
Ἀλλʼ οὐδʼ ὧς ἀμέλησε δεδουπότος ἀνδρὸς ἀγαυοῦ
Νιρῆός θʼ ὃς κεῖτο παρʼ αὐτόθι, τόν ῥʼ ἐνόησεν
ὕστερον ἀντιθέοιο Μαχάονος ἐν κονίῃσιν.
Αἶψα δʼ ὅ γʼ Ἀργείοισιν ἐκέκλετο μακρὰ βοήσας·
«Ἔσσυσθʼ, Ἀργεῖοι, μηδʼ εἴκετε ἐσσυμένοισι
δυσμενέσιν· νῶιν γὰρ ἀάσπετον ἔσσετʼ ὄνειδος,
αἴ κε Μαχάονα δῖον ἅμʼ ἀντιθέῳ Νιρῆι
Τρῶες ἐρυσσάμενοι προτὶ Ἴλιον ἀπονέωνται.
Ἀλλʼ ἄγε, δυσμενέεσσι μαχώμεθα πρόφρονι θυμῷ,
ὄφρα δαϊκταμένους εἰρύσσομεν ἠὲ καὶ αὐτοὶ
κείνοις ἀμφιθάνωμεν, ἐπεὶ θέμις ἀνδράσιν αὕτη,
οἷσιν ἀμυνέμεναι μηδʼ ἄλλοις κύρμα γενέσθαι·
οὐ γὰρ ἀνιδρωτί γε μέγʼ ἀνδράσι κῦδος ἀέξει.»
Ὣς ἄρʼ ἔφη· Δαναοῖσι δʼ ἄχος γένετʼ. Ἀμφὶ δʼ ἄρʼ αὐτοῖς
πολλοὶ γαῖαν ἔρευθον ὑπʼ Ἄρεϊ δῃωθέντες
μαρναμένων ἑκάτερθεν· ἴση δʼ ἐπὶ δῆρις ὀρώρει.
Ὀψὲ δʼ ἀδελφειοῖο φόνον στονόεντα νόησε
βλημένου ἐν κονίῃ Ποδαλείριος, οὕνεκα νηυσὶν
ἧστο παρʼ ὠκυπόροισι τετυμμένα δούρασι φωτῶν
ἕλκεʼ ἀκειόμενος. Περὶ δʼ ἔντεα δύσετο πάντα
θυμὸν ἀδελφειοῖο χολούμενος· ἐν δέ οἱ ἀλκὴ
σμερδαλέη στέρνοισιν ἀέξετο μαιμώωντι
ἐς πόλεμον στονόεντα, μέλαν δέ οἱ ἔζεεν αἷμα
λάβρον ὑπὸ κραδίῃ. Τάχα δʼ ἔνθορε δυσμενέεσσι
χερσὶ θοῇσιν ἄκοντα τανυγλώχινα τινάσσων.
Εἷλε δʼ ἄρʼ ἐσσυμένως Ἀγαμήστορος υἱέα δῖον
Κλεῖτον, ὃν ἠΰκομος Νύμφη τέκεν ἀμφὶ ῥεέθροις
Παρθενίου, ὅς τʼ εἶσι διὰ χθονὸς ἠΰτʼ ἔλαιον
πόντον ἐς Εὔξεινον προχέων καλλίρροον ὕδωρ.
Ἄλλον δʼ ἀμφὶ κασιγνήτῳ κτάνε δήιον ἄνδρα
Λάσσον, ὃν ἀντίθεον Προνόη τέκεν ἀμφὶ ῥεέθροις
Νυμφαίου ποταμοῖο μάλα σχεδὸν εὐρέος ἄντρου,
ἄντρου θηητοῖο, τὸ δὴ φάτις ἔμμεναι αὐτῶν
ἱρὸν Νυμφάων ὁπόσαι περὶ μακρὰ νέμονται
οὔρεα Παφλαγόνων καὶ ὅσαι περὶ βοτρυόεσσαν
ναίουσʼ Ἡράκλειαν· ἔοικε δὲ κεῖνο θεοῖσιν
ἄντρον, ἐπεί ῥα τέτυκται ἀπειρέσιον μὲν ἰδέσθαι,
λαΐνεον, ψυχρὸν δὲ διὰ σπέος ἔρχεται ὕδωρ
κρυστάλλῳ ἀτάλαντον, ἐνὶ μυχάτοισι δὲ πάντῃ
λαΐνεοι κρητῆρες ἐπὶ στυφελῇσι πέτρῃσιν
αἰζηῶν ὡς χερσὶ τετυγμένοι ἰνδάλλονται·
ἀμφʼ αὐτοῖσι δὲ Πᾶνες ὁμῶς Νύμφαι τʼ ἐρατειναὶ
ἱστοί τʼ ἠλακάται τε καὶ ἄλλʼ ὅσα τεχνήεντα
ἔργα πέλει θνητοῖσι, τὰ καὶ περὶ θαῦμα βροτοῖσιν
εἴδεται ἐρχομένοισιν ἔσω ἱεροῖο μυχοῖο·
τῷ ἔνι δοιαὶ ἔνεισι καταιβασίαι ἄνοδοί τε,
ἣ μὲν πρὸς Βορέαο τετραμμένη ἠχήεντος
πνοιάς, ἣ δὲ Νότοιο καταντίον ὑγρὸν ἀέντος,
τῇ θνητοὶ νίσονται ὑπὸ σπέος εὐρὺ θεάων·
ἡ δʼ ἑτέρη μακάρων πέλεται ὁδός, οὐδέ μιν ἄνδρες
ῥηιδίως πατέουσιν, ἐπεὶ χάος εὐρὺ τέτυκται
μέχρις ἐπʼ Ἀϊδονῆος ὑπερθύμοιο βέρεθρον·
ἀλλὰ τὰ μὲν μακάρεσσι πέλει θέμις εἰσοράασθαι.
Ἀμφὶ Μαχάονα δʼ αὐτὸν ἰδʼ Ἀγλαΐης κλυτὸν υἷα
μαρναμένων ἑκάτερθεν ἀπέφθιτο πουλὺς ὅμιλος.
Ὀψὲ δὲ δὴ Δαναοί σφεας εἴρυσαν ἀθλήσαντες
πολλά περ· αἶψα δὲ νῆας ἐπὶ σφετέρας ἐκόμισσαν
παῦροι, ἐπεὶ πλεόνεσσι κακὴ περιπέπτατʼ ὀϊζὺς
ἀργαλέου πολέμοιο· πόνῳ δʼ ἐνέμιμνον ἀνάγκῃ.
Ἀλλʼ ὅτε δὴ μάλα πολλοὶ ἐνεπλήσαντο κελαινὰς
Κῆρας ἀνʼ αἱματόεντα καὶ ἀλγινόεντα κυδοιμόν,
δὴ τότʼ ἄρʼ Ἀργείων πολέες φύγον ἔνδοθι νηῶν,
ὅσσους Εὐρύπυλος μέγʼ ἐπῴχετο πῆμα κυλίνδων.
Παῦροι δʼ ἀμφʼ Αἴαντα καὶ Ἀτρέος υἷε κραταιὼ
μίμνον ἐν ὑσμίνῃ. Καὶ δὴ τάχα πάντες ὄλοντο
δυσμενέων παλάμῃσι περιστρεφθέντες ὁμίλῳ,
εἰ μὴ Ὀϊλέος υἱὸς ἐΰφρονα Πουλυδάμαντα
ἔγχεϊ τύψε παρʼ ὦμον ἀριστερὸν ἀγχόθι μαζοῦ,
ἐκ δέ οἱ αἷμʼ ἐχύθη, ὃ δʼ ἐχάσσατο τυτθὸν ὀπίσσω·
Δηίφοβον δʼ οὔτησε περικλειτὸς Μενέλαος
δεξιτερὸν παρὰ μαζόν, ὃ δʼ ἔκφυγε ποσσὶ θοοῖσιν·
ἂν δʼ Ἀγαμέμνων δῖος ἐνήρατο πουλὺν ὅμιλον
πληθύος ἐξ ὀλοῆς, μετὰ δʼ Αἴθικον ᾤχετο δῖον
θύων ἐγχείῃσιν, ὃ δʼ εἰς ἑτάρους ἀλέεινε.
Τοὺς δʼ ὁπότʼ Εὐρύπυλος λαοσσόος εἰσενόησε
χαζομένους ἅμα πάντας ἀπὸ στυγεροῖο κυδοιμοῦ,
αὐτίκα κάλλιπε λαὸν ὅσον κατὰ νῆας ἔλασσε,
καί ῥα θοῶς οἴμησεν ἐπʼ Ἀτρέος υἷε κραταιὼ
παῖδά τε καρτερόθυμον Ὀϊλέος, ὃς περὶ μὲν θεῖν
ἔσκε θοός, περὶ δʼ αὖτε μάχῃ ἔνι φέρτατος ἦεν·
τοῖς ἔπι κραιπνὸς ὄρουσεν ἔχων περιμήκετον ἔγχος.
Σὺν δέ οἱ ἦλθε Πάρις τε καὶ Αἰνείας ἐρίθυμος,
ὅς ῥα θοῶς Αἴαντα βάλεν περιμήκεϊ πέτρῃ
κὰκ κόρυθα κρατερήν· ὃ δʼ ἄρʼ ἐν κονίῃσι τανυσθεὶς
ψυχὴν οὔ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ
ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι·
καί ῥά μιν ἁρπάξαντες ἀρηίφιλοι θεράποντες
βαιὸν ἔτʼ ἐμπνείοντα φέρον ποτὶ νῆας Ἀχαιῶν.
Καὶ τότʼ ἄρʼ οἰώθησαν ἀγακλειτοὶ βασιλῆες
Ἀτρεῖδαι· περὶ δέ σφιν ὀλέθριος ἵσταθʼ ὅμιλος
βαλλόντων ἑκάτερθεν ὅ τι σθένε χερσὶν ἑλέσθαι·
οἳ μὲν γὰρ στονόεντα βέλη χέον, οἳ δέ νυ λᾶας,
ἄλλοι δʼ αἰγανέας. Τοὶ δʼ ἐν μέσσοισιν ἐόντες
στρωφῶντʼ, εὖτε σύες μέσῳ ἕρκεϊ ἠὲ λέοντες
ἤματι τῷ ὅτʼ ἄνακτες ἀολλίσσωσʼ ἀνθρώπους,
ἀργαλέως δʼ εἰλῶσι κακὸν τεύχοντες ὄλεθρον
θηρσὶν ὑπὸ κρατεροῖς, οἳ δʼ ἕρκεος ἐντὸς ἐόντες
δμῶας δαρδάπτουσιν, ὅ τίς σφισιν ἐγγὺς ἵκηται·
ὣς οἵ γʼ ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάιζον.
Ἀλλʼ οὐδʼ ὧς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι,
εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος
Μηριόνης τε Θόας τε καὶ ἰσόθεος Θρασυμήδης,
οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο,
καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα,
εἰ μὴ ἄρʼ Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο
ἄντην Εὐρυπύλοιο· μάχη δʼ ἀΐδηλος ἐτύχθη.
Ἔνθα τότʼ Αἰνείαο κατʼ ἀσπίδος ἔγχος ἔρεισε
Τεῦκρος ἐϋμμελίης· τοῦ δʼ οὐ χρόα καλὸν ἴαψεν·
ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον·
ἀλλὰ καὶ ὧς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω.
Μηριόνης δʼ ἐπόρουσεν ἀμύμονι Λαοφόωντι
Παιονίδῃ τὸν ἐγείνατʼ ἐϋπλόκαμος Κλεομήδη
Ἀξιοῦ ἀμφὶ ῥέεθρα, κίεν δʼ ὅ γε Ἴλιον ἱρὴν
Τρωσὶν ἀρηξέμεναι μετʼ ἀμύμονος Ἀστεροπαίου·
τὸν δʼ ὅ γε Μηριόνης νύξʼ ἔγχεϊ ὀκριόεντι
αἰδοίων ἐφύπερθε· θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ
ἔγκατα· τοῦ δʼ ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός.
Αἴαντος δʼ ἄρʼ ἑταῖρος Ὀιλιάδαο δαΐφρων
Ἀλκιμέδων ἐς ὅμιλον ἐυσθενέων βάλε Τρώων·
ἧκε δʼ ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν
σφενδόνῃ ἀλγινόεντα λίθον· διὰ δʼ ἔτρεσαν ἄνδρες
ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα.
Τὸν δʼ ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα
Πάμμονος Ἱππασίδην, τὸν ἄρʼ ἡνία χερσὶν ἔχοντα
πλῆξε κατὰ κροτάφοιο, θοῶς δέ μιν ἔκβαλε δίφρου
πρόσθεν ἑοῖο τροχοῖο· θοὸν δέ οἱ ἅρμα πεσόντος
λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετʼ ὀπίσσω
ἵππων ἱεμένων· θάνατος δέ μιν αἰνὸς ἐδάμνα
ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα.
Πάμμονι δʼ ἔμπεσε πένθος· ἄφαρ δέ ἑ θῆκεν ἀνάγκη
ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα·
καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη,
εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα
ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα
ἤδη τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν.
Ἀντίθεον δʼ Ἀκάμαντα καταντίον ἀΐσσοντα
Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν,
ἕλκεϊ δʼ οὐλομένῳ στυγερὰς ὑπεδύσετʼ ἀνίας·
χάσσατο δʼ ἐκ πολέμοιο, λίπεν δʼ ἑτάροισι κυδοιμὸν
δακρυόεντʼ· οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει.
Καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο
τύψε Θόαντος ἑταῖρον ἐχέφρονα Δηιοπίτην
ὤμου τυτθὸν ἔνερθε· περὶ κραδίην δέ οἱ ἔγχος
ἷξεν ἀνιηρόν· σὺν δʼ αἵματι κήκιεν ἱδρὼς
ψυχρὸς ἀπὸ μελέων. Καί μιν στρεφθέντα φέρεσθαι
εἰσοπίσω κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο,
κόψε δέ οἱ θοὰ νεῦρα· πόδες δʼ ἀέκοντες ἔμιμνον
αὐτοῦ, ὅπῃ μιν τύψε· λίπεν δέ μιν ἄμβροτος αἰών.
Ἐσσυμένως δὲ Θόας νύξεν Πάριν ὀξέι δουρὶ
δεξιτερὸν κατὰ μηρόν· ὃ δʼ ᾤχετο τυτθὸν ὀπίσσω
οἰσόμενος θοὰ τόξα τά οἱ μετόπισθε λέλειπτο.
Ἰδομενεὺς δʼ ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας
κάββαλεν Εὐρυπύλοιο βραχίονα· τοῦ δὲ χαμᾶζε
κάππεσε λοίγιον ἔγχος· ἄφαρ δʼ ἀνεχάσσατʼ ὀπίσσω
οἰσέμεν ἐγχείην· τὴν γάρ τʼ ἔχεν ἔκβαλε χειρός.
Ἀτρεῖδαι δʼ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο·
τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεικαν
ἀαγὲς δόρυ μακρὸν ὃ πολλῶν γούνατʼ ἔλυσε.
Δεξάμενος δʼ ὅ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων,
κτείνων ὅν κε κίχῃσι, πολὺν δʼ ὑπεδάμναθʼ ὅμιλον.
Ἔνθʼ οὔτʼ Ἀτρεῖδαι μένον ἔμπεδον οὔτέ τις ἄλλος
ἀγχεμάχων Δαναῶν· μάλα γὰρ δέος ἔλλαβε πάντας
ἀργαλέον· πᾶσιν γὰρ ἐπέσσυτο πῆμα κορύσσων
Εὐρύπυλος, μετόπισθε δʼ ἐπισπόμενος κεράιζε·
κέκλετο δʼ αὖ Τρώεσσι καὶ ἱπποδάμοις ἑτάροισιν·
«Ὦ φίλοι, εἰ δʼ ἄγε θυμὸν ἕνα στέρνοισι βαλόντες
τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρʼ ἀΐδηλον,
οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται
νῆας ἐπὶ σφετέρας· ἀλλὰ μνησώμεθα πάντες
ὑσμίνης ὀλοῆς ἧς παιδόθεν ἴδμονές εἰμεν.»
Ὣς φάτο· τοὶ δʼ ἐπόρουσαν ἀολλέες Ἀργείοισιν·
οἳ δὲ μέγα τρομέοντες ἀπʼ ἀργαλέοιο κυδοιμοῦ
φεῦγον· τοὶ δʼ ἐφέποντο κύνες ὣς ἀργιόδοντες
κεμμάσιν ἀγροτέρῃσι κατʼ ἄγκεα μακρὰ καὶ ὕλην.
Πολλοὺς δʼ ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας
ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν.
Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα
Νῖσόν τε Χρομίον τε καὶ Ἄντιφον· οἳ δὲ Μυκήνην
ᾤκεον εὐκτέανον, τοὶ δʼ ἐν Λακεδαίμονι ναῖον·
τοὺς ἄρʼ ὅ γʼ ἐξενάριξεν ἀριγνώτους περ ἐόντας.
Ἐκ δʼ ἄρα πληθύος εἷλεν ἀάσπετα φῦλʼ ἀνθρώπων
ὅσσά μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι,
οὐδʼ εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη.
Αἰνείας δὲ Φέρητα καὶ Ἀντίμαχον κατέπεφνεν,
ἀμφοτέρους Κρήτηθεν ἅμʼ Ἰδομενῆι κιόντας.
Αὐτὰρ Ἀγήνωρ δῖος ἀμύμονα Μῶλον ἔπεφνεν,
ὅς ῥά τʼ ἀπʼ Ἄργεος ἦλθεν ὑπὸ Σθενέλῳ βασιλῆι·
τὸν βάλεν αἰγανέῃ νεοθηγέι πολλὸν ὀπίσσω
φεύγοντʼ ἐκ πολέμοιο τυχὼν ὑπὸ νείατα κνήμης
δεξιτερῆς· αἰχμὴ δὲ διὰ πλατὺ νεῦρον ἔκερσεν
ἄντικρυς ἱεμένη, παρὰ δʼ ἔθρισεν ὀστέα φωτὸς
ἀργαλέως· ὀδύνῃ δʼ ἐμίγη μόρος, ἔφθιτο δʼ ἀνήρ.
Ἂν δὲ Πάρις Μόσυνόν τʼ ἔβαλεν καὶ ἀγήνορα Φόρκυν,
ἄμφω ἀδελφειούς, οἵ τʼ ἐκ Σαλαμῖνος ἵκοντο
Αἴαντος νήεσσι καὶ οὐκέτι νόστον ἕλοντο.
Τοῖσι δʼ ἐπὶ Κλεόλαον ἐῢν θεράποντα Μέγητος
εἷλε βαλὼν κατὰ μαζὸν ἀριστερόν· ἀμφὶ δέ μιν νὺξ
μάρψε κακὴ καὶ θυμὸς ἀπέπτατο· τοῦ δὲ δαμέντος
ἔνδον ὑπὸ στέρνοισιν ἔτι κραδίη ἀλεγεινὴ
ταρφέα παλλομένη πτερόεν πελέμιξε βέλεμνον.
Ἄλλον δʼ ἰὸν ἀφῆκεν ἐπὶ θρασὺν Ἠετίωνα
ἐσσυμένως· τοῦ δʼ αἶψα διὰ γναθμοῖο πέρησε
χαλκός· ὃ δὲ στονάχησε· μίγη δέ οἱ αἵματι δάκρυ.
Ἄλλος δʼ ἄλλον ἔπεφνε· πολὺς δʼ ἐστείνετο χῶρος
Ἀργείων ἰληδὸν ἐπʼ ἀλλήλοισι πεσόντων.
Καί νύ κε δὴ τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας,
εἰ μὴ νὺξ ἐπόρουσε βαθείην ἠέρʼ ἄγουσα.
Χάσσατο δʼ Εὐρύπυλος, σὺν δʼ ἄλλοι Τρώιοι υἷες
νηῶν βαιὸν ἄπωθε ποτὶ προχοὰς Σιμόεντος,
ἧχί περ αὖλιν ἔθεντο γεγηθότες. Οἳ δʼ ἐνὶ νηυσὶν
Ἀργεῖοι γοάασκον ἐπὶ ψαμάθοισι πεσόντες,
πολλὰ μάλʼ ἀχνύμενοι κταμένων ὕπερ, οὕνεκʼ ἄρʼ αὐτῶν
πολλοὺς ἐν κονίῃσι μέλας ἐκιχήσατο πότμος.
ΛΟΓΟΣ Ζʹ
Ἦμος δʼ οὐρανὸς ἄστρα κατέκρυφεν, ἔγρετο δʼ Ἠὼς
λαμπρὸν παμφανόωσα, κνέφας δʼ ἀνεχάσσατο νυκτός,
δὴ τότʼ ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων,
οἳ μὲν ἔβαν προπάροιθε νεῶν κρατερὴν ἐπὶ δῆριν
ἀντίον Εὐρυπύλοιο μεμαότες, οἳ δʼ ἀπάτερθεν
αὐτοῦ πὰρ νήεσσι Μαχάονα ταρχύσαντο
Νιρέα θʼ ὃς μακάρεσσιν ἀειγενέεσσιν ἐῴκει
κάλλεΐ τʼ ἀγλαΐῃ τε, βίῃ δʼ οὐκ ἄλκιμος ἦεν·
οὐ γὰρ ἅμʼ ἀνθρώποισι θεοὶ τελέουσιν ἅπαντα,
ἀλλʼ ἐσθλῷ κακὸν ἄγχι παρίσταται ἔκ τινος αἴσης·
ὣς Νιρῆι ἄνακτι παρʼ ἀγλαΐῃ ἐρατεινῇ
κεῖτʼ ἀλαπαδνοσύνη. Δαναοὶ δέ οἱ οὐκ ἀμέλησαν,
ἀλλά ἑ ταρχύσαντο καὶ ὠδύραντʼ ἐπὶ τύμβῳ,
ὅσσα Μαχάονα δῖον ὃν ἀθανάτοις μακάρεσσιν
ἶσον ἀεὶ τίεσκον, ἐπεὶ κλυτὰ μήδεα ᾔδη.
Ἀλλʼ ὅτʼ ἄρʼ ἀμφοτέροις τυκτὸν περὶ σῆμʼ ἐβάλοντο,
δὴ τότʼ ἄρʼ ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης·
ὦρτο δʼ ἄρʼ ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀϋτή,
ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν.
Καί ῥʼ οἳ μὲν πονέοντο πολυκμήτῳ ὑπʼ Ἄρηι·
νωλεμέως δʼ ἄρʼ ἄπαστος ἐδητύος ἐν κονίῃσι
κεῖτο μέγα στενάχων Ποδαλείριος. Οὐδʼ ὅ γε σῆμα
λεῖπε κασιγνήτοιο· νόος δέ οἱ ὁρμαίνεσκε
χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι·
καί ῥʼ ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δʼ αὖτε
δίζετο φάρμακον αἰνόν. Ἑοὶ δέ μιν εἶργον ἑταῖροι
πολλὰ παρηγορέοντες· ὃ δʼ οὐκ ἀπέληγεν ἀνίης,
καί νύ κε θυμὸν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν
ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ,
εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν. Οὐδʼ ἀμέλησεν
αἰνῶς τειρομένοιο· κίχεν δέ μιν ἄλλοτε μέν που
ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε
ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ
θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα
οἷο κασιγνήτοιο· περιστενάχοντο δʼ ἄνακτα
δμῶες σύν θʼ ἑτάροισι, κακὴ δʼ ἔχε πάντας ὀϊζύς.
Καί ῥʼ ὅ γε μειλιχίοισι μέγʼ ἀχνύμενον προσέειπεν·
«Ἴσχεο λευγαλέοιο πόνου καὶ πένθεος αἰνοῦ,
ὦ τέκος· οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα
μύρεσθʼ οἷα γυναῖκα παρʼ οὐκέτʼ ἐόντι πεσόντα.
Οὐ γὰρ ἀναστήσεις μιν ἔτʼ ἐς φάος, οὕνεκʼ ἄιστος
ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δʼ ἄνευθε
πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα·
αὕτως δʼ, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. Τέτλαθι δʼ ἄλγος
ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔ τι χερείω
παῖδʼ ὀλέσας δηίοισιν ὑπʼ ἀνδράσιν, εὖ μὲν ἄκοντι,
εὖ δὲ σαοφροσύνῃσι κεκασμένον· οὐδέ τις ἄλλος
αἰζηῶν φιλέεσκεν ἑὸν πατέρʼ ὡς ἐμὲ κεῖνος,
κάτθανε δʼ εἵνεκʼ ἐμεῖο σαωσέμεναι μενεαίνων
ὃν πατέρʼ. Ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι
σῖτον ἔτλην καὶ ζωὸς ἔτʼ ἠριγένειαν ἰδέσθαι,
εὖ εἰδὼς ὅτι πάντες ὁμὴν Ἀΐδαο κέλευθον
νισόμεθʼ ἄνθρωποι, πᾶσίν τʼ ἐπὶ τέρματα κεῖται
λυγρὰ μόρου στονόεντος· ἔοικε δὲ θνητὸν ἐόντα
πάντα φέρειν ὁπόσʼ ἐσθλὰ διδοῖ θεὸς ἠδʼ ἀλεγεινά.»
Ὣς φάθʼ. Ὃ δʼ ἀχνύμενός μιν ἀμείβετο· τοῦ δʼ ἀλεγεινὸν
ἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια·
«Ὦ πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ
ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μʼ ἀτίταλλεν,
οἰχομένοιο τοκῆος ἐς οὐρανόν, ὡς ἑὸν υἷα
σφῇσιν ἐν ἀγκοίνῃσι καὶ ἰητήρια νούσων
ἐκ θυμοῖο δίδαξε· μιῇ δʼ ἐνὶ δαιτὶ καὶ εὐνῇ
τερπόμεθα ξυνοῖσιν ἰαινόμενοι κτεάτεσσι.
Τῶ μοι πένθος ἄλαστον ἐποίχεται· οὐδʼ ἔτι κείνου
τεθναότος φάος ἐσθλὸν ἐέλδομαι εἰσοράασθαι.»
Ὣς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀκηχέμενον προσέειπε·
«Πᾶσι μὲν ἀνθρώποισιν ἴσον κακὸν ὤπασε δαίμων
ὀρφανίην· πάντας δὲ καὶ ἡμέας αἶα καλύψει,
οὐ μὲν ἄρʼ ἐκτελέσαντας ὁμὴν βιότοιο κέλευθον,
οὐδʼ οἵην τις ἕκαστος ἐέλδεται, οὕνεχʼ ὕπερθεν
ἐσθλά τε καὶ τὰ χέρεια θεῶν ἐν γούνασι κεῖται,
Μοίρῃς εἰς ἓν ἅπαντα μεμιγμένα. Καὶ τὰ μὲν οὔ τις
δέρκεται ἀθανάτων, ἀλλʼ ἀπροτίοπτα τέτυκται
ἀχλύι θεσπεσίῃ κεκαλυμμένα· τοῖς δʼ ἐπὶ χεῖρας
οἴη Μοῖρα τίθησι καὶ οὐχ ὁρόωσʼ ἀπʼ Ὀλύμπου
ἐς γαῖαν προΐησι· τὰ δʼ ἄλλυδις ἄλλα φέρονται
πνοιῇς ὣς ἀνέμοιο· καὶ ἀνέρι πολλάκις ἐσθλῷ
ἀμφεχύθη μέγα πῆμα, λυγρῷ δʼ ἐπικάππεσεν ὄλβος
οὔ τι ἑκών. Ἀλαὸς δὲ πέλει βίος ἀνθρώποισι·
τοὔνεκʼ ἄρʼ ἀσφαλέως οὐ νίσεται, ἀλλὰ πόδεσσι
πυκνὰ ποτιπταίει· τρέπεται δέ οἱ αἰόλον εἶδος
ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε
εἰς ἀγαθόν. Μερόπων δὲ πανόλβιος οὔ τις ἐτύχθη
ἐς τέλος ἐξ ἀρχῆς· ἑτέρῳ δʼ ἕτερʼ ἀντιόωσι.
Παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔ τι ἔοικε
ζωέμεν· ἔλπεο δʼ αἰὲν ἀρείονα μηδʼ ἐπὶ λυγρῷ
θυμὸν ἔχειν. Καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν
ἐσθλῶν μὲν νίσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ
ψυχάς, ἀργαλέων δὲ ποτὶ ζόφον. Ἔπλετο δʼ ἄμφω
σεῖο κασιγνήτῳ, καὶ μείλιχος ἔσκε βροτοῖσι
καὶ πάις ἀθανάτοιο· θεῶν δʼ ἐς φῦλον ὀΐω
κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν.»
Ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα
παρφάμενος μύθοισιν· ἄγεν δʼ ἀπὸ σήματος αἰνοῦ
ἐντροπαλιζόμενον καὶ ἔτʼ ἀργαλέα στενάχοντα.
Ἐς δʼ ἄρα νῆας ἵκοντο· πόνον δʼ ἔχον ἄλλοι Ἀχαιοὶ
ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο.
Εὐρύπυλος δʼ ἀτάλαντος ἀτειρέα θυμὸν Ἄρηι
χερσὶν ὑπʼ ἀκαμάτοισι καὶ ἔγχεϊ μαιμώωντι
δάμνατο δήια φῦλα. Νεκρῶν δʼ ἐστείνετο γαῖα
κτεινομένων ἑκάτερθεν· ὃ δʼ ἐν νεκύεσσι βεβηκὼς
μάρνατο θαρσαλέως πεπαλαγμένος αἵματι χεῖρας
καὶ πόδας. Οὐδʼ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ·
ἀλλʼ ὅ γε Πηνέλεων κρατερόφρονα δουρὶ δάμασσεν
ἀντιόωντʼ ἀνὰ δῆριν ἀμείλιχον, ἀμφὶ δὲ πολλοὺς
ἔκτανεν· οὐδʼ ὅ γε χεῖρας ἀπέτρεπε δηιοτῆτος,
ἀλλʼ ἕπετʼ Ἀργείοισι χολούμενος, εὖτε πάροιθεν
ὄβριμος Ἡρακλέης Φολόης ἀνὰ μακρὰ κάρηνα
Κενταύροις ἐπόρουσεν ἑῷ μέγα κάρτεϊ θύων,
τοὺς ἅμα πάντας ἔπεφνε καὶ ὠκυτάτους περ ἐόντας
καὶ κρατεροὺς ὀλοοῦ τε δαήμονας ἰωχμοῖο·
ὣς ὅ γʼ ἐπασσύτερον Δαναῶν στρατὸν αἰχμητάων
δάμνατʼ ἐπεσσύμενος· τοὶ δʼ ἰλαδὸν ἄλλοθεν ἄλλος
ἀθρόοι ἐν κονίῃσι δεδουπότες ἐξεχέοντο.
Ὡς δʼ ὅτʼ ἐπιβρίσαντος ἀπειρεσίου ποταμοῖο
ὄχθαι ἀποτμήγονται ἐπὶ ψαμαθώδεϊ χώρῳ
μυρίαι ἀμφοτέρωθεν, ὃ δʼ εἰς ἁλὸς ἔσσυται οἶδμα
παφλάζων ἀλεγεινὸν ἀνὰ ῥόον, ἀμφὶ δὲ πάντῃ
κρημνοὶ ἐπικτυπέουσι, βρέμει δʼ ἄρα μακρὰ ῥέεθρα
αἰὲν ἐρειπομένων, εἴκει δέ οἱ ἕρκεα πάντα·
ὣς ἄρα κύδιμοι υἷες ἐυπτολέμων Ἀργείων
πολλοὶ ὑπʼ Εὐρυπύλοιο κατήριπον ἐν κονίῃσι,
τοὺς κίχεν αἱματόεντα κατὰ μόθον· οἳ δʼ ὑπάλυξαν
ὅσσους ἐξεσάωσε ποδῶν μένος. Ἀλλʼ ἄρα καὶ ὧς
Πηνέλεων ἐρύσαντο δυσηχέος ἐξ ὁμάδοιο
νῆας ἐπὶ σφετέρας, καί περ ποσὶ καρπαλίμοισι
κῆρας ἀλευόμενοι στυγερὰς καὶ ἀνηλέα πότμον.
Πανσυδίῃ δʼ ἔντοσθε νεῶν φύγον· οὐδέ τι θυμῷ
ἔσθενον Εὐρυπύλοιο καταντία δηριάασθαι,
οὕνεκʼ ἄρά σφισι φύζαν ὀϊζυρὴν ἐφέηκεν
Ἡρακλέης υἱωνὸν ἀτειρέα πάμπαν ἀέξων.
Οἳ δʼ ἄρα τείχεος ἐντὸς ὑποπτώσσοντες ἔμιμνον,
αἶγες ὅπως ὑπὸ πρῶνα φοβεύμεναι αἰνὸν ἀήτην
ὅς τε φέρει νιφετόν τε πολὺν κρυερήν τε χάλαζαν
ψυχρὸς ἐπαΐσσων, ταὶ δʼ ἐς νομὸν ἐσσύμεναί περ
ῥιπῆς οὔ τι κατιθὺς ὑπερκύπτουσι κολώνας,
ἀλλʼ ἄρα χεῖμα μένουσιν ὑπὸ σκέπας ἠδὲ φάραγγας
ἀγρόμεναι, θάμνοισι δʼ ὑπὸ σκιεροῖσι νέμονται
ἰλαδόν, ὄφρʼ ἀνέμοιο κακαὶ λήξωσιν ἄελλαι·
ὣς Δαναοὶ πύργοισιν ὑπὸ σφετέροισιν ἔμιμνον
Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες.
Αὐτὰρ ὃ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν
χερσὶν ὑπὸ κρατερῇσιν ἐπὶ χθόνα τεῖχος ἐρύσσας,
εἰ μὴ Τριτογένεια θράσος βάλεν Ἀργείοισιν
ὀψέ περ. Οἳ δʼ ἄλληκτον ἀφʼ ἕρκεος αἰπεινοῖο
δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι
κτεῖνον ἐπασσυτέρους· δεύοντο δὲ τείχεα λύθρῳ
λευγαλέῳ· στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν.
Αὕτως δʼ αὖ νύκτας τε καὶ ἤματα δηριόωντο
Κήτειοι Τρῶές τε καὶ Ἀργεῖοι μενεχάρμαι,
ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δʼ ἀμφὶ μακεδνὸν
τεῖχος, ἐπεὶ πέλε μῶλος ἀάσχετος. Ἀλλʼ ἄρα καὶ ὧς
ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης
παύσανθʼ, οὕνεχʼ ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα
ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες
πυρκαϊῇ δώωσι δαϊκταμένους ἐνὶ χάρμῃ.
Αὐτὰρ ὅ γʼ αἶψʼ ἐπίθησε· καὶ ἀργαλέοιο κυδοιμοῦ
παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο
ἐν κονίῃ ἐριπόντας. Ἀχαιοὶ δʼ ἔξοχα πάντων
Πηνέλεων μύροντο, βάλον δʼ ἐπὶ σῆμα θανόντι
εὐρὺ μάλʼ ὑψηλόν τε καὶ ἐσσομένοις ἀρίδηλον·
πληθὺν δʼ αὖτʼ ἀπάνευθε δαϊκταμένων ἡρώων
θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν,
πυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες
καὶ τάφον. Ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες
τάρχυσαν κταμένους. Ὀλοὴ δʼ Ἔρις οὐκ ἀπέληγεν,
ἀλλʼ ἔτʼ ἐποτρύνεσκε θρασὺ σθένος Εὐρυπύλοιο
ἀντιάαν δηίοισιν· ὃ δʼ οὔ πω χάζετο νηῶν,
ἀλλʼ ἔμενεν Δαναοῖσι κακὴν ἐπὶ δῆριν ἀέξων.
Τοὶ δʼ ἐς Σκῦρον ἵκοντο μελαίνῃ νηὶ θέοντες.
Εὗρον δʼ υἷʼ Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο,
ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα,
ἄλλοτε δʼ αὖθʼ ἵπποισι πονεύμενον ὠκυπόδεσσι.
Γήθησαν δʼ ἐσιδόντες ἀταρτηροῦ πολέμοιο
ἔργα μετοιχόμενον, καί περ μέγα τειρόμενον κῆρ
ἀμφὶ πατρὸς κταμένοιο· τὸ γὰρ προπάροιθε πέπυστο.
Αἶψα δέ οἱ κίον ἄντα τεθηπότες, οὕνεχʼ ὁρῶντο
θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον.
Τοὺς δʼ ἄρʼ ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν·
«Ὦ ξεῖνοι, μέγα χαίρετʼ ἐμὸν ποτὶ δῶμα κιόντες·
εἴπατε δʼ ὁππόθεν ἐστὲ καὶ οἵ τινες ἠδʼ ὅ τι χρειὼ
ἤλθετʼ ἔχοντες ἐμεῖο διʼ οἴδματος ἀτρυγέτοιο.»
Ὣς ἔφατʼ εἰρόμενος· ὃ δʼ ἀμείβετο δῖος Ὀδυσσεύς·
«Ἡμεῖς τοι φίλοι εἰμὲν ἐυπτολέμου Ἀχιλῆος,
τῷ νύ σέ φασι τεκέσθαι ἐΰφρονα Δηιδάμειαν·
καὶ δʼ αὐτοὶ τεὸν εἶδος ἐΐσκομεν ἀνέρι κείνῳ
πάμπαν ὃς ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει.
Εἰμὶ δʼ ἐγὼν Ἰθάκηθεν, ὃ δʼ Ἄργεος ἱπποβότοιο,
εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομʼ ἄκουσας
ἢ καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι
αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκʼ ἐλθών.
Ἀλλʼ ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον
ἐλθὼν ἐς Τροίην· ὣς γὰρ τέλος ἔσσετʼ Ἄρηι,
καί τοι δῶρʼ ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί.
Τεύχεα δʼ αὐτὸς ἔγωγε τεοῦ πατρὸς ἀντιθέοιο
δώσω, ἅ περ φορέων μέγα τέρψεαι. Οὐ γὰρ ἔοικε
θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις
ἶσα πέλει· πουλὺς δὲ περὶ σφίσι πάμπαν ἄρηρε
χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι καὶ αὐτὸς
Ἥφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη
τεύχων ἄμβροτα κεῖνα, τὰ σοὶ μέγα θαῦμα ἰδόντι
ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τʼ ἐνὶ κύκλῳ
ζῷα πέριξ ἤσκηται ἐοικότα κινυμένοισι,
θαῦμα καὶ ἀθανάτοισι· βροτῶν δʼ οὔ πώ ποτε τοῖα
οὔτέ τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτʼ ἐφόρησεν,
εἰ μὴ σός γε πατὴρ τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ
πάντες, ἐγὼ δὲ μάλιστα φίλα φρονέων ἀγάπαζον·
καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα
πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας·
τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε
δῖα Θέτις· τὰ δʼ ἄρʼ αὖτις ἐελδόμενός περ ἔγωγε
δώσω προφρονέως, ὁπότʼ Ἴλιον εἰσαφίκηαι.
Καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα
πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,
αὐτίκα γαμβρὸν ἑὸν ποιήσεται, ἤν κʼ ἐθέλῃσθα,
ἀμφʼ εὐεργεσίης· δώσει δέ τοι ἄσπετʼ ἄγεσθαι
κτήματά τε χρυσόν τε μετʼ ἠϋκόμοιο θυγατρός,
ὅσσʼ ἐπέοικεν ἕπεσθαι ἐυκτεάνῳ βασιλείῃ.»
Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
«Εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί,
αὔριον αἶψα νεώμεθʼ ἐπʼ εὐρέα βένθεα πόντου,
ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι.
Νῦν δʼ ἴομεν ποτὶ δώματʼ ἐύξεινόν τε τράπεζαν,
οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι.
Ἀμφὶ δʼ ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει.»
Ὣς εἰπὼν ἡγεῖθʼ· οἳ δʼ ἑσπόμενοι μέγʼ ἔχαιρον.
Καί ῥʼ ὅτε δὴ μέγα δῶμα κίον καὶ κάλλιμον αὐλήν,
εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ
τηκομένην θʼ, ὡς εἴ τε χιὼν κατατήκετʼ ὄρεσφιν
Εὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο·
ὣς ἥ γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ.
Καί μιν ἔτʼ ἀχνυμένην περ ἀγακλειτοὶ βασιλῆες
ἠσπάζοντʼ ἐπέεσσι· πάις δέ οἱ ἐγγύθεν ἐλθὼν
μυθεῖτʼ ἀτρεκέως γενεὴν καὶ οὔνομʼ ἑκάστου,
χρειὼ δʼ ἥν τινʼ ἵκανον ἀπέκρυφε μέχρις ἐς ἠῶ,
ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη
καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ.
Αἶψα δὲ δαῖτʼ ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηναν
πάντες ὅσοι Σκύροιο πέδον περιναιετάεσκον
εἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης
κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο.
Ἀλλʼ οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτεν
οὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος
ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω
εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος
παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρʼ ἀφίκηται
δήιον εἰς ἐνοπήν· τῷ δʼ ἄτροπος ἤντετο Μοῖρα
ἥ οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δʼ ἄρα πένθος
πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ.
Τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμπεχε δεῖμα
παιδὸς ἀπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν,
μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται.
Ἠὼς δʼ εἰσανέβη μέγαν οὐρανόν. Οἳ δʼ ἀπὸ λέκτρων
καρπαλίμως ὤρνυντο· νόησε δὲ Δηιδάμεια,
αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα
ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα·
ἠΰτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα
πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακρὰ
οὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι·
ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον
πάντοθεν ἐκ μυχάτων, μέγα δʼ ἀσχαλόωσʼ ἀγόρευε·
«Τέκνον, πῇ δὴ νῦν σοὶ ἐῢς νόος ἐκπεπότηται,
Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι,
ἧχι πολεῖς ὀλέκονται ὑπʼ ἀργαλέης ὑσμίνης,
καί περ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην;
Νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔ πω δήια ἔργα
οἶδας ἅ τʼ ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ.
Ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δʼ ἐνὶ μίμνε δόμοισι,
μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθʼ ἵκηται
σεῖο καταφθιμένοιο κατὰ μόθον. Οὐ γὰρ ὀΐω
ἐλθέμεναί σʼ ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο·
οὐδὲ γὰρ οὐδὲ πατὴρ τεὸς ἔκφυγε κῆρʼ ἀΐδηλον,
ἀλλʼ ἐδάμη κατὰ δῆριν, ὅ περ καὶ σεῖο καὶ ἄλλων
ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ,
τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἳ σὲ καὶ αὐτὸν
δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι.
Τοὔνεκʼ ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα,
μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται
εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν·
οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν
ἢ ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός,
χηρωθῇ δὲ μέλαθρον ὑπʼ ἀργαλέου θανάτοιο·
αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας,
κείρουσιν δέ τε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας,
οὕνεκεν οὔ τι τέτυκται ὀϊζυρώτερον ἄλλο
χήρης ἐν μεγάροισιν ἀκιδνότερόν τε γυναικός.»
Φῆ μέγα κωκύουσα· πάις δέ μιν ἀντίον ηὔδα·
«Θάρσει, μῆτερ ἐμεῖο, κακὴν δʼ ἀποπέμπεο φήμην·
οὐ γὰρ ὑπὲρ Κῆράς τις ὑπʼ Ἄρεϊ δάμναται ἀνήρ·
εἰ δέ μοι αἴσιμόν ἐστι δαμήμεναι εἵνεκʼ Ἀχαιῶν,
τεθναίην ῥέξας τι καὶ ἄξιον Αἰακίδῃσιν.»
Ὣς φάτο· τῷ δʼ ἄγχιστα κίεν γεραρὸς Λυκομήδης
καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
«Ὦ τέκος ὀβριμόθυμον ἑῷ πατρὶ κάρτος ἐοικώς,
οἶδʼ ὅτι καρτερός ἐσσι καὶ ὄβριμος· ἀλλʼ ἄρα καὶ ὧς
καὶ πόλεμον δείδοικα πικρὸν καὶ κῦμα θαλάσσης
λευγαλέον· ναῦται γὰρ ἀεὶ σχεδόν εἰσιν ὀλέθρου.
Ἀλλὰ σὺ δείδιε, τέκνον, ἐπὴν πλόον εἰσαφίκηαι
ὕστερον ἢ Τροίηθεν ἢ ἄλλοθεν, οἷά τε πολλὰ . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
τῆμος, ὅτʼ Αἰγοκερῆι συνέρχεται ἠερόεντι
Ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων
Τοξευτήν, ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι,
ἢ ὁπότʼ Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται
ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος·
δείδιε δʼ ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινὴν
ᾗ ἔνι συμφορέονται ἀνʼ εὐρέα βένθεα πόντου
ἔκποθεν ἀΐσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι,
ἢ ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν
δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα
ἄστρα τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι
δυόμενʼ ἢ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης.»
Ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου
ἱμείροντα μόθοιο δυσηχέος. Ὃς δʼ ἐρατεινὸν
μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι·
ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε
δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν.
Ὡς δʼ ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα
εἴργει ἐφεζόμενος, ὃ δʼ ἐρυκανόωντα χαλινὸν
δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος
δεύεται, οὐδʼ ἵστανται ἐελδόμενοι πόδες οἴμης,
πουλὺς δʼ ἀμφʼ ἕνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ
ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται
ῥώοντʼ ἐσσυμένοιο, κάρη δʼ εἰς ὕψος ἀείρει
φυσιόων μάλα πολλά, νόος δʼ ἐπιτέρπετʼ ἄνακτος·
ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος
μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον·
ἣ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί.
Ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην
μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός.
Οἵη δʼ ἀμφὶ μέλαθρα μέγʼ ἀσχαλόωσα χελιδὼν
μύρεται αἰόλα τέκνα τά που μάλα τετριγῶτα
αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν,
ἣ δʼ ὁτὲ μὲν χήρη περιπέπταται ἀμφὶ καλιήν,
ἄλλοτε δʼ εὐτύκτοισι περὶ προθύροισι ποτᾶται
αἰνὰ κινυρομένη τεκέων ὕπερ· ὣς ἄρα κεδνὴ
μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που
εὐνὴν ἀμφιχυθεῖσα μέγʼ ἴαχεν, ἄλλοτε δʼ αὖτε
κλαῖεν ἐπὶ φλιῇσι. Φίλῳ δʼ ἐγκάτθετο κόλπῳ,
εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα
ᾧ ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν·
ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο,
ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα
ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. Οὐδʼ ὅ γε μητρὸς
ἄσπετʼ ὀδυρομένης ἔτʼ ἐπέκλυεν, ἀλλʼ ἀπάτερθε
βαῖνε θοὴν ἐπὶ νῆα· φέρον δέ μιν ὠκέα γυῖα
ἀστέρι παμφανόωντι πανείκελον. Ἀμφὶ δʼ ἄρʼ αὐτῷ
ἕσπεθʼ ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός,
ἄλλοι δʼ εἴκοσι φῶτες ἀρηρέμενοι φρεσὶ θυμόν,
τοὺς ἔχε κεδνοτάτους ἐνὶ δώμασι Δηιδάμεια
καί σφεας ᾧ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας·
οἳ τότʼ Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον
ἐσσύμενον ποτὶ νῆα διʼ ἄστεος· ὃς δʼ ἐνὶ μέσσοις
ἤιε καγχαλόων. Κεχάροντο δὲ Νηρηῖναι
ἀμφὶ Θέτιν, καὶ δʼ αὐτὸς ἐγήθεε Κυανοχαίτης
εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα.
Ὃς δʼ ἤδη πολέμοιο λιλαίετο δακρυόεντος,
καί περ ἐὼν ἔτι παιδνός, ἔτʼ ἄχνοος· ἀλλά μιν ἀλκὴ
καὶ μένος ὀτρύνεσκον. Ἑῆς δʼ ἐξέσσυτο πάτρης,
οἷος Ἄρης, ὅτε μῶλον ἐσέρχεται αἱματόεντα
χωόμενος δηίοισι, μέμηνε δέ οἱ μέγα θυμός,
καί οἱ ἐπισκύνιον βλοσυρὸν πέλει, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
ὄμματα μαρμαίρουσιν ἴσον πυρί, τοῦ δὲ παρειαὶ
κάλλος ὁμοῦ κρυόεντι φόβῳ καταειμέναι αἰεὶ
φαίνοντʼ ἐσσυμένου, τρομέουσι δὲ καὶ θεοὶ αὐτοί·
τοῖος ἔην Ἀχιλῆος ἐῢς πάις. Οἳ δʼ ἀνὰ ἄστυ
εὔχοντʼ ἀθανάτοισι σαωσέμεν ἐσθλὸν ἄνακτα
ἀργαλέου παλίνορσον ἀπʼ Ἄρεος· οἳ δʼ ἐσάκουσαν
εὐχομένων. Ὃ δὲ πάντας ὑπείρεχεν οἵ οἱ ἕποντο.
Ἐλθόντες δʼ ἐπὶ θῖνα βαρυγδούποιο θαλάσσης
εὗρον ἔπειτʼ ἐλατῆρας ἐϋξόου ἔνδοθι νηὸς
ἱστία τʼ ἐντύνοντας ἐπειγομένους τʼ ἀνὰ νῆα.
Αἶψα δʼ ἀνʼ αὐτοὶ ἔβαν· τοὶ δʼ ἔκτοθι πείσματʼ ἔλυσαν
εὐνάς θʼ αἳ νήεσσι μέγα σθένος αἰὲν ἕπονται.
Τοῖσι δʼ ἄρʼ εὐπλοΐην πόσις ὤπασεν Ἀμφιτρίτης
προφρονέως· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μέμβλετʼ Ἀχαιῶν
τειρομένων ὑπὸ Τρωσὶ καὶ Εὐρυπύλῳ μεγαθύμῳ.
Οἳ δʼ Ἀχιλήιον υἷα παρεζόμενοι ἑκάτερθε
τέρπεσκον μύθοισιν ἑοῦ πατρὸς ἔργʼ ἐνέποντες,
ὅσσά τʼ ἀνὰ πλόον εὐρὺν ἐμήσατο καὶ ποτὶ γαίῃ
Τηλέφου ἀγχεμάχοιο, καὶ ὁππόσα Τρῶας ἔρεξεν
ἀμφὶ πόλιν Πριάμοιο φέρων κλέος Ἀτρείδῃσι·
τοῦ δʼ ἰαίνετο θυμὸς ἐελδομένοιο καὶ αὐτοῦ
πατρὸς ἀταρβήτοιο μένος καὶ κῦδος ἀρέσθαι.
Ἣ δέ που ἐν θαλάμοισιν ἀκηχεμένη περὶ παιδὶ
ἐσθλὴ Δηιδάμεια πολύστονα δάκρυα χεῦε,
καί οἱ ἐνὶ φρεσὶ θυμὸς ὑπʼ ἀργαλέῃσιν ἀνίῃς
τήκεθʼ, ὅπως ἀλαπαδνὸς ἐπʼ ἀνθρακιῇσι μόλυβδος
ἠὲ τρύφος κηροῖο· γόος δέ μιν οὔ ποτʼ ἔλειπε
δερκομένην ἐπὶ πόντον ἀπείριτον, οὕνεκα μήτηρ
ἄχνυθʼ ἑῷ περὶ παιδί, καὶ ἢν ἐπὶ δαῖτʼ ἀφίκηται.
Καί ῥά οἱ ἱστία νηὸς ἀπόπροθι πολλὸν ἰούσης
ἤδη ἀπεκρύπτοντο καὶ ἠέρι φαίνεθʼ ὁμοῖα·
ἀλλʼ ἣ μὲν στενάχιζε πανημερίη γοόωσα.
Νηῦς δʼ ἔθεεν κατὰ πόντον ἐπισπομένου ἀνέμοιο
τυτθὸν ἐπιψαύουσα πολυρροθίοιο θαλάσσης·
πορφύρεον δʼ ἑκάτερθε περὶ τρόπιν ἔβραχε κῦμα·
αἶψα δὲ δὴ μέγα λαῖτμα διήνυε ποντοποροῦσα.
Ἀμφὶ δέ οἱ πέσε νυκτὸς ἐπὶ κνέφας· ἣ δʼ ὑπʼ ἀήτῃ
πλῶε κυβερνήτῃ τε διαπρήσσουσα θαλάσσης
βένθεα. Θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς·
τοῖσι δʼ ἄρʼ Ἰδαίων ὀρέων φαίνοντο κολῶναι
Χρῦσά τε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη
τύμβος τʼ Αἰακίδαο δαΐφρονος· ἀλλά μιν οὔ τι
υἱὸς Λαέρταο πύκα φρονέων ἐνὶ θυμῷ
δεῖξε Νεοπτολέμῳ, ἵνα οἱ μὴ πένθος ἀέξῃ
θυμὸς ἐνὶ στήθεσσι. Παρημείβοντο δὲ νήσους
αἶψα Καλυδναίας· Τένεδος δʼ ἀπελείπετʼ ὀπίσσω·
φαίνετο δʼ αὖτʼ Ἐλεοῦντος ἕδος, τόθι Πρωτεσιλάου
σῆμα πέλει πτελέῃσι κατάσκιον αἰπεινῇσιν,
αἵ ῥʼ ὁπότʼ ἀθρήσωσιν ἀνερχόμεναι δαπέδοιο
Ἴλιον, αὐτίκα τῇσι θοῶς αὐαίνεται ἄκρα.
Νῆα δʼ ἐρεσσομένην ἄνεμος φέρεν ἀγχόθι Τροίης·
ἵκετο δʼ ἧχι καὶ ἄλλαι ἔσαν παρὰ θίνεσι νῆες
Ἀργείων, οἳ τῆμος ὀιζυρῶς πονέοντο
μαρνάμενοι περὶ τεῖχος ὅ περ πάρος αὐτοὶ ἔδειμαν
νηῶν ἔμμεναι ἕρκος ἐυσθενέων θʼ ἅμα λαῶν
ἐν πολέμῳ. Τὸ δʼ ἄρʼ ἤδη ὑπʼ Εὐρυπύλοιο χέρεσσι
μέλλεν ἀμαλδύνεσθαι ἐρειπόμενον ποτὶ γαίῃ,
εἰ μὴ ἄρʼ αἶψʼ ἐνόησε κραταιοῦ Τυδέος υἱὸς
βαλλόμενʼ ἕρκεα μακρά. Θοῆς δʼ ἄφαρ ἔκθορε νηὸς
θαρσαλέως τʼ ἐβόησεν ὅσον χάδε οἱ κέαρ ἔνδον·
«Ὦ φίλοι, ἦ μέγα πῆμα κυλίνδεται Ἀργείοισι
σήμερον· ἀλλʼ ἄγε θᾶσσον ἐς αἰόλα τεύχεα δύντες
ἴομεν ἐς πολέμοιο πολυκμήτοιο κυδοιμόν.
Ἤδη γὰρ πύργοισιν ἐφʼ ἡμετέροισι μάχονται
Τρῶες ἐυπτόλεμοι, τοὶ δὴ τάχα τείχεα μακρὰ
ῥηξάμενοι πυρὶ νῆας ἐνιπρήσουσι μάλʼ αἰνῶς·
νῶιν δʼ οὐκέτι νόστος ἐελδομένοις ἀνὰ θυμὸν
ἔσσεται· ἀλλὰ καὶ αὐτοὶ ὑπὲρ μόρον αἶψα δαμέντες
κεισόμεθʼ ἐν Τροίῃ τεκέων ἑκὰς ἠδὲ γυναικῶν.»
Ὣς φάτο· τοὶ δʼ ὤκιστα θοῆς ἐκ νηὸς ὄρουσαν
πανσυδίῃ· πάντας γὰρ ἕλεν τρόμος εἰσαΐοντας
νόσφι Νεοπτολέμοιο θρασύφρονος, οὕνεκʼ ἐῴκει
πατρὶ ἑῷ μέγα κάρτος· ἔρως δέ οἱ ἔμπεσε χάρμης.
Καρπαλίμως δʼ ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος
— ἣ γὰρ ἔην ἄγχιστα νεὸς κυανοπρῴροιο·
πολλὰ γὰρ ἐξημοιβὰ παρʼ αὐτόθι τεύχεα κεῖτο
ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων
ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο.
Ἔνθʼ ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια
δῦσαν ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ.
Αὐτὰρ Ὀδυσσεὺς δύσεθʼ ἅ οἱ Ἰθάκηθεν ἕποντο·
δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη
κεῖνα τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν.
Υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἐδύσετο τεύχεα πατρός,
καί οἱ φαίνετο πάμπαν ἀλίγκιος· ἀμφὶ δʼ ἐλαφρὰ
Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει,
καί περ ἐόνθʼ ἑτέροισι πελώρια· τῷ δʼ ἅμα πάντα
φαίνετο τεύχεα κοῦφα· κάρη δέ οἱ οὔ τι βάρυνε
πήληξ . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
Πηλιάς, ἀλλά ἑ χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν
ῥηιδίως ἀνάειρεν ἔθʼ αἵματος ἰσχανόωσαν.
Ἀργείων δέ μιν ὅσσοι ἐσέδρακον, οὔ τι δύναντο
καί περ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκʼ ἄρʼ αὐτοὺς
πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός.
Ὡς δʼ ὅτʼ ἀνʼ εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ
ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν
ἀνέρες οὕς τʼ ἀνέμοιο καταιγίδες ἀντιόωσαι
εἴργουσιν μάλα πολλὸν ἐπὶ χρόνον, οἳ δʼ ἀλεγεινοὶ
νηὶ περιτρωχῶσι, καταφθινύθει δʼ ἄρα πάντα
ἤια, τειρομένοισι δʼ ἐπέπνευσεν λιγὺς οὖρος·
ὣς ἄρʼ Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν
ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι
ἐλπόμενοι στονόεντος ἀναπνεύσειν καμάτοιο.
Ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέος εὖτε λέοντος,
ὅς τε κατʼ οὔρεα μακρὰ μέγʼ ἀσχαλόων ἐνὶ θυμῷ
ἔσσυται ἀγρευτῇσιν ἐναντίον, οἵ τέ οἱ ἤδη
ἄντρῳ ἐπεμβαίνωσιν ἐρύσσασθαι μεμαῶτες
σκύμνους οἰωθέντας ἑῶν ἀπὸ τῆλε τοκήων
βήσσῃ ἐνὶ σκιερῇ, ὃ δʼ ἄρʼ ὑψόθεν ἔκ τινος ἄκρης
ἀθρήσας ὀλοοῖσιν ἐπέσσυται ἀγρευτῇσι
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς·
ὣς ἄρα φαίδιμος υἱὸς ἀταρβέος Αἰακίδαο
θυμὸν ἐπὶ Τρώεσσιν ἐυπτολέμοισιν ὄρινεν.
Οἴμησεν δʼ ἄρα πρῶτος ὅπῃ μάλα δῆρις ὀρώρει
ἂμ πεδίον· τῇ γάρ σφιν ἐπέπλετο τεῖχος Ἀχαιῶν
ῥηίτερον δηίοισι κατὰ κλόνον ἐσσυμένοισιν,
οὕνεκʼ ἀκιδνοτέρῃσιν ἐπάλξεσιν ἠρήρειστο·
σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηι.
Εὗρον δʼ Εὐρύπυλον κρατερόφρονα, τῷ δʼ ἅμʼ ἑταίρους
πύργῳ ἐπεμβεβαῶτας, ὀιομένους περὶ θυμῷ
ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν
πανσυδίῃ. Τοῖς δʼ οὔ τι θεοὶ τελέεσκον ἐέλδωρ·
ἀλλά σφεας Ὀδυσεύς τε καὶ ὁ σθεναρὸς Διομήδης
ἰσόθεός τε Νεοπτόλεμος δῖός τε Λεοντεὺς
αἶψʼ ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν.
Ὡς δʼ ὅτʼ ἀπὸ σταθμοῖο κύνες μογεροί τε νομῆες
κάρτεϊ καὶ φωνῇ κρατεροὺς σεύουσι λέοντας
πάντοθεν ἐσσύμενοι, τοὶ δʼ ὄμμασι γλαυκιόωντες
στρωφῶντʼ ἔνθα καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ
πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι,
ἀλλὰ καὶ ὧς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων
σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες· . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν.
Οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπὸ νόσφι φέβεσθαι
Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε
μίμνειν, εἰς ὅ κε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ
Ἀργείους· Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος.
Αὐτίκα δʼ ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην
ἧκεν ἐπεσσύμενος κατὰ τείχεος ἠλιβάτοιο·
σμερδαλέον δʼ ἄρα πάντα περιπλατάγησε θέμεθλα
ἕρκεος αἰπεινοῖο· δέος δʼ ἕλε πάντας Ἀχαιούς,
τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν.
Ἀλλʼ οὐδʼ ὧς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ,
ἀλλʼ ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι,
μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕς τʼ ἐν ὄρεσσιν
ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιῶται
ἱέμενοι σκύμνοισι φόνον στονόεντα βαλέσθαι
ἐσσυμένως, τοὶ δʼ οὔ τι βιαζόμενοι βελέεσσι
χάζοντʼ, ἀλλὰ μένοντες ἀμύνουσιν τεκέεσσιν·
ὣς οἳ ἀμυνόμενοι νηῶν ὕπερ ἠδὲ καὶ αὐτῶν
μίμνον ἐν ὑσμίνῃ. Τοῖς δʼ Εὐρύπυλος θρασυχάρμης
ἠπείλει μέγα πᾶσι νεῶν προπάροιθε θοάων·
«Ἆ δειλοὶ καὶ ἄναλκιν ἐνὶ φρεσὶ θυμὸν ἔχοντες,
οὐκ ἂν δὴ βελέεσσι νεῶν ἄπο ταρβήσαντα
ἠλάσατʼ, εἰ μὴ τεῖχος ἐμὴν ἀπέρυκεν ὁμοκλήν.
Νῦν δέ μοι, εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ,
μάρνασθʼ ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν·
ἢν δέ ποτʼ ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε,
ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας
ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλʼ ἅμα πάντες
κείσεσθʼ ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες.»
Ὣς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη
ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθε
χερσὶ Νεοπτολέμοιο θρασύφρονος ὅς μιν ἔμελλε
δάμνασθʼ οὐ μετὰ δηρὸν ὑπʼ ἔγχεϊ μαιμώωντι.
Οὐδὲ μὲν οὐδὲ τότʼ ἔσκεν ἄτερ κρατεροῖο πόνοιο,
ἀλλʼ ἄρα Τρῶας ἔναιρεν ἀφʼ ἕρκεος· οἳ δʼ ἐφέβοντο
βαλλόμενοι καθύπερθε, περικλονέοντο δʼ ἀνάγκῃ
Εὐρυπύλῳ· πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει.
Ὡς δʼ ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο
πτώσσουσιν βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι
ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστεναχίζεται ἀήρ·
ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν
ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο
πᾶν ὅ τι χερσὶν ἕηκεν· ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα,
δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἄρηα.
Οἳ δʼ ἄρʼ ἀμηχανίῃ βεβολημένοι ἔνδοθεν ἦτορ
Τρῶες ἔφαντʼ Ἀχιλῆα πελώριον εἰσοράασθαι
αὐτὸν ὁμῶς τεύχεσσι· καὶ ἀμφασίην ἀλεγεινὴν
κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται
ἐς φρένα Κητείων μηδʼ Εὐρυπύλοιο ἄνακτος.
Αὐτοῦ δʼ ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες
μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο·
αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμʼ ἀλεγεινόν.
Ὡς δʼ ὅτε παιπαλόεσσαν ὁδὸν κατὰ ποσσὶν ἰόντες
ἀνέρες ἀθρήσωσιν ἀπʼ οὔρεος ἀΐσσοντα
χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτρῃ,
οὐδέ τι οἳ μεμάασιν ἀνὰ ῥόον ἠχήεντα
βήμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον
δερκόμενοι τρομέουσι, καὶ οὐκ ἀλέγουσι κελεύθου·
ὣς ἄρα Τρῶες ἔμιμνον ἀλευόμενοί περ ἀϋτὴν
τεῖχος ὑπʼ Ἀργείων. Τοὺς δʼ Εὐρύπυλος θεοειδὴς
αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον· ἦ γὰρ ἐώλπει
πολλοὺς δηιόωντα πελώριον ἐν δαῒ φῶτα
χεῖρα καμεῖν καὶ κάρτος· ὃ δʼ οὐκ ἀπέληγε μόθοιο.
Τῶν δʼ ἄρʼ Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα
κάλλιπεν Οὐλύμποιο θυώδεος αἰπὰ μέλαθρα·
βῆ δʼ ἄρʼ ὑπὲρ κεφαλὰς ὀρέων οὐδʼ ἴχνεσι γαίης
ψαῦε μέγʼ ἐγκονέουσα· φέρεν δέ μιν ἱερὸς ἀὴρ
εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δʼ ἀνέμοιο.
Τροίην δʼ αἶψʼ ἀφίκανε, πόδας δʼ ἐπέθηκε κολώνῃ
Σιγέου ἠνεμόεντος· ἐδέρκετο δʼ ἔνθεν ἀϋτὴν
ἀγχεμάχων ἀνδρῶν· κύδαινε δὲ πολλὸν Ἀχαιούς.
Υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων
θάρσος ὁμοῦ καὶ κάρτος ἅ τʼ ἀνδράσιν εἰς ἓν ἰόντα
τεύχουσιν μέγα κῦδος· ὃ δʼ ἀμφοτέροισι κέκαστο,
οὕνεκʼ ἔην Διὸς αἷμα, φίλῳ δʼ ἤικτο τοκῆι·
τῶ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων.
Ὡς δʼ ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης
τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο
νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δʼ ὑπʼ ἀϋτμῇ
μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἳ δὲ κελαινῆς
ἐξ ἁλὸς ἀΐσσουσι μεμαότες ὕστατον αἴγλην
εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ
κτείνει ἐπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπʼ ἄγρῃ·
ὣς ἄρα κύδιμος υἱὸς ἐυπτολέμου Ἀχιλῆος
λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήια φῦλα
ἀντίʼ ἐπεσσυμένων. Πονέοντο δὲ πάντες Ἀχαιοὶ
ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν· ἔβραχε δʼ εὐρὺς
αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ
τείχεα βαλλομένων. Κάματος δʼ ὑπεδάμνατο λαοὺς
ἄσπετος ἀμφοτέρωθε — λύοντο δὲ γυῖα καὶ ἀλκὴ
αἰζηῶν —, ἀλλʼ οὔ τι μενεπτολέμου Ἀχιλῆος
ἄμπεχεν υἱέα δῖον, ἐπεί ῥά οἱ ὄβριμον ἦτορ
πάμπαν ἔην ἄτρυτον· ἀνιηρὸν δέ οἱ οὔ τι
ἥψατο μαρναμένοιο δέος. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . μένος δʼ ἀκάμαντι ἐοικὼς
ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ
οὔ ποτʼ ἰοῦσα φόβησε, καὶ εἰ μέγα μαίνετʼ ἀήτης
Ἡφαίστου κλονέων ἱερὸν μένος — ἢν γὰρ ἵκηται
ἐγγὺς ἐπὶ προχοῇσι, μαραίνεται οὐδέ οἱ ἀλκὴ
ἅψασθʼ ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο·
ὣς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ
οὔτε μόγος στονόεις οὔτʼ ἂρ δέος ἥψατο γούνων
αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους.
Οὐδὲ μὲν οὐδὲ βέλος κείνου χρόα καλὸν ἵκανε
πολλῶν βαλλομένων, ἀλλʼ ὡς νιφάδες περὶ πέτρῃ
πολλάκις ἠίχθησαν ἐτώσια· πάντα γὰρ εὐρὺ
εἶργε σάκος βριαρή τε κόρυς, κλυτὰ δῶρα θεοῖο·
τοῖς ἐπικαγχαλόων κρατερὸς πάις Αἰακίδαο
φοίτα μακρὰ βοῶν περὶ τείχεϊ, πολλὰ κελεύων
ἐς μόθον Ἀργείοισιν ἀταρβέα. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . , οὕνεκα πάντων
πολλὸν ἔην ὄχʼ ἄριστος, ἔχεν δʼ ἔτι θυμὸν ὁμοκλῆς
λευγαλέης ἀκόρητον, ἑοῦ δʼ ἄρα μήδετο πατρὸς
τίσασθʼ ἀλγινόεντα φόνον. Κεχάροντο δʼ ἄνακτι
Μυρμιδόνες· στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀϋτή.
Ἔνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος
ὃς γένος ἔσκε Δύμαντος, ἔχεν δʼ ἐρικυδέας υἷας
εἰδότας εὖ μὲν ἄκοντα βαλεῖν, εὖ δʼ ἵππον ἐλάσσαι
ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι,
τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρʼ ὄχθας
Σαγγαρίου, Κελτόν τε καὶ Εὔβιον· οὐδʼ ἀπόναντο
ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι
παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο.
Ἄμφω δʼ ὡς ἴδον ἦμαρ ὁμῶς, καὶ κάτθανον ἄμφω
χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι
βλήμενος ἐς κραδίην, ὃ δὲ χερμαδίῳ ἀλεγεινῷ
κὰκ κεφαλῆς· βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ
ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν.
Ἀμφὶ δʼ ἄρά σφισι φῦλα περικτείνοντο καὶ ἄλλων
μυρία δυσμενέων. Μέγα δʼ Ἄρεος ἔργον ὀρώρει,
μέσφʼ ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δʼ ἠὼς
ἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο
χάσσατο τυτθὸν ἄπωθε νεῶν. Οἳ δʼ ἀγχόθι πύργων
βαιὸν ἀνέπνευσαν, καὶ δʼ αὐτοὶ Τρώιοι υἷες
ἀμπαύοντο μόγοιο δυσαλγέος, οὕνεκʼ ἐτύχθη
φύλοπις ἀργαλέη περὶ τείχεϊ καί νύ χʼ ἅπαντες
Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο,
εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάις ἤματι κείνῳ
δυσμενέων ἀπάλαλκε πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν
Εὐρύπυλον. Τῷ δʼ αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ,
καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι·
ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν,
ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφʼ Ἀχιλῆος,
χάρμα δʼ ἄρʼ, οὕνεκά οἱ κρατερὸν παῖδʼ εἰσενόησε.
Κλαῖε δʼ ὅ γʼ ἀσπασίως, ἐπεὶ οὔ ποτε φῦλʼ ἀνθρώπων
νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρωνται.
Ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη,
ὅς τε θεῶν ἰότητι πολὺν χρόνον ἄλγεʼ ἀνατλὰς
ἔλθοι ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι·
ὣς ὃ Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσεν
ἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον·
«Χαῖρέ μοι, ὦ τέκος ἐσθλὸν Ἀχιλλέος ὅν ποτʼ ἔγωγε
τυτθὸν ἐόντʼ ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι
προφρονέως. Ὃ δʼ ἄρʼ ὦκα θεῶν ἐρικυδέι βουλῇ
ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο, καί οἱ ἔγωγε
γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
Ἔσκε δέ μοι μέγʼ ὄνειαρ· ἴσον δέ ἑ παιδὶ τίεσκον
τηλυγέτῳ, ὃ δʼ ἄρʼ ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ·
κείνου μὲν γὰρ ἔγωγε πατήρ, ὃ δʼ ἄρʼ υἱὸς ἔμοιγε
ἔσκεν, ὅπως φήσασκεν ἰδών· “Ἑνὸς αἵματός εἰμεν
εἵνεχʼ ὁμοφροσύνης”. Ἀρετῇ δʼ ὅ γε φέρτερος ἦεν
πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει·
τῷ σύ γε πάμπαν ἔοικας, ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω
ζωὸν ἔτʼ Ἀργείοισι μετέμμεναι· οὗ μʼ ἄχος ὀξὺ
ἀμπέχει ἤματα πάντα, λυγρῷ δʼ ἐπὶ γήραϊ θυμὸν
τείρομαι. Ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
κείνου ἔτι ζώοντος· ὃ καὶ πέλει ἀνέρι κῦδος
κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι.
Ἀλλά, τέκος, κείνου μὲν ἐγὼν οὐ λήσομαι ἦτορ
ἀχνύμενος, σὺ δὲ μή τι χαλέπτεο πένθεϊ θυμόν.
Ἀλλʼ ἄγε, Μυρμιδόνεσσι καὶ ἱπποδάμοισιν Ἀχαιοῖς
τειρομένοις ἐπάμυνε μέγʼ ἀμφʼ ἀγαθοῖο τοκῆος
χωόμενος δηίοισι· κλέος δέ τοι ἔσσεται ἐσθλὸν
Εὐρύπυλον δαμάσαντι μάχης ἀκόρητον ἐόντα·
τοῦ γὰρ ὑπέρτερός ἐσσι καὶ ἔσσεαι, ὅσσον ἀρείων
σεῖο πατὴρ κείνοιο πέλεν μογεροῖο τοκῆος.»
Ὣς φάμενον προσέειπε πάις ξανθοῦ Ἀχιλῆος·
«Ὦ γέρον, ἡμετέρην ἀρετὴν ἀνὰ δηιοτῆτα
Αἶσα διακρινέει κρατερὴ καὶ ὑπέρβιος Ἄρης.»
Ὣς εἰπὼν αὐτῆμαρ ἐέλδετο τείχεος ἐκτὸς
σεύεσθʼ ἐν τεύχεσσιν ἑοῦ πατρός· ἀλλά μιν ἔσχε
Νὺξ ἥ τʼ ἀνθρώποισι λύσιν καμάτοιο φέρουσα
ἔσσυτʼ ἀπʼ Ὠκεανοῖο καλυψαμένη δέμας ὄρφνῃ.
Ἀργείων δέ μιν υἷες ἴσον κρατερῷ Ἀχιλῆι
κύδαινον παρὰ νηυσὶ γεγηθότες, οὕνεκʼ ἄρʼ αὐτοὺς
θαρσαλέους κατέτευξεν ἐὼν ἐπὶ δῆριν ἑτοῖμος.
Τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν
ἄσπετα δῶρα διδόντες ἅ τʼ ἀνέρι πλοῦτον ὀφέλλει·
οἳ μὲν γὰρ χρυσόν τε καὶ ἄργυρον, οἳ δὲ γυναῖκας
δμωίδας, οἳ δʼ ἄρα χαλκὸν ἀάσπετον, οἳ δὲ σίδηρον,
ἄλλοι δʼ οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν
ἵππους τʼ ὠκύποδας καὶ ἀρήια τεύχεα φωτῶν
φάρεά τʼ εὐποίητα γυναικῶν κάλλιμα ἔργα·
τοῖς ἔπι θυμὸν ἴαινε Νεοπτολέμοιο φίλον κῆρ.
Καί ῥʼ οἳ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο
υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες
ἶσον ἐπουρανίοισιν ἀτειρέσι· τῷ δʼ Ἀγαμέμνων
πόλλʼ ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν·
«Ἀτρεκέως πάις ἐσσὶ θρασύφρονος Αἰακίδαο,
ὦ τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος
καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένας ἔνδον ἔοικας.
Τῶ σοὶ ἐγὼ μέγα θυμὸν ἰαίνομαι· ἦ γὰρ ἔολπα
σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήια φῦλα
καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι,
οὕνεκα πατρὶ ἔοικας. Ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω
εἰσοράαν παρὰ νηυσίν, ὅτε Τρώεσσιν ὁμόκλα
χωόμενος Πατρόκλοιο δεδουπότος· ἀλλʼ ὃ μὲν ἤδη
ἐστὶ σὺν ἀθανάτοισι· σὲ δʼ ἐκ μακάρων προέηκε
σήμερον Ἀργείοισιν ἀπολλυμένοις ἐπαμῦναι.»
Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
«Εἴθέ μιν, ὦ Ἀγάμεμνον, ἔτι ζώοντα κίχανον,
ὄφρα καὶ αὐτὸς ἄθρησεν ἑὸν θυμήρεα παῖδα
οὔ τι καταισχύνοντα βίην πατρός, ὥς περ ὀΐω
ἔσσεσθʼ, ἤν με σόωσιν ἀκηδέες Οὐρανίωνες.»
Ὣς ἄρʼ ἔφη πινυτῇσιν ἀρηρέμενος φρεσὶ θυμόν·
λαοὶ δʼ ἀμφιέποντες ἐθάμβεον ἀνέρα δῖον.
Ἀλλʼ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
δὴ τότʼ ἄρʼ Αἰακίδαο θρασύφρονος ὄβριμος υἱὸς
ἀνστὰς ἐκ δόρποιο ποτὶ κλισίας ἀφίκανε
πατρὸς ἑοῦ. Τὰ δὲ πολλὰ δαϊκταμένων ἡρώων
ἔντεά οἱ παρέκεινθʼ· αἳ δʼ ἀμφί μιν ἄλλοθεν ἄλλαι
χῆραι ληιάδες κλισίην ἐπιπορσύνεσκον,
ὡς ζώοντος ἄνακτος. Ὃ δʼ ὡς ἴδεν ἔντεα Τρώων
καὶ δμωάς, στονάχησεν· ἔρος δέ μιν εἷλε τοκῆος.
Ὡς δʼ ὅτʼ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα ῥωπήεντα
σμερδαλέοιο λέοντος ὑπʼ ἀγρευτῇσι δαμέντος
σκύμνος ἐς ἄντρον ἵκηται ἐύσκιον, ἀμφὶ δὲ πάντῃ
ταρφέα παπταίνει κενεὸν σπέος, ἀθρόα δʼ αὐτοῦ
ὀστέα δερκόμενος κταμένων πάρος οὐκ ὀλίγων περ
ἵππων ἠδὲ βοῶν μεγάλʼ ἄχνυται ἀμφὶ τοκῆος·
ὣς ἄρα θαρσαλέοιο πάις τότε Πηλείδαο
θυμὸν ἐπαχνώθη. Δμωαὶ δέ μιν ἀμφαγάσαντο·
καὶ δʼ αὐτὴ Βρισηίς, ὅτʼ ἔδρακεν υἷʼ Ἀχιλῆος,
ἄλλοτε μὲν θυμῷ μέγʼ ἐγήθεεν, ἄλλοτε δʼ αὖτε
ἄχνυτʼ Ἀχιλλῆος μεμνημένη· ἐν δέ οἱ ἦτορ
ἀμφασίῃ βεβόλητο κατὰ φρένας, ὡς ἐτεόν περ
αὐτοῦ ἔτι ζώοντος ἀταρβέος Αἰακίδαο.
Τρῶες δʼ αὖτʼ ἀπάνευθε γεγηθότες ὄβριμον ἄνδρα
Εὐρύπυλον κύδαινον ἐνὶ κλισίῃσι καὶ αὐτοί,
ὁππόσον Ἕκτορα δῖον, ὅτʼ Ἀργείους ἐδάιζε
ῥυόμενος πτολίεθρον ἑὸν καὶ κτῆσιν ἅπασαν.
Ἀλλʼ ὅτε δὴ μερόπεσσιν ἐπὶ γλυκὺς ἤλυθεν ὕπνος,
δὴ τότε Τρώιοι υἷες ἰδʼ Ἀργεῖοι μενεχάρμαι
νόσφι φυλακτήρων εὗδον βεβαρηότες ὕπνῳ.
ΛΟΓΟΣ Ηʹ
Ἦμος δʼ ἠελίοιο φάος περικίδναται αἶαν
ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης,
δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες
θωρήσσονθʼ ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν.
Τοὺς μὲν γὰρ πάις ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν
ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας,
τοὺς δʼ ἄρα Τηλεφίδαο μέγα σθένος· ἦ γὰρ ἐώλπει
τεῖχος μὲν χαμάδις βαλέειν νῆάς τʼ ἀμαθύνειν
ἐν πυρὶ λευγαλέῳ, λαοὺς δʼ ὑπὸ χερσὶ δαΐξαι·
ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ
μαψιδίῃ· Κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι
πολλὸν καγχαλάασκον ἐτώσια μητιόωντι.
Καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸς
θαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι·
«Κέκλυτέ μευ, θεράποντες, ἀρήιον ἐν φρεσὶ θυμὸν
θέντες, ἵνʼ Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ,
δυσμενέεσσι δὲ πῆμα γενώμεθα· μηδέ τις ἡμέων
ταρβείτω· κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴ
γίνεται ἀνθρώποισι, δέος δὲ βίην ἀμαθύνει
καὶ νόον. Ἀλλʼ ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε,
ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλʼ Ἀχιλῆα
φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν.»
Ὣς εἰπὼν ὤμοισι πατρώια δύσετο τεύχη
πάντοθε μαρμαίροντα· Θέτις δʼ ἠγάλλετο θυμῷ
ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο.
Καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο
ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν.
Οἷος δʼ ἐκ περάτων ἀναφαίνεται Ὠκεανοῖο
Ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,
πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρμασι συμφέρετʼ ἀστὴρ
Σείριος ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον·
τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως,
υἱὸς Ἀχιλλῆος. Φόρεον δέ μιν ἄμβροτοι ἵπποι
τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι
ὤπασεν Αὐτομέδων· ὃς γάρ σφεας ἡνιόχευεν.
Ἵπποι δʼ αὖτʼ ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα
εἴκελον Αἰακίδῃ· τῶν δʼ ἄφθιτον ἦτορ ἐώλπει
ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔ τι χερείω.
Ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν
ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες,
λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
χηραμοῦ ἐκποτέονται ἐελδόμενοι χρόα θεῖναι
ἀνδρόμεον, πάντες δὲ περὶ σθένος ὁρμαίνοντες
τεύχουσιν μέγα πῆμα παρεσσυμένοισι βροτοῖσιν·
ὣς οἵ γʼ ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο
μαιμώωντες Ἄρηι. Πολὺς δʼ ἐστείνετο χῶρος·
πᾶν πεδίον δʼ ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν,
ἠελίου καθύπερθεν ὑπʼ ἠέρι μαρμαίροντος.
Οἷον δὲ νέφος εἶσι διʼ ἠέρος ἀπλήτοιο
πνοιῇσιν μεγάλῃσιν ἐλαυνόμενον Βορέαο,
ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρη
ἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη·
ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε
νηῶν βαιὸν ἄπωθε· κόνις δʼ εἰς οὐρανὸν εὐρὺν
πέπτατʼ ἀειρομένη. Κανάχιζε δὲ τεύχεα φωτῶν,
σὺν δὲ καὶ ἅρματα πολλά· διεσσύμενοι δʼ ἐπὶ μῶλον
ἵπποι ὑπεχρεμέτιζον. Ἑὴ δʼ ἐκέλευεν ἕκαστον
ἀλκὴ ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.
Ὡς δʼ ὅτε κύματα μακρὰ δύω κλονέουσιν ἀῆται
σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης
ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας,
ὁππότε χεῖμʼ ἀλεγεινὸν ἀνʼ εὐρέα βένθεα πόντου
μαίνετʼ, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη
κύμασι λευγαλέοισι, τὰ δʼ ἄλλοθεν ἄλλα φέρονται
οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δʼ ἀλεγεινὴ
ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή·
ὣς οἵ γʼ ἀμφοτέρωθεν ἐς Ἄρεα συμφορέοντο
σμερδαλέον μεμαῶτες· Ἔρις δʼ ὀρόθυνε καὶ αὐτή.
Σὺν δʼ ἔβαλον βροντῇσιν ἐοικότες ἢ στεροπῇσιν
αἵ τε μέγα κτυπέουσι διʼ ἠέρος, ὁππότʼ ἀῆται
λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες
σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο
ἀνδράσιν οἵ τʼ ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται·
ὣς οἵ γʼ ἀλλήλοισιν ἐπέχραον· ἔγχεϊ δʼ ἔγχος
συμφέρετʼ, ἀσπίδι δʼ ἀσπίς, ἐπʼ ἀνέρα δʼ ἤιεν ἀνήρ.
Πρῶτος δʼ ὄβριμος υἱὸς ἐυπτολέμου Ἀχιλῆος
δάμνατʼ ἐῢν Μελανῆα καὶ ἀγλαὸν Ἀλκιδάμαντα,
υἷας Ἀλεξινόμοιο δαΐφρονος ὅς τʼ ἐνὶ κοίλῃ
Καύνῳ ναιετάεσκε διειδέος ἀγχόθι λίμνης
Ἴμβρῳ ὑπὸ νιφόεντι παραὶ ποσὶ Ταρβήλοιο.
Κτεῖνε δὲ Κασσάνδροιο θοὸν ποσὶ παῖδα Μύνητα
ὃν τέκε δῖα Κρέουσα παρὰ προχοῇς ποταμοῖο
Λίνδου ἐϋρρείταο, μενεπτολέμων ὅθι Καρῶν
πείρατα καὶ Λυκίης ἐρικυδέος ἄκρα πέλονται.
Εἷλε δʼ ἄρʼ αἰχμητῆρα Μόρυν Φρυγίηθε μολόντα·
τῷ δʼ ἄρʼ ὁμῶς Πόλυβόν τε καὶ Ἱππομέδοντα κατέκτα,
τὸν μὲν ὑπὸ κραδίην, τὸν δʼ ἐς κληῖδα τυχήσας.
Δάμνατο δʼ ἄλλοθεν ἄλλον· ἐπέστενε δʼ αἶα νέκυσσι
Τρώων. Οἳ δʼ ὑπόεικον ἐοικότες αὐαλέοισι
θάμνοις οὕς τʼ ὀλοοῖο πυρὸς καταδάμνατʼ ἀϋτμὴ
ῥηιδίως, ἐπιόντος ὀπωρινοῦ Βορέαο·
ὣς τοῦ ἐπεσσυμένοιο κατηρείποντο φάλαγγες.
Αἰνείας δʼ ἐδάμασσεν Ἀριστόλοχον μενεχάρμην
πλήξας χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν
ὀστέα σὺν πήληκι· λίπεν δʼ ἄφαρ ὀστέα θυμός.
Τυδείδης δʼ Εὔμαιον ἕλεν θοὸν ὅς ποτʼ ἔναιε
Δάρδανον αἰπήεσσαν, ἵνʼ Ἀγχίσαο πέλονται
εὐναί, ὅπου Κυθέρειαν ἐν ἀγκοίνῃσι δάμασσεν.
Ἂν δʼ Ἀγαμέμνων κτεῖνεν Ἐύστρατον, οὐδʼ ὅ γε Θρῄκην
ἵκετʼ ἀπὸ πτολέμοιο, φίλης δʼ ἑκὰς ἔφθιτο πάτρης.
Μηριόνης δʼ ἐδάμασσε Χλέμον Πεισήνορος υἷα,
ἀντιθέου Γλαύκοιο φίλον καὶ πιστὸν ἑταῖρον,
ὅς ῥά τε ναιετάεσκε παρὰ προχοῇς Λιμύροιο
καί ῥά μιν ὡς βασιλῆα περικτίονες τίον ἄνδρες,
Γλαύκου ἀποκταμένοιο καὶ οὐκέτι κοιρανέοντος,
πάντες ὅσοι Φοίνικος ἕδος περὶ πάγχυ νέμοντο
αἰπύ τε Μασσικύτοιο ῥίον βωμόν τε Χιμαίρης.
Ἄλλος δʼ ἄλλον ἔπεφνε κατὰ μόθον· ἐν δʼ ἄρα τοῖσιν
Εὐρύπυλος πολέεσσι κακὰς ἐπὶ Κῆρας ἴαλλε
δυσμενέσιν. Πρῶτον δὲ μενεπτόλεμον κατέπεφνεν
Εὔρυτον, αὐτὰρ ἔπειτα Μενοίτιον αἰολομίτρην,
ἀντιθέους ἑτάρους Ἐλεφήνορος· ἀμφὶ δʼ ἄρά σφιν
Ἅρπαλον ὅς ῥʼ Ὀδυσῆος ἐύφρονος ἔσκεν ἑταῖρος.
Ἀλλʼ ὃ μὲν οὖν ἀπάτερθεν ἔχεν πόνον οὐδʼ ἐπαμύνειν
ἔσθενεν ᾧ θεράποντι δεδουπότι· τοῦ δʼ ἄρʼ ἑταῖρος
Ἄντιφος ὀβριμόθυμος ἀποκταμένοιο χολώθη
καὶ βάλεν Εὐρυπύλοιο καταντίον· ἀλλά μιν οὔ τι
οὔτασεν, οὕνεκά οἱ κρατερὸν δόρυ τυτθὸν ἄπωθεν
ἔμπεσε Μειλανίωνι δαΐφρονι τόν ποτε μήτηρ
γείνατο πὰρ προχοῇσιν ἐϋρρείταο Καΐκου,
Κλείτη καλλιπάρηος ὑποδμηθεῖσʼ Ἐρυλάῳ.
Εὐρύπυλος δʼ ἑτάροιο χολωσάμενος κταμένοιο
Ἀντίφῳ αἶψʼ ἐπόρουσεν· ὃ δʼ ἔκφυγε ποσσὶ θοοῖσιν
ἐς πληθὺν ἑτάρων· κρατερὸν δέ μιν οὔ τι δάμασσεν
ἔγχος Τηλεφίδαο δαΐφρονος, οὕνεκʼ ἔμελλεν
ἀργαλέως ὀλέεσθαι ὑπʼ ἀνδροφόνοιο Κύκλωπος
ὕστερον· ὣς γάρ που στυγερῇ ἐπιήνδανε Μοίρῃ.
Εὐρύπυλος δʼ ἑτέρωθεν ἐπῴχετο· τοῦ δʼ ὑπὸ δουρὶ
αἰὲν ἐπεσσυμένοιο κατήριπε πουλὺς ὅμιλος.
Ἠΰτε δένδρεα μακρὰ βίῃ δμηθέντα σιδήρου
οὔρεσιν ἐν λασίοισιν ἀναπλήσωσι φάραγγας
κεκλιμένʼ ἄλλοθεν ἄλλα κατὰ χθονός· ὣς ἄρʼ Ἀχαιοὶ
δάμναντʼ Εὐρυπύλοιο δαΐφρονος ἐγχείῃσι,
μέσφʼ ὅτε οἱ κίεν ἄντα μέγα φρονέων ἐνὶ θυμῷ
υἱὸς Ἀχιλλῆος· τὼ δʼ ἄμφω δούρατα μακρὰ
ἐν παλάμῃσι τίνασσον ἐπὶ σφίσι μαιμώωντες.
Εὐρύπυλος δέ ἑ πρῶτος ἀνειρόμενος προσέειπε·
«Τίς πόθεν εἰλήλουθας ἐναντίον ἄμμι μάχεσθαι;
Ἦ σε πρὸς Ἄιδα Κῆρες ἀμείλικτοι φορέουσιν·
οὐ γάρ τίς μʼ ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ,
ἀλλά μοι ὅσσοι ἔναντα λιλαιόμενοι μαχέσασθαι
δεῦρο κίον, πάντεσσι φόνον στονόεντʼ ἐφέηκα
ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα
ὀστέα τε σάρκας τε κύνες διὰ πάντʼ ἐδάσαντο.
Ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δʼ ἐπαγάλλεαι ἵπποις;»
Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
«Τίπτε μʼ ἐπισπεύδοντα ποτὶ κλόνον αἱματόεντα
ἐχθρὸς ἐὼν ὡς εἴ τε φίλα φρονέων ἐρεείνεις
εἰπέμεναι γενεήν, ἥν περ μάλα πολλοὶ ἴσασιν;
Υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα
σεῖο πάροιθʼ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί·
καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,
εἰ μή οἱ στονόεντα θοῶς ἰήσατʼ ὄλεθρον.
Ἵπποι δʼ οἳ φορέουσιν ἐμοῦ πατρὸς ἀντιθέοιο,
οὓς τέκεθʼ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα,
οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν
ἀκρονύχως ψαύοντες, ἴσον δʼ ἀνέμοισι φέρονται.
Νῦν δʼ ἐπεὶ οὖν γενεὴν ἐδάης ἵππων τε καὶ αὐτοῦ,
καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο
γνώμεναι ἀντιβίην· γενεὴ δέ οἱ ἐν κορυφῇσι
Πηλίου αἰπεινοῖο, τομὴν ὅθι λεῖπε καὶ εὐνήν.»
Ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνὴρ
πάλλων ἐγχείην περιμήκετον. Ὃς δʼ ἑτέρωθε
χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην
καί ῥα Νεοπτολέμοιο κατʼ ἀσπίδος ἧκε φέρεσθαι
χρυσείης· τὸν δʼ οὔ τι προσεσσύμενον στυφέλιξεν·
ἀλλʼ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,
τόν ῥα διιπετέων ποταμῶν μένος οὐδʼ ἅμα πάντων
ἂψ ὦσαι δύναται, ὃ γὰρ ἔμπεδον ἐρρίζωται·
ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.
Ἀλλʼ οὐδʼ ὧς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο
ἄσχετον υἷʼ Ἀχιλῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε
θάρσος ἑὸν καὶ Κῆρες. Ὑπὸ κραδίῃσι δὲ θυμὸς
ἔζεεν ἀμφοτέροισι· περὶ σφίσι δʼ αἰόλα τεύχη
ἔβραχεν. Οἳ δʼ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι
σμερδαλέοι, τοῖσίν τε κατʼ οὔρεα δῆρις ἀέξει,
ὁππότε λευγαλέῃ λιμῷ βεβολημένοι ἦτορ
ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται
ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι
μαρναμένων· ὣς οἵ γε συνῄεσαν ἀλλήλοισι
δῆριν συμφορέοντες ἀμείλιχον. Ἀμφὶ δὲ μακραὶ
λαῶν ἀμφοτέρωθεν ἄδην πονέοντο φάλαγγες
ἐς μόθον, ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
Οἳ δʼ ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσι
σύν ῥʼ ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι
ἀλλήλων. Τοὺς δʼ αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ
ἐγγύθεν ἱσταμένη· τοὶ δʼ οὐκ ἀπέληγον ὁμοκλῆς,
ἀλλά σφεας ἐδάιζον ἐς ἀσπίδας, ἄλλοτε δʼ αὖτε
οὔταζον κνημῖδας ἰδʼ ὑψιλόφους τρυφαλείας·
καί τις καὶ χροὸς ἥψατʼ, ἐπεὶ πόνος αἰνὸς ἔπειγε
θαρσαλέους ἥρωας. Ἔρις δʼ ἐπετέρπετο θυμῷ
κείνους εἰσορόωσα. Πολὺς δʼ ἐξέρρεεν ἱδρὼς
ἀμφοτέρων· οἳ δʼ αἰὲν ἐκαρτύνοντο μένοντες·
ἄμφω γὰρ μακάρων ἔσαν αἵματος. Οἳ δʼ ἀπʼ Ὀλύμπου . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
οἳ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα,
οἳ δʼ αὖτʼ Εὐρύπυλον θεοειδέα. Τοὶ δʼ ἑκάτερθε
μάρναντʼ ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισιν
ἠλιβάτων ὀρέων· μέγα δʼ ἔβραχον ἀμφοτέρωθε
θεινόμεναι μελίῃσι τότʼ ἀσπίδες. Ὀψὲ δὲ μακρὴ
Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος
πολλὰ πονησαμένη· τοῦ δʼ ἔκχυτο φοίνιον αἷμα
ἐσσυμένως· ψυχὴ δὲ διʼ ἕλκεος ἐξεποτήθη
ἐκ μελέων, ὀλοὴ δὲ κατʼ ὀφθαλμῶν πέσεν ὄρφνη.
Ἤριπε δʼ ἐν τεύχεσσι κατὰ χθονός, ἠΰτε βλωθρὴ
ἢ πίτυς ἢ ἐλάτη κρυεροῦ Βορέαο βίηφιν
ἐκ ῥιζῶν ἐριποῦσα· τόσην ἐπικάππεσε γαῖαν
Εὐρυπύλοιο δέμας, μέγα δʼ ἔβραχε Τρώιον οὖδας
καὶ πεδίον· χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ
ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.
Τῷ δʼ ἐπικαγχαλόων μεγάλʼ εὔχετο καρτερὸς ἥρως·
«Εὐρύπυλʼ, ἦ που ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς
δῃώσειν καὶ πάντας ὀιζυρῶς ἀπολέσσειν
ἡμέας· ἀλλὰ σοὶ οὔ τι θεοὶ τελέεσκον ἐέλδωρ,
ἀλλʼ ὑπʼ ἐμοί σʼ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα
πατρὸς ἐμοῖο μέγʼ ἔγχος, ὅ περ βροτὸς οὔ τις ἄλυξεν
ἡμῖν ἄντα μολών, οὐδʼ εἰ παγχάλκεος ἦεν.»
Ἦ ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν
ἐσσυμένως· Τρῶες δὲ μέγʼ ἔτρεσαν εἰσορόωντες
ἀνέρα καρτερόθυμον. Ὃ δʼ αὐτίκα τεύχεʼ ἀπούρας
δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν·
αὐτὸς δʼ ἐς θοὸν ἅρμα θορὼν καὶ ἀτειρέας ἵππους
ἤιεν, οἷός τʼ εἶσι διʼ αἰθέρος ἀπλήτοιο
ἐκ Διὸς ἀκαμάτοιο σὺν ἀστεροπῇσι κεραυνός,
ὅν τε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα
νόσφι Διὸς μεγάλοιο, ὃ δʼ ἐσσύμενος ποτὶ γαῖαν
δένδρεά τε ῥήγνυσι καὶ οὔρεα παιπαλόεντα·
ὣς ὃ θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων·
δάμνατο δʼ ἄλλοθεν ἄλλον ὅσους κίχον ἄμβροτοι ἵπποι.
Πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δʼ ἐρυθαίνετο λύθρῳ·
ὡς δʼ ὅτε μυρία φύλλα κατʼ οὔρεος ἐν βήσσῃσι
ταρφέα πεπτηῶτα χύδην κατὰ γαῖαν ἐρέψῃ·
ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο
χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων·
ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν
αὐτῶν ἠδʼ ἵππων· μάλα δʼ ἄντυγες ἀμφʼ ὀχέεσσι
κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι.
Καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο,
πόρτιες εὖτε λέοντα φοβεύμεναι ἢ σύες ὄμβρον,
εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνων
Τρωσὶ φιλοπτολέμοισι κατήλυθεν Οὐλύμποιο
κρύβδʼ ἄλλων μακάρων. Φόρεον δέ μιν ἐς μόθον ἵπποι
Αἴθων καὶ Φλογίος, Κόναβος δʼ ἐπὶ τοῖσι Φόβος τε,
τοὺς Βορέῃ κελάδοντι τέκεν βλοσυρῶπις Ἐριννὺς
πῦρ ὀλοὸν πνείοντας· ὑπέστενε δʼ αἰόλος αἰθὴρ
ἐσσυμένων ποτὶ δῆριν. Ὃ δʼ ὀτραλέως ἀφίκανεν
ἐς Τροίην· ὑπὸ δʼ αἶα μέγʼ ἔκτυπε θεσπεσίοισιν
ἵππων ἀμφὶ πόδεσσι· μολὼν δʼ ἄγχιστα κυδοιμοῦ
πῆλε δόρυ βριαρόν, μέγα δʼ ἴαχε Τρωσὶ κελεύων
ἀντιάαν δηίοισι κατὰ κλόνον. Οἳ δʼ ἀΐοντες
θεσπεσίην ὄπα πάντες ἐθάμβεον· οὐ γὰρ ἴδοντο
ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐδὲ μὲν ἵππους·
ἠέρι γὰρ κεκάλυπτο. Νόησε δὲ θέσκελον αὐδὴν
ἔκποθεν ἀίσσουσαν ἄδην εἰς οὔατα Τρώων
ἀντιθέου Ἑλένοιο κλυτὸς νόος· ἐν δʼ ἄρα θυμῷ
γήθησεν καὶ λαὸν ἀπεσσύμενον μέγʼ ἀΰτει·
«Ἆ δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος
υἱέα θαρσαλέον; Θνητός νύ τίς ἐστι καὶ αὐτός,
οὐδέ οἱ ἶσον Ἄρηι πέλει σθένος ὃς μέγʼ ἀρήγει
ἧμιν ἐελδομένοισι· βοᾷ δʼ ὅ γε μακρὰ κελεύων
μάρνασθʼ Ἀργείοισι κατὰ κλόνον. Ἀλλʼ ἄγε θυμῷ
τλῆτε, φίλοι, καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε·
οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀΐομαι ἄλλον ἱκέσθαι
ἀλκτῆρα πτολέμοιο· τί γὰρ ποτὶ δῆριν Ἄρηος
λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνῃ,
ὡς νῦν ἧμιν ἵκανεν ἐπίρροθος; Ἀλλὰ καὶ αὐτοὶ
μνήσασθε πτολέμοιο, δέος δʼ ἀπὸ νόσφι βάλεσθε.»
Ὣς φάτο· τοὶ δʼ ἵσταντο καταντίον Ἀργείοισιν·
ἠΰτʼ ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιο
φεύγοντες τὸ πάροιθε βίην στρέψωσι μάχεσθαι,
ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν·
ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηος
δείματος ἐκτὸς ἔσαν, κατὰ δʼ ἀντίον ἀνέρος ἀνὴρ
μάρνατο θαρσαλέως· περὶ δʼ ἔκτυπεν ἔντεα φωτῶν
θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν·
αἰχμαὶ δʼ ἐς χρόα δῦνον· ἐδεύετο δʼ αἵματι πολλῷ
δεινὸς Ἄρης· ὀλέκοντο δʼ ἀνὰ μόθον ἄλλος ἐπʼ ἄλλῳ
μαρναμένων ἑκάτερθε. Μάχη δʼ ἔχεν ἶσα τάλαντα·
ὡς δʼ ὁπότʼ αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς
ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ
σπερχόμενοι, τῶν δʼ ἶσον ἀέξεται εἰς ἔριν ἔργον,
ὁππότʼ ἴσοι τελέθουσιν ὁμηλικίῃ τε βίῃ τε·
ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα
ἶσα πέλεν· Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ
μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ,
Ἀργεῖοι δʼ ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος.
Κτεῖνον δʼ ἀλλήλους· ὀλοὴ δʼ ἀνὰ μέσσον Ἐνυὼ
στρωφᾶτʼ ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους
καὶ χέρας, ἐκ δέ οἱ αἰνὸς ἀπὸ μελέων ῥέεν ἱδρώς·
οὐδʼ ἑτέροισιν ἄμυνεν, ἴσῃ δʼ ἐπετέρπετο χάρμῃ
ἁζομένη φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα.
Ἔνθα Νεοπτόλεμος τηλεκλειτὸν Περιμήδεα
δάμναθʼ, ὃς οἰκίʼ ἔναιε παρὰ Σμινθήιον ἄλσος.
Τῷ δʼ ἐπὶ Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον
καὶ κρατερὸν Περίλαον ἐϋμμελίην τε Μενάλκην
ὃν τέκετʼ Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης
τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων·
ἀλλʼ ὃ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐν πατρίδι γαίῃ·
παιδὸς δʼ οὐκ ἀπόνητο· δόμον δέ οἱ ἔργα τε πάντα
χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο δάσαντο.
Δηίφοβος δὲ Λύκωνα μενεπτόλεμον κατέπεφνε
τυτθὸν ὑπὲρ βουβῶνα τυχών· περὶ δʼ ἔγχεϊ μακρῷ
ἔγκατα πάντʼ ἐχύθησαν, ὅλη δʼ ἐξέσσυτο νηδύς.
Αἰνείας δὲ Δύμαντα κατέκτανεν ὅς ῥα πάροιθεν
Αὐλίδα ναιετάεσκε, συνέσπετο δʼ Ἀρκεσιλάῳ
ἐς Τροίην· ἀλλʼ οὔ τι φίλην πάλιν ἔδρακε γαῖαν.
Εὐρύαλος δʼ ἐδάμασσε, βαλὼν ἀλεγεινὸν ἄκοντα,
Ἀστραῖον· τοῦ δʼ αἶψα διὰ στέρνοιο ποτήθη
αἰχμὴ ἀνιηρή, στομάχου δʼ ἀπέκερσε κελεύθους
ἀνέρι κῆρα φέρουσα· μίγη δέ οἱ εἴδατα λύθρῳ.
Τοῦ δʼ ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ
Ἱππομένην Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον
τύψας ἐς κληῖδα θοῶς· σὺν δʼ αἵματι θυμὸς
ἔκθορεν ἐκ μελέων, ὀλοὴ δέ οἱ ἀμφεχύθη νύξ.
Τεύκρῳ δʼ ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,
καὶ βάλεν ὠκὺν ὀϊστὸν Ἀγήνορος ἄντα τανύσσας·
ἀλλά οἱ οὔ τι τύχησεν ἀλευαμένου μάλα τυτθόν.
Ἔμπεσε δʼ ἐγγὺς ἐόντι δαΐφρονι Δηιοφόντῃ
λαιὸν ἐς ὀφθαλμόν, διὰ δʼ οὔατος ἐξεπέρησε
δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι
ἀργαλέον βέλος ὦσαν ὅπῃ θέλον· ὃς δʼ ἔτι ποσσὶν
ὀρθὸς ἀνασκαίρεσκε. Βαλὼν δʼ ὅ γε δεύτερον ἰὸν
λαιμῷ ἐπερροίβδησε· διέθρισε δʼ αὐχένος ἶνας
ἄντικρυς ἀΐξας· τὸν δʼ ἀργαλέη κίχε Μοῖρα.
Ἄλλος δʼ ἄλλῳ τεῦχε φόνον· κεχάροντο δὲ Κῆρες
καὶ Μόρος, ἀλγινόεσσα δʼ Ἔρις μέγα μαιμώωσα
ἤυσεν μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε
σμερδαλέον, Τρώεσσι δʼ ἐνέπνευσεν μέγα θάρσος,
Ἀργείοισι δὲ φύζαν, ἄφαρ δʼ ἐλέλιξε φάλαγγας.
Ἀλλʼ οὐχ υἷα φόβησεν Ἀχιλλέος· ἀλλʼ ὅ γε μίμνων
μάρνατο θαρσαλέως, ἐπὶ δʼ ἔκτανεν ἄλλον ἐπʼ ἄλλῳ.
Ὡς δʼ ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσι
χεῖρα περιρρίψῃ κοῦρος νέος, αἳ δʼ ὑπὸ πληγῇ
τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος ἄλλοθεν ἄλλαι
θυμὸν ἀποπνείουσι, πάις δʼ ἐπιτέρπεται ἔργῳ·
ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆος
γήθεεν ἀμφὶ νέκυσσι. Καὶ οὐκ ἀλέγιζεν Ἄρηος
Τρωσὶν ἀμύνοντος, ἐτίνυτο δʼ ἄλλοθεν ἄλλον
λαοῦ ἐπαΐσσοντος, ὅπως ἀνέμοιο θυέλλας
μίμνει ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη·
ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι
χώετο καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι
αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη
ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην.
Ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα
Ξάνθου, τόσσον ἔσεισε· δέος δʼ ἀμφέκλασε θυμὸν
Νυμφάων, φοβέοντο δʼ ὑπὲρ Πριάμοιο πόληος.
Τεύχεσι δʼ ἀμβροσίοισι πέρι στεροπαὶ ποτέοντο,
σμερδαλέοι δὲ δράκοντες ἀπʼ ἀσπίδος ἀκαμάτοιο
πῦρ ἄμοτον πνείεσκον· ἄνω δʼ ἔψαυε νέφεσσι
θεσπεσίη τρυφάλεια. Θοῷ δʼ ἤμελλεν Ἄρηι
μάρνασθʼ ἐσσυμένως, εἰ μὴ Διὸς ἠῢ νόημα
ἀμφοτέρους ἐφόβησεν ἀπʼ αἰθέρος αἰπεινοῖο
βροντήσας ἀλεγεινόν. Ἄρης δʼ ἀπεχάζετο χάρμης·
δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός·
ἵκετο δʼ ἐς Θρῄκην δυσχείμερον, οὐδʼ ἔτι Τρώων
μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον· οὐδὲ μὲν ἐσθλὴ
Παλλὰς ἔτʼ ἐν πεδίῳ Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ
ἷξεν Ἀθηνάων ἱερὸν πέδον. Οἳ δʼ ἔτι χάρμης
μνώοντʼ οὐλομένης· δεύοντο δὲ Τρώιοι υἷες
ἀλκῆς· Ἀργεῖοι δὲ μέγʼ ἱέμενοι πολέμοιο
χαζομένοισιν ἕποντο κατʼ ἴχνιον, ἠΰτʼ ἀῆται
νήεσιν ἐσσυμένῃς ὑπὸ λαίφεσιν εἰς ἁλὸς οἶδμα
ὄβριμον, ἢ θάμνοισι πυρὸς μένος, ἢ κεμάδεσσιν
ὀτρηροὶ κατʼ ὄρεσφι κύνες λελιημένοι ἄγρης·
ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκʼ ἄρʼ αὐτοὺς
υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε
κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον· οἳ δʼ ὑπὸ φύζῃ
χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.
Ἀργεῖοι δʼ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο
ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων,
ἄρνας ὅπως σταθμοῖσιν ἐν οἰοπόλοισι νομῆες.
Ὡς δʼ ὁπότʼ ἀμπνείωσι βόες μέγα κεκμηῶτες
ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρην
πυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν· ὣς ἄρʼ Ἀχαιοὶ
ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. Ἀμφὶ δὲ πύργους
μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα.
Οἳ δʼ ἄφαρ ᾗσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας
ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν·
ὡς δʼ ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι
λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται
λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νεφέεσσι
ταρφέσιν, οἳ δὲ μάλʼ οὔ τι λιλαιόμενοί περ ἱκέσθαι
ἐς νομὸν ἀΐσσουσιν, ἄχρις μέγα λωφήσειε
χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες·
ὣς οἵ γʼ ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν
δυσμενέων. Λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι·
ὡς δʼ ὁπότε ψῆρες τανυσίπτεροι ἠὲ κολοιοὶ
καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι
βρώμης ἱέμενοι θυμηδέος, οὐδʼ ἄρα τούς γε
αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι
πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει·
ὣς Δαναοὶ Πριάμοιο τότʼ ἀμφεχέοντο πόληι
ὄβριμοι· ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι
ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.
Τρῶες δʼ οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες,
ἀλλὰ καὶ ὧς πύργοισιν ἐφεσταότες πονέοντο
νωλεμέως· ἰοὶ δὲ πολυκμήτων ἀπὸ χειρῶν
θρῷσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι
δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος
ἧκε βίην· μάλα γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς
Τρωσὶν ἐυπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο.
Ἔνθʼ ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον
καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτου
τυτθὸν ὑπὸ γναθμοῖο· πάγη δʼ ὑπὸ λαιμὸν ὀϊστός·
κάππεσε δʼ αἰγυπιῷ ἐναλίγκιος ὅν τʼ ἀπὸ πέτρης
ἰῷ ἐϋγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ·
ὣς ὃ θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο,
γυῖα δέ οἱ λίπε θυμός· ἐπέβραχε δʼ ἔντεα νεκρῷ.
Τῷ δʼ ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο
ἄλλον ἀφῆκεν ὀϊστὸν ἐελδόμενος μέγα θυμῷ
υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην·
ἀλλʼ ὃ μὲν αἶψʼ ἀλέεινε παρακλίνας ἑτέρωσε
ὃν δέμας οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν.
Ὡς δʼ ὅθʼ ἁλὸς κατὰ πόντον ἐπειγομένης νεὸς οὔρῳ
ναύτης παιπαλόεσσαν ἰδὼν ἐπὶ χεύματι πέτρην
νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι
χειρὶ παρακλίνας οἰήιον, ἧχί ἑ θυμὸς
ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμʼ ἀπερύκει·
ὣς ἄρʼ ὅ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.
Οἳ δʼ αἰεὶ μάρναντο· λύθρῳ δʼ ἐρυθαίνετο τείχη
πύργοι θʼ ὑψηλοὶ καὶ ἐπάλξιες, ἧχί τε Τρῶες
ἰοῖσι κτείνοντο πολυσθενέων ὑπʼ Ἀχαιῶν.
Οὐδὲ μὲν οἵ γʼ ἀπάνευθε πόνων ἔσαν, ἀλλʼ ἄρα καὶ τῶν
πολλοὶ γαῖαν ἔρευθον. Ὀρώρει δʼ αἰπὺς ὄλεθρος
βαλλομένων ἑκάτερθε· λυγρὴ δʼ ἐπετέρπετʼ Ἐνυὼ
Δῆριν ἐπικλονέουσα κασιγνήτην Πολέμοιο.
Καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης
Ἀργεῖοι, μάλα γάρ σφιν ἀάσπετον ἔπλετο κάρτος,
εἰ μὴ ἄρʼ αἶψα βόησεν ἀγακλειτὸς Γανυμήδης
οὐρανοῦ ἐκ κατιδών· μάλα γὰρ περιδείδιε πάτρης·
«Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξειμι γενέθλης,
σῇσι δʼ ὑπʼ ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην
εἰμὶ μετʼ ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών,
τῶ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ·
οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι
οὐδʼ ἄρʼ ἀπολλυμένην γενεὴν ἐν δηιοτῆτι
λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος.
Σοὶ δὲ καὶ εἰ μέμονεν κραδίη τάδε μηχανάασθαι,
ἔρξον ἐμεῦ ἀπὸ νόσφιν· ἐλαφρότερον δέ μοι ἄλγος
ἔσσεται, ἢν μὴ ἔγωγε μετʼ ὄμμασιν οἷσιν ἴδωμαι·
κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην
δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται.»
Ἦ ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ.
Καὶ τότʼ ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι
νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα.
Ἠχλύνθη δὲ μάχη φθισίμβροτος οὐδέ τις αὐτῶν
ἐξιδέειν ἐπὶ τεῖχος ἔτʼ ἔσθενεν, ἧχι τέτυκτο·
ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο.
Ἀμφὶ δʼ ἄρα βρονταί τε καὶ ἀστεροπαὶ κτυπέοντο
οὐρανόθεν· Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες
θάμβεον· ἐν δʼ ἄρα τοῖσι μέγʼ ἴαχε Νηλέος υἱός·
«Ὦ νύ μοι Ἀργείων σημάντορες, οὐκέτι νῶιν
ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι
Τρωσὶν ἀμύνοντος· μάλα γὰρ μέγα πῆμα κυλίνδει
ἡμῖν, Ἀλλʼ ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες
παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ,
μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων.
Τοῖσι μὲν ἂρ τεράεσσι πιθώμεθα· τῷ γὰρ ἔοικε
πάντας ἀεὶ πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν
ἰφθίμων τε θεῶν ὀλιγοσθενέων τʼ ἀνθρώπων.
Καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς
οὐρανόθεν κατέχευε πυρὸς μένος· ἣ δʼ ὑπένερθε
καίετο πάντοθε γαῖα, καὶ Ὠκεανοῦ πλατὺ χεῦμα
ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατʼ ἄχρις ἱκέσθαι·
καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων·
δάμνατο δʼ ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα
ἠδʼ ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδʼ ὁπόσʼ ὕδωρ
ἀενάων ποταμῶν· ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ
τέφρῃ ὑπεκρύφθη καὶ λιγνύι· τείρετο δὲ χθών.
Τοὔνεκʼ ἐγὼ δείδοικα Διὸς μένος ἤματι τῷδε.
Ἀλλʼ ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει
σήμερον· αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει·
ἄλλοτε γάρ τε φίλη πέλει ἠώς, ἄλλοτε δʼ ἐχθρή.
Καὶ δʼ οὐ δή πω μοῖρα διαπραθέειν κλυτὸν ἄστυ,
εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος,
τόν ῥα πάρος κατέλεξεν ὁμηγυρέεσσιν Ἀχαιοῖς
δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ.»
Ὣς φάτο· τοὶ δʼ ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες
χάσσαντʼ ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν·
ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἵστορι μύθων.
Ἀλλʼ οὐδʼ ὧς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ,
ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες·
οὐ γὰρ δὴ κείνους νέφος ἄμπεχεν, ἀλλὰ πόληα
ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον ᾧ πέρι πολλοὶ
Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν.
Ἐλθόντες δʼ ἐπὶ νῆας ἀρήια τεύχεα θέντο,
καί ῥα κόνιν καὶ ἱδρῶτα λύθρον τʼ ἀπεφαιδρύναντο
κύμασιν ἐμβεβαῶτες ἐϋρρόου Ἑλλησπόντου.
Ἠέλιος δʼ ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους,
νὺξ δʼ ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δʼ ἀνέρας ἔργων.
Ἀργεῖοι δʼ Ἀχιλῆος ἐυπτολέμου θρασὺν υἷα
ἶσα τοκῆι τίεσκον· ὃ δʼ ἐν κλισίῃσιν ἀνάκτων
δαίνυτο καγχαλόων· κάματος δέ μιν οὔ τι βάρυνεν,
οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίων
ἐξέλετʼ, ἀκμήτῳ δʼ ἐναλίγκιον εἰσοράασθαι
τεῦξεν. Ὃ δʼ ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ
ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθά οἱ ὕπνος
ἀμφεχύθη. Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυον
αἰὲν ἀμειβόμενοι φυλακάς· φοβέοντο γὰρ αἰνῶς
Τρώων μή ποτε λαὸς ἢ ἀγχεμάχων ἐπικούρων
νῆας ἐνιπρήσῃ, νόστου δʼ ἀπὸ πάντας ἀμέρσῃ.
Ὣς δʼ αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων
ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον
Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.
ΛΟΓΟΣ Θʹ
Ἦμος δʼ ἤνυτο νυκτὸς ἀπὸ κνέφας, ἔγρετο δʼ Ἠὼς
ἐκ περάτων, μάρμαιρε δʼ ἀπείριτον ἄσπετος αἰθήρ,
δὴ τότʼ ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων
ἂμ πεδίον πάπταινον, ἴδοντο δὲ Ἰλίου ἄκρην
ἀννέφελον, χθιζὸν δὲ τέρας μέγα θαυμάζεσκον.
Τρῶες δʼ οὐκέτʼ ἔφαντο πρὸ τείχεος αἰπεινοῖο
στήμεναι ἐν πολέμῳ· μάλα γὰρ δέος ἔλλαβε πάντας
ζώειν ἐλπομένους ἐρικυδέα Πηλείωνα.
Ἀντήνωρ δʼ ἐν τοῖσι θεῶν ἠρήσατʼ ἄνακτι·
«Ζεῦ Ἴδης μεδέων ἠδʼ οὐρανοῦ αἰγλήεντος,
κλῦθί μευ εὐχομένοιο, καὶ ὄβριμον ἄνδρα πόληος
τρέψον ἀφʼ ἡμετέρης ὀλοὰ φρεσὶ μητιόωντα,
εἴ θʼ ὅ γʼ Ἀχιλλεύς ἐστι καὶ οὐ κίε δῶμʼ Ἀΐδαο,
εἴ τέ τις ἄλλος Ἀχαιὸς ἀλίγκιος ἀνέρι κείνῳ·
λαοὶ γὰρ κατὰ ἄστυ θεηγενέος Πριάμοιο
πολλοὶ ἀποφθινύθουσι, κακοῦ δʼ οὐ γίνετʼ ἐρωή,
ἀλλὰ φόνος τε καὶ οἶτος ἐπὶ πλέον αἰὲν ἀέξει.
Ζεῦ πάτερ, οὐδέ νυ σοί τι δαϊζομένων ὑπʼ Ἀχαιοῖς
μέμβλεται, ἀλλʼ ἄρα καὶ σὺ λελασμένος υἷος ἑοῖο
Δαρδάνου ἀντιθέοιο μέγʼ Ἀργείοισιν ἀρήγεις.
Ἀλλὰ σοὶ εἰ τόδε θυμὸς ἐνὶ κραδίῃ μενεαίνει,
Τρῶας ὑπʼ Ἀργείοισιν ὀιζυρῶς ἀπολέσσαι,
ἔρξον ἄφαρ, μηδʼ ἄμμι πολὺν χρόνον ἄλγεα τεῦχε.»
Ἦ ῥα μέγʼ εὐχόμενος· τοῦ δʼ ἔκλυεν οὐρανόθι Ζεύς·
καί ῥʼ ὃ μὲν αἶψʼ ἐτέλεσσεν, ὃ δʼ οὐκ ἤμελλε τελέσσειν.
Δὴ γάρ οἱ κατένευσεν ὅπως ἀπὸ πολλοὶ ὄλωνται
Τρῶες ὁμῶς τεκέεσσι, δαΐφρονα δʼ υἷʼ Ἀχιλῆος
τρεψέμεν οὐ κατένευσεν ἀπʼ εὐρυχόροιο πόληος,
ἀλλά ἑ μᾶλλον ἔγειρεν, ἐπεί νύ ἑ θυμὸς ἀνώγει
ἦρα φέρειν καὶ κῦδος ἐΰφρονι Νηρηίνῃ.
Καὶ τὰ μὲν ὣς ὥρμαινε θεῶν μέγα φέρτατος ἄλλων.
Μεσσηγὺς δὲ πόληος ἰδʼ εὐρέος Ἑλλησπόντου
Ἀργεῖοι καὶ Τρῶες ἀποκταμένους ἐνὶ χάρμῃ
καῖον ὁμῶς ἵπποισι· μάχη δʼ ἐπέπαυτο φόνοιο,
οὕνεκα δὴ Πριάμοιο βίη κήρυκα Μενοίτην
εἰς Ἀγαμέμνονα πέμψε καὶ ἄλλους πάντας Ἀχαιοὺς
λισσόμενος νέκυας πυρὶ καιέμεν, οἳ δʼ ἐπίθοντο
αἰδόμενοι κταμένους· οὐ γάρ σφισι μῆνις ὀπηδεῖ.
Ἦμος δὲ φθιμένοισι πυρὰς ἐκάμοντο θαμειάς,
δὴ τότʼ ἄρʼ Ἀργεῖοι μὲν ἐπὶ κλισίας ἀφίκοντο,
Τρῶες δʼ ἐς Πριάμοιο πολυχρύσοιο μέλαθρα,
ἀχνύμενοι μάλα πολλὰ δεδουπότος Εὐρυπύλοιο.
Τὸν γὰρ δὴ τίεσκον ἴσον Πριάμοιο τέκεσσι·
τοὔνεκά μιν τάρχυσαν ἀποκταμένων ἑκὰς ἄλλων
Δαρδανίης προπάροιθε πύλης, ὅθι μακρὰ ῥέεθρα . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
δινήεις προΐησιν ἀεξόμενος Διὸς ὄμβρῳ.
Υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἀταρβέος ἵκετο πατρὸς
τύμβον ἐπʼ εὐρώεντα· κύσεν δʼ ὅ γε δάκρυα χεύων
στήλην εὐποίητον ἀποφθιμένοιο τοκῆος,
καί ῥα περιστενάχων τοῖον ποτὶ μῦθον ἔειπε·
«Χαῖρε, πάτερ, καὶ ἔνερθε κατὰ χθονός· οὐ γὰρ ἔγωγε
λήσομαι οἰχομένοιο σέθεν ποτὶ δῶμʼ Ἀΐδαο.
Ὡς εἴθε ζωόν σε μετʼ Ἀργείοισι κίχανον·
τῶ κε τάχʼ ἀλλήλοισι φρένας τερφθέντʼ ἐνὶ θυμῷ
Ἰλίου ἐξ ἱερῆς ληισσάμεθʼ ἄσπετον ὄλβον.
Νῦν δʼ οὔτʼ ἂρ σύ γʼ ἐσεῖδες ἑὸν τέκος, οὔτέ σʼ ἔγωγε
εἶδον ζωὸν ἐόντα λιλαιόμενός περ ἰδέσθαι.
Ἀλλὰ καὶ ὧς σέο νόσφι καὶ ἐν φθιμένοισιν ἐόντος
σὸν δόρυ καὶ τεὸν υἷα μέγʼ ἐν δαῒ πεφρίκασι
δυσμενέες, Δαναοὶ δὲ γεγηθότες εἰσορόωσι
σοὶ δέμας ἠδὲ φυὴν ἐναλίγκιον ἠδὲ καὶ ἔργα.»
Ὣς εἰπὼν ἀπὸ θερμὸν ὀμόρξατο δάκρυ παρειῶν·
βῆ δὲ θοῶς ἐπὶ νῆας ὑπερθύμοιο τοκῆος,
οὐκ οἶος· ἅμα γάρ οἱ ἴσαν δυοκαίδεκα φῶτες
Μυρμιδόνων, Φοῖνιξ δʼ ὁ γέρων μετὰ τοῖσιν ὀπήδει
λυγρὸν ἀναστενάχων ἐρικυδέος ἀμφʼ Ἀχιλῆος.
Νὺξ δʼ ἐπὶ γαῖαν ἵκανεν, ἐπέσσυτο δʼ οὐρανὸν ἄστρα·
οἳ δʼ ἄρα δορπήσαντες ἕλονθʼ ὕπνον. Ἔγρετο δʼ Ἠώς·
Ἀργεῖοι δʼ ἄρα δῦσαν ἐν ἔντεσι· τῆλε δʼ ἀπʼ αὐτῶν
αἴγλη μαρμαίρεσκεν ἐς αἰθέρα μέχρις ἰοῦσα.
Καί ῥα θοῶς ἔκτοσθε πυλάων ἐσσεύοντο
πανσυδίῃ νιφάδεσσιν ἐοικότες, αἵ τε φέρονται
ταρφέες ἐκ νεφέων κρυερῇ ὑπὸ χείματος ὥρῃ·
ὣς οἵ γʼ ἐξεχέοντο πρὸ τείχεος· ὦρτο δʼ ἀϋτὴ
σμερδαλέη, μέγα δʼ αἶα περιστεναχίζετʼ ἰόντων.
Τρῶες δʼ εὖτʼ ἐπύθοντο βοὴν καὶ λαὸν ἴδοντο,
θάμβησαν, πᾶσιν δὲ κατεκλάσθη κέαρ ἔνδον
πότμον ὀιομένων· περὶ γὰρ νέφος ὣς ἐφαάνθη
λαὸς δυσμενέων, κανάχιζε δὲ τεύχεα φωτῶν
κινυμένων, ἄμοτον δὲ κονίσαλος ὦρτο ποδοῖιν.
Καὶ τότʼ ἄρʼ ἠὲ θεῶν τις ὑπὸ φρένας ἔμβαλε θάρσος
Δηιφόβῳ καὶ θῆκε μάλʼ ἄτρομον, ἠὲ καὶ αὐτὸν
θυμὸς ἐποτρύνεσκε ποτὶ κλόνον, ὄφρʼ ἀπὸ πάτρης
δυσμενέων ἀλεγεινὸν ὑπʼ ἔγχεϊ λαὸν ἐλάσσῃ·
θαρσαλέον δʼ ἄρα μῦθον ἐνὶ Τρώεσσιν ἔειπεν·
«Ὦ φίλοι, εἰ δʼ ἄγε θυμὸν ἀρήιον ἐν φρεσὶ θέσθε,
μνησάμενοι στονόεντος ὅσα πτολέμοιο τελευτὴ
ἄλγεʼ ἐπʼ ἀνθρώποισι δορυκτήτοισι τίθησιν.
Οὐ γὰρ Ἀλεξάνδροιο πέλει περὶ μοῦνον ἄεθλος
οὐδʼ Ἑλένης, ἀλλʼ ἔστι περὶ πτόλιός τε καὶ αὐτῶν
ἠδʼ ἀλόχων τεκέων τε φίλων γεραρῶν τε τοκήων
πάσης τʼ ἀγλαΐης καὶ κτήσιος ἠδʼ ἐρατεινῆς
γαίης, ἥ με δαμέντα κατὰ κλόνον ἀμφικαλύψαι
μᾶλλον ἢ ἀθρήσαιμι φίλην ὑπὸ δούρασι πάτρην
δυσμενέων· οὐ γάρ τι κακώτερον ἔλπομαι ἄλλο
πῆμα μετʼ ἀνθρώποισιν ὀϊζυροῖσι τετύχθαι.
Τοὔνεκʼ ἀπωσάμενοι στυγερὸν δέος ἀμφʼ ἐμὲ πάντες
καρτύνασθʼ ἐπὶ δῆριν ἀμείλιχον· οὐ γὰρ Ἀχιλλεὺς
ζωὸς ἔθʼ ἡμῖν ἄντα μαχήσεται, οὕνεκʼ ἄρʼ αὐτὸν
πῦρ ὀλοὸν κατέδαψε· πέλει δέ τις ἄλλος Ἀχαιῶν
ὃς νῦν λαὸν ἄγειρεν. Ἔοικε δὲ μήτʼ Ἀχιλῆα
μήτέ τινʼ ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης
μαρναμένους. Τῶ μή τι φεβώμεθα μῶλον Ἄρηος,
εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες·
ἢ οὔ πω τόδε οἴδατʼ ἀνὰ φρένας ὡς ἀλεγεινοῖς
ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίη τε καὶ ὄλβος,
ἐκ δʼ ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ
Ζεὺς ἐπάγει μερόπεσσι διʼ ἠέρος εὔδιον ἦμαρ,
ἔκ τʼ ὀλοῆς νούσοιο πέλει σθένος, ἔκ τε μόθοιο
εἰρήνη; Τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα.»
Ὣς φάτο· τοὶ δʼ ἐς Ἄρηα μεμαότες ἐντύναντο
ἐσσυμένως· καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ
μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν.
Ἔνθʼ ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν
ἔντεʼ ἐποιχομένη παρενήνεε δάκρυ χέουσα·
τῷ δʼ ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ
τεύχεα πάντα φέρεσκον· ὃ δέ σφισιν ἄλλοτε μέν που
ἄχνυτʼ ὀδυρομένοις, ὁτὲ δʼ ἔμπαλι μειδιάασκε
παισὶν ἀγαλλόμενος· κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον
ὥρμαινεν πονέεσθαι ὑπὲρ τεκέων τε καὶ αὐτοῦ.
Ἄλλῳ δʼ αὖτε γεραιὸς ἐπισταμένῃς παλάμῃσιν
ἀμφετίθει μελέεσσι κακῆς ἀλκτήρια χάρμης
πολλὰ παρηγορέων φίλον υἱέα μηδενὶ εἴκειν
ἐν πολέμῳ, καὶ στέρνα τετυμμένα δείκνυε παιδὶ
ταρφέα σήματʼ ἔχοντα παλαιῆς δηιοτῆτος.
Ἀλλʼ ὅτε δὴ μάλα πάντες ἐν ἔντεσι θωρήχθησαν,
ἄστεος ἐξεχέοντο μέγʼ ἱέμενοι πολέμοιο
λευγαλέου. Ταχέεσσι δʼ ἐφʼ ἱππήεσσιν ὄρουσαν
ἱππῆες, πεζοῖσι δʼ ἐπέχραον ἔθνεα πεζῶν,
ἅρμασι δʼ ἅρμαθʼ ἵκοντο καταντίον· ἔβραχε δὲ χθὼν
ἐς μόθον ἐσσυμένων, ἐπαΰτεε δʼ οἷσιν ἕκαστος
κεκλόμενος. Τοὶ δʼ αἶψα συνήιον· ἀμφὶ δʼ ἄρά σφι
τεύχεʼ ἐπεσμαράγησε· μίγη δʼ ἑκάτερθεν ἀϋτὴ
λευγαλέη. Τὰ δὲ πολλὰ θοῶς ποτέοντο βέλεμνα
βαλλόμενʼ ἀμφοτέρωθεν· ὑπʼ ἔγχεσι δʼ ἀσπίδες ἀνδρῶν
θεινόμεναι κτυπέεσκον ἀάσπετον, αἳ δʼ ὑπʼ ἀκόντων
καὶ ξιφέων· πολέες δὲ καὶ ἀξίνῃσι θοῇσιν
ἀνέρες οὐτάζοντο· φορύνετο δʼ ἔντεα φωτῶν
αἵματι. Τρωιάδες δʼ ἀπὸ τείχεος ἐσκοπίαζον
αἰζηῶν στονόεντα μόθον, πάσῃσι δὲ γυῖα
ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέων τε καὶ ἀνδρῶν
ἠδὲ κασιγνήτων· πολιοὶ δʼ ἅμα τῇσι γέροντες
ἕζοντʼ εἰσορόωντες, ἔχον δʼ ὑπὸ χείλεσι θυμὸν
παίδων ἀμφὶ φίλων. Ἑλένη δʼ ἐνὶ δώμασι μίμνεν
οἴη ἅμʼ ἀμφιπόλοισιν· ἔρυκε γὰρ ἄσπετος αἰδώς.
Οἳ δʼ ἄμοτον πονέοντο πρὸ τείχεος· ἀμφὶ δὲ Κῆρες
γήθεον, οὐλομένη δʼ ἐπαΰτεεν ἀμφοτέροισι
μακρὸν Ἔρις βοόωσα. Κόνις δʼ ἐρυθαίνετο λύθρῳ
κτεινομένων· ὀλέκοντο δʼ ἀνὰ κλόνον ἄλλοθεν ἄλλος.
Ἔνθʼ ἄρα Δηίφοβος κρατερὸν κτάνεν ἡνιοχῆα
… Ἱππασίδην, ὃ δʼ ἀφʼ ἅρματος αἰψηροῖο
ἤριπεν ἀμφὶ νέκυσσιν. Ἄχος δέ οἱ ἔσχεν ἄνακτα·
δείδιε γὰρ μὴ δή μιν ἐφʼ ἡνία χεῖρας ἔχοντα
υἱὸς ἐῢς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν·
ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος· ἀλλʼ ἐπὶ δίφρον
ἆλτο θοῶς, ἵπποισι δʼ ἐκέκλετο μακρὰ τινάσσων
εὔληρʼ, οὐδʼ ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων.
Καὶ τοὺς μὲν Πριάμοιο πάις λίπεν, ἵκετο δʼ ἄλλων
ἐς πληθύν. Πολέεσσι δʼ ὀλέθριον ὤπασεν ἦμαρ
ἐσσυμένως· ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ
θαρσαλέως δηίοισιν ἐπῴχετο· τοῦ δʼ ὑπὸ χερσὶ
μυρίοι ἐκτείνοντο, πέδον δʼ ἐστείνετο νεκρῶν.
Ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης
δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην,
ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν
σὺν πυρὶ δούρατα πολλά, τὰ δʼ ἄλλοθεν ἄλλα πεσόντα
πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δʼ ἐπιτέρπεται ἔργῳ·
ὣς ἄρα Δηιφόβοιο θοῇς ὑπὸ χερσὶν Ἀχαιοὶ
ἰλαδὸν ὀλλύμενοι περικάππεσον ἀλλήλοισι.
Καί ῥʼ οἳ μὲν Τρώεσσιν ὁμίλεον, οἳ δʼ ἐφέβοντο
εὐρὺν ἐπὶ Ξάνθοιο ῥόον· τοὺς δʼ ὕδατος εἴσω
Δηίφοβος συνέλασσε καὶ οὐκ ἀπέληγε φόνοιο.
Ὡς δʼ ὁπότʼ ἰχθυόεντος ἐπʼ ᾐόσιν Ἑλλησπόντου
δίκτυον ἐξερύωσι πολύκμητοι ἁλιῆες
κολπωθὲν ποτὶ γαῖαν, ἔσω δʼ ἁλὸς εἰσέτʼ ἐόντος
ἐνθόρῃ αἰζηὸς γναμπτὸν δόρυ χερσὶ μεμαρπὼς
αἰνὸν ἐπὶ ξιφίῃσι φέρων μόρον, ἄλλοθε δʼ ἄλλον
δάμναται ὅν κε κίχῃσι, φόνῳ δʼ ἐρυθαίνεται ὕδωρ·
ὣς τοῦ ὑπαὶ παλάμῃσι περὶ Ξάνθοιο ῥέεθρα
αἵματι φοινίχθησαν, ἐνεστείνοντο δὲ νεκροί.
Οὐδὲ μὲν οὐδʼ ἄρα Τρῶες ἀναιμωτὶ πονέοντο,
ἀλλά σφεας ἐδάιζεν Ἀχιλλέος ὄβριμος υἱὸς
ἀμφʼ ἄλλῃσι φάλαγξι· Θέτις δέ που εἰσορόωσα
τέρπετʼ ἐφʼ υἱωνῷ, ὅσον ἄχνυτο Πηλείωνι.
Τοῦ γὰρ ὑπὸ μελίῃ πουλὺς στρατὸς ἐν κονίῃσι
πῖπτεν ὁμῶς ἵπποισιν· ὃ δʼ ἑσπόμενος κεράιζεν.
Ἔνθʼ Ἀμίδην ἐδάιξε περικλυτόν, ὅς ῥά οἱ ἵππῳ
ἑζόμενος συνέκυρσε καὶ οὐκ ἀπόνητʼ ἐρατεινῆς
ἱππασίης· δὴ γάρ μιν ὑπʼ ἔγχεϊ τύψε φαεινῷ
ἐς νηδύν, αἰχμὴ δὲ ποτὶ ῥάχιν ἐξεπέρησεν·
ἔγκατα δʼ ἐξεχύθησαν, ἕλεν δέ μιν οὐλομένη Κὴρ
ἐσσυμένως ἵπποιο θοοῦ παρὰ ποσσὶ πεσόντα.
Εἷλε δʼ ἄρʼ Ἀσκάνιόν τε καὶ Οἴνοπα, τὸν μὲν ἐλάσσας
δουρὶ κατὰ στομάχοιο παρὰ στόμα, τὸν δʼ ὑπὸ λαιμόν,
καίριος ἔνθα μάλιστα πέλει μόρος ἀνθρώποισιν.
Ἄλλους δʼ ἔκτανε πάντας ὅσους κίχε· τίς κεν ἐκείνους
ἀνδρῶν μυθήσαιτο, κατὰ κλόνον ὅσσοι ὄλοντο
χερσὶ Νεοπτολέμοιο; Κάμεν δέ οἱ οὔ ποτε γυῖα.
Ὡς δʼ ὁπότʼ αἰζηῶν τις ἀγρῷ ἐνὶ τηλεθάοντι
πᾶν ἦμαρ κρατερῇσι πονησάμενος παλάμῃσιν
ἐς γαῖαν κατέχευεν ἀπείρονα καρπὸν ἐλαίης
ῥάβδῳ ἐπισπέρχων, ἐκάλυψε δὲ χῶρον ὕπερθεν·
ὣς τοῦ ὑπαὶ παλάμῃσι κατήριπε πουλὺς ὅμιλος.
Τυδείδης δʼ ἑτέρωθεν ἐϋμμελίης τʼ Ἀγαμέμνων
ἄλλοί τʼ ἐν Δαναοῖσιν ἀριστῆες πονέοντο
προφρονέως ἀνὰ δῆριν ἀμείλιχον. Οὐδὲ μὲν ἐσθλοῖς
Τρώων ἡγεμόνεσσι δέος πέλεν, ἀλλὰ καὶ αὐτοὶ
ἐκ θυμοῖο μάχοντο καὶ ἀνέρας αἰὲν ἔρυκον
χαζομένους· πολέες δὲ καὶ οὐκ ἀλέγοντες ἀνάκτων
ἐκ πολέμοιο φέβοντο μένος τρομέοντες Ἀχαιῶν.
Ὀψὲ δʼ ἄρʼ εἰσενόησε περὶ προχοῇσι Σκαμάνδρου
ὀλλυμένους Δαναοὺς κρατερὸς πάις Αἰακίδαο
αἰὲν ἐπασσυτέρους· λίπε δʼ οὓς πάρος αὐτὸς ἔναιρε
φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε
κεῖσʼ ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν.
Αὐτὰρ ὅ γʼ αἶψʼ ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων
σεύεσκεν μάστιγι ποτὶ κλόνον· οἳ δʼ ἐπέτοντο
ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα.
Οἷος δʼ ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης
ἐμβεβαὼς ἵπποισι, περιτρομέει δʼ ἄρα γαῖα
ἐσσυμένου, καὶ θεῖα περὶ στέρνοισι θεοῖο
τεύχεʼ ἐπιβρομέουσιν ἴσον πυρὶ μαρμαίροντα·
τοῖος Ἀχιλλῆος κρατερὸς πάις ἤιεν ἄντην
ἐσθλοῦ Δηιφόβοιο· κόνις δʼ ἐπαείρετο πολλὴ
ἵππων ἀμφὶ πόδεσσιν. Ἰδὼν δέ μιν ἄλκιμος ἀνὴρ
Αὐτομέδων ἐνόησεν ὅ τις πέλεν· αἶψα δʼ ἄνακτι
τοῖον ἔπος κατέλεξε περικλυτὸν ἄνδρα πιφαύσκων·
«Ὦ ἄνα, Δηιφόβοιο πέλει στρατὸς ἠδὲ καὶ αὐτός, . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
σεῖο πάροιθε τοκῆος ὑπέτρεσε· νῦν δέ οἱ ἐσθλὸν
ἢ θεὸς ἢ δαίμων τις ὑπὸ κραδίην βάλε θάρσος.»
Ὣς ἄρʼ ἔφη· ὃ δʼ ἄρʼ οὔ τι προσέννεπεν, ἀλλʼ ἔτι μᾶλλον
ἵππους ὀτρύνεσκεν ἐλαυνέμεν, ὄφρα τάχιστα
ὀλλυμένοις Δαναοῖσιν ἀεικέα πότμον ἀλάλκοι.
Ἀλλʼ ὅτε δή ῥʼ ἀφίκοντο μάλα σχεδὸν ἀλλήλοισι,
δὴ τότε Δηίφοβος μάλα περ χατέων πολέμοιο
ἔστη, ὅπως πῦρ αἰνόν, ὅθʼ ὕδατος ἐγγὺς ἵκηται·
θάμβεε δʼ εἰσορόων κρατερόφρονος Αἰακίδαο
ἵππους ἠδὲ καὶ υἷα πελώριον, οὔ τι τοκῆος
μείονα· τοῦ δʼ ἄρα θυμὸς ὑπὸ φρεσὶν ὁρμαίνεσκεν
ἄλλοτε μὲν φεύγειν, ὁτὲ δʼ ἀνέρος ἄντα μάχεσθαι.
Ὡς δʼ ὅτε σῦς ἐν ὄρεσσι νεηγενέων ἀπὸ τέκνων
θῶας ἀποσσεύῃσι, λέων δʼ ἑτέρωθε φανείη
ἔκποθεν ἐσσύμενος, τοῦ δʼ ἵσταται ἄσπετος ὁρμὴ
οὔτε πρόσω μεμαῶτος ἔτʼ ἐλθέμεν οὔτʼ ἄρʼ ὀπίσσω,
θήγει δʼ ἀφριόωντας ὑπὸ γναθμοῖσιν ὀδόντας·
ὣς υἱὸς Πριάμοιο σὺν ἅρμασι μίμνε καὶ ἵπποις
πορφύρων φρεσὶ πολλὰ καὶ ἀμφαφόων δόρυ χερσί.
Τὸν δʼ υἱὸς προσέειπεν ἀμειλίκτου Ἀχιλῆος·
«Πριαμίδη, τί νυ τόσσον ἐπʼ Ἀργείοισι μέμηνας
χειροτέροις, οἳ σεῖο περιτρομέοντες ὁμοκλὴν
φεῦγον ἐπεσσυμένοιο, σὺ δʼ ἔλπεο πολλὸν ἄριστος
ἔμμεναι; Ἀλλὰ σοὶ εἴ περ ὑπὸ κραδίῃ μένος ἐστίν,
ἡμετέρης πείρησαι ἀνὰ κλόνον ἀσχέτου αἰχμῆς.»
Ὣς εἰπὼν οἴμησε, λέων ὣς ἄντʼ ἐλάφοιο,
ἐμβεβαὼς ἵπποισι καὶ ἅρμασι πατρὸς ἑοῖο.
Καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν,
εἰ μή οἱ μέλαν αἶψα νέφος κατέχευεν Ἀπόλλων
ἔκποθεν Οὐλύμποιο καὶ ἐξ ὀλοοῖο μόθοιο
ἥρπασε καί μιν ἔθηκε κατὰ πτόλιν, ἧχι καὶ ἄλλοι
Τρῶες ἴσαν φεύγοντες. Ὃ δʼ ἐς κενεὴν δόρυ τύψας
ἠέρα Πηλείδαο πάις ποτὶ μῦθον ἔειπεν·
«Ὦ κύον, ἐξήλυξας ἐμὸν μένος· οὐδὲ σοὶ ἀλκὴ
ἱεμένῳ περ ἄλαλκε, θεῶν δέ τις ὅς σʼ ἐκάλυψε
νύκτα βαλὼν καθύπερθε καὶ ἐκ κακότητος ἔρυσσεν.»
Ὣς ἄρʼ ἔφη· δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων
εὖτʼ ὀμίχλην διέχευε· λύθη δʼ εἰς ἠέρα μακρήν.
Αὐτίκα δʼ ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών·
Τρῶας δʼ εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας
Σκαιῇς ἀμφὶ πύλῃσιν· ἔβη δʼ ἄρα πατρὶ ἐοικὼς
ἀντία δυσμενέων οἵ μιν φοβέοντο κιόντα.
Ἠΰτε κῦμʼ ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι
ναῦται, ὅ τʼ ἐξ ἀνέμοιο διεγρόμενον φορέηται
εὐρὺ μάλʼ ὑψηλόν τε, μέμηνε δὲ λαίλαπι πόντος·
ὣς τοῦ ἐπερχομένοιο κακὸν δέος ἄμπεχε Τρῶας.
Τοῖον δʼ ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι·
«Κλῦτε, φίλοι, καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε
ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺς
νίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι
καὶ κλέος ἐκ πολέμοιο δυσηχέος. Ἀλλʼ ἄγε θυμὸν
παρθέμενοι πονεώμεθʼ ὑπὲρ μένος, εἰς ὅ κε Τροίης
πέρσωμεν κλυτὸν ἄστυ καὶ ἐκτελέσωμεν ἐέλδωρ·
αἰδὼς γὰρ μάλα πολλὸν ἐπὶ χρόνον ἔνθα μένοντας
ἔμμεναι ἀπρήκτους καὶ ἀνάλκιδας, οἷα γυναῖκας·
τεθναίην γὰρ μᾶλλον ἢ ἀπτόλεμος καλεοίμην.»
Ὣς φάτο· τοὶ δʼ ἔτι μᾶλλον ἐς Ἄρεος ἔργον ὄρουσαν
θαρσαλέως, Τρώεσσι δʼ ἐπέδραμον· οἳ δὲ καὶ αὐτοὶ
προφρονέως μάρναντο περὶ πτόλιν, ἄλλοτε δʼ αὖτε
ἔντοσθεν πυλέων ἀπὸ τείχεος· οὐδʼ ἀπέληγε
δεινὸς Ἄρης, Τρώων μὲν ἐελδομένων ἀπερύξαι
δυσμενέων στρατὸν αἰνόν, ἐυσθενέων δʼ Ἀργείων
ἄστυ διαπραθέειν· ὀλοὴ δʼ ἔχε πάντας ὀϊζύς.
Καὶ τότε δὴ Τρώεσσιν ἀρηγέμεναι μενεαίνων
ἔκθορεν Οὐλύμποιο καλυψάμενος νεφέεσσι
Λητοΐδης· τὸν δʼ αἶψα θοαὶ φορέεσκον ἄελλαι
τεύχεσι χρυσείοισι κεκασμένον· ἀμφὶ δὲ μακραὶ
μάρμαιρον κατιόντος ἴσον στεροπῇσι κέλευθοι,
ἀμφὶ δέ οἱ γωρυτὸς ἐπέκτυπεν. Ἔβραχε δʼ αἰθὴρ
θεσπέσιον καὶ γαῖα μέγʼ ἴαχεν, εὖτʼ ἀκάμαντας
θῆκε παρὰ Ξάνθοιο ῥόον πόδας. Ἐκ δʼ ἐβόησε
σμερδαλέον, Τρωσὶν δὲ θράσος βάλε, δεῖμα δʼ Ἀχαιοῖς
μίμνειν αἱματόεντα κατὰ κλόνον. Οὐδʼ Ἐνοσίχθων
ὄβριμος ἠγνοίησε, μένος δʼ ἐνέπνευσεν Ἀχαιοῖς
ἤδη τειρομένοισι. Μάχη δʼ ἀΐδηλος ἐτύχθη
ἀθανάτων βουλῇσιν· ὄλοντο δὲ μυρία φῦλα
αἰζηῶν ἑκάτερθε. Κοτεσσάμενος δʼ ἄρʼ Ἀπόλλων
Ἀργείοις ὥρμαινε βαλεῖν θρασὺν υἷʼ Ἀχιλῆος
αὐτοῦ, ὅπου καὶ πρόσθεν Ἀχιλλέα· τοῦ δʼ ἄρα θυμὸν
οἰωνοὶ κατέρυκον ἀριστερὰ κεκλήγοντες
ἄλλά τε σήματα πολλά· χόλος δέ οἱ οὐκέτʼ ἔμελλε
πείθεσθαι τεράεσσι. Τὸ δʼ οὐ λάθε Κυανοχαίτην
ἠέρι θεσπεσίῃ κεκαλυμμένον, ἀμφὶ δὲ ποσσὶ
νισομένοιο ἄνακτος ἐρεμνὴ κίνυτο γαῖα·
τοῖον δʼ ἔκφατο μῦθον ἐελδόμενός μιν ἐρύξαι·
«Ἴσχε, τέκος, καὶ μή τι πελώριον υἷʼ Ἀχιλῆος
κτείνῃς· οὐδὲ γὰρ αὐτὸς Ὀλύμπιος ὀλλυμένοιο
γηθήσει· μέγα δʼ ἄλγος ἐμοὶ καὶ πᾶσι θεοῖσιν
ἔσσεται εἰναλίοισιν, ὅπως πάρος ἀμφʼ Ἀχιλῆος.
Ἀλλʼ ἀναχάζεο δῖον ἐς αἰθέρα, μή με χολώσῃς,
αἶψα δʼ ἀναρρήξας μεγάλης χθονὸς εὐρὺ βέρεθρον
αὐτὴν Ἴλιον εἶθαρ ἑοῖς ἅμα τείχεσι πᾶσαν
θήσω ὑπὸ ζόφον εὐρύν· ἄχος δέ τοι ἔσσεται αὐτῷ.»
Ὣς φάθʼ ὃ δʼ ἁζόμενος μέγʼ ἀδελφεὸν οἷο τοκῆος
δείσας τʼ ἀμφὶ πόληος ἐυσθενέων θʼ ἅμα λαῶν
χάσσατʼ ἐς οὐρανὸν εὐρύν, ὃ δʼ εἰς ἅλα. Τοὶ δʼ ἐμάχοντο
ἀλλήλους ὀλέκοντες, Ἔρις δʼ ἐπετέρπετο χάρμῃ,
μέσφʼ ὅτε δὴ Κάλχαντος ὑπʼ ἐννεσίῃσιν Ἀχαιοὶ
ἐς νῆας χάσσαντο καὶ ἐξελάθοντο μόθοιο·
οὐ γὰρ δὴ πέπρωτο δαμήμεναι Ἰλίου ἄστυ,
πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν
ἐλθέμεναι πολέμοιο δαήμονα δακρυόεντος·
καὶ τὸ μὲν ἠγαθέοισιν ἐπεφράσατʼ οἰωνοῖσιν
ἠὲ καὶ ἐν σπλάγχνοισιν ἐσέδρακεν· οὐ γὰρ ἄιδρις
μαντοσύνης ἐτέτυκτο, θεὸς δʼ ὣς ᾔδεε πάντα.
Τῷ πίσυνοι στονόεντος ἀποσχόμενοι πολέμοιο
Ἀτρεῖδαι προέηκαν ἐϋκτιμένην ποτὶ Λῆμνον
Τυδέος ὄβριμον υἷα μενεπτόλεμόν τʼ Ὀδυσῆα
νηὶ θοῇ. Τοὶ δʼ αἶψα ποτὶ πτόλιν Ἡφαίστοιο
ἤλυθον Αἰγαίοιο διὰ πλατὺ χεῦμα θαλάσσης,
Λῆμνον ἐς ἀμπελόεσσαν, ὅπῃ πάρος αἰνὸν ὄλεθρον
ἀνδράσι κουριδίοισιν ἐμητίσαντο γυναῖκες
ἔκπαγλον κοτέουσαι, ἐπεί σφεας οὔ τι τίεσκον,
ἀλλὰ δμῳάδεσσι παρευνάζοντο γυναιξὶ
Θρηικίῃς τὰς δουρὶ καὶ ἠνορέῃ κτεάτισσαν
πέρθοντες τότε γαῖαν ἀρηιφίλων Θρηίκων·
αἳ δὲ μέγα ζήλοιο περὶ κραδίῃσι πεσόντος
θυμὸν ἀνοιδήσαντο, φίλους δʼ ἀνὰ δώματʼ ἀκοίτας
κτεῖνον ἀνηλεγέως ὑπὸ χείρεσιν, οὐδʼ ἐλέησαν
κουριδίους περ ἐόντας· ἐπεί ῥʼ ἀπαναίνεται ἦτορ
ἀνέρος ἠδὲ γυναικός, ὅτε ζηλήμονι νούσῳ
ἀμφιπέσῃ· κρατεραὶ γὰρ ἐποτρύνουσιν ἀνῖαι.
Ἀλλʼ αἳ μὲν σφετέροισιν ἐπʼ ἀνδράσι πῆμʼ ἐβάλοντο
νυκτὶ μιῇ καὶ πᾶσαν ἐχηρώσαντο πόληα
παρθέμεναι φρεσὶ θυμὸν ἀταρβέα καὶ μέγα κάρτος.
Οἳ δʼ ὅτε δὴ Λήμνοιο πέδον κίον ἠδὲ καὶ ἄντρον
λαΐνεον τόθι κεῖτο πάις Ποίαντος ἀγαυοῦ,
δὴ τότʼ ἄρά σφισι θάμβος ἐπήλυθεν, εὖτʼ ἐσίδοντο
ἀνέρα λευγαλέῃσιν ἐπιστενάχοντʼ ὀδύνῃσι
κεκλιμένον στυφελοῖο κατʼ οὔδεος. Ἀμφὶ δʼ ἄρʼ αὐτῷ
οἰωνῶν πτερὰ πολλὰ περὶ λεχέεσσι κέχυντο·
ἄλλα δέ οἱ συνέραπτο περὶ χροΐ, χείματος ἄλκαρ
λευγαλέου· δὴ γάρ μιν ἐπὴν ἕλε λιμὸς ἀτερπής,
βάλλων ἄσχετον ἰόν, ὅπῃ νόος ἰθύνεσκε, . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
καὶ τὰ μὲν ἂρ κατέδαπτε, τὰ δʼ ἕλκεος οὐλομένοιο
ἀμφετίθει καθύπερθε μελαίνης ἄλκαρ ἀνίης.
Αὐαλέαι δέ οἱ ἀμφὶ κόμαι περὶ κρατὶ κέχυντο
θηρὸς ὅπως ὀλοοῖο τὸν ἀργαλέης δόλος ἄγρης
μάρψῃ νυκτὸς ἰόντα θοοῦ ποδός, ὃς δʼ ὑπʼ ἀνάγκης
τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι
κόψας εἰς ἑὸν ἄντρον ἀποίχεται, ἀμφὶ δέ οἱ κῆρ
τείρει ὁμοῦ λιμός τε καὶ ἀργαλέαι μελεδῶναι·
ὣς τὸν ὑπὸ σπέος εὐρὺ κακὴ περιδάμνατʼ ἀνίη·
καί οἱ πᾶν μεμάραντο δέμας, περὶ δʼ ὀστέα μοῦνον
ῥινὸς ἔην, ὀλοὴ δὲ παρηίδας ἄμπεχʼ ἀϋτμὴ
λευγαλέη ῥυπόωντος· ἀνιηρὸν δέ μιν ἄλγος
δάμνατο· κοῖλαι δʼ ἔσκον ὑπʼ ὀφρύσιν ἀνδρὸς ὀπωπαὶ
αἰνῶς τειρομένοιο· γόος δέ μιν οὔ ποτʼ ἔλειπεν,
οὕνεκά οἱ μέλαν ἕλκος ἐς ὀστέον ἄχρις ἱκέσθαι . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
πυθόμενον καθύπερθε, λυγραὶ δʼ ὑπέρεπτον ἀνῖαι.
Ὡς δʼ ὅτʼ ἐπὶ προβολῇσι πολυκλύστοιο θαλάσσης
πέτρην παιπαλόεσσαν ἀπειρεσίης ἁλὸς ἅλμη
δάμναθʼ ὑποτμήγουσα μάλα στερεήν περ ἐοῦσαν,
τῆς δʼ ἄρα θεινομένης ἀνέμῳ καὶ κύματι λάβρῳ
χηραμὰ κοιλαίνονται ὑποβρωθέντα θαλάσσῃ·
ὣς τοῦ ὑπίχνιον ἕλκος ἀέξετο πυθομένοιο
ἰοῦ ἄπο, στυφελοῖσι τόν οἱ ἐνομόρξατʼ ὀδοῦσι
λυγρὸς ὕδρος, τόν φασιν ἀναλθέα τε στυγερόν τε
ἔμμεναι, ὁππότε μιν τέρσῃ περὶ χέρσον ἰόντα
ἠελίοιο μένος· τῶ καὶ μέγα φέρτατον ἄνδρα
τεῖρε δυσαλθήτοισιν ὑποδμηθέντʼ ὀδύνῃσιν.
Ἐκ δέ οἱ ἕλκεος αἰὲν ἐπὶ χθόνα λειβομένοιο
ἰχῶρος πεπάλακτο πέδον πολυχανδέος ἄντρου,
θαῦμα μέγʼ ἀνθρώποισι καὶ ὕστερον ἐσσομένοισι.
Καί οἱ πὰρ κλισίην φαρέτρη παρεκέκλιτο μακρὴ
ἰῶν πεπληθυῖα· πέλοντο δʼ ἄρʼ οἳ μὲν ἐς ἄγρην,
οἳ δʼ ἐς δυσμενέας, τοὺς ἄμπεχε λοίγιον ὕδρου
φάρμακον αἰνομόροιο· πάροιθε δέ οἱ μέγα τόξον
κεῖτο πέλας, γναμπτοῖσιν ἀρηρέμενον κεράεσσι
χερσὶν ὑπʼ ἀκαμάτοισι τετυγμένον Ἡρακλῆος.
Τοὺς δʼ ὁπότʼ εἰσενόησε ποτὶ σπέος εὐρὺ κιόντας,
ἐσσυμένως ὥρμηνεν ἐπʼ ἀμφοτέροισι τανύσσαι
ἀλγινόεντα βέλεμνα χόλου μεμνημένος αἰνοῦ,
οὕνεκά μιν τὸ πάροιθε μέγα στενάχοντα λίποντο
μοῦνον ἐρημαίοισιν ἐπʼ αἰγιαλοῖσι θαλάσσης.
Καί νύ κεν αἶψʼ ἐτέλεσσεν ἅ οἱ θρασὺς ἤθελε θυμός,
εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη
ἀνέρας εἰσορόωντος ὁμήθεας. Οἳ δέ οἱ ἄγχι
ἤλυθον ἀχνυμένοισιν ἐοικότε, καί ῥά μιν ἄμφω
ἄντρου ἔσω κοίλοιο παρεζόμενοι ἑκάτερθεν
ἕλκεος ἀμφʼ ὀλοοῖο καὶ ἀργαλέων ὀδυνάων
εἴροντʼ· αὐτὰρ ὃ τοῖσιν ἑὰς διεπέφραδʼ ἀνίας.
Οἳ δέ ἑ θαρσύνεσκον, ἔφαντο δέ οἱ λυγρὸν ἕλκος
ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι,
ἢν στρατὸν εἰσαφίκηται Ἀχαιικόν, ὅν ῥα καὶ αὐτὸν
φάντο μέγʼ ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς
Ἀτρείδας ἅμα τοῖσι· κακῶν δέ οἱ οὔ τινʼ Ἀχαιῶν
αἴτιον ἔμμεν ἔφαντο κατὰ στρατόν, ἀλλʼ ἀλεγεινὰς
Μοίρας, ὧν ἑκὰς οὔ τις ἀνὴρ ἐπινίσεται αἶαν,
ἀλλʼ αἰεὶ μογεροῖσιν ἐπʼ ἀνδράσιν ἀπροτίοπτοι
στρωφῶντʼ ἤματα πάντα, βροτῶν μένος ἄλλοτε μέν που
βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε
ἔκποθε κυδαίνουσαι, ἐπεὶ μάλα πάντα βροτοῖσι
κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται,
αὐταὶ ὅπως ἐθέλουσιν. Ὃ δʼ εἰσαΐων Ὀδυσῆος
ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν
ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,
ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσσʼ ἐπεπόνθει.
Οἳ δέ μιν αἶψʼ ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους
καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις.
Καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος
σπόγγῳ ἐυτρήτῳ, κατὰ δʼ ἔκλυσαν ὕδατι πολλῷ·
ἀμπνύσθη δʼ ἄρα τυτθόν. Ἄφαρ δέ οἱ ἐγκονέοντες
δόρπον ἐῢν τεύξαντο μεμαότι, σὺν δὲ καὶ αὐτοὶ
δαίνυντʼ ἔνδοθι νηός· ἐπήλυθε δʼ ἀμβροσίη νύξ,
τοῖσι δʼ ἐφʼ ὕπνος ὄρουσε. Μένον δʼ ἄχρις ἠριγενείης
ἀμφιάλου Λήμνοιο παρʼ ᾐόσιν· αὐτὰρ ἅμʼ ἠοῖ
πείσμαθʼ ὁμῶς εὐνῇσιν ἐυγνάμπτοισιν ἄειραν
ἔκτοθεν ἐγκονέοντες. Ἐπιπροέηκε δʼ Ἀθήνη
ἐξόπιθεν πνείοντα τανυπρῴρου νεὸς οὖρον·
ἱστία δʼ αἶψʼ ἐτάνυσσαν ὑπʼ ἀμφοτέροισι πόδεσσι,
νῆα κατιθύνοντες ἐΰζυγον. Ἣ δʼ ὑπʼ ἰωῇ
ἔσσυτʼ ἐπὶ πλατὺ χεῦμα· μέλαν δʼ ἀμφέστενε κῦμα
ῥηγνύμενον, πολιὸς δὲ περίζεε πάντοθεν ἀφρός·
ἀμφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο
ὦκα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα.
Οἳ δʼ ἄφαρ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντʼ ἀφίκοντο,
ἧχι καὶ ἄλλαι νῆες ἔσαν. Κεχάροντο δʼ Ἀχαιοί,
ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. Οἳ δʼ ἄρα νηὸς
ἀσπασίως ἀπέβησαν· ἔχεν δʼ ἄρα χεῖρας ἀραιὰς
Ποίαντος θρασὺς υἱὸς ἐπʼ ἀνέρας, οἵ ῥά μιν ἄμφω
λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον
ἀμφοτέρων κρατερῇσιν ἐπικλινθέντα χέρεσσιν,
ἠΰτʼ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν
φηγὸν ὑφʼ ὑλοτόμοιο βίης, ἢ πίονα πεύκην
τυτθὸν ἔθʼ ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ
πρέμνου ὑποτμήγων λιπαρὸν δάος, ὄφρα πέληται
πίσσα πυρὶ δμηθεῖσα κατʼ οὔρεα, τὴν δʼ ἀλεγεινῶς
ἀχθομένην ἄνεμός τε καὶ ἀδρανίη ποτικλίνει
ἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν·
ὣς ἄρʼ ὑπʼ ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα
θαρσαλέοι ἥρωες ἐπικλινθέντα φέρεσκον
Ἀργείων ἐς ὅμιλον ἀρήιον. Οἳ δʼ ἐσιδόντες
ᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ
ἕλκεϊ τειρόμενον. Τὸν δὲ στερεὸν καὶ ἄνουσον
ὠκύτερον ποίησε νοήματος αἰψηροῖο
ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθε
πάσσων φάρμακα πολλὰ καθʼ ἕλκεος, εὖ δὲ κικλήσκων
οὔνομα πατρὸς ἑοῖο· θοῶς δʼ ἰάχησαν Ἀχαιοὶ
πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα.
Καί μιν φαιδρύναντο καὶ ἀμφὶς ἔχρισαν ἐλαίῳ
προφρονέως. Ὀλοὴ δὲ κατηφείη καὶ ὀϊζὺς
ἀθανάτων ἰότητι κατέφθιτο· τοὶ δʼ ἀνὰ θυμὸν
τέρποντʼ εἰσορόωντες· ὃ δʼ ἄμπνυεν ἐκ κακότητος·
ἀχροίῃ γὰρ ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ
ἀδρανίῃ μέγα κάρτος· ἀέξετο δʼ ἅψεα πάντα.
Ὡς δʼ ὁπότʼ ἀλδαίνηται ἔπι σταχύεσσιν ἄρουρα,
ἥν τε πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ
ὄμβρος ἐπιβρίσας, ἣ δʼ ἀλθομένη ἀνέμοισι
μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ·
ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε
πᾶν δέμας αἶψʼ ἀνέθηλεν· ἐυτρόχῳ δʼ ἐνὶ κοίλῃ
κάλλιπε κήδεα πάντα τά οἱ περιδάμνατο θυμόν.
Ἀργεῖοι δʼ ὁρόωντες ἅτʼ ἐκ θανάτου ἀνιόντα
ἀνέρα θαυμάζεσκον· ἔφαντο γὰρ ἔμμεναι ἔργον
ἀθανάτων· τὸ δʼ ἄρʼ ἦεν ἐτήτυμον ὡς ἐνόησαν·
καὶ γάρ οἱ μέγεθός τε καὶ ἀγλαΐην κατέχευεν
ἐσθλὴ Τριτογένεια, φάνεν δέ ἑ οἷος ἔην περ
τὸ πρὶν ἐν Ἀργείοισι πάρος κακότητι δαμῆναι.
Καὶ τότʼ ἄρʼ ἐς κλισίην Ἀγαμέμνονος ἀφνειοῖο
πάντες ὁμῶς οἱ ἄριστοι ἄγον Ποιάντιον υἷα,
καί μιν κυδαίνοντες ἐπʼ εἰλαπίνῃσι γέραιρον.
Ἀλλʼ ὅτε δὴ κορέσαντο ποτοῦ καὶ ἐδητύος ἐσθλῆς,
δὴ τότε μιν προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
«Ὦ φίλʼ, ἐπειδή πέρ σε θεῶν ἰότητι πάροιθε
Λήμνῳ ἐν ἀμφιάλῳ λίπομεν βλαφθέντε νόημα,
μὴ δʼ ἡμῖν χόλον αἰνὸν ἐνὶ φρεσὶ σῇσι βαλέσθαι·
οὐ γὰρ ἄνευ μακάρων τάδʼ ἐρέξαμεν, ἀλλά που αὐτοὶ
ἤθελον ἀθάνατοι νῶιν κακὰ πολλὰ βαλέσθαι
σεῦ ἀπὸ νόσφιν ἐόντος, ἐπεὶ περίοιδας ὀϊστοῖς
δυσμενέας δάμνασθαι, ὅτʼ ἀντία σεῖο μάχωνται.
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
πᾶσαν ἀνʼ ἤπειρον πέλαγός τʼ ἀνὰ μακρὸν ἄιστοι
Μοιράων ἰότητι πολυσχιδέες τε πέλονται
πυκναί τε σκολιαί τε, τετραμμέναι ἄλλυδις ἄλλη·
τῶν δὲ διʼ αἰζηοὶ φορέονθʼ ὑπὸ Δαίμονος Αἴσῃ
εἰδόμενοι φύλλοισιν ὑπὸ πνοιῇς ἀνέμοιο
σευομένοις· ἀγαθὸς δὲ κακῇ ἐνέκυρσε κελεύθῳ
πολλάκις, οὐκ ἐσθλὸς δʼ ἀγαθῇ· τὰς δʼ οὔτʼ ἀλέασθαι
οὔτʼ ἄρʼ ἑκών τις ἑλέσθαι ἐπιχθόνιος δύνατʼ ἀνήρ·
χρὴ δὲ σαόφρονα φῶτα, καὶ ἢν φορέηθʼ ὑπʼ ἀέλλαις
οἴμην ἀργαλέην, στερεῇ φρενὶ τλῆναι ὀϊζύν.
Ἀλλʼ ἐπεὶ ἀασάμεσθα καὶ ἠλίτομεν τόδε ἔργον,
ἐξαῦτις δώροισιν ἀρεσσόμεθʼ ἀπλήτοισι,
Τρώων ἤν ποθʼ ἕλωμεν ἐϋκτίμενον πτολίεθρον.
Νῦν δὲ λάβʼ ἑπτὰ γυναῖκας ἐείκοσί τʼ ὠκέας ἵππους
ἀθλοφόρους τρίποδάς τε δυώδεκα, τοῖς ἐπὶ θυμὸν
τέρψεις ἤματα πάντα· καὶ ἐν κλισίῃσιν ἐμῇσιν
αἰεί τοι παρὰ δαιτὶ γέρας βασιλήιον ἔσται.»
Ὣς εἰπὼν ἥρῳ πόρεν περικαλλέα δῶρα·
τὸν δʼ ἄρα Ποίαντος προσέφη κρατερόφρονος υἱός·
«Ὦ φίλος, οὐ σοὶ ἐγὼν ἔτι χώομαι, οὐδὲ μὲν ἄλλῳ
Ἀργείων, εἰ καί τις ἔτʼ ἤλιτεν εἵνεκʼ ἐμεῖο·
οἶδα γὰρ ὡς στρεπτὸς νόος ἀνδράσι γίνεται ἐσθλοῖς,
οὐδʼ αἰεὶ χαλεπὸν θέμις ἔμμεναι οὐδʼ ἀσύφηλον,
ἀλλʼ ὁτὲ μὲν σμερδνὸν τελέθειν, ὁτὲ δʼ ἤπιον εἶναι.
Νῦν δʼ ἴομεν ποτὶ κοῖτον, ἐπεὶ χατέοντι μάχεσθαι
βέλτερον ὑπνώειν ἢ ἐπὶ πλέον εἰλαπινάζειν.»
Ὣς εἰπὼν ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε
σφῶν ἑτάρων· οἳ δʼ αἶψα φιλοπτολέμῳ βασιλῆι
εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες·
αὐτὰρ ὅ γʼ ἀσπασίως κατελέξατο μέχρις ἐς ἠῶ.
Νὺξ δʼ ἀνεχάσσατο δῖα, φάος δʼ ἐρύθηνε κολώνας
ἠελίου· καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα.
Ἀργεῖοι δʼ ὀλοοῖο μέγʼ ἱέμενοι πολέμοιο,
οἳ μὲν δούρατα θῆγον ἐύξοα, τοὶ δὲ βέλεμνα,
ἄλλοι δʼ αἰγανέας· ἅμα δʼ ἠοῖ δαῖτα πένοντο
αὐτοῖς ἠδʼ ἵπποισι, πάσαντο δὲ πάντες ἐδωδήν.
Τοῖσι δὲ δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς
τοῖον ἔπος μετέειπεν ἐποτρύνων πονέεσθαι·
«Εἰ δʼ ἄγε δὴ πολέμοιο μεδώμεθα· μηδέ τις ἡμέων
μιμνέτω ἐν νήεσσι, πάρος κλυτὰ τείχεα λῦσαι
Τροίης εὐπύργοιο καταπρῆσαί τε πόληα.»
Ὣς φάτο· τοῖσι δὲ θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἰάνθη.
Δῦσαν δʼ ἐν τεύχεσσι καὶ ἀσπίσιν· ἐκ δʼ ἄρα νηῶν
πανσυδίῃ μελίῃσι κεκασμένοι ἐσσεύοντο
καὶ βοέοις σακέεσσι καὶ ἀμφιφάλοις κορύθεσσιν.
Ἄλλος δʼ ἄλλον ἔρειδε κατὰ στίχας, οὐδέ κε φαίης
κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπʼ ἄλλου·
ὣς ἄρʼ ἴσαν θαμινοὶ καὶ ἀρηρότες ἀλλήλοισιν.
ΛΟΓΟΣ Ιʹ
Τρῶες δʼ αὖτʼ ἔκτοσθεν ἔσαν Πριάμοιο πόληος
πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις
ὠκυτάτοις· καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ,
δειδιότες μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν.
Τοὺς δʼ ὡς οὖν ἐσίδοντο ποτὶ πτόλιν ἀΐσσοντας,
ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμʼ ἐβάλοντο
σπερχόμενοι· δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες.
Τοῖσι δʼ ἄρʼ ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε
Πουλυδάμας, ὃ γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων·
«Ὦ φίλοι, οὐκέτʼ ἀνεκτὸς ἐφʼ ἡμῖν μαίνεται Ἄρης.
Ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως πολέμοιό τι μῆχος
εὕρωμεν· Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες.
Νῦν δʼ ἄγε δὴ πύργοισιν ἐυδμήτοις ἐπιβάντες
μίμνωμεν νύκτας τε καὶ ἤματα δηριόωντες,
εἰς ὅ κε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται
ἢ αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες
ἀκλεὲς ἑζόμενοι· ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς
ῥῆξαι τείχεα μακρά, καὶ εἰ μάλα πολλὰ κάμωσιν·
οὐ γὰρ ἀβληχρὰ θεοῖσι τετεύχαται ἄφθιτα ἔργα.
Οὐδέ τί που βρώμης ἐπιδευόμεθʼ οὐδὲ ποτῆτος·
πολλὰ γὰρ ἐν Πριάμοιο πολυχρύσοιο μελάθροις
ἔμπεδον εἴδατα κεῖται, ἅ περ πολέεσσι καὶ ἄλλοις
πολλὸν ἐπὶ χρόνον ἔσσετʼ ἀγειρομένοισιν ἐδωδὴ
ἐς κόρον, εἰ καὶ ἔτʼ ἄλλος ἐελδομένοισιν ἵκηται
τρὶς τόσος ἐνθάδε λαὸς ἀρηγέμεναι μενεαίνων.»
Ὣς φάτο· τὸν δʼ ἐνένιπε θρασὺς πάις Ἀγχίσαο·
«Πουλυδάμα, πῶς γάρ σε σαόφρονά φασι τετύχθαι,
ὃς κέλεαι ποτὶ δηρὸν ἀνὰ πτόλιν ἄλγεα πάσχειν;
Οὐ γὰρ ἀκηδήσουσι πολὺν χρόνον ἐνθάδʼ Ἀχαιοί,
ἀλλʼ ἔτʼ ἐπιβρίσουσιν ἀλευομένους ἐσιδόντες·
νῶιν δʼ ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ,
ἤν πως ἐνθάδε πουλὺν ἔτι χρόνον ἀμφιμάχωνται.
Οὐ γάρ τις Θήβηθε μελίφρονα σῖτον ὀπάσσει
ἧμιν, ἐπὴν εἰρχθῶμεν ἀνὰ πτόλιν, οὐδέ τις οἴσει
οἶνον Μαιονίηθεν· ἀνιηρῇ δʼ ὑπὸ λιμῷ
φθισόμεθʼ ἀργαλέως, εἰ καὶ μάλα τεῖχος ἀμύνῃ.
Ἀλλʼ εἰ μὲν θάνατόν τε κακὸν καὶ Κῆρας ἀλύξαι
μηδʼ ἄρʼ ὀιζυρῶς θανέειν πολυαχθέι πότμῳ
μέλλομεν, ἐν τεύχεσσι σὺν ἡμετέροις τεκέεσσι
καὶ γεραροῖς πατέρεσσι μαχώμεθα· καί ῥά ποθι Ζεὺς
χραισμήσει· κείνου γὰρ ἀφʼ αἵματός εἰμεν ἀγαυοῦ.
Εἰ δέ οἱ ἂρ κἀκείνῳ ἀπεχθόμενοι θανέωμεν,
εὐκλειῶς τάχʼ ὀλέσθαι ἀμυνομένους περὶ πάτρης
βέλτερον ἠὲ μένοντας ὀιζυρῶς ἀπολέσθαι.»
Ὣς φάτο· τοὶ δʼ ἄρα πάντες ἐπίαχον εἰσαΐοντες.
Αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι
φράχθεν ἐπʼ ἀλλήλοις. Ἐπὶ δʼ ἀκαμάτου Διὸς ὄσσε
δέρκετʼ ἀπʼ Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα
Τρῶας ἐπʼ Ἀργείοισιν· ἔγειρε δὲ θυμὸν ἑκάστου,
ὄφρα μάχην ἀλίαστον ἐπʼ ἀμφοτέροισι τανύσσῃ
λαοῖς· ἦ γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι
χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφʼ ἀλόχοιο.
Τοὺς δʼ ἄγεν εἰς ἕνα χῶρον Ἔρις μεδέουσα κυδοιμοῦ
οὔ τινι φαινομένη· περὶ γὰρ νέφος ἄμπεχεν ὤμους
αἱματόεν· φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν
ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτʼ Ἀχαιῶν·
τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο
πατροκασιγνήτην κρατερόφρονα κυδαίνοντες.
Ἣ δὲ μέγʼ ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα·
τεύχεα δʼ ἐξ ἀδάμαντος ἔχεν πεπαλαγμένα λύθρῳ·
πάλλε δὲ λοίγιον ἔγχος ἐς ἠέρα· τῆς δʼ ὑπὸ ποσσὶ
κίνυτο γαῖα μέλαινα· πυρὸς δʼ ἄμπνυεν ἀϋτμὴν
σμερδαλέου· μέγα δʼ αἰὲν ἀύτεεν ὀτρύνουσα
αἰζηούς. Οἳ δʼ αἶψα συνήιον ἀρτύνοντες
ὑσμίνην· δεινὴ γὰρ ἄγεν θεὸς ἐς μέγα ἔργον.
Τῶν δʼ ὥς τʼ ἢ ἀνέμων ἰαχὴ πέλε λάβρον ἀέντων
εἴαρος ἀρχομένου, ὅτε δένδρεα μακρὰ καὶ ὕλη
φύλλα φύει, ἢ ὡς ὅτʼ ἐν ἀζαλέῃς ξυλόχοισι
πῦρ βρέμει αἰθόμενον, ἢ ὡς μέγα πόντος ἀπείρων
μαίνεται ἐξ ἀνέμοιο δυσηχέος, ἀμφὶ δὲ ῥοῖβδος
γίνετʼ ἀπειρέσιος, τρομέει δʼ ὑπὸ γούνατα ναυτῶν·
ὣς τῶν ἐσσυμένων μέγʼ ὑπέβραχε γαῖα πελώρη·
ἐν δέ σφιν πέσε δῆρις, ἐπʼ ἄλλῳ δʼ ἄλλος ὄρουσε.
Πρῶτος δʼ Αἰνείας Δαναῶν ἕλεν Ἁρπαλίωνα
υἱὸν Ἀριζήλοιο, τὸν Ἀμφινόμη τέκε μήτηρ
γῇ ἐνὶ Βοιωτῶν, ὃ δʼ ἅμα Προθοήνορι δίῳ
ἐς Τροίην ἵκανεν ἀμυνέμεν Ἀργείοισι·
τόν ῥα τότʼ Αἰνείας ἁπαλὴν ὑπὸ νηδύα τύψας
νοσφίσατʼ ἐκ θυμοῖο καὶ ἡδέος ἐκ βιότοιο.
Τῷ δʼ ἐπὶ Θερσάνδροιο δαΐφρονος υἷα δάμασσεν
Ὕλλον ἐϋγλώχινι βαλὼν κατὰ λαιμὸν ἄκοντι,
ὃν τέκε δῖʼ Ἀρέθουσα παρʼ ὕδασι Ληθαίοιο
Κρήτῃ ἐν ἀμφιάλῳ· μέγα δʼ ἤκαχεν Ἰδομενῆα.
Αὐτὰρ Πηλείδαο πάις δυοκαίδεκα φῶτας
Τρώων αὐτίκʼ ὄλεσσεν ὑπʼ ἔγχεϊ πατρὸς ἑοῖο·
Κέβρον μὲν πρώτιστα καὶ Ἅρμονα Πασίθεόν τε
Ἰσμηνόν τε καὶ Ἰμβράσιον Σχεδίον τε Φλέγυν τε
Μνήσαιόν τʼ ἐπὶ τοῖσι καὶ Ἔννομον Ἀμφίνομόν τε
καὶ Φάλιν ἠδὲ Γαληνόν, ὃς οἰκία ναιετάεσκε
Γαργάρῳ αἰπεινῇ, μετὰ δʼ ἔπρεπε μαρναμένοισι
Τρωσὶν ἐρισθενέεσσι, κίεν δʼ ἅμʼ ἀπείρονι λαῷ
ἐς Τροίην — μάλα γάρ οἱ ὑπέσχετο πολλὰ καὶ ἐσθλὰ
Δαρδανίδης Πρίαμος δώσειν περικαλλέα δῶρα —,
νήπιος· οὐδʼ ἄρʼ ἐφράσσαθʼ ἑὸν μόρον· ἦ γὰρ ἔμελλεν
ἐσσυμένως ὀλέεσθαι ὑπʼ ἀργαλέου πολέμοιο,
πρὶν δόμου ἐκ Πριάμοιο περικλυτὰ δῶρα φέρεσθαι.
Καὶ τότε Μοῖρʼ ἀΐδηλος ἐπέχραεν Ἀργείοισιν
Εὐρυμένην, ἕταρον κρατερόφρονος Αἰνείαο·
ὦρσε δέ οἱ μέγα θάρσος ὑπὸ φρένας, ὄφρα δαμάσσας
πολλοὺς αἴσιμον ἦμαρ ἀναπλήσῃ ὑπʼ ὀλέθρῳ.
Δάμνατο δʼ ἄλλοθεν ἄλλον ἀνηλέι Κηρὶ ἐοικώς·
οἳ δέ μιν αἶψʼ ὑπόεικον ἐφʼ ὑστατίῃ βιότοιο
αἰνὸν μαιμώωντα καὶ οὐκ ἀλέγοντα μόροιο.
Καί νύ κεν ἔργον ἔρεξεν ἀπείριτον ἐν δαῒ κεῖνος,
εἰ μή οἱ χεῖρές τʼ ἔκαμον καὶ δούρατος αἰχμὴ
πολλὸν ἀνεγνάμφθη· ξίφεος δέ οἱ οὐκέτι κώπη
ἔσθενεν· ἀλλά μιν Αἶσα διέκλασε· τὸν δʼ ὑπʼ ἄκοντι
τύψε κατὰ στομάχοιο Μέγης· ἀνὰ δʼ ἔβλυσεν αἷμα
ἐκ στόματος· τῷ δʼ αἶψα σὺν ἄλγεϊ Μοῖρα παρέστη.
Τοῦ δʼ ἄρʼ ἀποκταμένοιο δύω θεράποντες Ἐπειοῦ
Δηιλέων τε καὶ Ἀμφίων ἀπὸ τεύχεʼ ἑλέσθαι
ὥρμαινον· τοὺς δʼ αὖτε θρασὺ σθένος Αἰνείαο
δάμνατο μαιμώωντας ὀιζυρῶς περὶ νεκρῷ.
Ὡς δʼ ὅτʼ ἐν οἰνοπέδῳ τις ἐπαΐσσοντας ὀπώρῃ
σφῆκας τερσομένῃσι παρὰ σταφυλῇσι δαμάσσῃ,
οἳ δʼ ἄρʼ ἀποπνείουσι πάρος γεύσασθαι ὀπώρης·
ὣς τοὺς αἶψʼ ἐδάμασσε πρὶν ἔντεα ληίσσασθαι.
Τυδείδης δὲ Μένωνα καὶ Ἀμφίνοον κατέπεφνεν
ἄμφω ἀμύμονε φῶτε. Πάρις δʼ ἕλε Δημολέοντα
Ἱππασίδην, ὃς πρόσθε Λακωνίδα γαῖαν ἔναιε
πὰρ προχοῇς ποταμοῖο βαθυρρόου Εὐρώταο,
ἤλυθε δʼ ἐς Τροίην ὑπʼ ἀρηιθόῳ Μενελάῳ·
καί ἑ Πάρις κατέπεφνε τυχὼν ὑπὸ μαζὸν ὀϊστῷ
δεξιόν, ἐκ δέ οἱ ἦτορ ἀπὸ μελέων ἐκέδασσε.
Τεῦκρος δὲ Ζέλυν εἷλε περικλυτὸν υἷα Μέδοντος,
ὅς ῥά τε ναιετάεσκεν ὑπὸ Φρυγίην πολύμηλον
ἄντρον ὑπὸ ζάθεον καλλιπλοκάμων Νυμφάων,
ἧχί ποτʼ Ἐνδυμίωνα παρυπνώοντα βόεσσιν
ὑψόθεν ἀθρήσασα κατήλυθε δῖα Σελήνη
οὐρανόθεν· δριμὺς γὰρ ἄγεν πόθος ἠιθέοιο
ἀθανάτην περ ἐοῦσαν ἀκήρατον, ἧς ἔτι νῦν περ
εὐνῆς σῆμα τέτυκται ὑπὸ δρυσίν. Ἀμφὶ δʼ ἄρʼ αὐτῇ
ἐκκέχυτʼ ἐν ξυλόχοισι βοῶν γλάγος, οἱ δέ νυ φῶτες
θηεῦντʼ εἰσέτι κεῖνο· τὸ γὰρ μάλα τηλόθε φαίης
ἔμμεναι εἰσορόων πολιὸν γάλα, κεῖνο δʼ ἵησι
λευκὸν ὕδωρ, καί, βαιὸν ἀπόπροθεν ὁππόθʼ ἵκηται,
πήγνυται ἀμφὶ ῥέεθρα, πέλει δʼ ἄρα λάινον οὖδας.
Ἀλκαίῳ δʼ ἐπόρουσε Μέγης Φυλήιος υἱός·
καί ῥά μιν ἀσπαίρουσαν ὑπὸ κραδίην ἐπέρησεν
ἐγχείῃ· τοῦ δʼ ὦκα λύθη πολυήρατος αἰών·
οὐδέ μιν ἐκ πολέμοιο πολυκλαύτοιο μολόντα
καί περ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες,
Φυλλὶς ἐΰζωνος καὶ Μάργασος, οἵ ῥʼ ἐνέμοντο
Ἁρπάσου ἀμφὶ ῥέεθρα διειδέος, ὅς τʼ ἀλεγεινῷ
Μαιάνδρῳ κελάδοντα ῥόον καὶ ἀπείριτον οἶδμα
συμφέρετʼ ἤματα πάντα λάβρῳ περὶ χεύματι θύων.
Γλαύκου δʼ ἐσθλὸν ἑταῖρον ἐϋμμελίην Σκυλακῆα
υἱὸς Ὀϊλῆος σχεδὸν οὔτασεν ἀντιόωντα
βαιὸν ὑπὲρ σάκεος· διὰ δὲ πλατὺν ἤλασεν ὦμον
αἰχμῇ ἀνιηρῇ, περὶ δʼ ἔβλυσεν αἷμα βοείῃ.
Ἀλλά μιν οὔ τι δάμασσεν, ἐπεί ῥά ἑ μόρσιμον ἦμαρ
δέχνυτο νοστήσαντα φίλης παρὰ τείχεσι πάτρης·
εὖτε γὰρ Ἴλιον αἰπὺ θοοὶ διέπερσαν Ἀχαιοί,
δὴ τότʼ ἄρʼ ἐκ πολέμοιο φυγὼν Λυκίην ἀφίκανεν
οἶος ἄνευθʼ ἑτάρων· τὸν δʼ ἄστεος ἄγχι γυναῖκες
ἀγρόμεναι τεκέων σφετέρων ὕπερ ἠδὲ καὶ ἀνδρῶν
εἴρονθʼ· ὃς δʼ ἄρα τῇσι μόρον κατέλεξεν ἁπάντων·
αἳ δʼ ἄρα χερμαδίοισι περισταδὸν ἀνέρα κεῖνον
δάμναντʼ οὐδʼ ἀπόνητο μολὼν ἐς πατρίδα νόστου,
ἀλλά ἑ λᾶες ὕπερθε μέγα στενάχοντα κάλυψαν·
καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη
πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου
Τλῷ ἐνὶ κυδαλίμῃ Τιτηνίδος ἀγχόθι πέτρης·
ἀλλʼ ὃ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπʼ ὀλέθρῳ
ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο
τίεται ὥς τε θεός, φθινύθει δέ οἱ οὔ ποτε τιμή.
Ποίαντος δʼ ἐπὶ τοῖσι πάις κτάνε Δηιονῆα
ἠδʼ Ἀντήνορος υἱὸν ἐϋμμελίην Ἀκάμαντα.
Ἄλλων δʼ αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον·
θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέι ἶσος Ἄρηι
ἢ ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει
πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις
ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ,
ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐδέ νυ τόν γε
εἴργουσιν προβλῆτες ἀάσπετα παφλάζοντα·
ὣς οὔ τις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα
ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι·
ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν,
τεύχεσι δʼ ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος
δαιδαλέοις. Περὶ γάρ οἱ ἐνὶ ζωστῆρι φαεινῷ
ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες· ἀμφὶ δὲ θῶες
σμερδαλέοι καὶ λυγρὸν ὑπʼ ὀφρύσι μειδιόωσαι
πορδάλιες· τῶν δʼ ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι
καὶ σύες ἀργιόδοντες ἐυσθενέες τε λέοντες,
ἐκπάγλως ζωοῖσιν ἐοικότες· ἀμφὶ δὲ πάντῃ
ὑσμῖναι ἐνέκειντο μετʼ ἀργαλέοιο Φόνοιο·
δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο.
Ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο·
ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης
Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον,
Ἄργον ὃς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν·
ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο
βλήμενος ἐκ δίφροιο· καταιθομένης δʼ ἄρα γαίης,
ὡς ἐτεόν, πεπότητο μέλας ἐνὶ ἠέρι καπνός·
Περσεὺς δʼ ἀντίθεος βλοσυρὴν ἐδάιζε Μέδουσαν,
ἄστρων ἧχι λοετρὰ πέλει καὶ τέρματα γαίης
πηγαί τʼ Ὠκεανοῖο βαθυρρόου, ἔνθʼ ἀκάμαντι
Ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη Νύξ·
ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάις Ἰαπετοῖο
Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ
δεσμῷ ἐν ἀρρήκτῳ· κεῖρεν δέ οἱ αἰετὸς ἧπαρ
αἰὲν ἀεξόμενον· ὃ δʼ ἄρα στενάχοντι ἐῴκει.
Καὶ τὰ μὲν ἂρ τεύξαντο κλυταὶ χέρες Ἡφαίστοιο
ὀβρίμῳ Ἡρακλῆι· ὃ δʼ ὤπασε παιδὶ φορῆναι
Ποίαντος, μάλα γάρ οἱ ὁμωρόφιος φίλος ἦεν.
Αὐτὰρ ὃ κυδιόων ἐν τεύχεσι δάμνατο λαούς.
Ὀψὲ δέ οἱ ἐπόρουσε Πάρις, στονόεντας ὀϊστοὺς
νωμῶν ἐν χείρεσσι μετὰ γναμπτοῖο βιοῖο
θαρσαλέως· τῷ γάρ ῥα συνήιεν ὕστατον ἦμαρ.
Ἧκε δʼ ἀπὸ νευρῆφι θοὸν βέλος· ἣ δʼ ἰάχησεν
ἰοῦ ἀπεσσυμένοιο. Ὃ δʼ οὐχ ἅλιον φύγε χειρῶν·
καί ῥʼ αὐτοῦ μὲν ἅμαρτεν ἀλευαμένου μάλα τυτθόν,
ἀλλʼ ἔβαλεν Κλεόδωρον ἀγακλειτόν περ ἐόντα
βαιὸν ὑπὲρ μαζοῖο, διήλασε δʼ ἄχρις ἐς ὦμον.
Οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον·
ἀλλʼ ὅ γε γυμνὸς ἐὼν ἀνεχάζετο· τοῦ γὰρ ἀπʼ ὤμων
Πουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας
βουπλῆγι στιβαρῷ· ὃ δʼ ἐχάσσατο μαρνάμενός περ
αἰχμῇ ἀνιηρῇ· στονόεις δέ οἱ ἔμπεσεν ἰὸς
ἄλλοθεν ἀΐξας· ὣς γάρ νύ που ἤθελε δαίμων
θήσειν αἰνὸν ὄλεθρον ἐύφρονος υἱέι Λέρνου
ὃν τέκετʼ Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ.
Τὸν δʼ ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ,
δὴ τότε δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς
ἐμμεμαὼς θοὰ τόξα τιταίνετο καὶ μέγʼ ἀΰτει·
«Ὦ κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρʼ ἀΐδηλον
δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν·
καί κεν ἀναπνεύσουσιν ὅσοι σέθεν εἵνεκα λυγρῷ
τείροντʼ ἐν πολέμῳ· τάχα γὰρ λύσις ἔσσετʼ ὀλέθρου
ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι.»
Ὣς εἰπὼν νευρὴν μὲν ἐΰστροφον ἀγχόθι μαζοῦ
εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸς
ἰθύνθη, τόξον δὲ λυγρὴ ὑπερέσχεν ἀκωκὴ
τυτθὸν ὑπʼ αἰζηοῖο βίῃ· μέγα δʼ ἔβραχε νευρὴ
ἰοῦ ἀπεσσυμένοιο δυσηχέος. Οὐδʼ ἀφάμαρτε
δῖος ἀνήρ· τοῦ δʼ οὔ τι λύθη κέαρ, ἀλλʼ ἔτι θυμῷ
ἔσθενεν· οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός,
ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν.
Ἐξαῦτις δʼ ὅ γε τόξα τιτύσκετο· τὸν δὲ παραφθὰς
ἰῷ ἐϋγλώχινι βάλεν βουβῶνος ὕπερθε
Ποίαντος φίλος υἱός. Ὃ δʼ οὐκέτʼ ἔμιμνε μάχεσθαι,
ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, εὖτε λέοντα
ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν·
ὣς ὅ γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς
χάζετʼ ἀπὸ πτολέμοιο. Συνεκλονέοντο δὲ λαοὶ
ἀλλήλους ὀλέκοντες· ἐν αἵματι δʼ ἔπλετο δῆρις
κτεινομένων ἑκάτερθε· νεκροὶ δʼ ἐπέκειντο νέκυσσι
πανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ
ἢ χιόνος νιφάδεσσιν, ὅτʼ οὔρεα μακρὰ καὶ ὕλην
Ζηνὸς ὑπʼ ἐννεσίῃς Ζέφυρος καὶ χεῖμα παλύνῃ·
ὣς οἵ γʼ ἀμφοτέρωθεν ἀνηλέι Κηρὶ δαμέντες
ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο.
Αἰνὰ δʼ ἀνεστενάχιζε Πάρις· περὶ δʼ ἕλκεϊ θυμὸν
τείρετο· τὸν δʼ ἀλύοντα τάχʼ ἄμφεπον ἰητῆρες.
Τρῶες δʼ εἰς ἑὸν ἄστυ κίον· Δαναοὶ δʼ ἐπὶ νῆας
κυανέας ἀφίκοντο θοῶς· τοὺς γάρ ῥα κυδοιμοῦ
νὺξ ἀπέπαυσε μέλαινα, μόγον δʼ ἐξείλετο γυίων
ὕπνον ἐπὶ βλεφάροισι πόνων ἀλκτῆρα χέασα.
Ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠῶ·
οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν
παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν
Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ Κῆρας ἀλύξαι,
ἢν ἐθέλῃ. Ὃ δʼ ἄρʼ αἶψα θεοπροπίῃσι πιθήσας
ἤιεν οὐκ ἐθέλων· ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη
κουριδίης εἰς ὦπα. Λυγροὶ δέ οἱ ἀντιόωντες
κὰκ κορυφῆς ὄρνιθες ἀΰτεον, οἳ δʼ ἀνὰ χεῖρα
σκαιὴν ἀΐσσοντες· ὃ δέ σφεας ἄλλοτε μέν που
δείδιεν εἰσορόων, ὁτὲ δʼ ἀκράαντα πέτεσθαι
εἴδετο· τοὶ δέ οἱ αἰνὸν ὑπʼ ἄλγεσι φαῖνον ὄλεθρον.
Ἷξε δʼ ἐς Οἰνώνην ἐρικυδέα· τὸν δʼ ἐσιδοῦσαι
ἀμφίπολοι θάμβησαν ἀολλέες ἠδὲ καὶ αὐτὴ
Οἰνώνη. Ὃ δʼ ἄρʼ αἶψα πέσεν παρὰ ποσσὶ γυναικὸς . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ἀμφὶ μέλαινʼ ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι
μυελὸν ἐς λιπόωντα διʼ ὀστέου, οὕνεκα νηδὺν
φάρμακον αἰνὸν ἔπυθε κατʼ οὐτάμενον χρόα φωτός.
Τείρετο δὲ στυγερῇ βεβολημένος ἦτορ ἀνίῃ·
ὡς δʼ ὅτε τις νούσῳ τε καὶ ἀργαλέῃ μέγα δίψῃ
αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται,
ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς
ψυχή οἱ πεπότητʼ ἐπὶ χείλεσιν αὐαλέοισιν
ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα·
ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ·
καί ῥʼ ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν·
«Ὦ γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ
ἐχθήρῃς, ἐπεὶ ἄρ σε πάρος λίπον ἐν μεγάροισι
χήρην οὐκ ἐθέλων περ· ἄγον δέ με Κῆρες ἄφυκτοι
εἰς Ἑλένην, ἧς εἴθε πάρος λεχέεσσι μιγῆναι
σῇσιν ἐν ἀγκοίνῃσι θανὼν ἀπὸ θυμὸν ὄλεσσα.
Ἀλλʼ ἄγε, πρός τε θεῶν οἵ τʼ οὐρανὸν ἀμφινέμονται,
πρός τε τεῶν λεχέων καὶ κουριδίης φιλότητος,
ἤπιον ἔνθεο θυμόν, ἄχος δʼ ἀλεγεινὸν ἄλαλκε
φάρμακʼ ἀλεξήσοντα καθʼ ἕλκεος οὐλομένοιο
θεῖσα τά μοι μεμόρηται ἀπωσέμεν ἄλγεα θυμοῦ,
ἢν ἐθέλῃς· σῇσιν γὰρ ἐπὶ φρεσίν, εἴ τε σαῶσαι
μήδεαι ἐκ θανάτοιο δυσηχέος, εἴ τε καὶ οὐκί.
Ἀλλʼ ἐλέαιρε τάχιστα καὶ ὠκυμόρων σθένος ἰῶν
ἐξάκεσʼ, ἕως μοι ἔτʼ ἀμφὶ μένος καὶ γυῖα τέθηλε·
μηδέ τί με ζήλοιο λυγροῦ μεμνημένη ἔμπης
καλλείψῃς θανέεσθαι ἀμειλίκτῳ ὑπὸ πότμῳ
πὰρ ποσὶ σοῖσι πεσόντα. Λιτῇς δʼ ἀποθύμια ῥέξεις
αἵ ῥα καὶ αὐταὶ Ζηνὸς ἐριγδούποιο θύγατρες
εἰσὶ καὶ ἀνθρώποισιν ὑπερφιάλοις κοτέουσαι
ἐξόπιθε στονόεσσαν ἐπιθύνουσιν Ἐριννὺν
καὶ χόλον. Ἀλλὰ σύ, πότνα, κακὰς ἀπὸ Κῆρας ἔρυκε
ἐσσυμένως, εἰ καί τι παρήλιτον ἀφραδίῃσιν.»
Ὣς ἄρʼ ἔφη· τῆς δʼ οὔ τι φρένας παρέπεισε κελαινάς,
ἀλλά ἑ κερτομέουσα μέγʼ ἀχνύμενον προσέειπε·
«Τίπτε μοι εἰλήλουθας ἐναντίον, ἥν ῥα πάροιθε
κάλλιπες ἐν μεγάροισιν ἀάσπετα κωκύουσαν
εἵνεκα Τυνδαρίδος πολυκηδέος, ᾗ παριαύων
τέρπεο καγχαλόων, ἐπεὶ ἦ πολὺ φερτέρη ἐστὶ
τῆς σέο κουριδίης — τὴν γὰρ φάτις ἔμμεν ἀγήρω —;
Κείνην ἐσσύμενος γουνάζεο, μηδέ νύ μοί περ
δακρυόεις ἐλεεινὰ καὶ ἀλγινόεντα παραύδα.
Αἲ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη
δαρδάψαι σέο σάρκας, ἔπειτα δέ θʼ αἷμα λαφύξαι,
οἷά με πήματʼ ἔοργας ἀτασθαλίῃσι πιθήσας.
Σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐϋστέφανος Κυθέρεια;
Πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς;
Τοὺς ἔχʼ ἀοσσητῆρας· ἐμῶν δʼ ἀπὸ τῆλε μελάθρων
χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμʼ ἀλεγεινόν·
σεῖο γὰρ εἵνεκʼ, ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος,
τοὺς μὲν ἐφʼ υἱωνοῖς, τοὺς δʼ υἱάσιν ὀλλυμένοισιν.
Ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε,
ἧς σε χρεὼ νυκτός τε καὶ ἤματος ἀσχαλόωντα
τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ,
εἰς ὅ κέ σʼ ἰήνειεν ἀνιηρῶν ὀδυνάων.»
Ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων,
νηπίη· οὐδʼ ἄρʼ ἐφράσσαθʼ ἑὸν μόρον· ἦ γὰρ ἔμελλον
κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι
ἐσσυμένως· ὣς γάρ οἱ ἐπέκλωσεν Διὸς Αἶσα.
Τὸν δʼ ἄρʼ ἐπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης
οἶμον ἐς ἐσχατίην, ὅθι μιν μόρος αἰνὸς ἄγεσκε,
λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ
Ἥρη τʼ εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη,
ἑζομένη κατʼ Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετʼ ἀλωή·
καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο
τάς ποτʼ ἄρʼ Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη
γείνατʼ ἀνʼ οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας
ἀλλήλαις· μορφῇ δὲ διέκριθεν ἄλλη ἀπʼ ἄλλης. . . . . . . . . . . . . …
ἡ δʼ ἑτέρη χειμῶνι καὶ Αἰγοκερῆι μέμηλε·
τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰὼν
ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν· ἀλλὰ τὰ μέν που
αὐτῷ Ζηνὶ μέλοιτο κατʼ οὐρανόν. Αἳ δʼ ὀάριζον
ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι
μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα
Δηιφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο
καὶ χόλον ἀμφὶ γυναικός, ὅπως τέ μιν υἷες Ἀχαιῶν
ἤμελλον μάρψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι
χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι,
ὥς τέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς
ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας
Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον
ἁρπάξας ἐθέλουσαν ἐΰφρονα Τριτογένειαν
ἥ τʼ ἔρυμα πτόλιός τε καὶ αὐτῶν ἔπλετο Τρώων·
οὐδὲ γὰρ οὐδὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
ἀθανάτης ἔμπροσθεν ἀκηδέος ἐμβεβαυίης·
οὐδέ οἱ ἄμβροτον εἶδος ἐτεκτήναντο σιδήρῳ
ἀνέρες, ἀλλά μιν αὐτὸς ἀπʼ Οὐλύμποιο Κρονίων
κάββαλεν ἐς Πριάμοιο πολυχρύσοιο πόληα.
Καὶ τὰ μὲν ὣς ὀάριζε Διὸς δάμαρ ἀμφιπόλοισιν
ἄλλά τε πόλλʼ ἐπὶ τοῖσι· Πάριν δʼ ἄρα θυμὸς ἐν Ἴδῃ
κάλλιπεν, οὐδʼ Ἑλένη μιν ἐσέδρακε νοστήσαντα.
Ἀμφὶ δέ μιν Νύμφαι μέγʼ ἐκώκυον, οὕνεκʼ ἄρʼ αὐτοῦ
εἰσέτι που μέμνηντο κατὰ φρένας ὅσσα πάροιθεν
ἐξέτι νηπιάχοιο συναγρομένῃς ὀάριζε·
σὺν δέ σφιν μύροντο βοῶν θοοὶ ἀγροιῶται
ἀχνύμενοι κατὰ θυμόν· ἐπεστενάχοντο δὲ βῆσσαι.
Καὶ τότε δὴ Πριάμοιο πολυτλήτοιο γυναικὶ
δεινὸν Ἀλεξάνδροιο μόρον φάτο βουκόλος ἀνήρ.
Τῆς δʼ ἄφαρ, ὡς ἐσάκουσε, τρόμῳ περιπάλλετο θυμός,
γυῖα δʼ ὑπεκλάσθησαν· ἔπος δʼ ὀλοφύρατο τοῖον·
«Ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἐπὶ πένθεσι πένθος
κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων
παίδων ἔσκες ἐμεῖο μεθʼ Ἕκτορα. Τῶ νύ σε λυγρὴ
κλαύσομαι, εἰς ὅ κέ μοι κραδίῃ ἔνι πάλλεται ἦτορ.
Οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα
μήδετο λοίγια ἔργα· τὰ μὴ ὤφελλʼ ἐνόησα,
ἀλλʼ ἔθανον προπάροιθεν ἐν εἰρήνῃ τε καὶ ὄλβῳ,
ἐλπομένη καὶ ἔτʼ ἄλλα κακώτερα θηήσασθαι,
παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα
καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων,
σύν τε νυοὺς θύγατράς τε μετὰ Τρῳῇσι καὶ ἄλλαις
ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπʼ ἀνάγκῃ.»
Ὣς φάτο κωκύουσα. Πόσις δέ οἱ οὔ τι πέπυστο·
ἀλλʼ ὃ παρʼ Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων·
τὸν γὰρ δὴ τεκέων περὶ πάντων τῖε μάλιστα,
οὕνεκʼ ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην·
τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο.
Ἀλλʼ Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα,
ἄλλα μὲν ἐν Τρώεσσιν ἀύτεεν, ἄλλα δέ οἱ κῆρ
ἐν κραδίῃ μενέαινε· φίλον δʼ ἀνὰ θυμὸν ἔειπεν·
«Ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ σοὶ μέγα πῆμα,
ὤλεο λευγαλέως· ἐμὲ δʼ ἐν στυγερῇ κακότητι
κάλλιπες ἐλπομένην ὀλοώτερα πήματʼ ἰδέσθαι.
Ὡς ὄφελόν μʼ Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν,
ὁππότε σοί γʼ ἑπόμην ὀλοῇ ὑπὸ Δαίμονος Αἴσῃ.
Νῦν δʼ ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδʼ ἐμοὶ αὐτῇ
αἰνομόρῳ· πάντες δέ μʼ ἀάσπετον ἐρρίγασι,
πάντες δʼ ἐχθαίρουσιν ἐμὸν κέαρ, οὐδέ πῃ οἶδα
ἐκφυγέειν· εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον,
αὐτίκʼ ἀεικίσσουσιν ἐμὸν δέμας· εἰ δέ κε μίμνω,
Τρῳαὶ καὶ Τρῶές με περισταδὸν ἄλλοθεν ἄλλαι
αἶψα διαρραίσουσι· νέκυν δʼ οὐ γαῖα καλύψει,
ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα.
Ὡς ὄφελόν μʼ ἐδαμάσσαντο . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . , πάρος τάδε πήματʼ ἰδέσθαι.»
Ὣς ἔφατʼ οὔ τι γοῶσα πόσιν τόσον ὁππόσον αἰνῆς
μύρετʼ ἀλιτροσύνης μεμνημένη. Ἀμφὶ δὲ Τρῳαὶ
ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δʼ ἄλλα μενοίνων,
αἳ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἳ δὲ καὶ ἀνδρῶν,
αἳ δʼ ἄρʼ ὑπὲρ παίδων, αἳ δὲ γνωτῶν ἐριτίμων.
Οἴη δʼ ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο
Οἰνώνη· ἀλλʼ οὔ τι μετὰ Τρῳῇσιν ἐοῦσα
κώκυεν, ἀλλʼ ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις
κεῖτο βαρὺ στενάχουσα παλαιοῦ λέκτρον ἀκοίτεω.
Οἵη δʼ ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος
αἰπυτάτων ὀρέων, ἥ τʼ ἄγκεα πολλὰ παλύνει
χευαμένη Ζεφύροιο καταιγίσιν, ἀμφὶ δὲ μακραὶ
ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι
δεύονθʼ, ἣ δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα
πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ·
ὣς ἥ γʼ ἀσχαλόωσα μέγα στυγερῇ ὑπʼ ἀνίῃ
τήκετʼ ἀκηχεμένη πόσιος περὶ κουριδίοιο.
Αἰνὰ δʼ ἀναστενάχουσα φίλον προσελέξατο θυμόν·
«Ὤ μοι ἀτασθαλίης, ὤ μοι στυγεροῦ βιότοιο,
ἣ πόσιν ἀμφαγάπησα δυσάμμορος ᾧ σὺν ἐώλπειν
γήραϊ τειρομένη περ ἐπὶ κλυτὸν οὐδὸν ἱκέσθαι
αἰὲν ὁμοφρονέουσα· θεοὶ δʼ ἑτέρως ἐβάλοντο.
Ὥς μʼ ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι,
ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι.
Ἀλλὰ καὶ εἰ ζωός μʼ ἔλιπεν, μέγα τλήσομαι ἔργον
ἀμφʼ αὐτῷ θανέειν, ἐπεὶ οὔ τί μοι εὔαδεν ἠώς.»
Ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάρων ἐχέοντο
δάκρυα, κουριδίοιο δʼ ἀναπλήσαντος ὄλεθρον
μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ
— ἅζετο γὰρ πατέρα σφὸν ἰδʼ ἀμφιπόλους εὐπέπλους —,
μέχρις ἐπὶ χθόνα δῖαν ἀπʼ εὐρέος Ὠκεανοῖο
νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα.
Καὶ τότʼ ἄρʼ ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος
καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων
ἔκθορεν ἠΰτʼ ἄελλα· φέρον δέ μιν ὠκέα γυῖα.
Ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου
θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι
ἐσσυμένως, ἣ δʼ οὔ τι λιλαιομένη φιλότητος
ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή,
εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο·
ὣς ἣ ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα
διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς.
Οὐδέ τί οἱ κάμε γούνατʼ, ἐλαφρότεροι δʼ ἐφέροντο
ἐσσυμένης πόδες αἰέν· ἔπειγε γὰρ οὐλομένη Κὴρ
καὶ Κύπρις. Οὐδέ τι θῆρας ἐδείδιε λαχνήεντας
ἀντομένη ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα.
Πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη
καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι.
Τὴν δέ που εἰσορόωσα τόθʼ ὑψόθε δῖα Σελήνη
μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος
πολλὰ μάλʼ ἐσσυμένην ὀλοφύρετο καί οἱ ὕπερθε
λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.
Ἵκετο δʼ ἐμμεμαυῖα διʼ οὔρεος, ἧχι καὶ ἄλλαι
Νύμφαι Ἀλεξάνδροιο νέκυν περικωκύεσκον.
Τὸν δʼ ἔτι που κρατερὸν πῦρ ἄμπεχεν, οὕνεκʼ ἄρʼ αὐτῷ
μηλονόμοι ξυνιόντες ἀπʼ οὔρεος ἄλλοθεν ἄλλοι
ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες
ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι,
κλαίοντες μάλα πολλὰ περισταδόν. Ἣ δέ μιν οὔ τι,
ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ,
ἀλλὰ καλυψαμένη πέρι φάρεϊ καλὰ πρόσωπα
αἶψα πυρῇ ἐνέπαλτο. Γόον δʼ ἄρα πουλὺν ὄρινε·
καίετο δʼ ἀμφὶ πόσει· Νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι
θάμβεον, εὖτʼ ἐσίδοντο μετʼ ἀνέρι πεπτηυῖαν·
καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
«Ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν
κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν,
οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος,
νήπιος· οὐδʼ ἀλόχοιο περίφρονος ἅζετο θυμὸν
τειρομένης, ἥ πέρ μιν ὑπὲρ φάος ἠελίοιο
καί περ ἀπεχθαίροντα καὶ οὐ φιλέοντα τίεσκεν.»
Ὣς ἄρʼ ἔφη Νύμφη τις ἀνὰ φρένας· οἳ δʼ ἐνὶ μέσσῃ
πυρκαϊῇ καίοντο λελασμένοι ἠριγενείης.
Ἀμφὶ δὲ βουκόλοι ἄνδρες ἐθάμβεον, εὖτε πάροιθεν
Ἀργεῖοι θάμβησαν ἀολλέες ἀθρήσαντες
Εὐάδνην Καπανῆος ἐπεκχυμένην μελέεσσιν
ἀμφὶ πόσιν δμηθέντα Διὸς στονόεντι κεραυνῷ.
Ἀλλʼ ὅτε δʼ ἀμφοτέρους ὀλοὴ πυρὸς ἤνυσε ῥιπὴ
Οἰνώνην τε Πάριν τε, μιῇ δʼ ὑποκάββαλε τέφρῃ,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν, ὀστέα δʼ αὐτῶν
χρυσέῳ ἐν κρητῆρι θέσαν. Περὶ δέ σφισι σῆμα
ἐσσυμένως τεύξαντο, θέσαν δʼ ἄρα δοιὼ ὕπερθε
στήλας αἵ περ ἔασι τετραμμέναι ἄλλυδις ἄλλη,
ζῆλον ἐπʼ ἀλλήλοισιν ἔτι στονόεντα φέρουσαι.
ΛΟΓΟΣ ΙΑʹ
Τρῳαὶ δὲ στενάχοντο κατὰ πτόλιν οὐδʼ ἐδύναντο
ἐλθέμεναι ποτὶ τύμβον, ἐπεὶ μάλα τηλόθʼ ἔκειτο
ἄστεος αἰπεινοῖο· νέοι δʼ ἔκτοσθε πόληος
νωλεμέως πονέοντο, μάχη δʼ οὐ λῆγε φόνοιο,
καί περ Ἀλεξάνδροιο δεδουπότος, οὕνεκʼ Ἀχαιοὶ
Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἳ δὲ καὶ αὐτοὶ
τείχεος ἤιον ἐκτός· ἐπεί σφεας ἦγεν ἀνάγκη.
Ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσά τʼ Ἐνυὼ
στρωφῶντʼ, ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην,
ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον·
ἀμφʼ αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι
ἀργαλέως μαίνοντο. Φόβος δʼ ἑτέρωθε καὶ Ἄρης
λαοὺς ὀτρύνεσκον· ἐφέσπετο δέ σφισι Δεῖμος
φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρά ἑ φῶτες
οἳ μὲν καρτύνωνται ὁρώμενοι, οἳ δὲ φέβωνται.
Πάντῃ δʼ αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλεʼ ἀνδρῶν
ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο·
ἀμφὶ δʼ ἄρά σφισι δοῦπος ἐρειδομένοισιν ὀρώρει,
μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.
Ἔνθʼ ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν,
ὃς τράφη ἐν Λυκίῃ Ξάνθου παρὰ καλὰ ῥέεθρα,
ὅν ποτʼ ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι
Λητὼ δῖʼ ἀνέφηνεν ἀναρρήξασα χέρεσσι
τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθʼ ἑοῖο
δάμναθʼ ὑπʼ ὠδίνεσσι πολυτλήτοισιν ἀνίη
θεσπεσίου τοκετοῖο, ὅσην ὠδῖνες ἔγειρον.
Τῷ δʼ ἐπὶ Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆτα
δουρὶ διὰ γναθμοῖο, πέρησε δʼ ἀνὰ στόμα χαλκὸς
γλῶσσαν ἔτʼ αὐδήεσσαν· ὃ δʼ ἔγχεος ἄσχετον αἰχμὴν
ἄμπεχε βεβρυχώς, περὶ δʼ ἔρρεεν αἷμα γένυσσι
φθεγγομένου· καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ
ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε
δευόμενον θυμοῖο. Βάλεν δʼ Εὐήνορα δῖον
τυτθὸν ὑπὲρ λαπάρην, διὰ δʼ ἤλασεν ἐς μέσον ἧπαρ
αἰχμήν· τῷ δʼ ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος.
Εἷλε δʼ ἄρʼ Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσε
Μαινάλου ὄβριμον υἷα τὸν Ὠκυρόη τέκε Νύμφη
Σαγγαρίου ποταμοῖο παρὰ ῥόον· οὐδέ νυ τόν γε
δέξατο νοστήσαντα· κακαὶ δέ ἑ Κῆρες ἄμερσαν
παιδὸς ἀνιηραί, μέγα δʼ υἱέος ἔλλαβε πένθος.
Αἰνείας δὲ Βρέμοντα καὶ Ἀνδρόμαχον κατέπεφνεν,
ὃς τράφη ἐν Κνωσσῷ, ὃ δʼ ἄρα ζαθέῃ ἐνὶ Λύκτῳ·
ἄμφω δʼ εἰς ἕνα χῶρον ἀπʼ ὠκυπόδων πέσον ἵππων·
καί ῥʼ ὃ μὲν ἀσπαίρεσκε πεπαρμένος ἔγχεϊ μακρῷ
λαιμόν, ὃ δʼ ἀλγινόεντος ἀνὰ κροτάφοιο θέμεθλα
χερμαδίῳ στονόεντι μάλα κρατερῆς ἀπὸ χειρὸς
βλήμενος ἐκπνείεσκε, μέλας δέ μιν ἄμπεχε πότμος.
Ἵπποι δʼ ἐπτοίηντο καὶ ἡνιόχων ἀπάνευθε
φεύγοντες πολλοῖσιν ἐνεπλάζοντο νέκυσσι·
καὶ τοὺς μὲν θεράποντες ἀμύμονος Αἰνείαο
μάρψαντες κεχάροντο φίλῃ περὶ ληίδι θυμόν.
Ἂν δὲ Φιλοκτήτης ὀλοῷ βάλε Πύρασον ἰῷ
φεύγοντʼ ἐκ πολέμοιο· διέθρισε δʼ ἀγκύλα νεῦρα
γούνατος ἐξόπιθεν, κατὰ δʼ ἔκλασεν ἀνέρος ὁρμήν.
Καὶ τὸν μὲν Δαναῶν τις ὅτʼ ἔδρακε γυιωθέντα,
ἐσσυμένως ἀπάμερσε καρήατος ἄορι τύψας
ἀλγινόεντα τένοντα· κόλον δʼ ὑπεδέξατο γαῖα
σῶμα· κάρη δʼ ἀπάτερθε κυλινδομένη πεφόρητο
ἱεμένου φωνῆς· ταχέως δʼ ἅμʼ ἀπέπτατο θυμός.
Πουλυδάμας δὲ Κλέωνα καὶ Εὐρύμαχον βάλε δουρί,
οἳ Σύμηθεν ἵκανον ὑπὸ Νιρῆι ἄνακτι,
ἄμφω ἐπιστάμενοι δόλον ἰχθύσι μητίσασθαι
αἰνὸν ὑπʼ ἀγκίστροιο, βαλεῖν δέ τε εἰς ἅλα δῖαν
δίκτυα καὶ παλάμῃσι περιφραδέως ἀπὸ νηὸς
ἰθὺ καὶ αἶψα τρίαιναν ἐπʼ ἰχθύσι νωμήσασθαι·
ἀλλʼ οὔ σφιν τότε πῆμα θαλάσσια ἤρκεσαν ἔργα.
Εὐρύπυλος δὲ μενεπτόλεμος βάλε φαίδιμον Ἕλλον
τόν ῥα παρὰ λίμνῃ Γυγαίῃ γείνατο μήτηρ
Κλειτὼ καλλιπάρηος· ὃ δʼ ἐν κονίῃσι τανύσθη
πρηνής· τοῦ δʼ ἀπάτερθεν ὁμῶς δόρυ κάππεσε μακρόν. …
ὤμου ἀπὸ βριαροῖο κεκομμένη ἄορι λυγρῷ
χεὶρ ἔτι μαιμώωσα ποτὶ κλόνον ἔγχος ἀεῖραι
μαψιδίως· οὐ γάρ μιν ἀνὴρ εἰς ἔργον ἐνώμα,
ἀλλʼ αὕτως ἤσπαιρεν, ἅτε βλοσυροῖο δράκοντος
οὐρὴ ἀποτμηθεῖσʼ ἀναπάλλεται οὐδέ οἱ ἀλκὴ
ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα δαΐξῃ·
ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν
ὥρμαινεν πονέεσθαι· ἀτὰρ μένος οὐκέτʼ ὀπήδει.
Αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον
ἄμφω Κητείους, τὸν μὲν δορί, τὸν δʼ ἀλεγεινῷ
ἄορι δῃώσας. Σθένελος δʼ ἕλε δῖον Ἄβαντα
αἰγανέην προϊείς· ἣ δʼ ἀσφαράγοιο διὰ πρὸ
ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίον ἦλθε τένοντος·
λῦσε δʼ ἄρʼ ἀνέρος ἦτορ, ὑπέκλασε δʼ ἅψεα πάντα.
Τυδείδης δʼ ἕλε Λαόδοκον, Μέλιον δʼ Ἀγαμέμνων,
Δηίφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον. Αὐτὰρ Ἀγήνωρ
Ἵππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα
ὅς ῥʼ ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν· οὐδʼ ἐρατεινὰ
θρέπτα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων.
Ἂν δὲ Θόας ἐδάμασσε Λάμον καὶ ἀγήνορα Λύγκον,
Μηριόνης δὲ Λύκωνα, καὶ Ἀρχέλοχον Μενέλαος,
ὅς ῥά τε Κωρυκίην ὑπὸ δειράδα ναιετάεσκε
πέτρην θʼ Ἡφαίστοιο περίφρονος ἥ τε βροτοῖσι
θαῦμα πέλει· δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ
ἄσβεστον νυκτός τε καὶ ἤματος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
φοίνικες θαλέουσι, φέρουσι δʼ ἀπείρονα καρπόν,
ῥίζης καιομένης ἅμα λάεσιν· ἀλλὰ τὸ μέν που
ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι.
Τεῦκρος δʼ Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην
ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ·
καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν
ἰὸν ἀπὸ γναμπτοῖο κεράατος. Ὃς δʼ ἀλεγεινὸς
ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα· τῷ δʼ ὑπὸ νευρὴ
εἰσέτι που κανάχιζεν· ὃ δʼ ἀντίον ἀσπαίρεσκε
βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ
καίριον ἐς κραδίην, ὅθι περ νόος ἕζεται ἀνδρῶν
καὶ μένος, ὀτραλέαι δὲ ποτὶ μόρον εἰσὶ κέλευθοι.
Εὐρύαλος δʼ ἄρα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρὸς
λᾶα μέγαν, Τρώων δὲ θοὰς ἐλέλιξε φάλαγγας.
Ὡς δʼ ὅτε τις γεράνοισι τανυφθόγγοισι χολωθεὶς
οὖρος ἀνὴρ πεδίοιο μέγʼ ἀσχαλόων ἐπʼ ἀρούρῃ
δινήσας περὶ κρατὶ θοῶς καλὰ νεῦρα βόεια
λᾶα βάλῃ κατέναντα, διασκεδάσῃ δʼ ὑπὸ ῥοίζῳ
ἠέρι πεπταμένας δολιχὰς στίχας, αἳ δὲ φέβονται,
ἄλλη δʼ εἰς ἑτέρην εἰλεύμεναι ἀΐσσουσι
κλαγγηδόν, μάλα πάγχυ πάρος κατὰ κόσμον ἰοῦσαι·
ὣς ἄρα δυσμενέες φοβερὸν βέλος ἀμφεφόβηθεν
ὀβρίμου Εὐρυάλοιο· τὸ δʼ οὐχ ἅλιον φέρε δαίμων,
ἀλλʼ ἄρα σὺν πήληκι κάρη κρατεροῖο Μέλητος
θλάσσε περὶ πληγῇσι· μόρος δʼ ἐκίχανεν ἀρητός.
Ἄλλος δʼ ἄλλον ἔπεφνε, περιστεναχίζετο δʼ αἶα.
Ὡς δʼ ὅτʼ ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο
λάβρον ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα
δένδρεα μακρὰ πέσῃσιν ὑπʼ ἐκ ῥιζῶν ἐριπόντα
ἄλσεος εὐρυπέδοιο, βρέμει δέ τε πᾶσα περὶ χθών·
ὣς οἵ γʼ ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη
ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγʼ ἔβραχεν. Οἳ δὲ κυδοιμοῦ
ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.
Καὶ τότʼ ἄρʼ Αἰνείαο μόλε σχεδὸν ἠῢς Ἀπόλλων
ἠδʼ Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο·
οἳ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς
ἄγχι μάλʼ ἑσταότες κατὰ φύλοπιν, εὖθʼ ὑπʼ ἀπήνῃ
δοιοὶ ὁμηλικίη κρατεροὶ βόες, οὐδʼ ἀπέληγον
ὑσμίνης. Τοῖς δʼ αἶψα θεὸς ποτὶ μῦθον ἔειπε,
μάντι ἐειδόμενος Πολυμήστορι τόν ποτε μήτηρ
γείνατʼ ἐπὶ Ξάνθοιο ῥοῇς θεράπονθʼ Ἑκάτοιο·
«Εὐρύμαχʼ Αἰνεία τε, θεῶν γένος, οὔ τι ἔοικεν
ὑμέας Ἀργείοισιν ὑπεικέμεν· οὐδὲ γὰρ αὐτὸς
ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,
ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι
μακρὸν ἐπʼ ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο.»
Ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄιστος ἐτύχθη·
οἳ δὲ νόῳ φράσσαντο θεοῦ μένος. Αἶψα δʼ ἄρʼ αὐτοῖς
θάρσος ἀπειρέσιον κατεχεύατο, μαίνετο δέ σφι
θυμὸς ἐνὶ στήθεσσι· καὶ ἔνθορον Ἀργείοισιν,
ἀργαλέοις σφήκεσσιν ἐοικότες οἵ τʼ ἀλεγεινὸν
ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις,
εὖτε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ
ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας·
ὣς ἄρα Τρώιοι υἷες ἐυπτολέμοισιν Ἀχαιοῖς
ἔνθορον ἐσσυμένως. Κεχάροντο δὲ Κῆρες ἐρεμναὶ
μαρναμένων, ἐγέλασσε δʼ Ἄρης, ἰάχησε δʼ Ἐνυὼ
σμερδαλέον· μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη.
Οἳ δʼ ἄρα δυσμενέων ἀπερείσια φῦλα δάιζον
χερσὶν ἀμαιμακέτῃσι· κατηρείποντο δὲ λαοὶ
αὕτως, ἠΰτʼ ἄμαλλα θέρευς δυσθαλπέος ὥρῃ,
ἥν ῥά τʼ ἐπισπέρχωσι θοοὶ χέρας ἀμητῆρες
δασσάμενοι κατʼ ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα·
ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες
μυρίαι· ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα
αἵματι πλημμύρεσκεν· Ἔρις δʼ ἄρʼ ἰαίνετο θυμῷ
ὀλλυμένων. Οἳ δʼ οὔ τι κακοῦ παύοντο μόθοιο,
ἀλλʼ ἅτε μῆλα λέοντες ἀπηνέες . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . οἳ δʼ ἄρα φύζης
λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο
φεῦγον, ὅσοις ἀδάικτον ἔτι σθένος ἐν ποσὶ κεῖτο.
Υἱὸς δʼ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει
δυσμενέων μετόπισθεν ὑπʼ ἔγχεϊ νῶτα δαΐζων,
Εὐρύμαχος δʼ ἑτέρωθεν· ἰαίνετο δʼ ἄμβροτον ἦτορ
ὑψόθεν εἰσορόωντος Ἰηίου Ἀπόλλωνος.
Ὡς δʼ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον
ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπʼ ἀμητῆρσι δαμῆναι,
ἀντίʼ ἐπισσεύῃ κρατεροὺς κύνας, οἳ δʼ ὁρόωντες
ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς
εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν
πανσυδίῃ, τοὺς δʼ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες
ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται
μακρὸν ἀνιύζοντες, ἄναξ δʼ ἐπιτέρπετʼ ἀρούρης·
ὣς ἄρʼ ἰαίνετο Φοῖβος, ὅτʼ ἔδρακεν ἐκ πολέμοιο
φεύγοντʼ Ἀργείων πουλὺν στρατόν. Οὐ γὰρ ἔτʼ αὐτοῖς
ἔργʼ ἀνδρῶν μεμέληντο· πόδας δʼ εὔχοντο θεοῖσιν
ὦκα φέρειν· μούνοις γὰρ ἔτʼ ἐν ποσὶν ἔπλετο νόστου
ἐλπωρή· πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων
Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.
Ἔνθά τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,
ἢ Μοίρης ἰότητι λιλαιομένης μιν ὀλέσσαι,
φεύγοντʼ ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε
γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται
ἀντία δυσμενέων. Τὸν δʼ ὀβριμόθυμος Ἀγήνωρ
παρφθάμενος μυῶνα κατʼ ἀλγινόεντα δάιξεν
ἀμφιτόμῳ βουπλῆγι· βίῃ δʼ ὑπόειξε σιδήρου
ὀστέον οὐταμένοιο βραχίονος· ἀμφὶ δὲ νεῦρα
ῥηιδίως ἤμησε· φλέβες δʼ ὑπερέβλυσαν αἷμα.
Ἀμφεχύθη δʼ ἵπποιο κατʼ αὐχένος, αἶψα δʼ ἄρʼ αὐτὸς
κάππεσεν ἀμφὶ νέκυσσι· λίπεν δʼ ἄρα χεῖρα κραταιὴν
στερρὸν ἔτʼ ἐμπεφυυῖαν ἐυγνάμπτοιο χαλινοῦ,
οἷον ὅτε ζώοντος ἔην· μέγα δʼ ἔπλετο θαῦμα,
οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθʼ αἱματόεσσα,
Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα·
φαίης κεν χατέουσαν ἔθʼ ἱππασίης πονέεσθαι·
σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος.
Αἰνείας δʼ ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ
Αἰθαλίδην· αἰχμὴ δὲ παρʼ ὀμφαλὸν ἐξεπέρησεν
ἔγκατʼ ἐφελκομένη· ὃ δʼ ἄρʼ ἐν κονίῃσι τανύσθη
συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν
δεινὰ μάλα στενάχων, γαίῃ δʼ ἐνέρεισεν ὀδόντας
βεβρυχώς· ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα.
Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο
οὕς τʼ ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ
τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος
αἵματος ἱέμενος, τοὶ δʼ ἄσπετον ἀσχαλόωσιν
ἔργου ἑκὰς φεύγοντες, ἐπὶ σφίσι δʼ ἄχνυται ἀνήρ,
ἀμφότερον ποθέων τε πόνον τρομέων τʼ ἐπὶ βουσὶ
μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου
κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας·
ὣς Δαναοὶ φοβέοντο, περὶ σφίσι δʼ ἄχνυτο θυμὸν
υἱὸς Ἀχιλλῆος· μέγα δʼ ἴαχε λαὸν ἐέργων·
«Ἆ δειλοί, τί φέβεσθε, ἐοικότες οὐτιδανοῖσι
ψήρεσιν οὕς τʼ ἐφόβησε μολὼν κατεναντία κίρκος;
Ἀλλʼ ἄγε θέσθʼ ἕνα θυμόν, ἐπεὶ πολὺ λώιόν ἐστι
τεθνάμεν ἐν πολέμῳ ἢ ἀνάλκιδα φύζαν ἑλέσθαι.»
Ὣς φάτο· τοὶ δʼ ἐπίθοντο θρασὺν νόον ἐν φρεσὶ θέντες
ἐσσυμένως. Ὃ δὲ Τρωσὶ μέγα φρονέων ἐνόρουσε
πάλλων ἐν χείρεσσι θοὸν δόρυ· τῷ δʼ ἄρα λαοὶ
Μυρμιδόνων ἐφέποντο βίην ἀτάλαντον ἀέλλῃ
ἐν στέρνοισιν ἔχοντες· ἀνέπνευσαν δὲ κυδοιμοῦ
Ἀργεῖοι. Ὃ δʼ ἄρʼ αἶψα φίλῳ πατρὶ θυμὸν ἐοικὼς
ἄλλῳ ἐπʼ ἄλλον ἔπεφνε κατὰ μόθον· οἳ δʼ ἀπιόντες
χάζοντʼ, ἠΰτε κύμαθʼ ἅ τʼ ἐκ Βορέαο θυέλλης
πόλλʼ ἐπιπαφλάζοντα κυλίνδεται αἰγιαλοῖσιν
ὀρνύμενʼ ἐκ πόντοιο, τὰ δʼ ἔκποθεν ἄλλος ἀήτης
ἀντίος ἀΐξας μεγάλῃ περὶ λαίλαπι θύων
ὦσεν ἀπʼ ἠιόνων Βορέου ἔτι βαιὸν ἀέντος·
ὣς Τρῶας Δαναοῖσιν ἐποιχομένους τὸ πάροιθεν
υἱὸς Ἀχιλλῆος θεοειδέος ὦσεν ὀπίσσω
τυτθόν, ἐπεὶ μένος ἠῢ θρασύφρονος Αἰνείαο
φευγέμεν οὐκ εἴασκε, μένειν δʼ ἀνὰ φύλοπιν αἰνὴν
θαρσαλέως. Ἑκάτερθε δʼ ἴσην ἐτάνυσσεν Ἐνυὼ
ὑσμίνην. Ἀλλʼ οὔ τι καταντίον Αἰνείαο
υἱὸς Ἀχιλλῆος πῆλεν δόρυ πατρὸς ἑοῖο·
ἀλλʼ ἄλλῃ τρέπε θυμόν, ἐπεὶ Θέτις ἀγλαόπεπλος
ἁζομένη Κυθέρειαν ἀπέτραπεν υἱωνοῖο
θυμὸν καὶ μέγα κάρτος ἐπʼ ἄλλων ἔθνεα λαῶν.
Ἔνθʼ ὃ μὲν ἂρ Τρώων πολέας κτάνεν, ὃς δʼ ἄρʼ Ἀχαιῶν
δάμνατο μυρία φῦλα. Δαϊκταμένων δʼ ἐνὶ χάρμῃ
οἰωνοὶ κεχάροντο μεμαότες ἔγκατα φωτῶν
δαρδάψαι καὶ σάρκας· ἐπεστενάχοντο δὲ Νύμφαι
καλλιρόου Σιμόεντος ἰδὲ Ξάνθοιο θύγατρες.
Καί ῥʼ οἳ μὲν πονέοντο· κόνιν δʼ ἀκάμαντες ἀῆται
ὦρσαν ἀπειρεσίην· ἤχλυσε δὲ πᾶσαν ὕπερθεν
ἠέρα θεσπεσίην, ὥς τʼ ἀπροτίοπτος ὀμίχλη,
οὐδʼ ἄρα φαίνετο γαῖα, βροτῶν δʼ ἀμάθυνεν ὀπωπάς.
Ἀλλὰ καὶ ὧς μάρναντο· καὶ ἐς χέρας ὅν τινʼ ἕλοντο
κτεῖνον ἀνηλεγέως, εἰ καὶ μάλα φίλτατος ἦεν·
οὐ γὰρ ἔην φράσσασθαι ἀνὰ κλόνον οὔτʼ ἐπιόντα
δήιον οὔτʼ ἄρʼ ἑταῖρον· ἀμηχανίη δʼ ἔχε λαούς.
Καί νύ κε μίγδʼ ἐγένοντο καὶ ἀργαλέως ἀπόλοντο
πάντες ὁμῶς ὀλοοῖσι περὶ ξιφέεσσι πεσόντες
ἀλλήλων, εἰ μή σφιν ἀπʼ Οὐλύμποιο Κρονίων
ἤρκεσε τειρομένοισι, κόνιν δʼ ἀπάτερθεν ἔλασσεν
ὑσμίνης, ὀλοὰς δὲ κατεπρήυνεν ἀέλλας.
Οἳ δʼ ἔτι δηριόωντο· πόνος δʼ ἄρα τοῖσιν ἐτύχθη
πολλὸν ἐλαφρότερος· δέρκοντο γὰρ εἴ τε δαΐξαι
χρειὼ δήιον ἄνδρα κατὰ κλόνον, εἴ τʼ ἀλέασθαι.
Καί ῥʼ ὁτὲ μὲν Δαναοὶ Τρώων ἀνέεργον ὅμιλον,
ἄλλοτε δʼ αὖ Τρῶες Δαναῶν στίχας. Ἔπλετο δʼ αἰνὴ
ὑσμίνη· νιφάδεσσι δʼ ἐοικότα πῖπτε βέλεμνα
ἀμφοτέρωθεν ἰόντα. Δέος δʼ ἔχε μηλοβοτῆρας
ἔκποθεν Ἰδαίων ὀρέων ὁρόωντας ἀϋτήν·
καί τις ἐς αἰθέρα χεῖρας ἐπουρανίοισιν ἀείρων
εὔχετο δυσμενέας μὲν ὑπʼ Ἄρεϊ πάντας ὀλέσθαι,
Τρῶας δὲ στονόεντος ἀναπνεῦσαι πολέμοιο
ἦμάρ τʼ εἰσιδέειν ποτʼ ἐλεύθερον. Ἀλλά οἱ οὔ τι
ἔκλυον· Αἶσα γὰρ ἄλλα πολύστονος ὁρμαίνεσκεν·
ἅζετο δʼ οὔτε Ζῆνα πελώριον οὔτέ τινʼ ἄλλον
ἀθανάτων· οὐ γάρ τι μετατρέπεται νόος αἰνὸς
κείνης, ὅν τινα πότμον ἐπʼ ἀνδράσι γεινομένοισιν,
ἀνδράσιν ἢ πολίεσσιν, ἐπικλώσηται ἀφύκτῳ
νήματι· τῇ δʼ ὑπὸ πάντα τὰ μὲν φθινύθει, τὰ δʼ ἀέξει.
Τῆς δʼ ἄρʼ ὑπʼ ἐννεσίῃσι πόνος καὶ δῆρις ὀρώρει
ἱππομάχοις Τρώεσσι καὶ ἀγχεμάχοισιν Ἀχαιοῖς.
Τεῦχον δʼ ἀλλήλοισι φόνον καὶ ἀνηλέα πότμον
νωλεμέως· οὐ γάρ τινʼ ἔχεν δέος, ἀλλʼ ἐμάχοντο
προφρονέως· θάρσος γὰρ ἐφέλκεται ἄνδρας ἐς αἰχμήν.
Ἀλλʼ ὅτε δὴ πολλοὶ μὲν ἀπέφθιθον ἐν κονίῃσι,
δὴ τότʼ ἄρʼ Ἀργείοισιν ὑπέρτερον ὤρνυτο θάρσος
Παλλάδος ἐννεσίῃσι δαΐφρονος ἥ ῥα μολοῦσα
ὑσμίνης ἄγχιστα μέγʼ Ἀργείοισιν ἄμυνεν
ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα.
Καὶ τότʼ ἄρʼ Αἰνείαν ἐρικυδέα δῖʼ Ἀφροδίτη,
ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος,
αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης
ἥρπασεν ἐσσυμένως, περὶ δʼ ἠέρα χεύατο πουλύν·
οὐ γὰρ ἔτʼ αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ
μάρνασθʼ Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο.
Τῶ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειαν
ἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν,
μὴ καὶ ὑπὲρ Κῆράς μιν ἕλῃ θεός· οὐδὲ γὰρ αὐτοῦ
φείσατο πρόσθεν Ἄρηος ὅ περ πολὺ φέρτερος ἦεν.
Τρῶες δʼ οὐκέτʼ ἔμιμνον ἀνὰ στόμα δηιοτῆτος,
ἀλλʼ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·
ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν
ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηι.
Τῶν δʼ ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι
καὶ πεδίον· πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν
ἀνέρες ἠδʼ ἵπποι· μάλα δʼ ἅρματα πολλὰ κέχυντο
βαλλομένων. Πάντῃ δʼ ἀπερείσιον ἔρρεεν αἷμα
ὑετὸς ὥς· ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν.
Καί ῥʼ οἳ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσι
κεῖντο, παρʼ αἰγιαλοῖσιν ἀλίγκιον ἐκχυμένοισι
δούρασιν, εὖτʼ ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης
ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων
λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην
ἠλιβάτου σχεδίης, πάντῃ δʼ ἀναπλήθεται εὐρὺς
αἰγιαλός, τοῖσιν δὲ μέλαν ποτικλύζεται οἶδμα·
ὣς οἵ γʼ ἐν κονίῃσι καὶ αἵματι δηῳθέντες
κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο.
Παῦροι δὲ προφυγόντες ἀνηλέα δηιοτῆτα
δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα.
Τῶν δʼ ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος
τεύχεα πάντʼ ἐδέχοντο κακῷ πεφορυγμένα λύθρῳ·
πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο· πᾶν δʼ ἀνὰ ἄστυ
ἔσσυντʼ ἰητῆρες ἐς οὐταμένων αἰζηῶν
οἰκία ποιπνύοντες, ἵνʼ οὐταμένους ἀκέσωνται·
τοὺς δʼ ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας
ἐκ πολέμου· πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀΰτευν.
Καί ῥʼ οἳ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
κεῖντο βαρὺ στενάχοντες ἐπʼ ἄλγεσιν οὐδʼ ἐπὶ δόρπον
ἐκ καμάτοιο τρέποντο· θοοὶ δʼ ἐπαΰτεον ἵπποι
φορβῇ ἐπιχρεμέθοντες ἄδην. Ἑτέρωθε δʼ Ἀχαιοὶ
πὰρ κλισίῃς νήεσσί θʼ ὁμοίια Τρωσὶ πένοντο.
Ἦμος δʼ Ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς
ἵππους μαρμαίροντας, ἀνέγρετο δʼ ἔθνεα φωτῶν,
δὴ τότʼ ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων
οἳ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν,
οἳ δʼ ἄρʼ ἐνὶ κλισίῃσιν ἅμʼ ἀνδράσιν οὐταμένοισι
μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς
νῆας ἕλῃ Τρώεσσι φέρων χάριν. Οἳ δʼ ἀπὸ πύργων
μάρναντʼ Ἀργείοισι· μόθος δʼ ἀλεγεινὸς ὀρώρει.
Σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς
μάρναθʼ ἅμʼ ἀντιθέῳ Διομήδεϊ. Τοὺς δʼ ἄρʼ ὕπερθε
Δηίφοβός τε μενεπτόλεμος κρατερός τε Πολίτης
σύν τʼ ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀϊστοῖς
ἠδʼ ἄρα χερμαδίοισι· περικτυπέοντο δὲ φωτῶν
βαλλόμεναι κόρυθές τε καὶ ἀσπίδες αἵ τʼ ἀλεγεινὸν
αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν.
Ἀμφὶ δὲ Δαρδανίῃσιν ἐριδμαίνεσκε πύλῃσιν
υἱὸς Ἀχιλλῆος· πονέοντο δέ οἱ πέρι πάντες
Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο.
Τοὺς δʼ ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι
θαρσαλέως Ἕλενός τε καὶ ὀβριμόθυμος Ἀγήνωρ,
Τρῶας ἐποτρύνοντες ἀνὰ μόθον· οἳ δὲ καὶ αὐτοὶ
προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης.
Ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας
νισομένῃς Ὀδυσεύς τε καὶ Εὐρύπυλος πονέοντο
νωλεμέως· τοὺς δʼ ἠῢς ἀφʼ ἕρκεος ὑψηλοῖο
Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε.
Πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα
Τεῦκρος ἐϋμμελίης. Ἄλλῃ δʼ ἔχεν ἄλλος ὀϊζύν.
Καὶ τότʼ ἄρʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες
κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος
ἀσπίδας ἐντύναντο, βάλον δʼ ἐφύπερθε καρήνων
θέντες ἐπʼ ἀλλήλῃσι· μιῇ δʼ ἅπαν ἥρμοσαν ὁρμῇ.
Φαίης κεν μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος
πυκνὸν ὃ οὔτʼ ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος
ῥιπὴ ἀπειρεσίη οὔτʼ ἐκ Διὸς ἄσπετος ὄμβρος·
τοῖαι ἄρʼ Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις
καρτύναντο φάλαγγες· ἔχον δʼ ἕνα θυμὸν ἐς ἀλκὴν
εἰς ἓν ἀρηρέμενοι. Καθύπερθε δὲ Τρώιοι υἷες
βάλλον χερμαδίοισι· τὰ δʼ ὡς στυφελῆς ἀπὸ πέτρης
γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο· πολλὰ δὲ δοῦρα
καὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες
πήγνυντʼ ἐν σακέεσσι, τὰ δʼ ἐν χθονί, πολλὰ δʼ ἄπωθε
μαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις
πάντοθε βαλλομένων. Οἳ δὲ κτύπον οὔ τι φέβοντο
ἄσπετον οὐδʼ ὑπόεικον, ἅτε ψεκάδων ἀΐοντες
δοῦπον· ἔσω δʼ ὑπὸ τεῖχος ὁμῶς ἴσαν οὐδέ τις αὐτῶν
νόσφιν ἀφειστήκει· συναρηρέμενοι δʼ ἐφέποντο,
ὡς νέφος ἠερόεν τό ῥά που περὶ χείματι μέσσῳ
αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων.
Πουλὺς δʼ ἀμφὶ φάλαγγι βρόμος καναχή θʼ ὑπὸ ποσσὶ
νισομένων ἐτέτυκτο· κόνιν δʼ ἀπάτερθεν ἀῆται
ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον
αἰζηῶν μετόπισθε· περίαχε δʼ ἄκριτος αὐδή,
οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι·
ἆσθμα δʼ ἀνήιε πουλὺ χύδην, περίχευε δʼ ἀϋτμὴν
λαοῦ ἀποπνείοντος. Ἀπειρέσιον δʼ ἄρα θυμῷ
Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες,
δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος.
Ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο
ἀθρόοι ἐγχριμφθέντες ὑπʼ ἀμφιτόμοις πελέκεσσι
ῥῆξαι τείχεα μακρά, πύλας δʼ εἰς οὖδας ἐρεῖσαι
θαιρῶν ἐξερύσαντες. Ἔχεν δʼ ἄρα μῆτις ἀγαυὴ
ἐλπωρήν· ἀλλʼ οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι
οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο
ὄβριμον ἀμφοτέρῃσιν ἀρηρότα χείρεσι λᾶαν
ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ
ἀνέρας οὓς κατέμαρψεν ὑπʼ ἀσπίσιν, εὖτʼ ἐν ὄρεσσι
φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος
αἶγας, ὑποτρομέουσι δʼ ὅσαι σχεδὸν ἀμφινέμονται·
ὣς Δαναοὶ θάμβησαν. Ὃ δʼ εἰσέτι λᾶας ὕπερθε
βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες.
Ὡς δʼ ὅτʼ ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθεν Ζεὺς
ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον
ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ,
ἀμφὶ δὲ μηλονόμοι τε καὶ ἄλλʼ ὅσα . . . . . . . . . . . . . . . . . . . . . . . . . πάντα φέβονται·
ὣς ἄρʼ Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκʼ ἄρʼ αὐτῶν
Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο
ἀσπίσιν ἀκαμάτοισι τετυγμένον, οὕνεκʼ ἄρʼ αὐτῷ
θάρσος ἀπειρέσιον θεὸς ὤπασεν. Οὐδέ τις αὐτῶν
ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι,
οὕνεκά οἱ μάρμαιρε περὶ βριαροῖς μελέεσσι
τεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν·
εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ
δεινὸς Ἄρης καὶ πάντα κατιθύνεσκε βέλεμνα
καὶ μόρον καὶ δέος αἰνὸν ἐπʼ Ἀργείοισι φέροντα.
Μάρνατο δʼ ὡς ὁπότʼ αὐτὸς Ὀλύμπιος οὐρανόθεν Ζεὺς
ἀσχαλόων ἐδάιζεν ὑπέρβια φῦλα Γιγάντων
σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίνασσε
Τηθύν τʼ Ὠκεανόν τε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃ
γυῖʼ ἐλελίζετʼ Ἄτλαντος ὑπʼ ἀκαμάτου Διὸς ὁρμῆς·
ὣς ἄρʼ ὑπʼ Αἰνείαο κατηρείποντο φάλαγγες
Ἀργείων ἀνὰ δῆριν· ὃ γὰρ περὶ τείχεα πάντα
ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δʼ ἄρα χειρῶν
πᾶν ὅ τί οἱ παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον
βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης
κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων·
τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων
δυσμενέων ἀπέρυκε πολὺν στρατόν, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
Τρῶες ἐκαρτύναντο. Κακὴ δʼ ἔχε πάντας ὀϊζὺς
ἀμφὶ πόλιν· πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶν
ἠδὲ καὶ ἐκ Τρώων· μέγα δʼ ἴαχον ἀμφοτέρωθεν,
Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων
μάρνασθʼ ἀμφὶ πόληος ἑῆς ἀλόχων τε καὶ αὐτῶν
προφρονέως· υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος
Ἀργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης
μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι.
Τοὺς δʼ ἄμφω στονόεσσα καὶ ἄσπετος ἄμπεχʼ ἀϋτὴ
μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον· οὐδέ τις ἦεν
ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν
τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπʼ Ἄρεϊ, τῶν δὲ σαῶσαι.
Αἴας δʼ αὖτʼ ἀπάτερθε θρασύφρονος Αἰνείαο
μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ Κῆρας ἴαλλε
σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που
ἰθὺ βέλος πεπότητο διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
ἀλγινόεντες ἄκοντες. Ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν·
οἳ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν
ἐς μόθον οὐκέτʼ ἔμιμνον, ἔλειπε δὲ τείχεα λαός.
Καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν,
Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι
κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι,
ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσετο ποσσὶ
κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη
λευγαλέην. Σφετέρου δὲ καρήατος ἔμμεναι ἄλκαρ
ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα
ἄτρομον ἐνθέμενος κραδίῃ νόον· ἐν δʼ ἄρα χειρὶ
ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε
εἷρπεν ἄνω· τὸν δʼ αἶψα διηερίη φέρεν οἶμος.
Καί νύ κε δὴ Τρώεσσιν ἄχος γένετʼ, εἰ μὴ ἄρʼ αὐτῷ
ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα
ὑστάτιον καὶ πρῶτον ἀφʼ ἕρκεος ὑψηλοῖο
Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴ
οὐδʼ ἀπάτερθεν ἐόντα. Βάλεν δέ μιν εὐρέι πέτρῳ
κὰκ κεφαλῆς, μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς
κλίμακά οἱ συνέαξεν. Ὃ δʼ ὑψόθεν ἠΰτʼ ὀϊστὸς
ἔσσυτʼ ἀπὸ νευρῆς· ὀλοὸς δέ οἱ ἕσπετο πότμος
ἀμφελελιξαμένῳ· στονόεις δέ οἱ ἠέρι θυμὸς
αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι.
Ἤριπε δʼ ἐν θώρηκι κατὰ χθονός, οὕνεκʼ ἄρʼ αὐτοῦ
νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ
καὶ κρατερὴ τρυφάλεια. Περιστονάχησε δὲ Λοκρῶν
λαός, ὅτʼ ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ·
δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ
ἐγκέφαλος πεπάλακτο· συνηλοίηντο δὲ πάντα
ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ.
Καὶ τότε δὴ Ποίαντος ἐῢς πάις ἀντιθέοιο,
ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα
θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀϊστὸν
ἰθύνων ἐς φῶτα περικλυτόν. Οὐδʼ ἀφάμαρτεν
ἀνέρος, ἀλλά οἱ οὔ τι διʼ ἀσπίδος ἀκαμάτοιο
ἐς χρόα καλὸν ἵκανεν — ἀπέτραπε γὰρ Κυθέρεια
καὶ σάκος —, ἀλλʼ ἄρα τυτθὸν ἐπέχραε δέρμα βοείης.
Οὐδʼ ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μίμαντα
μεσσηγὺς σάκεός τε καὶ ἱπποκόμου τρυφαλείης
τύψεν· ὃ δʼ ἐκ πύργοιο κατήριπεν, εὖτʼ ἀπὸ πέτρης
ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ·
ὣς ὃ πεσὼν τετάνυστο, λίπεν δέ μιν ἱερὸς αἰών.
Αἰνείας δʼ ἑτάροιο χολωσάμενος βάλε πέτρην
καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον
Τοξαίχμην· θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα
ὀστέα σὺν πήληκι· λύθη δέ οἱ ἀγλαὸν ἦτορ.
Τῷ δʼ ἐπὶ μακρὸν ἄυσε πάις Ποίαντος ἀγαυοῦ·
«Αἰνεία, σύ γʼ ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος
ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες
δυσμενέσιν μάρνανται ἀνάλκιδες; Εἰ δέ τίς ἐσσι,
ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης
Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν.»
Ὣς ἄρʼ ἔφη· τὸν δʼ οὔ τι θρασὺς πάις Ἀγχίσαο
καί περ ἐελδόμενος προσεφώνεεν, οὕνεκʼ ὀρώρει
δῆρις ὀιζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ
νωλεμέως· οὐ γάρ τι κακοῦ παύοντο μόθοιο
οὐδέ σφιν μάλα δηρὸν ὑπʼ Ἄρεϊ τειρομένοισιν
ἔσκε λύσις καμάτοιο· πόνος δʼ ἄπρηκτος ὀρώρει.
ΛΟΓΟΣ ΙΒʹ
Ἀλλʼ ὅτε δὴ μάλα πολλὰ κάμον περὶ τείχεα Τροίης
αἰχμηταὶ Δαναοί, πολέμου δʼ οὐ γίνετο τέκμωρ,
δὴ τότʼ ἀριστήων ἄγυριν ποιήσατο Κάλχας,
εὖ εἰδὼς ἀνὰ θυμὸν ὑπʼ ἐννεσίῃς Ἑκάτοιο
πτήσιας οἰωνῶν ἠδʼ ἀστέρας ἄλλά τε πάντα
σήμαθʼ ὅσʼ ἀνθρώποισι θεῶν ἰότητι πέλονται·
καί σφιν ἀγειρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε·
«Μηκέτι πὰρ τείχεσσιν ἐφεζόμενοι πονέεσθε,
ἀλλʼ ἄλλην τινὰ μῆτιν ἐνὶ φρεσὶ μητιάασθε
ἢ δόλον ὃς νήεσσι καὶ ἡμῖν ἔσσετʼ ὄνειαρ.
Ἦ γὰρ ἔγωγε χθιζὸν ἐσέδρακον ἐνθάδε σῆμα.
Ἴρηξ σεῦε πέλειαν· ἐπειγομένη δʼ ἄρα κείνη
χηραμὸν ἐς πέτρης κατεδύσετο· τῇ δὲ χολωθεὶς
ἀργαλέως μάλα πολλὸν ἐπὶ χρόνον ἀγχόθι μίμνε
χηραμοῦ· ἣ δʼ ἀλέεινεν· ὃ δʼ ἐνθέμενος δόλον αἰνὸν
θάμνῳ ὑπεκρύφθη· ἣ δʼ ἔκθορεν ἀφραδίῃσιν
ἔμμεναι ἐλπομένη μιν ἀπόπροθεν· ὃς δʼ ἐπαερθεὶς
δειλαίῃ τρήρωνι φόνον στονόεντʼ ἐφέηκε.
Τῶ νῦν μή τι βίῃ πειρώμεθα Τρώιον ἄστυ
περσέμεν, ἀλλʼ εἴ πού τι δόλος καὶ μῆτις ἀνύσσῃ.»
Ὣς ἄρʼ ἔφη· τῶν δʼ οὔ τις ἔχεν φρεσὶ τεκμήρασθαι
ἄλκαρ ὀϊζυροῖο μόθου· δίζοντο δὲ μῆχος
εὑρέμεναι· μοῦνος δὲ σαοφροσύνῃσι νόησεν
υἱὸς Λαέρταο καὶ ἀντίον ἔκφατο μῦθον·
«Ὦ φίλʼ, ἐπουρανίοισι τετιμένε πάγχυ θεοῖσιν,
εἰ ἐτεὸν πέπρωται ἐυπτολέμοισιν Ἀχαιοῖς
ἐκπέρσαι Πριάμοιο δολοφροσύνῃσι πόληα,
ἵππον τεκτήναντες ἀριστέες ἐς λόχον ἄνδρες
βησόμεθʼ ἀσπασίως· λαοὶ δʼ ἀπὸ νόσφι νέεσθαι
ἐς Τένεδον σὺν νηυσίν, ἐνιπρῆσαι δʼ ἄρα πάντες
ἃς κλισίας, ἵνα Τρῶες ἀπʼ ἄστεος ἀθρήσαντες
ἐς πεδίον προχέωνται ἀταρβέες. Ἀλλά τις ἀνὴρ
θαρσαλέος, τόν τʼ οὔ τις ἐπίσταται ἐν Τρώεσσι,
μιμνέτω ἔκτοθεν ἵππου ἀρήιον ἐνθέμενος κῆρ,
ὅς τις ὑποκρίναιτο βίην ὑπέροπλον Ἀχαιῶν
ῥέξαι ὑπὲρ νόστοιο λιλαιομένων ὑπαλύξαι,
ἵππῳ ὑποπτήξας εὐεργέι τόν ῥʼ ἐκάμοντο
Παλλάδι χωομένῃ Τρώων ὑπὲρ αἰχμητάων·
καὶ τὰ μὲν ὣς ἐπὶ δηρὸν ἀνειρομένοισι πιφαύσκειν,
εἰς ὅ κέ οἱ πεπίθωνται ἀταρτηροί περ ἐόντες,
ἐς δὲ πόλιν μιν ἄγωσι θοῶς ἐλεεινὸν ἐόντα,
ὄφρʼ ἡμῖν ἀλεγεινὸν ἐς Ἄρεα σῆμα πένηται,
τοῖς μὲν ἄρʼ αἰθαλόεντα θοῶς ἀνὰ πυρσὸν ἀείρας,
τοὺς δʼ ἄρʼ ἐποτρύνας ἐκβήμεναι εὐρέος ἵππου,
ὁππότε Τρώιοι υἷες ἀκηδέες ὑπνώωσιν.»
Ὣς φάτο· τὸν δʼ ἄρα πάντες ἐπῄνεον· ἔξοχα δʼ ἄλλων
Κάλχας μιν θαύμαζεν, ὅπως ὑπεθήκατʼ Ἀχαιοῖς
μῆτιν καὶ δόλον ἐσθλὸν ὃς Ἀργείοισιν ἔμελλε
νίκης ἔμμεναι ἄλκαρ, ἀτὰρ μέγα Τρώεσι πῆμα·
τοὔνεκʼ ἀριστήεσσιν ἐυπτολέμοισι μετηύδα·
«Μηκέτι νῦν δόλον ἄλλον ἐνὶ φρεσὶ μητιάασθε,
ὦ φίλοι, ἀλλὰ πίθεσθε ἐυπτολέμῳ Ὀδυσῆι.
Οὐ γάρ οἱ ἔσσετʼ ἄπρηκτον ἐυφρονέοντι νόημα·
ἤδη γὰρ Δαναοῖσι θεοὶ τελέουσιν ἐέλδωρ,
σήματα δʼ οὐκ ἀτέλεστʼ ἀναφαίνεται ἄλλοθεν ἄλλα·
Ζηνὸς μὲν γὰρ ὕπερθε μέγα κτυπέουσι διʼ αἴθρης
βρονταὶ ὁμῶς στεροπῇσι, παραΐσσουσι δὲ λαοὺς
δεξιοὶ ὄρνιθες ταναῇ ὀπὶ κεκλήγοντες.
Ἀλλʼ ἄγε μηκέτι πολλὸν ἐπὶ χρόνον ἀμφὶ πόληα
μίμνωμεν· Τρωσὶν γὰρ ἐνέπνευσεν μέγʼ ἀνάγκη
θάρσος, ὅ περ πρὸς Ἄρηα καὶ οὐτιδανόν περ ἐγείρει·
κάρτιστοι δὲ τότʼ ἄνδρες ἐπὶ μόθον, ὁππότε θυμὸν
παρθέμενοι στονόεντος ἀφειδήσωσιν ὀλέθρου,
ὡς νῦν Τρώιοι υἷες ἀταρβέες ἀμφιμάχονται
ἄστυ περὶ σφέτερον, μέγα δέ σφισι μαίνεται ἦτορ.»
Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
«Ὦ Κάλχαν, δηίοισι καταντίον ἄλκιμοι ἄνδρες
μάρνανται· τοὶ δʼ ἐντὸς ἀλευάμενοι ἀπὸ πύργων
οὐτιδανοὶ πονέονται, ὅσων φρένα δεῖμα χαλέπτει.
Τῶ νῦν μήτε δόλον φραζώμεθα, μήτέ τι μῆχος
ἄλλο· πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας
καὶ δορί· θαρσαλέοι γὰρ ἀμείνονες ἐν δαῒ φῶτες.»
Ὣς φάμενον προσέειπε μένος Λαερτιάδαο·
«Ὦ τέκος ὀβριμόθυμον ἀταρβέος Αἰακίδαο,
ταῦτα μέν, ὡς ἐπέοικεν ἀμύμονι φωτὶ καὶ ἐσθλῇ,
θαρσαλέως μάλα πάντα διίκεο χερσὶ πεποιθώς·
ἀλλʼ οὔτʼ ἀκαμάτοιο τεοῦ πατρὸς ἄτρομος ἀλκὴ
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
οὔθʼ ἡμεῖς μάλα πολλὰ πονεύμενοι. Ἀλλʼ ἄγε θᾶσσον
Κάλχαντος βουλῇσι θοὰς ἐπὶ νῆας ἰόντες
ἵππον τεκταίνωμεν ὑπαὶ παλάμῃσιν Ἐπειοῦ
ὅς ῥά τε πολλὸν ἄριστος ἐν Ἀργείοισι τέτυκται
εἵνεκα τεκτοσύνης, δέδαεν δέ μιν ἔργον Ἀθήνη.»
Ὣς φάτο· τῷ δʼ ἄρα πάντες ἀριστῆες πεπίθοντο
νόσφι Νεοπτολέμοιο δαΐφρονος, οὐδὲ μὲν ἐσθλὸν
πεῖθε Φιλοκτήταο νόον κρατερὰ φρονέοντος·
ὑσμίνης γὰρ ἔτʼ ἔσκον ὀϊζυρῆς ἀκόρητοι.
Ὥρμαινον δὲ μάχεσθαι ἀνὰ κλόνον· ἀμφὶ δὲ λαοὺς
σφωιτέρους ἐκέλευον ἀπειρέσιον περὶ τεῖχος
πάντα φέρειν ὅσα δῆριν ἐνὶ πτολέμοισιν ὀφέλλει,
ἐλπόμενοι πτολίεθρον ἐΰκτιτον ἐξαλαπάξαι·
ἄμφω γὰρ βουλῇσι θεῶν ἐς δῆριν ἵκοντο.
Καί νύ κεν αἶψʼ ἐτέλεσσαν ὅσά σφισιν ἤθελε θυμός,
εἰ μὴ Ζεὺς νεμέσησεν ἀπʼ αἰθέρος, ἀμφὶ δὲ γαῖαν
Ἀργείων ἐλέλιξεν ὑπαὶ ποσί, σὺν δʼ ἐτίναξεν
ἠέρα πᾶσαν ὕπερθε, βάλεν δʼ ἀκάμαντα κεραυνὸν
ἡρώων προπάροιθεν· ὑπεσμαράγησε δὲ πᾶσα
Δαρδανίη. Τῶν δʼ αἶψα μετετράπετʼ ἠῢ νόημα
ἐς φόβον, ἐκ δʼ ἐλάθοντο βίης καὶ κάρτεος ἐσθλοῦ·
καί ῥα κλυτῷ Κάλχαντι καὶ οὐκ ἐθέλοντε πίθοντο.
Ἐς δʼ ἄρα νῆας ἵκοντο σὺν Ἀργείοισι καὶ ἄλλοις
μάντιν ἀγασσάμενοι τὸν ἄρʼ ἐκ Διὸς ἔμμεν ἔφαντο,
ἢ Διὸς ἢ Φοίβοιο· πίθοντο δέ οἱ μάλα πάντα.
Ἦμος δʼ αἰγλήεντα περιστέφει οὐρανὸν ἄστρα
πάντοθε μαρμαίροντα, πόνου δʼ ἐπιλήθεται ἀνήρ,
δὴ τότʼ Ἀθηναίη μακάρων ἕδος αἰπὺ λιποῦσα
ἤλυθε παρθενικῇ ἀταλάφρονι πάντʼ εἰκυῖα
ἐς νῆας καὶ λαόν· ἀρηιφίλου δʼ ἄρʼ Ἐπειοῦ
ἔστη ὑπὲρ κεφαλῆς ἐν ὀνείρατι καί μιν ἀνώγει
τεῦξαι δούριον ἵππον· ἔφη δέ οἱ ἐγκονέοντι
αὐτὴ συγκαμέειν, αὐτὴ δʼ ἄφαρ ἔνδοθι βῆναι,
ἔργον ἐς ὀτρύνουσα. Θεῆς δʼ ὅ γε μῦθον ἀκούσας
καγχαλόων ἀνὰ θυμὸν ἀκηδέος ἔκθορεν ὕπνου·
ἔγνω δʼ ἀθάνατον θεὸν ἄμβροτον· οὐδέ οἱ ἦτορ
ἄλλο παρʼ ἐξ ὥρμαινε, νόον δʼ ἔχεν αἰὲν ἐπʼ ἔργῳ
θεσπεσίῳ· πινυτὴ δὲ περὶ φρένας ἤιε τέχνη.
Ἠὼς δʼ ὁππόθʼ ἵκανεν ἀπωσαμένη κνέφας ἠῢ
εἰς Ἔρεβος, χαροπὴ δὲ διʼ ἠέρος ἤιεν αἴγλη,
δὴ τότε θεῖον ὄνειρον ἐν Ἀργείοισιν Ἐπειός,
ὡς ἴδεν, ὡς ἤκουσεν, ἐελδομένοισιν ἔειπεν·
οἳ δέ οἱ εἰσαΐοντες ἀπειρέσιον κεχάροντο.
Καὶ τότʼ ἄρʼ Ἀτρέος υἷες ἐς ἄγκεα τηλεθάοντα
Ἴδης ὑψικόμοιο θοοὺς προέηκαν ἱκέσθαι
ἀνέρας. Οἳ δʼ ἐλάτῃσιν ἐπιβρίσαντες ἀνʼ ὕλην
τάμνον δένδρεα μακρά· περικτυπέοντο δὲ βῆσσαι
θεινομένων· δολιχαὶ δὲ κατʼ οὔρεα μακρὰ κολῶναι
δεύοντʼ ἐκ ξυλόχοιο· νάπη δʼ ἀνεφαίνετο πᾶσα
θήρεσιν οὐκέτι τόσσον ἐπήρατος ὡς τὸ πάροιθε·
πρέμνα δʼ ἀπαυαίνοντο βίην ποθέοντʼ ἀνέμοιο.
Καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶ
ἐσσυμένως φορέεσκον ἐπʼ ᾐόνας Ἑλλησπόντου
οὔρεος ἐκ λασίοιο· μόγησε δὲ θυμὸς ἐπʼ ἔργῳ
αἰζηῶν τε καὶ ἡμιόνων. Πονέοντο δὲ λαοὶ
… ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ·
οἳ μὲν γὰρ τέμνεσκον ὑπʼ ὀκριόεντι σιδήρῳ
δούρατα καὶ σανίδας διεμέτρεον· οἳ δʼ ἄρʼ ἀπʼ ὄζους
λείαινον πελέκεσσιν ἔτʼ ἀπρίστων ἀπὸ φιτρῶν·
ἄλλος δʼ ἄλλό τι ῥέζε πονεύμενος. Αὐτὰρ Ἐπειὸς
ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα
νηδύα, τῇ δʼ ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν
ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην
αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ
κινυμένην, λάσιον δὲ κάρη καὶ ἐύτριχον οὐρήν,
οὔατα δʼ ὀφθαλμούς τε διειδέας ἄλλά τε πάντα
οἷς ἐπικίνυται ἵππος. Ἀέξετο δʼ ἱερὸν ἔργον
ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην
δῶκʼ ἐρατήν. Τετέλεστο δʼ ἐνὶ τρισὶν ἤμασι πάντα
Παλλάδος ἐννεσίῃσι· πολὺς δʼ ἐπεγήθεε λαὸς
Ἀργείων, θαύμαζε δʼ ὅπως ἐπὶ δούρατι θυμὸς
καὶ τάχος ἐκπεπότητο ποδῶν, χρεμέθοντι δʼ ἐῴκει.
Καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου
εὔχετʼ ἐπʼ ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας·
«Κλῦθι, θεὰ μεγάθυμε, σάου δʼ ἐμὲ καὶ τεὸν ἵππον.»
Ὣς φάτο· τοῦ δʼ ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη,
καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν
πᾶσιν ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο.
Ἀλλʼ ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦ
δερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων
μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα,
δὴ τότʼ ἐπʼ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος
ἔμπεσεν ἀθανάτοισιν ἔρις· δίχα δέ σφισι θυμὸς
ἔπλετʼ ὀρινομένων. Ἀνέμων δʼ ἐπιβάντες ἀέλλαις
οὐρανόθεν φορέοντο ποτὶ χθόνα· τοῖσι δʼ ὑπʼ αἰθὴρ
ἔβραχεν. Οἳ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα
ἀλλήλων ἵσταντο καταντίον, οἳ μὲν Ἀχαιῶν,
οἳ δʼ ἄρʼ ὑπὲρ Τρώων· πολέμου δʼ ἔρος ἔμπεσε θυμῷ.
Τοῖσι δʼ ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον.
Καί ῥʼ οἳ μὲν δολόεντα κοτεσσάμενοι μενέαινον
ἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἳ δʼ ἐρατεινὴν
Ἴλιον· Αἶσα δʼ ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν
τρέψε νόον μακάρεσσιν. Ἄρης δʼ ἐξῆρχε μόθοιο,
ἆλτο δʼ Ἀθηναίης κατεναντίον· ὣς δὲ καὶ ἄλλοι
σύμπεσον ἀλλήλοισι. Περὶ σφίσι δʼ ἄμβροτα τεύχη
χρύσεα κινυμένοισι μέγʼ ἴαχεν· ἀμφὶ δὲ πόντος
εὐρὺς ὑπεσμαράγησε· κελαινὴ δʼ ἔτρεμε γαῖα
ἀθανάτων ὑπὸ ποσσί. Μακρὸν δʼ ἅμα πάντες ἄυσαν·
σμερδαλέη δʼ ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε,
μέχρις ἐπʼ Ἀϊδονῆος ὑπερθύμοιο βέρεθρον·
Τιτῆνες δʼ ὑπένερθε μέγʼ ἔτρεσαν. Ἀμφὶ δὲ μακρὴ
Ἴδη ὑπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα
ἀενάων ποταμῶν, δολιχαὶ δʼ ἅμα τοῖσι χαράδραι
νῆές τʼ Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ·
ἀλλʼ οὐκ ἀνθρώποισι πέλεν δέος, οὐδʼ ἐνόησαν
αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν. Οἳ δὲ κολώνας
χερσὶν ἀπορρήξαντες ἀπʼ οὔρεος Ἰδαίοιο
βάλλον ἐπʼ ἀλλήλους· αἳ δὲ ψαμάθοισιν ὁμοῖαι
ῥεῖα διεσκίδναντο θεῶν περὶ ἄσχετα γυῖα
ῥηγνύμεναι διὰ τυτθά. Διὸς δʼ ἐπὶ πείρασι γαίης
οὐ λάθον ἠῢ νόημα· λιπὼν δʼ ἄφαρ Ὠκεανοῖο
χεύματʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιε· τὸν δὲ φέρεσκον
Εὖρος καὶ Βορέης, Ζέφυρος δʼ ἐπὶ τοῖσι Νότος τε,
τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις
ἅρματος αἰὲν ἐόντος ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν
χερσὶν ὑπʼ ἀκαμάτοισιν ἀτειρέος ἐξ ἀδάμαντος.
Ἵκετο δʼ Οὐλύμποιο ῥίον μέγα· σὺν δʼ ἐτίναξεν
ἠέρα πᾶσαν ὕπερθε χολούμενος· ἄλλοθε δʼ ἄλλαι
βρονταὶ ὁμῶς στεροπῇσι μέγʼ ἔκτυπον· ἐκ δὲ κεραυνοὶ
ταρφέες ἐξεχέοντο ποτὶ χθόνα· καίετο δʼ ἀὴρ
ἄσπετον. Ἀθανάτοισι δʼ ὑπὸ φρένας ἔμπεσε δεῖμα·
πάντων δʼ ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων.
Τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα
ἆλτο διὰ νεφέων, τάχα δέ σφεας εἰσαφίκανεν·
οἴη γὰρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο·
τοῖον δʼ ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι·
«Ἴσχεσθʼ ἰωχμοῖο δυσηχέος· οὐ γὰρ ἔοικε
Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκʼ ἀνδρῶν
μάρνασθʼ αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄιστοι
ἔσσεσθʼ· ἦ γὰρ ὕπερθεν ἐφʼ ὑμέας οὔρεα πάντα
εἰς ἓν ἀναρρήξας οὔθʼ υἱῶν οὔτε θυγατρῶν
φείσεται, ἀλλʼ ἄρα πάντας ὁμῶς καθύπερθε καλύψει
γαίῃ ἀπειρεσίῃ· οὐδʼ ἔσσεται ὔμμιν ἄλυξις
ἐς φάος· ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει.»
Ὣς φάτο· τοὶ δʼ ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν·
ὑσμίνης δʼ ἔσχοντο, χόλον δʼ ἀπὸ νόσφι βάλοντο
ἀργαλέον, φιλότητα δʼ ὁμήθεα ποιήσαντο.
Καί ῥʼ οἳ μὲν νίσοντο πρὸς οὐρανόν, οἳ δʼ ἁλὸς εἴσω,
οἳ δʼ ἀνὰ γαῖαν ἔμιμνον. Ἐυπτολέμοισι δʼ Ἀχαιοῖς
υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον·
«Ὦ νύ μοι Ἀργείων σημάντορες ὀβριμόθυμοι,
νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵ τινές ἐστε
ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες· ἦ γὰρ ἱκάνει
ἔργον ἀναγκαίης. Ἀλλὰ μνησώμεθʼ Ἄρηος,
ἐς δʼ ἵππον βαίνωμεν ἐΰξοον, ὄφρά κε τέκμωρ
εὕρωμεν πολέμοιο δυσηχέος· ὣς γὰρ ἄμεινον
ἔσσεται, ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν
ἄστυ μέγʼ ἐκπέρσωμεν οὗ εἵνεκα δεῦρο μολόντες
πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης.
Ἀλλʼ ἄγε δὴ μένος ἠῢ καὶ ἄλκιμον ἐν φρεσὶ θέσθε·
καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ
θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα
χειρότερος γεγαώς· μάλα γὰρ μέγα θυμὸν ἀέξει
θάρσος, ὅ πέρ τε πέλει πολὺ λώιον ἀνθρώποισιν.
Ἀλλʼ ἄγʼ ἀριστῆες μὲν ἐῢν λόχον ἐντύνασθε·
οἱ δʼ ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντες
μίμνετε, εἰς ὅ κεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι
δήιοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι.
Αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι,
μιμνέτω ἄγχʼ ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ·
καί οἱ πάντα μέλοιτο μάλʼ ἔμπεδον ὁππόσʼ ἔγωγε
πρόσθʼ ἐφάμην· καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ,
ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται.»
Ὣς φάτο· τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ
ἄλλων δειδιότων· μάλα γὰρ μέγα ἔργον ἔμελλεν
ἐκτελέειν· τῶ καί μιν ἐυφρονέοντʼ ἀνὰ θυμὸν
εὐρὺς ἀγάσσατο λαός· ὃ δʼ ἐν μέσσοισιν ἔειπεν·
«Ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες,
ἔργον μὲν τόδʼ ἔγωγε λιλαιομένοισι τελέσσω,
εἴ τέ μʼ ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται
βάλλειν ζωὸν ἐόντα· τὸ γάρ νύ μοι εὔαδε θυμῷ,
ἢ θανέειν δηίοισιν ὑπʼ ἀνδράσιν ἢ ὑπαλύξαι
Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα.»
Ὣς φάτο θαρσαλέως· μέγα δʼ Ἀργεῖοι κεχάροντο,
καί τις ἔφη· «Ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε
σήμερον· οὐ γὰρ πρόσθεν ἔην θρασύς· ἀλλά ἑ δαίμων
ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι
ἢ νῶιν· νῦν γὰρ καὶ ὀΐομαι ἐσσυμένως περ
ἀργαλέου πολέμοιο τέκμωρ εὔδηλον ἔσεσθαι.»
Ὣς ἄρʼ ἔφη κατὰ λαὸν ἀρηιφίλων τις Ἀχαιῶν.
Νέστωρ δʼ αὖθʼ ἑτέρωθεν ἐποτρύνων μετέειπε·
«Νῦν χρειώ, φίλα τέκνα, βίης καὶ θάρσεος ἐσθλοῦ·
νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην
ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν.
Ἀλλʼ ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου
βαίνετʼ, ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάζει.
Ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο,
οἷον ὅτʼ Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο
Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότʼ ἔγωγε
πρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον,
εἰ μὴ ἄρʼ ἀντίθεος Πελίης ἀέκοντά μʼ ἔρυκε.
Νῦν δέ με γῆρας ἔπεισι πολύστονον· ἀλλʼ ἄρα καὶ ὧς,
ὡς νέον ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου
θαρσαλέως· κάρτος δὲ θεὸς καὶ κῦδος ὀπάσσει.»
Ὣς φάμενον προσέειπε πάις ξανθοῦ Ἀχιλῆος·
«Ὦ Νέστορ, σὺ μέν ἐσσι νόῳ προφερέστατος ἀνδρῶν
πάντων· ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρφεν
οὐδέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο.
Τῶ σε χρὴ Τενέδοιο πρὸς ᾐόνας ἀπονέεσθαι·
ἐς δὲ λόχον νέοι ἄνδρες ἔθʼ ὑσμίνης ἀκόρητοι
βησόμεθʼ, ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις.»
Ὣς φάτο· τῷ δʼ ἄγχιστα κιὼν Νηλήιος υἱὸς
ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήν τʼ ἐφύπερθεν,
οὕνεχʼ ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον
αὐτός, ὃ δʼ αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν
ἄλλοις σὺν Δαναοῖσιν· ἐέλδετο γὰρ πονέεσθαι.
Καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
«Ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ ἐΰφρονι μύθῳ
ἀντιθέου Ἀχιλῆος· ἔολπα δὲ σῇσι χέρεσσιν
Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ.
Ὀψὲ δʼ ἄρʼ ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν
πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά.
Ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν,
ἐσθλὰ δὲ πολλὸν ἄπωθε· πόνον δʼ ἐς μέσσον ἔλασσαν·
τοὔνεκα ῥηιδίη μὲν ἐς ἀργαλέην κακότητα
αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δʼ ἐπὶ κῦδος,
μέσφʼ ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ.»
Ὣς φάτο· τὸν δʼ Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός·
«Ὦ γέρον, ὡς σύ γʼ ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο
ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτως.
Εἰ δʼ ἑτέρως ἐθέλουσι θεοί, καὶ τοῦτο τετύχθω·
βουλοίμην δʼ ὑπʼ Ἄρηι ἐϋκλειῶς ἀπολέσθαι
ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι.»
Ὣς εἰπὼν ὤμοισι κατʼ ἄμβροτα θήκατο τεύχη
πατρὸς ἑοῦ· τοὶ δʼ αἶψα καὶ αὐτοὶ θωρήχθησαν
ἡρώων οἱ ἄριστοι ὅσοις θρασὺς ἔπλετο θυμός.
Τούς μοι νῦν καθʼ ἕκαστον ἀνειρομένῳ σάφα, Μοῦσαι,
ἔσπεθʼ ὅσοι κατέβησαν ἔσω πολυχανδέος ἵππου·
ὑμεῖς γὰρ πᾶσάν μοι ἐνὶ φρεσὶ θήκατʼ ἀοιδήν,
πρίν μοι ἔτʼ ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,
Σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι
τρὶς τόσον Ἕρμου ἄπωθεν ὅσον βοόωντος ἀκοῦσαι,
Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ,
οὔρεϊ οὔτε λίην χθαμαλῷ οὔθʼ ὑψόθι πολλῷ.
Πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα
υἱὸς Ἀχιλλῆος, σὺν δʼ ὁ κρατερὸς Μενέλαος
ἠδʼ Ὀδυσεὺς Σθένελός τε καὶ ἀντίθεος Διομήδης·
βῆ δὲ Φιλοκτήτης τε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς,
σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης,
Αἴας τʼ Εὐρύπυλός τε καὶ ἰσόθεος Θρασυμήδης,
Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω·
σὺν δʼ ἄρʼ ἐϋμμελίης Ποδαλείριος Εὐρύμαχός τε
Τεῦκρός τʼ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,
Θάλπιος Ἀμφίμαχός τε μενεπτόλεμός τε Λεοντεύς·
σὺν δʼ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε
Δημοφόων τε καὶ Ἀμφίλοχος κρατερός τʼ Ἀγαπήνωρ,
σὺν δʼ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός·
ἄλλοι δʼ αὖ κατέβαινον ὅσοι ἔσαν ἔξοχʼ ἄριστοι,
ὅσσους χάνδανεν ἵππος ἐΰξοος ἐντὸς ἐέργειν.
Ἐν δέ σφιν πύματος κατεβήσετο δῖος Ἐπειὸς
ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δʼ ᾧ ἐνὶ θυμῷ
ἠμὲν ἀνωΐξαι κείνου πτύχας ἠδʼ ἐπερεῖσαι·
τοὔνεκα δὴ πάντων βῆ δεύτατος. Εἴρυσε δʼ εἴσω
κλίμακας ᾗς ἀνέβησαν· ὃ δʼ αὖ μάλα πάντʼ ἐπερείσας
αὐτοῦ πὰρ κληῖδι καθέζετο· τοὶ δὲ σιωπῇ
πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου.
Οἳ δʼ ἄλλοι νήεσσιν ἐπέπλεον εὐρέα πόντον
ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.
Τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε
σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων·
τοὺς δὲ καὶ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου
Ἀργεῖοι κατέρυξαν, ἵνʼ ἐν νήεσσι μένοντες
ἄλλοις σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες
ἔργῳ ἐποίχονται, ὁπότʼ εἰσορόωσιν ἄνακτες·
τοὔνεκʼ ἄρʼ ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.
Οἳ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο·
εὐνὰς δʼ ἔνθʼ ἔβαλον κατὰ βένθεος· ἐκ δʼ ἔβαν αὐτοὶ
νηῶν ἐσσυμένως· ἀπὸ δʼ ἔκτοθι πείσματʼ ἔδησαν
ἠιόνων· αὐτοὶ δὲ παρʼ αὐτόθι μίμνον ἕκηλοι
δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.
Οἳ δʼ ἄρʼ ἐν ἵππῳ ἔσαν δηίων σχεδόν, ἄλλοτε μέν που
φθεῖσθαι ὀϊόμενοι, ὁτὲ δʼ ἱερὸν ἄστυ δαΐξαι·
καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια.
Τρῶες δʼ εἰσενόησαν ἐπʼ ᾐόσιν Ἑλλησπόντου
καπνὸν ἔτʼ ἀΐσσοντα διʼ ἠέρος· οὐδʼ ἄρα νῆας
δέρκονθʼ αἵ σφιν ἔνεικαν ἀφʼ Ἑλλάδος αἰνὸν ὄλεθρον.
Γηθόσυνοι δʼ ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι
τεύχεʼ ἐφεσσάμενοι· ἔτι γὰρ δέος ἄμπεχε θυμόν.
Ἵππον δʼ εἰσενόησαν ἐΰξοον, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
θάμβεον ἑσταότες· μάλα γὰρ μέγα ἔργον ἐτύχθη.
Ἀγχόθι δʼ αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν,
καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος
μέσσον ἐκυκλώσαντο περισταδόν· ἀμφὶ δὲ μύθοις
μειλιχίοις εἴροντο πάρος, μετέπειτα δʼ ὁμοκλῇ
σμερδαλέῃ, καὶ πολλὰ δολόφρονα φῶτα δάιζον
πολλὸν ἐπὶ χρόνον αἰέν. Ὃ δʼ ἔμπεδον ἠΰτε πέτρη
μίμνεν ἀτειρέα γυῖʼ ἐπιειμένος. Ὀψὲ δʼ ἄρʼ αὐτοῦ
οὔαθʼ ὁμῶς καὶ ῥῖνας ἀπὸ μελέων ἐτάμοντο
πάμπαν ἀεικίζοντες, ὅπως νημερτέα εἴπῃ,
ὅππῃ ἔβαν Δαναοί, σὺν νήεσιν ἠὲ καὶ ἵππος
ἔνδον ἐρητύεσκεν. Ὃ δʼ ἐνθέμενος φρεσὶ κάρτος
λώβης οὐκ ἀλέγιζεν ἀεικέος, ἀλλʼ ἐνὶ θυμῷ
ἔτλη καὶ πληγῇσι καὶ ἐν πυρὶ τειρόμενός περ
ἀργαλέως· Ἥρη γὰρ ἐνέπνευσεν μέγα κάρτος.
Τοῖα δʼ ἄρʼ ἐν μέσσοισι δολοφρονέων ἀγόρευεν·
«Ἀργεῖοι μὲν νηυσὶν ὑπὲρ πόντοιο φέβονται
μακρῷ ἀκηδήσαντες ἐπὶ πτολέμῳ καὶ ἀνίῃ.
Κάλχαντος δʼ ἰότητι δαΐφρονι Τριτογενείῃ
ἵππον ἐτεκτήναντο, θεῆς χόλον ὄφρʼ ἀλέωνται
πάγχυ κοτεσσαμένης Τρώων ὕπερ. Ἀμφὶ δὲ νόστου
ἐννεσίῃς Ὀδυσῆος ἐμοὶ μενέαινον ὄλεθρον,
ὄφρά με δῃώσωσι δυσηχέος ἄγχι θαλάσσης
δαίμοσιν εἰναλίοις. Ἐμὲ δʼ οὐ λάθον, ἀλλʼ ἀλεγεινὰς
σπονδάς τʼ οὐλοχύτας τε μάλʼ ἐσσυμένως ὑπαλύξας
ἀθανάτων βουλῇσι παραὶ ποσὶ κάππεσον ἵππου·
οἳ δὲ καὶ οὐκ ἐθέλοντες ἀναγκαίῃ μʼ ἐλίποντο,
ἁζόμενοι μεγάλοιο Διὸς κρατερόφρονα κούρην.»
Ὣς φάτο κερδοσύνῃσι καὶ οὐ κάμεν ἄλγεσι θυμόν·
ἀνδρὸς γὰρ κρατεροῖο κακὴν ὑποτλῆναι ἀνάγκην.
Τῷ δʼ οἳ μὲν πεπίθοντο κατὰ στρατόν, οἳ δʼ ἄρʼ ἔφαντο
ἔμμεναι ἠπεροπῆα πολύτροπον, οἷς ἄρα βουλὴ
ἥνδανε Λαοκόωντος· ὃ γὰρ πεπνυμένα βάζων
φῆ δόλον ἔμμεναι αἰνὸν ὑπʼ ἐννεσίῃσιν Ἀχαιῶν,
πάντας δʼ ὀτρύνεσκε θοῶς ἐμπρησέμεν ἵππον,
ἵππον δουράτεον καὶ γνώμεναι εἴ τι κέκευθε.
Καί νύ κέ οἱ πεπίθοντο καὶ ἐξήλυξαν ὄλεθρον,
εἰ μὴ Τριτογένεια κοτεσσαμένη περὶ θυμῷ
αὐτῷ καὶ Τρώεσσι καὶ ἄστεϊ γαῖαν ἔνερθε
θεσπεσίην ἐλέλιξεν ὑπαὶ ποσὶ Λαοκόωντος.
Τῷ δʼ ἄφαρ ἔμπεσε δεῖμα, τρόμος δʼ ἀμφέκλασε γυῖα
ἀνδρὸς ὑπερθύμοιο· μέλαινα δέ οἱ περὶ κρατὶ
νὺξ ἐχύθη· στυγερὸν δὲ κατὰ βλεφάρων πέσεν ἄλγος,
σὺν δʼ ἔχεεν λασίῃσιν ὑπʼ ὀφρύσιν ὄμματα φωτός·
γλῆναι δʼ ἀργαλέῃσι πεπαρμέναι ἀμφʼ ὀδύνῃσι
ῥιζόθεν ἐκλονέοντο· περιστρωφῶντο δʼ ὀπωπαὶ
τειρόμεναι ὑπένερθεν· ἄχος δʼ ἀλεγεινὸν ἵκανεν
ἄχρι καὶ ἐς μήνιγγας ἰδʼ ἐγκεφάλοιο θέμεθλα.
Τοῦ δʼ ὁτὲ μὲν φαίνοντο μεμιγμένοι αἵματι πολλῷ
ὀφθαλμοί, ὁτὲ δʼ αὖτε δυσαλθέα γλαυκιόωντες·
πολλάκι δʼ ἔρρεον, οἷον ὅτε στυφελῆς ἀπὸ πέτρης
εἴβεται ἐξ ὀρέων νιφετῷ πεπαλαγμένον ὕδωρ.
Μαινομένῳ δʼ ἤικτο καὶ ἔδρακε διπλόα πάντα
αἰνὰ μάλα στενάχων. Καὶ ἔτι Τρώεσσι κέλευεν
οὐδʼ ἀλέγιζε μόγοιο· φάος δέ οἱ ἐσθλὸν ἄμερσε
δῖα θεή· λευκαὶ δʼ ἄρʼ ὑπὸ βλέφαρʼ ἔσταν ὀπωπαὶ
αἵματος ἐξ ὀλοοῖο. Περιστενάχιζε δὲ λαὸς
οἰκτείρων φίλον ἄνδρα καὶ ἀθανάτην Ἀγελείην
ἐρριγὼς μὴ δή τι παρήλιτον ἀφραδίῃσι.
Καί σφιν ἐς αἰνὸν ὄλεθρον ἀνεγνάμφθη νόος ἔνδον,
οὕνεκα λωβήσαντο δέμας μογεροῖο Σίνωνος,
ἐλπόμενοι κατὰ θυμὸν ἐτήτυμα πάντʼ ἀγορεύσειν·
τοὔνεκα προφρονέως μιν ἄγον ποτὶ Τρώιον ἄστυ
ὀψέ περ οἰκτείραντες. Ἀγειρόμενοι δʼ ἄρα πάντες
σειρὴν ἀμφεβάλοντο θοῶς περιμήκεϊ ἵππῳ
δησάμενοι καθύπερθεν, ἐπεί ῥά οἱ ἐσθλὸς Ἐπειὸς
ποσσὶν ὑπὸ βριαροῖσιν ἐύτροχα δούρατʼ ἔθηκεν,
ὄφρά κεν αἰζηοῖσιν ἐπὶ πτολίεθρον ἕπηται
ἑλκόμενος Τρώων ὑπὸ χείρεσιν. Οἳ δʼ ἅμα πάντες
εἷλκον ἐπιβρίσαντες ἀολλέες, ἠΰτε νῆα
ἕλκωσιν μογέοντες ἔσω ἁλὸς ἠχηέσσης
αἰζηοί, στιβαραὶ δὲ περιστενάχουσι φάλαγγες
τριβόμεναι, δεινὸν δὲ τρόπις περιτετριγυῖα
ἀμφὶς ὀλισθαίνουσα κατέρχεται εἰς ἁλὸς οἶδμα·
ὣς οἵ γε σφίσι πῆμα ποτὶ πτόλιν ἔργον Ἐπειοῦ
πνασυδίῃ μογέοντες ἀνείρυον. Ἀμφὶ δʼ ἄρʼ αὐτῷ
πολλὸν ἄδην στεφέων ἐριθηλέα κόσμον ἔθεντο·
αὐτοὶ δʼ ἐστέψαντο κάρη· μέγα δʼ ἤπυε λαὸς
ἀλλήλοις ἐπικεκλομένων. Ἐγέλασσε δʼ Ἐνυὼ
δερκομένη πολέμοιο κακὸν τέλος· ὑψόθι δʼ Ἥρη
τέρπετʼ, Ἀθηναίη δʼ ἐπεγήθεεν. Οἳ δὲ μολόντες
ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος
λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον· αἳ δʼ ὀλόλυξαν
Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι
θάμβεον ὄβριμον ἔργον ὃ δή σφισιν ἔκρυφε πῆμα.
Λαοκόων δʼ ἔτʼ ἔμιμνεν ἐποτρύνων ἑτάροισιν
ἵππον ἀμαλδῦναι μαλερῷ πυρί· τοὶ δέ οἱ οὔ τι
πείθοντʼ, ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν.
Τῷ δʼ ἐπὶ κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθήνη
δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος.
Δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ
ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες
σμερδαλέοι ναίεσκον ἔτʼ οὐλομένοιο γενέθλης
Τυφῶνος, νήσοιο κατὰ πτύχας ἥν τε Καλύδνην
λαοὶ ἐπικλείουσιν, ἔσω ἁλὸς ἀντία Τροίης.
Ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων
ἐς Τροίην· οἳ δʼ αἶψα θεῆς ὕπο κινηθέντες
νῆσον ὅλην ἐτίναξαν· ἐπεσμαράγησε δὲ πόντος
νισομένων καὶ κῦμα διίστατο· τοὶ δʼ ἐφέροντο
αἰνὸν λιχμώωντες· ἔφριξε δὲ κήτεα πόντου.
Ἀμφὶ δʼ ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες
Νύμφαι καὶ Σιμόεντος, ἀπʼ Οὐλύμποιο δὲ Κύπρις
ἄχνυτο. Τοὶ δʼ ἄφαρ ἷξαν ὅπῃ θεὸς ὀτρύνεσκε,
θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων
δυστήνοις ἐπὶ παισί. Κακὴ δʼ ἐπενίσετο φύζα
Τρῶας, ὅτʼ εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα·
οὐδέ τις αἰζηῶν, οὐδʼ εἰ μένος ἄτρομος ἦεν,
μεῖναι ἔτλη· πάντας γὰρ ἀμείλιχον ἄμπεχε δεῖμα
θῆρας ἀλευομένους, ὀδύνη δʼ ἔχεν. Ἔνθα γυναῖκες
οἴμωζον καί πού τις ἑῶν ἐπελήσατο τέκνων
αὐτὴ ἀλευομένη στυγερὸν μόρον. Ἀμφὶ δὲ Τροίη
ἔστενʼ ἐπεσσυμένων. Πολλοὶ δʼ ἄφαρ εἰς ἓν ἰόντες
γυῖα περιδρύφθησαν· ἐνεστείνοντο δʼ ἀγυιαῖς
ἀμφιπεριπτώσσοντες. Ἔλειπτο δὲ μοῦνος ἄπωθε
Λαοκόων ἅμα παισί· πέδησε γὰρ οὐλομένη Κὴρ
καὶ θεός. Οἳ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον
ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι
πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας· οὐδʼ ὅ γʼ ἀμύνειν
ἔσθενεν· ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες
κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. Οἳ δʼ ἄρʼ Ἀθήνης
προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν
ἄμφω ἀϊστώθησαν ὑπὸ χθόνα· τῶν δʼ ἔτι σῆμα
φαίνεθʼ, ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος
Περγάμῳ ἐν ζαθέῃ. Προπάροιθε δὲ Τρώιοι υἷες
παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων
τεῦξαν ἅμʼ ἀγρόμενοι κενεὸν τάφον ᾧ ἔπι δάκρυ
χεῦε πατὴρ ἀλαοῖσιν ὑπʼ ὄμμασιν· ἀμφὶ δὲ μήτηρ
πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ
ἐλπομένη τι καὶ ἄλλο κακώτερον· ἔστενε δʼ ἄτην
ἀνέρος ἀφραδίῃ, μακάρων δʼ ὑπεδείδιε μῆνιν.
Ὡς δʼ ὅτʼ ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν
πολλὰ μάλʼ ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών,
ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν,
δάμναθʼ ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος,
μητέρι δʼ ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα
μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα·
ὣς ἥ γε στενάχιζε λυγρὸν τεκέων ἐπʼ ὀλέθρῳ
μυρομένη κενεῷ περὶ σήματι· σὺν δέ οἱ ἄλλο
πῆμα μάλʼ ἀργαλέον πόσιος πέλεν ἀμφʼ ἀλαοῖο.
Καί ῥʼ ἣ μὲν φίλα τέκνα καὶ ἀνέρα κωκύεσκε,
τοὺς μὲν ἀποφθιμένους, τὸν δʼ ἄμμορον ἠελίοιο·
Τρῶες δʼ ἀθανάτοισιν ἐπεντύνοντο θυηλὰς
λείβοντες μέθυ λαρόν, ἐπεί σφισιν ἦτορ ἐώλπει
λευγαλέου πολέμοιο βαρὺ σθένος ἐξυπαλύξειν.
Ἱερὰ δʼ οὐ καίοντο, πυρὸς δʼ ἐσβέννυτʼ ἀϋτμή,
ὄμβρου ὅπως καθύπερθε δυσηχέος ἐσσυμένοιο·
καπνὸς δʼ αἱματόεις ἀνεκήκιε· μῆρα δὲ πάντα
πῖπτε χαμαὶ τρομέοντα· κατηρείποντο δὲ βωμοί·
σπονδαὶ δʼ αἷμα γένοντο· θεῶν δʼ ἐξέρρεε δάκρυ,
καὶ νηοὶ δεύοντο λύθρῳ· στοναχαὶ δʼ ἐφέροντο
ἔκποθεν ἀπροφάτοιο· περισσείοντο δὲ μακρὰ
τείχεα καὶ πύργοι μεγάλʼ ἔκτυπον, ὡς ἐτεόν περ·
αὐτόματοι δʼ ἄρʼ ὀχῆες ἀνωίγνυντο πυλάων
αἰνὸν κεκλήγοντες, ἐπεστενάχοντο δὲ λυγρὸν
ἐννύχιοι ὄρνιθες ἐρημαῖον βοόωντες·
ἄστρα δὲ πάντʼ ἐφύπερθε θεοδμήτοιο πόληος
ἀχλὺς ἀμφεκάλυψε καὶ ἀννεφέλου περ ἐόντος
οὐρανοῦ αἰγλήεντος· ἀπαυαίνοντο δὲ δάφναι
πὰρ νηῷ Φοίβοιο πάρος θαλεραί περ ἐοῦσαι·
ἐν δὲ λύκοι καὶ θῶες ἀναιδέες ὠρύσαντο
ἔντοσθεν πυλέων. Μάλα μυρία δʼ ἄλλʼ ἐφαάνθη
σήματα Δαρδανίδῃσι καὶ ἄστεϊ πῆμα φέροντα·
ἀλλʼ οὐ δεῖμʼ ἀλεγεινὸν ἐπὶ Τρώων φρένας ἷξε
δερκομένων ἀλεγεινὰ τεράατα πάντα κατʼ ἄστυ·
Κῆρες γὰρ πάντων νόον ἔκβαλον, ὄφρʼ ἐπὶ δαιτὶ
πότμον ἀναπλήσωσιν ὑπʼ Ἀργείοισι δαμέντες.
Οἴη δʼ ἔμπεδον ἦτορ ἔχεν πινυτόν τε νόημα
Κασσάνδρη, τῆς οὔ ποτʼ ἔπος γένετʼ ἀκράαντον,
ἀλλʼ ἄρʼ ἐτήτυμον ἔσκεν, ἀκούετο δʼ ἔκ τινος αἴσης
ὡς ἀνεμώλιον αἰέν, ἵνʼ ἄλγεα Τρωσὶ γένηται·
ἥ ῥʼ ὅτε σήματα λυγρὰ κατὰ πτόλιν εἰσενόησεν
εἰς ἓν ἅμʼ ἀΐσσοντα, μέγʼ ἴαχεν, εὖτε λέαινα
ἥν ῥά τʼ ἐνὶ ξυλόχοισιν ἀνὴρ λελιημένος ἄγρης
οὐτάσῃ ἠὲ βάλῃ, τῆς δʼ ἐν φρεσὶ μαίνεται ἦτορ . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
πάντῃ ἀνʼ οὔρεα μακρά, πέλει δέ οἱ ἄσχετος ἀλκή·
ὣς ἄρα μαιμώωσα θεοπρόπον ἔνδοθεν ἦτορ
ἤλυθεν ἐκ μεγάροιο· κόμαι δέ οἱ ἀμφεκέχυντο
ὤμοις ἀργυφέοισι μετάφρενον ἄχρις ἰοῦσαι·
ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέα· τῆς δʼ ὑπὸ δειρή,
ἐξ ἀνέμων ἅτε πρέμνον, ἄδην ἐλελίζετο πάντῃ.
Καί ῥα μέγα στονάχησε καὶ ἴαχε παρθένος ἐσθλή·
«Ἆ δειλοί, νῦν βῆμεν ὑπὸ ζόφον· ἀμφὶ γὰρ ἡμῖν
ἔμπλειον πυρὸς ἄστυ καὶ αἵματος ἠδὲ καὶ οἴτου
λευγαλέου· πάντῃ δὲ τεράατα δακρυόεντα
ἀθάνατοι φαίνουσι, καὶ ἐν ποσὶ κείμεθʼ Ὀλέθρου.
Σχέτλιοι, οὐδέ τι ἴστε κακὸν μόρον, ἀλλʼ ἄρα πάντες
χαίρετε ἀφραδέοντες. Ὃ γὰρ μέγα πῆμα κέκευθεν·
ἀλλά μοι οὐ πείσεσθʼ, οὐδʼ εἰ μάλα πόλλʼ ἀγορεύσω,
οὕνεκʼ Ἐριννύες ἄμμι γάμου κεχολωμέναι αἰνοῦ
ἀμφʼ Ἑλένης καὶ Κῆρες ἀμείλιχοι ἀΐσσουσι
πάντῃ ἀνὰ πτολίεθρον· ἐπʼ εἰλαπίνῃ δʼ ἀλεγεινῇ
δαίνυσθʼ ὕστατα δόρπα κακῷ πεφορυγμένα λύθρῳ
ἤδη ἐπιψαύοντες ὁμὴν ὁδὸν εἰδώλοισι.» . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
Καί τις κερτομέων ὀλοφώιον ἔκφατο μῦθον·
«Ὦ κούρη Πριάμοιο, τί ἤ νύ σε μάργος ἀνώγει
γλῶσσα κακοφραδίη τʼ ἀνεμώλια πάντʼ ἀγορεύειν;
Οὐδέ σε παρθενικὴ καὶ ἀκήρατος ἀμπέχει αἰδώς,
ἀλλά σε λύσσʼ ὀλοὴ περιδέδρομε· τῶ νύ σε πάντες
αἰὲν ἀτιμάζουσι βροτοὶ πολύμυθον ἐοῦσαν.
Ἔρρε καὶ Ἀργείοισι κακὴν προτιόσσεο φήμην
ἠδʼ αὐτῇ· τάχα γάρ σε καὶ ἀργαλεώτερον ἄλγος
μίμνει Λαοκόωντος ἀναιδέος· οὐ γὰρ ἔοικεν
ἀθανάτων φίλα δῶρα δαϊζέμεν ἀφραδέοντα.»
Ὣς ἄρʼ ἔφη Τρώων τις ἀνὰ πτόλιν· ὣς δὲ καὶ ἄλλοι
κούρην μωμήσαντο καὶ οὐ φάσαν ἄρτια βάζειν,
οὕνεκʼ ἄρά σφισι πῆμα καὶ ἀργαλέον μένος Αἴσης
ἄγχι παρειστήκει. Τοὶ δʼ οὐ νοέοντες ὄλεθρον
κείνην κερτομέοντες ἀπέτρεπον εὐρέος ἵππου.
Ἦ γάρ οἱ μενέαινε διὰ ξύλα πάντα κεδάσσαι
ἠὲ καταπρῆσαι μαλερῷ πυρί· τοὔνεκα πεύκης
αἰθομένης ἔτι δαλὸν ἀπʼ ἐσχαρεῶνος ἑλοῦσα
ἔσσυτο μαιμώωσʼ, ἑτέρῃ δʼ ἐνὶ χειρὶ φέρεσκεν
ἀμφίτυπον βουπλῆγα. Λυγροῦ δʼ ἐπεμαίετο ἵππου,
ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι
Τρῶες· τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες
πῦρ ὀλοόν τε σίδηρον ἀκηδέες ἐντύνοντο
δαῖτα λυγρήν· μάλα γὰρ τάχʼ ἐπήιεν ὑστατίη νύξ.
Ἀργεῖοι δʼ ἔντοσθεν ἐγήθεον εἰσαΐοντες
δαινυμένων ὅμαδον κατὰ Ἴλιον οὐδʼ ἀλεγόντων
Κασσάνδρης, τήν ῥʼ αὐτοὶ ἐθάμβεον, ὡς ἐτέτυκτο
ἀτρεκέως εἰδυῖα νόον καὶ μῆτιν Ἀχαιῶν.
Ἣ δʼ, ἅτε πόρδαλις ἔσσυτʼ ἐν οὔρεσιν ἀσχαλόωσα
ἥν τʼ ἀπὸ μεσσαύλοιο κύνες μογεροί τε νομῆες
σεύοντʼ ἐσσυμένως, ἣ δʼ ἄγριον ἦτορ ἔχουσα
ἐντροπαλιζομένη ἀναχάζεται ἀχνυμένη κῆρ·
ὣς ἥ γʼ εὐρέος ἵππου ἀπέσσυτο τειρομένη περ
Τρώων ἀμφὶ φόνῳ· μάλα γὰρ μέγα δέχνυτο πῆμα.
ΛΟΓΟΣ ΙΓʹ
Οἳ δʼ ἄρʼ ἀνὰ πτολίεθρον ἐδόρπεον· ἐν δʼ ἄρα τοῖσιν
αὐλοὶ ὁμῶς σύριγξι μέγʼ ἤπυον· ἀμφὶ δὲ πάντῃ
μολπὴ ἐπʼ ὀρχηθμοῖσι καὶ ἄκριτος ἔσκεν ἀϋτὴ
δαινυμένων, οἵη τε πέλει παρὰ δαιτὶ καὶ οἴνῳ.
Ὧδε δέ τις χείρεσσι λαβὼν ἔμπλειον ἄλεισον
πῖνεν ἀκηδέστως· βαρύθοντο δέ οἱ φρένες ἔνδον,
ἀμφὶ δʼ ἄρʼ ὀφθαλμοὶ στρεφεδίνεον· ἄλλο δʼ ἐπʼ ἄλλῳ
ἐκ στόματος προΐεσκεν ἔπος κεκολουμένα βάζων·
καί ῥά οἱ ἐν μεγάροις κειμήλια καὶ δόμος αὐτὸς
φαίνετο κινυμένοισιν ἐοικότα· πάντα δʼ ἐώλπει
ἀμφιπεριστρωφᾶσθαι ἀνὰ πτόλιν· ὄσσε δʼ ἄρʼ ἀχλὺς
ἄμπεχεν· ἀκρήτῳ γὰρ ἀμαλδύνονται ὀπωπαὶ
καὶ νόος αἰζηῶν, ὁπότʼ ἐς φρένα χανδὸν ἵκηται·
καί ῥα καρηβαρέων τοῖον ποτὶ μῦθον ἔειπεν·
«Ἦ ῥʼ ἅλιον Δαναοὶ στρατὸν ἐνθάδε πουλὺν ἄγειραν,
σχέτλιοι, οὐδʼ ἐτέλεσσαν ὅσα φρεσὶ μηχανόωντο,
ἀλλʼ αὕτως ἀπόρουσαν ἀπʼ ἄστεος ἡμετέροιο
νηπιάχοις παίδεσσιν ἐοικότες ἠὲ γυναιξίν.»
Ὣς ἄρʼ ἔφη Τρώων τις ἐεργόμενος φρένα οἴνῳ,
νήπιος· οὐδʼ ἄρʼ ἐφράσσατʼ ἐπὶ προθύροισιν Ὄλεθρον.
Εὖτε γὰρ ὕπνος ἔρυκεν ἀνὰ πτόλιν ἄλλοθεν ἄλλον
οἴνῳ ἐνιπλήθοντας ἀπειρεσίῳ καὶ ἐδωδῇ,
δὴ τότʼ ἄρʼ αἰθαλόεντα Σίνων ἀνὰ πυρσὸν ἄειρε
δεικνὺς Ἀργείοισι πυρὸς σέλας. Ἀμφὶ δέ οἱ κῆρ
ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή μιν ἴδωνται
Τρῶες ἐυσθενέες, τάχα δʼ ἀμφαδὰ πάντα γένηται·
ἀλλʼ οἳ μὲν λεχέεσσι πανύστατον ὕπνον ἴαυον
πολλῷ ὑπʼ ἀκρήτῳ βεβαρηότες, οἳ δʼ ἐσιδόντες
ἐκ Τενέδου νήεσσιν ἐπὶ πλόον ἐντύνοντο.
Αὐτὸς δʼ ἄγχʼ ἵπποιο Σίνων κίεν· ἦκα δʼ ἄυσεν,
ἦκα μάλʼ, ὡς μή πού τις ἐνὶ Τρώεσσι πύθηται,
ἀλλʼ οἶοι Δαναῶν ἡγήτορες ὧν ἀπὸ νόσφιν
ὕπνος ἄδην πεπότητο λιλαιομένων πονέεσθαι·
οἵ ῥά οἱ ἔνδον ἐόντες ἐπέκλυον, ἐς δʼ Ὀδυσῆα
πάντες ἐπʼ οὔατʼ ἔνευσαν. Ὃ δέ σφεας ὀτρύνεσκεν
ἦκα καὶ ἀτρεμέως ἐκβήμεναι· οἳ δʼ ἐπίθοντο
ἐς μόθον ὀτρύνοντι καὶ ἐξ ἵπποιο χαμᾶζε
ὥρμαινον πονέεσθαι. Ὃ δʼ ἰδρείῃσιν ἔρυκε
πάντας ἐπεσσυμένους· αὐτὸς δʼ ἄρα χερσὶ θοῇσιν
ἵππου δουρατέοιο μάλʼ ἀτρέμας ἔνθα καὶ ἔνθα
πλευρὰ διεξῴξεν ἐϋμμελίω ὑπʼ Ἐπειοῦ·
βαιὸν δʼ ἐξανέδυ σανίδων ὕπερ, ἀμφὶ δὲ πάντῃ
Τρῶας παπταίνεσκεν, ἐγρηγορότʼ εἴ που ἴδοιτο.
Ὡς δʼ ὅταν ἀργαλέῃ λιμῷ βεβολημένος ἦτορ
ἐξ ὀρέων ἔλθῃσι λύκος χατέων μάλʼ ἐδωδῆς
ποίμνης πρὸς σταθμὸν εὐρύν, ἀλευόμενος δʼ ἄρα φῶτας
καὶ κύνας, οἵ ῥά τε μῆλα φυλασσέμεναι μεμάασι,
βαίνει ποσσὶν ἕκηλος ὑπὲρ ποιμνήιον ἕρκος·
ὣς Ὀδυσεὺς ἵπποιο κατήιεν. Ἀμφὶ δʼ ἄρʼ αὐτῷ
ὄβριμοι ἄλλοι ἕποντο Πανελλήνων βασιλῆες
νισόμενοι κλίμαξι κατὰ στίχας, ἅς περ Ἐπειὸς
τεῦξεν ἀριστήεσσιν ἐυσθενέεσσι κέλευθα
ἵππον ἐς ἐρχομένοισι καὶ ἐξ ἵπποιο κιοῦσιν·
οἵ ῥα τότʼ ἀμφʼ αὐτῇσι κατήιον ἄλλοθεν ἄλλοι,
θαρσαλέοις σφήκεσσιν ἐοικότες οὕς τε κλονήσῃ
δρυτόμος, οἳ δʼ ἄρα πάντες ὀρινόμενοι περὶ θυμῷ
ὄζου ὑπεκπροχέονται, ὅτε κτύπον εἰσαΐουσιν·
ὣς οἵ γʼ ἐξ ἵπποιο μεμαότες ἐξεχέοντο
ἐς Τρώων πτολίεθρον ἐΰκτιτον· ἐν δʼ ἄρα τοῖσι
πάλλετʼ ἐνὶ στέρνοισι κέαρ. Τάχα δʼ οἳ μὲν ἔναιρον
δυσμενέας . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . … Τοὶ δʼ ἄρʼ ἔρεσσον ἔσω ἁλός· αἳ δʼ ἐφέροντο
νῆες ὑπὲρ μέγα χεῦμα· Θέτις δʼ ἴθυνε κέλευθα
οὖρον ἐπιπροϊεῖσα· νόος δʼ ἰαίνετʼ Ἀχαιῶν.
Καρπαλίμως δʼ ἐλθόντες ἐπʼ ᾐόνας Ἑλλησπόντου,
ἔνθʼ αὖτις στήσαντο νέας, σὺν δʼ ἄρμενα πάντα
εἷλον ἐπισταμένως ὅσα νήεσιν αἰὲν ἕπονται.
Αὐτοὶ δʼ αἶψʼ ἐκβάντες ἐς Ἴλιον ἐσσεύοντο
ἄβρομοι, ἠΰτε μῆλα ποτὶ σταθμὸν ἀΐσσοντα
ἐκ νομοῦ ὑλήεντος ὀπωρινὴν ὑπὸ νύκτα·
ὣς οἵ γʼ αὐΐαχοι Τρώων ποτὶ ἄστυ νέοντο
πάντες ἀριστήεσσιν ἀρηγέμεναι μεμαῶτες.
Οἳ δʼ ὥς τʼ ἀργαλέῃ λιμῷ . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . περιπαιφάσσοντες
σταθμῷ ἐπιβρίσωσι κατʼ οὔρεα μακρὰ καὶ ὕλην,
εὕδοντος μογεροῦ σημάντορος, ἄλλα δʼ ἐπʼ ἄλλοις
δάμνανθʼ ἕρκεος ἐντὸς ὑπὸ κνέφας, ἀμφὶ δὲ πάντῃ …
αἵματι καὶ νεκύεσσιν· ὀρώρει δʼ αἰνὸς ὄλεθρος
καί περ ἔτι πλεόνων Δαναῶν ἔκτοσθεν ἐόντων.
Ἀλλʼ ὅτε δὴ μάλα πάντες ἔβαν ποτὶ τείχεα Τροίης,
δὴ τότε μαιμώωντες ἀνηλεγέως ἐσέχυντο
ἐς Πριάμοιο πόληα μένος πνείοντες Ἄρηος.
Πᾶν δʼ εὗρον πτολίεθρον ἐνίπλειον πολέμοιο
καὶ νεκύων, πάντῃ δὲ πυρὶ στονόεντα μέλαθρα
καιόμενʼ ἀργαλέως· μέγα δὲ φρεσὶν ἰαίνοντο.
Ἐν δὲ καὶ αὐτοὶ Τρωσὶ κακὰ φρονέοντες ὄρουσαν·
μαίνετο δʼ ἐν μέσσοισιν Ἄρης στονόεσσά τʼ Ἐνυώ.
Πάντῃ δʼ αἷμα κελαινὸν ὑπέρρεε, δεύετο δὲ χθὼν
Τρώων ὀλλυμένων ἠδʼ ἀλλοδαπῶν ἐπικούρων·
τῶν οἳ μὲν θανάτῳ δεδμημένοι ὀκρυόεντι
κεῖντο κατὰ πτολίεθρον ἐν αἵματι, τοὶ δʼ ἐφύπερθε
πῖπτον ἀποπνείοντες ἑὸν μένος· οἳ δʼ ἄρα χερσὶ
δράγδην ἔγκατʼ ἔχοντες ὀιζυρῶς ἀλάληντο
ἀμφὶ δόμους, ἄλλοι δὲ ποδῶν ἑκάτερθε κοπέντων
ἀμφὶ νεκροὺς εἵρπυζον ἀάσπετα κωκύοντες·
πολλῶν δʼ ἐν κονίῃσι μαχέσσασθαι μεμαώτων
χεῖρες ἀπηράχθησαν ὁμῶς κεφαλῇσι καὶ αὐταῖς,
φευγόντων δʼ ἑτέρων μελίαι διὰ νῶτα πέρησαν
ἄντικρυς ἐς μαζούς, τῶν δʼ ἰξύας ἄχρις ἱκέσθαι
αἰδοίων ἐφύπερθε διαμπερές, ἧχι μάλιστα
Ἄρεος ἀκαμάτοιο πέλει πολυώδυνος αἰχμή.
Πάντῃ δʼ ἀμφὶ πόληα κυνῶν ἀλεγεινὸς ὀρώρει
ὠρυθμός, στοναχὴ δὲ δαϊκταμένων αἰζηῶν
ἔπλετο λευγαλέη· περὶ δʼ ἴαχε πάντα μέλαθρα
ἄσπετον. Οἰμωγὴ δὲ πέλε στονόεσσα γυναικῶν
εἰδομένων γεράνοισιν, ὅτʼ αἰετὸν ἀθρήσωσιν
ὑψόθεν ἀΐσσοντα διʼ αἰθέρος, οὐδʼ ἄρα τῇσι
θαρσαλέον στέρνοισι πέλει μένος, ἀλλʼ ἄρα μοῦνον
μακρὸν ἀνατρίζουσι φοβεύμεναι ἱερὸν ὄρνιν·
ὣς ἄρα Τρωιάδες μέγʼ ἐκώκυον ἄλλοθεν ἄλλαι,
αἳ μὲν ἀνεγρόμεναι λεχέων ἄπο, ταὶ δʼ ἐπὶ γαῖαν
θρῴσκουσαι· τῇς δʼ οὔ τι μίτρης ἔτι μέμβλετο λυγρῇς,
ἀλλʼ αὕτως ἀλάληντο περὶ μελέεσσι χιτῶνα
μοῦνον ἐφεσσάμεναι· ταὶ δʼ οὐ φθάσαν οὔτε καλύπτρην
οὔτε βαθὺν μελέεσσιν ἑλεῖν πέπλον, ἀλλʼ ἐπιόντας
δυσμενέας τρομέουσαι ἀμηχανίῃ πεπέδηντο
παλλόμεναι κραδίην, μοῦνον δʼ ἄρα χερσὶ θοῇσιν
αἰδῶ ἀπεκρύψαντο δυσάμμοροι· αἳ δʼ ἀλεγεινῶς
ἐκ κεφαλῆς τίλλοντο κόμην καὶ στήθεα χερσὶ
θεινόμεναι γοάασκον ἄδην· ἕτεραι δὲ κυδοιμὸν
δυσμενέων ἔτλησαν ἐναντίον, ἐκ δʼ ἐλάθοντο
δείματος ὀλλυμένοισιν ἀρηγέμεναι μεμαυῖαι
ἀνδράσιν ἢ τεκέεσσιν, ἐπεὶ μέγα θάρσος ἀνάγκη
ὤπασεν. Οἰμωγὴ δʼ ἀταλάφρονας ἔκβαλεν ὕπνου
νηπιάχους τῶν οὔ πω ἐπίστατο κήδεα θυμός.
Ἄλλοι δʼ ἀμφʼ ἄλλοισιν ἀπέπνεον· οἳ δʼ ἐκέχυντο
πότμον ὁμῶς ὁρόωντες ὀνείρασιν· ἀμφὶ δὲ λυγραὶ
Κῆρες ὀιζυρῶς ἐπεγήθεον ὀλλυμένοισιν.
Οἳ δʼ ὥς τʼ ἀφνειοῖο σύες κατὰ δώματʼ ἄνακτος
εἰλαπίνην λαοῖσιν ἀπείριτον ἐντύνοντος
μυρίοι ἐκτείνοντο, λυγρῷ δʼ ἀνεμίσγετο λύθρῳ
οἶνος ἔτʼ ἐν κρητῆρσι λελειμμένος. Οὐδέ τις ἦεν
ὅς κεν ἄνευθε φόνοιο φέρε στονόεντα σίδηρον,
οὐδʼ εἴ τις μάλʼ ἄναλκις ἔην. Ὀλέκοντο δὲ Τρῶες·
ὡς δʼ ὑπὸ θώεσι μῆλα δαΐζεται ἠὲ λύκοισι,
καύματος ἐσσυμένοιο δυσαέος ἤματι μέσσῳ
ποιμένος οὐ παρεόντος, ὅτε σκιερῷ ἐνὶ χώρῳ
ἰλαδὸν ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα
μίμνωσιν, κείνοιο γλάγος ποτὶ δῶμα φέροντος, . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
νηδύα πλησάμενοι πολυχανδέα, πάντʼ ἐπιόντες
αἷμα μέλαν πίνουσιν, ἅπαν δʼ ὀλέκουσι μένοντες
πῶυ, κακὴν δʼ ἄρα δαῖτα λυγρῷ τεύχουσι νομῇ·
ὣς Δαναοὶ Πριάμοιο κατὰ πτόλιν ἄλλον ἐπʼ ἄλλῳ
κτεῖνον ἐπεσσύμενοι πυμάτην ἀνὰ δηιοτῆτα·
οὐδʼ ἄρʼ ἔην Τρώων τις ἀνούτατος, ἀλλʼ ἄρα πάντων
γναμπτὰ μέλη πεπάλακτο μελαινόμενʼ αἵματι πολλῷ.
Οὐδὲ μὲν Ἀργείοισιν ἀνούτητος πέλε δῆρις.
Ἀλλʼ οἳ μὲν δεπάεσσι τετυμμένοι, οἳ δὲ τραπέζαις,
οἳ δʼ ἔτι καιομένοισιν ὑπʼ ἐσχαρεῶσι τυπέντες
δαλοῖς, οἳ δʼ ὀβελοῖσι πεπαρμένοι ἐκπνείεσκον
οἷς ἔτι που καὶ σπλάγχνα συῶν περὶ θερμὰ λέλειπτο
Ἡφαίστου μαλεροῖο περιζείοντος ἀϋτμῇ.
Ἄλλοι δʼ αὖ πελέκεσσι καὶ ἀξίνῃσι θοῇσιν
ἤσπαιρον δμηθέντες ἐν αἵματι· τῶν δʼ ἀπὸ χειρῶν
δάκτυλοι ἐτμήθησαν, ἐπὶ ξίφος εὖτʼ ἐβάλοντο
χεῖρας ἐελδόμενοι στυγερὰς ἀπὸ Κῆρας ἀμύνειν.
Καί πού τις βρεχμόν τε καὶ ἐγκέφαλον συνέχευε
λᾶα βαλὼν ἑτέροιο κατὰ μόθον. Οἳ δʼ ἅτε θῆρες
οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο
ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο
νύχθʼ ὑπὸ λευγαλέην· μέγα δʼ ἰσχανόωντες Ἄρηος
ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον
σεύοντες. Πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησαν
Ἀργείων· Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροισιν
ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι,
δυσμενέας δάμναντο καὶ ὧς βεβαρηότες οἴνῳ.
Αἴγλη δʼ ἄσπετος ὦρτο διʼ ἄστεος, οὕνεκʼ Ἀχαιῶν
πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρʼ ἀνὰ δῆριν
δυσμενέας τε φίλους τε μάλʼ ἀτρεκέως ὁρόωσι.
Καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντα
αἰχμητῆρα Κόροιβον, ἀγαυοῦ Μυγδόνος υἷα,
ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν,
ἧχι θοαὶ πόσιός τε καὶ εἴδατός εἰσι κέλευθοι.
Καὶ τὸν μὲν περὶ δουρὶ μέλας ἐκιχήσατο πότμος·
κάππεσε δʼ ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν,
νήπιος· οὐδʼ ἀπόνητο γάμων ὧν εἵνεχʼ ἵκανε
χθιζὸς ἐπὶ Πριάμοιο πόλιν. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . καὶ ὑπέσχετʼ Ἀχαιοὺς
Ἰλίου ἂψ ὦσαι· τῷ δʼ οὐ θεὸς ἐξετέλεσσεν
ἐλπωρήν· Κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον.
Σὺν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα,
γαμβρὸν ἐϋμμελίην Ἀντήνορος ὅς ῥα μάλιστα
θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο.
Ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι,
καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο· τοῦ δʼ ἄρα πάγχυ
γηραλέου κλάσθησαν ἄδην ὑπὸ σώματι γυῖα·
καί ῥα περιτρομέων, ἅμα χείρεσιν ἀμφοτέρῃσι,
τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δʼ ἥψατο γούνων
ἀνδροφόνου ἥρωος. Ὃ δʼ ἐς μόθον ἐσσύμενός περ,
ἢ χόλου ἀμβολίῃ ἢ καὶ θεοῦ ὀτρύνοντος,
βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρά τι εἴπῃ
λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον. Ὃς δʼ ἀλεγεινὸν
ἴαχεν ἐσσυμένως· στυγερὸν δέ μιν ἄμπεχε δεῖμα·
«Γουνοῦμαί σʼ, ὅ τίς ἐσσι πολυσθενέων Ἀργείων,
αἴδεσαι ἀμφὶ γερόντος . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . τεὰς χέρας ἀργαλέου τε
λῆγε χόλου· καὶ γάρ ῥα μακρὸν πέλει ἀνέρι κῦδος
ἄνδρα νέον κτείναντι καὶ ὄβριμον· ἢν δὲ γέροντα
κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς.
Τοὔνεκʼ ἐμεῦ ἀπὸ νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας
ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι.»
Ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός·
«Ὦ γέρον, ἔλπομʼ ἔγωγʼ ἐσθλὸν ποτὶ γῆρας ἱκέσθαι·
ἀλλά μοι ἕως ἔτι κάρτος ἀέξεται, οὔ τινʼ ἐάσω
ἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλʼ Ἄιδι πάντας ἰάψω,
οὕνεκʼ ἄρʼ ἐσθλὸς ἀνὴρ καὶ δήιον ἄνδρʼ ἀπαμύνει.»
Ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορ
δεινὸς ἀνήρ, ἴθυνε δʼ ὅπῃ θνητοῖς ἐπὶ πότμος
ψυχῆς εἶσι τάχιστα καθʼ αἵματος αἰνὰ κέλευθα.
Καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα
Τυδείδαο χέρεσσιν· ὃ δʼ εἰσέτι Τρῶας ἐναίρων
ἔσσυτʼ ἀνὰ πτολίεθρον ἑῷ μέγα κάρτεϊ θύων.
Δάμνατο δʼ ἠῢν Ἄβαντα· βάλεν δʼ ὑπὸ δούρατι μακρῷ
υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα.
Αἴας δʼ Ἀμφιμέδοντα, Δαμαστορίδην δʼ Ἀγαμέμνων,
Ἰδομενεὺς δὲ Μίμαντα, Μέγης δʼ ἕλε Δηιοπίτην.
Υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ
Πάμμονα δῖον ὄλεσσε, βάλεν δʼ ἐπιόντα Πολίτην,
Τισίφονόν τʼ ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας
υἱῆας Πριάμοιο· καὶ ἀντιόωντʼ ἀνὰ δῆριν
δάμνατʼ Ἀγήνορα δῖον. Ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν
ἡρώων· πάντῃ δὲ μέλας ἀνεφαίνετʼ Ὄλεθρος
ὀλλυμένων· ὃ δὲ πατρὸς ἑοῦ καταειμένος ἀλκὴν
μαιμώων ἐδάιζεν ὅσους κίχεν. Ἔνθα καὶ αὐτῷ
δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν
Ἑρκείου ποτὶ βωμόν· ὃ δʼ ὡς ἴδεν υἷʼ Ἀχιλῆος,
ἔγνω ἄφαρ τὸν ἐόντα καὶ οὐ τρέσεν, οὕνεκʼ ἄρʼ αὐτοῦ
θυμὸς ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσθαι.
Τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι·
«Ὦ τέκος ὀβριμόθυμον ἐυπτολέμου Ἀχιλῆος,
κτεῖνον μηδʼ ἐλέαιρε δυσάμμορον· οὐ γὰρ ἔγωγε
τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι
ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη
φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης
λευγαλέης ὁμάδου τε δυσηχέος. Ὡς ὄφελόν με
σεῖο πατὴρ κατέπεφνε, πρὶν αἰθομένην ἐσιδέσθαι
Ἴλιον, ὁππότʼ ἄποινα περὶ κταμένοιο φέρεσκον
Ἕκτορος, ὅν περ ἔπεφνε πατὴρ τεός. Ἀλλὰ τὸ μέν που
Κῆρες ἐπεκλώσαντο· σὺ δʼ ἡμετέροιο φόνοιο
ἄασον ὄβριμον ἆορ, ὅπως λελάθωμʼ ὀδυνάων.»
Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
«Ὦ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις·
οὐ γάρ σʼ ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω·
οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο.»
Ὣς εἰπὼν ἀπέκοψε κάρη πολιοῖο γέροντος
ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται
ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ.
Ἣ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπʼ αἶαν
νόσφʼ ἄλλων μελέων ὁπόσοις ἐπικίνυται ἀνήρ.
Κεῖτο δʼ ἄρʼ ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν.
Οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποισιν,
ἀλλʼ ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον.
Καὶ τὸν μὲν πότμος εἷλε· κακῶν δʼ ὅ γε λήσατο πολλῶν.
Οἳ δʼ ἐπὶ Ἀστυάνακτα βάλον Δαναοὶ ταχύπωλοι
πύργου ἀφʼ ὑψηλοῖο, φίλον δέ οἱ ἦτορ ὄλεσσαν
μητρὸς ἀφαρπάξαντες ἐν ἀγκοίνῃσιν ἐόντα
Ἕκτορι χωόμενοι, ἐπεὶ ἦ σφισι πῆμα κόρυσσε
ζωὸς ἐών· τῶ καί οἱ ἀπηχθήραντο γενέθλην,
καί οἱ παῖδʼ ἐβάλοντο καθʼ ἕρκεος αἰπεινοῖο,
νήπιον, οὔ πω δῆριν ἐπιστάμενον πολέμοιο.
Ἠΰτε πόρτιν ὄρεσφι λύκοι χατέοντες ἐδωδῆς
κρημνὸν ἐς ἠχήεντα κακοφραδίῃσι βάλωνται
μητρὸς ἀποτμήξαντες ἐυγλαγέων ἀπὸ μαζῶν,
ἣ δὲ θέῃ γοόωσα φίλον τέκος ἔνθα καὶ ἔνθα
μακρὰ κινυρομένη, τῇ δʼ ἐξόπιθεν κακὸν ἄλλο
ἔλθῃ, ἐπεί κε λέοντες ἀναρπάζωσι καὶ αὐτήν·
ὣς τὴν ἀσχαλόωσαν ἄδην περὶ παιδὸς ἑοῖο
ἦγον δήιοι ἄνδρες ἅμʼ ἄλλαις ληιάδεσσι
κούρην Ἠετίωνος ἀμύμονος αἰνὰ γοῶσαν.
Ἣ δʼ ἄρα παιδὸς ἑοῖο καὶ ἀνέρος ἠδὲ τοκῆος
μνησαμένη φόνον αἰνὸν ἐύσφυρος Ἠετιώνη
ὥρμηνεν θανέεσθαι, ἐπεὶ βασιλεῦσιν ἄμεινον
τεθνάμεν ἐν πολέμῳ ἢ χείροσιν ἀμφιπολεύειν·
καί ῥʼ ὀλοφυδνὸν ἄυσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον·
«Εἰ δʼ ἄγε νῦν καὶ ἐμεῖο δέμας κατὰ τείχεος αἰνοῦ
ἢ κατὰ πετράων ἢ καὶ πυρὶ αἶψα βάλεσθε,
Ἀργεῖοι· μάλα γάρ μοι ἀάσπετα πήματʼ ἔασι.
Καὶ γάρ μευ πατέρʼ ἐσθλὸν ἐνήρατο Πηλέος υἱὸς
Θήβῃ ἐνὶ ζαθέῃ, Τροίῃ δʼ ἐνὶ φαίδιμον ἄνδρα,
ὅς μοι ἔην μάλα πάντα τά τʼ ἔλδετο θυμὸς ἐμεῖο·
καί μοι κάλλιπε τυτθὸν ἐνὶ μεγάροις ἔτι παῖδα,
ᾧ ἔπι κυδιάασκον ἀπείριτον, ᾧ ἔπι πολλὰ
ἐλπομένην ἀπάφησε κακὴ καὶ ἀτάσθαλος Αἶσα.
Τῶ νύ μʼ ἀκηχεμένην πολυτειρέος ἐκ βιότοιο
νοσφίσατʼ ἐσσυμένως μηδʼ εἰς ἑὰ δώματʼ ἄγεσθε
μίγδα δορυκτήτοισιν, ἐπεί νύ μοι οὐκέτι θυμῷ
εὔαδεν ἀνθρώποισι μετέμμεναι, οὕνεκα δαίμων
κηδεμονῆας ὄλεσσεν, ἄχος δέ με δέχνυται αἰνὸν
ἐκ Τρώων στυγεροῖσιν ἐπʼ ἄλγεσιν οἰωθεῖσαν.»
Ἦ ῥα λιλαιομένη χθόνα δύμεναι· οὐ γὰρ ἔοικε
ζωέμεναι κείνοισιν ὅσων μέγα κῦδος ὄνειδος
ἀμφιχάνῃ· δεινὸν γὰρ ὑπόψιον ἔμμεναι ἄλλων.
Οἳ δὲ βίῃ ἀέκουσαν ἄγον ποτὶ δούλιον ἦμαρ.
Ἄλλοι δʼ ἀλλοίοις ἐνὶ δώμασι θυμὸν ἔλειπον
ἀνέρες· ἐν δʼ ἄρα τοῖσι βοὴ πολύδακρυς ὀρώρει·
ἀλλʼ οὐκ ἐν μεγάροις Ἀντήνορος, οὕνεκʼ ἄρʼ αὐτοῦ
Ἀργεῖοι μνήσαντο φιλοξενίης ἐρατεινῆς,
ὃς ξείνισσε πάροιθε κατὰ πτόλιν ἠδʼ ἐσάωσεν
ἰσόθεον Μενέλαον ὁμῶς Ὀδυσῆι μολόντα.
Τῷ δʼ ἐπίηρα φέροντες Ἀχαιῶν φέρτατοι υἷες
αὐτὸν μὲν ζώοντα λίπον καὶ κτῆσιν ἅπασαν,
καὶ Θέμιν ἁζόμενοι πανδερκέα καὶ φίλον ἄνδρα.
Καὶ τότε δὴ πάις ἐσθλὸς ἀμύμονος Ἀγχίσαο
πολλὰ καμὼν περὶ ἄστυ θεηγενέος Πριάμοιο
δουρὶ καὶ ἠνορέῃ, πολλῶν δʼ ἀπὸ θυμὸν ὀλέσσας,
ὡς ἴδε δυσμενέων ὑπὸ χείρεσι λευγαλέῃσιν
αἰθόμενον πτολίεθρον ἀπολλυμένους θʼ ἅμα λαοὺς
πανσυδίῃ καὶ κτῆσιν ἀπείριτον ἔκ τε μελάθρων
ἑλκομένας ἀλόχους ἅμα παίδεσιν, οὐκέτʼ ἄρʼ αὐτοῦ
ἐλπωρὴν ἔχε θυμὸς ἰδεῖν εὐτείχεα πάτρην,
ἀλλά οἱ ὁρμαίνεσκε νόος μέγα πῆμʼ ὑπαλύξαι.
Ὡς δʼ ὅθʼ ἁλὸς κατὰ βένθος ἀνὴρ οἰήια νωμῶν
νηὸς ἐπισταμένως ἄνεμον καὶ κῦμʼ ἀλεείνων
πάντοθεν ἐσσύμενον στυγερῇ ὑπὸ χείματος ὥρῃ
χεῖρα κάμῃ καὶ θυμόν, ὑποβρυχίης δʼ ἄρα νηὸς
ὀλλυμένης ἀπάνευθε λιπὼν οἰήια μοῦνος
τυτθὸν ἐπὶ σκάφος εἶσι, μέλει δέ οἱ οὐκέτι νηὸς
φορτίδος· ὣς πάις ἐσθλὸς ἐύφρονος Ἀγχίσαο
ἄστυ λιπὼν δηίοισι καταιθόμενον πυρὶ πολλῷ
υἱέα καὶ πατέρα σφὸν ἀναρπάξας φορέεσκε,
τὸν μὲν ἐπὶ πλατὺν ὦμον ἐφεσσάμενος κρατερῇσι
χερσὶ πολυτλήτῳ ὑπὸ γήραϊ μοχθίζοντα·
τὸν δʼ ἁπαλῆς μάλα χειρὸς ἐπιψαύοντα πόδεσσι
γαίης, οὐλομένου δὲ φοβεύμενον ἔργα μόθοιο
ἐξῆγεν πολέμοιο δυσηχέος· ὃς δʼ ὑπʼ ἀνάγκης
ἐκρέματʼ ἐμπεφυὼς ἀταλὸς πάις, ἀμφὶ δὲ δάκρυ
χεύατό οἱ ἁπαλῇσι παρηίσιν· αὐτὰρ ὃ νεκρῶν
σώμαθʼ ὑπέρθορε πολλὰ θοοῖς ποσί, πολλὰ δʼ ἐν ὄρφνῃ
οὐκ ἐθέλων στείβεσκε. Κύπρις δʼ ὁδὸν ἡγεμόνευεν
υἱωνὸν καὶ παῖδα καὶ ἀνέρα πήματος αἰνοῦ
πρόφρων ῥυομένη· τοῦ δʼ ἐσσυμένου ὑπὸ ποσσὶ
πάντῃ πῦρ ὑπόεικε, περισχίζοντο δʼ ἀυτμαὶ
Ἡφαίστου μαλεροῖο, καὶ ἔγχεα καὶ βέλεʼ ἀνδρῶν
πῖπτον ἐτώσια πάντα κατὰ χθονὸς ὁππόσʼ Ἀχαιοὶ
κείνῳ ἐπέρριψαν πολέμῳ ἐνὶ δακρυόεντι.
Καὶ τότε δὴ Κάλχας μεγάλʼ ἴαχε λαὸν ἐέργων·
«Ἴσχεσθʼ Αἰνείαο κατʼ ἰφθίμοιο καρήνου
βάλλοντες στονόεντα βέλη καὶ λοίγια δοῦρα.
Τὸν γὰρ θέσφατόν ἐστι θεῶν ἐρικυδέι βουλῇ
Θύμβριν ἐπʼ εὐρυρέεθρον ἀπὸ Ξάνθοιο μολόντα
τευξέμεν ἱερὸν ἄστυ καὶ ἐσσομένοισιν ἀγητὸν
ἀνθρώποις, αὐτὸν δὲ πολυσπερέεσσι βροτοῖσι
κοιρανέειν· ἐκ τοῦ δὲ γένος μετόπισθεν ἀνάξειν
ἄχρις ἐπʼ Ἀντολίην τε καὶ ἀκάματον Δύσιν ἐλθεῖν.
Καὶ γάρ οἱ θέμις ἐστὶ μετέμμεναι ἀθανάτοισιν,
οὕνεκα δὴ πάις ἐστὶν ἐυπλοκάμου Ἀφροδίτης.
Καὶ δʼ ἄλλως τοῦδʼ ἀνδρὸς ἑὰς ἀπεχώμεθα χεῖρας,
οὕνεκά οἱ χρυσοῖο καὶ ἄλλοις ἐν κτεάτεσσιν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ἄνδρα σαοῖ φεύγοντα καὶ ἀλλοδαπὴν ἐπὶ γαῖαν,
τῶν πάντων προβέβουλεν ἑὸν πατέρʼ ἠδὲ καὶ υἷα·
νὺξ δὲ μίʼ ἧμιν ἔφηνε καὶ υἱέα πατρὶ γέροντι
ἤπιον ἐκπάγλως καὶ ἀμεμφέα παιδὶ τοκῆα.»
Ὣς φάτο· τοὶ δʼ ἐπίθοντο καὶ ὡς θεὸν εἰσοράασκον
πάντες. Ὃ δʼ ἐσσυμένως ἐξ ἄστεος οἷο βεβήκει,
ἧχί ἑ ποιπνύοντα πόδες φέρον· οἳ δʼ ἔτι Τροίης
Ἀργεῖοι πτολίεθρον ἐϋκτίμενον διέπερθον.
Καὶ τότε δὴ Μενέλαος ὑπὸ ξίφεϊ στονόεντι
Δηίφοβον κατέπεφνε καρηβαρέοντα κιχήσας
ἀμφʼ Ἑλένης λεχέεσσι δυσάμμορον· ἣ δʼ ὑπὸ φύζῃ
κεύθετʼ ἐνὶ μεγάροισιν. Ὃ δʼ αἵματος ἐκχυμένοιο
γήθεεν ἀμφὶ φόνῳ, τοῖον δʼ ἐπὶ μῦθον ἔειπεν·
«Ὦ κύον, ὥς τοι ἔγωγε φόνον στονόεντʼ ἐφέηκα
σήμερον· οὐδέ σε δῖα κιχήσεται Ἠριγένεια
ζωὸν ἔτʼ ἐν Τρώεσσι, καὶ εἰ Διὸς εὔχεαι εἶναι
γαμβρὸς ἐρισμαράγοιο· μέλας δέ σʼ ἐδέξατʼ ὄλεθρος
ἡμετέρης ἀλόχοιο παρὰ λεχέεσσι δαμέντα
ἀργαλέως. Ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε
θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος
νοσφισάμην· καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος.
Ἀλλʼ ὃ μὲν αἶψʼ ἀφίκανεν ὑπὸ ζόφον ὀκρυόεντα
τίσας αἴσιμα πάντα· σὲ δʼ οὐκ ἄρʼ ἔμελλεν ὀνήσειν
ἡμετέρη παράκοιτις, ἐπεὶ Θέμιν οὔ ποτʼ ἀλιτροὶ
ἀνέρες ἐξαλέονται ἀκήρατον, οὕνεκʼ ἄρʼ αὐτοὺς
εἰσοράᾳ νυκτός τε καὶ ἤματος, ἀμφὶ δὲ πάντῃ
ἀνθρώπων ἐπὶ φῦλα διηερίη πεπότηται
τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων.»
Ὣς εἰπὼν δηίοισιν ἀνηλέα τεῦχεν ὄλεθρον·
μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἀέξων
ζηλήμων· καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσι
Τρωσὶ κακὰ φρονέεσκε τὰ δὴ θεὸς ἐξετέλεσσε
πρέσβα Δίκη. Κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν
ἀμφʼ Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο,
σχέτλιοι, οἵ ποτε κεῖνο παρʼ ἐκ μέλαν αἷμα καὶ ἱρὰ
ἀθανάτων ἐλάθοντο παραιβασίῃσι νόοιο.
Τῶ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον·
τοὔνεκʼ ἄρʼ οἳ μὲν ὄλοντο πρὸ τείχεος, οἳ δʼ ἀνὰ ἄστυ
τερπόμενοι παρὰ δαιτὶ καὶ ἠυκόμοις ἀλόχοισιν.
Ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο
εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν
ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσας
ὥρμαινε κτανέειν ζηλημοσύνῃσι νόοιο,
εἰ μή οἱ κατέρυξε βίην ἐρόεσσʼ Ἀφροδίτη
ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δʼ ἐρωήν·
τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο καί οἱ ἔνερθεν
ἡδὺν ἐφʼ ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ καὶ ὄσσων.
Τῷ δʼ ἄρα θάμβος ἄελπτον ἐπήλυθεν, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
κάλλος ἰδὼν ἀρίδηλον ἐπὶ ξίφος αὐχένι κῦρσαι·
ἀλλʼ ὥς τε ξύλον αὖον ἐν οὔρεϊ ὑλήεντι
εἱστήκει, τό περ οὔτε θοαὶ Βορέαο θύελλαι
ἐσσύμεναι κλονέουσι διʼ ἠέρος οὔτε Νότοιο·
ὣς ὃ ταφὼν μένε δηρόν, ὑπεκλάσθη δέ οἱ ἀλκὴ
δερκομένου παράκοιτιν. Ἄφαρ δʼ ὅ γε λήσατο πάντων
ὅσσά οἱ ἐν λεχέεσσιν ἐνήλιτε κουριδίοισι·
πάντα γὰρ ἠμάλδυνε θεὴ Κύπρις ἥ περ ἁπάντων
ἀθανάτων δάμνησι νόον θνητῶν τʼ ἀνθρώπων.
Ἀλλὰ καὶ ὧς θοὸν ἆορ ἀπὸ χθονὸς αὖτις ἀείρας
κουριδίῃ ἐπόρουσε· νόος δέ οἱ ἄλλʼ ἐνὶ θυμῷ
ὡρμᾶτʼ ἐσσυμένοιο, δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀχαιούς.
Καὶ τότε μιν κατέρυξεν ἀδελφεὸς ἱέμενόν περ
μειλιχίοις μάλα πολλὰ παραυδήσας ἐπέεσσι·
δείδιε γὰρ μὴ δή σφιν ἐτώσια πάντα γένηται·
«Ἴσχεο νῦν, Μενέλαε, χολούμενος· οὐ γὰρ ἔοικε
κουριδίην παράκοιτιν ἐναιρέμεν ἧς πέρι πολλὰ
ἄλγεʼ ἀνέτλημεν Πριάμῳ κακὰ μητιόωντες.
Οὐ γάρ τοι Ἑλένη πέλει αἰτίη, ὡς σύ γʼ ἔολπας,
ἀλλὰ Πάρις ξενίοιο Διὸς καὶ σεῖο τραπέζης
λησάμενος· τῶ καί μιν ἐν ἄλγεσι τίσατο δαίμων.»
Ὣς φάθʼ· ὃ δʼ αἶψʼ ἐπίθησε. Θεοὶ δʼ ἐρικυδέα Τροίην
κυανέοις νεφέεσσι καλυψάμενοι γοάασκον,
νόσφιν ἐυπλοκάμου Τριτωνίδος ἠδὲ καὶ Ἥρης
αἳ μέγα κυδιάασκον ἀνὰ φρένας, εὖτʼ ἐσίδοντο
περθόμενον κλυτὸν ἄστυ θεηγενέος Πριάμοιο.
Ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὴ ἐΰφρων Τριτογένεια
πάμπαν ἄδακρυς ἔην, ἐπεὶ ἦ νύ οἱ ἔνδοθι νηοῦ
Κασσάνδρην ᾔσχυνεν Ὀϊλέος ὄβριμος υἱός,
θυμοῦ τʼ ἠδὲ νόοιο βεβλαμμένος. Ἣ δέ οἱ αἰνὸν
εἰσοπίσω βάλε πῆμα καὶ ἀνέρα τίσατο λώβης.
Οὐδέ οἱ ἔργον ἀεικὲς ἐσέδρακεν· ἀλλά οἱ αἰδὼς
καὶ χόλος ἀμφεχύθη, βλοσυρὰς δʼ ἔστρεψεν ὀπωπὰς
νηὸν ἐς ὑψόροφον, περὶ δʼ ἔβραχε θεῖον ἄγαλμα
καὶ δάπεδον νηοῖο μέγʼ ἔτρεμεν· οὐδʼ ὅ γε λυγρῆς
λῆγεν ἀτασθαλίης, ἐπεὶ ἦ φρένας ἄασε Κύπρις.
Πάντῃ δʼ ἄλλοθεν ἄλλα κατηρείποντο μέλαθρα
ὑψόθεν· ἀζαλέη δὲ κόνις συνεμίσγετο καπνῷ·
ὦρτο δʼ ἄρα κτύπος αἰνός· ὑπετρομέοντο δʼ ἀγυιαί.
Καίετο δʼ Αἰνείαο δόμος, καίοντο δὲ πάντα
Ἀντιμάχοιο μέλαθρα· καταίθετο δʼ ἄσπετον ἄκρη
Πέργαμον ἀμφʼ ἐρατὴν περί θʼ ἱερὸν Ἀπόλλωνος
νηόν τε ζάθεον Τριτωνίδος ἀμφί τε βωμὸν
Ἑρκείου· θάλαμοι δὲ κατεπρήθοντʼ ἐρατεινοὶ
υἱωνῶν Πριάμοιο· πόλις δʼ ἀμαθύνετο πᾶσα.
Τρῶες δʼ οἳ μὲν παισὶν ὑπʼ Ἀργείων ὀλέκοντο,
οἳ δʼ ὑπὸ λευγαλέοιο πυρὸς σφετέρων τε μελάθρων,
ἔνθά σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη·
ἄλλοι δὲ ξιφέεσσιν ἑὸν διὰ λαιμὸν ἔλασσαν
πῦρ ἅμα δυσμενέεσσιν ἐπὶ προθύροισιν ἰδόντες·
οἳ δʼ ἄρʼ ὁμῶς τεκέεσσι κατακτείναντες ἀκοίτις
κάππεσον ἄσχετον ἔργον ἀναπλήσαντες ἀνάγκῃ.
Καί ῥά τις οἰόμενος δηίων ἑκὰς ἔμμεναι αὐτὸς
ἔκποθεν Ἡφαίστοιο θοῶς ἀνὰ κάλπιν ἀείρας
ὥρμηνεν πονέεσθαι ἐφʼ ὕδατι· τὸν δὲ παραφθὰς
Ἀργείων τις ἔτυψεν ὑπʼ ἔγχεϊ καί οἱ ὄλεσσε
θυμὸν ὑπʼ ἀκρήτῳ βεβαρημένον· ἤριπε δʼ εἴσω
δώματος, ἀμφὶ δέ οἱ κενεὴ περικάππεσε κάλπις.
Ἄλλῳ δʼ αὖ φεύγοντι διʼ ἐκ μεγάροιο μεσόδμη
ἔμπεσε καιομένη, ἐπὶ δʼ ἤρτυεν αἰπὺν ὄλεθρον.
Πολλαὶ δʼ αὖτε γυναῖκες ἀνιηρὴν ἐπὶ φύζαν
ἐσσύμεναι μνήσαντο φίλων ὑπὸ δώμασι παίδων
οὓς λίπον ἐν λεχέεσσιν· ἄφαρ δʼ ἀνὰ ποσσὶν ἰοῦσαι
παισὶν ὁμῶς ἀπόλοντο δόμων ἐφύπερθε πεσόντων.
Ἵπποι δʼ αὖτε κύνες τε διʼ ἄστεος ἐπτοίηντο
φεύγοντες στυγεροῖο πυρὸς μένος· ἀμφὶ δὲ ποσσὶ
στεῖβον ἀποκταμένους· ζωοῖσι δὲ πῆμα φέροντες
αἰὲν ἐνερρήγνυντο. Βοῇ δʼ ἀμφίαχεν ἄστυ
καί τινος αἰζηοῖο διὰ φλογὸς ἐσσυμένοιο
φθεγγομένου· τοὺς δʼ ἔνδον ἀμείλιχος Αἶσα δάμασσεν.
Ἄλλον δʼ ἄλλα κέλευθα φέρον στονόεντος ὀλέθρου.
φλὸξ δʼ ἄρʼ ἐς ἠέρα δῖαν ἀνέγρετο, πέπτατο δʼ αἴγλη
ἄσπετος· ἀμφὶ δὲ φῦλα περικτιόνων ὁρόωντο
μέχρις ἐπʼ Ἰδαίων ὀρέων ὑψηλὰ κάρηνα
Θρηικίης τε Σάμοιο καὶ ἀγχιάλου Τενέδοιο.
Καί τις ἁλὸς κατὰ βένθος ἔσω νεὸς ἔκφατο μῦθον·
«Ἤνυσαν Ἀργεῖοι κρατερόφρονες ἄσπετον ἔργον
πολλὰ μάλʼ ἀμφʼ Ἑλένης ἑλικοβλεφάροιο καμόντες·
πᾶσα δʼ ἄρʼ ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη
καίεται οὐδὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε.
Πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα·
καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα
κυδήεντα τίθησι, τὰ δʼ ὑψόθι μείονα θῆκε·
πολλάκι δʼ ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο
ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο.»
Ὣς ἄρʼ ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην
εἰσορόων. Στονόεσσα δʼ ἔτʼ ἄμπεχε Τρῶας ὀϊζύς·
Ἀργεῖοι δʼ ἀνὰ ἄστυ κυδοίμεον, ἠΰτʼ ἀῆται
λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν,
ὁππότʼ ἄρʼ ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο
βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν
ἐς Νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
πολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντʼ ἐνὶ πόντῳ
ὀρνυμένων ἀνέμων· τοῖς εἴκελοι υἷες Ἀχαιῶν
πόρθεον Ἴλιον αἰπύ. Τὸ δʼ ἐν πυρὶ καίετο πολλῷ,
ἠΰτʼ ὄρος λασίῃσιν ἄδην καταειμένον ὕλῃς
ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο
ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι κολῶναι,
τῷ δʼ ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα
Ἡφαίστοιο βίηφι περιστρεφθέντα καθʼ ὕλην·
ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν· οὐδέ τις αὐτοὺς
ῥύετʼ ἐπουρανίων· περὶ γὰρ λίνα πάντοθε Μοῖραι
μακρὰ περιστήσαντο τά περ βροτὸς οὔ ποτʼ ἄλυξε.
Καὶ τότε Δημοφόωντι μενεπτολέμῳ τʼ Ἀκάμαντι
Θησῆος μεγάλοιο διʼ ἄστεος ἤντετο μήτηρ
Αἴθρη ἐελδομένη· μακάρων δέ τις ἡγεμόνευεν
ὅς μιν ἄγεν κείνοισι καταντίον. Ἣ δʼ ἀλάλυκτο
φεύγουσʼ ἐκ πολέμοιο καὶ ἐκ πυρός· οἳ δʼ ἐσιδόντες
αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθός τε γυναικὸς
αὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο
ἀντιθέην παράκοιτιν. Ἄφαρ δέ οἱ ἐμμεμαῶτες
χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι
ἐς Δαναούς· ἣ δʼ αἰνὸν ἀναστενάχουσα μετηύδα·
«Μή νύ με, κύδιμα τέκνα φιλοπτολέμων Ἀργείων,
δήιον ὣς ἐρύοντες ἑὰς ἐπὶ νῆας ἄγεσθε.
Οὐ γὰρ Τρῳάδων γένος εὔχομαι· ἀλλά μοι ἐσθλὸν
αἷμα πέλει Δαναῶν μάλʼ ἐϋκλεές, οὕνεκα Πιτθεὺς
γείνατό μʼ ἐν Τροιζῆνι, γάμῳ δʼ ἑδνώσατο δῖος
Αἰγεύς, ἐκ δʼ ἄρʼ ἐμεῖο κλυτὸς πάις ἔπλετο Θησεύς.
Ἀλλʼ ἄγε, πρὸς μεγάλοιο Διὸς τερπνῶν τε τοκήων,
εἰ ἐτεὸν Θησῆος ἀμύμονος ἐνθάδʼ ἵκοντο
υἷες ἅμʼ Ἀτρείδῃσι, φίλοισί με παίδεσι κείνου
δείξατʼ ἐελδομένοισι κατὰ στρατόν, οὕς περ ὀΐω
ὔμμιν ὁμήλικας ἔμμεν· ἀναπνεύσει δέ μευ ἦτορ,
ἢν κείνους ζώοντας ἴδω καὶ ἀριστέας ἄμφω.»
Ὣς φάτο· τοὶ δʼ ἀΐοντες ἑοῦ μνήσαντο τοκῆος,
ἀμφʼ Ἑλένης ὅσʼ ἔρεξε καὶ ὡς διέπερσαν Ἀφίδνας
κοῦροι ἐριγδούποιο Διὸς πάρος, ὁππότʼ ἄρʼ αὐτοὺς
ὑσμίνης ἀπάνευθεν ἀπεκρύψαντο τιθῆναι
νηπιάχους ἔτʼ ἐόντας· ἀνεμνήσαντο δʼ ἀγαυῆς
Αἴθρης, ὅσσʼ ἐμόγησε δορυκτήτῳ ὑπʼ ἀνάγκῃ,
ἄμφω ὁμῶς ἑκυρή τε καὶ ἀμφίπολος γεγαυῖα
ἀντιθέης Ἑλένης· σὺν δʼ ἀμφασίῃ κεχάροντο.
Δημοφόων δέ μιν ἠῢς ἐελδομένην προσέειπε·
«Σοὶ μὲν δὴ τελέουσι θεοὶ θυμηδὲς ἐέλδωρ
αὐτίκʼ, ἐπεί ῥα δέδορκας ἀμύμονος υἱέος υἷας
ἡμέας, οἵ σε φίλῃσιν ἀειράμενοι παλάμῃσιν
οἴσομεν ἐς νῆας καὶ ἐς Ἑλλάδος ἱερὸν οὖδας
ἄξομεν ἀσπασίως, ὅθι περ πάρος ἐμβασίλευες.»
Ὣς φάμενον μεγάλοιο πατρὸς προσπτύξατο μήτηρ
χείρεσιν ἀμφιβαλοῦσα, κύσεν δέ οἱ εὐρέας ὤμους
καὶ κεφαλὴν καὶ στέρνα γένειά τε λαχνήεντα·
ὣς δʼ αὕτως Ἀκάμαντα κύσεν. Περὶ δέ σφισι δάκρυ
ἡδὺ κατὰ βλεφάροιιν ἐχεύατο μυρομένοισιν.
Ὡς δʼ ὁπότʼ αἰζηοῖο μετʼ ἀλλοδαποῖσιν ἐόντος
λαοὶ φημίξωσι μόρον, τὸν δʼ ἔκποθεν υἷες
ὕστερον ἀθρήσαντες ἐς οἰκία νοστήσαντα
κλαίουσιν μάλα τερπνόν· ὃ δʼ ἔμπαλι παισὶ καὶ αὐτὸς
μύρεται ἐν μεγάροισιν ἐνωπαδόν, ἀμφὶ δὲ δῶμα
ἡδὺ κινυρομένων γοερὴ περιπέπτατʼ ἰωή·
ὣς τῶν μυρομένων λαρὸς γόος ἀμφιδεδήει.
Καὶ τότε που Πριάμοιο πολυτλήτοιο θύγατρα
Λαοδίκην ἐνέπουσιν ἐς αἰθέρα χεῖρας ὀρέξαι
εὐχομένην μακάρεσσιν ἀτειρέσιν, ὄφρά ἑ γαῖα
ἀμφιχάνῃ, πρὶν χεῖρα βαλεῖν ἐπὶ δούλια ἔργα.
Τῆς δὲ θεῶν τις ἄκουσε καὶ αὐτίκα γαῖαν ἔνερθε
ῥῆξεν ἀπειρεσίην· ἣ δʼ ἐννεσίῃσι θεοῖο
κούρην δέξατο δῖαν ἔσω κοίλοιο βερέθρου
Ἰλίου ὀλλυμένης· ἧς εἵνεκά φασι καὶ αὐτὴν
Ἠλέκτρην βαθύπεπλον ἑὸν δέμας ἀμφικαλύψαι
ἀχλύι καὶ νεφέεσσιν ἀνηναμένην χορὸν ἄλλων
Πληιάδων αἳ δή οἱ ἀδελφειαὶ γεγάασιν·
ἀλλʼ αἳ μὲν μογεροῖσιν ἐπόψιαι ἀνθρώποισιν
ἰλαδὸν ἀντέλλουσιν ἐς οὐρανόν, ἣ δʼ ἄρα μούνη
κεύθεται αἰὲν ἄιστος, ἐπεί ῥά οἱ υἱέος ἐσθλοῦ
Δαρδάνου ἱερὸν ἄστυ κατήριπεν, οὐδέ οἱ αὐτὸς
Ζεὺς ὕπατος χραίσμησεν ἀπʼ αἰθέρος, οὕνεκα Μοίραις
εἴκει καὶ μεγάλοιο Διὸς μένος. Ἀλλὰ τὸ μέν που
ἀθανάτων τάχʼ ἔρεξεν ἐῢς νόος ἠὲ καὶ οὐκί·
Ἀργεῖοι δʼ ἔτι θυμὸν ἐπὶ Τρώεσσιν ὄρινον
πάντῃ ἀνὰ πτολίεθρον· Ἔρις δʼ ἔχε πείρατα χάρμης.
ΛΟΓΟΣ ΙΔʹ
Καὶ τότʼ ἀπʼ Ὠκεανοῖο θεὰ χρυσόθρονος Ἠὼς
οὐρανὸν εἰσανόρουσε, Χάος δʼ ὑπεδέξατο Νύκτα.
Οἳ δὲ βίῃ Τροίην εὐερκέα δῃώσαντο
Ἀργεῖοι καὶ κτῆσιν ἀπείρονα ληίσσαντο,
χειμάρροις ποταμοῖσιν ἐοικότες, οἵ τε φέρονται
ἐξ ὀρέων καναχηδὸν ὀρινομένου ὑετοῖο,
πολλὰ δὲ δένδρεα μακρὰ καὶ ὁππόσα φύετʼ ὄρεσφιν
αὐτοῖς σὺν πρώνεσσιν ἔσω φορέουσι θαλάσσης·
ὣς Δαναοὶ πέρσαντες ὑπαὶ πυρὶ Τρώιον ἄστυ
κτήματα πάντα φέρεσκον ἐυσκάρθμους ἐπὶ νῆας.
Σὺν δʼ ἄρα Τρωιάδας καταγίνεον ἄλλοθεν ἄλλας,
τὰς μὲν ἔτʼ ἀδμῆτας καὶ νήιδας οἷο γάμοιο,
τὰς δʼ ἄρʼ ὑπʼ αἰζηοῖσι νέον φιλότητι δαμείσας,
ἄλλας δʼ αὖ πολιοπλοκάμους, ἑτέρας δʼ ἄρα κείνων
ὁπλοτέρας ὧν παῖδας ἀπειρύσσαντʼ ἀπὸ μαζῶν
ὑστάτιον χείλεσσι γλάγος πέρι μαιμώωντας.
Τοῖσι δὲ δὴ Μενέλαος ἐνὶ μέσσοισι καὶ αὐτὸς
ἦγεν ἑὴν παράκοιτιν ἀπʼ ἄστεος αἰθομένοιο
ἐξανύσας μέγα ἔργον· ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς.
Κασσάνδρην δʼ ἄγε δῖαν ἐϋμμελίης Ἀγαμέμνων,
Ἀνδρομάχην δʼ Ἀχιλῆος ἐῢς πάις. Αὐτὰρ Ὀδυσσεὺς
εἷλκε βίῃ Ἑκάβην. Τῆς δʼ ἀθρόα δάκρυʼ ἀπʼ ὄσσων
πίδακος ὣς ἐχέοντο· περιτρομέεσκε δὲ γυῖα
καὶ κραδίη ἀλάλυκτο φόβῳ· δεδάικτο δὲ χαίτας
κράατος ἐκ πολιοῖο· τέφρη δʼ ἐπεπέπτατο πολλὴ
τήν που ἀπʼ ἐσχαρεῶνος ἄδην κατεχεύατο χερσὶν
ὀλλυμένου Πριάμοιο καὶ ἄστεος αἰθομένοιο·
καί ῥα μέγα στενάχιζεν, ὅτʼ ἀμφί ἑ δούλιον ἦμαρ
μάρψʼ ἀεκαζομένην. Ἕτερος δʼ ἑτέρην γοόωσαν
ἤγετο Τρῳάδων σφετέρας ἐπὶ νῆας ἀνάγκῃ·
αἳ δʼ ἀδινὸν γοόωσαι ἀνίαχον ἄλλοθεν ἄλλαι
νηπιάχοις ἅμα παισὶ κινυρόμεναι μάλα λυγρῶς.
Ὡς δʼ ὁπότʼ ἀργιόδουσιν ὁμῶς συσὶ νήπια τέκνα
σταθμοῦ ἀπὸ προτέροιο ποτὶ σταθμὸν ἄλλον ἄγωσιν
ἀνέρες ἐγρομένῳ ὑπὸ χείματι, ταὶ δʼ ἀλεγεινὸν
μίγδα περιτρίζουσι διηνεκὲς ἀλλήλῃσιν·
ὣς Τρῳαὶ Δαναοῖσιν ἐπεστενάχοντο δαμεῖσαι·
ἴσην δʼ αὖ καὶ ἄνασσα φέρεν καὶ δμωὶς ἀνάγκην.
Ἀλλʼ οὐ μὰν Ἑλένην γόος ἄμπεχεν· ἀλλά οἱ αἰδὼς
ὄμμασι κυανέοισιν ἐφίζανε καί οἱ ὕπερθε
καλὰς ἀμφερύθηνε παρηίδας. Ἐν δέ οἱ ἦτορ
ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν
κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί·
τοὔνεχʼ ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ.
Καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ
ἕσπετο νισομένοιο κατʼ ἴχνιον ἀνδρὸς ἑοῖο
αἰδοῖ πορφύρουσα παρήιον, ἠΰτε Κύπρις,
εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνῃσιν Ἄρηος
ἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν
δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο,
τοῖς ἔνι κεῖτʼ ἀχέουσα περὶ φρεσὶν αἰδομένη τε
ἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν
Ἥφαιστον· δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω
ἀμφαδὸν εἰσοράασθαι ἐπʼ αἴσχεϊ θηλυτέρῃσι·
τῇ Ἑλένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶ
ἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ
νῆας ἐπʼ Ἀργείων εὐήρεας. Ἀμφὶ δὲ λαοὶ
θάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς
ἀγλαΐην καὶ κάλλος ἐπήρατον· οὐδέ τις ἔτλη
κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι
οὔτʼ οὖν ἀμφαδίην, ἀλλʼ ὡς θεὸν εἰσορόωντο
ἀσπασίως· πᾶσιν γὰρ ἐελδομένοισι φαάνθη.
Ὡς δʼ ὅτʼ ἀλωομένοισι διʼ ἀκαμάτοιο θαλάσσης
πατρὶς ἑὴ μετὰ δηρὸν ἐπευχομένοισι φανείη,
οἳ δὲ καὶ ἐκ πόντοιο καὶ ἐκ θανάτοιο φυγόντες
πάτρῃ χεῖρʼ ὀρέγουσι γεγηθότες ἄσπετα θυμῷ·
ὣς Δαναοὶ περὶ πάντες ἐγήθεον· οὐ γὰρ ἔτʼ αὐτοῖς
μνῆστις ἔην καμάτοιο δυσαλγέος οὐδὲ κυδοιμοῦ·
τοῖον γὰρ Κυθέρεια νόον ποιήσατο πάντων
ἦρα φέρουσʼ Ἑλένῃ ἑλικώπιδι καὶ Διὶ πατρί.
Καὶ τότʼ ἄρʼ, ὡς ἐνόησε φίλον δεδαϊγμένον ἄστυ,
Ξάνθος ἔθʼ αἱματόεντος ἀναπνείων ὀρυμαγδοῦ
μύρετο σὺν Νύμφῃσιν, ἐπεὶ κακὸν ἔμπεσε Τροίῃ
ἔκποθε καὶ Πριάμοιο κατημάλδυνε πόληα.
Ὡς δʼ ὅτε λήιον αὖον ἐπιβρίσασα χάλαζα
τυτθὰ διατμήξῃ, στάχυας δʼ ἀπὸ πάντας ἀμέρσῃ
ῥιπῇ ὑπʼ ἀργαλέῃ, καλάμη δʼ ἄρα χεύατʼ ἔραζε
μαψιδίη καρποῖο κατʼ οὔδεος ὀλλυμένοιο
λευγαλέως, ὀλοὸν δὲ πέλει μέγα πένθος ἄνακτι·
ὣς ἄρα καὶ Ξάνθοιο περὶ φρένας ἤλυθεν ἄλγος
Ἰλίου οἰωθέντος· ἔχεν δέ μιν αἰὲν ὀϊζὺς
ἀθάνατόν περ ἐόντα. Μακρὴ δʼ ἀμφέστενεν Ἴδη
καὶ Σιμόεις· μύροντο δʼ ἀπόπροθι πάντες ἔναυλοι
Ἰδαῖοι Πριάμοιο πόλιν περικωκύοντες.
Ἀργεῖοι δʼ ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες,
μέλποντες Νίκης ἐρικυδέος ὄβριμον ἀλκήν,
ἄλλοτε δὲ ζάθεον μακάρων γένος ἠδὲ καὶ αὐτῶν
θυμὸν τολμήεντα καὶ ἄφθιτον ἔργον Ἐπειοῦ.
Μολπὴ δʼ οὐρανὸν ἷκε διʼ αἰθέρος, εὖτε κολοιῶν
κλαγγὴ ἀπειρεσίη, ὁπότʼ εὔδιον ἦμαρ ἵκηται
χείματος ἐξ ὀλοοῖο, πέλει δʼ ἄρα νήνεμος αἰθήρ·
ὣς τῶν πὰρ νήεσσι μέγʼ ἔνδοθι γηθομένων κῆρ . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ἀθάνατοι τέρποντο κατʼ οὐρανόν, ὅσσοι ἀρωγοὶ
ἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων.
Ἄλλοι δʼ αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον,
δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον·
ἀλλʼ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν
ἔσθενον· οὐδὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐδὲ Κρονίων
ῥηιδίως δύνατʼ Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων
ἀθανάτων μένος ἐστί, Διὸς δʼ ἐκ πάντα πέλονται.
Ἀργεῖοι δʼ ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες
καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς
λείβεσκον μέθυ λαρὸν ἐπʼ αἰθομένῃσι θυηλῇς
ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.
Πολλὰ δʼ ἐν εἰλαπίνῃ θυμηδέι κυδαίνεσκον
πάντας ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος.
Θαύμαζον δὲ Σίνωνα περικλυτόν, οὕνεχʼ ὑπέτλη
λώβην δυσμενέων πολυκηδέα· καί ῥά ἑ πάντες
μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον
αἰέν· ὃ δʼ ἐν φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ
νίκῃ ἐπʼ Ἀργείων, σφετέρῃ δʼ οὐκ ἄχνυτο λώβῃ·
ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον
κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων
ἐσθλῶν ὁππόσα τʼ ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.
Οἳ δʼ ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες
δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες·
«Ἠνύσαμεν πολέμοιο μακρὸν τέλος· ἠράμεθʼ εὐρὺ
κῦδος ὁμῶς δηίοισι μέγα πτολίεθρον ἑλόντες·
ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον.»
Ὣς ἔφαν· ἀλλʼ οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε.
Τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . οὐ γὰρ ἔτʼ αὐτοῖς
δεῖμα πέλεν πολέμοιο δυσηχέος, ἀλλʼ ἐπὶ ἔργα
εὐνομίης ἐτρέποντο καὶ εὐφροσύνης ἐρατεινῆς.
Ὃς δʼ ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδε
λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας
ἠδʼ ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο
δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας,
ἕνδεκα δʼ αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσά τʼ ἔρεξε
Τήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα
ὥς τε Κύκνον κατέπεφνεν ὑπέρβιον ἠδʼ ὅσʼ Ἀχαιοὶ
μαρνάμενοι μετὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο
Ἕκτορά θʼ ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης
ὥς θʼ ἕλε Πενθεσίλειαν ἀνὰ μόθον ὥς τʼ ἐδάμασσεν
υἱέα Τιθωνοῖο καὶ ὡς κτάνε καρτερὸς Αἴας
Γλαῦκον ἐϋμμελίην ἠδʼ ὡς ἐρικυδέα φῶτα
Εὐρύπυλον κατέπεφνε θοοῦ πάις Αἰακίδαο
ὥς τε Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα
ἠδʼ ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππου
ἀνέρες ὥς τε πόληα θεηγενέος Πριάμοιο
πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν.
Ἄλλῃ δʼ ἄλλος ἄειδεν ὅ τι φρεσὶν ᾗσι μενοίνα.
Ἀλλʼ ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός,
δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο ποτοῖο
παυσάμενοι Δαναοὶ λαθικηδέα κοῖτον ἕλοντο.
Χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας·
τῶ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν
παύσανθʼ, οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν.
Ἄλλῃ δʼ ἄλλος ἴαυεν· ὃ δʼ ἐν κλισίῃσιν ἑῇσιν
Ἀτρείδης ὀάριζε μετʼ ἠϋκόμοιο γυναικός·
οὐ γάρ πω κείνοισιν ἐπʼ ὄμμασιν ὕπνος ἔπιπτεν,
ἀλλὰ Κύπρις πεπότητο περὶ φρένας, ὄφρα παλαιοῦ
λέκτρου ἐπιμνήσωνται, ἄχος δʼ ἀπὸ νόσφι βάλωνται.
Πρώτη δʼ αὖθʼ Ἑλένη τοῖον ποτὶ μῦθον ἔειπε·
«Μή νύ μοι, ὦ Μενέλαε, χόλον ποτιβάλλεο θυμῷ·
οὐ γὰρ ἐγὼν ἐθέλουσα λίπον σέο δῶμα καὶ εὐνήν,
ἀλλά μʼ Ἀλεξάνδροιο βίη καὶ Τρώιοι υἷες
σεῦ ἀπὸ νόσφιν ἐόντος ἀνηρείψαντο κιόντες.
Καί μʼ ἄμοτον μεμαυῖαν ὀιζυρῶς ἀπολέσθαι
ἢ βρόχῳ ἀργαλέῳ ἢ καὶ ξίφεϊ στονόεντι
εἶργον ἐνὶ μεγάροισι παρηγορέοντες ἔπεσσι
σεῦ ἕνεκʼ ἀχνυμένην καὶ τηλυγέτοιο θυγατρός·
τῆς νύ σε πρός τε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ
λίσσομαι ἀμφʼ ἐμέθεν στυγερῆς λελαθέσθαι ἀνίης.»
Ὣς φαμένην προσέειπε πύκα φρονέων Μενέλαος·
«Μηκέτι νῦν μέμνησʼ ἅ τʼ ἐπάσχομεν ἄλγεα θυμῷ·
ἀλλὰ τὰ μέν που πάντα μέλας δόμος ἐντὸς ἐέργοι
Λήθης· οὐ γὰρ ἔοικε κακῶν μεμνῆσθαι ἔτʼ ἔργων.»
Ὣς φάτο· τὴν δʼ ἕλε χάρμα, δέος δʼ ἐξέσσυτο θυμοῦ·
ἔλπετο γὰρ παύσασθαι ἀνιηροῖο χόλοιο
ὃν πόσιν. Ἀμφὶ δέ οἱ βάλε πήχεε, καί σφιν ἅμʼ ἄμφω
δάκρυ κατὰ βλεφάροιιν ἐλείβετο ἡδὺ γοώντων.
Ἀσπασίως δʼ ἄρα τώ γε παρʼ ἀλλήλοισι κλιθέντε
σφωιτέρου κατὰ θυμὸν ἀνεμνήσαντο γάμοιο.
Ὡς δʼ ὅτε που κισσός τε καὶ ἡμερὶς ἀμφιβάλωνται
ἀλλήλοις περὶ πρέμνα, τὰ δʼ οὔ ποτε ἲς ἀνέμοιο
σφῶν ἀπὸ νόσφι βαλέσθαι ἐπισθένει· ὣς ἄρα τώ γε
ἀλλήλοις συνέχοντο λιλαιόμενοι φιλότητος.
Ἀλλʼ ὅτε δὴ καὶ τοῖσιν ἐπήλυθεν ὕπνος ἀπήμων,
δὴ τότʼ Ἀχιλλῆος κρατερὸν κῆρ ἰσοθέοιο
ἔστη ὑπὲρ κεφαλῆς οὗ υἱέος, οἷος ἔην περ
ζωὸς ἐών, ὅτε Τρωσὶν ἄχος πέλε, χάρμα δʼ Ἀχαιοῖς.
Κύσσε δέ οἱ δειρὴν καὶ φάεα μαρμαίροντα
ἀσπασίως καὶ τοῖα παρηγορέων προσέειπε·
«Χαῖρε, τέκος, καὶ μή τι δαΐζεο πένθεϊ θυμὸν
εἵνεκʼ ἐμεῖο θανόντος, ἐπεὶ μακάρεσσι θεοῖσιν
ἤδη ὁμέστιός εἰμι· σὺ δʼ ἴσχεο τειρόμενος κῆρ
ἀμφʼ ἐμέθεν, καὶ κάρτος ἄδην ἐμὸν ἔνθεο θυμῷ.
Αἰεὶ δʼ Ἀργείων πρόμος ἵστασο μηδενὶ εἴκων
ἠνορέῃ· ἀγορῇ δὲ παλαιοτέροισι βροτοῖσι
πείθεο· καί νύ σε πάντες ἐΰφρονα μυθήσονται.
Τῖε δʼ ἀμύμονας ἄνδρας ὅσοις νόος ἔμπεδός ἐστιν·
ἐσθλῷ γὰρ φίλος ἐσθλὸς ἀνήρ, χαλεπῷ δʼ ἀλεγεινός.
Ἢν δʼ ἀγαθὰ φρονέῃς, ἀγαθῶν καὶ τεύξεαι ἔργων.
Κεῖνος δʼ οὔ ποτʼ ἀνὴρ Ἀρετῆς ἐπὶ τέρμαθʼ ἵκανεν
ᾧ τινι μὴ νόος ἐστὶν ἐναίσιμος· οὕνεκʼ ἄρʼ αὐτῆς
πρέμνον δύσβατόν ἐστι, μακροὶ δέ οἱ ἄχρις ἐπʼ αἴθρῃ
ὄζοι ἀνηέξηνθʼ· ὁπόσοισι δὲ κάρτος ὀπηδεῖ
καὶ πόνος, ἐκ καμάτου πολυγηθέα καρπὸν ἀμῶνται
εἰς Ἀρετῆς ἀναβάντες ἐϋστεφάνου κλυτὸν ἔρνος.
Ἀλλʼ ἄγε κύδιμος ἔσσο. Καὶ ἐν φρεσὶ πευκαλίμῃσι
μήτʼ ἐπὶ πήματι πάγχυ δαΐζεο θυμὸν ἀνίῃ,
μήτʼ ἐσθλῷ μέγα χαῖρε. Νόος δέ τοι ἤπιος ἔστω
ἔς τε φίλους ἑτάρους ἔς θʼ υἱέας ἔς τε γυναῖκας
μνωομένῳ κατὰ θυμὸν ὅτι σχεδὸν ἀνθρώποισιν
οὐλομένοιο Μόροιο πύλαι καὶ δώματα νεκρῶν·
ἀνδρῶν γὰρ γένος ἐστὶν ὁμοίιον ἄνθεσι ποίης,
ἄνθεσιν εἰαρινοῖσι· τὰ μὲν φθινύθει, τὰ δʼ ἀέξει·
τοὔνεκα μείλιχος ἔσσο. Καὶ Ἀργείοισιν ἔνισπε,
Ἀτρείδῃ δὲ μάλιστʼ Ἀγαμέμνονι· εἴ γέ τι θυμῷ
μέμνηνθʼ ὅσσʼ ἐμόγησα περὶ Πριάμοιο πόληα
ἠδʼ ὅσα ληισάμην πρὶν Τρώιον οὖδας ἱκέσθαι,
τῶ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων
ληίδος ἐκ Πριάμοιο Πολυξείνην εὔπεπλον,
ὄφρα θοῶς ῥέξωσιν, ἐπεί σφισι χώομαι ἔμπης
μᾶλλον ἔτʼ ἢ τὸ πάρος Βρισηίδος· ἀμφὶ δʼ ἄρʼ οἶδμα
κινήσω πόντοιο, βαλῶ δʼ ἐπὶ χείματι χεῖμα,
ὄφρα καταφθινύθοντες ἀτασθαλίῃσιν ἑῇσι
μίμνωσʼ ἐνθάδε πολλὸν ἐπὶ χρόνον, εἰς ὅ κʼ ἔμοιγε
λοιβὰς ἀμφιχέωνται ἐελδόμενοι μέγα νόστου·
αὐτὴν δʼ, εἴ κʼ ἐθέλωσιν, ἐπὴν ἀπὸ θυμὸν ἕλωνται,
κούρην ταρχύσασθαι ἀπόπροθεν οὔ τι μεγαίρω.»
Ὣς εἰπὼν ἀπόρουσε θοῇ ἐναλίγκιος αὔρῃ·
αἶψα δʼ ἐς Ἠλύσιον πεδίον κίεν, ἧχι τέτυκται
οὐρανοῦ ἐξ ὑπάτοιο καταιβασίη ἄνοδός τε
ἀθανάτοις μακάρεσσιν. Ὃ δʼ, ὁππότε μιν λίπεν ὕπνος,
μνήσατο πατρὸς ἑοῖο, νόος δέ οἱ ἠῢς ἰάνθη.
Ἀλλʼ ὅτʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιεν Ἠριγένεια
νύκτα διασκεδάσασα, φάνη δʼ ἄρα γαῖα καὶ αἰθήρ,
δὴ τότʼ Ἀχαιῶν υἷες ἀπʼ ἐκ λεχέων ἀνόρουσαν
ἱέμενοι νόστοιο. Νέας δʼ ἐς βένθεα πόντου
εἷλκον καγχαλόωντες ἀνὰ φρένας, εἰ μὴ ἄρʼ αὐτοὺς
ἐσσυμένους κατέρυκεν Ἀχιλλέος ὄβριμος υἱός,
εἰς ἀγορήν τʼ ἐκάλεσσε καὶ ἔκφατο πατρὸς ἐφετμήν·
«Κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων,
πατρὸς ἐφημοσύνην ἐρικυδέος ἥν μοι ἔνισπε
χθιζὸς ἐνὶ λεχέεσσι διὰ κνέφας ὑπνώοντι·
φῆ γὰρ ἀειγενέεσσι μετέμμεναι ἀθανάτοισιν.
Ἠνώγει δʼ ὑμέας τε καὶ Ἀτρείδην βασιλῆα,
ὄφρά οἱ ἐκ πολέμοιο γέρας περικαλλὲς ἄροιτε
τύμβον ἐπʼ εὐρώεντα Πολυξείνην εὔπεπλον·
καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι.
Εἰ δέ οἱ οὐκ ἀλέγοντες ἐπιπλώοιτε θάλασσαν,
ἠπείλει κατὰ πόντον ἐναντία κύματʼ ἀείρας
λαὸν ὁμῶς νήεσσι πολὺν χρόνον ἐνθάδʼ ἐρύξειν.»
Ὣς φαμένοιο πίθοντο καὶ ὡς θεῷ εὐχετόωντο.
Καὶ γὰρ δὴ κατὰ βένθος ἀέξετο κῦμα θυέλλῃ
εὐρύτερον καὶ μᾶλλον ἐπήτριμον ἢ πάρος ἦεν,
μαινομένον ἀνέμοιο· μέγας δʼ ὀροθύνετο πόντος
χερσὶ Ποσειδάωνος· ὃ γὰρ κρατερῷ Ἀχιλῆι
ἦρα φέρεν· πᾶσαι δὲ θοῶς ἐνόρουσαν ἄελλαι
ἐς πέλαγος. Δαναοὶ δὲ μέγʼ εὐχόμενοι Ἀχιλῆι
πάντες ὁμῶς μάλα τοῖα πρὸς ἀλλήλους ὀάριζον·
«Ἀτρεκέως γενεὴ μεγάλου Διὸς ἦεν Ἀχιλλεύς·
τῶ καὶ νῦν θεός ἐστι, καὶ εἰ πάρος ἔσκε μεθʼ ἡμῖν.
Οὐ γὰρ ἀμαλδύνει μακάρων γένος ἄμβροτος Αἰών.»
Ὣς φάμενοι ποτὶ τύμβον Ἀχιλλέος ἀπονέοντο.
Τὴν δʼ ἄγον, ἠΰτε πόρτιν ἐς ἀθανάτοιο θυηλὰς
μητρὸς ἀπειρύσσαντες ἐνὶ ξυλόχοισι βοτῆρες,
ἣ δʼ ἄρα μακρὰ βοῶσα κινύρεται ἀχνυμένη κῆρ·
ὣς τῆμος Πριάμοιο πάις περικωκύεσκε
δυσμενέων ἐν χερσίν. Ἄδην δέ οἱ ἔκχυτο δάκρυ·
ὡς δʼ ὁπότε βριαρῇ ὑπὸ χερμάδι καρπὸς ἐλαίης
οὔ πω χειμερίῃσι μελαινόμενος ψεκάδεσσι
χεύῃ πολλὸν ἄλειφα, περιτρίζωσι δὲ μακρὰ
ἁρμοὶ ὑπὸ σπάρτοισι βιαζομένων αἰζηῶν·
ὣς ἄρα καὶ Πριάμοιο πολυτλήτοιο θυγατρὸς
ἑλκομένης ποτὶ τύμβον ἀμειλίκτου Ἀχιλῆος
αἰνὸν ὁμῶς στοναχῇσι κατὰ βλεφάρων ῥέε δάκρυ·
καί οἱ κόλπος ἔνερθεν ἐπλήθετο, δεύετο δὲ χρὼς
ἀτρεκέως ἀτάλαντος ἐυκτεάνῳ ἐλέφαντι.
Καὶ τότε λευγαλέοις ἐπὶ πένθεσι κύντερον ἄλγος
τλήμονος ἐς κραδίην Ἑκάβης πέσεν· ἐν δέ οἱ ἦτορ
μνήσατʼ ὀϊζυροῖο καὶ ἀλγινόεντος ὀνείρου
τόν ῥʼ ἴδεν ὑπνώουσα παροιχομένῃ ἐνὶ νυκτί·
ἦ γὰρ ὀΐετο τύμβον ἐπʼ ἀντιθέου Ἀχιλῆος
ἑστάμεναι γοόωσα· κόμαι δέ οἱ ἄχρις ἐπʼ οὖδας
ἐκ κεφαλῆς ἐκέχυντο, καὶ ἀμφοτέρων ἀπὸ μαζῶν
ἔρρεε φοίνιον αἷμα ποτὶ χθόνα, δεῦε δὲ σῆμα.
Τοῦ πέρι δειμαίνουσα καὶ ὀσσομένη μέγα πῆμα
οἰκτρὸν ἀνοιμώζεσκε, γόῳ δʼ ἐπὶ μακρὸν ἀΰτει.
Εὖτε κύων προπάροιθε κινυρομένη μεγάροιο
μακρὸν ὑλαγμὸν ἵησι, νέον σπαργεῦσα γάλακτι,
τῆς ἄπο νήπια τέκνα πάρος φάος εἰσοράασθαι
νόσφι βάλωσιν ἄνακτες ἕλωρ ἔμεν οἰωνοῖσιν,
ἣ δʼ ὁτὲ μέν θʼ ὑλακῇσι κινύρεται, ἄλλοτε δʼ αὖτε
ὠρυθμῷ, στυγερὴ δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτή·
ὣς Ἑκάβη γοόωσα μέγʼ ἴαχεν ἀμφὶ θυγατρί·
«Ὤ μοι ἐγώ, τί νυ πρῶτα, τί δʼ ὕστατον ἀχνυμένη κῆρ
κωκύσω πολέεσσι περιπλήθουσα κακοῖσιν,
υἱέας ἢ πόσιν αἰνὰ καὶ οὐκ ἐπίολπα παθόντας,
ἢ πόλιν ἠὲ θύγατρας ἀδευκέας ἢ ἐμὸν αὐτῆς
ἦμαρ ἀναγκαῖον ἢ δούλιον; Οὕνεκα Κῆρες
σμερδαλέαι πολέεσσί μʼ ἐνειλήσαντο κακοῖσι.
Τέκνον ἐμόν, σοὶ δʼ αἰνὰ καὶ οὐκ ἐπίολπα καὶ αὐτῇ
ἄλγεʼ ἐπεκλώσαντο· γάμου δʼ ἀπὸ νόσφι βάλοντο
ἐγγὺς ἐόνθʼ Ὑμέναιον, ἐπεκρήναντο δʼ ὄλεθρον
ἄσχετον ἀργαλέον τε καὶ οὐ φατόν· ἦ γὰρ Ἀχιλλεὺς
καὶ νέκυς ἡμετέρῳ ἔτʼ ἰαίνεται αἵματι θυμόν.
Ὥς μʼ ὄφελον μετὰ σεῖο, φίλον τέκος, ἤματι τῷδε
γαῖα χανοῦσα κάλυψε πάρος σέο πότμον ἰδέσθαι.»
Ὣς φαμένης ἄλληκτα κατὰ βλεφάρων ἐχέοντο
δάκρυα· λευγαλέον γὰρ ἔχεν μετὰ πένθεσι πένθος.
Οἳ δʼ ὅτʼ ἔβαν ποτὶ τύμβον Ἀχιλλῆος ζαθέοιο,
δὴ τότε οἱ φίλος υἱὸς ἐρυσσάμενος θοὸν ἆορ
σκαιῇ μὲν κούρην κατερήτυε, δεξιτερῇ δὲ
τύμβῳ ἐπιψαύων τοῖον ποτὶ μῦθον ἔειπε·
«Κλῦθι, πάτερ, σέο παιδὸς ἐπευχομένοιο καὶ ἄλλων
Ἀργείων μηδʼ ἧμιν ἔτʼ ἀργαλέως χαλέπαινε·
ἤδη γάρ τοι πάντα τελέσσομεν ὅσσα μενοινᾷς
σῇσιν ἐνὶ πραπίδεσσι· σὺ δʼ ἵλαος ἄμμι γένοιο
τεύξας εὐχομένοισι θοῶς θυμηδέα νόστον.»
Ὣς εἰπὼν κούρης διὰ λοίγιον ἤλασεν ἆορ
λαυκανίης· τὴν δʼ αἶψα λίπεν πολυήρατος αἰὼν
οἰκτρὸν ἀνοιμώξασαν ἐφʼ ὑστατίῃ βιότοιο.
Καί ῥʼ ἣ μὲν πρηνὴς χαμάδις πέσε· τῆς δʼ ὑπὸ δειρὴ
φοινίχθη περὶ πάντα, χιὼν ὣς ἥ τʼ ἐν ὄρεσσιν
ἢ συὸς ἢ ἄρκτοιο κατουταμένης ὑπʼ ἄκοντι
αἵματι πορφύροντι θοῶς ἐρυθαίνεθʼ ὕπερθεν.
Ἀργεῖοι δέ μιν αἶψα δόσαν ποτὶ ἄστυ φέρεσθαι
ἐς δόμον ἀντιθέου Ἀντήνορος, οὕνεκʼ ἄρʼ αὐτὴν
κεῖνος ἐνὶ Τρώεσσιν ἑῷ πάρος υἱέι δίῳ
Εὐρυμάχῳ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἄκοιτιν.
Ὃς δʼ ἐπεὶ οὖν τάρχυσε κλυτὴν Πριάμοιο θύγατρα
ἐγγὺς ἑοῖο δόμοιο, παραὶ Γανυμήδεος ἱρὰ
δώματα καὶ νηοῖο καταντίον Ἀτρυτώνης,
δὴ τότε παύσατο κῦμα, κατευνήθη δὲ θύελλα
σμερδαλέη, καὶ χεῦμα κατεπρήυνε γαλήνη.
Οἳ δὲ θοῶς ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες,
μέλποντες μακάρων ἱερὸν γένος ἠδʼ Ἀχιλῆα.
Αἶψα δὲ δαῖτʼ ἐπάσαντο βοῶν ἀπὸ μῆρα ταμόντες
ἀθανάτοις· ἐρατὴ δὲ θυηπολίη πέλε πάντῃ·
οἳ δέ που ἀργυρέοισι καὶ ἐν χρυσέοισι κυπέλλοις
πῖνον ἀφυσσάμενοι λαρὸν μέθυ· γήθεε δέ σφι
θυμὸς ἐελδομένων σφετέρην ἐπὶ γαῖαν ἱκέσθαι.
Ἀλλʼ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
δὴ τότε Νηλέος υἱὸς ἐελδομένοισιν ἔειπε·
«Κλῦτε, φίλοι, πολέμοιο μακρὴν προφυγόντες ὁμοκλήν,
ὄφρα λιλαιομένοισιν ἔπος θυμηδὲς ἐνίσπω·
ἤδη γὰρ νόστοιο πέλει θυμηδέος ὥρη.
Ἀλλʼ ἴομεν· δὴ γάρ που Ἀχιλλέος ὄβριμον ἦτορ
παύσατʼ ὀϊζυροῖο χόλου, κατέρυξε δὲ κῦμα
ὄβριμον Ἐννοσίγαιος· ἐπιπνείουσι δʼ ἀῆται
μείλιχοι οὐδʼ ἔτι κῦμα κορύσσεται. Ἀλλʼ ἄγε νῆας
εἰς ἁλὸς οἶδμʼ ἐρύσαντες ἀναμνησώμεθα νόστου.»
Ὣς φάτʼ ἐελδομένοις, οἳ δʼ ἐς πλόον ἐντύνοντο.
Ἔνθα τέρας θηητὸν ἐπιχθονίοισι φαάνθη,
οὕνεκα δὴ Πριάμοιο δάμαρ πολυδακρύτοιο
ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετʼ· ἀμφὶ δὲ λαοὶ
θάμβεον ἀγρόμενοι· τῆς δʼ ἅψεα λάινα πάντα
θῆκε θεός, μέγα θαῦμα καὶ ἐσσομένοισι βροτοῖσι.
Καὶ τὴν μὲν Κάλχαντος ὑπʼ ἐννεσίῃσιν Ἀχαιοὶ
νηὸς ἐπʼ ὠκυπόροιο πέραν θέσαν Ἑλλησπόντου·
καρπαλίμως δʼ ἄρα νῆας ἔσω ἁλὸς εἰρύσσαντες
κτήματα πάντʼ ἐβάλονθʼ ὁπόσʼ Ἴλιον εἰσανιόντες
ληίσσαντο πάροιθε περικτίονας δαμάσαντες
ἠδʼ ὁπόσʼ ἐξ αὐτῆς ἄγον Ἰλίου, οἷσι μάλιστα
γήθεον, οὕνεκʼ ἔσαν μάλα μυρία· τοῖς δʼ ἅμα πολλαὶ
ληιάδες συνέποντο μάλʼ ἀχνύμεναι κατὰ θυμόν.
Αὐτοὶ δʼ ἐντὸς ἵκοντο νεῶν· ἀλλʼ οὔ σφισι Κάλχας
ἕσπετʼ ἐπειγομένοισιν ἔσω ἁλός, ἀλλὰ καὶ ἄλλους
Ἀργείους κατέρυκε· Καφηρίσι γὰρ περὶ πέτραις
δείδιεν αἰνὸν ὄλεθρον ἐπεσσύμενον Δαναοῖσιν.
Οἳ δέ οἱ οὔ τι πίθοντο· παρήπαφε γὰρ νόον ἀνδρῶν
Αἶσα κακή. Μοῦνος δὲ θεοπροπίας εὖ εἰδὼς
Ἀμφίλοχος θοὸς υἱὸς ἀμύμονος Ἀμφιαράου
μίμνεν ὁμῶς Κάλχαντι περίφρονι· τοῖσι γὰρ ἦεν
αἴσιμον ἀμφοτέροισιν ἑῆς ἀπὸ τηλόθι γαίης
Παμφύλων Κιλίκων τε ποτὶ πτολίεθρα νέεσθαι.
Ἀλλὰ τὰ μὲν μετόπισθε θεοὶ θέσαν· αὐτὰρ Ἀχαιοὶ
νηῶν πείσματʼ ἔλυσαν ἀπὸ χθονὸς ἠδὲ καὶ εὐνὰς
ἐσσυμένως ἀνάειραν. Ἐπίαχε δʼ Ἑλλήσποντος
σπερχομένων· νῆες δὲ περικλύζοντο θαλάσσῃ.
Ἀμφὶ δʼ ἄρά σφισι πολλὰ περὶ πρῴρῃσιν ἔκειτο
ἔντεʼ ἀποκταμένων· καθύπερθε δὲ σήματα νίκης
μυρίʼ ἀπῃώρηντο· κατεστέψαντο δὲ νῆας
καὶ κεφαλὰς καὶ δοῦρα καὶ ἀσπίδας ᾗσι μάχοντο
ἀντία δυσμενέων. Ἀπὸ δὲ πρῴρηθεν ἄνακτες
εἰς ἅλα κυανέην λεῖβον μέθυ πολλὰ θεοῖσιν
εὐχόμενοι μακάρεσσιν ἀκηδέα νόστον ὀπάσσαι.
Εὐχωλαὶ δʼ ἀνέμοισι μίγεν καὶ ἀπόπροθι νηῶν
μαψιδίως νεφέεσσι καὶ ἠέρι συμφορέοντο.
Αἳ δʼ ἄρα παπταίνεσκον ἐς Ἴλιον ἀχνύμεναι κῆρ
ληιάδες καὶ πολλὰ κινυρόμεναι γοάασκον
κρύβδην Ἀργείων μέγʼ ἐνὶ φρεσὶ πένθος ἔχουσαι.
Καί ῥʼ αἳ μὲν περὶ γούνατʼ ἔχον χέρας, αἳ δὲ μέτωπα
χερσὶν ἐπηρείδοντο δυσάμμοροι· αἳ δʼ ἄρα τέκνα
ἄμπεχον ἀγκοίνῃσι· τὰ δʼ οὔ πω δούλιον ἦμαρ
ἔστενον, οὐδὲ πάτρης ἐπὶ πήμασιν, ἀλλʼ ἐπὶ μαζῷ
θυμὸν ἔχον· κηδέων γὰρ ἀπόπροθι νήπιον ἦτορ.
Πάσῃσιν δʼ ἐλέλυντο κόμαι καὶ στήθεα λυγρὰ
ἀμφʼ ὀνύχεσσι δέδρυπτο· παρειῇσιν δʼ ἔτι δάκρυ
αὐαλέον περίκειτο, κατείβετο δʼ ἄλλʼ ἐφύπερθε
πυκνὸν ἀπὸ βλεφάρων. Δέρκοντο δὲ τλήμονα πάτρην
αἰθομένην ἔτι πάγχυ, πολὺν δʼ ἀνὰ καπνὸν ἰόντα.
Ἀμφὶ δὲ Κασσάνδρην ἐρικυδέα παπταίνουσαι
πᾶσαί μιν θηεῦντο θεοπροπίης ἀλεγεινῆς
μνωόμεναι· ἣ δέ σφιν ἐπεγγελάασκε γοώσαις
καί περ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης.
Τρώων δʼ ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο,
ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο
θαπτέμεναι μεμαῶτες· ἄγεν δʼ ἀλεγεινὸν ἐς ἔργον
Ἀντήνωρ· αὐτοὶ δὲ πυρὴν πολέεσσι τίθεντο.
Ἀργεῖοι δʼ ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες
ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ,
ἄλλοτε δʼ ἱστία νηυσὶ μεμαότες ἐντύνοντο
ἐσσυμένως. Ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα
Δαρδανίη καὶ τύμβος Ἀχιλλέος· οἳ δʼ ἀνὰ θυμὸν
καί περ ἰαινόμενοι κταμένων μνησθέντες ἑταίρων
ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν
ὄσσε βάλονθʼ· ἣ δέ σφιν ἐφαίνετο τηλόθι νηῶν
χαζομένη. Τοὶ δʼ αἶψα παρʼ ἀγχιάλοιο φέροντο
ῥηγμῖνας Τενέδοιο, παρημείβοντο δὲ Χρῦσαν
καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιό τε Κίλλης·
Λέσβος δʼ ἠνεμόεσσʼ ἀνεφαίνετο· κάμπτετο δʼ ἄκρη
ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης.
Λαίφεα δὲ πρησθέντα περίαχεν· ἀμφὶ δὲ πρῴραις
ἔβραχεν οἶδμα κελαινόν· ἐπεσκιόωντο δὲ μακρὰ
κύματα· λευκαίνοντο δʼ ὑπὲρ πόντοιο κέλευθοι.
Καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας
πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρά σφι
κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη.
Καί ῥʼ ὁπότʼ Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης,
δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον
ἀμφὶ Λοκρῶν βασιλῆι καὶ ἄσχετον ἀσχαλόωσα
Ζηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθον
ἀθανάτων ἀπάνευθε· χόλον δέ οἱ οὐ χάδε θυμός·
«Ζεῦ πάτερ, οὐκέτʼ ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται
ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ
οὔτʼ ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτʼ ὀπηδεῖ
ἀνδράσι λευγαλέοισι, κακοῦ δʼ ἄρα πολλάκις ἐσθλὸς
συμφέρετʼ ἄλγεσι μᾶλλον, ἔχει δʼ ἄλληκτον ὀϊζύν.
Τοὔνεκʼ ἄρʼ οὔτε δίκην τις ἔθʼ ἅζεται, οὐδέ τις αἰδὼς
ἔστι παρʼ ἀνθρώποισιν. Ἔγωγε μὲν οὔτʼ ἐν Ὀλύμπῳ
ἔσσομαι οὔτʼ ἔτι σεῖο κεκλήσομαι, εἰ μὴ Ἀχαιῶν
τίσομʼ ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ
υἱὸς Ὀϊλῆος μέγʼ ἐνήλιτεν, οὐδʼ ἐλέαιρε
Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας
πολλάκις, οὐδʼ ἔδδεισεν ἐμὸν μένος, οὐδέ τι θυμῷ
ᾐδέσατʼ ἀθανάτην, ἀλλʼ ἄσχετον ἔργον ἔρεξε.
Τῶ νύ μοι ἀμβροσίῃσι περὶ φρεσὶ μή τι μεγήρῃς
ῥέξαι ὅπως μοι θυμὸς ἐέλδεται, ὄφρα καὶ ἄλλοι
αἰζηοὶ τρομέωσι θεῶν ἀρίδηλον ὁμοκλήν.»
Ὣς φαμένην προσέειπε πατὴρ ἀγανοῖς ἐπέεσσιν·
«Ὦ τέκος, οὔ τοι ἔγωγʼ ἀνθίσταμαι εἵνεκʼ Ἀχαιῶν,
ἀλλὰ καὶ ἔντεα πάντα, τά μοι πάρος ἦρα φέροντες
χερσὶν ὑπʼ ἀκαμάτοισιν ἐτεκτήναντο Κύκλωπες,
δώσω ἐελδομένῃ· σὺ δὲ σῷ κρατερόφρονι θυμῷ
αὐτὴ χεῖμʼ ἀλεγεινὸν ἐπʼ Ἀργείοισιν ὄρινον.»
Ὣς εἰπὼν στεροπήν τε θοὴν ὀλοόν τε κεραυνὸν
καὶ βροντὴν στονόεσσαν ἀταρβέος ἀγχόθι κούρης
θήκατο· τῆς δʼ ἄρα θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἰάνθη.
Αὐτίκα δʼ αἰγίδα θοῦριν ἐδύσετο παμφανόωσαν,
ἄρρηκτον βριαρήν τε καὶ ἀθανάτοισιν ἀγητήν·
ἐν γάρ οἱ πεπόνητο κάρη βλοσυροῖο Μεδούσης
σμερδαλέον· κρατεροὶ δὲ καὶ ἀκαμάτου πυρὸς ὁρμὴν
λάβρον ἀποπνείοντες ἔσαν καθύπερθε δράκοντες.
Ἔβραχε δʼ αἰγὶς ἅπασα περὶ στήθεσσιν ἀνάσσης,
οἷον ὅτε στεροπῇσιν ἐπιβρέμει ἄσπετος αἰθήρ.
Λάζετο δʼ ἔντεα πατρὸς ἅ περ θεὸς οὔ τις ἀείρει
νόσφι Διὸς μεγάλοιο· τίναξε δὲ μακρὸν Ὄλυμπον,
σὺν δʼ ἔχεεν νεφέλας τε καὶ ἠέρα πᾶσαν ὕπερθε·
νὺξ δʼ ἐχύθη περὶ γαῖαν, ἐπήχλυσεν δὲ θάλασσα·
Ζεὺς δὲ μέγʼ εἰσορόων ἐπετέρπετο. Κίνυτο δʼ εὐρὺς
οὐρανὸς ἀμφὶ πόδεσσι θεῆς· περὶ δʼ ἔβραχεν αἰθήρ,
ὡς Διὸς ἀκαμάτοιο ποτὶ κλόνον ἐμμεμαῶτος.
Ἣ δʼ ἄφαρ ἠερόεντος ὑπὲρ πόντοιο φέρεσθαι
οὐρανόθεν προέηκεν ἐς Αἴολον ἄμβροτον Ἶριν,
ὄφρʼ Ἀνέμους ἅμα πάντας ἐπιβρίσαντας ἰάλλῃ
ἐλθέμεναι κραναοῖο Καφηρέος ἔγγυθεν ἄκρων
νωλεμέως χριμφθέντας ἀνοιδῆναί τε θάλασσαν
λευγαλέῃς ῥιπῇσι μεμηνότας. Ἣ δʼ ἀΐουσα
ἐσσυμένως οἴμησε περιγναμφθεῖσα νέφεσσι·
φαίης κεν πῦρ ἔμμεν ἅμʼ ἠέρι καὶ μέλαν ὕδωρ.
Ἵκετο δʼ Αἰολίην, Ἀνέμων ὅθι λάβρον ἀέντων
ἄντρα πέλει στυφελῇσιν ἀρηρέμενʼ ἀμφὶ πέτρῃσι
κοῖλα καὶ ἠχήεντα· δόμοι δʼ ἄγχιστα πέλονται
Αἰόλου Ἱπποτάδαο. Κίχεν δέ μιν ἔνδον ἐόντα
σύν τʼ ἀλόχῳ καὶ παισὶ δυώδεκα· καί οἱ ἔειπεν
ὁππόσʼ Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ.
Αὐτὰρ ὅ γʼ οὐκ ἀπίθησε, μολὼν δʼ ἔκτοσθε μελάθρων
χερσὶν ὑπʼ ἀκαμάτοισιν ὄρος μέγα τύψε τριαίνῃ,
ἔνθʼ Ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο
ἐν κενεῷ κευθμῶνι, περίαχε δʼ αἰὲν ἰωὴ
βρυχομένων ἀλεγεινά. Βίῃ δʼ ἔρρηξε κολώνην·
οἳ δʼ ἄφαρ ἐξεχέοντο· κέλευσε δὲ πάντας ἐρεμνὴν
λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρʼ ἀλεγεινὸν
ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ.
Οἳ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι
πᾶν ἔπος· ἐσσυμένοισι δʼ ἐπεστενάχιζε θάλασσα
ἄσπετον· ἠλιβάτοισι δʼ ἐοικότα κύματʼ ὄρεσσιν
ἄλλοθεν ἄλλα φέροντο. Κατεκλάσθη δʼ ἄρʼ Ἀχαιῶν
θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που
ὑψηλὸν φέρε κῦμα διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
οἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε
βυσσὸν ἐς ἠερόεντα, βίη δέ οἱ ἄσχετος αἰεὶ
ψάμμον ἀναζείεσκε διοιγομένοιο κλύδωνος.
Οἳ δʼ ἄρʼ ἀμηχανίῃ βεβολημένοι οὔτʼ ἐπʼ ἐρετμῷ
χεῖρα βαλεῖν ἐδύναντο τεθηπότες, οὔτʼ ἄρα λαίφη
ἔσθενον ἀμφὶ κέρα λελιημένοι εἰρύσσασθαι
ῥηγνύμενʼ ἐξ ἀνέμων οὐδʼ ἔμπαλιν ἰθύνασθαι
ἐς πλόον· ἀργαλέαι γὰρ ἐπεκλονέοντο θύελλαι.
Οὐδὲ κυβερνήτῃσι πέλεν μένος εἰσέτι νηῶν
χερσὶν ἐπισταμένῃσι θοῶς οἰήια νωμᾶν·
πάντα γὰρ ἄλλυδις ἄλλα κακαὶ διέχευον ἄελλαι.
Οὐδέ τις ἐλπωρὴ βιότου πέλεν, οὕνεκʼ ἐρεμνὴ
νὺξ ἅμα καὶ μέγα χεῖμα καὶ ἀθανάτων χόλος αἰνὸς
ὦρτο· Ποσειδάων γὰρ ἀνηλέα πόντον ὄρινεν
ἦρα κασιγνήτοιο φέρων ἐρικυδέι κούρῃ,
ἥ ῥα καὶ αὐτὴ ὕπερθεν ἀμείλιχα μαιμώωσα
θῦνε μετʼ ἀστεροπῇσιν· ἐπέκτυπε δʼ οὐρανόθεν Ζεὺς
κυδαίνων ἀνὰ θυμὸν ἑὸν τέκος. Ἀμφὶ δὲ πᾶσαι
νῆσοί τʼ ἤπειροί τε κατεκλύζοντο θαλάσσῃ
Εὐβοίης οὐ πολλὸν ἀπόπροθεν, ἧχι μάλιστα
τεῦχεν ἀμειλίκτοισιν ἐπʼ ἄλγεσιν ἄλγεα δαίμων
Ἀργείοις. Στοναχὴ δὲ καὶ οἰμωγὴ κατὰ νῆας
ἔπλετʼ ἀπολλυμένων· κανάχιζε δὲ δούρατα νηῶν
ἀγνυμένων· αἳ γάρ ῥα συνωχαδὸν ἀλλήλῃσιν
αἰὲν ἐνερρήγνυντο. Πόνος δʼ ἄπρηκτος ὀρώρει·
καί ῥʼ οἳ μὲν κώπῃσιν ἀπωσέμεναι μεμαῶτες
νῆας ἐπεσσυμένας αὐτοῖς ἅμα δούρασι λυγροὶ
κάππεσον ἐς μέγα βένθος, ἀμειλίκτῳ δʼ ὑπὸ πότμῳ
κάτθανον, οὕνεκʼ ἄρά σφιν ἐπέχραον ἄλλοθεν ἄλλα
νηῶν δούρατα μακρά, συνηλοίηντο δὲ πάντων
σώματα λευγαλέως· οἳ δʼ ἐν νήεσσι πεσόντες
κεῖντο καταφθιμένοισιν ἐοικότες· οἳ δʼ ὑπʼ ἀνάγκης
νήχοντʼ ἀμφιπεσόντες ἐυξέστοισιν ἐρετμοῖς·
ἄλλοι δʼ αὖ σανίδεσσιν ἐπέπλεον. Ἔβραχε δʼ ἅλμη
βυσσόθεν, ὥς τε θάλασσαν ἰδʼ οὐρανὸν ἠδὲ καὶ αἶαν
φαίνεσθʼ ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα.
Ἣ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο βαρύκτυπος Ἀτρυτώνη
οὔ τι καταισχύνεσκε βίην πατρός· ἀμφὶ δʼ ἄρʼ αἰθὴρ
ἴαχεν. Ἣ δʼ Αἴαντι φόνον καὶ πῆμα φέρουσα
ἔμβαλε νηὶ κεραυνόν, ἄφαρ δέ μιν ἄλλυδις ἄλλῃ
ἐσκέδασεν διὰ τυτθά· περίαχε δʼ αἶα καὶ αἰθήρ,
ἐκλύσθη δʼ ἄρα πᾶσα περίδρομος Ἀμφιτρίτη.
Οἳ δʼ ἔκτοσθε νεὸς πέσον ἀθρόοι· ἀμφὶ δʼ ἄρʼ αὐτοὺς
κύματα μακρὰ φέροντο· περὶ στεροπῇσι δʼ ἀνάσσης
αἴγλη μαρμαίρεσκε διὰ κνέφας ἀΐσσουσα.
Οἳ δʼ ἄποτον λάπτοντες ἁλὸς πολυηχέος ἅλμην
θυμὸν ἀποπνείοντες ὑπὲρ πόντοιο φέροντο.
Ληιάσιν δʼ ἄρα χάρμα καὶ ὀλλυμένῃσι τέτυκτο·
καί ῥʼ αἳ μὲν κατέδυσαν ἔσω ἁλὸς ἀμφιβαλοῦσαι
χεῖρας ἑοῖς τεκέεσσι δυσάμμοροι· αἳ δʼ ἀλεγειναὶ
δυσμενέων περὶ κρᾶτα βάλον χέρας, οἷς ἅμα λυγραὶ
σπεῦδον ἀποφθίσασθαι ἑῆς ἀντάξια λώβης
τινύμεναι Δαναούς. Ἣ δʼ ὑψόθεν εἰσορόωσα
τέρπεθʼ ἑὸν κατὰ θυμὸν ἀγαυὴ Τριτογένεια.
Αἴας δʼ ἄλλοτε μὲν περινήχετο δούρατι νηός,
ἄλλοτε δʼ αὖ χείρεσσι διήνυεν ἁλμυρὰ βένθη,
ἀκαμάτῳ Τιτῆνι βίην ὑπέροπλον ἐοικώς.
Σχίζετο δʼ ἁλμυρὸν οἶδμα περὶ κρατερῇσι χέρεσσιν
ἀνδρὸς ὑπερθύμοιο· θεοὶ δέ μιν εἰσορόωντες
ἠνορέην καὶ κάρτος ἐθάμβεον. Ἀμφὶ δὲ κῦμα
ἄλλοτε μὲν φορέεσκε πελώριον ἠΰτʼ ἐπʼ ἄκρην
οὔρεος ὑψηλοῖο διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
ὑψόθεν οἷα φάραγξιν ἐνέκρυφεν· οὐδʼ ὅ γε χεῖρας
κάμνε πολυτλήτους. Πολλοί γε μὲν ἔνθα καὶ ἔνθα
σβεννύμενοι σμαράγιζον ἔσω πόντοιο κεραυνοί·
οὔ πω γάρ οἱ θυμὸν ἐμήδετο Κηρὶ δαμάσσαι
κούρη ἐριγδούποιο Διὸς μάλα περ κοτέουσα,
πρὶν τλῆναι κακὰ πολλὰ καὶ ἄλγεσι πάγχυ μογῆσαι.
Τοὔνεκά μιν κατὰ βένθος ἐδάμνατο δηρὸν ὀϊζὺς
πάντοθε τειρόμενον· περὶ γὰρ κακὰ μυρία Κῆρες
ἀνδρὶ περιστήσαντο. Μένος δʼ ἐνέπνευσεν ἀνάγκη·
φῆ δέ, καὶ εἰ μάλα πάντες Ὀλύμπιοι εἰς ἓν ἵκωνται
χωόμενοι καὶ πᾶσαν ἀναστήσωσι θάλασσαν,
ἐκφυγέειν. Ἀλλʼ οὔ τι θεῶν ὑπάλυξεν ὁμοκλήν·
δὴ γάρ οἱ νεμέσησεν ὑπέρβιος Ἐννοσίγαιος,
εὖτέ μιν εἰσενόησεν ἐφαπτόμενον χερὶ πέτρης
Γυραίης, καί οἱ μέγʼ ἐχώσατο. Σὺν δʼ ἐτίναξε
πόντον ὁμῶς καὶ γαῖαν ἀπείριτον· ἀμφὶ δὲ πάντῃ
κρημνοὶ ὑπεκλονέοντο Καφηρέος· αἳ δʼ ἀλεγεινὸν
θεινόμεναι ῥηγμῖνες ἐπέβραχον οἴδματι λάβρῳ
χωομένοιο ἄνακτος. Ἀπέσχισε δʼ εἰς ἅλα πέτρον
εὐρέα, τῇ περ ἐκεῖνος ἑαῖς ἐπεμαίετο χερσί·
καί ῥά οἱ ἀμφὶ πάγοισιν ἑλισσομένου μάλα δηρὸν
χεῖρες ἀπεδρύφθησαν, ὑπέδραμε δʼ αἷμʼ ὀνύχεσσι·
μορμῦρον δέ οἱ αἰὲν ὀρινόμενος περὶ κῦμα
ἀφρὸς ἄδην λεύκαινε κάρη λάσιόν τε γένειον.
Καί νύ κεν ἐξήλυξε κακὸν μόρον, εἰ μὴ ὅ γʼ αὐτῷ
ῥήξας γαῖαν ἔνερθεν ἐπιπροέηκε κολώνην.
Εὖτε πάρος μεγάλοιο κατʼ Ἐγκελάδοιο δαΐφρων
Παλλὰς ἀειραμένη Σικελὴν ἐπικάββαλε νῆσον
ἥ ῥʼ ἔτι καίεται αἰὲν ὑπʼ ἀκαμάτοιο Γίγαντος
αἰθαλόεν πνείοντος ἔσω χθονός· ὣς ἄρα Λοκρῶν
ἀμφεκάλυψεν ἄνακτα δυσάμμορον οὔρεος ἄκρη
ὑψόθεν ἐξεριποῦσα· βάρυνε δὲ καρτερὸν ἄνδρα.
Ἀμφὶ δέ μιν θανάτοιο μέλας ἐκιχήσατʼ Ὄλεθρος
γαίῃ ὁμῶς δμηθέντα καὶ ἀτρυγέτῳ ἐνὶ πόντῳ.
Ὣς δὲ καὶ ἄλλοι Ἀχαιοὶ ὑπὲρ μέγα λαῖτμα φέροντο,
οἳ μὲν ἄρʼ ἐν νήεσσι τεθηπότες, οἳ δὲ πεσόντες
ἔκτοσθεν νηῶν· ὀλοὴ δʼ ἔχε πάντας ὀϊζύς.
Αἳ μὲν γὰρ φορέοντʼ ἐπικάρσιαι εἰν ἁλὶ νῆες,
ἄλλαι δʼ ἀνστρέψασαι ἄνω τρόπιν· ὧν δέ που ἱστοὶ
ἐκ περάτων ἐάγησαν ἐπισπέρχοντος ἀήτεω,
τῶν δὲ διὰ ξύλα πάντα θοαὶ σκεδάσαντο θύελλαι·
αἳ δὲ καὶ ἐς μέγα βένθος ὑποβρύχιαι κατέδυσαν
ὄμβρου ἐπιβρίσαντος ἀπείρονος οὐδʼ ὑπέμειναν
λάβρον ὁμῶς ἀνέμοισι θαλάσσης καὶ Διὸς ὕδωρ
μισγόμενον· ποταμῷ γὰρ ἀλίγκιος ἔρρεεν αἰθὴρ
συνεχές, ἣ δʼ ὑπένερθεν ἐμαίνετο δῖα θάλασσα.
Καί τις ἔφη· «Τάχα τοῖον ἐπέχραεν ἀνδράσι χεῖμα,
ὁππότε Δευκαλίωνος ἀθέσφατος ὑετὸς ἦλθε,
ποντώθη δʼ ἄρα γαῖα, βυθὸς δʼ ἐπεχεύατο πάντῃ.»
Ὣς ἄρʼ ἔφη Δαναῶν τις ἐνὶ φρεσὶ χεῖμα τεθηπὼς
λευγαλέον. Πολλοὶ δὲ κατέφθιθον· ἀμφὶ δὲ νεκρῶν
πλήθεθʼ ἁλὸς μέγα χεῦμα, περιστείνοντο δὲ πᾶσαι
ἠιόνες· πολέας γὰρ ἀπέπτυσε κῦμʼ ἐπὶ χέρσον.
Ἀμφὶ δὲ νήια δοῦρα βαρύβρομον Ἀμφιτρίτην
πᾶσαν ἄδην ἐκάλυψε· μέσον δʼ οὐ φαίνετο κῦμα.
Ἄλλοι δʼ ἄλλην κῆρα κακὴν λάχον· οἳ μὲν ἀνʼ εὐρὺν
πόντον ὀρινομένης ἁλὸς ἄσχετον, οἳ δʼ ἐνὶ πέτραις
ἄξαντες πέρι νῆας ὀιζυρῶς ἀπόλοντο
Ναυπλίου ἐννεσίῃσιν. Ὃ γὰρ κοτέων μάλα παιδὸς
χείματος ὀρνυμένοιο καὶ ὀλλυμένων Ἀργείων
καί περ ἀκηχέμενος μέγʼ ἐγήθεεν, οὕνεκʼ ἄρʼ αὐτῷ
δῶκε τίσιν θεὸς αἶψα καὶ ἔδρακεν ἐχθρὸν ὅμιλον
τειρόμενον κατὰ βένθος. Ἑῷ δʼ ἄρα πολλὰ τοκῆι
εὔχεθʼ ὁμῶς νήεσσιν ὑπόβρυχα πάντας ὀλέσθαι.
Τοῦ δὲ Ποσειδάων μὲν ἐπέκλυεν· ἄλλα δὲ πόντος . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ἂψ μέλαν οἶδμα φέρεσκεν· ὃ δʼ ἀκαμάτῃ χερὶ πεύκην
αἰθομένην ἀνάειρε, δόλῳ δʼ ἀπάφησεν Ἀχαιοὺς
ἐλπομένους εὔορμον ἕδος λιμένων ἀφικέσθαι·
αἰνῶς γὰρ πέτρῃσι περὶ στυφελῇσι δάμησαν
αὐταῖς σὺν νήεσσι· κακῷ δʼ ἐπὶ κύντερον ἄλγος
τλῆσαν ἀνιηρῇσι προσαγνύμενοι περὶ πέτρῃς
νυκτὶ θοῇ. Παῦροι δʼ ἔφυγον μόρον οὕς τʼ ἐσάωσεν
ἢ θεὸς ἢ δαίμων τις ἐπίρροθος. Αὐτὰρ Ἀθήνη
ἄλλοτε μὲν θυμῷ μέγʼ ἐγήθεεν, ἄλλοτε δʼ αὖτε
ἄχνυτʼ Ὀδυσσῆος πινυτόφρονος, οὕνεκʼ ἔμελλε
πάσχειν ἄλγεα πολλὰ Ποσειδάωνος ὁμοκλῇ·
ὅς ῥα τότʼ ἀκαμάτοισι περὶ φρεσὶ πάγχυ μεγαίρων
τείχεσι καὶ πύργοισιν ἐυσθενέων Ἀργείων,
οὓς ἔκαμον Τρώων στυγερῆς ἔρυμʼ ἔμμεν ἀϋτῆς,
ἐσσυμένως μάλα πᾶσαν ἀνεπλήμμυρε θάλασσαν
ὅσση ἀπʼ Εὐξείνοιο κατέρχεται Ἑλλήσποντον,
καί μιν ἐπʼ ἠιόνας Τροίης βάλεν. Ὗε δʼ ὕπερθε
Ζεὺς ἐπίηρα φέρων ἐρικυδέι Ἐννοσιγαίῳ.
Οὐδὲ μὲν οὐδʼ Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο·
ἀλλʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα
εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δʼ ἔργον Ἀχαιῶν.
Καὶ τόσση δὲ θάλασσα καὶ εἰσέτι . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . κελάδοντες
χείμαρροί τʼ ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ,
τοὺς μέλαν οἶδμʼ ἀνέεργε πολυστόνου Ἀμφιτρίτης
πόντον ἐσελθέμεναι, πρὶν τείχεα πάντʼ ἀμαθῦναι
ἀργαλέως Δαναῶν. Αὐτὸς δʼ ἄρα γαῖαν ἔνερθε
ῥῆξε Ποσειδάων, ἀνὰ δʼ ἔβλυσεν ἄσπετον ὕδωρ
ἰλύν τε ψάμαθόν τε· βίῃ δʼ ἐλέλιξε κραταιῇ
Σίγεον, ἠιόνες δὲ μέγʼ ἔβραχον· ἐκ δὲ θεμέθλων . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
Δαρδανίη· καὶ ἄιστον ὑποβρύχιόν τʼ ἐκαλύφθη
ἕρκος ἀπειρέσιον, κατεδύσετο δʼ ἔνδοθι γαίης
μακρὰ διισταμένης. Ψάμαθος δʼ ἔτι φαίνετο μούνη,
χασσαμένου πόντοιο, κατʼ ἀκτάων ἐριδούπων,
νόσφι δʼ ἐπʼ αἰγιαλοῖσι κατεκτάθη. Ἀλλὰ τὰ μέν που
ἀθανάτων ἐτέλεσσε κακὸς νόος· οἳ δʼ ἐνὶ νηυσὶν
Ἀργεῖοι πλώεσκον ὅσους διὰ χεῖμα κέδασσεν·
ἄλλῃ δʼ ἄλλος ἵκανεν, ὅπῃ θεὸς ἦγεν ἕκαστον,
ὅσσοι ὑπὲρ πόντοιο λυγρὰς ὑπάλυξαν ἀέλλας.