eul_wid: gtk-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On the Origins of Cookery by Athenion the Comic Poet

On the Origins of Cookery is a lost verse comedy attributed to Athenion, a poet of the Middle Comedy period active in the 4th century BCE. The work survives only in fragments, approximately thirty-five in number, which are preserved chiefly through quotations in later authors, most notably Athenaeus of Naucratis in his Deipnosophistae. An alternate title, Extract, underscores its incomplete transmission. As suggested by its title, the comedy presented a mock-heroic or pseudo-scholarly inquiry into the invention of cooking, a theme consistent with Athenion’s known focus on culinary subjects. The surviving text features a dialogue in which one character argues that the art of cookery was the fundamental civilizing force for humanity, liberating people from a bestial, cannibalistic existence and leading them to an ordered society through the discovery of roasting meat after sacrifice. The work parodies ethnographic and philosophical discourses on cultural origins while offering social satire aimed at chefs, gourmands, and contemporary dining habits. These fragments are valuable evidence for the thematic evolution of Middle Comedy, which moved away from direct political satire toward generalized treatments of daily life and social types. They also provide insight into 4th-century Athenian social history and literary conventions, influencing later developments in Hellenistic and Roman comedy.

ΣΑΜΟΘΡΑΙΚΕΣ
οὐκ οἶσθʼ ὅτι πάντων ἡ μαγειρικὴ τέχνη
πρὸς εὐσέβειαν πλεῖστα προενήνεχθʼ ὅλως;
Β. τοιοῦτόν ἐστι τοῦτο; Α. πάνυ γε, βάρβαρε.
τοῦ θηριώδους καὶ παρασπόνδου βίου
ἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς
ἀλληλοφαγίας, ἤγαγʼ εἰς τάξιν τινά,
καὶ τουτονὶ περιῆψεν ὃν νυνὶ βίον
ζῶμεν. Β. τίνα τρόπον; Α. πρόσεχε, κἀγώ σοι φράσω.
ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν,
γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος
θύσας ἱερεῖον πρῶτος ὤπτησεν κρέας.
ὡς δʼ ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν,
αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα
θύοντες ὤπτων. ὡς δʼ ἅπαξ τῆς ἡδονῆς
ἐμπειρίαν τινʼ ἔλαβον, ἀρχῆς γενομένης,
ἐπὶ πλεῖον ηὖξον τὴν μαγειρικὴν τέχνην.
ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι
τὰ σπλάγχνα τοῖς θεοῖσιν ὀπτῶσιν φλογὶ
ἅλας οὐ προσάγοντες· οὐ γὰρ ἦσαν οὐδέπω
εἰς τὴν τοιαύτην χρῆσιν ἐξηυρημένοι.
ὡς δʼ ἤρεσʼ αὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας
προσάγουσιν ἤδη τῶν ἱερῶν γεγραμμένων
τὰ πάτρια διατηροῦντες, ἅπερ ἡμῖν μόνα
ἅπασιν ἀρχὴ γέγονε τῆς σωτηρίας,
τὸ προσφιλοτεχνεῖν διά τε τῶν ἡδυσμάτων
ἐπὶ πλεῖον αὔξειν τὴν μαγειρικὴν τέχνην.
Β. καινὸς πάρεστιν οὑτοσὶ Παλαίφατος.
Α. μετὰ ταῦτα γαστρίον τις ὠνθυλευμένον
προϊόντος εἰσηνέγκατʼ ἤδη τοῦ χρόνου·
ἐρίφιον ἐτακέρωσε, πνικτῷ διέλαβεν
περικομματίῳ, διεγίγγρασʼ ὑποκρούσας γλυκεῖ,
ἰχθὺν παρεισεκύκλησεν οὐδʼ ὁρώμενον,
λάχανον, τάριχος, πουλύποδας, χόνδρον, μέλι.
ὡς πολὺ δὲ διὰ τὰς ἡδονὰς ἃς νῦν λέγω
ἀπεῖχʼ ἕκαστος τοῦ φαγεῖν ἂν ἔτι νεκροῦ,
αὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος
ἠθροίζετʼ, ἐγένονθʼ αἱ πόλεις, οἰκούμεναι
διὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν.
Β. ἄνθρωπε, χαῖρε· περὶ πόδʼ εἶ τῷ δεσπότῃ.
Α. καταρχόμεθʼ ἡμεῖς οἱ μάγειροι, θύομεν,
σπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεοὺς
ἡμῖν ὑπακούειν διὰ τὸ ταῦθʼ εὑρηκέναι
τὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς.
Β. ὑπὲρ εὐσεβείας οὖν ἀφεὶς παῦσαι λέγων,
ἥμαρτον· ἀλλὰ δεῦρο σὺ ξυνείσιθι
ἐμοί, τά τʼ ἔνδον εὐτρεπῆ ποίει λαβών.