eul_wid: hdu-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Comic Fragments on Daily Life by Anaxilas the Comic Poet

The comic fragments attributed to Anaxilas represent a collection of 98 excerpts from his otherwise lost plays, preserved through quotations by later authors such as Athenaeus. Anaxilas was a poet of Athenian Middle Comedy, active approximately between 343 and 314 BCE, a period marked by a shift from overt political satire toward social comedy, parody of myth, and the development of stock character types. Written in Attic Greek verse for performance at public theatre festivals, these fragments originate from at least 19 known comedies. Play titles like Circe and Calypso indicate his practice of treating mythological subjects comically. The surviving lines focus predominantly on the details of daily life, offering vivid glimpses into dining, drinking, domestic routines, and social interactions. They mock conventional figures such as parasites, soldiers, and philosophers, while also providing descriptive passages on food, clothing, and personal habits. Although the complete dramatic works have not survived, these selectively transmitted fragments remain valuable for the study of Athenian social history and the conventions of Middle Comedy, having been preserved primarily for their linguistic or cultural interest by ancient scholars.

ΑΓΡΟΙΚΟΣ.
ΑΝΤΙΔΟ...
ΑΥΛΗΤΗΣ.
Ὕδατός τε λακκαίου παρʼ ἐμοῦ τουτί γέ σοι
νόμιζʼ ὑπάρχειν.
Ἴσως τὸ λακκαῖόν γʼ ὕδωρ ἀπόλωλε.
ΒΟΤΡΥΛΙΩΝ.
Οὐκ ἄν γʼ ἐμοὶ τουτὶ γένοιτο κεράμινον.
ΓΛΑΥΚΟΣ.
ΕΥΑΝΔΡΙΑ.
Καὶ τὰς παλαίστρας σοι μὰ τὴν γῆν μὴ σύγε
δῷς, ἀλλʼ ἀπόδος. Β. καὶ δὴ φέρουσʼ ἐξέρχομαι.
ΚΑΛΥΨΩ.
Ῥύγχος φορῶν ὕειον ᾐσθόμην τότε.
Παραγεύσεταί σοι πρῶτον ἡ γραῦς τοῦ ποτοῦ.
ΚΙΡΚΗ.
Τοὺς μὲν ὀρειονόμους ὑμῶν ποιήσει δέλφακας ἠλιβάτους,
τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους,
λέοντας.
Δεινὸν μὲν γὰρ ἔχονθʼ ὑός
ῥύγχος, ὦ φίλε Κινησία.
ΛΥΡΟΠΟΙΟΣ.
Ξανθοῖς τε μύροις χρῶτα λιπαίνων,
χλανίδας θʼ ἕλκων, βλαύτας σύρων,
βολβοὺς τρώγων, τυροὺς κάπτων,
ᾠὰ κολάπτων, κήρυκας ἔχων,
Χῖον πίνων, καὶ πρὸς τούτοις
ἐν σκυταρίοις ῥαπτοῖσι φορῶν
Ἐφεσήϊα γράμματα καλά.
Ἐγὼ δὲ βαρβίτους τριχόρδους, πηκτίδας,
κιθάρας, λύρας, σκινδαψὸν ἐξηρτυόμην.
Πῶς ἔχεις; ὡς ἰσχνὸς εἶ;
Β. ἀπόλλυμαι. τρέφω γὰρ ἐν ἀγρῷ χωρίον.
Ἐν τοῖς βαλανείοις οὐ τίθεται λουτήρια.
ΜΑΓΕΙΡΟΙ.
Τῶν Αἰσχύλου πολὺ μεῖζον εἶναί μοι δοκεῖ
ἰχθύδιʼ ὀπτᾶν. Β. τί σὺ λέγεις; ἰχθύδια;
συσσίτιον μέλλεις νοσηλεύειν; ὅσον
ἀκροκώλιʼ ἕψειν ῥύγχη, πόδας.
ΜΟΝΟΤΡΟΠΟΣ.
Τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον
ἀναρπάσας Μάτων, ἐγὼ δʼ ἀπόλλυμαι.
ΝΕΟΤΤΙΣ.
Ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε,
οὗ γένος τίς ἂν δύναιτο παρανομώτερον φράσαι;
τίς γὰρ ἢ δράκαινʼ ἄμικτος, ἢ Χίμαιρα πύρπνοος
ἢ Χάρυβδις, ἢ τρίκρανος Σκύλλα, ποντία κύων,
Σφίγξ, ὕδρα, λέαινʼ, ἔχιδνα, πτηνά θʼ Ἁρπυιῶν γένη,
εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους;
οὐκ ἔνεσθʼ, αὗται δʼ ἁπάντων ὑπερέχουσι τῶν κακῶν.
ἔστι δὲ σκοπεῖν ἀπʼ ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα,
ἥτις ὥσπερ ἡ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους.
εἷς μόνος δʼ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο·
πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετʼ ἐκ τῆς οἰκίας.
οἱ Σινώπῃ δʼ αὖ συνόντες οὐχ ὕδρᾳ σύνεισι νῦν;
γραῦς μὲν αὕτη, παραπέφυκε δʼ ἡ Γνάθαινα πλησίον·
ὥστʼ ἀπαλλαγεῖσι ταύτης ἐστὶ διπλάσιον κακόν.
ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ;
οὐ δύʼ ἀποπνίξασʼ ἑταίρους τὸν τρίτον θηρεύεται
ἔτι λαβεῖν; ἀλλʼ ἐξέπαισε πορθμὶς ἐλατίνῳ πλάτῃ.
ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ,
τόν τε ναύκληρον λαβοῦσα καταπέπωκʼ αὐτῷ σκάφει;
ἡ Θεανὼ δʼ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη;
βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου.
Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν,
αἳ λαλοῦσʼ ἁπλῶς μὲν οὐδέν, ἀλλʼ ἐν αἰνιγμοῖς τισιν,
ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως.
εἶτα τετράπους μοι γένοιτο, φησί, τήνπρος ἢ θρόνος·
εἶτα δὴ τρίπους τις, εἶτα, φησί, παιδίσκη δίπους.
εἶθʼ ὁ μὲν γνοὺς ταῦτʼ ἀπῆλθεν εὐθὺς ὥσπερ Οἰδίπους,
οὐδʼ ἰδεῖν δόξας ἐκείνην, σώζεται δʼ ἄκων μόνος.
οἱ δʼ ἐρᾶσθαι προσδοκῶντες εὐθύς εἰσιν ἠρμένοι,
καὶ φέρονθʼ ὑψοῦ πρὸς αἴθραν. συντεμόντι δʼ οὐδὲ ἕν
ἔσθʼ ἑταίρας ὅσα περ ἔστι θηρίʼ ἐξωλέστερον.
Ἐὰν δέ τις μέτρια λέγουσα …
τοῖς δεομένοις τινῶν ὑπουργῇ πρὸς χάριν,
ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα
προσηγορεύθη· καὶ σὺ νῦν οὐχ ὡς λέγεις
πόρνης, ἑταίρας δʼ εἰς ἔρωτα τυγχάνεις
ἐληλυθώς· ἆρʼ ὡς ἀληθῶς ἐστι γοῦν
ἁπλῆ τις; Β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία.
ΝΗΡΕΥΣ.
Καί τοι πολύ γʼ ἔσθʼ ἥδιον· οὐ γὰρ ἄν ποτε
ἔπινον ἂν τρὶς ὕδατος, οἴνου δʼ ἓν μόνον.
ΟΡΝΙΘΟΚΟΜΟΙ.
Καὶ πρὸς ἐπὶ τούτοις τιθασὸς οἰμώζων ταὧς.
ΠΛΟΥΣΙΟΙ.
Διαρραγήτω χἅτερος δειπνῶν τις εὖ,
μὴ Κτησίας μόνος. Β. τί γάρ σε κωλύει;
Α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
ἀρχήν, τελευτὴν δʼ ἔμαθεν οὐδεπώποτε.
ΥΑΚΙΝΘΟΣ ΠΟΡΝΟΒΟΣΚΟΣ.
Ἡ μουσικὴ δʼ ὥσπερ Λιβύη πρὸς τῶν θεῶν
ἀεί τι καινὸν κατʼ ἐνιαυτὸν θηρίον
τίκτει.
Ἐγὼ δʼ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω.
Σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν.
ΧΑΡΙΤΕΣ.
Οὐκ ἐτὸς ἐρωτῶσίν με προσιόντες τινές,
ὄντως ὁ Κραναὸς Κτησίου κατεσθίει
ἔλαττον, ἢ δειπνοῦσιν ἀμφότεροι συχνά;
ΧΡΥΣΟΧΟΟΣ.
Ἤδη σχεδόν τι πάντα σοι πλὴν Κτησίου·
δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
ἀρχήν, τελευτὴν δʼ οὐκ ἐπίσταται μόνος.
ΩΡΑΙ.
Οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας
σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον
εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος,
ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν.
ἔπειθʼ ὁ μὲν λέμμʼ ἐστίν, ὁ δʼ ἕτερον δάκνει.
Ἀπιστότερος εἶ τῶν κοχλιῶν πολλῷ πάνυ,
οἳ περιφέρουσʼ ὑπʼ ἀπιστίας τὰς οἰκίας.
Τὰ δὲ σφύρʼ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων.
Καὶ πῶς γυνή
ὥσπερ θάλαττα νῆσον ἀμφιέννυται;
Φέρʼ αὔτʼ ἀνύσας. Β. ἀλλʼ ἐστὶ πενθηρὸν πάνυ.
Τὴν Ἑκτόρειον τὴν ἐφίμερον κόμην.
Ἡμεῖς δέ γε κτενίζομεν Τελέσιππον οἰκόσιτον.