eul_wid: vta-ahv
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

D-Scholia on the Iliad: Book XXII by Scholia on the Iliad and Odyssey

The dog of Orion in the simile of Achilles' approach is claimed by some for Erigone, and the scholia to the twenty-second book tell the Athenian story of her father Icarius and the dog she reared. Hector's proposal that they swear by the gods is glossed, with Achilles' refusal and Hector left without a second spear. Andromache, lamenting their son, recalls the boy fed on marrow at Hector's knee.

Part of D-Scholia on the Iliad

Κατὰ ἄστυ. Κατὰ τὴν πόλιν. Πεφυζότες. Δεδειλιακότες, ἐκπεπληγμένοι, ἢ μετὰ δέους πεφυγότες.

Ἀπεψύχοντο. Πρὸς ἄνεμον ἐξηραίνοντο, ἀνεκτῶντο ἑαυτούς. Ἀκέοντο. Ἐθεραπεύοντο. κυρίως ἀκεῖσθαι, τὸ ἄχος ἰᾶσθαι. καὶ τὸ ὁπωσδήποτε θεραπεύειν, ὅθεν Φρύγες ἀκεστὴν τὸν ἰατρὸν, καὶ Ἀθηναῖοι ἀκέστορα φασί.

Κεκλιμένοι καλῇσιν ἐπάλξεσιν. Προσκεκλιμένοι. ὅ ἐστι περιεχόμενοι ὑπὸ τῶν τειχῶν. ἐπάλξεις γὰρ οἱ τῶν τειχῶν καλούμενοι προμαχῶνες.

Ἴσαν. Παρεγένοντο. Σάκεʼ ὤμοισι κλίναντες. Τοὺς ὤμους ταῖς ἀσπίσι καλύψαντες.

Ὀλοή. Ὀλεθρία.

Τρώων πόνος. Τὸ κατὰ Τρώων ἔργον.

Ἄλεν. Συνεστράφησαν, ἔφυγον. Λιάσθης. Ἐξέφυγες, ἐξέκλινας, ἢ ἐπλανήθης.

Μόρσιμος. Μοίρᾳ ὑποκείμενος, θνητός.

Ὀλοώτατε. Ὀλεθριώτατε.

Ὀδάξ. Τοῖς ὀδοῦσιν.

Ὀπίσω. Ὕστερον. χρονικῶς.

Ἦ σʼ ἂν τισαίμην. Ἐτιμωρησάμην ἄν σε.

Σευάμενος. Ὁρμήσας. Ἀεθλοφόρος. Ἀγωνιστής.

Θέῃσι. Τρέχῃ. Τιταινόμενος. Τείνων. ἕλκων.

Λαιψηρά. Ταχέα. Ἐνώμα. Κατέφερεν. ἐκίνει.

Ὀπώρης. Κατὰ τὸ φθινόπωρον. Εἶσιν. Ἀνατέλλει, ἄνεισι τὴν ἑώαν ἀνατολὴν δηλονότι. Ἀρίζηλοι. Λαμπραὶ, εὐσύνοπτοι.

Ὅν τε κύνʼ Ὠρίωνος. Τὸν ἀστρῶον κύνα οὕτως ἔφη. ἔνιοι δέ φασι τόνδε τὸν κατηστερισμένον κύνα, οὐκ Ὠρίωνος, ἀλλὰ Ἠριγόνης ὑπάρχειν, ὃν κατηστερισθῆναι διὰ τοιαύτην αἰτίαν. Ἱκάριος γένος μὲν ἦν Ἀθηναῖος ἔσχε δὲ θυγατέρα Ἠριγόνην, ἥτις κύνα νήπιον ἔτρεφε. ξενίσας δέ ποτε ὁ Ἱκάριος Διόνυσον, ἔλαβε παρʼ αὐτοῦ οἶνόν τε καὶ ἀμπέλου κλῆμα. κατὰ δὲ τὰς τοῦ θεοῦ ὑποθήκας, περιῄει τὴν γῆν προφαίνων τὴν τοῦ Διονύσου χάριν, ἔχων σὺν ἑαυτῷ καὶ τὸν κύνα. γενόμενος δὲ ἐκτὸς τῆς πόλεως, βουκόλοις οἶνον παρέσχε. οἱ δὲ ἀθρόως ἐμφορησάμενοι, οἱ μὲν εἰς βαθὺν ὕπνον ἐτράπησαν. ὀψέ τε ἐγερθέντες, καὶ νομίσαντες πεφαρμάχθαι, τὸν Ἱκάριον ἀπέκτειναν. ὁ δὲ κύων ὑποστρέψας πρὸς τὴν Ἠριγόνην, διʼ ὠρυγμοῦ ἐμήνυσεν αὐτῇ τὰ γενόμενα. ἡ δὲ μαθοῦσα τὸ ἀληθὲς, ἑαυτὴν ἀνήρτησε. νόσου δὲ ἐν Ἀθήναις γενομένης, κατὰ χρησμὸν Ἀθηναῖοι τόν τε Ἱκάριον καὶ τὴν Ἠριγόνην ἐνιαυσιαίαις ἐγέραιρον τιμαῖς. οἳ καὶ κατηστερισθέντες, Ἱκάριος μὲν Βοώτης ἐκλήθη, Ἠριγόνη δὲ παρθένος. ὁ δὲ κύων τὴν αὐτὴν ὀνομασίαν ἔσχεν. Ἱστορεῖ Ἐρατοσθένης.

Σῆμα. Σημεῖον.

Πυρετόν. Ἤτοι κυρίως ὡς ἡμεῖς λέγομεν, ἢ τὴν τοῦ ἀέρος ἔκκαυσιν.

Ἄνευθʼ ἄλλων. Χωρὶς τῶν λοιπῶν.

Πηλείωνι δαμείς. Ὑπὸ Ἀχιλλέως ἀναιρεθείς.

Τοσσόνδε. Τοσοῦτον.

Ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι. Οὕτως ἂν ἀπέλθοι μου τὰ κακὰ τῶν φρενῶν.

Εὖνιν. Ἔρημον. χῆρον. ἐστερημένον. εὖνιν ὅ ἐστιν εὐναζόμενον, ἐξ οὗ τὸ ἡσυχάζοντα, ἐξ οὗ ἠρημωμένον, ἐξ οὗ ἐστερημένον. ἢ παρὰ τὸ εἷς ἑνὸς ἕνις καὶ εὖνις, ὁ μεμονωμένος.

Περνάς. Πιπράσκων. Τηλεδαπάων. Πόῤῥω οὐσῶν.

Ἀλέντων. Συστραφέντων. συγκλεισθέντων. φυγόντων.

Κρείουσα. Κρατιστεύουσα.

Ἀπολυσόμεθα. Ἀπολυτρωσόμεθα.

Ὀνομακλυτός. Ἔνδοξος. ἀναγνωστέον δὲ ὑφʼ ἕν.

Μινυνθαδιώτερον. Ὀλιγοχρονιώτερον.

Αἰῶνος. Βίου, ζωῆς. Ἀμερθῇς. Στερηθῇς, ἀφαιρεθῇς.

Ἔτι φρονέοντα. Ἔτι σωφρονοῦντα, πρὶν ἐπιστῆναί σοι τοὺς πολεμίους. ἤγουν ἕως τοῦ φρονεῖν εἰμι κύριος.

Ἐπὶ γήραος οὐδῷ. Ἐπὶ τῇ τοῦ γήρως ἐξόδῳ, ἐπὶ τῷ τέρματι.

Ἐπιδόντα. Θεασάμενον.

Ἑλκυσθείσας τε θύγατρας. Ἀντὶ τοῦ αἰχμαλωτισθείσας.

Κεραϊζομένους. Πορθουμένους.

Βαλλόμενα ποτὶ γαίῃ. Προσρηγνύμενα τῇ γῇ.

Νυούς. Νύμφας.

Πύματον. Τελευταῖον, ἔσχατον. Πρώτῃσι θύρῃσι. Ταῖς πρώταις θύραις, ταῖς προαυλίοις.

Ὠμησταί. Ὠμοφάγοι. Ἐρύουσιν. Ἑλκύσουσι.

Τύψας. Ἐκ χειρὸς πλήξας. Ῥεθέων. Τῶν τοῦ σώματος μελῶν, ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικὸν καὶ ψυχικόν ἐστι. ῥέθη δὲ τὰ ζῶντα μέλη, διʼ ὧν ῥέζομέν τι· Αἰολεῖς δὲ, τὸ πρόσωπον· καὶ ῥεθομαλίδας τὰς εὐπροσώπους.

Τραπεζῆας. Τοὺς ἐν τραπέζῃ τρεφομένους. Πυλαωρούς. Πυλωρούς. φύλακας.

Ἀλύσσοντες. Ὑπὸ πλησμονῆς ἀλύοντες. οἷον ἐν ἄλῃ ὄντες, δυσφοροῦντες, οἱ δὲ εἶπον ἄγαν λυττῶντες.

Κείσοντʼ ἐν προθύροισιν. Κείσονται ἐν τοῖς προθύροις.

Πολιόν. Ἢ τὸ πεπολιωμένον, ἢ τὸ ἔντιμον καὶ αἰδοῦς ἄξιον τοῦ σώματος.

Αἰσχύνωσι. Καταισχύνωσιν, ἐνυβρίσωσιν.

Οἴκτιστον. Ἐλεεινὸν, οἰκτρόν. Δειλοῖσι. Δειλαίοις, ἀθλίοις.

Κόλπον ἀνιεμένη. Γυμνοῦσα τὸν κόλπον. λέγει δὲ τὸ κατὰ στῆθος μέρος. Ἀνέσχεν. Ἀνέτεινεν.

Αἴδεο. Αἰδοῦ, ἐντρέπου.

Λαθικηδέα μαζόν. Τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν πάντων.

Ἄμυνε. Ἀμύνου. Δήϊον. Πολεμικὸν, ἐχθρόν.

Θάλος. Βλάστημα, φυτὸν πᾶν τὸ νέον, ἀπὸ τοῦ θάλλειν τῇ αὐξήσει.

Πολύδωρος. Πολλὰ δωρουμένη ἀγαθὰ, ἢ ἡ μετὰ πολλῶν δώρων καὶ ἔδνων γεγαμημένη.

Χειῇ. Σχισμῇ. λέγει δὲ, τῇ τοῦ δράκοντος καταδύσει. Ὀρέστερος. Ἐν ὄρει διατρίβων. ὄρειος. ἐξ οὗ ἄγριος.

Βεβρωκώς. Φαγὼν τὰ κακωτικὰ καὶ ἰοῦ ποιητικὰ φάρμακα. λέγει δὲ μύρμηκας καὶ κανθάρους.

Δέδορκε. Βλέπει. διὰ γὰρ τοῦτο καὶ δράκων εἴρηται, διὰ τὸ ὀξέως δεδορκέναι. Ἑλισσόμενος. Συστρεφόμενος, εἱλούμενος.

Προὔχοντι. Προέχοντι.

Ἐλεγχείην. Ὄνειδος.

Ὤρετο. Ὥρμησεν.

Ἀτασθαλίῃσιν. Ἁμαρτίαις, βλάβαις.

Εἴπῃσι. Περὶ ἐμοῦ εἴπῃ.

Ἐϋκλειῶς. Ἐνδόξως.

Κέκευθε. Κέκρυφεν. ἐν αὐτῇ εἶχε.

Γερούσιον ὅρκον. Τὸν ἐπὶ τῶν ἐντίμων ὅρκον, ὃν ἐν τοῖς ἐντίμοις ἐξῆν ὀμόσαι.

Ἵκωμαι. Νῦν ἀντὶ τοῦ ἱκετεύσω.

Αἰδέσεται. Προσδέξεται, ὡς ἱκέτην. οἱ γὰρ ἱκέται αἰδοῖοι.

Οὐ μέν πως νῦν ἐστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης Τῷ ὀαριζέμεναι. Οὐκ ἔστι φησὶν ἄντικρυς Ἀχιλλέως μύθους διηγεῖσθαι, ὁποίους ἂν παρθένοι καὶ ἠΐθεοι. οἱ γὰρ παλαιοὶ τὰ ἐκτιθέμενα βρέφη παρὰ δρυσὶ ἢ πέτραις εὑρίσκοντες, ἐνόμιζον ἐκ τούτων γεγεννῆσθαι. ἐκ τοιούτου δὲ ἐγένετο ἡ ὑπόληψις. οἱ γὰρ παλαιοὶ νομαδικῷ ἐχρῶντο βίῳ, οἰκίας μηδέπω κεκτημένοι. αἱ οὖν γυναῖκες τίκτουσαι ἐν τοῖς ὄρεσιν ὑπὸ τὰ κοιλώματα τῶν πετρῶν καὶ δρυῶν ἀνέστρεφον. εὑρίσκοντες δέ τινες, ἐνόμιζον ἐκεῖθεν γεγεννῆσθαι. ἡ ἱστορία παρὰ Διδύμῳ.

Ὀαριζέμεναι. Γυναικώδεις προσδιαλέγεσθαι λόγους. ὄαροι γὰρ, αἱ γυναῖκες.

Ἠΐθεος. Ἀκμάζων νέος.

Ξυνελαυνέμεν. Συμβάλλειν.

Εἴδομεν. Μάθωμεν.

Κορυθάϊκι. Πολεμικῷ. κινοῦντι τὴν περικεφαλαίαν καταπλήξεως ἕνεκα καὶ φόβου τῶν ἐναντίων.

Οἴμησεν. Ὥρμησε. Πέλειαν. Περιστεράν.

Φοβεῖται δέ. Φεύγει δέ. Λεληκώς. Κεκραγὼς, νῦν δὲ ἦχον διὰ τῆς πτήσεως ἀποτελῶν.

Ἠνεμόεντα. Καταπνεόμενα. ὑψηλά. τὰ γὰρ ὑψηλότερα μέρη μᾶλλον καταφυσᾶται τῶν κοίλων.

Ἀμαξιτόν. Ἀμαξήλατον ὁδόν. Ἐσσεύοντο. Ὥρμων.

Κρουνώ. Κρουνοὶ, κυρίως μὲν αἱ ἀρχαὶ τῶν ῥευμάτων. νῦν δὲ οἱ τόποι ὅπου πλύνουσι.

Ἀναΐσσουσι. Ἀνορμῶσι.

Λαΐνεοι. Λίθινοι.

Ἱερήϊον. Ἱερεῖον ταῦρον. Βοείην. Βύρσαν.

Ἀρνύσθην. Ὑπὲρ ἀγῶνος ἐσπούδαζον λαβεῖν. Ἀέθλια. Ἀγωνίσματα.

Ἀεθλοφόροι. Ἀγωνισταὶ, ἀθληταί. Τέρματα. Τέλη, καμπτῆρας.

Τρωχῶσι. Τρέχουσι.

Περιδινηθήτην. Ἐκύκλωσαν, περιῆλθον.

Πόλει ἀκροτάτῃ. Ἀκροπόλει.

Ἔφεπεν. Ἐδίωκεν.

Δίηται. Διώξει.

Ὄρσας ἐξ εὐνῆς. Ἐκ τῆς κοίτης ἐγείρας ὥρμησε. Διά τʼ ἄγκεα καὶ διὰ βήσσας. Ἀντὶ τοῦ διʼ ἀγκέων καὶ βησσῶν, οὕτω δὲ καλοῦνται οἱ κοῖλοι καὶ βάσιμοι τῶν ὀρῶν τόποι.

Καταπτήξας. Δειλιάσας. Θάμνῳ. Θάμνοι καλοῦνται οἱ σύμφυτοι καὶ ὑλώδεις τόποι, παρὰ τὸ θαμινόν.

Ἀνιχνεύων. Ἐξ ἴχνους διώκων.

Ὁρμήσειε πυλάων Δαρδανιάων. Ὡς ἐπὶ τὰς Δαρδάνου πύλας ὁρμήσει.

Ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσὶν, οὐδʼ ὃς ἀλύξαι. Πῶς τάχιστος ὢν ὁ Ἀχιλλεὺς, οὐ καταλαμβάνει τὸν Ἕκτορα; καὶ φασὶν οἱ μὲν ἐξεπίτηδες αὐτὸν ὑπὸ τοῦ Ποιητοῦ καταπεπονῆσθαι πολλῷ πόνῳ πρότερον, ἵνʼ ὥσπερ ἐν θεάτρῳ νῦν μείζονα κινήσῃ πάθη. οἱ δὲ, ὅτι τὸν ἐνδοτέρω καὶ πρὸς τῷ τείχει δρόμον Ἕκτορος ποιουμένου, Ἀχιλλεὺς διπλάσιον ἔκαμνεν ἔξωθεν περιθέων.

Ὑπεξέφερεν. Ὑπεξέφυγεν. ὠλίσθηνε. Πῶς δέ κεν Ἕκτωρ Κῆρας ὑπερξέφερε θανάτοιο. Καὶ τὰ ἑξῆς. Πῶς δέ, φησιν, ὁ Ἕκτωρ ἠδύνατο διαφυγεῖν τὸν Ἀχιλλέα, εἰ μὴ ὑστάτην βοήθειαν παρέχων αὐτῷ ὁ Ἀπόλλων ποδώκη ἐποίησεν.

Καρήατι. Κεφαλῇ.

Τάλαντα. Ζυγά.

Δηϊώσαντε. Ἀνελόντες.

Οὔ οἱ νῦν ἔτι γʼ ἐστὶ πεφυγμένον ἄμμε γενέσθαι. Ἀδύνατόν φησίν ἐστιν αὐτῷ διαφυγεῖν ἡμᾶς.

Προπροκυλινδόμενος πατρὸς Διός. Πρὸ τῶν ποδῶν τοῦ Διὸς κυλινδούμενος, ὅ ἐστιν ἱκετεύων.

Ἄμπνυε. Ἀναπαύεο.

Χαλκογλώχινος. Χαλκᾶς ἐχούσης γωνίας.

Νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι. Νῦν δʼ ἔτι μᾶλλόν σε τιμήσω.

Τοῖον. Τοίως, οὕτως.

Φειδωλή. Φειδώ.

Κερδοσύνῃ. Ἐντρεχείᾳ, πονηρίᾳ, ἀπάτῃ.

Φοβήσομαι. Φεύξομαι.

Δίον. Ἔδεισα. ἐδιωκόμην. ἔφευγον.

Θεοὺς ἐπιδώμεθα. Ὀμόσωμεν, ἐπόπτας καὶ μάρτυρας τῶν λεγομένων ποιησώμεθα.

Ἐπίσκοποι. Ἔφοροι, φύλακες. Ἁρμονιάων. Τῶν συνθηκῶν.

Καμμονίην. Τὴν ἐκ καταμονῆς νίκην, ὅ ἐστιν ἐκ μονομεροῦς.

Ἄλαστε. Ἀλάθητε. δεινὰ καὶ ἀνεπίληστα εἰργασμένε. Συνημοσύνας ἀγόρευε. Ἀντὶ τοῦ μή μοι περὶ συνθηκῶν διαλέγου.

Ὁμόφρονα θυμὸν ἔχουσιν. Ὁμονοοῦσι.

Φιλήμεναι. Εἰς φιλίαν ἐλθεῖν.

Πεσόντα. Ἀναιρεθέντα.

Ὑπάλυξις. Ἔκκλισις, φυγή.

Ἀποτίσεις. Ἐκτίσεις, ἀποδώσεις.

Ἠείδεις. Ἀκριβῶς ἠπίστασο, κατὰ ἐπίτασιν τοῦ η. Μόρον. Εἱμαρμένην. Ἤτοι ἔφης γε. Καί τοι ἔλεγες.

Ἀρτιεπής. Ἀπηρτισμένος καὶ ἱκανὸς εἰπεῖν, ἢ ἄρτι ἐσκευασμένος. δεινός. Ἐπίκλοπος. Παραλογιστικὸς, ἀπατεὼν, διὰ λόγων κλέπτειν τὴν ἀλήθειαν εἰδώς.

Ἄλευε. Ἔκκλινε, φυλάσσου.

Χώσατο. Συνεχύθη, ἐλυπήθη.

Κατηφήσας. Στυγνάσας. Οὐδʼ ἄλλʼ ἔχε. Ὁ δὲ ἀντὶ τοῦ γάρ. οὐ γὰρ εἶχεν ἄλλο.

Ἀλέη. Ἔκκλισις, φυλακή. Φίλτερον. Ἥδιον.

Εἰρύατο. Εἰρύοντο. ἔσωζον.

Ἀσπουδεί. Χωρὶς κακοπαθείας.

Πυθέσθαι. Γνῶναι. μαθεῖν.

Ἁμαλήν. Ἁπαλήν. τρυφεράν. νηπίαν. Πτῶκα. Λαγωόν. παρὰ τὸ πτήσσειν. δειλὸν γὰρ τὸ ζῶον.

Ἀγρίου. Χαλεποῦ.

Εὐήκεος. Καλῶς ἠκονημένης.

Τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχη. Τοῦ δὲ Ἕκτορος φησὶ τὸ μὲν λοιπὸν σῶμα ὑπὸ τῶν ὅπλων κατεκάλυπτο.

Πατρόκλοιο βίην. Περιφραστικῶς τὸν Πάτροκλον.

Ἧι κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι. Καθʼ ὃ μέρος αἱ κατακλεῖδες συνάπτουσι διείργουσαι τὸν αὐχένα ἀπὸ τῶν ὤμων.

Λαυκανίης. Στόμαχος, λαιμός. Ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος. Ὅπου τρώσεως γενομένης, ταχεῖα γίνεται τῆς ψυχῆς ἡ ἀπώλεια, καί τοι ἀθάνατον οἶδε τὴν ψυχήν. νῦν οὖν τὴν ἀφάνειαν φησὶν αὐτῆς καὶ τὸν ἀπὸ τοῦ σώματος χωρισμόν. Πραξαγόρας δὲ ἐν τῇ Ἀνατομῇ οὕτως φησί· Μετὰ δὲ τὴν τῆς γλώττης θέσιν ὑπέρκειται κατὰ τὸ ἔσχατον τοῦ οὐρανοῦ ἡ κιονίς. μετὰ δὲ ταύτην φάρυγξ καὶ στόμαχος. ἔστι δὲ ὁ μὲν φάρυγξ ἐκ τοῦ ἐμπροσθίου, ὁ δὲ στόμαχος ἐκ τοῦ ὀπισθίου, προσπεφυκὼς τοῖς τοῦ τραχήλου σπονδύλοις. καὶ ὁ μὲν φάρυγξ ἐμφύεται εἰς τὸν πνεύμονα. ὁ δὲ στόμαχος εἰς τὴν κοιλίαν. καὶ μεταξὺ δὲ φάρυγγος καὶ γλώσσης ἐπιγλωσσὶς ἐπιπωματίζουσα τοῦ φάρυγγος τὸ στόμα. Ποσειδώνειος δέ φησι κατὰ ῥιπὴν τῆς τροφῆς σκέπεσθαι ὑπὸ τῆς ἐπιγλωττίδος τὸν βρόγχον.

Ἔλασσεν. Ἔπληξεν, ἔτρωσεν.

Ἀσφάραγον. Φάρυγγα. βρόγχον.

Σῶς ἔσσεσθαι. Σωθήσεσθαι. Ὀπίζεο. Ἐντροπὴν ποιοῦ.

Ἀοσσητήρ. Βοηθός.

Ἀϊκῶς. Αἰκιστικῶς, ὑβριστικῶς.

Ὀλιγοδρανέων. Ὀλιγοδυναμῶν, ὀλίγον ἰσχύων.

Καταδάψαι. Καταδαπανῆσαι, κατακόψαι.

Μή με γούνων γουνάζεο, μηδὲ τοκήων. Μή με πρὸς τῶν γονάτων καὶ γονέων λιτάνευε.

Ἀπαλάλκοι. Ἀποδιώξοι.

Εἰκοσινήριτʼ ἄποινα. Εἰκοσαπλασίονα, εἰκοσάκις ἐξισούμενα τῇ τοῦ σώματος σωτηρίᾳ. τὸ γὰρ ἐρίζειν, ἐξισοῦσθαί ἐστιν.

Οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγει. Οὐδʼ εἰ χρυσῷ σταθμίσασθαι θελήσει τὸ σῶμα ὁ Πρίαμος. Ἐρύσασθαι. Ἐρύσασθαι γὰρ νῦν τὸ ζυγοστατῆσαι.

Δάσονται. Μερίσονται.

Προτιόσσομαι. Καλῶς γιγνώσκων καὶ προορῶν ταῦτά σοι λέγω. μάτην δὲ, οὐ γάρ σε πείθω.

Μή τοί τι θεῶν μήνιμα γένωμαι. Μή πως τῆς ἐκ θεῶν βλάβης αἴτιός σοι καταστῶ.

Θηήσαντο. Ἐθεάσαντο. ἐθαύμασαν. Ἀγητόν. Θαυμαστόν.

Ἀνουτητί γε παρέστη. Οὐδαμῶς γάρ τις χωρὶς τοῦ ἐπιτιτρώσκειν τὸν Ἕκτορα παρέστη.

Ἀμφαφάασθαι. Καθάπαξ ψηλαφᾶσθαι.

Δαμάσασθαι ἔδωκαν. Δαμασθῆναι ἢ ἀναιρεθῆναι παρέσχον. Ἐπειδὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν. Σημειωτέον, ὅτι ἀκεφάλοις χρῆται ὁ Ποιητής. ὥστε οὐ δεῖ περισπᾷν, φίλε κασίγνητε.

Πεσόντος. Νῦν ἀποθανόντος.

Ἠράμεθα. Ἐκτησάμεθα. Ἕκτορα δῖον. Ἀντὶ τοῦ κατὰ Ἕκτορος τοῦ δίου καὶ ἐνδόξου.

Τέτρῃνε. Διέκοψεν.

Ἐς σφυρὸν ἐκ πτέρνης. Ἀντὶ τοῦ, ἀπὸ σφυροῦ ἕως πτέρνης.

Ἐκ δίφροιο δʼ ἔδησε· κάρη δʼ ἕλκεσθαι ἔασε. Διατί Ἀχιλλεὺς θανόντα διασύρει τὸν Ἕκτορα; καὶ λέγομεν, οὐ διʼ ὠμότητα, ὅς γε καὶ Ἠετίωνα φονεύσας οὐκ ἐσύλησεν, ἀλλὰ σὺν αὐτοῖς τοῖς ὅπλοις ἔθαψε. ἀλλʼ ὅτι πρότερον ὁ Ἕκτωρ εἰς τὸν Πάτροκλον ἀεικέα μήσατο ἔργα, οἷα καὶ λέγει περὶ αὐτοῦ· Κεφαλὴν δὲ θυμὸς ἄνωγε Πῆξαι ἀνὰ σκολόπεσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς. παρανομοῦσι δὲ οὐχ οἱ ἀμυνόμενοι, ἀλλʼ οἱ ἄρξαντες. ὁ δὲ Καλλίμαχος φησὶν, ὅτι πάτριόν ἐστι Θετταλοῖς, τοὺς τῶν φιλτάτων φονέας σύρειν περὶ τοὺς τῶν φονευθέντων τάφους. Σίμωνα γάρ φησι Θεσσαλὸν τὸ γένος Εὐρυδάμαντα τὸν Μειδίου σύραι φασὶν ἀποκτείναντα Θρασύνον τὸν ἀδελφὸν αὐτοῦ, ἄρξασθαί τε τοῦ νόμου πρῶτον. τοῦτον γὰρ ἐξάψαι τοῦ δίφρου τὸν φονέα, καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον ἕλκειν. ὡς Θεσσαλὸν οὖν καὶ τὸν Ἀχιλλέα, πατρίῳ ἔθει καὶ τοῦτο ποιῆσαι.

Πίλναντο. Τῇ γῇ προσεπελάζετο.

Λιπαρήν. Λαμπράν.

Κώκυσε. Θρηνῶδες ἀνεβόησεν.

Οἰμωγή. Ὀδυρμός.

Ὀφρυόεσσα. Εἰς ὕψος πεπολισμένη. μεταφορὰ ὁ τρόπος. Σμήχοιτο. Καταφλέγοιτο. ὁ δὲ λόγος, τοιοῦτος φησὶ θρῆνος διεγήγερτο, ὡς τῆς Ἰλίου πάσης ὑπὸ πυρὸς καταφλεγομένης.

Ἀσχαλόωντα. Δυσανασχετοῦντα, λυπούμενον.

Ἐξονομακλήδην. Ἐξ ὀνόματος καλῶν.

Σχέσθε. Ἐπίσχετε.

Ἀτάσθαλον. Ἁμαρτωλὸν, ἄδικον.

Τηλεθάοντας. Πάνυ θάλλοντας, ἀκμάζοντας.

Κατοίσεται. Κατοίσει, ἀποκομίσει.

Ἀδινοῦ. Νῦν ἐλεεινοῦ, οἰκτροῦ.

Ἕκτωρ τέκνον ἐμὸν τί νυ βείομαι. Ἀντὶ τοῦ, εἰς τί ἔτι βιώσω, ὅ ἐστι ζήσομαι. Πῶς Ἑκάβη μὲν οὐ πίπτει, Ἀνδρομάχη δὲ τοῦτο πάσχει; ῥητέον, ὅτι ἐκείνη μὲν ἐκ τοῦ κατʼ ὀλίγον καὶ ἐν προσαγωγῇ δεξαμένη τὸ πάθος, οὐχ ἡττήθη τῶν κακῶν τοσοῦτον. Ἀνδρομάχη δὲ ἀπροσδοκήτως εἰσπεσοῦσα, εἰκότως τοῦτο πάσχει.

Πελέσκεο. Ὑπῆρχες, ἐγένου. Ὄνειαρ. Ὠφέλεια.

Θρόνα. Ποικίλματα, ἄνθη. Ἔπασσεν. Ἐποίκιλλεν, ἐξ οὗ καὶ παστός.

Κωκυτοῦ δʼ ἤκουσεν. Ἀντὶ τοῦ, θρήνου ἤκουσεν. ἐζήτηται δὲ, πῶς τοσούτου γενομένου θορύβου, μόλις Ἀνδρομάχη προῆλθε. φασὶ δὲ, ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ ἐν τῇ ζ σωφρονεῖν αὐτὴν ἠνάγκαζεν.

Ἐλελίχθη. Κλονοειδῶς ἐσείσθη ὑπὸ τρόμου.

Ὀπός. Φωνῆς.

Πάλλεται. Πάλλει, ἀγωνιᾷ.

Αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος. Εἴθε γὰρ μὴ ἤκουσα ποτὲ τοῦ λόγου τούτου.

Ἀγηνορίης. Νῦν ἀνδρείας.

Τὸ ὃν μένος. Τὴν ἰδίαν δύναμιν.

Ἀκηδέστως. Ἀφροντίστως, ἀμελῶς.

Ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν. Ἀνέπνευσε δὲ τὴν ψυχήν. κάπος γὰρ καλεῖται τὸ πνεῦμα, κατὰ διάλεκτον, ἐξ οὗ καὶ κῆπος.

Ἄμπυκα. Κόσμον τινὰ περὶ τὴν κεφαλὴν ἀνέχοντα τὰς τρίχας τῆς κεφαλῆς. Κεκρύφαλον. Τὸν πρὸς ἡμῶν λεγόμενον κροκύφαντον.

Κρήδεμνον. Κεφαλόδεσμον.

Ἔδνα. Τὰ ὑπὸ τῶν νυμφίων διδόμενα δῶρα ταῖς γαμουμέναις.

Εἰνατέρες. Αἱ τῶν ἀδελφῶν γυναῖκες.

Ἄμπνυτο. Ἀνέπνευσεν. Ἀγέρθη. Συνηθροίσθη.

Ἀμβλήδην. Ἀναφέρουσα ἀθρόως τὸ πνεῦμα.

Ἰῇ. Μιᾷ.

Αἰνόμορον. Κακόμορον.

Ἀπουρίσσουσι. Παραγενόμενοι ἀφαιρήσουσιν.

Παναφήλικα. Πάντων ἡλικιοτῶν ἐστερημένον, τουτέστι ἐλαυνόμενον τῆς ἀπʼ αὐτῶν διατριβῆς.

Ὑπεμμήμυκε. Καταμέμυκε. κατεστύγνακε. κάτω βλέπει. ὁ δὲ Ἀρίσταρχος, ἐπὶ τοῦ κατανένευκε ἐκδέχεται. οἱ δὲ, ἀντὶ τοῦ εἰς ἀνάμνησιν ἔρχεται τοῦ πατρός.

Δευόμενος. Ἐνδεὴς ὤν.

Ἐπέσχε. Τῷ στόματι προσήνεγκε. Κοτύλην. Νῦν εἶδος ποτηρίου. οὕτω λέγουσι καὶ τὸ τοῦ ἰσχίου ὀστοῦν, καὶ πᾶν τὸ κοῖλον.

Ὑπερώην. Τὸν καλούμενον οὐρανίσκον.

Ἀμφιθαλής. Κατὰ ἀμφοτέρους τοὺς γονεῖς θάλλων, ὅ ἐστιν ἔχων τοὺς γονεῖς ἀμφοτέρους. Ἐστυφέλιξε. Μετὰ πληγῶν ὕβρισεν.

Ἐνίσσων. Ἐπιπλήσσων, κακολογῶν.

Οὕτως. Ὡς ἔχεις. Μεταδαίνυται ἡμῖν. Μεθʼ ἡμῶν εὐωχεῖται.

Μυελόν. Τὸ νοστιμότατον τῆς τροφῆς. Πίονα δημόν. Τὸν ἐπίπλουν, τὸ λίπος. Ἔδεσκεν. Ἤσθιεν.

Νηπιαχεύων. Νήπια φρονῶν, νηπιευόμενος.

Θαλέων ἐμπλησάμενος κῆρ. Πάντων τῶν πρὸς τὸ θάλλειν ἐμπλησθείς.

Ἀπὸ πατρὸς ἁμαρτών. Χωρισθείς. ὅ ἐστι τοῦ πατρὸς ἀστοχήσας.

Ἔρυσο. Ἐφύλαττες.

Αἰόλαι. Ποικίλαι. εὐκίνητοι. Εὐλαί. Σκώληκες. παρὰ τὸ αἰολεῖσθαι, ὅ ἐστι κινεῖσθαι, τῷ δὲ τόνῳ ὡς εὐναί.

Κέονται. Κεῖνται.

Χαρίεντα. Εὐχάριστα, καλά.

Ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι. Ὁμοίως ἂν φιλεργῶν, ἤτοι ὡς ἂν πλουσίων, ἢ διὰ τὴν ἐκ τοῦ πλήθους δόξαν.