Παυσανίας ἡ δὲ Κορινθία χώρα μοῖρα οὖσα τῆς
Ἀργείας ἀπὸ Κορίνθου τὸ ὄνομα ἔσχηκε. Διὸς δὲ εἶναι Κόρινθον οὐδένα οἶδα
εἰπόντα πω σπουδῆι πλὴν Κορινθίων τῶν πολλῶν· Εὔμηλος δὲ ....
Ἐφύραν Ὠκεανοῦ θυγατέρα οἰκῆσαι πρῶτον ἐν τῆι γῆι ταύτηι, Μαραθῶνα δὲ
ὕστερον τὸν Ἐπωπέως τοῦ Ἀλωέως τοῦ Ἡλίου φεύγοντα ἀνομίαν καὶ ὕβριν
τοῦ πατρὸς ἐς τὰ παραθαλάσσια μετοικῆσαι τῆς Ἀττικῆς, ἀποθανόντος δὲ
Ἐπωπέως ἀφικόμενον ἐς Πελοπόννησον καὶ τὴν ἀρχὴν διανείμαντα τοῖς
παισίν, αὐτὸν ἐς τὴν Ἀττικὴν αὖθις ἀναχωρῆσαι, καὶ ἀπὸ μὲν Σικυῶνος τὴν
Ἀσωπίαν, ἀπὸ δὲ Κορίνθου τὴν Ἐφυραίαν μετονομασθῆναι.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια αὖθι δὲ νήσωι δὴν μάλα Φαιήκεσσι μετʼ ἀνδράσι
ναιετάασκον εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες,
ἀνέρες ἐνάσσαντο μετὰ χρόνον Ἐφύρα ἡ Κόρινθος, ἀπὸ Ἐφύρας τῆς Ἐπιμη-
θέως θυγατρός· Εὔμηλος δὲ ἀπὸ Ἐφύρας τῆς Ὠκεανοῦ καὶ Τηθύος, γυναικὸς
δὲ γενομένης Ἐπιμηθέως.
Παυσανίας Εὔμηλος δὲ Ἥλιον ἔφη δοῦναι τὴν χώραν
Ἀλωεῖ μὲν τὴν Ἀσωπίαν, Αἰήτηι δὲ τὴν Ἐφυραίαν. καὶ Αἰήτην ἀπιόντα ἐς
Κόλχους παρακαταθέσθαι Βούνωι τὴν γῆν, Βοῦνον δὲ Ἑρμοῦ καὶ Ἀλκιδα-
μείας εἶναι· καὶ ἐπεὶ Βοῦνος ἐτελεύτησεν, οὕτως Ἐπωπέα τὸν Ἀλωέως καὶ
τὴν Ἐφυραίων σχεῖν ἀρχήν. Κορίνθου δὲ ὕστερον τοῦ Μαραθῶνος οὐδένα
ὑπολειπομένου παῖδα, τοὺς Κορινθίους Μήδειαν μεταπεμψαμένους ἐξ Ἰωλκοῦ
παραδοῦναί οἱ τὴν ἀρχήν. βασιλεύειν μὲν δὴ διʼ αὐτὴν Ἰάσονα ἐν Κορίνθωι,
Μηδείαι δὲ παῖδας μὲν γίνεσθαι, τὸ δὲ ἀεὶ τικτόμενον κατακρύπτειν αὐτὸ
ἐς τὸ ἱερὸν φέρουσαν τῆς Ἥρας, κατακρύπτειν δὲ ἀθανάτους ἔσεσθαι νομίζου-
σαν· τέλος δὲ αὐτήν τε μαθεῖν ὡς ἡμαρτήκοι τῆς ἐλπίδος καὶ ἅμα ὑπὸ τοῦ
Ἰάσονος φωραθεῖσαν—οὐ γὰρ αὐτὸν ἔχειν δεομένηι συγγνώμην, ἀποπλέοντα
δὲ ἐς Ἰωλκὸν οἴχεσθαι—, τούτων δὴ ἕνεκα ἀπελθεῖν καὶ Μήδειαν, παρα-
δοῦσαν Σισύφωι τὴν ἀρχήν. τάδε μὲν οὕτως ἔχοντα ἐπελεξάμην.
Σχόλια εἰς Εὐριπίδην ὅτι δὲ βεβασίλευκε τῆς Κορίνθου ἡ Μήδεια, Εὔμηλος
ἱστορεῖ καὶ Σιμωνίδης ὅτι δὲ καὶ ἀθάνατος ἦν ἡ Μήδεια, Μου-
σαῖος ἐν τῶι Περὶ Ἰσθμίων ἱστορεῖ, ἅμα καὶ περὶ τῶν τῆς Ἀκραίας
Ἥρας ἑορτῶν ἐκτιθείς.
Πινδαρικὴ ὑπόμνησις διὰ τί Μηδείας
ἐμνημόνευσεν; ὅτι ἡ Κόρινθος πατρῶιον αὐτῆς κτῆμα γέγονε τούτωι τῶι
λόγωι· Ἀλωεὺς γὰρ καὶ Αἰήτης ὁ Μηδείας πατὴρ ἐγένοντο παῖδες Ἡλίου
καὶ Ἀντιόπης· τούτοις ὁ Ἥλιος διένειμε τὴν χώραν, καὶ ἔλαβεν Ἀλωεὺς τὴν
ἐν Ἀρκαδίαι … τὴν δὲ Κόρινθον Αἰήτης. Αἰήτης δὲ μὴ ἀρεσθεὶς τῆι ἀρχῆι
Βούνωι μέν τινι Ἑρμοῦ υἱῶι παρέδωκε τὴν πόλιν, εἰπὼν φυλάττειν τοῖς ἐσο-
μένοις ἐξ αὐτοῦ, αὐτὸς δὲ εἰς Κολχίδα τῆς Σκυθίας ἀφικόμενος ὤικησε βασι-
λεύων. διδάσκει δὲ τοῦτο Εὔμηλός τις ποιητὴς ἱστορικός, εἰπὼν «ἀλλʼ ὅτε
δʼ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο Ἠελίου τε καὶ Ἀντιόπης, τότε δʼ ἄνδιχα
χώρην, δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός· ἣν μὲν ἔχʼ Ἀσωπός,
ταύτην πόρε δίωι Ἀλωεῖ, ἣν δʼ Ἐφύρη κτεάτισσʼ, Αἰήτηι δῶκεν ἅπασαν.
Αἰήτης δʼ ἄρʼ ἑκὼν Βούνωι παρέδωκε φυλάσσειν, εἰσόκεν αὐτὸς ἵκοιτʼ ἢ ἐξ
αὐτοῖό τις ἄλλος, ἢ παῖς ἢ υἱωνός· ὁ δʼ ἵκετο Κολχίδα γαῖαν». Βοῦνος δὲ
Ἑρμοῦ καὶ νύμφης τινὸς παῖς.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια οἱ δʼ ἤδη κατὰ πᾶσαν ἀναστα-
χύεσκον ἄρουραν γηγενέες κ.τ.λ. οὗτος καὶ οἱ ἑξῆς στίχοι εἰλημμένοι εἰσὶ
παρʼ Εὐμήλου, παρʼ ὧι φησι Μήδεια πρὸς Ἴδμονα. Σοφοκλῆς δὲ ἐν ταῖς
Κολχίσι πεποίηκε τὸν ἄγγελον, τοῦ Αἰήτου πυθομένου περὶ τῶν
προειρημένων .... λέγοντα .... ταῦτα δὲ Ἀπολλώνιος παραγέγραφεν.
Παυσανίας τάφους δὲ Σισύφου καὶ Νηλέως—καὶ γὰρ Νη-
λέα ἀφικόμενον ἐς Κόρινθον νόσωι τελευτῆσαί φασι καὶ περὶ τὸν ἰσθμὸν τα-
φῆναι—οὐκ ἂν οἶδʼ εἰ ζητοίη τις, ἐπιλεξάμενος τὰ Εὐμήλου· Νηλέως μὲν
γὰρ οὐδὲ Νέστορι ἐπιδειχθῆναι τὸ μνῆμα ὑπὸ τοῦ Σισύφου φησί — χρῆναι γὰρ
ἄγνωστον τοῖς πᾶσιν ὁμοίως εἶναι —, Σίσυφον δὲ ταφῆναι μὲν ἐν τῶι ἰσθμῶι,
τὸν δέ οἱ τάφον καὶ τῶν ἐφʼ αὑτοῦ Κορινθίων ὀλίγους εἶναι τοὺς εἰδότας.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια αὐτίκα δʼ Ἀσσυρίης ἐπέβαν
χθονός, ἔνθα Σινώπην, θυγατέρʼ Ἀσωποῖο καθίσσατο, καί οἱ ὄπασσεν παρ-
θενίην Ζεὺς αὐτὸς .... ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι ἱέμενον,
ποταμόν τε ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶν τήνγε τις .... δάμασσεν
πόλις τοῦ Πόντου ἡ Σινώπη, ὠνομασμένη ἀπὸ τῆς Ἀσωποῦ θυγατρὸς Σινώπης,
ἣν ἁρπάσας Ἀπόλλων ἀπὸ Ὑρίας ἐκόμισεν εἰς Πόντον, καὶ μιγεὶς αὐτῆι
ἔσχε Σύρον, ἀφʼ οὗ οἱ Σύροι. ἐν δὲ τοῖς Ὀρφικοῖς Ἄρεως καὶ
Αἰγίνης γενεαλογεῖται, κατὰ δέ τινας Ἄρεως καὶ Παρνάσσης, κατʼ Εὔμηλον
καὶ Ἀριστοτέλην Ἀσωποῦ· ... Φιλοστέφανος δέ φησι τοὐναντίον
Ἀπόλλωνι αὐτὴν μιγεῖσαν ἀποκυῆσαι τὸν προσαγορευ-
θέντα Σύρον.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ἡ δὲ Λήδα ἦν Θεστίου θυγάτηρ
τοῦ βασιλέως τῆς Αἰτωλίας, Ἄρεως υἱοῦ καὶ Δημοδίκης, μητέρα δὲ αὐτῆς
λέγουσι Δηιδάμειαν· Γλαύκου δὲ αὐτὴν τοῦ Σισύφου εἶναι πατρὸς ἐν Κοριν-
θιακοῖς λέγει Εὔμηλος καὶ Παντειδυίας μητρός, ἱστορῶν ὅτι τῶν ἵππων
ἀπολομένων ἦλθεν εἰς Λακεδαίμονα ὁ Γλαῦκος καὶ ἐκεῖ ἐμίγη Παντειδυίαι,
ἣν ὕστερον γήμασθαι Θεστίωι φησὶ καὶ τεκεῖν τὴν Λήδαν, γόνωι μὲν οὖσαν
Γλαύκου, λόγωι δὲ Θεστίου .... ὅτι δὲ Γλαύκου ἐστὶ θυγάτηρ, καὶ Ἀλκμὰν
αἰνίττεται λέγων «τοὺς τέκε θυγάτηρ Γλαύκω μάκαιρα».
Ψευδοαπολλόδωρος Μενέλαος μὲν οὖν ἐξ Ἑλένης Ἑρμιόνην ἐγέν-
νησε καὶ κατά τινας Νικόστρατον, ἐκ δούλης δὲ γένος
Αἰτωλίδος ἤ, καθάπερ Ἀκουσίλαός φησι Πιερίδος, Μεγαπένθη, ἐκ
Κνωσσίας δὲ νύμφης κατὰ Εὔμηλον Ξενόδαμον.
Ψευδοαπολλόδωρος Εὔμηλος δὲ καί τινες ἕτεροι λέγουσι Λυκάονι
καὶ θυγατέρα Καλλιστὼ γενέσθαι· Ἡσίοδος μὲν γὰρ αὐτὴν μίαν εἶναι τῶν νυμφῶν
λέγει· Ἄσιος δὲ Νυκτέως, Φερεκύδης δὲ Κητέως.
Ψευδοαπολλόδωρος Ἀρκάδος δὲ καὶ Λεανεί-
ρας τῆς Ἀμύκλου ἢ Μεγανείρας τῆς Κρόκωνος, ὡς δὲ Εὔμηλος λέγει νύμφης Χρυσοπελείας,
ἐγένοντο παῖδες Ἔλατος καὶ Ἀφείδας.