eul_wid: qnq-ay

On Singular Words
Περὶ μονήρους λέξεως

Herodian of Alexandria On Singular Words PDF

On Singular Words is a grammatical treatise by the second-century CE scholar Herodian of Alexandria. The work survives in a fragmentary state, comprising forty-five short passages that analyze rare or peculiar Greek words. These fragments exemplify the detailed lexicographical scholarship of the Roman Imperial period, which was dedicated to systematizing correct Greek usage, often according to classical Attic models. The treatise addresses core themes of the contemporary grammatical tradition, including lexicography and morphology, with close analysis of individual word forms. It reflects the principles of Atticism, offering judgments on vocabulary aligned with esteemed classical standards, and contributes to the broader project of establishing grammatical correctness, or Hellenismos. The work is characterized by its meticulous philological detail, scrutinizing exceptional linguistic features.

The treatise does not survive as a continuous text but is preserved through excerpts and citations in later Byzantine grammatical compilations, lexicons, and scholia. Modern editions have reconstructed it from sources such as the Suda lexicon. Herodian was a preeminent and influential grammarian, and though fragmentary, this work made a significant contribution to the technical grammatical tradition. Its analyses were frequently quoted by later authors and incorporated into foundational texts that shaped Byzantine and early modern understanding of Greek vocabulary and usage.

3,2 908 (1t) ΑΙΛΙΟΥ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΜΟΝΗΡΟΥΣ ΛΕΞΕΩΣ. Τῶν λέξεων αἱ μὲν πλήθουσι καθ’ ὁμοιότητα, αἱ δὲ οὔ. καὶ τῶν μὲν πληθουσῶν ἤτοι τὸ τέλος μόνον παραφυλάττομεν τὸ αὐτὸ ὄν, ἢ καὶ ποσότητα συλλαβῶν καὶ τόνον· ἔσθ’ ὅτε δὲ καὶ τὴν πρὸ τέλους συλλαβήν, ἔστι δὲ καὶ τὴν τρίτην ἀπὸ τέλους, ἐφ’ ὧν οὐδὲ δύναταί ποτε λέξις μονοσυλλαβῆσαι ἢ δισυλλαβῆσαι. εἰ γὰρ τρεῖς εἰσιν αἱ παραφυλασσόμεναι συλλαβαί, πῶς ἂν ἐκ τούτων μείωσις γένοιτο; ἐκστήσεται γὰρ τῆς ποσότητος τοῦ ἀριθμοῦ καὶ τῆς ὁμοιότητος. ὥσπερ ἐπὶ τῶν διὰ τοῦ αλεος παραγομένων, νηφαλέος, δειμαλέος, ἀργαλέος. πάντα γὰρ ταῦτα ἔχει τὰς ἐν τῷ τέλει τρεῖς συλλαβὰς τύπον μόνον ἐμφαινούσας, τοῦ δηλουμένου αὐτοῦ ὑπάρχοντος ἐν τῇ ἀρχῇ. οἷον τὸ δειμαλέος τετύπωται μὲν ἀρσενικῷ χαρακτῆρι καὶ ἔστιν εὐθείας πτώσεως ἑνικόν· τὸ μέντοι δηλούμενον ἔχει ἐν τῇ ἀρχούσῃ συλλαβῇ καὶ ἐν τῷ μ συμφώνῳ. ὁμοίως καὶ τὸ νηφαλέος, οὐ παρ’ ὄνομα παραχθέν, ὡς τὸ προκείμενον, παρὰ μέντοι τὸ νήφω ῥῆμα ὁμοίως παροξυνθέν, ἔχον τὰς ἐπὶ τέλει τρεῖς συλλαβὰς τῆς παραγωγῆς, τοῦ σημαινομένου αὐτοῦ ὑπάρχοντος ἐν τῇ ἀρχούσῃ συλλαβῇ καὶ ἐν τῷ φ . καὶ τὸ αὐτὸ εὑρήσεις ἐπὶ πάντων τῶν τοιούτων. ἐφ’ ὧν οὐκ ἔστιν ἐλέγξαι τινὰ περὶ ποσότητα συλλαβῶν πεπλανημένην λέξιν. δύναιτο δ’ ἄν τις ἐπιζητῆσαι τόνον πιθανευόμενος, ὡς τὰ τοιαῦτα πάντα τὰ διὰ τοῦ αλεος ὑπάρχοντα παραγωγὰ καθεστῶτα ὑπὲρ τρεῖς συλλαβὰς παροξύνεσθαι θέλει, ὡς ἔχει πάντα τὰ τοιαῦτα, νηφαλέος, σκωπαλέος, δειμαλέος, σμερδαλέος, κερδαλέος, φρικαλέος, θαρσαλέος, ἀργαλέος, αὐαλέος, φοιταλέος, γηραλέος, λευγαλέος, ὀπταλέος, ἰκμαλέος, ῥωμαλέος, ῥωγαλέος· τὸ μέντοι δαιδάλεος τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν· ἔνθεν αἰτιατικὴ «δαιδάλεον θώρηκα» παρὰ τῷ ποιητῇ (Θ 195).
3,2 909 καὶ παρὰ Ἀντιμάχῳ κονισάλεος τὼ δ’ αὖτ’ ἀμφὶ κονισάλεον πεπονήατο δίφρον. καὶ δῆλον ὅτι ἡ ἀναλογία ἀνιωμένη τῷ τοιούτῳ διαφόρου κινήσεως παρίστησι τὰς λέξεις, ὡς ὅτι τὸ δαιδάλεος καὶ κονισάλεος κτητικῇ Ἰωνικῇ ἐστιν ἐνδείᾳ τοῦ ι ὁμοίως καὶ Ἑκτόρεος καὶ Νεστόρεος. ὡρισάμην διὰ τοῦ αλεος ὑπὲρ τρεῖς συλλαβὰς ὄντα, ἐπεί ἐστί τινα τρισύλλαβα οὐχ ὁμοίως παρηγμένα, ἅπερ διαλλάξαντα καὶ τῷ μὴ ὁμοίως παρῆχθαι καὶ ποσότητι συλλαβῶν καὶ νοητῷ διήλλασσε καὶ τόνῳ. ἐπὶ γὰρ τοῦ τέλους λαμβάνει τὴν ὀξεῖαν, ὡς ἔχει τὸ γαλεός, ἀλεός, παλεός. Τῶν μέντοι μὴ πληθουσῶν λέξεων, ἀλλὰ σπανίως ὁρωμένων ἤτοι κατὰ τὴν λήγουσαν συλλαβὴν ἢ τὴν πρὸ αὐτῆς, ἢ κατὰ ποσότητα μεμειωμένων ἐν στοιχείοις τε καὶ συλλαβαῖς, ἢ διαφόρῳ τόνῳ κεχρημένων καὶ οὐχ ὁμοίως τοῖς ὁμοιοκαταλήκτοις ἔλεγχον ἀπεργάζεται ἡ ἀναλογία, οὐκ ἀποδοκιμάζουσα χρῆσθαι, ἀλλὰ σημειουμένη τὸ σπάνιον· εἴ γε εἴσεται τὰς παρὰ τοῖς Ἕλλησι λέξεις πῇ μὲν καθ’ ὁμοιότητα ἐν πλήθει ἐκφερομένας ποικίλας καθεστώσας ἢ σπανίους ἡ πάσης λέξεως Ἑλληνικῆς πρόνοιαν ποιοῦσα ἀναλογία καὶ ὥσπερ εἰ ἐν δικτύῳ συνέχουσα τὸ πολυσχιδὲς τῆς τῶν ἀνθρώπων γλώσσης φθέγμα τῇ τέχνῃ, κατορθοῦν ἐπιχειροῦσα τὰς τῶν ληγόντων στοιχείων φύσεις καὶ τῶν παραληγόντων ἢ ἀρχομένων τά τε σπάνια καὶ δαψιλῆ ἐν συντόμῳ παραδιδοῦσα. οὐδὲ οὖν πρόκειται ἡμῖν περὶ πάσης λέξεως λέγειν, ἀλλὰ περὶ τῆς ἐκφυγούσης τὸ πλῆθος, καὶ οὐδὲ ταύτης καθολικῶς, ἀλλ’ ἐπὶ ποσόν· οὐδὲ κατηγορεῖν τῆς λέξεως εἰ σπάνιοι εἶεν· ἐπεί τοί γε εἰ τὸ μὴ πληθύον πανταχοῦ ὡς ἡμαρτημένον ἐλέγχειν ἐπιχειρήσαιμεν, οὐκ ἂν ἐξαρκέσαιμεν μυρίον ἀριθμὸν εὐδοκιμωτάτων λέξεων ὡς παρὰ τοὺς τῆς φύσεως νόμους ἐξενεχθεισῶν κακίζοντες· ἀλλ’ ἅσπερ ἐγεννήσατο ἡ φύσις ἡμῖν ταύτας παρ’ αὐτῆς εὐμενῶς προσδέχεσθαι, ἀλλαχοῦ μὲν μίαν εἰσηγησαμένης, ἑτέροθι δὲ δύο, καὶ νὴ Δία ἀλλαχοῦ τρεῖς, ἔπειτα τέσσαρας, μέχρις εἰς ἄπειρον χωρήσει πλῆθος.
3,2 910 κρίσις δὲ ἔστω τῆς προκειμένης λέξεως μονήρους ἡ πολλὴ χρῆσις παρὰ τοῖς παλαιοῖς καὶ ἡ συνήθεια ἔσθ’ ὅτε ὁμοίως τοῖς παλαιοῖς Ἕλλησιν ἐπισταμένη χρῆσιν. ὁποῖόν ἐστι τὸ πῦρ· τούτῳ γὰρ οὐδὲν πέφυκεν ὁμοίως λεγόμενον οὐδέτερον, ἀλλ’ οὖν γε πάντες ἐχρήσαντο τῇ φωνῇ. περὶ δὴ τοῦ τοιούτου εἴδους ἔσται ἡμῖν ὁ λόγος. οὐ μὴν ὅτι καὶ Σῦρ τί ἐστιν· οὕτω γὰρ ἐλέγετο πρότερον ἡ Φοινίκη. τοῦτο γὰρ ἀπεξενωμένον ἐστὶ καὶ ἐν ἱστορίᾳ κείμενον ἀγνοούμενόν τε καὶ τῇ τῶν παλαιῶν Ἑλλήνων χρήσει καὶ τῇ συνηθείᾳ. διὸ καὶ τὰ οὕτω λεγόμενα καθ’ ἱστορίαν οὐκ ἀνασκευάσει τὸ ὑπὸ πολλῶν λεγόμενον μονῆρες. παραλαμβανέσθω δέ μοι μονήρης λέξις εἴτε ἐν ὀνόμασιν εἴτε ἐν ῥήμασιν εἴτε ἐν ἐπιρρήμασιν, ἐπεὶ ταῦτα τὰ μέρη λόγου ἔσθ’ ὅτε πλήθει ἐν ὁμοιώμασιν, ὅπως διὰ τοῦ πληθύοντος τὸ παρηλλαγμένον καὶ σπάνιον ἐλέγχωμεν. τὰ γὰρ ἄλλα μέρη τοῦ λόγου σχεδὸν ὡς ἐπὶ τὸ πλεῖστον προτίθεται, αἱ δὲ μετοχαὶ ἀεὶ δεύτεραι τῶν ῥημάτων τὴν κίνησιν ἔχουσιν, ὡς δείκνυται ἐν τῷ περὶ μετοχῶν. τὸ μὲν οὖν πρότερον βιβλίον περιέξει τὰς μονήρεις λέξεις τὰς γινωσκομένας ὑπό τε τῆς συνηθείας καὶ τῶν παλαιῶν, τὸ δὲ δεύτερον καὶ τὰς ἐν ἀγνοίᾳ τῇ συνηθείᾳ. ἀρκτέον δὲ τῶν κανόνων ἐντεῦθεν, καὶ πρῶτος ἡμῖν θεὸς παρέστω. δίκαιον γὰρ τὴν ἀρχὴν ἀπ’ αὐτοῦ ποιήσασθαι, ὡς καὶ ὁ Σολεὺς ἀρχόμενος ἔφη «ἐκ Διὸς ἀρχώμεσθα». ΒΙΒΛΙΟΝ Α. Ζεύ ς. τὰ εἰς ευς λήγοντα ἀρσενικὰ ἐπ’ εὐθείας ἀεὶ ὑπὲρ μίαν ἐστὶ συλλαβήν, ἀριστεύς, βασιλεύς, Περσεύς, Πορθεύς, Πρωτεύς, ἁλιεύς, Οἰνεύς, Λυγκεύς, Ἀχιλλεύς, Τηρεύς, Θησεύς, Ὀδυσσεύς, Πηλεύς, Βρισεύς, Ἀτρεύς. δικαίως ἄρα ὁ Ζεὺς μονοσυλλαβήσας καὶ ἐκφεύγων τὴν ποσότητα τῶν συλλαβῶν τοῦ ευς χαρακτῆρος μονῆρες.
3,2 911 τὸ γὰρ Νεὺς ἐπὶ ποταμοῦ κείμενον, ὥς φησι Φιλέας, ἀπεξενωμένον ἐστί· τὸ δὲ θεὺς ἐκ συναλοιφῆς ἐστι ποιητικόν· τὸ δὲ σεὺς ἀπὸ ἀναλογίας πλασσόμενον· τὸ δὲ Φλεὺς ἐπὶ τοῦ Διονύσου κείμενον, ὡς ἐν ταῖς ἐπικλήσεσιν εὕρομεν, καθ’ ἱστορίαν ἐστὶν εἰρημένον. τὸ δὲ «μὴ Δνεὺς χίμαιραν, ἄγριον ὀφλήσεις» ἐθνικόν. τὸ αἴτιον τοῦ μονοσυλλαβῆσαι τὸ Ζεὺς ἐν τῷ περὶ ῥηματικῶν ὀνομάτων λέγομεν. Ὅτι δὲ ποικίλως εἴρηται ὑπὸ παλαιῶν ὁ θεὸς οὐκ ἀγνοῶ. καὶ γὰρ Δὶς καὶ Ζὴν καὶ Δὴν καὶ Ζάς, καὶ Ζὴς παρὰ Φερεκύδει κατὰ κίνησιν ἰδίαν, καὶ ὑπὸ Βοιωτῶν καὶ Δεὺς καὶ Δάν. Γ ῆ. τὰ εἰς η λήγοντα θηλυκὰ ὀνόματα ἐπ’ εὐθείας περισπώμενα κατὰ τὴν συνήθειαν καὶ τὴν τῶν παλαιῶν χρῆσιν ἀεὶ θέλει ὑπὲρ μίαν συλλαβὴν εἶναι ἔχειν τε καὶ ἐντελέστερα προυποκείμενα. συκέα συκῆ, λεοντέα λεοντῆ, φακέα φακῆ Ἐπίχαρμος χύτρα δὲ φακέας ἥψετο, παγῆ, γαλῆ, μυγαλῆ, ἀμυγδαλῆ Εὔπολις Βάπταις ἀλλ’ ἐξολεῖς με ναὶ μὰ τὴν ἀμυγδαλῆν, κωλῆ Ἀμειψίας Κόννῳ ἐντευθενὶ δίδοται μάλισθ’ ἱερώσυνα, κωλῆ, τὸ πλευρόν, ἡμίκραιρ’ ἀριστερά. σησαμῆ Ἀριστοφάνης (Pac. 857) πλακοῦς πέπεπται, σησαμῆ συμπλάττεται. χαιρέτω ἄρα ἡ γῆ μονοσύλλαβος οὖσα καὶ συνήθης τῇ νῦν χρήσει καὶ τῇ τῶν παλαιῶν πάντων. εἰ δέ τις λέγει, καὶ ἡ Ῥέα Ῥῆ κέκληται ὑπὸ τοῦ Συρίου, ἴστω ὅτι αὐτοῦ ἴδιος ἡ χρῆσις καὶ οὐ πᾶσιν ἴσως ἢ καὶ Ἀττικοῖς ἡ γνῶσις ἐστί.
3,2 912 τὸ δὲ πλῆ εἰρημένον παρὰ Διογένει τῷ Ἀπολλωνιάτῃ ἀντὶ τοῦ πλέη θηλυκοῦ ἐπιθετικῶς ἄγνωστον τοῖς ἄλλοις. ἀλλὰ καὶ ἡ νέα νῆ εἰρημένον ἐν Σαμίων ὥροις· «τῇ δὲ νῇ τῶν Πυθιογειτόνων τις συγκυρέων ἐλάμβανε». καὶ παρὰ Ἀριστοφάνει ἐν Αἰολοσίκωνι καί κ’ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο. ἡ δὲ γῆ κοινὴ συνήθης. ἔτρεψάν τε τὸ η εἰς α Δωριεῖς καὶ Αἰολεῖς καὶ Βοιωτοὶ γᾶ λέγοντες, ὡς ἀσυναλείπτου αὐτοῦ ὑπάρχοντος. οὐκ ἀγνοῶ δὲ ὅτι κατὰ ποιητὰς εἴρηται καὶ γέα καὶ γαῖα καὶ αἶα. Οὐρανό ς. τὰ εἰς νος λήγοντα ὀνόματα τρισύλλαβα ὀξυνόμενα καὶ ἔχοντα τὸ α συνεσταλμένον πρὸ τέλους μὴ καθαρεῦον οὐδέποτε τὴν ἄρχουσαν ἔχει φύσει μακράν, οἷον ἱκανός, καίτοιγε τὸ ῥῆμα ἐξέτεινε τὸ ι , πείθω πιθανός, εἴδεται ἰδανός, σὰς ἰδανὰς χάριτας. ἀγανός, τραγανός, σφεδανός, ἑδανός, ὀρφανός, πεδανός, ῥοδανός. σημειῶδες ἄρα τὸ οὐρανός, ὅτι ἤρξατο ἀπὸ φύσει μακρᾶς. Ἀλκαῖος δὲ καὶ εἰς ω ἀποφαίνεται τὸ ὄνομα, ὠρανὸς λέγων κατὰ τροπὴν τῆς ου διφθόγγου εἰς τὸ ω , καὶ ἄνευ τοῦ υ ὀρανός, ὥστε τὸ ἐπιζητούμενον παρ’ αὐτῷ λελύσθαι. καὶ Σαπφώ· ψαύην δ’ οὐ δοκίμωμ’ ὀράνω δυσαπάχεα. προσέθηκα μὴ καθαρεῦον, ἵνα μὴ ζητῶμεν περὶ τοῦ «εἱανοῦ ἁπτομένη» (Π 9) καὶ «ἑανοῦ κασσιτέροιο» (Σ 613). Ἀθην ᾶ. οὐδὲν εἰς να λῆγον ὑπὲρ μίαν συλλαβὴν θηλυκὸν περισπᾶται, ἀλλὰ μόνον τὸ Ἀθηνᾶ οὕτως ἔσθ’ ὅτε ὑπὸ τῶν Ἀττικῶν λεγόμενον καὶ ὑπὸ τῆς συνήθους λέξεως. εἰ δέ τις λέγοι καὶ ἡ Δανᾶ οὕτως εἴρηται παρ’ Ἑκαταίῳ, «τῇ Δανᾷ μίσγεται Ζεύς», ἴστω ὅτι τοῦτο παρ’ Ἑκαταίῳ ἐστὶ καὶ ἐν τῇ χρήσει τῶν Φοινίκων, ὡς αὐτός φησι, οὐκ ἔτι μέντοι Ἀττικοῖς καὶ τῇ συνηθείᾳ γνωστόν. οὐκ ἀγνοῶ δὲ τὴν θεὸν ποικίλως λεγομένην κατὰ τὴν εὐθεῖαν. προσέθηκα δὲ ὑπὲρ μίαν συλλαβήν, ἵνα ἐκφύγωμεν τὸ σύνηθες τὸ μνᾶ Ἀττικοῖς τε καὶ τῇ νῦν χρήσει καὶ ἀπεξενωμένον τὸ Χνᾶ· οὕτω γὰρ πρότερον ἡ Φοινίκη ἐκαλεῖτο.
3,2 913 Μοῖρ α. οὐδὲν εἰς ρα λῆγον συνεσταλμένον θηλυκὸν δισύλλαβον τῇ οι διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ μοῖρα ἀπηνέγκατο τῆνδε τὴν παράληξιν. τὸ γὰρ Χοίρα ἐκτείνεται κατὰ τὸ ἐπώνυμον, ὥσπερ καὶ παρὰ Δεινίᾳ· «λέγεται δὲ τοὺς Λακεδαιμονίους καθ’ ὃν ἐν Τεγέᾳ χρόνον ἦσαν αἰχμάλωτοι δεδεμένους ἐργάζεσθαι διὰ τοῦ πεδίου τὸν Λαχᾶν ποταμόν, Περιμήδας ἐν Τεγέᾳ δυναστευούσης, ἣν οἱ πλεῖστοι καλοῦσι Χοίραν». Ἄρτεμι ς. οὐδὲν εἰς μις λῆγον θηλυκὸν ὑπὲρ δύο συλλαβὰς βαρυνόμενον τῷ ε θέλει παραλήγεσθαι. μονάζει ἄρα τὸ Ἄρτεμις κατὰ τὴν πρὸ τέλους συλλαβήν. εἰ δέ τις λέγοι, ὅτι τὸ Χρυσόθεμις πρὸ τέλους ἔχει τὸ ε , εἴσεται ὡς ἐξ ἁπλοῦ τοῦ θέμις συντεθειμένον ἐστί, τὸ δὲ Ἄρτεμις οὐχ οὕτως ἔχει. μήποτε οὖν Δωριεῖς διὰ τοῦ α προφερόμενοι αὐτὸ κατά τι κατορθοῦσιν. Ἄρταμις γὰρ λέγουσιν, ὡς τὸ δύναμις καὶ Σεμίραμις. Παρθένο ς. τὰ εἰς νος λήγοντα ὀνόματα ἐπ’ εὐθείας πτώσεως τῷ ε παραληγόμενα ὑπὲρ δύο συλλαβὰς ἤτοι τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν ἢ ἐπὶ τέλους. καὶ τῶν μὲν ἐχόντων τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν παράδειγμά ἐστι ταῦτα· Ὄρμενος, ἔβενος, Ἕλενος, Τήμενος, Ὤλενος, Ἰάλμενος· τῶν δὲ ἐπὶ τέλους ταῦτα· Τισαμενός, Δεξαμενός, Ἀκεσαμενός, Κλαυσαμενός· καταλέγεται δὲ ἐν μαλακοῖς. Ἀγχομενός, γενναία, Βοιωτὶς δ’ ἦν, ἐξ Ἀγχομενοῦ, Ἀριστοφάνης Ταγηνισταῖς.
3,2 914 Φαμενός, Σοφοκλῆς Μάντεσι ξυνετὸς Φαμενὸς Τειρεσίου παῖς. τὸ τοίνυν παρθένος ἀκοινώνητον καθέστηκε τῷ τοιούτῳ χαρακτῆρι, μόνον παροξυνόμενον ἐπ’ εὐθείας καὶ ὄνομα ὑπάρχον. Ποσειδῶ ν. οὐδὲν εἰς δων λῆγον ὀξυνόμενον ὑπὲρ δύο συλλαβὰς φυλάττει τὸ ω κατὰ τὴν γενικήν, χωρὶς εἰ μὴ παραλήγοιτο τῷ υ , ὡς τὸ Καλυδών, Ἀμυδών· τὰ δὲ ἄλλα τρέπει τὸ ω εἰς ο , οἷον χελιδών χελιδόνος, εἴτε τὸ ὄρνεον, εἴτε ὁ περὶ τελετῶν γράψας, Σαρπηδών Σαρπηδόνος, εἴτε ὁ ἥρως, εἴτε ἡ πέτρα, εἴτε ἡ ἀκτή, εἴτε ἡ νῆσος· ὡς παρὰ Σοφοκλεῖ ἐν Αἰχμαλωτίσιν εἴρηται Σαρπηδὼν ἀκτή· ἐν Τυμπανισταῖς ἡμεῖς δ’ ἐν ἄντροις, ἔνθα Σαρπηδὼν πέτρα· καὶ ἡ νῆσος ἰδίως ἐν Ὠκεανῷ Γοργόνων οἰκητήριον οὖσα, ὡς ὁ τὰ Κύπρια φησί· τῷ δ’ ὑποκυσαμένη τέκε Γοργόνας, αἰνὰ πέλωρα, αἳ Σαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ, νῆσον πετρήεσσαν· Τενθρηδών, Πρόθου πατήρ, Φαρκηδών, Ἀπιδών, Μυρμιδών, Ἰσσηδών, Ἀσπληδών, Μακεδών, καὶ καθόλου τὰ διὰ τοῦ ηδων καὶ εδων εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ διὰ τοῦ ο τὴν κλίσιν ἔχει· τὸ γὰρ παρὰ τῷ Κυρηναίῳ τὰ δὲ νῦν πολλὴν τυφεδῶνα λεσχαίνεις— ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν. εἴ πως οὖν τὸ Ποσειδών ὀξύνεται, ὀφείλει διὰ τοῦ ο κλίνεσθαι. Οὐδέν τε τῶν εἰς δων ὀξυτόνων διὰ τοῦ εων καὶ αων λέγεται· τὸ μέντοι προκείμενον εἴρηται καὶ Ποσειδέων καὶ Ποσειδάων.
3,2 915 Ἴσως περισπᾶται. ἀλλ’ οὐδὲν εἰς ων λῆγον περισπώμενον ὑπὲρ δύο συλλαβὰς φύσει μακρὰν παραλήγεται. Ἀντιφῶν, Ξενοφῶν, Εὐρυφῶν, Ὁμήρου υἱός, Νικοφῶν ὁ κωμικός, Ἀριστοφῶν, Ἀγλαοφῶν, ὁ Βελλεροφόντης κατά τινας Βελλεροφῶν, καὶ ἄλλα πολλὰ τοιαῦτα· Χαρναβῶν, Σοφοκλῆς Τριπτολέμῳ καὶ Χαρναβῶντος, ὃς Γετῶν ἄρχει τὰ νῦν, Εὐρυπῶν· Λακεδαιμονίοις Εὐρυπωντίδαι· Συλοσῶν, Δεξικρῶν Σιμωνίδης (?), Ἑρμοκρῶν παιδοτρίβης τις ἱστορεῖται, Καλλικῶν, Δηικῶν ὁ Ἡρακλέους, Ἡρακλῶν ὁ περὶ Ἰλιάδος γράψας καὶ Ὀδυσσείας, Ἀθηνακῶν ὁ τὰ Σαμοθρᾴκια γράψας, Λαοκῶν, ἄλλο πλῆθός ἐστι τοιοῦτον ὀνομάτων περισπωμένων μὴ ἐχόντων πρὸ τέλους φύσει μακράν. Πάντα τε τὰ προειρημένα διὰ τοῦ ντ κλίνεται· τὸ δὲ Ποσειδῶν οὐχ οὕτως ἐκλίθη. Τὰ περισπώμενα, εἰ λέγοιτο ἐν πλείοσι συλλαβαῖς, διὰ τοῦ ο λέγεται. Δημοφόων, Καλλίμαχος νυμφίε Δημοφόων, ἄδικε ξένε, Καλλικόων, Εὐφορίων κακώτερε Καλλικόωντος, Ἱπποθόων, Εὔμολπος Δόλιχός τε καὶ Ἱπποθόων μεγάθυμος. τὸ μέντοι Ποσειδῶν ἢ Ποσειδέων ἢ Ποσειδάων. Οὐδὲν περισπώμενον ὑπὲρ δύο συλλαβὰς τρέπει τὸ ω εἰς α παρ’ Αἰολεῦσιν ἢ Δωριεῦσι· τὸ δέ γε Ποσειδῶν ἐτράπη.
3,2 916 Ποσειδάν γὰρ λέγεται. Οὐδὲν περισπώμενον ἐπὶ κλητικῆς εἰς ον περατοῦται. πῶς οὖν Πόσειδον λέγεται ἡ κλητική; Οὐδὲν περισπώμενον ἀποκόπτεται κατὰ γενικὴν πτῶσιν· ἐξεκόπη παρὰ Ἀριστίᾳ ἐν Ἀνταίῳ, ἔνθα φησίν —Αἰγαίου Ποσειδῶ παῖς, πατὴρ δ’ ἐμὸς— Οὐδὲν περισπώμενον εἰς δων λήγει· τὸ δὲ Ποσειδῶν ἔχει δ πρὸ τοῦ ω . Δῆλον οὖν ὅτι κατὰ ταῦτα πάντα μονῆρές ἐστι τὸ ὄνομα, οὔτε τοῖς ὀξυνομένοις τὴν αὐτὴν ἀκολουθίαν σῶζον οὔτε τοῖς περισπωμένοις. τὴν δὲ τούτων λύσιν ἐν τῇ κλίσει τῶν ὀνομάτων δηλοῦμεν. εἴρηται δὲ ὁ δαίμων παρ’ Ἀλκαίῳ διὰ τοῦ α μένοντος τοῦ ς Ποσείδαν οὐδέπω Ποσείδαν ἅλμυρον ἐστιφέλιξε πόντον, παρὰ δὲ Δωριεῦσι τρεπομένου τοῦ ς εἰς τ Ποτειδάν κατ’ ὀξεῖαν τάσιν, ἔνθεν γενικὴ παρ’ Ἐπιχάρμῳ ..... δευτέρῳ τοῦ Ποτειδᾶνος δὲ χρηστὸν υἱὸν Ἱπποκάμπιον. εἴρηται δὲ καὶ Ποτιδᾶς ὡς Κερκιδᾶς· ἔνθεν αἰτιατικὴ ἐν Κύκλωπι ναὶ τὸν Ποτιδᾶν, κοιλότερος ὁλμοῦ πολύ.
3,2 917 Σώφρων τε τὴν κλητικὴν ἔφη «Ποτιδᾶ δροσοχαῖτα». ὁ δὲ τοὺς Εἵλωτας τὴν γενικήν φησι τέμενος Ποτιδᾶ ποντίω. ἴσως δέ ἐστί τι καὶ Ποσιδέης, ἔνθεν ὡς τὸ Ἡράκλειον παρὰ τὸ Ἡρακλέης οὕτω Ποσίδειον καὶ Ποσιδήιον, ἀγλαὸν ἄλσος. ὁμοίως δὲ καὶ ἀρσενικῶς κτητικῶς Ποσίδειος, ὡς Ἡράκλειος ἆθλος. Σοφοκλῆς ποιμέσι τειχέων καὶ δὴ τοὺς Ποσιδείους ἀποσεισαμένη θριγκοὺς— Ποσειδέων δὲ παροξυτόνως παρ’ Ἴωσι λέγεται ὁ θεός. ὀξυτονηθὲν τὸ ὄνομα μῆνα δηλοῖ. παρὰ δὲ τῷ ποιητῇ διηνεκῶς μένοντος τοῦ ς καὶ πρὸ τοῦ τέλους τοῦ α ὑπάρχοντος. παρὰ μέντοι Βοιωτοῖς Ποτειδάων τραπέντος τοῦ ς εἰς τ . Κόριννα Βοιωτῷ τοὺ δέ, μάκαρ Κρονίδα, τοὺ Ποτειδάωνος, ἄναξ Βοιωτέ. Ὅτι πολλοὺς ἐποίησε σχηματισμοὺς καὶ ἐν ἑτέροις εἴρηται. Νῆσο ς. τὰ εἰς σος λήγοντα δισύλλαβα τῷ η παραληγόμενα φιλεῖ ἀρσενικὰ εἶναι, Κτῆσος, Θῆσος, Δρῆσος, Ῥῆσος, Μνῆσος. πεπλάνηται ἄρα ἡ νῆσος παρὰ τὸ γένος. Κάλλο ς.
3,2 918 τὰ εἰς ος λήγοντα δισύλλαβα βαρύτονα ἔχοντα δισσὸν τὸ λ οὐ θέλει εἶναι οὐδέτερα. Ὕλλος, Κύλλος τὸ κύριον, οὗ μέμνηται καὶ Ἀριστοφάνης καὶ Κρατῖνος ἐν Μαλθακοῖς, Σκύλλος ὁ κολυμβητής, Ψύλλος, Ἀγροίτας αʹ Λιβυκῶν· «ἀνδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πλησιάσαι ταῖς νύμφαις καὶ γεννῆσαι παῖδας Ἀδυρμαχίδαν, Ἀραραύκηλα, Ἀσβύταν, Βάκαλα, Μάκαν, Ψύλλον»· ἀφ’ οὗ Ψύλλοι τὸ ἔθνος. Τέλλος ὁ Ἀθηναῖος, Ἡρόδοτος αʹ (30), Φέλλος τὸ κύριον, Ἡσίοδος Φέλλον ἐϋμμελίην τηλεκλειτὴ Μελίβοια, Φίλλος (†), παρὰ Ἀνακρέοντι τὸ ὄνομα, σίλλος, Γρύλλος καθάρας τοὺς Διοσκούρους ὡς Φιλοστέφανος, Κόλλος Δημόγνητος ἐν τῷ περὶ Κνίδου· «καὶ Κόκκυγα τὸν Τελέστορος καὶ Κόλλον τὸν Σκίρου καὶ Λώγασον τὸν Αὐτονόμου καὶ Κτῆσιν τὸν Μνησιθέου». Γάλλος, ὁ ποταμὸς καὶ τὸ ἔθνος, ἴλλος, Γίλλος, Ἡρόδοτος γʹ (138). ἔστι δὲ καὶ ἄλλα πολλὰ τούτοις ἐμφερῆ, ἅπερ παραιτεῖται τὸ οὐδέτερον γένος. δῆλον οὖν ὡς τὸ κάλλος πεπλάνηται ἢ περὶ ποσότητα τοῦ λ ἢ περὶ τὸ γένος. ὅσα γὰρ οὐδέτερά ἐστιν εἰς ος λήγοντα ταῦτα παραιτεῖται ἔχειν ἕτερον λ , ὡς τὸ ἕλος, μέλος, βέλος, θάλος, φάλος (†). Ἀπόλλω ν. τὰ εἰς λων λήγοντα ἀρσενικὰ ὀνόματα, εἰ διπλασίαζοι τὸ λ , οὐ θέλει ὑπὲρ δύο συλλαβὰς εἶναι, ὡς ἔχει τὸ Χέλλων, Καλλίμαχος δημεχθέα Χέλλωνα, Τρέλλων, παρὰ Σώφρονι τὸ ὄνομα, Θάλλων ὄνομα κύριον κυνὸς παρὰ Ξενοφῶντι (de venat.
3,2 919 7, 5), Σίλλων· Ἐπίχαρμος Χορευταῖς, Κάλλων ὁ ἀθλητὴς καθ’ ὑποκορισμόν· σημειῶδες δὲ τὸ Ἀπόλλων ὡς περισσοτέραν ἔχον τὴν ποσότητα τῶν συλλαβῶν. οὐ μάχεται δὲ τὸ Ἀτιτάλλων, κατὰ τὴν συνήθειαν ἐν ἀγνοίᾳ ὂν καὶ τῇ χρήσει τῶν παλαιῶν. ἄλλως τε καὶ τῶν μετοχῶν ἐφύλαξε τὴν κλίσιν, ὡς Ἀτιτάλλοντος. ὁ γὰρ τοιοῦτος χαρακτὴρ μετοχῶν ἐστιν, ἰάλλων, ἰνδάλλων, ἀτασθάλλων, ἀγάλλων. ἐχρῆν οὖν καὶ τὸ Ἀπόλλων, εἰ μὲν ὄνομά ἐστι, δισυλλαβεῖν, εἰ δὲ ὑπὲρ δύο συλλαβάς ἐστι, μετοχὴν εἶναι καὶ τὰ παρεπόμενα τῇ μετοχῇ ἔχειν κατὰ τὴν κίνησιν. Πῦ ρ. οὐδὲν εἰς υρ λῆγον οὐδέτερον μονοσύλλαβον, ἀλλὰ μόνον τὸ πῦρ· ὅπερ Σιμωνίδης καὶ ἕνεκα μέτρου δισυλλάβως ἀπεφήνατο· τοῦτο γὰρ μάλιστα φῆρες ἔστυγον πύϊρ. Τὸ δὲ Σῦρ οὐ σύνηθες παρὰ Ἕλλησιν, ἀλλ’ ἱστορίας ἐχόμενον, ἄλλως τε οὐδ’ ἄντικρυς οὐδέτερον. οὕτω γὰρ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη. Μοῦσ α. τὰ εἰς σα λήγοντα θηλυκὰ ὀνόματα τῇ ου διφθόγγῳ παραληγόμενα ὑπὲρ δύο συλλαβὰς ὁρᾶται· σχηματίζεται δὲ κατὰ τὸ πλεῖστον ἢ μετατίθεται ἀπὸ μετοχῶν, αἴθουσα, ὅπερ ἔχει δισσὸν μὲν τὸ ς ἐπὶ τοῦ προσηγορικοῦ, ἐπὶ δὲ τοῦ κυρίου κατά τινας ἕν, λέγω δὲ ὅτε σημαίνει θυγατέρα Ποσειδῶνος γενομένην καὶ Ἀλκυόνης. Φέρουσα, καὶ τοῦτο ἐπὶ μιᾶς τῶν Νηρηΐδων, Φέρουσά τε Δυναμένη τε (Σ 43). θυγάτηρ τε Ἡλίου ὀνομάζεται Φαέθουσα. Ἴωνος δὲ τοῦ Ξούθου ἀναγράφεται μήτηρ Κρέουσα, ὁμωνύμως δὲ ταύτῃ καὶ Αἰνείου γυνή. Μέδουσα μία τῶν Γοργόνων, Σθεινώ τ’ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα (Hes. theog. 276). Ἀρέθουσα κρήνη κυρίως· ἀλλὰ καὶ πᾶσαι κρῆναι κατ’ ἐπιθετικὴν ἔννοιαν οὕτω καλοῦνται, ἀπὸ τοῦ ἄρδειν ἴσως σχηματισθεῖσαι. ὅ γ’ οὖν Χοιρίλος ἐν αʹ Περσικῶν παρὰ δὲ κρήνας ἀρεθούσας μυρία φῦλ’ ἐδονεῖτο πολυσμήνοισι μελίσσαις—. οὐδὲν δ’ ὅτι οὖν ὤφθη δισύλλαβον εἰς α λῆγον τῇ ου διφθόγγῳ παραληγόμενον ὁμοίως ἐν χρήσει τῇ τῶν παλαιῶν καὶ τῇ κοινῇ συνηθείᾳ, εἰ μὴ μόνον τὸ μοῦσα.
3,2 920 Τὸ γὰρ Δοῦσα κύριον καθ’ ἱστορίαν ἐστὶ λεγόμενον ἥ τε Χοῦσα πόλις Αἰγυπτίων. Ἄρουρ α. οὐδὲν εἰς ρα λῆγον θηλυκὸν συνεσταλμένον ἁπλοῦν προσηγορικὸν ὑπὲρ δύο συλλαβὰς τῇ ου διφθόγγῳ παραληγόμενον, ἀλλὰ μόνως ἄρουρα. πρόσκειται δὲ προσηγορικόν, ἵνα ἐκφύγωμεν τὰ κύρια, ὡς ἔχει τὸ Κόλουρα, ἔστι δὲ πόλεως ὄνομα, ὡς Ἑκαταίῳ· «δοκέω δὲ μάλιστα παρὰ Κόλουραν, ἵνα Πριηνέες ἕζοντο». Ἄργουρα πόλις Εὐβοίας, μέμνηται Δημοσθένης λέγων· «ἐξ Ἀργούρας τῆς Εὐβοίας». Ἴουρα, μέμνηται Μνασέας. Ὄλουρα, μέμνηται Ἐρατοσθένης. τό τε Κυνόσουρα ἐπὶ τῇ Λακωνικῇ φυλακῇ, ἀλλὰ καὶ ἄκρα Μαραθῶνος οὕτως καλεῖται, καὶ κύριον καὶ σύνθετόν ἐστιν· ἀλλὰ καὶ ἐπὶ τῆς ἄρκτου οἳ τὴν μὲν κυνόσουραν ἐπίκλησιν καλέουσιν (Arat. Phaen. 36). ἐφυλάξατο δὲ ταῦτα πάντα ὁ κανών. Κάνωβο ς. οὐδὲν εἰς βος λῆγον ὑπὲρ δύο συλλαβὰς τῷ ω παραλήγεται, ἀλλὰ μόνον ὁ Κάνωβος. τὸ γὰρ παρὰ τῷ Ἰόβᾳ κείμενον βαρβαρικὸν ὄνομα Νάβωμος διὰ τοῦ μ γράφεται. Δίκ η. τὰ εἰς κη λήγοντα θηλυκὰ δισύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλους τὸ ι , ἤτοι συνεσταλμένον ἔχει αὐτό, ἢ ἐκτεταμένον. καὶ τότε μὲν συνεσταλμένον ὁπότε σύμφωνον ὁρᾶται πρὸ τοῦ κ καταλῆγον, τότε δὲ ἐκτεταμένον ὁπότε οὐχ οὕτως ἔχει. οἷον Κίρκη, Δίρκη, Τρίκκη· συνέσταλται δὲ τούτων τὸ ι , ἐπεὶ σύμφωνον ἦν πρὸ τοῦ κ · τοῦ δὲ ἑτέρου νίκη, φρίκη. ἡ τοίνυν δίκη σημειῶδες. λείπει γὰρ ἢ χρόνῳ ἢ συμφώνῳ. Νεῖλο ς. οὐδὲν εἰς ος λῆγον δισύλλαβον βαρύτονον τῇ ει διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ Νεῖλος. Νῆλος γὰρ λέγεται κατὰ διάλεκτον. τὸ δὲ πῖλος, σπῖλος, Ἶλος, ἔτι φορτικὸν τὸ ἀπὸ τοῦ τ ἀρχόμενον διὰ τοῦ ι γράφεται. Χαρίει ς. οὐδὲν εἰς εις λῆγον ὄνομα ὑπὲρ μίαν συλλαβὴν ἀρσενικὸν τῷ ι παραλήγεται, ἀλλ’ ἢ τῷ α , ὡς ἔχει τὸ ἀντάεις, αὐλάεις, ἢ τῷ η , ὡς φωνήεις, αὐδήεις, παχνήεις, ἢ κατὰ συστολὴν ποιητικὴν τὸ ε , ἠχέεις, βρωμέεις, ἢ τὸ ο , ὡς ἀστερόεις, ἁρματόεις, ἢ τὸ ω , ὡς εὐρώεις, κητώεις.
3,2 921 τὸ τοίνυν χαρίεις σημειῶδες τῷ ι χρησάμενον πρὸ τέλους. ὁ μέντοι Ἀνακρέων καὶ χαριτόεις εἶπεν, ἀποδοὺς τὸ ἐντελὲς τῇ λέξει. Οὖ ς. τὰ εἰς ους λήγοντα ὀνόματα μονοσύλλαβα ἀρσενικὰ πέφυκεν εἶναι, ἔσθ’ ὅτε δὲ καὶ κοινωνεῖ θηλυκῷ γένει. φλοῦς [φησὶ], χλοῦς, Γλοῦς ὁ λῃστής, χνοῦς παρὰ Σοφοκλεῖ, βοῦς, ῥοῦς, θροῦς, νοῦς, σοῦς, πολὺ παρὰ τοῖς Ἴωσι χροῦς. δῆλον ὅτι πεπλάνηται περὶ τὸ γένος τὸ οὖς οὐδέτερον ὑπάρχον, Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει (Λ 109). οὐκ ἀγνοῶ δὲ τὸ πάθος τῆς λέξεως καθότι ποικίλως λέγεται. οὖας γὰρ καὶ ἡ γενικὴ οὔατος· καὶ ὄας, ἔνθεν ὄατος· καὶ ὦας, ἔνθεν ὤατος· καὶ ὦς, ἔνθεν ὠτός· καὶ ὦος οὐκ εἰρημένον, συνεσχηματισμένον δὲ παρὰ Θεοκρίτῳ (I 28) ἀμφωές. τοῦ μέντοι οὖς οὐ ζητητέον τὴν κλίσιν. Πού ς. τὰ εἰς ους λήγοντα ὀνόματα μονοσύλλαβα περισπᾶται, χνοῦς, κνοῦς, χροῦς, Γλοῦς, θροῦς, φλοῦς, πλοῦς, ῥοῦς· σημειωτέον τὸ πούς ὀξυνόμενον· μετοχῆς γὰρ ἐδέξατο τόνον. Ποδό ς. τὰ εἰς δος λήγοντα δισύλλαβα τῷ ο παραληγόμενα εὐθεῖαν ὑπισχνεῖται πτῶσιν, ὁδός, σποδός· οὐ δόκιμος ἄρα οὐδὲ ἡ γενικὴ ποδός. Φρή ν. οὐδὲν εἰς ην λῆγον ὄνομα μονοσύλλαβον μόνως θηλυκόν. ἀλλ’ εἰ ἐπιδέχοιτο καὶ τὸ θηλυκὸν γένος, ἐν κοινότητι ἐπιδέχεται. Ὁποῖόν ἐστι τὸ χήν. θηλυκὸν γὰρ αὐτὸ οἶδεν ὁ ποιητής, ὡς ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳ (ο 174), καὶ αἰετὸς ἀργὴν χῆνα φέρων (ο 161), ἀρσενικὸν δὲ οὕτως, χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσι ἐξ ὕδατος (τ 535), εἶτα ἐπιφέρει ἐλθὼν δ’ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης πᾶσι κατ’ αὐχένας ἦξε καὶ ἔκτανεν, οἱ δὲ κέχυντο. καὶ τοῦτο μὲν ἐν κοινότητι.
3,2 922 ᾧ ὅμοιον δύναιτο ἂν εἶναι καὶ τὸ ῥήν, εἴ τις βούλοιτο. ἐπὶ δὲ τῆς αἰτιατικῆς Νίκανδρος (Ther. 453) αὐτὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν. ἐν συνθέσει πολύρρην παρὰ τῷ τὰ Ναυπακτικὰ ποιήσαντι· ἀλλ’ ὃ μὲν οὖν ἀπάνευθε θαλάσσης εὐρυπόροιο οἰκία ναιετάασκε πολύρρην, πουλυβοώτης. τούτου καὶ πληθυντικὸν παρὰ τῷ ποιητῇ (Ι 154) ἐν δ’ ἄνδρες ναίουσι πολύρρηνες, πολυβοῦται. ὁπότε δὲ λέγει ὁ ποιητής (Κ 216) θῆλυν, ὑπόρρηνον, ἀπ’ εὐθείας τῆς ὑπόρρηνος κλίνει, ἥτις ἀπὸ γενικῆς ἀπεδέξατο τὴν σύνθεσιν. ὡς παρὰ τὴν μηνός τὸ δίμηνος ἢ τρίμηνος, οὕτως ῥηνός ὑπόρρηνος. ἀναδράμωμεν ἐπὶ τὰ παραδείγματα, Ζήν, μήν, σπλήν, σφήν, ψήν. Ἀριστοφάνης (Av. 593) εἶθ’ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται. εἴπερ οὖν ἀληθές ἐστι τὸ μηδὲν εἰς ην λῆγον μονοσύλλαβον θηλυκὸν γένος σημαίνειν, δῆλον ὅτι πεπλάνηται τὸ φρήν περὶ τὸ γένος. διὸ καὶ ἐξηλλάγη αὐτοῦ ἡ κλίσις ὡς πρὸς τὰ ἄλλα μονοσύλλαβα. φρενὸς γάρ, τῶν ἄλλων φυλασσόντων τὸ η . οὐκ ἀντιθήσει τις ἡμῖν τὸ παρὰ τῷ Ἑρμησιάνακτι ἐν Λεοντίου αʹ δερκόμενος πρὸς κῦμα, μόνη δὲ οἱ ἐφλέγετο γλήν. οὐ γὰρ ἐντελές, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη. Σειρή ν. οὐδὲν εἰς ην λῆγον ὑπὲρ μίαν συλλαβὴν ὀξυνόμενον θηλυκόν, μόνον δὲ τὸ Σειρήν. ὁπότε δὲ καὶ μελίσσης εἶδος σημαίνει, ἀρσενικῶς ἁπλῶς λεγόμενον οὐ κεκοινώνηκε. διὸ καὶ οἱ ἁδένες ἀρσενικῶς λεγόμενοι παρ’ Ἱπποκράτει ἀναλόγως λέγονται. Γαστή ρ. τὰ εἰς τηρ λήγοντα ὑπὲρ μίαν συλλαβὴν θηλυκὰ ὄντα βαρύνεσθαι θέλει, μήτηρ, θυγάτηρ, εἰνάτηρ, Δημήτηρ, οὐδὲν δὲ θέλει ὀξύνεσθαι. σημειώδης ἡ γαστὴρ ὀξυνομένη. καὶ γὰρ ἄλλως τὰ εἰς τηρ ὀξυνόμενα ἀρσενικά, ὁπότε μὴ κατὰ μεταβολὴν γένους εἴη, ἀστήρ, πρηστήρ, καυστήρ, πληκτήρ, ἀλκτήρ. προσέθηκα δὲ ὁπότε μὴ κατὰ μεταβολὴν γένους διὰ τὸ ῥαιστῆρα κρατερήν (Σ 477), ὕλην στεγαστῆρα. τοιαῦτα γάρ ἐστιν ὁποῖον ἡ αἰθήρ, ἡ ἀήρ. Σκην ή.
3,2 923 τὰ εἰς νη λήγοντα δισύλλαβα μονογενῆ τῷ η παραληγόμενα βαρύνεται, Ῥήνη, κρήνη, φήνη, φήνῃ ἐειδομένη (γ 372), γλήνη, μήνη. σημειώδης ἄρα ἡ σκηνή. Δοθιή ν. οὐδὲν εἰς ην λῆγον ὄνομα ὀξυνόμενον καθαρεύει κατὰ χρῆσιν Ἑλλήνων, ἀλλ’ ἀεὶ πρὸ τοῦ η σύμφωνον ἔχει ἢ σύμφωνα· οἷον σωλήν, λειχήν, κηφήν, αὐχήν, Πειρήν καθ’ Ἡσίοδον πατὴρ Ἰοῦς, Αἰζήν Ταντάλου παῖς. στελήν (?), σειρήν, βαλλήν, οὕτως ὁ βασιλεύς, ἐσσήν ὁ οἰκιστής, Μυρμιδόνων ἐσσῆνα Καλλίμαχος, πυθμήν, λιμήν, ἀτμήν, καμασήν ἰχθῦς τις λέγεται, Ἀραφήν εἷς τῶν ἑκατὸν ἡρώων, ἠλακατήν, καὶ τοῦτο ὄνομα ἰχθύος κητώδους, ἀλλὰ καὶ τὸ κύριον. δῆλον ὅτι σημειώδης ὁ δοθιὴν παρ’ Ἀττικοῖς λεγόμενος καὶ μὴ ἔχων πρὸ τοῦ η σύμφωνον. Τηλεκλείδης ὅδ’ ἀπ’ Αἰγίνης νήσου χωρεῖ δοθιῆνος ἔχων τὸ πρόσωπον, καὶ Ἕρμιππος ἐν Θεοῖς φήμης ἱερᾶς ἐξοιγνυμένης ὥσπερ πέπονος δοθιῆνος. εἰ δέ τις λέγοι, ὅτι καὶ τὸ ζαήν καθαρεύει, οὗ καὶ αἰτιατικὴ παρὰ τῷ ποιητῇ κατ’ ἔκθλιψιν τοῦ α , ὦρσε δ’ ἐπὶ ζαῆν’ ἄνεμον (μ 313), πρῶτον μὲν εἴσεται, ὡς οὐχ ὑγιῶς τὸ τοιοῦτο παραλήψεται, οὗ πίστιν ὀφείλει ἐξ ἄλλων πτώσεων παραθέσθαι. προείπομεν δέ, ὅτι κατὰ χρῆσιν τῶν Ἑλλήνων, οὐχὶ καθ’ ὑπόστασιν λέγομεν ἅπαντα. ἀλλ’ οὐδὲ ὁμολογούμενον τὸ ζαῆνα. φυλακτέον δὲ ὡς πολλοὶ ἐν τῇ συνηθείᾳ διὰ τοῦ ω λέγουσι τὸ δοθιών, συναποφερόμενοι τῷ Κνακιών καὶ Ἀσιών καὶ ἀνθεστηριών καὶ τοῖς τοιούτοις. Πυρ ά. τὰ εἰς ρα λήγοντα θηλυκὰ μονογενῆ τῷ υ παραληγόμενα ἢ τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ὡς τὸ ἄγκυρα, ὄλυρα, Κέρκυρα, γόργυρα, ἢ παροξύνεται, ὡς τὸ Ἐφύρα, πορφύρα, κολλύρα, Ζεφύρα, λύρα, θύρα, ἢ προπερισπᾶται, ὡς τὸ σφῦρα, οὐδ’ ὅτι οὖν ἐστιν ὀξυνόμενον. σημειῶδες ἄρα τὸ πυρά. τὸ δὲ Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσε, πέτρῃσι μεγάλῃσι (δ 500) εἰ καὶ ἰδίως λέγεται, ἀλλ’ ὅμως ἔχει τάξιν ἐπιθετικήν.
3,2 924 λέγεται δὲ καὶ περὶ τούτων μοι πάντων ἐν τοῖς περὶ καθολικῆς προσῳδίας. Ἐρῳδιό ς. τὰ διὰ τοῦ διος ὀνόματα πάντα προπαροξύνονται, χωρὶς εἰ μὴ τριβράχεα εἴη ἐπὶ κυρίων, ὥσπερ ἔχει τὸ Σχεδίος, Σχεδίον δ’ ἕλε Λήϊτος ἥρως, καὶ Κάρησός τε Ῥοδίος τε (Μ 20). προπαροξύνονται οὖν ταῦτα· ἀΐδιος, μαψίδιος, φωρίδιος, ἐπιμαστίδιος, ῥηΐδιος, θνητάδιος, κρυπτάδιος, παυρίδιος, Μυσάδιος, διχθάδιος, ὑρράδιος, Μολπάδιος, Ὑσσάδιος, μινυνθάδιος, καὶ ἄλλο μυρίον πλῆθος. διὸ σημειωτέον ἐρῳδιός ὀξυνόμενον, ὅπερ ἔχει πρὸς τὸ ω καὶ τὸ ι γραφόμενον. λέγεται δὲ ἔσθ’ ὅτε καὶ τρισυλλάβως, ὥσπερ καὶ τὸ παρ’ Ἱππώνακτι (fr. 63 Bergk) ἐγὼ δὲ δεξιῷ παρ’ Ἀρήτην κνεφαῖος ἐλθὼν ῥῳδιῷ κατηυλίσθην. τὴν δὲ λύσιν τούτων ἐν τῷ πέμπτῳ περὶ καθολικῆς προσῳδίας ἐποιησάμην. Μηχαν ή. τὰ διὰ τοῦ ανη ἐκφερόμενα θηλυκὰ μονογενῆ ὑπὲρ δύο συλλαβὰς πάντα βαρύνεται, πτισάνη, δρεπάνη, σαργάνη, βρυκάνη, τρυπάνη· ἀλλὰ μόνον τὸ μηχανή σημειοῦται ὀξυνόμενον. προσέθηκα ὑπὲρ δύο συλλαβὰς διὰ τὸ φανή παρ’ Ἡσιόδῳ ἐν δευτέρῳ εἰρημένον· οἳ πρόσθε φανὴν ἔντοσθεν ἔκευθον. τὸ γὰρ παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰς νη λῆγον, ἀλλὰ ἴδιον θέμα Βοιωτῶν τασσόμενον ἀντὶ τοῦ γυνή. Εἷ ς. οὐδὲν ἀρσενικὸν εἰς εις λῆγον περισπᾶται, ἀλλὰ μόνον τὸ εἷς. ἀναλογώτερον ἄρα ἕνεκα τόνου τὸ ἕεις βαρυνόμενον, ὀφθαλμὸς δὲ ἕεις μέσσῳ ἐνέκειτο μετώπῳ. προσέθηκα δὲ ἕνεκα τόνου, ἐπεὶ οὐχ ὑγιαίνει ἐν τῇ πρὸ τέλους συλλαβῇ.
3,2 925 οὐδὲν γάρ ἐστιν ὅμοιον τῷ ἠχέεις καὶ βρωμέεις. Τί ς. οὐδὲν εἰς ις λῆγον συνεσταλμένον μονοσυλλαβεῖ, πάντα δὲ ἐκτείνεται, ὡς τὸ λίς, κίς, ῥίς, ἴς, ἔνθεν καὶ ἡ ἰνός γενική. σημειῶδες ἄρα τὸ τίς συστέλλον τὸ ι . τὸ Ἴς ἐπὶ ποταμοῦ κείμενον παρ’ Ἡροδότῳ (I 179) ἐκτεινόμενον ἔχει τὸ ι . οὕτω καὶ Σκύμνος ἐν τῷ ιʹ τῆς Ἀσίας περίπλῳ παρέθετο «Ἔχεται Κελένδερις πόλις Σαμίων, καὶ ἱερὸν παρὰ τῇ πόλει Ἥρης καὶ ἄλσος· Ἲς ποταμὸς παρὰ θάλασσαν ἔξεισιν». ἔστιν Ἲς τῆς Ἰταλίας, ὡς Πάρθαξ ἐν τῷ βʹ τῶν Ἰταλικῶν· «ἐπεὶ δὲ ἀφίκετο εἰς τὴν Ποσειδωνίαν ὁ Ἡρακλῆς. ἔστι δὲ ποταμὸς Ἲς καλούμενος μέγας». εἰ δέ τινες συστέλλουσι τὸ ι εἰς ἀποφυγὴν τούτου οὐ γὰρ ἐμοὶ ἲς ἔσθ’ οἵη πάρος ἔσκεν (Λ 668)— πταίουσι καὶ περὶ τὸν λόγον καὶ περὶ τὴν ἱστορίαν. Τὰ πύσματα ὀνοματικὰ ὄντα εἰς ος θέλει καταλήγειν, ποῖος, πόσος, πηλίκος, ποδαπός, πόστος· τὸ δὲ τίς οὐ παρεδέξατο τὴν εἰς ος κατάληξιν. Ἀπαιτεῖ τὰ πύσματα κατὰ τὴν εὐθεῖαν πτῶσιν τὸ π , ἀλλὰ καὶ ἐν τοῖς ἐπιρρήμασιν ἡ αὐτὴ ἀρχή, πόσως, ποίως, ποδαπῶς, ποῦ, πῶς, πηλίκως, πῇ, πόθεν, πόσε, πόθι, πῆμος· μόνον δὲ τὸ τίς ἀπὸ τοῦ τ ἤρξατο. πρόσκειται δὲ κατ’ εὐθεῖαν πτῶσιν ἵν’ ἐκφύγωμεν τὸ κατὰ γενικὴν τοῦ λεγόμενον ἢ τέο ἢ τεῦ. Ὀλίγο ς. οὐδὲν εἰς γος ὑπὲρ δύο συλλαβὰς τῷ ι παραλήγεται καὶ παροξύνεται, ἀλλὰ μόνον τὸ ὀλίγος. μή τι οὖν Ταραντῖνοι χωρὶς τοῦ γ προφερόμενοι τὴν λέξιν ἀναλογώτερον ἀποφαίνονται, ὥσπερ Ῥίνθων ἐν δούλῳ Μελεάγρῳ ὀλίοισιν ὑμῶν ἐμπέφυκ’ εὐψυχία, καὶ ἐν Ἰοβάτῃ χρῄζω γὰρ ὀλίον μισθὸν αὐτὸς λαμβάνειν. πολλὰ γάρ ἐστιν εἰς ος λήγοντα καθαρῷ τῷ ι παραληγόμενα καὶ παροξυνόμενα, ὡς τὸ πλησίος, ἀντίος, νυμφίος ἐπὶ διαφόρου σημαινομένου, μυρίος, καὶ τοῦτο ὁμοίως· οὔ γε μήν ἐστί τι εἰς γος λῆγον παραληγόμενον τῷ ι ὑπὲρ δύο συλλαβὰς ὑπάρχον καὶ προπαροξυνόμενον.
3,2 926 Πλάτων μέντοι ἐν Ὑπερβόλῳ διέπαιξε τὴν ἄνευ τοῦ γ χρῆσιν ὡς βάρβαρον, λέγων οὕτως· ὁ δ’ οὐ γὰρ ἠττίκιζεν, ὦ Μοῖραι φίλαι, ἀλλ’ ὁπότε μὲν χρείη διῃτώμην λέγειν, ἔφασκε δητώμην, ὁπότε δ’ εἰπεῖν δέοι ὀλίγον ὀλίον. Καρκίνο ς. οὐδὲν εἰς νος λῆγον ὑπὲρ δύο συλλαβὰς τῷ ι συνεσταλμένῳ παραληγόμενον παροξύνεται, ἀλλ’ ἤτοι προπαροξύνεται ὡς τὸ δρύϊνος, λίθινος, φήγινος καὶ ὅσα ἐστὶ τούτοις ἐμφερῆ, ἢ ὀξύνεται, ὡς τὸ ἐαρινός, θερινός, πυκινός, οὐδὲν δέ ἐστι παροξυνόμενον. διὸ ἐπιστατέον τὸ καρκίνος. καὶ μόνον γὰρ παροξύνεται καὶ ὁ αὐτὸς τόνος καὶ ἐπὶ τοῦ ζῳδίου τοῦ ἐν οὐρανῷ ὁμοίως καὶ τοῦ θαλασσίου ἢ ἐπιγείου καὶ τοῦ κυρίου καὶ τοῦ ἐργαλείου· οὐ γὰρ ὑγιῶς τινες τοῦτο προπαροξύνουσι. περὶ δὲ τούτου ἐντελῶς εἴρηται ἐν τοῖς περὶ καθολικῆς προσῳδίας. Πηλίκο ς. τὰ εἰς κος λήγοντα καθαρὰ ὑπὲρ δύο συλλαβάς, ὁπότε τῷ ι παραλήγει συνεσταλμένῳ, ἤτοι προπαροξύνεται, ἀνθέρικος, Κύζικος, Ὤρικος, Ἀσφόδικος, ἢ ὀξύνεται, ὡς τὸ κλωπικός, Τρωϊκός, οὐδὲν δὲ ὁτιοῦν παροξυνόμενόν ἐστιν. ἐπιστατέον τῷ πηλίκος παροξυνομένῳ. τούτῳ δὲ ἀκόλουθον καὶ τὸ ἡλίκος, τηλίκος παρὰ ποιηταῖς, καὶ ὁπηλίκος· μία γὰρ αὐτῶν ἡ συζυγία ἐστὶ καὶ ὁ αὐτὸς τόνος τοῖς πυσματικοῖς καὶ τοῖς ἀνταποδοτικοῖς τοῖς ὑπὲρ μίαν συλλαβήν. τὰ εἰς κος λήγοντα ὑπὲρ δύο συλλαβάς, εἰ παραλήγοιτο τῷ ι καὶ παροξύνοιτο, πρὸ τοῦ κ τὸ ς ἔχει, ἀστερίσκος, ὀβελίσκος, πανίσκος, Κωραλίσκος. ἐχρῆν οὖν τὸ πηλίκος, εἰ παροξύνοιτο, πρὸ τοῦ κ τὸ ς ἔχειν, ὡς τὸ ἀστερίσκος, ἢ μὴ παροξύνεσθαι.
3,2 927 πάντων δὲ λύσεις δίδωμι ἐν τῷ περὶ καθολικῆς προσῳδίας. Κοῖλο ς. οὐδὲν εἰς λος λῆγον δισύλλαβον βαρύτονον τῇ οι διφθόγγῳ παραληγόμενον, ὅτι μὴ μόνον τὸ κοῖλος. ἀνάλογον οὖν ἐστι τρισυλλαβοῦν καὶ λεγόμενον κόϊλος. μεμίμηται γὰρ τὸ αἴγιλος, μύτιλος, πύτιλος, νύκτιλος (?). Ἑταῖρο ς. οὐδὲν εἰς ρος λῆγον ὑπὲρ δύο συλλαβὰς ἁπλοῦν προπερισπᾶται, ἀλλὰ μόνον τὸ ἑταῖρος. ἴσως οὖν ἀναλογώτερον τὸ «ἑτάρους τε» χωρὶς τοῦ ι λεγόμενον. πολλὰ γάρ ἐστι τοιαῦτα, μάρμαρος, βάρβαρος, τάλαρος, κύλλαρος, φλύαρος· τούτου δέ τινες ἐκτείνουσι τὸ α , καὶ μάλιστα παρ’ Ἀττικοῖς. ἔστι μέντοι τινὰ προπαροξυνόμενα ἔχοντα τὴν αι δίφθογγον, ἅπερ σύνθετά ἐστιν ἢ κύρια, ἄκαιρος, εὔκαιρος, Πάλαιρος· ἔστι δὲ χωρίον τῆς Ἀκαρνανίας· μέμνηται καὶ Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ οὔτ’ ὦν Πάλαιρος οὔτε βοιαυτοῦ (†). Ὕστερο ς· τὰ εἰς τερος συγκριτικά, εἰ ἔχει πρὸ τῆς τερος παραγωγῆς τὸ υ , οὔτε τρισυλλαβεῖν θέλει οὔτε ἔχειν προηγούμενον τοῦ τ τὸ ς . ἀπὸ γὰρ τῶν εἰς υς ὀνομάτων θέλει παράγεσθαι, ταχύτερος, πλατύτερος, βραχύτερος, ἡδύτερος. σημειῶδες ἄρα τὸ ὕστερος, μήτε ἀπὸ τῶν εἰς υς ληγόντων παραχθὲν τρισύλλαβόν τε ὑπάρχον καὶ ἔχον τὸ ς προηγούμενον τοῦ τερος . ἀλλ’ ἴσως αἴτιον τὸ πάθος, ὡς δείκνυται ἐν ἑτέροις, ἔνθα καὶ περὶ τοῦ «κύντερον ἄλλο γυναικός» (λ 427), εἰ καὶ ἔστι συγκριτικόν· τό τε ἰθύντερος ὑπὲρ τρεῖς ἐστι συλλαβάς, ῥήματι παρακείμενον τῷ ἰθύνω. τὸ δὲ ἐπασσύτερον ὣς τότ’ ἐπασσύτεραι Δαναῶν (Δ 427) οὐκ ἔχει φυσικὸν τὸ υ , ἐκ δὲ τοῦ ἀσσοτέρου ἐτράπη, ἀσσοτέρω καθίσασα παραὶ πυρί (ρ 572).
3,2 928 Ἀνή ρ. οὐδὲν εἰς ηρ λῆγον ὀξυνόμενον ἔχει τὸ ν πρὸ τοῦ η , ἀλλὰ μόνον τὸ ἀνήρ. τὸ δ’ αἴτιον πρόδηλον. προσέθηκα δὲ ὀξυνόμενον διὰ τὸ σύνηθες (†) βαρυνόμενον κύριον καὶ δηλοῦν ποταμὸν ἐν Σικελίᾳ. Ὀδού ς. τὰ εἰς δους λήγοντα ὀνόματα ἁπλᾶ περισπᾶται, ὑϊδοῦς, θυγατριδοῦς, τηθαλλαδοῦς· ἀλλὰ μόνον τὸ ὀδούς ὀξυνό μενον ὁμοίως ταῖς μετοχαῖς καὶ κλίσιν μετοχῶν ἀνεδέξατο· ὀδόντος γὰρ ὡς διδόντος. λέγεται δὲ καὶ ὀδὼν πρὸς Ἰώνων. Ὕψο ς. οὐδεμία λέξις ἀρχομένη ἀπὸ τοῦ υ ἔχει ἐπιφερόμενον διπλοῦν, ἀλλὰ μόνον τὸ ὕψος καὶ τὰ παρ’ αὐτοῦ γεγονότα. αἴτιον δὲ τὸ πάθος. Αἰολεῖς δ’ ἴψος λέγουσιν αὐτὸ οἰκειότερον. ἔστι γὰρ εὑρέσθαι τὸ ι πρὸ διπλοῦ, ἵζω, ἰξός, μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν (Α 454). Περὶ μονήρους λέξεως τῆς ἐν ῥήμασι καὶ ἐπιρρήμασι. Ἄγ ω. οὐδὲν εἰς γω ὁριστικὸν καθαρὸν δισύλλαβον βαρύνεται καὶ πρὸ τέλους ἔχει δίχρονον συνεσταλμένον κατὰ χρῆσιν Ἑλλήνων, τὰ δὲ ὄντα περισπᾶται, τραγῶ, στυγῶ, σφριγῶ. σημειῶδες ἄρα τὸ ἄγω βαρυνόμενον οὐχ ὑγιῶς. ἔστι γὰρ καὶ περισπώμενον ἐπὶ δευτέρας συζυγίας, εὖτ’ ἂν τόδ’ ἀγᾷ χρέος ἀνδρός. πρόσκειται καθαρὸν διὰ τὸ μίσγω, συστελλόμενον δίχρονον διὰ τὸ πνίγω, κατὰ χρῆσιν δὲ λεγόμενον Ἑλλήνων διὰ τὸ θίγω. τοῦ γὰρ θίξω ἔσται τὸ θέμα τοῦτο, ἀλλ’ οὐ λέγεται, λέγεται δὲ ὑποτακτικῶς κατὰ τὸν ἀόριστον χρόνον ἐὰν θίγω· διὸ προσεθήκαμεν ὁριστικόν. Μίσγ ω. οὐδὲν ῥῆμα δισύλλαβον βαρύτονον, ἔχον πρὸ τοῦ ω ἕν τι τῶν μέσων, κατ’ ἐπιπλοκὴν ἔχει τὸ ς · ὁ δὲ λόγος ἐπὶ τῆς ἡμετέρας διαλέκτου· φέρβω, τρίβω, λείβω, ἥδω, ἔδω, τέγγω, στέργω.
3,2 929 μονῆρες ἄρα τὸ μίσγω κατ’ ἐπιπλοκὴν ἔχον τὸ ς . Ἐλαύν ω. οὐδὲν εἰς νω λῆγον ῥῆμα ὁριστικὸν βαρύτονον τῇ αυ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἐλαύνω παρὰ τὸ ἔλω βαρύτονον παρ’ ἐνίοις, ὃ καὶ παρ’ ἄλλοις περισπᾶται. Παίζ ω. οὐδὲν εἰς ζω λῆγον ῥῆμα ἔχει πρὸ τέλους τὴν αι δίφθογγον ἐκφωνουμένην, ἀλλὰ μόνον τὸ παίζω. Κράζ ω. τὰ εἰς ζω λήγοντα ῥήματα ὁριστικά, εἰ ἔχοι πρὸ τέλους μόνον τὸ α , ἔχει αὐτὸ συνεσταλμένον, ὑπεσταλμένης τῆς Αἰολίδος διαλέκτου· οἷον σφάζω, στάζω, λάζω, χάζω, εὐάζω, ἐκκλησιάζω, σκεπάζω, ἀνιάζω, ἀγοράζω· τοῦτο ἐπὶ ἑτέρου σημαινομένου θέλουσιν ἐπιτείνειν, ὥσπερ καὶ τοπάζω (?). ἀλλ’ οὖν γε ταῦτα Ἀττικά ἐστι. σημειῶδες οὖν τὸ σύνηθες πᾶσι τὸ κράζω ἔχον ἐκτεινόμενον τὸ α , εἰ μὴ ἄρα τῷ κρώζω ἰσοχρονῆσαι ἠθέλησαν αὐτό. πρόσκειται μόνον τὸ α διὰ τὸ σφαδᾴζω, τερᾴζω, ματᾴζω, πρὸς τὸ α τὸ ι γραφόμενον ἔχοντα. παρῃτησάμεθα δὲ Αἰολίδα διάλεκτον διὰ τὸ πτάζω, ἔπταζον ὥστ’ ὄρνιθες ὦκυν αἴετον ἐξαπίνας φάνεντα. ἐκ δὲ τοῦ κοινοῦ ἦν τοῦ ἔπτησσον. τὸ δὲ αὐτὸ ἐπὶ τοῦ πλάζω· τὸν δ’ ἐπιπλάζοντ’ ἄνεμοι φέροιεν καὶ μελέδωνα, ἀντὶ τοῦ ἐπιπλήσσοντα. Δίδωμ ι. οὐδὲν τῶν εἰς μι ληγόντων ῥημάτων τῆς τρίτης συζυγίας κατὰ χρῆσίν ἐστιν Ἑλλήνων ἐπὶ ἐνεστῶτος χρόνου, ἀλλὰ μόνον τὸ δίδωμι. νῦν γὰρ τοὺς Αἰολεῖς παραιτούμεθα. Εἰμ ί. οὐδὲν εἰς μι λῆγον ὁριστικὸν ῥῆμα κατὰ τὴν ἡμετέραν διάλεκτον διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ εἰμί, ὃ σημαίνει τὸ ὑπάρχω.
3,2 930 οὐκ ἀγνοῶ δὲ ὅτι καὶ τὸ βαρυνόμενον ἡ παράδοσις διὰ τῆς ει διφθόγγου γράφει· οὐχ ὑγιῶς μέντοι οὔτε κατὰ τὸ κίνημα αὐτοῦ οὔτε κατὰ τὴν Αἰολίδα διάλεκτον, ὡς δέδεικταί μοι ἐν τοῖς περὶ ὀρθογραφίας. πρόσκειται δὲ κατὰ τὴν ἡμετέραν διάλεκτον, ἐπεὶ Αἰολεῖς πάλαιμι καὶ γέλαιμί φασι καὶ πλάναιμι, Βοιωτοὶ δὲ τάρβειμι καὶ ποίειμι καὶ φίλειμι. Ἐστ ί. οὐδέποτε ῥῆμα γʹ προσώπῳ εἰς τι λήγει, λέγω δὲ πρὸ τοῦ τ ἔχον τὸ ς , οὔτε κατὰ τὰς ἄλλας διαλέκτους, οὔτε κατὰ τὴν συνήθειαν, ἀλλὰ μόνον τὸ ἐστί. Ἐσμέ ν. τὰ εἰς μεν λήγοντα πληθυντικὰ ἀεὶ θέλει καθαρὸν ἔχειν τὸ μ , δίδομεν, τίθεμεν, λέγομεν, νοοῦμεν· εἰ μέντοι σύμφωνον εὑρεθείη, συγκοπὴ πρὸ αὐτοῦ ὁρᾶται γινομένη, ἴσαμεν ἴσμεν, ἴδομεν ἴδμεν, ἐοίκαμεν ἔοιγμεν, δέδοιγμεν, ἐπέπιθμεν· τὸ μέντοι ἐσμέν οὐχ οὕτως ἔχει. οὐκ ἀγνοῶ δὲ ὅτι καὶ ἐμέν λέγεται, γρῆές ἐμεν, καὶ εἰμέν, ἡμεῖς δ’ εἰμὲν τοῖοι (Η 231). Οἶδ α. οὐδεὶς παρακείμενος δισύλλαβος κατὰ τὴν συνήθειαν καὶ τὴν παλαιὰν χρῆσιν ἀπὸ τῆς οι διφθόγγου ἄρχεται, ἀλλὰ μόνος ὁ οἶδα. οἱ γὰρ περὶ Ἀλκαῖον ὄϊδα λέγουσι τρισυλλάβως. προσέθηκα δὲ «κατὰ τὴν παλαιὰν χρῆσιν», ἐπεὶ οὐ παρ’ Ἀττικοῖς ἐστιν ἔσθ’ ὅτε οἶκα λεγόμενον δισυλλάβως. Ἔπεσο ν. οὐδεὶς δεύτερος ἀόριστος εἰς ον λήγων πρὸ τοῦ ο ἔχει τὸ ς , ἀλλὰ μόνον τὸ ἔπεσον. ὁ γὰρ κατέχεσον παρ’ Ἀλκαίῳ τῷ κωμικῷ ἐν Γανυμήδει εἰρημένος οὔτε τῆς τῶν ἄλλων Ἑλλήνων χρήσεώς ἐστιν οὔτε κατά τινα ἀναλογίαν ἐξενηνεγμένος ἢ μόνον κωμικῶς πεποιημένος. Αἰν ῶ. τὰ διὰ τοῦ αινω δισύλλαβα βαρύτονά ἐστι, βαίνω, δραίνω, ῥαίνω, καίνω, κραίνω (?), σαίνω, χραίνω, αἵνω τὸ δασυνόμενον καὶ βαρυνόμενον τὸ παρὰ τοῖς Ἀττικοῖς· Φερεκράτης αἵνειν, πτίσσειν. σεσημείωται τὸ αἰνῶ περισπώμενον.
3,2 931 οὐκ ἀγνοῶ δὲ ὅτι καὶ ὄνομα αὐτοῦ προκατῆρξε· διὸ περιεσπάσθη. Δό ς. τὰ εἰς ς λήγοντα προστακτικὰ μονοσύλλαβά τέ ἐστι καὶ τὸ ε ἔχει, ἕς, ἔνθεν τὸ ἄφες, πρόες, θές, σπές, φρές, ἐνθάδ’ εἴσφρες μ’ ὡς τὸ μειρακύλλιον. σημειῶδες τὸ δός μόνον τὸ ος ἔχον. αἰτία δὲ ἡ συζυγία. Δοῦνα ι. οὐδὲν εἰς ναι λῆγον ἀπαρέμφατον τῇ ου διφθόγγῳ παραλήγεται, ἀλλ’ εἰ παραλήγεται διφθόγγῳ, τῇ ει παραλήγεται, εἶναι, εἴτε δασυνόμενον ἀορίστου χρόνου. σημειῶδες ἄρα τὸ δοῦναι. ὅτι γὰρ οὐδέν ἐστι τὸ λέγειν δῶναι ὡς γνῶναι, βιῶναι, δῆλον μὲν ἐκ τῆς χρήσεως τῆς Ὁμηρικῆς (Α 134), κέλεαι δέ με τῆνδ’ ἀποδοῦναι, δῆλον δὲ ἔσται ἐκ τοῦ κατ’ ἀναλογίαν κινήματος ἐν ἑτέροις. Τὰ τῇ ου διφθόγγῳ παραληγόμενα ἀπαρέμφατα πρὸ τῆς αι διφθόγγου τὸ ς ἔχει, ἀκοῦσαι, ὀροῦσαι, λοῦσαι. πῶς οὖν τὸ δοῦναι ἔχει τὸ ν ; τοῦτο γὰρ ὦ τέκος ἦρ’ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι (Ω 425) ποιητικόν· τινὲς δὲ αὐτὸ καὶ διὰ τοῦ ω ἔγραφον. Περὶ ἐπιρρημάτων. Ἅπα ξ. τὰ εἰς αξ λήγοντα ἐπιρρήματα ὀξύνεσθαι θέλει, ὀκλάξ, ὀδάξ, ἐναλλάξ, εὐράξ, αὐτοδάξ, ἐπιτάξ· ἀλλὰ μόνον τὸ ἅπαξ βαρύνεται. ὅπερ ἐν συντάξει τοῦ ἅπαντες ἢ τοῦ ἁπλῶς ἐκκλίνει τὸν τόνον ὡσεὶ ὀξύνοιτο τὸ ἅπαξ. ἁπαξἅπαντας γὰρ λέγομεν καὶ ἁπαξἁπλῶς ἐν τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ. Ὧδ ε. οὐδὲν εἰς δε λῆγον ἐπίρρημα δισύλλαβόν ἐστι τῷ ω παραληγόμενον, ἀλλὰ μόνον τὸ ὧδε. Ἔνδο ν. οὐδὲν εἰς δον λῆγον ἐπίρρημα βαρύνεσθαι θέλει, πάντα δὲ ὀξύνεται, ὡς ἔχει τὸ σχεδόν, ταυρηδόν, ἑλκηδόν, παρασταδόν, παρακλιδόν, «ῥυδὸν ἀφνειοῖο» (ο 426), ἀμφαδόν, ἄφθονος ἡ ἐν ἀκολουθίᾳ παράθεσίς ἐστι τῶν ὀξυνομένων. ἀλλὰ μόνον τὸ ἔνδον βαρύνεται. τῆς διαλλαγῆς ἐν ἑτέροις δίδοται ἡ αἰτία. Πάρε ξ. οὐδὲν εἰς εξ ἐπίρρημα βαρυνόμενον ἐκ δύο προθέσεων συνεστηκός, ὅπερ καὶ γενικῇ θέλει συντάττεσθαι, ἀλλὰ μόνον τὸ πάρεξ.
3,2 932 καὶ γὰρ ἡ συνήθεια οὕτως ἔσθ’ ὅτε φησὶ «πάρεξ Ἀπολλωνίου». ὃν τρόπον καὶ Ἡρόδοτος ἐν τῇ τετάρτῃ (c. 46) ἔφη «πάρεξ τοῦ Σκυθικοῦ ἔθνεος». παρὰ μέντοι τῷ ποιητῇ ἕτερόν ἐστι τὸ ὀξυνόμενον ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε (μ 276), παρὲξ περιμήκεα δοῦρα (μ 443). εἴρηται δὲ περὶ αὐτοῦ ἐν τῇ Ὁμηρικῇ προσῳδίᾳ (Ι 7). Ὥ ς , τώ ς. οὐδὲν εἰς ως λῆγον ἐπίρρημα ὀξυνόμενον, ὑπεσταλμένης Δωρίδος διαλέκτου, ἀλλὰ μόνον τὸ ὥς, καὶ τώς ἀνταποδοτικὸν αὐτοῦ ὑπάρχον. οὐκ ἀγνοῶ μέντοι ὅτι ἐν διαφόρῳ σημαινομένῳ καὶ διαφόρῳ συντάξει ἔσθ’ ὅτε περισπᾶται. Ὀψ έ. οὐδὲν εἰς ψε λῆγον ἐπίρρημα, ἀλλὰ μόνον τὸ ὀψέ, ὅπερ ἐν συνθέσει φιλεῖ τρέπειν τὸ ε εἰς τὸ ι , ὥσπερ ἐπὶ τοῦ ὀψιμαθής, ὀψίτυχος, ὀψιτέλεστον, «ἔκ τε καὶ ὀψὲ τελεῖ» (Δ 161), ὀψίγονος. διὸ καὶ τὸ δείελος ὀψὲ δύων παρὰ τῷ ποιητῇ (Φ 233) τό τε ὀψὲ δύοντα Βοώτην παρὰ τῷ ποιητῇ (ε 272) καὶ Ἀράτῳ οὐ σύνθετον· ἐπεὶ κἂν ἔτρεπε τὸ ε εἰς ι . ἤδη μέντοι Αἰολεῖς καὶ ἐν ἁπλῇ προφορᾷ διὰ τοῦ ι αὐτὸ ἀποφαίνονται, ὄψι γὰρ ἄρξατο, ἴσως ἀναλογώτερον, ὡς δείκνυται ἐν τῷ περὶ ἐπιρρημάτων. Μᾶλλο ν. οὐδὲν ὅμοιον τῷ μᾶλλον κατὰ χρόνον. τὸ γὰρ α , εἰ ἔχοι ἐν ἐπιφορᾷ διπλασιαζόμενον τὸ λλ ἐν μιᾷ λέξει, συστέλλεσθαι φιλεῖ, χωρὶς εἰ μὴ τροπή τις εἴη τοῦ η εἰς α παρὰ διαλέκτῳ. τὸ παράδειγμα πῶς ἔχει; ἄλλος, γάλλος, θαλλός, θάλλω, πάλλω, ἅλλομαι, ἀγάλλομαι, καὶ ἄλλο πλῆθος λέξεων τοιούτων ἀδιάπτωτον. σημειωτέον ἄρα περὶ χρόνον τὸ μᾶλλον. τὸ γὰρ ὀτράλλις (†) συνεσταλμένον ἔχει τὸ α . ἐφυλαξάμην δὲ διαλέκτους διὰ τὸ ἄλλα, μὴ μεγαλύνεο δακτυλίω πέρι καὶ ἄλλαν, μή τι κατ’ ἀμμετέραν φρένα καὶ ἄβρα δηὖτε πάχῃ σπόλᾳ ἀλλόμαν ἀντὶ τοῦ ἡλλόμην. † Ἀθροῦ ν.
3,2 933 οὐδὲν εἰς ουν λήγει ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἀθροῦν. ὅπερ καὶ ἐπεκτάσεσι ποιητικαῖς κέχρηται καὶ παραθέσει ἄρθρου ἑνικοῦ καὶ πληθυντικοῦ. παραιτοῦμαι δὲ τὸ αἰσχοῦν, ὃ εἴρηται παρὰ τῷ τοὺς Εἵλωτας· —ἀλλὰ μισχοῦν καθήμενοι. ἐπεὶ ὀνοματικά ἐστι. Δεῦρ ο. οὐδὲν εἰς ο λήγει ἐπίρρημα ὑπὲρ μίαν συλλαβήν, ἀλλὰ μόνον τὸ δεῦρο. ὅπερ εἴρηται παρὰ τῷ ποιητῇ ἅπαξ κατ’ ἐπέκτασιν εἰς ω ἐν τῷ (Γ 243) ἦ δεύρω μὲν ἕποντο. παραιτοῦμαι γὰρ τὴν διάφορον ἀνάγνωσιν. παρὰ δὲ τοῖς Αἰολεῦσι καὶ δεῦρυ διὰ τοῦ υ · παρὰ δὲ Ἀττικοῖς ἔσθ’ ὅτε καὶ δευρί λέγεται διὰ τοῦ ι . τετόλμηται δὲ αὐτοῦ καὶ θεματισθῆναι πληθυντικὸν τὸ δεῦτε· ὅτι δέ ἐστιν ἐπίρρημα ἐν τῷ περὶ ἐπιρρημάτων λέγεται. Ἐκεῖθε ν. οὐδὲν εἰς θεν λῆγον ἐπίρρημα τοπικὸν τῇ ει διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἐκεῖθεν. αἴτιον δὲ τὸ πάθος· ὁ γοῦν Ἀλκαῖος κεινόθεν ἐστὶν ὅπου ἀπεφήνατο αὐτό. αἲ γάρ κ’ ἄλλοθεν ἔλθῃ, τί δὲ φὴ κήνοθεν ἔμμεναι; τὸ δὲ εἴθε ἐπέκτασις καὶ οὐ τοπικόν. Χαμα ί. οὐδὲν εἰς αι λῆγον ἐπίρρημα ὑπὲρ μίαν συλλαβὴν ὀξύνεται, λέγω δὲ μὴ σχετλιαστικόν. τὰ δὲ τοιαῦτα καὶ ὀξύνεται, εὐαί, βαβαί, καὶ περισπᾶται, ἀταταῖ, αἰαῖ, παπαῖ. τὸ δὲ πάλαι βαρύνεται. λέγεται τὸ αἴτιον ἐν τῷ περὶ ἐπιρρημάτων. Αὐτάρκης ἡ παράθεσις τῆς μονήρους λέξεως ἐν τούτῳ τῷ βιβλίῳ, ὅπως καὶ ἐν τῷ δευτέρῳ σχεδὸν ἴσην παράθεσιν ποιησώμεθα. εἰ δέ τις ἐπιζητοίη, διὰ τί ἐξ ὀνομάτων καὶ ῥημάτων καὶ ἐπιρρημάτων τὴν παράθεσιν ἐποιησάμεθα, εἴσεται μὲν ἐκ τοῦ προοιμίου· ἀλλὰ καὶ νῦν δηλώσω, ὡς ἀντωνυμιῶν μὲν οὐκ ἐμνήσθην, ἐπεὶ σχεδὸν μονήρεις εἰσὶ πᾶσαι, καὶ μάλιστα αἱ πρωτότυποι· ἀλλ’ οὐδὲ μετοχῶν, ἐπεὶ ἀεὶ δεύτεραί εἰσι καὶ ἐπιζητοῦσι τὸ κινοῦν αὐτὰς ῥῆμα.
3,2 934 εἰ δὲ καὶ περὶ μίαν καὶ δευτέραν ἐγένετό τις ζήτησις, τοῦτο οὐ μονήρους ἐστὶ λέξεως ἰδίωμα. οὔτε μὴν ἄρθρων οὔτε προθέσεων ἐμνήσθην, ἀλλ’ οὐδὲ συνδέσμων. ἐπεὶ τούτων τῶν μερῶν τοῦ λόγου ἐξηριθμέναι πώς εἰσιν αἱ φωναί, τῶν δὲ προειρημένων μερῶν λόγου, λέγω δὲ ὀνόματός τε καὶ ῥήματος καὶ ἐπιρρήματος, πολλὴ μὲν χρῆσις φωνῶν, παραγωγή τε αὐτοῖς ποικίλη πρόσεστι καὶ σχεδὸν ἴση. ὄνομα μὲν γὰρ εἰς ὄνομα παράγεται, ὡς λεπτὸς Λεπτίνης, ἄριστος ἀριστεύς. παράγεται δὲ καὶ εἰς ῥῆμα, ὡς παρὰ τὴν μάστιγος γενικὴν τὸ μαστιγῶ καὶ παρὰ τὴν εὐδαίμονος εὐδαιμονῶ. παράγεται δὲ καὶ εἰς ἐπίρρημα, ὡς παρὰ τὸ ἀκόνιτος ἀκονιτί, ἀθεώρητος ἀθεωρητί, Λεσβόθεν τε καὶ οὐρανόθεν. τὸ αὐτὸ ἀποτελεῖ καὶ τὸ ῥῆμα. ἤτοι γὰρ αὐτὸ καὶ εἰς ἑαυτὸ παράγεται, ὡς παρὰ τὸ ἀθλῶ τὸ ἀθλεύω, ἵζω ἱζάνω, ἢ εἰς ὄνομα, ὡς παρὰ τὸ ποιῶ ποιητής, ποίημα, ἢ εἰς ἐπίρρημα, ὡς ἀπὸ τοῦ ὄπτω ὄβδην, ὃ καὶ Καλλίμαχός φησιν ἦλθον ἐσόβδην, πλέκω πλέγδην, μέσφα περιπλέγδην, ἄρδω ἄρδην. ὁμοίως δὲ καὶ τὸ ἐπίρρημα τὴν αὐτὴν ποσότητα ἔχει τῆς παραγωγῆς. ἢ γὰρ πάλιν εἰς ἑαυτὸ παράγεται, ὡς παρὰ τὸ ἐγγὺς ἐγγύθεν, ἢ εἰς ὄνομα, ὡς τὸ ἐγγύτερον, ἀνώτερον, ἢ εἰς ῥῆμα, ὡς παρὰ τὸ ὀψὲ ὀψίζω. σχεδὸν οὖν ταῦτα τὰ μέρη τοῦ λόγου ἀλλήλοις προσπέπονθε. διὸ καὶ ἐξ αὐτῶν πεποίημαι τοὺς κανόνας. εἰ δέ τις λέγοι ὡς καὶ ἡ ἀντωνυμία ποικίλην παραγωγὴν ἔχει· εἴς τε γὰρ ἑαυτὴν παρῆκται καὶ εἰς ἐπίρρημα· ἴστω ὅτι ἐνέλειψαν τοῖς κυριωτάτοις, λέγω δὲ ῥήματι καὶ ὀνόματι· τὸ γὰρ ἡμετέρειος καὶ τὸ σφετεριζόμενος τῶν παραλόγων. ἡ μέντοι πρόθεσις παρῆκται μὲν εἰς ὄνομα καὶ ἐπίρρημα, οὔτε γε μὴν εἰς αὑτὴν οὐδὲ εἰς ῥῆμα. τά τε προκείμενα μόρια, λέγω δὲ ὄνομα καὶ ῥῆμα, οὐκ ἀπέδωκεν ἀφ’ ἑαυτῶν παραγωγήν, οὔτε εἰς ἀντωνυμίαν, οὔτε εἰς πρόθεσιν, ἐπειδή περ θεματικώτερα ὑπῆρχεν. ἡ μέντοι μετοχή, εἰ καὶ μέρος λόγου ἐστίν, ἐκεῖνό γε ἔχει ἐξαίρετον τὸ μήποτε πρωτότυπον εἶναι. διὸ δὴ οὐδὲ αὐτῇ τὰ αἴτια ἀνατίθεμεν, ὅτι μὴ σπανίως, ἐφ’ ὧν καὶ ζητοῦμεν εἰ καὶ μετοχαὶ ὑπάρχουσιν, ὥσπερ καὶ ἐπὶ τῆς ἄσμενος, καὶ τὸ κρέων καὶ τὸ ἀκέων καὶ κτίμενος.
3,2 935 τοσαῦτα ἔχομεν εἰπεῖν ἐν τῷ πρώτῳ βιβλίῳ περὶ μονήρους λέξεως. ΒΙΒΛΙΟΝ Β. Ἐν μὲν οὖν τῷ πρὸ τούτου βιβλίῳ, ἄριστε φιλολόγε, περὶ μονήρους λέξεως ἥτις ἐστὶν ἐν τῇ χρήσει τῶν παλαιῶν ἑωρᾶτο καὶ τῇ νυνὶ συνηθείᾳ· νυνὶ δὲ στρέψομαι καὶ ἐπὶ τὰς γνωριζομένας μὲν ὁμοίως καὶ τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ καὶ τῇ παλαιῶν χρήσει, πειράσομαι δὲ καὶ ἄλλας παραθέσθαι λέξεις, αἵτινες οὔκ εἰσιν ἐν τῇ νυνὶ συνηθείᾳ, παρὰ μέντοι τοῖς παλαιοῖς. ἔστω δέ μοι ἡ παράθεσις ὁμοίως ἐξ ὀνομάτων καὶ ῥημάτων καὶ ἐπιρρημάτων. ἐπεὶ δέ τινες ἐπεζήτησαν, εἰ δύναται τὸ τοιοῦτο εἶδος καὶ ἐν προθέσεσιν ὀφθῆναι, κατὰ τοῦτο ἐπειράθην ὀλίγας προθέσεις ἐλέγξαι ἐν εἴδει τινὶ μονήρεις ὑπαρχούσας. Ὄνομ α. οὐδὲν εἰς μα λῆγον οὐδέτερον ἁπλοῦν ἐν τοῖς πρὸ τέλους δύο συλλαβαῖς δισσὸν ἔχει ο , ὡς δῆλον ἐκ τῶν τοιούτων· ποίημα, νόημα, δόνημα, φίλημα, ἀνάθημα, φώνημα, στεφάνωμα, χρύσωμα, κώλυμα, ἔλυμα, ἔρυμα, καὶ ἄλλο μυρίον πλῆθος τοιούτων ὀνομάτων ἀδιάπτωτον ποιεῖ τὸν κανόνα. δῆλον ὡς τὸ ὄνομα μονῆρές ἐστι· καὶ γὰρ ἥ τε τρίτη ἀπὸ τέλους τὸ ο ἔχει καὶ ἡ πρὸ τέλους. Αἰολεῖς δὲ ὄνυμα λέγοντες αὐτὸ ἀπολύουσι τοῦ προκειμένου ἐλέγχου. πρόσκειται τῷ κανόνι «ἁπλοῦν», ἵνα μή τις ταῦτα σύνθετα ὄντα ὡς ἀντιπίπτοντα παρατάξῃ συνεχῶς ἐν τῇ συνηθείᾳ λεγόμενα, λέγω δὲ τὸ πρόδομα ἢ πρόπομα, ὅπερ καὶ πρόπωμα λέγεται. Δέμα ς. τὰ εἰς μα λήγοντα οὐδέτερα ἐναντία ἐστὶ τοῖς εἰς ας λήγουσι. τὰ μὲν γὰρ εἰς ας λήγοντα παραιτεῖται τὸ μ ἔχειν πρὸ τοῦ α , ὡς ἔχει τὸ σέβας, οὖδας, κνέφας, ψέφας, κέρας, τέρας, γῆρας, γέρας, βρέτας, δέπας, σκέπας, καὶ ἄλλα μυρία ἐστὶ τοιαῦτα μὴ ἔχοντα τὸ μ πρὸ τοῦ α · τὰ δὲ ἔχοντα τὸ μ πρὸ τοῦ α παραιτεῖται τὴν εἰς ς κατάληξιν, ὡς ἔχει τὸ δόμα, θέμα, στόμα, χύμα, λύμα, δῶμα, πτῶμα. πῶς οὖν τὸ δέμας καὶ τὸ μ ἔχει πρὸ τοῦ α καὶ τὴν εἰς ς κατάληξιν; ὥστ’ ἐστὶν οὕτως ὁρίσασθαι· οὐδὲν εἰς μας λῆγον οὐδέτερον, μονῆρες ἄρα τὸ δέμας, στήτην ἐγγὺς ἰόντε, δέμας δ’ ἄνδρεσσιν ἐΐκτην (Φ 285). Πεῖρα ρ.
3,2 936 οὐδὲν εἰς αρ λῆγον οὐδέτερον πρὸ τοῦ α ἔχει ρ , ἀλλ’ ἤτοι καθαρεύει ἢ ἄλλο τι σύμφωνον ἔχει, ὡς δῆλον ἐκ τῶν τοιούτων· ἔαρ, κέαρ, οὖθαρ, εἶδαρ, μῶμαρ, ἧπαρ, νέκταρ. μονῆρες ἄρα τὸ «πεῖραρ ἐπαλλάξαντες» (Ν 359). οὐδέτερον δὲ προσέθηκα ἐπεὶ Ἄραρ τῖς λέγεται ποταμός, ὡς παρ’ Ἐρατοσθένει (?). καὶ ἐπίγραμμα ἔχον οὕτως· μισγόμεθ’ ἀλλήλων ὡς Ἄραρος Ῥοδανός. Κρέα ς. οὐδὲν οὐδέτερον εἰς ας λῆγον καθαρὸν τῷ ε παραλήγει κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήσει Ἑλλήνων, ἀλλὰ μόνον τὸ κρέας. τὰ δ’ ἔχοντα καθαρὸν τὸ α καὶ ἔχοντα πρὸ αὐτοῦ ε εἰς ρ θέλει καταλήγειν, ἔαρ, στέαρ, κέαρ, φρέαρ. τὸ τοίνυν κρέας ἢ εἰς ρ ὤφειλε καταλήγειν ἢ εἴπερ εἰς ς καταλήγοι ὀφείλει μεταξὺ τοῦ ε καὶ α σύμφωνον ἔχειν, ὥσπερ τὸ λέπας, σκέπας, κνέφας, βρέτας. προσέθηκα δὲ κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήσει Ἑλλήνων, ἐπεὶ παρὰ Ἑκαταίῳ ἐστὶ «τὰ δέατα περιτεταμένοι». ἀλλ’ οὐ σύνηθές ἐστι λέγειν δέας. ὅ τε Σοφοκλῆς ἐν Κηδαλίωνι σατυρικῷ φησι καὶ δή τι καὶ παρεῖκα τῶν ἀρτυμάτων ὑπὸ τοῦ δέατος ἀντὶ τοῦ δέους. ἀλλ’ οὐ λέγεται ἡ εὐθεῖα δέας. ὅ τε Ξενοφάνης φησὶ ἁγνὸν ἐνὶ σπεάτεσσι τεοῖς καταλείβεται ὕδωρ. ἀλλ’ οὐ γὰρ λέγεται σπέας. ἡ γὰρ ἀναλογία ὡς ἀπὸ τοιούτων εὐθειῶν τὰς κλίσεις λαμβάνει, οὐκ οὐσῶν μέντοι ἐν χρήσει Ἑλλήνων. τὸ δὲ παρὰ τῷ ποιητῇ (α 218) κτεάτεσσιν ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε μεταπλασμοῦ ἔχεται ἐκ τῆς κτεάτοις δοτικῆς. Ἰχθῦ ς. οὐδὲν εἰς υς λῆγον ἀρσενικὸν ὑπὲρ μίαν συλλαβήν, μὴ ἔχον ὑποκοριστικὴν ἔννοιαν, περισπᾶσθαι θέλει. σημειῶδες ἄρα ὁ ἰχθῦς. προσέθηκα δὲ «μὴ ὑποκοριστικὴν ἔννοιαν» διὰ τὸ ἀπφῦς· δοκεῖ γὰρ παρὰ τὸ ἀπφάς παρωνομάσθαι. ἔστι δὲ καὶ τὸ Διονῦς παρὰ τοῖς κωμικοῖς ἐπὶ τοῦ ἐκλύτου τασσόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύσου. ὧν οὐδὲ αἱ γενικαὶ παρόμοιαι τῷ προκειμένῳ· ἰχθύος γὰρ λέγεται· οὐ μεμελέτηκε δὲ ἀπφύος λέγεσθαι. μόνον δὲ διὰ δύο δασέων ἐκφέρεται ὁ ἰχθῦς, τῶν ἄλλων εἰς υς ληγόντων οὐχ οὕτως ἐχόντων.
3,2 937 πρόσκειται δὲ τῷ κανόνι «ἀρσενικὸν» διὰ τὸ ὀφρῦς περισπώμενον θηλυκόν, ἔτι δὲ καὶ τὸ ὀσφῦς. ὥστε εἰ περισπᾶται τὸ ἰχθῦς, ἔστω θηλυκόν· εἰ δὲ ἀρσενικόν ἐστιν, ὀφείλει ὅμοιον εἶναι τῷ στάχυς, βότρυς. Μᾶζ α. τὰ εἰς ζα λήγοντα θηλυκά, εἰ ἔχοι πρὸ τέλους δίχρονον, συνεσταλμένον αὐτὸ ἔχει, ὡς τὸ ῥίζα, σχίζα, σπίζα· ἔστι δὲ εἶδος ὀρνέου Σοφοκλῆς ἐν Ναυπλίῳ πυρκαεῖ κάτω κρέμανται, σπίζα τέτατ’ ἐν ἕρκεσι. Δούριζα λίμνη παρὰ τὸν Λίζαν ποταμόν. Ἑκαταῖος περιηγήσει Ἀσίας· «τῇ δὲ λίμνῃ Δούριζα οὔνομα». Βόρυζα πόλις Περσική, ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης· «μετὰ δὲ Βόρυζα πόλις Περσέων, μετὰ δὲ Θυνιάς». Ἀράβυζα τῆς Καυκωνίδος πόλις. ἄζα, γάζα, χάλαζα. σημειῶδες ἄρα ἡ μᾶζα ἐκτείνουσα τὸ πρὸ τέλους α . Ἀγαυό ς. οὐδὲν εἰς ος λῆγον καθαρὸν ὑπὲρ δύο συλλαβὰς ὀξυνόμενον τῇ αυ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἀγαυός. Χθώ ν. τὰ εἰς ων μονοσύλλαβα φιλεῖ ἀρσενικὰ εἶναι καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ, πρών, Χών τὸ ἐθνικόν, κλών, Θων εἴτε Θῶνος εἴτε Θῶντος. ἀλλὰ μόνον τὸ χθών θηλυκόν ἐστι καὶ διήλλαξε κατὰ τὴν κλίσιν. Δαμή ν. τὰ εἰς μην λήγοντα ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν ἐπὶ γενικῇ τὸ η εἰς ε τρέπει, ποιμένος, λιμένος, πυθμένος, ἀλλὰ μόνον τὸ Δαμήν ἐφύλαξε τὸ η . Δαμῆνος γὰρ ἐπιγράφεται Ἀργολικά. ἴσως δὲ ἐπεὶ κύριόν ἐστι παραλλαγὴν ἐποιήσατο. τὸ δὲ Ἀλλαμήν παραιτοῦμαι· οὐ γὰρ γνήσιον ὄνομα ὑπὸ Διοδώρου παραπεποιημένον. Ἰχώ ρ. οὐδὲν εἰς ωρ λῆγον ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι θέλει, ἀλλὰ πάντα βαρύνεσθαι· ῥήτωρ, κλήτωρ, ἵστωρ, Ἕκτωρ, πέλωρ, κέλωρ, ἄκτωρ, Σπέρχωρ, Ἀννίχωρ, ἄχωρ, ἀναΰζωρ (†). ἡ δὲ ἱστορία τῶν ὀνομάτων εἴρηταί μοι ἐν δευτέρῳ περὶ καθολικῆς προσῳδίας. σημειῶδες ἄρα τὸ ἰχώρ μόνον ὀξυνόμενον. τὸ δὲ αἴτιον εἴρηται ἐν τῷ περὶ καθολικῆς προσῳδίας. Τέκμω ρ.
3,2 938 οὐδὲν εἰς ωρ λῆγον οὐδέτερον ὑπὲρ μίαν συλλαβὴν ἔχει συμπλοκὴν δύο συμφώνων πρὸ τοῦ ω · Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς (Ε 684), νίκωρ παρὰ Σώφρονι τῷ μιμογράφῳ, ὕδωρ, ἔλδωρ· οὐ γὰρ συμπλοκὴ ἐνθάδε, ἀλλὰ διάστασις· ὁ δὲ Ἴβυκος ἔσθ’ ὅτε καὶ θηλυκῶς προφέρεται οὔτι κατὰ σφετέραν ἐέλδω καὶ ἐσθλὰν ποτιδεγμένων ἐέλδω. σημειῶδες οὖν τὸ τέκμωρ ἔχον ἐπιπλοκὴν δύο συμφώνων. ἢ ἴσως ἀναλογώτερον ἐκδεκτέον τὸ τέκμαρ. ἴσον γὰρ ἐγένετο τῷ νέκταρ καὶ ἔχθαρ· οὐ φιλεῖ δὲ τὰ τοιαῦτα προϋπάρχειν τῶν εἰς ωρ . τοῦ δὲ σημειοῦσθαι τὸ τέκμωρ αἴτιον ὁ πλεονασμὸς τοῦ μ . Πολύ ς. τὰ εἰς λυς λήγοντα καθαρὸν ἔχοντα τὸ υ συνεσταλμένον βαρύνεσθαι θέλει, θῆλυς, φόλυς. φόλυες κύνες παρὰ τῷ Ἀντιμάχῳ, ἔπηλυς, νέηλυς, ὄλολυς τὸ προσηγορικὸν εἴτε τὸ κύριον, Ζῆλυς ὁ ποταμός, ἔγχελυς, μόλυς. σημειῶδες ἄρα τὸ πολύς ὀξυνόμενον. πρόσκειται δὲ καθαρὸν διὰ τὸ ἀμβλύς, συνεσταλμένον δὲ τὸ υ διὰ τὸ ἰλύς. Ἐρῆμο ς. οὐδὲν εἰς μος λῆγον ὑπὲρ δύο συλλαβὰς προπερισπώμενον τῷ η παραλήγεται, ἀλλὰ μόνον ἐρῆμος, ὡς ἴδε χῶρον ἐρῆμον (Κ 520). Ἀττικοὶ μέντοι προπαροξύνουσι τὴν λέξιν. Ἑτοῖμο ς. οὐδὲν εἰς μος λῆγον ὑπὲρ δύο συλλαβὰς τῇ οι διφθόγγῳ παραληγόμενον προπερισπᾶται, ἀλλὰ μόνον τὸ ἑτοῖμος. καὶ τοῦτο δὲ παρ’ Ἀττικοῖς τοῖς νεωτέροις φασὶ προπαροξύνεσθαι. Πλυνό ς. τὰ εἰς νος λήγοντα δισύλλαβα μὴ ἔχοντα πρὸ τοῦ ν σύμφωνον κατ’ ἐπιπλοκήν, παραληγόμενα δὲ τῷ υ , πάντως ἐκτεταμένῳ παραλήγεσθαι θέλει, φρυνός, θυνός, γρυνός, σημαίνει δέ, ὡς καὶ Ἀπολλώνιός φησι, τὰς τῶν ξύλων ξηρὰς καὶ παχείας ῥίζας. σημειῶδες ἄρα τὸ πλυνός κατὰ χρόνον· καίτοι γε τὸ πλύνω ἐκτεινόμενον τὸ υ . Ἑνότη ς. τὰ εἰς της λήγοντα θηλυκὰ οὐδέποτε ἀπὸ τῆς εις καταλήξεως παρήχθη. σημειῶδες ἄρα τὸ ἑνότης ὄνομα. Ἀνδροτή ς.
3,2 939 τὰ εἰς της λήγοντα θηλυκὰ οὐδέποτε ἀπὸ τῶν εἰς ρ ληγόντων παράγεται. σημειῶδες ἄρα τὸ ἀνδροτής ὄνομα. ἢ γὰρ ἀπὸ τῶν εἰς ος , ὡς κοῦφος κουφότης, ἢ ἀπὸ τῶν εἰς υς , ὡς ταχύς ταχυτής, ἢ καὶ ἀπὸ ῥημάτων, ὡς παρὰ τὸ ἴεμαι ἰότης, οὐδέποτε μέντοι ἀπὸ τῶν εἰς ρ ληγόντων. διὸ δὴ καὶ τὸ ἑνότης παράσημον· παρὰ γὰρ τὴν εἰς εις εὐθεῖαν, οὐ τὴν εἰς ος ἢ εἰς υς . Φερν ή. τὰ εἰς νη λήγοντα δισύλλαβα μονογενῆ θηλυκὰ ἔχοντα πρὸ τοῦ ν ρ βαρύνεσθαι θέλει, πέρνη, πτέρνη, Τάρνη πόλις, Κέρνη ὁμοίως, Ἄρνη, ἀλλὰ μόνον τὸ φερνή ὀξύνεται. Αἰολεῖς δὲ φέρεναν αὐτὴν λέγουσιν ὁμοίως τῇ Ἔλεναν. Ἀρνό ς. οὐδεμία γενικὴ εἰς νος λήγοντα πρὸ τοῦ ν ρ ἔχει, ἀλλὰ μόνον τὸ ἀρνός. αἴτιον δὲ τὸ πάθος. τὸ παρὰ Σοφοκλεῖ οὐ σκέπαρνος οὐδὲ πρίονος πληγαί οὐκ ἀντίκειται. ὅτι γὰρ καὶ ὁ τραγικὸς λέγει σκέπαρνος ἐπ’ εὐθείας ἀρσενικῆς ἐν ἑτέροις ἐδήλωσα. Ἀνδρό ς. οὐδεμία γενικὴ εἰς ρος λήγουσα πρὸ τοῦ ρ ἔχει τὸ δ , ἀλλὰ μόνον τὸ ἀνδρός. αἴτιον δὲ τὸ πάθος. ἐν τοῖς περὶ καθολικωτέρας προσῳδίας εἴρηται. Ἀνδριά ς. τὰ εἰς ας λήγοντα καθαρόν, ἐκτεταμένον ἔχοντα τὸ α , εἰ ἔχοι πρὸ τέλους φωνῆεν ἢ φωνήεντα, βαρύνεσθαι θέλει, δρακοντίας, ὀνοματίας, κοππατίας, Λοξίας, Ἐρυξίας, Βορέας, Ἡρέας, Θαρσέας, Κρατέας, Μινύας, Φλεγύας, Ἀνδρέας· μυρίον ἐστὶ πλῆθος τοιούτων ὀνομάτων ἀδιάπτωτον. σημειῶδες ἄρα τὸ ἀνδριάς ὀξυνόμενον. οὐκ ἀγνοῶ δὲ ὅτι Ἡλιόδωρος ἐβούλετο αὐτὸ περισπᾶν· ὁμοίως δὲ καὶ τὸ ἱμάς. τὸ δ’ αὐτὸ ἠξίου καὶ Δράκων ὁ Στρατονικεύς, ἔτι δὲ καὶ Τυραννίων. οὐκ ἔχει δὲ οὕτω τὰ τῆς ἀναγνώσεως, ὡς ἐν ἑτέροις ἐδήλωσα. Γουνό ς. οὐδεμία γενικὴ εἰς νος λήγουσα τῇ ου διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνη ἡ γουνός· γόνυ γουνὸς ἀμείβων (Λ 547). αἴτιον δὲ τὸ πάθος. οὐ γὰρ εὐθεῖά τις προκατάρχει μονοσύλλαβος ἡ γοῦν, ὡς οἴονται οἱ πρὸ ἐμοῦ. τὰ δὲ εἰς νος λήγοντα ὀνόματα δισύλλαβα ὀξυνόμενα τῇ ου διφθόγγῳ παραληγόμενα ἐπ’ εὐθείας ὁρᾶται, γουνός, ὅθεν δοτικὴ ἡ γουνῷ ἀλωῆς (Ι 530), βουνός, κρουνός.
3,2 940 δῆλον οὖν ὅτι ἡ γουνός γενικὴ οὐχ ὑγιαίνει· εὐθείας γὰρ χαρακτῆρα ἀπεδέξατο. ἔστι δὲ καὶ ἐπὶ πασῶν τῶν ἠλογημένων γενικῶν τὸ τοιοῦτον ἐπιδεῖξαι, ὡς ὅτι παραβαίνουσι καὶ τοὺς χαρακτῆρας παθοῦσαι. Δουρό ς. οὐδεμία γενικὴ εἰς ρος λήγουσα τῇ ου διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνη ἡ δουρός. αἴτιον δὲ πάλιν τὸ πάθος. συγκοπὴ γὰρ ἐκ τοῦ δούρατος· τόφρα δὲ Τυδείδης μετὰ δούρατος ᾤχετ’ ἐρωήν (Λ 357). οὐ γάρ, ὥσπερ οἴεται ὁ Τρύφων, εὐθεῖά τίς ἐστι δούρ, κωλυούσης καὶ τῆς ἀναλογίας καὶ τῆς χρήσεως τῶν Ἑλλήνων. ἄμεινον οὖν ἐκδέχεσθαι τὸ πάθος. ποικίλαι δὲ αἱ φωναί. καὶ γὰρ δορὸς καὶ δουρὸς εἴρηται καὶ δόρατος καὶ δούρατος καὶ δόρεος, ὡς ἐν ἑτέροις ἐδήλωσα. ᾿Ρ ᾶρο ς. οὐδέποτε τὸ ρ ἄρχον ψιλοῦται, ἀεὶ δὲ δασύνεται. σημειῶδες ἄρα τὸ ᾿Ρ ᾶρος. τὸ γὰρ ᾿Ρ αρίδος Δῃοῦς παρ’ αὐτὸ γέγονε. Σεσημείωται τὸ ᾿Ρ ᾶρος κατὰ χρόνον. τὰ γὰρ εἰς ρος δισύλλαβα τῷ α παραληγόμενα ὀξυνόμενα μὲν ἔχει ἐκτεινόμενον τὸ α , ψαρός, ναρός· ἔνθεν θηλυκὸν παρὰ Σοφοκλεῖ ἐν Ἰνάχῳ σατυρικῷ ναράς τε πατρὸς κυμάτων ἐπιρροὰς ἐπώμοσα. λαρός, λαρὸς ἄμης, ἔνθεν τὸ οὐδέτερον λαρὸν τετυκοίμεθα δόρπον (μ 283). βαρυνόμενα δέ, εἰ καὶ ἀρσενικὰ ὑπάρχοι ἢ θηλυκά, συστέλλειν θέλει τὸ α , λάρῳ ὄρνιθι ἐοικώς (ε 51). φάρος, λέγω δὲ τὸ ἀρσενικὸν ἢ καὶ τὸ θηλυκόν, Κλάρος, Νίκανδρος (Ther. 958) μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρος νιφόεσσα πολίχνη, γάρος, Αἰσχύλος Πρωτεῖ σατυρικῷ καὶ τὸν ἰχθύων γάρον, Πάρος νῆσος, σπάρος, σκάρος.
3,2 941 εἰ δέ τι βαρυνόμενον ἀρσενικὸν ἔχει τὸ α ἐκτεινόμενον, πάντως ἔχει κοινὸν διὰ τοῦ η , ὥσπερ τὸ κλᾶρος ἐκ τοῦ κλῆρος. τὸ δὲ ᾿Ρ ᾶρος, εἰ μή ἐστι Δώριον βαρυνόμενον, συστελλέσθω κατὰ τὴν παραλήγουσαν· εἰ δὲ ἐκτείνεται ὑγιῶς ἡ παραλήγουσα, ὀξυνέσθω, ἵνα μιμήσηται τὸ ψαρός, ναρός, λαρός. ἢ περὶ τόνον ἄρα σημειῶδες ἢ περὶ χρόνον. ἀλλὰ δῆλον ὅτι περὶ χρόνον. τὰ γὰρ ὀξυνόμενα ἐπιθετικὰ ὑπῆρχον, τοῦτο δὲ κύριον ὄνομα βαρύτονον. ἀλλ’ οὖν γε ἔχομεν καὶ τὸ βᾶρος ὁμοίως Ἀττικὸν ὑπάρχον καὶ ἐκτεινόμενον τὸ α πρὸς ἀντέμφασιν τοῦ οὐδετέρου. Φᾶρο ς. τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα, εἰ ἔχοι πρὸ τέλους τὸ α , συνεσταλμένον πάντως αὐτὸ ἔχει, εἰ μὴ κατὰ διάλεκτον εἴη, ὥσπερ τὸ πᾶρος· ἐπὶ γὰρ πᾶρος ὀνιαρὸν ἱκνεῖται Ἀλκαῖός φησι. τοιοῦτο δέ ἐστι καὶ τὸ μᾶκος, δᾶνος. τὸ δὲ πρᾶγος ἤδη καὶ τὸ ῥῆμα δοκεῖ ἔχειν μεταβολήν. ἔστω οὖν τῶν συστελλόντων τὸ α παραδείγματα πάθος, τάφος. ὅπερ καὶ ἀρσενικόν ἐστι, ὣς οἵγ’ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο (Ω 804), καὶ θηλυκὸν ἐπὶ τῆς νήσου. ὁπότε δὲ ἐπὶ τῆς ἐκπλήξεως παραλαμβάνεται γένος ἐπιδέχεται τὸ οὐδέτερον· ἣ δ’ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανε (ψ 93). ἀλλ’ ἴσως τοῦτο ἀμφίβολον. ὁ μέντοι Ἴβυκος διέστειλε τὸ γένος ἐν τῷ πρώτῳ, σχεδὸν τὸν Ὁμηρικὸν μεταλαβών· φησὶ γὰρ δαρὸν χρόνον ἧστο τάφει πεπηγώς· οὕτω γὰρ ἔκλινεν ὡς βέλει. ἀναδράμωμεν δὴ ἐπὶ τὰ παραδείγματα· θάλος, δάος, φάος, πάθος, μάθος, Ἀλκαῖος ἀππατέρων μάθος, νάπος, γάνος, σάκος, δάκος, βάρος. σημειῶδες ἄρα τὸ φᾶρος ἐκτεινόμενον τὸ α · φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα (π 173).
3,2 942 οἱ μέντοι τραγικοὶ ἐπίσης ἐκτείνουσι τοῦ προκειμένου ὀνόματος τὸ α καὶ συστέλλουσι, ὡς παρὰ Αἰσχύλῳ ἐν Σαλαμινίαις· εἴ μοι γένοιτο φᾶρος ἴσον ἐν οὐρανῷ· ἀλλὰ κατὰ συστολὴν παρὰ Σοφοκλεῖ ἐν Τηρεῖ· σπεύδουσαν αὐτήν, ἐν δὲ ποικίλῳ φάρει, καὶ ἐν Κρίσει σατυρικῇ καὶ δὴ φάρει τῷδ’ ὡς ἐμῷ καλύπτομαι. παραφυλακτέον ὅτι τὸ φάρος τυχὸν συστελλομένου τοῦ α ἀναδέχεται πάλιν ἐν διαφόρῳ σημαινομένῳ τὰ τρία γένη ὥσπερ καὶ τὸ τάφος. ἔστι γὰρ ἀρσενικόν· οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύς. ἀλλὰ καὶ τὸ θηλυκὸν ἐπὶ τῆς νήσου ἀπ’ αὐτοῦ τὸ ὄνομα λαβούσης, ὥς φησιν Ἑκαταῖος. καὶ οὐδέτερον, ὁπότε σημαντικὸν τοῦ ἱματίου ἢ καὶ τοῦ ἀρότρου, ὡς καὶ παρ’ Ἀλκμᾶνι· ἀλλὰ καὶ παρ’ Ἀντιμάχῳ ἀεὶ φάρεος χατέουσιν ἑκόντες. οὕτως ἐν τοῖς ἀντιγράφοις εὕρηται. Θάσσω ν. τὰ εἰς σων λήγοντα συγκριτικὰ δισύλλαβα, εἰ ἔχοι πρὸ τέλους τὸ α , συνεσταλμένον αὐτὸ ἔχει. βράσσων ἀλλά τέ οἱ βράσσων τε νόος (Κ 226), πάσσων τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα μείζονά τ’ εἰσιδέειν καὶ πάσσονα (ζ 229—230). τοσσοῦτον ὀΐομαι ἢ ἔτι μάσσον (θ 203). ἔνθεν παρ’ Ἐπιχάρμῳ τὸ βάσσον. σημειῶδες ἄρα τὸ θάσσων ἐκτεινόμενον τὸ α , θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους (Ν 819)· πρόσκειται δὲ «δισύλλαβα» διὰ τὸ ἐλάσσων. Λουτρό ν. τὰ εἰς ρον λήγοντα οὐδέτερα μονογενῆ, ἔχοντα πρὸ τοῦ τέλους ἢ σύμφωνον ἢ σύμφωνα, βαρύνεσθαι θέλει, σεῖστρον, δένδρον, δέρτρον, δέρτρον ἔσω δύνοντες (λ 578), φέρτρον, κείμενον ἐν φέρτρῳ (Σ 236), πλῆκτρον, καὶ ἄλλο πλῆθος τῶν τοιούτων ὀνομάτων ἀδιάπτωτον.
3,2 943 ἀλλὰ μόνον τὸ λουτρὸν ὀξύνεται· ὅπερ καὶ τρισύλλαβον λέγεται λοετρόν, εἰς ὅ κε θερμὰ λοετρά (Ξ 6)· ἐπεὶ καὶ τὸ ῥῆμα δισσόν, λοέω καὶ λούω, ἀλλ’ ὅτε δή μιν ἐγὼ λόεον (δ 252). Οἶμ α. οὐδὲν εἰς μα λῆγον καθαρὸν δισύλλαβον οὐδέτερον πρὸ τέλους ἔχει τὴν οι δίφθογγον, ἀλλὰ μόνον τὸ οἶμα· τὸ γὰρ οἶδμα οὐ καθαρεῦον. δύναται γὰρ καὶ ἀπὸ συμφώνου ἄρχεσθαί τινα ἢ ἀπὸ συμφώνων, ἵνα μή τις λέγῃ ὅτι ἄλλο οἶμα ἐπιζητῶ· διὸ ἔθηκα πρὸ τέλους. Ὀστέο ν. οὐδὲν εἰς ον λῆγον καθαρὸν οὐδέτερον μονογενὲς ὑπὲρ δύο συλλαβὰς τῷ ε παρεδρευόμενον παροξύνεται, ἀλλὰ μόνον τὸ ὀστέον. αἴτιος δὲ ὁ πλεονασμός. τὰ δὲ τοιαῦτα ἤτοι ὀξύνεται, ὡς ἔχει τὸ κολεόν, στελεόν, ἐλεόν βάλλον δ’ εἰν ἐλεοῖσιν (ξ 432), αἰτία δὲ τῆς ὀξείας ἡ πρὸ τέλους συλλαβὴ ἔχουσα πρὸ τοῦ ο τὸ ε · ἢ προπαροξύνεται, ὁπότε μὴ τὸ λ πρὸ τοῦ ε ἐστίν, ὄρνεον, κάνεον, ὄστρεον. δῆλον οὖν ὡς καὶ τὸ ὄστεον ἐχρῆν λέγειν. διὸ μονῆρες κατὰ τὸν τόνον φαμὲν εἶναι αὐτό. οὐκ ἀγνοῶ δὲ ὡς καὶ ὀστοῦν λέγεται, ὡς καὶ παρὰ Κρατίνῳ ἐν Πυτίνῃ ἀλλ’ οὐδὲ λάχανον οὐδὲν οὐδ’ ὀστοῦν ἔτι ὁρῶ. τοῦτον τὸν τρόπον καὶ τὸ κάνεον κανοῦν. Φηρ ά. τὰ εἰς ρα λήγοντα δισύλλαβα μονογενῆ θηλυκά, εἰ παραλήγοιτο τῷ η , βαρύνεσθαι θέλει, πήρα, χήρα, θήρα. σημειῶδες ἄρα τὸ Φηρά ὀξυνόμενον. Λιβυαφιγενή ς. ἡ διὰ τοῦ φι ἐπέκτασις οὐδέποτε θέλει κατ’ ἀρχὴν συντίθεσθαι, μόνῳ δὲ παρηκολούθησεν ἐν ἐπιρρήματι τῷ ἶφι τὸ τοιοῦτο, Ἰφιγένεια, Ἰφικλῆς, Ἰφιάνασσα καὶ ὅσα ἄλλα ἐστὶ τοιαῦτα. πεπλάνηται οὖν Ἴβυκος εἰπὼν Λιβυαφιγενής. Πρῶτο ς. τὰ εἰς τος λήγοντα καθαρὰ δισύλλαβα παραληγόμενα τῷ ω τριγενῆ ὑπάρχοντα ὀξύνεσθαι θέλει, γνωτός, τρωτός, πλωτός, πτωτός, ἀλλὰ καὶ ὁ πρωτός· τὸ δὲ πρῶτος τοῦ ἀριθμοῦ τὸ ὄνομα βαρύνεται. οὐκ ἀγνοῶ δὲ ὅτι κανόνες κατέσχον τέσσαρες τὴν βαρεῖαν ταύτην. Χρυσό ς. τὰ εἰς σος λήγοντα δισύλλαβα ὀξυνόμενα φύσει μακρά, εἰ παραλήγοιτο τῷ υ , ἢ κύρια θέλει εἶναι ἢ ἐπίθετα, οὐ μὴν προσηγορικά.
3,2 944 κύρια μὲν οὖν ἐστι τοιαῦτα· Βρυσός, .... πολὺς γὰρ ὁ σος χαρακτὴρ ἐπὶ πόλεων, ὡς καὶ τὰ τοιαῦτα· Λισός πολίχνιον Κρήτης, Παισός, ὅς ῥ’ ἐνὶ Παισῷ (Ε 612), οἳ Γνωσόν τ’ εἶχον (Β 644), Ῥωσός, καὶ ταῦτα ἐπὶ πόλεων. ἐπίθετα δὲ τοιαῦτα· τρυσός, ῥυσός, Μυσός. τὸ τοίνυν χρυσός ὀξυνόμενον μονῆρές ἐστιν· οὔτε γὰρ κύριον οὔτε ἐπιθετικόν ἐστι. Μύρο ν. τὰ εἰς ρον λήγοντα δισύλλαβα καθαρὰ προσηγορικά, εἰ παραλήγοιτο τῷ υ , ὀξύνεσθαι θέλει, ξυρόν, σφυρόν, πυρόν. σημειῶδες ἄρα τὸ μύρον βαρυνόμενον. τὸ γὰρ Ψύρον ἢ Στύρον ἢ Μύρον, κύρια ὄντα, ὑγιῶς βαρύνεται. Κεφαλ ή. τὰ διὰ τοῦ αλη ὑπὲρ δύο συλλαβὰς μονογενῆ βαρύνεσθαι θέλει, χωρὶς εἰ μὴ συναληλιμμένα εἴη, Μυκάλη, φιάλη, ξυάλη, Μυρτάλη, Πετάλη, ἀγκάλη, δαμάλη. σημειῶδες ἄρα τὸ κεφαλή ὀξυνόμενον ἐπὶ τοῦ μερικοῦ εἴτε ἐπὶ τοῦ κυρίου. τὸ γὰρ ἀλαλή οὐ φύσει τρισύλλαβον, κλῦθ’ ἀλαλά, πολέμου θυγάτηρ. τὸ δὲ μυγαλῆ περισπᾶται, ἐπεὶ παρὰ τὸ γαλῆ συντέθειται συναληλιμμένον καὶ περισπώμενον. κέχρηται δὲ τῷ ὀνόματι Κηφισόδωρος ἐν Ὑΐ ὦ καὶ λέων καὶ μυγαλῆ καὶ σκορπίος. Φυλ ή. τὰ εἰς λη λήγοντα θηλυκὰ μονογενῆ τῷ υ παραληγόμενα βαρύνεσθαι θέλει· τύλη, ὅπερ σύνηθες Ἀττικοῖς κνέφαλλον καλεῖν, ὁμωνύμως τῷ περιεχομένῳ τὴν περιέχουσαν. Ἀριστοφάνης Ἀμφιάρεῳ καὶ νὴ Δί’ ἐκ τοῦ δωματίου γε νῷν φέρε κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν. ὠνομάσθη δὲ ἀπὸ τοῦ κνάφου, ἥτις σημαίνει ἀκανθώδη ὕλην, ᾗ περιπεταννύντες τὰς ἐσθῆτας ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰς ἐσθῆτας χνοῦ, ᾧ καὶ πρὸς τὰς τύλας ἐχρῶντο, ὥσπερ καὶ νῦν.
3,2 945 μέμνηται δὲ αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸς ἐν Πεισάνδρῳ ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος. ὥστε καὶ ἀντίθεσις ἐγένετο τοῦ α εἰς ε · ἐπεὶ παρὰ τὸ κνάφος ἐγένετο. εἰσί μέντοι οἳ καὶ διὰ τοῦ γ γράφουσιν. ἔν τισιν ἐν Μαλθακοῖς Κρατίνου παρεφύλαξε Σύμμαχος. Ἀναδράμωμεν ἐπὶ τὸ προκείμενον, παραθέμενοι τὸ τύλη, ὅπερ οὐκ ἦν παρ’ Ἀττικοῖς· ἀλλὰ μέμνηται Σαπφὼ ἐν δευτέρῳ ἔγω δ’ ἐπὶ μαλθάκαν τύλαν κασπολέω μέλεα καὶ ἀσάμενον τύλᾳ κασπολέω· οὐ γὰρ ὁ τέ σύνδεσμος. μύλη, πύλη, σύλη ἐν Σαμίων ὥροις· «καὶ οὐδένα κατέδησεν ὦν τῆς σύλης μετασχεῖν». μονῆρες ἄρα τὸ φυλή ὀξυνόμενον. Σίνο ς. τὰ εἰς νος λήγοντα ἐπ’ εὐθείας τῷ ι παραληγόμενα συνεσταλμένῳ οὐ θέλει οὐδέτερα εἶναι, οἷον πίνος, λίνος, σπίνος, καὶ σπίνος ἠῷα σπίζων καὶ ὄρνεα πάντα παρ’ Ἀράτῳ (Dios. 292). πῶς οὖν τὸ σίνος οὐδετέρου γένους ἔχεται; τὸ γὰρ κρίνος ἐκ τοῦ κρίνον μεταπεποίηται. Ἰότη ς. τῶν εἰς της ληγόντων θηλυκῶν ὀνομάτων ὑπὲρ δύο συλλαβὰς ὄντων γένεσις προκατάρχει ὀνοματική, ταχυτής, βραδυτής, ἰσότης, κουφότης, κακότης, δηϊοτής· σημειῶδες τὸ ἰότης μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων (Ο 41). οὐ γὰρ πρόδηλον ἔχει ὄνομα, παρ’ ὃ γέγονεν, ἀλλὰ ῥῆμα. τὸ μέντοι παρὰ Σοφοκλεῖ ἐν Λακαίναις δανότης εἰρημένον ἐν ᾇ παύσεθ’ ἁμερίων μόχθων τε καὶ δανότητος ὑγιῶς ἂν ἔχοι εἰ παρ’ ὄνομα σχηματισθείη.
3,2 946 τὸ δὲ παρὰ Κριτίᾳ ἐν ταῖς Ὁμιλίαις ὀρσότης ἀντὶ τοῦ ὁρμή παράσημον. Κριτή ς. οὐδὲν εἰς της λῆγον δισύλλαβον ἀρσενικὸν ὀξύνεσθαι θέλει, ἀλλὰ μόνον τὸ κριτής. τὸ γὰρ λῃστής ἀπὸ τοῦ ληϊστής τρισυλλάβου ἐστί· διὸ ἔχει προσκείμενον τὸ ι . τὸ δὲ ψαλτής Ἀττικόν ἐστιν ὀξυνόμενον, ὡς ἱστορεῖ Ἀπολλόδωρος. Κρείσσω ν. τὰ εἰς σσων λήγοντα συγκριτικὰ οὐδέποτε πρὸ τέλους ἔχει τὴν ει δίφθογγον, ἀλλὰ μόνον τὸ κρείσσων. λέγεται δὲ καὶ κρέσσων μὴ πλεονάζοντος τοῦ ι , κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος (Pind. Pyth. I 85), καὶ ἦν θεὸς ἢ κρέσσον· τί ὀνησόμεθα; [ὁ κανών· οὐδέποτε δὲ πρὸ τῶν δύο σς εὑρίσκεται δίφθογγος, πλὴν τοῦ κρείσσων, καὶ λεύσσω, καὶ γλαύσσω τὸ φωτίζω.] Ἥσσω ν. τὰ εἰς ων λήγοντα συγκριτικὰ οὐδέποτε πρὸ τέλους ἔχει τὸ η , ἀλλὰ μόνον τὸ ἥσσων. Ἀμείνω ν. οὐδὲν εἰς ων λῆγον συγκριτικὸν πρὸ τοῦ ω τὸ ν ἔχει, ἀλλὰ μόνον τὸ ἀμείνων. Χείρω ν. οὐδὲν εἰς ων λῆγον συγκριτικὸν πρὸ τοῦ ω τὸ ρ ἔχει, ἀλλὰ μόνον τὸ χείρων. αἴτιον δὲ τὸ πάθος καὶ ἐπὶ τοῦ προκειμένου. Γλύσσω ν. οὐδὲν τῶν εἰς ων ληγόντων συγκριτικῶν ἔχει πρὸ τέλους τὸ υ . σημειῶδες ἄρα τὸ παρὰ Ξενοφάνει γλύσσων· εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον γλύσσονα σῦκα πέλεσθαι. Μείζω ν. οὐδὲν εἰς ζων λῆγον δισύλλαβον συγκριτικόν, ἀλλὰ μόνον τὸ μείζων. δισύλλαβον δὲ προσέθηκα διὰ τὸ ὀλίζων. Στρυφνό ς. τὰ εἰς νος λήγοντα δισύλλαβα ὀξύτονα, ἔχοντα πρὸ τοῦ ν ἐπιπλοκῇ σύμφωνον, εἰ ἔχει πρὸ τέλους τὸ υ , συνεσταλμένον αὐτὸ ἔχει, γυμνός, πρυμνός, συχνός, πυκνός, στυγνός· σημειῶδες οὖν τὸ στρυφνός ἐκτεῖνον τὸ υ .
3,2 947 οὕτω γὰρ ἀνέγνωμεν παρ’ Ἀριστοφάνει ἐν Σφηξί (877)· παῦσόν τ’ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνόν. Προί ξ. οὐδὲν εἰς οιξ λήγει ὄνομα, ἀλλὰ μόνη ἡ προίξ. Γλαῦ ξ. οὐδὲν ὄνομα εἰς αυξ λῆγον θηλυκόν, ἀλλὰ μόνον τὸ γλαῦξ. προσέθηκα δὲ θηλυκόν, ἵνα μή τις τὸ Ταῦξ ἀντιθῇ. ἱστορεῖται γὰρ οὗτος ποταμὸς περὶ Σικελίαν. Ἀσκό ς. οὐδένα τῶν εἰς κος ληγόντων δισύλλαβα ὀξύνεσθαι θέλει, Κέσκος, Φύσκος, Ἑκαταῖος «ἐὼν δὲ πρεσβύτερος Λοκρὸς ἦν Φύσκου παῖς». Ζύσκος ποταμὸς Μακεδονίας, ὡς Ἀντιγένης φησί. δίσκος. ἀλλὰ μόνον τὸ ἀσκός δισύλλαβον ὑπάρχον. Θοό ς. τὰ εἰς ος καθαρὰ δισύλλαβα τῷ ο παραληγόμενα φιλεῖ βαρύνεσθαι, κόος, σόος, νόος, χνόος, γόος, πλόος, ῥόος, θρόος. διὸ καὶ τὸ ζόος παρ’ Ἐπιχάρμῳ οἱ πλείους ἐβάρυναν τρὶς ἀπεδόθη ζόος ὁμοίως καὶ τὸ σόος. τὸ μέντοι θοός ἄντικρυς ὀξυνόμενον μονῆρες. τὰ δὲ αἴτια τούτων ἐν ἑτέροις δηλοῦμεν. Βασιλεύτερο ς. οὐδὲν εἰς τερος λῆγον ὑπὲρ δύο συλλαβὰς τῇ ευ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ «βασιλεύτερός εἰμι» (Ι 160). Στρουθό ς. τὰ εἰς θος λήγοντα καθαρὰ μονογενῆ δισύλλαβα παραληγόμενα φύσει μακρᾷ βαρύνεσθαι θέλει, κῶθος, οὕτως ὁ κωβίος [κωμικός], μῦθος, Ζῆθος, Σῆθος ποταμὸς Σκυθίας ὡς Φιλοστέφανος, Ξοῦθος τὸ κύριον, Δῶρός τε Ξοῦθός τε, Βοῦθος Πύθια νικήσας· παροιμία «Βοῦθος περιφοιτᾷ», Κρατῖνος Χείρωσι· τάττεται δὲ ἐπὶ τῶν εὐήθων καὶ παχυρίνων· Νοῦθος κύριον, καὶ ψόφος, ἣν οἶδεν Ἡσίοδος ἐν τρίτῳ νοῦθος δὲ ποδῶν ὑπόδουπος ὀρώρει. σημειῶδες ἄρα τὸ στρουθός ὀξυνόμενον. Χαῖρις δέ φησιν Ἀττικοὺς βαρύνειν τὸ ὄνομα, ὡς καὶ Τρύφων μέμνηται ἐν δευτέρῳ περὶ Ἀττικῆς προσῳδίας.
3,2 948 ἴσως μέντοι παρήλλαξε τῶν προκειμένων ἐπεὶ καὶ ἀρσενικῶς λέγεται καλοὶ δέ ς’ ἆγον ὠκέες στρουθοί καὶ θηλυκῶς αὐτὰρ ἐπεὶ κατὰ τέκν’ ἔφαγε στρουθοῖο καὶ αὐτήν (Β 326). Ἄτ η. τὰ εἰς τη λήγοντα δισύλλαβα μονογενῆ καθαρά, εἰ ἔχοι πρὸ τέλους τὸ α , συνεσταλμένον αὐτὸ ἔχει, πλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Σοφοκλεῖ οὔτι τοι μέτρον μάτας, Βατή δῆμος Ἀττικοῖς. ἀδιάφορα γὰρ τὰ τοῦ τόνου. σημειῶδες ἄρα τὸ ἄτη ἐκτεῖνον τὸ α . λέγεται δὲ καὶ τρισυλλάβως ἐν συστολῇ τοῦ α , ὡς παρὰ τῷ Κυρηναίῳ εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην. τὸ δὲ αἴτιον τῆς ἐκτάσεως ἐν τῇ δισυλλάβῳ προφορᾷ ἐν ἑτέροις εἴπομεν. Βλαύτ η. τὰ εἰς τη λήγοντα δισύλλαβα μονογενῆ, εἰ παραλήγοιτο διφθόγγῳ, πάντως τῇ διὰ τοῦ ι , βαίτη, δαίτη, λοίτη, δροίτη, κοίτη. σημειῶδες οὖν τὸ βλαύτη τῇ αυ διφθόγγῳ παραληγόμενον. Ἀμ ῶ. οὐδέποτε τὸ α πρὸ τοῦ μ κατὰ τὴν κοινὴν διάλεκτον ἐκτεταμένον ἐστὶν ἐν ἀρχῇ, οἷον ἅμα, ἄμυστις, ἀμύσσω, ἄμεινον, ἅμιλλα, ἀμίς, ἀμύνω, ἄμαθος. τὸ τοίνυν ἀμῶ ῥῆμα σημειῶδες, εἰς ὥρας ἀμῷεν (ι 135), ᾧ ἀκόλουθα ῥηματικά, οἱ δ’ ὥστ’ ἀμητῆρες (Λ 67) καὶ ὀλίγος δ’ ἀμητὸς ἔην. ὅσα γὰρ εἶχεν οὕτω τὸ α ἐκτεταμένον πρὸ τοῦ μ ἐν ἀρχῇ, ἐκ τροπῆς τοῦ η εἰς α ἦν, ὡς ἔχει τὸ ἁμέρα, ἆμος, ἆμαρ. Ἔρρ ω. οὐδὲν ῥῆμα λῆγον εἰς ρ δισύλλαβον κατὰ τὴν τῶν ποιητῶν χρῆσιν καὶ τῶν πεζῶν ἔχει τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ καταλήγουσαν, ἀλλὰ μόνον τὸ ἔρρω, ὅτε τ’ ἤλυθεν ἐνθάδε ἔρρων, καὶ ἔρρ’ ἐκ νήσου θᾶσσον ἐλέγχιστε ζωόντων (κ 72). τὰ δὲ τοιαῦτα Αἰολικὰ ἦν ἔχοντα κοινά, ἱμέρρω, ἀγέρρω, οἰκτίρρω, ὀλοφύρρω.
3,2 949 εἴπερ οὖν Αἰολικόν, ζητητέον τί αὐτοῦ ἦν κοινόν. οὐ γὰρ αὐτὸ τὸ φθείρω, ὡς οἴονταί τινες. Δή ω. οὐδὲν εἰς ω λῆγον ῥῆμα βαρύτονον καθαρὸν δισύλλαβον τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω, δήεις δήεις τόν γε σύεσσι παρήμενον (ν 407). τὸ γὰρ ἔκηα οὐ πάντως ἐνεστῶτα τὸν κήω αἰτήσει, ὡς ἀπαιτεῖ Φιλόξενος. ἡ δὲ τοιαύτη παράληξις ἢ περισπωμένη ἐστίν, ὥσπερ τὸ θηῶ, νηῶ, ἢ εἴπερ βαρυνόμενα εἴη, πάντως κατὰ διάλεκτον, ὡς τὸ παίω πήω λεγόμενον παρὰ Βοιωτοῖς, τὸ παλαίω παλήω, καὶ παρ’ Αἰολεῦσιν ἐπὶ τῶν ὑπὲρ δύο συλλαβὰς ἀδικήω, ποθήω, τό τε κλήω ἐκ τοῦ κλείω γενόμενον. Ἐσθί ω. τὰ εἰς ω λήγοντα ῥήματα ὁριστικὰ ἐνεστῶτος χρόνου, εἰ λάβοι ἐπέκτασιν τοῦ ι , περισπᾶσθαι θέλει, χαίρω χαιριῶ, ἐρεύθω ἐρευθιῶ, φλέγω φλεγιῶ, κνήθω κνηθιῶ, κνίφω κνιφιῶ· ἀλλὰ μόνον τὸ ἐσθίω βαρύνεται, τὸ γὰρ δείδιε οὐχ’ ὥς τινες οἴονται, ἀπαιτεῖ θέμα τὸ δειδίω· εἰ δὲ καὶ ἀπαιτήσῃ, ἐκ παρακειμένου ἂν εἴη γενόμενον. Πιέζ ω. τὰ εἰς ζω λήγοντα ῥήματα ὑπὲρ δύο συλλαβὰς βαρύτονα οὐδέποτε τῷ ε παραλήγεσθαι θέλει, εὐάζω, σκεδάζω, σκεπάζω, ἁρπάζω, λυρίζω, σαλπίζω, βαΰζω, χαιτίζω, κιθαρίζω, ἑρπύζω. σημειῶδες ἄρα παρ’ Ἀττικοῖς καὶ τοῖς Ἴωσι λεγόμενον διὰ τοῦ ε τὸ πιέζω, ὥσπερ καὶ παρὰ τῷ ποιητῇ. προσέθηκα δὲ καὶ τὰς διαλέκτους, ἐπεὶ παρ’ Ἀλκαίῳ διχῶς λέγεται, παρὰ δὲ Ἀλκμᾶνι διὰ τοῦ α , τῷ δέσποινα θεὰ κατὰν κάραν ἀμβᾶς’ ἐπίαζε. καὶ δῆλον ὅτι πρὸς τὸν χαρακτῆρα ἀναλογωτέρα ἡ χρῆσις ἡ διὰ τοῦ α . πρόσκειται ὑπὲρ δύο συλλαβὰς τῷ κανόνι, ἐπεὶ δισύλλαβά ἐστι παραληγόμενα τῷ ε , ὡς τὸ ἕζω, χέζω, ῥέζω· βαρύτονα δὲ διὰ τὸ τραπεζῶ περισπώμενον παρ’ Ἀττικοῖς. Ἐσσ ί. οὐδὲν εἰς σι λῆγον ῥῆμα δεύτερον πρόσωπον, ἀλλὰ μόνον τὸ ἐσσί· ἔχθιστος δέ μοί ἐσσι (Α 176).
3,2 950 ἡ δὲ χρῆσις παρὰ τοῖς ποιηταῖς καὶ Συρακουσίοις· διὸ καὶ Σώφρων φησί· ὁδαῖός γέ ἐσσι. Εἴ ς. οὐδὲν εἰς εις λῆγον δεύτερον πρόσωπον ὀξύνεται, ἀλλὰ μόνον τὸ εἴς· αἵματός εἰς ἀγαθοῖο (δ 611). τὸ δὲ αἴτιον ἐν τοῖς περὶ ῥημάτων ἐρῶ. Ὑφήφαστα ι. οὐδεὶς Ἀττικὸς παρακείμενος ἀπὸ τοῦ υ ἄρχεται, ἀλλὰ μόνος ὁ ὑφήφασται. Οἶσθ α. ὅσα εἰς θα λήγει δεύτερα πρόσωπα ἐπεκτεταμένα, ταῦτα ἀποβολῇ τῆς θα συλλαβῆς καταλείπει ῥητὸν τὸ ῥῆμα, οἷον λέγῃσθα λέγῃς, βάλῃσθα βάλῃς, ἦσθα ἦς. μόνον δὲ τὸ οἶσθα τοιοῦτον οὐκ ἀνεδέξατο. αἴτιον δὲ τὸ πάθος. Ἦ ν. οὐδὲν ῥῆμα ὁριστικὸν ἑνικὸν πρῶτον πρόσωπον κατὰ τὸν αὐτὸν χρόνον ὁρᾶται πρῶτον πρόσωπον ἑνικοῦ καὶ τρίτον ἑνικοῦ καὶ πρῶτον καὶ τρίτον πληθυντικοῦ, ὅτι μὴ μόνον τὸ ἦν. ἦν γὰρ ἐγὼ Ἀττικοὶ λέγουσι καὶ ἦν ἐκεῖνος· καὶ πληθυντικῶς Σιμωνίδης ἐπὶ πρώτου προσώπου, ὡς καὶ ἐν ἐπιγράμμασιν· ἦν ἑκατὸν φιάλαι, δίχα δέ σφισιν ἀντὶ γὰρ τοῦ ἦμεν ἦν. τῆς δ’ ἦν τρεῖς κεφαλαί (Hes. Theog. 321). καὶ κωφοὶ δ’ ἦν προπάροιθεν. οὐκ ἀγνοῶ δὲ ὅτι ἄλλως ποικίλως λέγεται τὸ ῥῆμα. Ἐδάμη ν. οὐδὲν εἰς μην λῆγον ῥῆμα τρέψαν τὸ ν εἰς ς δεύτερον πρόσωπον ἀποτελεῖ· ἀλλὰ μόνον τὸ ἐδάμην ἐποίησε τὸ ἐδάμης καὶ ἀποβολῇ τοῦ ς τρίτον ἐδάμη. τὸ δὲ αἴτιον λέγεται ἐν τοῖς περὶ ῥημάτων. Εἴξασ ι. οὐδεὶς παρακείμενος τρίτον πρόσωπον εἰς σι ἔχει τὴν πρὸ τοῦ τέλους συλλαβὴν διὰ τοῦ ξα , ἀλλὰ μόνον τὸ εἴξασι· τοῖς βιβλίοις εἴξασι. Ἡγ ῶ. τὰ εἰς γω λήγοντα ῥήματα ὁριστικὰ δισύλλαβα, εἰ παραλήγοιτο τῷ η , θέλει βαρύνεσθαι, θήγω, λήγω, τμήγω· τὸ δὲ ἡγῶ περισπᾶται· ἔνθεν τὸ ἡγοῦμαι. τὸ δὲ αἴτιον πρόδηλον. Ἀμφ ί. οὐδεμία πρόθεσις διὰ δασέος συμφώνου ἐκφέρεται, ἀλλὰ μόνον τὸ ἀμφί· λέγεται δ’ ἔσθ’ ὅτε καὶ ἀμπί ἐν συνθέσει διὰ τοῦ π , καὶ ἴσως ἀναλογώτερον. Δι ά.
3,2 951 αἱ εἰς α λήγουσαι προθέσεις σύμφωνον ἔχουσι πρὸ τοῦ α · ἀλλὰ μόνη ἡ διὰ τὸ α καθαρεύει. Ὑπέ ρ. οὐδεμία πρόθεσις δισύλλαβος εἰς σύμφωνον καταλήγει, ἀλλὰ μόνη ἡ ὑπέρ· τὸ γὰρ οἵπερ νέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες (Ο 225) οὐ γνήσιον ἔχει τὸ τέλος, ἢ ἴσως ἐνήλλακται μέρος λόγου. Πρ ό. οὐδεμία πρόθεσις μονοσύλλαβος εἰς φωνῆεν λήγει, ἀλλὰ μόνον ἡ πρό. Ἐ ξ. οὐδεμία πρόθεσις εἰς διπλοῦν λήγει, ἀλλὰ μόνη ἡ ἐξ. Πρί ν. οὐδὲν εἰς ιν μονοσύλλαβον ἐπίρρημα, ἀλλὰ μόνον τὸ πρίν· τὰ δὲ εὑρεθέντα ὑπὲρ μίαν συλλαβὴν εὑρέθη, ὡς τὸ πάλιν, πέρυσιν, τὸ ἀεὶ παρ’ Ἀττικοῖς αἰὲν παρὰ Δωριεῦσιν, αἶιν παρ’ Αἰολεῦσι· λέγεται ταῦτα καὶ ἄνευ τοῦ ν . Πέρι ξ. τὰ εἰς ιξ λήγοντα ἐπιρρήματα φιλεῖ πως ὀξύνεσθαι, κουρίξ, ἀπρίξ, ἀναμίξ. ἀλλὰ τὸ πέριξ μόνον βαρύνεται. Βοτρυδό ν. τὰ εἰς δον λήγοντα ἐπιρρήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰς υς ληγόντων ὀνομάτων παράγεσθαι καὶ πρὸ τέλους ἔχειν τὸ υ · μονῆρες ἄρα τὸ βοτρυδόν· βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσιν εἰαρινοῖσι (Β 89). ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰς υς παραγωγὸν ποιήσας ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλους τὸ υ , ἀλλὰ τὸ η , πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόσωπα. Ἀμφουδί ς. οὐδὲν εἰς δις λῆγον ἐπίρρημα τῇ ου διφθόγγῳ παραλήγει, ἀλλὰ μόνον τὸ ἀμφουδίς. Ψ ό. οὐδὲν ἐπίρρημα μονοσύλλαβον εἰς ο λήγει, ἀλλὰ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσι εἴρηται τὸ ψό. Χαμᾶζ ε. οὐδὲν εἰς ζε λῆγον ἐπίρρημα τῷ α παραληγόμενον προπερισπᾶται, ἀλλὰ μόνον τὸ χαμᾶζε· παραιτοῦμαι δὲ τοὺς προπερισπῶντας τὸ θύραζε. Μέταζ ε. οὐδὲν ἐπίρρημα διὰ τοῦ αζε ἐκφερόμενον ἐπὶ χρόνου τέθειται, ἀλλὰ μόνον τὸ μέταζε χατίζων (Hes. op. 396). Ἐγγύθε ν. οὐδὲν εἰς θεν λῆγον ἐπίρρημα τῷ υ παραλήγει, ἀλλὰ μόνον τὸ ἐγγύθεν. Πάροιθε ν. οὐδὲν εἰς θεν ἐπίρρημα λῆγον τῇ οι διφθόγγῳ παραλήγειν θέλει, ἀλλὰ μόνον τὸ πάροιθεν. Νύκτω ρ.
3,2 952 οὐδὲν εἰς ωρ ἐπίρρημα, ἀλλὰ μόνον τὸ νύκτωρ. δείκνυται γὰρ ἐπίρρημα. Ἄτε ρ. οὐδὲν εἰς τερ ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἄτερ. τὸ γὰρ Δάματερ κλητική, ὡς τὸ Ἥρακλες. Ἐχθές καὶ χθέ ς. οὐδὲν εἰς ες λῆγον ἐπίρρημα κοινόν, ἀλλὰ μόνον τὸ ἐχθές καὶ χθές. τὸ γὰρ ἄληθες καὶ ἐπίτηδες καὶ ὅσα τοιαῦτα ἀπὸ ὀνομάτων μετατεθειμένα. πρόσκειται δὲ «κοινὸν» διὰ τὸ ἀές Δώριον. Τοσαῦτα περὶ μονήρων λέξεων ὡς ἐπὶ τὸ πλεῖστον. ἐπειράθημεν δὲ ἐν τῷδε τῷ βιβλίῳ καὶ προθέσεων παράθεσιν ποιήσασθαι, ἐπεὶ καὶ αὐταὶ ὀλίγαι οὖσαι ὁμοιότητα ἔσχον.