ΕΙΣ ΗΛΙΟΝ.
Κλῦθι, πυρὸς νοεροῦ βασιλεῦ, χρυσήνιε Τιτάν,
κλῦθι, φάους ταμία, ζωαρκέος, ὦ ἄνα, πηγῆς
αὐτὸς ἔχων κληῖδα καὶ ὑλαίοις ἐνὶ κόσμοις
ὑψόθεν ἁρμονίης ῥύμα πλούσιον ἐξοχετεύων.
κέκλυθι· μεσσατίην γὰρ ἐὼν ὑπὲρ αἰθέρος ἕδρην
καὶ κόσμου κραδιαῖον ἔχων ἐριφεγγέα κύκλον
πάντα τεῆς ἔπλησας ἐγερσινόοιο προνοίης.
ζωσάμενοι δὲ πλάνητες ἀειθαλέας σέο πυρσοὺς
αἰὲν ὑπʼ ἀλλήκτοισι καὶ ἀκαμάτοισι χορείαις
ζῳογόνους πέμπουσιν ἐπιχθονίοις ῥαθάμιγγας.
πᾶσα δʼ ὑφʼ ὑμετέρῃσι παλιννόστοισι διφρείαις
Ὡράων κατὰ θεσμὸν ἀνεβλάστησε γενέθλη.
στοιχείων δʼ ὀρυμαγδὸς ἐπʼ ἀλλήλοισιν ἰόντων
παύσατο σεῖο φανέντος ἀπʼ ἀρρήτου γενετῆρος.
σοὶ δʼ ὑπὸ Μοιράων χορὸς εἴκαθεν ἀστυφέλικτος·
ἂψ δὲ μεταστρωφῶσιν ἀναγκαίης λίνον αἴσης,
εὖτε θέλεις· περὶ γὰρ κρατέεις, περὶ δʼ ἶφι ἀνάσσεις.
σειρῆς δʼ ὑμετέρης βασιλεὺς θεοπειθέος οἴμης
ἐξέθορεν Φοῖβος· κιθάρῃ δʼ ὑπὸ θέσκελα μέλπων
εὐνάζει μέγα κῦμα βαρυφλοίσβοιο γενέθλης.
σῆς δʼ ἀπὸ μειλιχόδωρος ἀλεξικάκου θιασείης
Παιήων βλάστησεν, ἑὴν δʼ ἐπέτασσεν ὑγείην,
πλήσας ἁρμονίης παναπήμονος εὐρέα κόσμον.
σὲ κλυτὸν ὑμνείουσι Διωνύσοιο τοκῆα·
ὕλης δʼ αὖ νεάτοις ἐνὶ βένθεσιν εὔιον Ἄττην,
ἄλλοι δʼ ἁβρὸν Ἄδωνιν ἐπευφήμησαν ἀοιδαῖς.
δειμαίνουσι δὲ σεῖο θοῆς μάστιγος ἀπειλὴν
δαίμονες ἀνθρώπων δηλήμονες, ἀγριόθυμοι,
ψυχαῖς ἡμετέραις δυεραῖς κακὰ πορσύνοντες,
ὄφρʼ αἰεὶ κατὰ λαῖτμα βαρυσμαράγου βιότοιο
σώματος ὀτλεύωσιν ὑπὸ ζυγόδεσμα πεσοῦσαι,
ὑψιτενοῦς δὲ λάθοιντο πατρὸς πολυφεγγέος αὐλῆς.
ἀλλά, θεῶν ὤριστε, πυριστεφές, ὄλβιε δαῖμον,
εἰκὼν παγγενέταο θεοῦ, ψυχῶν ἀναγωγεῦ,
κέκλυθι καί με κάθηρον ἁμαρτάδος αἰὲν ἁπάσης·
δέχνυσο δʼ ἱκεσίην πολυδάκρυον, ἐκ δέ με λυγρῶν
ῥύεο κηλίδων, Ποινῶν δʼ ἀπάνευθε φυλάσσοις
πρηΰνων θοὸν ὄμμα Δίκης, ἣ πάντα δέδορκεν.
αἰεὶ δʼ ὑμετέραισιν ἀλεξικάκοισιν ἀρωγαῖς
ψυχῇ μὲν φάος ἁγνὸν ἐμῇ πολύολβον ὀπάζοις
ἀχλὺν ἀποσκεδάσας ὀλεσίμβροτον, ἰολόχευτον,
σώματι δʼ ἀρτεμίην τε καὶ ἀγλαόδωρον ὑγείην,
εὐκλείης τʼ ἐπίβησον ἐμέ, προγόνων τʼ ἐνὶ θεσμοῖς
Μουσάων ἐρασιπλοκάμων δώροισι μελοίμην.
ὄλβον δʼ ἀστυφέλικτον ἀπʼ εὐσεβίης ἐρατεινῆς,
εἴ κε θέλοις, δός, ἄναξ· δύνασαι δʼ ἑὰ πάντα τελέσσαι
ῥηιδίως· κρατερὴν γὰρ ἔχεις καὶ ἀπείριτον ἀλκήν.
εἰ δέ τι μοιριδίοισιν, ἑλιξοπόροισιν ἀτράκτοις,
ἀστεροδινήτοις ὑπὸ νήμασιν οὐλοὸν ἄμμιν
ἔρχεται, αὐτὸς ἔρυκε τεῇ μεγάλῃ τόδε ῥιπῇ.
ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ.
Ὑμνέομεν σειρὴν πολυώνυμον Ἀφρογενείης
καὶ πηγὴν μεγάλην βασιλήιον, ἧς ἄπο πάντες
ἀθάνατοι πτερόεντες ἀνεβλάστησαν Ἔρωτες,
ὧν οἱ μὲν νοεροῖσιν ὀιστεύουσι βελέμνοις
ψυχάς, ὄφρα πόθων ἀναγώγια κέντρα λαβοῦσαι
μητέρος ἰσχανόωσιν ἰδεῖν πυριφεγγέας αὐλάς·
οἱ δὲ πατρὸς βουλῇσιν ἀλεξικάκοις τε προνοίαις
ἱέμενοι γενεῇσιν ἀπείρονα κόσμον ἀέξειν
ψυχαῖς ἵμερον ὦρσαν ἐπιχθονίου βιότοιο.
ἄλλοι δὲ γαμίων ὀάρων πολυειδέας οἴμους
αἰὲν ἐποπτεύουσιν, ὅπως θνητῆς ἀπὸ φύτλης
ἀθάνατον τεύξωσι δυηπαθέων γένος ἀνδρῶν·
πᾶσιν δʼ ἔργα μέμηλεν ἐρωτοτόκου Κυθερείης.
ἀλλά, θεά, πάντῃ γὰρ ἔχεις ἀριήκοον οὖας,
εἴτε περισφίγγεις μέγαν οὐρανόν, ἔνθα σέ φασι
ψυχὴν ἀενάοιο πέλειν κόσμοιο θεείην,
εἴτε καὶ ἑπτὰ κύκλων ὑπὲρ ἄντυγας αἰθέρι ναίεις
σειραῖς ὑμετέραις δυνάμεις προχέουσʼ ἀδαμάστους,
κέκλυθι, καὶ πολύμοχθον ἐμὴν βιότοιο πορείην
ἰθύνοις σέο, πότνα, δικαιοτάτοισι βελέμνοις
οὐχ ὁσίων παύουσα πόθων κρυόεσσαν ἐρωήν.
ΕΙΣ ΜΟΥΣΑΣ.
Ὑμνέομεν, μερόπων ἀναγώγιον ὑμνέομεν φῶς,
ἐννέα θυγατέρας μεγάλου Διὸς ἀγλαοφώνους,
αἳ ψυχὰς κατὰ βένθος ἀλωομένας βιότοιο
ἀχράντοις τελετῇσιν ἐγερσινόων ἀπὸ βίβλων
γηγενέων ῥύσαντο δυσαντήτων ὀδυνάων
καὶ σπεύδειν ἐδίδαξαν ὑπὲρ βαθυχεύμονα λήθην
ἴχνος ἔχειν, καθαρὰς δὲ μολεῖν ποτὶ σύννομον ἄστρον,
ἔνθεν ἀπεπλάγχθησαν, ὅτʼ ἐς γενεθλήιον ἀκτὴν
κάππεσον, ὑλοτραφέσσι περὶ κλήροισι μανεῖσαι.
ἀλλά, θεαί, καὶ ἐμεῖο πολυπτοίητον ἐρωὴν
παύσατε καὶ νοεροῖς με σοφῶν βακχεύσατε μύθοις·
μηδέ μʼ ἀποπλάγξειεν ἀδεισιθέων γένος ἀνδρῶν
ἀτραπιτοῦ ζαθέης, ἐριφεγγέος, ἀγλαοκάρπου,
αἰεὶ δʼ ἐξ ὁμάδοιο πολυπλάγκτοιο γενέθλης
ἕλκετʼ ἐμὴν ψυχὴν παναλήμονα πρὸς φάος ἁγνόν,
ὑμετέρων βρίθουσαν ἀεξινόων ἀπὸ σίμβλων
καὶ κλέος εὐεπίης φρενοθελγέος αἰὲν ἔχουσαν.
ΥΜΝΟΣ ΚΟΙΝΟΣ ΕΙΣ ΘΕΟΥΣ.
Κλῦτε, θεοί, σοφίης ἱερῆς οἴηκας ἔχοντες,
οἳ ψυχὰς μερόπων ἀναγώγιον ἁψάμενοι πῦρ
ἕλκετʼ ἐς ἀθανάτους, σκότιον κευθμῶνα λιπούσας
ὕμνων ἀρρήτοισι καθηραμένας τελετῇσι.
κλῦτε, σαωτῆρες μεγάλοι, ζαθέων δʼ ἀπὸ βίβλων
νεύσατʼ ἐμοὶ φάος ἁγνὸν ἀποσκεδάσαντες ὁμίχλην,
ὄφρα κεν εὖ γνοίην θεὸν ἄμβροτον ἠδὲ καὶ ἄνδρα·
μηδέ με ληθαίοις ὑπὸ χεύμασιν οὐλοὰ ῥέζων
δαίμων αἰὲν ἔχοι μακάρων ἀπάνευθεν ἐόντα,
μὴ κρυερῆς γενέθλης ἐνὶ κύμασι πεπτωκυῖαν
ψυχὴν οὐκ ἐθέλουσαν ἐμὴν ἐπὶ δηρὸν ἀλᾶσθαι
Ποινή τις κρυόεσσα βίου δεσμοῖσι πεδήσῃ.
ἀλλά, θεοί, σοφίης ἐριλαμπέος ἡγεμονῆες,
κέκλυτʼ, ἐπειγομένῳ δὲ πρὸς ὑψιφόρητον ἀταρπὸν
ὄργια καὶ τελετὰς ἱερῶν ἀναφαίνετε μύθων.
ΕΙΣ ΛΥΚΙΗΝ ΑΦΡΟΔΙΤΗΝ.
Ὑμνέομεν Λυκίων βασιληίδα, Κουραφροδίτην,
ἧς ποτʼ ἀλεξικάκοιο περιπλήθοντες ἀρωγῆς
πατρίδος ἡμετέρης θεοφράδμονες ἡγεμονῆες
ἱερὸν ἱδρύσαντο κατὰ πτολίεθρον ἄγαλμα,
σύμβολʼ ἔχον νοεροῖο γάμου, νοερῶν ὑμεναίων
Ἡφαίστου πυρόεντος ἰδʼ οὐρανίης Ἀφροδίτης·
καί ἑ θεὴν ὀνόμηναν Ὀλύμπιον, ἧς διὰ κάρτος
πολλάκι μὲν θανάτοιο βροτοφθόρον ἔκφυγον ἰόν,
ἐς δʼ ἀρετὴν ἔχον ὄμμα· τελεσσιγόνων δʼ ἀπὸ λέκτρων
ἔμπεδος ἀγλαόμητις ἀνασταχύεσκε γενέθλη,
πάντῃ δʼ ἠπιόδωρος ἔην βιότοιο γαλήνη.
ἀλλὰ καὶ ἡμετέρην ὑποδέχνυσο, πότνα, θυηλὴν
εὐεπίης· Λυκίων γὰρ ἀφʼ αἵματός εἰμι καὶ αὐτός.
ψυχὴν δʼ ἂψ ἀνάειρον ἀπʼ αἴσχεος ἐς πολὺ κάλλος,
γηγενέος προφυγοῦσαν ὀλοίιον οἶστρον ἐρωῆς.
ΥΜΝΟΣ ΚΟΙΝΟΣ ΕΚΑΤΗΣ ΚΑΙ ΙΑΝΟΥ.
Χαῖρε, θεῶν μῆτερ, πολυώνυμε, καλλιγένεθλε·
χαῖρʼ, Ἑκάτη προθύραιε, μεγασθενές. ἀλλὰ καὶ αὐτὸς
χαῖρʼ, Ἴανε προπάτορ, Ζεῦ ἄφθιτε· χαῖρʼ, ὕπατε Ζεῦ.
τεύχετε δʼ αἰγλήεσσαν ἐμοῦ βιότοιο πορείην
βριθομένην ἀγαθοῖσι, κακὰς δʼ ἀπελαύνετε νούσους
ἐκ ῥεθέων, ψυχὴν δὲ περὶ χθονὶ μαργαίνουσαν
ἕλκετʼ ἐγερσινόοισι καθηραμένην τελετῇσι.
ναί, λίτομαι, δότε χεῖρα, θεοφραδέας τε κελεύθους
δείξατέ μοι χατέοντι. φάος δʼ ἐρίτιμον ἀθρήσω,
κυανέης ὅθεν ἔστι φυγεῖν κακότητα γενέθλης.
ναί, λίτομαι, δότε χεῖρα, καὶ ὑμετέροισιν ἀήταις
ὅρμον ἐς εὐσεβίης με πελάσσατε κεκμηῶτα.
χαῖρε, θεῶν μῆτερ, πολυώνυμε, καλλιγένεθλε·
χαῖρʼ, Ἑκάτη προθύραιε, μεγασθενές. ἀλλὰ καὶ αὐτὸς
χαῖρʼ, Ἴανε προπάτορ, Ζεῦ ἄφθιτε· χαῖρʼ, ὕπατε Ζεῦ.
ΕΙΣ ΑΘΗΝΑΝ ΠΟΛΥΜΗΤΙΝ.
Κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ἡ γενετῆρος
πηγῆς ἐκπροθοροῦσα καὶ ἀκροτάτης ἀπὸ σειρῆς·
ἀρσενόθυμε, φέρασπι, μεγασθενές, ὀβριμοπάτρη,
Παλλάς, Τριτογένεια, δορυσσόε, χρυσεοπήληξ,
κέκλυθι· δέχνυσο δʼ ὕμνον ἐύφρονι, πότνια, θυμῷ,
μηδʼ αὔτως ἀνέμοισιν ἐμόν ποτε μῦθον ἐάσῃς,
ἡ σοφίης πετάσασα θεοστιβέας πυλεῶνας
καὶ χθονίων δαμάσασα θεημάχα φῦλα Γιγάντων·
ἣ πόθον Ἡφαίστοιο λιλαιομένοιο φυγοῦσα
παρθενίης ἐφύλαξας ἑῆς ἀδάμαντα χαλινόν·
ἣ κραδίην ἐσάωσας ἀμιστύλλευτον ἄνακτος
αἰθέρος ἐν γυάλοισι μεριζομένου ποτὲ Βάκχου
Τιτήνων ὑπὸ χερσί, πόρες δέ ἑ πατρὶ φέρουσα,
ὄφρα νέος βουλῇσιν ὑπʼ ἀρρήτοισι τοκῆος
ἐκ Σεμέλης περὶ κόσμον ἀνηβήσῃ Διόνυσος·
ἧς πέλεκυς, θήρεια ταμὼν προθέλυμνα κάρηνα,
πανδερκοῦς Ἑκάτης παθέων ηὔνησε γενέθλην·
ἣ κράτος ἤραο σεμνὸν ἐγερσιβρότων ἀρετάων·
ἣ βίοτον κόσμησας ὅλον πολυειδέσι τέχναις
δημιοεργείην νοερὴν ψυχαῖσι βαλοῦσα·
ἣ λάχες ἀκροπόληα καθʼ ὑψιλόφοιο κολώνης,
σύμβολον ἀκροτάτης μεγάλης σέο, πότνια, σειρῆς·
ἣ χθόνα βωτιάνειραν ἐφίλαο, μητέρα βίβλων,
πατροκασιγνήτοιο βιησαμένη πόθον ἱρόν,
οὔνομα δʼ ἄστεϊ δῶκας ἔχειν σέο καὶ φρένας ἐσθλάς·
ἔνθα μάχης ἀρίδηλον ὑπὸ σφυρὸν οὔρεος ἄκρον
σῆμα καὶ ὀψιγόνοισιν ἀνεβλάστησας ἐλαίην,
εὖτʼ ἐπὶ Κεκροπίδῃσι Ποσειδάωνος ἀρωγῇ
μυρίον ἐκ πόντοιο κυκώμενον ἤλυθε κῦμα,
πάντα πολυφλοίσβοισιν ἑοῖς ῥεέθροισιν ἱμάσσον.
κλῦθί μευ, ἡ φάος ἁγνὸν ἀπαστράπτουσα προσώπου·
δὸς δέ μοι ὄλβιον ὅρμον ἀλωομένῳ περὶ γαῖαν,
δὸς ψυχῇ φάος ἁγνὸν ἀπʼ εὐιέρων σέο μύθων
καὶ σοφίην καὶ ἔρωτα· μένος δʼ ἔμπνευσον ἔρωτι
τοσσάτιον καὶ τοῖον, ὅσον χθονίων ἀπὸ κόλπων
αὖ ἐρύσῃ πρὸς Ὄλυμπον ἐς ἤθεα πατρὸς ἐῆος.
εἰ δέ τις ἀμπλακίη με κακὴ βιότοιο δαμάζει—
οἶδα γάρ, ὡς πολλοῖσιν ἐρίχθομαι ἄλλοθεν ἄλλαις
πρήξεσιν οὐχ ὁσίαις, τὰς ἤλιτον ἄφρονι θυμῷ—,
ἵλαθι, μειλιχόβουλε, σαόμβροτε, μηδέ μʼ ἐάσῃς
ῥιγεδαναῖς Ποιναῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι
κείμενον ἐν δαπέδοισιν, ὅτι τεὸς εὔχομαι εἶναι.
δὸς γυίοις μελέων σταθερὴν καὶ ἀπήμονʼ ὑγείην,
σαρκοτακῶν δʼ ἀπέλαυνε πικρῶν ἀγελάσματα νούσων,
ναί, λίτομαι, βασίλεια, καὶ ἀμβροσίῃ σέο χειρὶ
παῦσον ὅλην κακότητα μελαινάων ὀδυνάων.
δὸς βιότῳ πλώοντι γαληνιόωντας ἀήτας,
τέκνα, λέχος, κλέος, ὄλβον, ἐυφροσύνην ἐρατεινήν,
πειθώ, στωμυλίην φιλίης, νόον ἀγκυλομήτην,
κάρτος ἐπʼ ἀντιβίοισι, προεδρίην ἐνὶ λαοῖς.
κέκλυθι, κέκλυθʼ, ἄνασσα· πολύλλιστος δέ σʼ ἱκάνω
χρειοῖ ἀναγκαίῃ· σὺ δὲ μείλιχον οὖας ὑπόσχες.