Πλατωνικὴ ὑπόμνησις παροιμία ὅτι πολλὰ ψεύδονται ἀοιδοί ... φασὶ γὰρ τοὺς ποιητὰς πάλαι λέγοντας τἀληθῆ, ἄθλων ὕστερον αὐτοῖς ἐν τοῖς ἀγῶσι τιθεμένων, ψευδῆ καὶ πεπλασμένα λέγειν αἱρεῖσθαι, ἵνα διὰ τούτων ψυχαγωγοῦντες τοὺς ἀκροωμένους τῶν ἄθλων τυγχάνωσιν. ἐμνήσθη ταύτης καὶ Φιλόχορος ἐν Ἀτθίδος α καὶ Σόλων Ἐλεγείαις καὶ Πλάτων ἐνταῦθα.
Στέφανος ὁ Βυζάντιος ἄστυ· ἡ κοινῶς πόλις. διαφέρει δέ, ὅτι τὸ μὲν κτίσμα δηλοῖ, ἡ δὲ πόλις καὶ τοὺς πολίτας. ἐκλήθη δὲ ἄστυ, ὡς Φιλόχορος ια Ἀτθίδος, διὰ τὸ πρότερον νομάδας καὶ σποράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν οὐ μετανεστήκασιν. Ἀθηναῖοι δὲ πρῶτοι τῶν ἄλλων ἄστη καὶ πόλεις ὤικησαν.
Ἐτυμολογικὸν τὸ Μέγα ἄστυ· ἡ πόλις· Φιλόχορος ἐν τῶι α τῆς Ἀτθίδος φησίν· «ἄστυ δὲ προσηγορεύσαν τὴν πόλιν διὰ τὸ πρότερον νομάδας καὶ σποράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν οὐ μετανέστησαν». οὕτως Ὦρος ἐν ἐθνικῶν.
Στέφανος ὁ Βυζάντιος Ἄρειος πάγος· ἀκρωτήριον Ἀθήνησιν, ὡς Ἀπολλόδωρος ἐν τῶι Περὶ θεῶν θ, ἐν ὧι τὰς φονικὰς κρίσεις ἐδίκαζον διὰ τὰς ἀπὸ τοῦ σιδήρου γινομένας μιαιφονίας. Φιλόχορος δʼ ἐν Ἀτθίδος β βιβλίωι, ὅτι Ἁλιρρόθιον τὸν Ποσειδῶνος ἀποθανεῖν ὑπὸ Ἄρεος, βιαζόμενον τὴν Ἀλκίππην τὴν αὐτοῦ θυγατέρα.
Μάξιμος ὁ Ὁμολογητής ἐδίκαζον οὖν Ἀρεοπαγῖται περὶ πάντων σχεδὸν σφαλμάτων καὶ παρανομιῶν, ὡς ἅπαντά φησιν Ἀνδροτίων ἐν πρώτηι καὶ Φιλόχορος ἐν δευτέραι καὶ τρίτηι τῶν Ἀτθίδων.
Ἀθήναιος Φιλόχορος δʼ ἐν δευτέρωι Ἀτθίδος «καὶ θέσμιον» φησίν «ἐτέθη τότε προσφέρεσθαι μετὰ τὰ σιτία πᾶσιν ἀκράτου μὲν ὅσον γεῦμα καὶ δεῖγμα τῆς δυνάμεως τοῦ Ἀγαθοῦ Θεοῦ, τὸ δὲ λοιπὸν ἤδη κεκραμένον». διὸ καὶ τροφοὺς τοῦ Διονύσου τὰς νύμφας ὀνομασθῆναι.
Ἀθήναιος Φιλόχορος δέ φησιν «Ἀμφικτύονα τὸν Ἀθηναίων βασιλέα μαθόντα παρὰ Διονύσου τὴν τοῦ οἴνου κρᾶσιν πρῶτον κεράσαι. διὸ καὶ ὀρθοὺς γενέσθαι τοὺς ἀνθρώπους οὕτω πίνοντας, πρότερον ὑπὸ τοῦ ἀκράτου καμπτομένους, καὶ διὰ τοῦτο ἱδρύσασθαι βωμὸν Ὀρθοῦ Διονύσου ἐν τῶι τῶν Ὡρῶν ἱερῶι· αὗται γὰρ καὶ τὸν τῆς ἀμπέλου καρπὸν ἐκτρέφουσι. πλησίον δʼ αὐτοῦ καὶ ταῖς Νύμφαις βωμὸν ἔδειμεν, ὑπόμνημα τοῖς χρωμένοις τῆς κράσεως ποιούμενος· καὶ γὰρ Διονύσου τροφοὶ αἱ Νύμφαι λέγονται. καὶ θέσμιον ἔθετο προσφέρεσθαι μετὰ τὰ σιτία πᾶσιν ἄκρατον μόνον ὅσον γεύσασθαι, δεῖγμα τῆς δυνάμεως τοῦ Ἀγαθοῦ Θεοῦ, τὸ δὲ λοιπὸν ἤδη κεκραμένον, ὁπόσον ἕκαστος βούλεται· προσεπιλέγειν δὲ τούτωι τὸ τοῦ Διὸς Σωτῆρος ὄνομα διδαχῆς καὶ μνήμης ἕνεκα τῶν πινόντων, ὅτι οὕτω πίνοντες ἀσφαλῶς σωθήσονται».
Οὐαλέριος Ἁρποκρατίων κοβαλεία· .... ἐλέγετο ἡ προσποιητὴ μετʼ ἀπάτης παιδιά, καὶ κόβαλος ὁ ταύτηι χρώμενος. ἔοικε δὲ συνώνυμον τῶι βωμολόχωι· Φιλόχορος β Ἀτθίδος «οὐ γὰρ, ὥσπερ ἔνιοι λέγουσιν, βωμολόχον τινὰ καὶ κόβαλον γίνεσθαι νομιστέον τὸν Διόνυσον».
Εὐσέβιος Διονύσου πράξεις καὶ τὰ περὶ Ἰνδούς, Λυκοῦργόν τε καὶ Ἀκταίωνα καὶ Πενθέα, ὅπως τε Περσεῖ συστὰς εἰς μάχην ἀναιρεῖται, ὥς φησι Δείναρχος ὁ ποιητής, οὐχ ὁ ῥήτωρ. τῶι δὲ βουλομένωι πάρεστιν ἰδεῖν αὐτοῦ τὴν ταφὴν ἐν Δελφοῖς παρὰ τὸν Ἀπόλλωνα τὸν χρυσοῦν, ἔνθα καὶ τὸ ὅπλον ἀνάκειται Αὐγούστου Καίσαρος καὶ Νέρωνος ἡ κιθάρα. βάθρον δέ τι νομίζεται τοῖς ἀγνοοῦσιν ὁ Διονύσου τάφος. στρατηγὸς δὲ δοκεῖ γενέσθαι, καὶ οὕτω γράφεται θηλύμορφος διά τε ἄλλας αἰσχρὰς αἰτίας καὶ διὰ τὸ μιξόθηλυν στρατὸν ὁπλίζειν· ὥπλιζε γὰρ σὺν τοῖς ἄρρεσι τὰς θηλείας, ὥς φησιν ὁ Φιλόχορος ἐν δευτέρωι.
Ἰωάννης ὁ Μαλάλας Ἀντιοχεύς καὶ γνοὺς τοῦτο ὁ Διόνυσος ὅτι ὡπλίσατο κατʼ αὐτοῦ, ἔφυγε τὸν Λυκοῦργον· καὶ εἰς Δελφοὺς ἀπελθὼν ἐκεῖ τελευτᾶι· καὶ ἐτέθη τὸ λείψανον τοῦ αὐτοῦ Διονύσου ἐκεῖ ἐν σορῶι· καὶ τὰ ὅπλα δὲ αὐτοῦ αὐτὸς ἐκεῖ εἰς τὸ ἱερὸν ἐκρέμασε, καθὼς Δείναρχος ὁ σοφώτατος συνεγράψατο περὶ τοῦ αὐτοῦ Διονύσου. ὡσαύτως δὲ καὶ ὁ σοφώτατος Φιλόχορος τὰ αὐτὰ συνεγράψατο, ἐν ἧι ἐκθέσει εἶπε περὶ τοῦ αὐτοῦ Διονύσου «ἔστιν ἰδεῖν τὴν ταφὴν αὐτοῦ ἐν Δελφοῖς παρὰ τὸν Ἀπόλλωνα τὸν χρυσοῦν· βάθρον δέ τι εἶναι ὑπονοεῖται ἡ σορός, ἐν ὧι γράφεται· “Ἐνθάδε κεῖται θανὼν Διόνυσος ἐκ Σεμέλης”». ὁμοίως δὲ καὶ ὁ σοφώτατος Κεφαλίων τὰ αὐτὰ ἐν τῶι ἰδίωι συγγράμματι ἐξέθετο.
Οὐαλέριος Ἁρποκρατίων κανηφόροι· Λυκοῦργος ἐν τῶι Κατὰ Λυκόφρονος. περὶ τῶν κανηφόρων Φιλόχορος ἐν β Ἀτθίδος φησὶν ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ κανᾶ τῆι θεῶι, ἐφʼ οἷς ἐπέκειτο τὰ πρὸς τὴν θυσίαν, τοῖς τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς.
Ἀριστοφάνους Σχόλια οὐκέτι πρεσβυτῶν ὄχλος χρήσιμος ... σκωπτόμενοι δʼ ἐν τοῖς ὁδοῖς θαλλοφόροι καλούμεθα ... ἐπειδὴ ἐν τοῖς Παναθηναίοις οἱ γέροντες θαλλοὺς ἔχοντες ἐπόμπευον ... ὁ μέντοι Δικαίαρχος ἐν τῶι Παναθηναικῶι οὐκ οἶδα ἐξ ὅτου ποτὲ καὶ τὰς γραῦς ἐν τοῖς Παναθηναίοις ὑπείληφε θαλλοφορεῖν, πολλῶν ἀλλήλοις ὁμολογούντων περὶ τοῦ μόνον τοὺς πρεσβύτας θαλλοφορεῖν, Ξενοφῶντος μὲν ἐν τῶι Συμποσίωι, Φιλοχόρου δὲ ἐν τῆι δευτέραι, ὅς γε καὶ τὸν καταδόντα τὸ ἔθος Ἐριχθόνιον συνίστησιν. μνημονεύει τοῦ ἔθους Κρατῖνος μὲν ἐν Δηλιάσι, Φερεκράτης δʼ ἐν Ἐπιλήσμοσιν.
Οὐαλέριος Ἁρποκρατίων ἐπίβοιον· Λυκοῦργος ἐν τῶι Περὶ τῆς ἱερείας. Φιλόχορος δʼ ἐν β φησὶν οὕτως· «ἐὰν δέ τις τῆι Ἀθηνᾶι θύηι βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῆι Πανδρόσωι θύειν ὄιν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον». ὁμοίως καὶ Στάφυλος ἐν α τῶν Περὶ Ἀθηνῶν.
Γεώργιος ὁ Σύγκελλος Ἐρεχθέως τούτου θυγατέρα Βορέας υἱὸς Ἀστραίου Θρᾶιξ ἥρπασεν Ὠρείθυιαν· ὁ δὲ μῦθος τὸν ἄνεμον, ὡς Φιλόχορος ἐν δευτέραι φησίν.
νήφων ἀοίνοις οὐ γὰρ σπένδεται οἶνος αὐταῖς ἀλλʼ ὕδωρ, καὶ νηφάλιαι καλοῦνται αἱ σπονδαὶ αὐτῶν. Πολέμων ἐν δὲ τῶι πρὸς Τίμαιον καὶ ἄλλοις τισὶ θεοῖς νηφαλίους φησὶ θυσίας γίνεσθαι, γράφων οὕτως· «Ἀθηναῖοί τε γὰρ τοῖς τοιούτοις ἐπιμελεῖς ὄντες καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσιοι, νηφάλια μὲν ἱερὰ θύουσι Μνημοσύνηι, Μούσαις, Ἠοῖ, Ἡλίωι, Σελήνηι, Νύμφαις, Ἀφροδίτηι Οὐρανίαι». Φιλόχορος δὲ καὶ περί τινων ἄλλων θυσιῶν τὸν αὐτὸν τρόπον δρωμένων φησὶν ἐν τῆι β τῶν Ἀτθίδων Διονύσωι τε καὶ ταῖς Ἐρεχθέως θυγατράσι· καὶ οὐ μόνον θυσίας νηφαλίους ἀλλὰ καὶ ξύλα τινὰ ἐφʼ ὧν ἔκαιον.
Οὐαλέριος Ἁρποκρατίων Βοηδρόμια· Δημοσθένης Φιλιππικοῖς ἑορτή τις Ἀθήνησιν οὕτω καλουμένη, ἥν φησι Φιλόχορος ἐν β νενομίσθαι, καθʼ ἣν ἡμέραν Ἴων ὁ Ξούθου ἐβοήθησε σπουδῆι πολλῆι πολεμουμένοις Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσειδῶνος, Ἐρεχθέως βασιλεύοντος βοηδρομεῖν γὰρ τὸ βοηθεῖν ὠνομάζετο, τουτέστιν ἐπὶ μάχην δραμεῖν.
Οὐαλέριος Ἁρποκρατίων Σκίρον· Λυκοῦργος ἐν τῶι Περὶ τῆς ἱερείας. Σκίρα ἑορτὴ παρʼ Ἀθηναίοις, ἀφʼ ἧς καὶ ὁ μὴν Σκιροφοριών. φασὶ δὲ οἱ γράψαντες Περί τε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνησιν, ὧν ἐστι καὶ Λυσιμαχίδης, ὡς τὸ σκίρον σκιάδειόν ἐστι μέγα, ὑφʼ ὧι φερομένωι ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται ἡ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι. σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν καὶ σκέπας ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν. καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν β Ἀτθίδος ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν β Μεγαρικῶν ἀπὸ Σκίρωνος.
Ἀθήναιος πενταπλόα· μνημονεύει αὐτῆς Φιλόχορος ἐν δευτέρωι Ἀτθίδος. Ἀριστόδημος δʼ ἐν τρίτωι Περὶ Πινδάρου τοῖς Σκίροις φησὶν ἀγῶνα ἐπιτελεῖσθαι τῶν ἐφήβων δρόμου· τρέχειν δʼ αὐτοὺς ἔχοντας ἀμπέλου κλάδον κατάκαρπον τὸν καλούμενον ὦσχον. τρέχουσι δʼ ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου μέχρι τοῦ τῆς Σκιράδος Ἀθηνᾶς ἱεροῦ, καὶ ὁ νικήσας λαμβάνει κύλικα τὴν λεγομένην πενταπλόαν, καὶ κωμάζει μετὰ χοροῦ. πενταπλόα δʼ ἡ κύλιξ καλεῖται καθʼ ὅσον οἶνον ἔχει καὶ μέλι καὶ τυρὸν καὶ ἀλφίτων καὶ ἐλαίου βραχύ.
Οὐαλέριος Ἁρποκρατίων ὀσχοφόροι· Ὑπερείδης ἐν τῶι κατὰ Δημέου, εἰ γνήσιος. περὶ τῶν ὀσχοφόρων ἄλλοι τε εἰρήκασιν καὶ Φιλόχορος ἐν τῆι ιβ. ὁ δὲ Ἴστρος ἐν τῆι ιγ περὶ Θησέως λέγων γράφει οὕτως· «ἕνεκα τῆς κοινῆς σωτηρίας νομίσαι τοὺς καλουμένους ὀσχοφόρους καταλέγειν δύο τῶν γένει καὶ πλούτωι προυχόντων. ἡ δὲ ὄσχη κλῆμά ἐστι βότρυς ἐξηρτημένους ἔχον. ταύτην δὲ ὀρεσχάδα ἔνιοι καλοῦσιν».
Πλούταρχος τοὺς δὲ παῖδας εἰς Κρήτην κομιζομένους ὁ μὲν τραγικώτατος μῦθος ἀποφαίνει τὸν Μινώταυρον ἐν τῶι Λαβυρίνθωι διαφθείρειν, ἢ πλανωμένους αὐτοὺς καὶ τυχεῖν ἐξόδου μὴ δυναμένους ἐκεῖ καταθνήσκειν, τὸν δὲ Μινώταυρον, ὥσπερ Εὐριπίδης φησί, σύμμεικτον εἶδος καὶ ἀποφώλιον βρέφος γεγονέναι καὶ ταύρου μεμεῖχθαι καὶ βροτοῦ διπλῆι φύσει. Φιλόχορος δέ φησιν οὐ ταῦτα συγχωρεῖν Κρῆτας, ἀλλὰ λέγειν ὅτι φρουρὰ μὲν ἦν ὁ Λαβύρινθος, οὐθὲν ἔχων κακόν, ἀλλʼ ἢ τὸ μὴ διαφυγεῖν τοὺς φυλαττομένους· ἀγῶνα δʼ ὁ Μίνως ἐπʼ Ἀνδρόγεωι γυμνικὸν ἐποίει, καὶ τοὺς παῖδας ἆθλα τοῖς νικῶσιν ἐδίδου τέως ἐν τῶι Λαβυρίνθωι φυλαττομένους. ἐνίκα δὲ τοὺς προτέρους ἀγῶνας ὁ μέγιστον παρʼ αὐτῶι δυνάμενος τότε καὶ στρατηγῶν ὄνομα Ταῦρος, ἀνὴρ οὐκ ἐπιεικὴς καὶ ἥμερος τὸν τρόπον ἀλλὰ καὶ τοῖς παισὶ τῶν Ἀθηναίων ὑπερηφάνως καὶ χαλεπῶς προσφερόμενος ....... ἐπεὶ δὲ κατέπλευσεν εἰς Κρήτην, ὡς μὲν οἱ πολλοὶ γράφουσι καὶ ἄιδουσι, παρὰ τῆς Ἀριάδνης ἐρασθείσης τὸ λίνον λαβὼν .... ἀπέκτεινε τὸν Μινώταυρον καὶ ἀπέπλευσε τὴν Ἀριάδνην ἀναλαβὼν καὶ τοὺς ἠιθέους. Φερεκύδης δὲ καὶ τὰ ἐδάφη τῶν Κρητικῶν νεῶν φησὶν ἐκκόψαι τὸν Θησέα τὴν δίωξιν ἀφαιρούμενον. Δήμων δὲ καὶ τὸν Ταῦρον ἀναιρεθῆναί φησι τὸν τοῦ Μίνω στρατηγὸν ἐν τῶι λιμένι διαναυμαχοῦντα τοῦ Θησέως ἐκπλέοντος. ὡς δὲ Φιλόχορος ἱστόρηκε, τὸν ἀγῶνα τοῦ Μίνω συντελοῦντος, ἐπίδοξος ὢν ἅπαντας πάλιν νικήσειν ὁ Ταῦρος ἐφθονεῖτο· καὶ γὰρ ἡ δύναμις αὐτοῦ διὰ τὸν τρόπον ἦν ἐπαχθής, καὶ διαβολὴν εἶχεν ὡς τῆι Πασιφάηι πλησιάζων. διὸ καὶ τοῦ Θησέως ἀξιοῦντος ἀγωνίσασθαι συνεχώρησεν ὁ Μίνως. ἔθους δʼ ὄντος ἐν Κρήτηι θεᾶσθαι καὶ τὰς γυναῖκας, Ἀριάδνη παροῦσα πρός τε τὴν ὄψιν ἐξεπλάγη τοῦ Θησέως καὶ τὴν ἄθλησιν ἐθαύμασε πάντων κρατήσαντος· ἡσθεὶς δὲ καὶ ὁ Μίνως μάλιστα τοῦ Ταύρου καταπαλαισθέντος καὶ προπηλακισθέντος, ἀπέδωκε τῶι Θησεῖ τοὺς παῖδας καὶ ἀνῆκε τῆι πόλει τὸν δασμόν.
Εὐσέβιος τὰ περὶ τὸν Μινώταυρον, ὡς μὲν ὁ μῦθος, ὅτι δὴ ἐκ ταύρου τοῦ ζώιου καὶ Πασιφάης μιξόθηρ ἐγένετο καὶ τὸν παρʼ Ἀθηναίων δασμὸν κομιζόμενος ἐθοινᾶτο τοὺς παῖδας, αὐτοὶ δὲ οἱ Κνώσιοι λέγουσιν εἶναι τοῦ Μίνω στρατηγόν, ὃς ὠνομάζετο Ταῦρος, τὴν δὲ φύσιν ὠμὸς καὶ ἀνήμερος ἦν. ἐπεὶ δὲ Μίνως ἀγῶνα ἐπʼ Ἀνδρόγεω ἐτίθει, ὃν ἀπέκτειναν Ἀθηναῖοι, τοὺς Ἀττικοὺς δὲ παῖδας ἔπαθλον ἐδίδου, ἰσχυρὸς ὢν ὁ Ταῦρος πάντων κατεκράτει· ὡς δὲ καὶ τῶι Θησεῖ τοῦ ἀγῶνος μετεδόθη καὶ τὸν Ταῦρον κατεπάλαισε, συνέβη καὶ τοὺς παῖδας διασωθῆναι καὶ τὴν πόλιν ἀφεθῆναι τοῦ δασμοῦ, ὡς Φιλόχορος ἱστόρηκεν ἐν δευτέραι Ἀτθίδος.
Πλούταρχος Ἀιδωνέως δὲ τοῦ Μολοσσοῦ ξενίζοντος Ἡρακλέα, καὶ τῶν περὶ τὸν Θησέα καὶ Πειρίθουν κατὰ τύχην μνησθέντος, ἅ τε πράξοντες ἦλθον καὶ ἃ φωραθέντες ἔπαθον, βαρέως ἤνεγκεν ὁ Ἡρακλῆς τοῦ μὲν ἀπολωλότος ἀδόξως, τοῦ δʼ ἀπολλυμένου· καὶ περὶ Πειρίθου μὲν οὐδὲν ὤιετο ποιήσειν πλέον ἐγκαλῶν, τὸν δὲ Θησέα παρηιτεῖτο, καὶ χάριν ἠξίου ταύτην αὐτῶι δοθῆναι. συγχωρήσαντος δὲ τοῦ Ἀιδωνέως, λυθεὶς ὁ Θησεὺς ἐπανῆλθε μὲν εἰς τὰς Ἀθήνας, οὐδέπω παντάπασι τῶν φίλων αὐτοῦ κεκρατημένων, καὶ ὅσʼ ὑπῆρχε τεμένη πρότερον αὐτῶι τῆς πόλεως ἐξελούσης, ἅπαντα καθιέρωσεν Ἡρακλεῖ, καὶ προσηγόρευσεν ἀντὶ Θησείων Ἡράκλεια πλὴν τεσσάρων, ὡς Φιλόχορος ἱστόρηκεν.
Εὐσέβιος κόρης ἁρπαγὴ Περσεφόνης ὑπὸ Ἀιδωνέως τοῦ Μολοσσῶν βασιλέως, ὃς εἶχε κύνα παμμεγέθη τὸν λεγόμενον Κέρβερον, ὧι τὸν Πειρίθουν ὕστερον διεχρήσατο, παραγενόμενον ἐφʼ ἁρπαγῆι τῆς γυναικὸς ἅμα Θησεῖ. Θησέα δὲ παρατυχὼν Ἡρακλῆς ἐρρύσατο μέλλοντα συνδιαφθείρεσθαι τῶι Πειρίθωι. διὰ δὲ τὸ τοῦ κινδύνου προῦπτον ἐξ Ἅιδου νομίζεται Θησεὺς ἀνεληλυθέναι, ὡς Φιλόχορος ἱστορεῖ ἐν Ἀτθίδος δευτέρωι.
Ἐτυμολογικὸν τὸ Μέγα Ἀρητήσιον· τόπος Ἀθήνησιν οὕτω καλούμενος, ὅτι Θησεὺς μετὰ τὸ ὑποστρέψαι ἐκ τοῦ Ἄιδου ἐκπεσὼν Ἀθηνῶν ἐκεῖσε τὰς κατὰ τῶν ἐχθρῶν ἀρὰς ἐποιήσατο· παρὰ τὰς ἀρὰς οὖν Ἀρητήσιον ὁ τόπος ἐκλήθη. οὕτω Φιλόχορος ἐν τῶι δευτέρωι τῶν Ἀτθίδων.
Μάξιμος ὁ Ὁμολογητής ἐδίκαζον οὖν Ἀρεοπαγῖται περὶ πάντων σχεδὸν τῶν σφαλμάτων καὶ παρανομιῶν, ὡς ἅπαντά φησιν Ἀνδροτίων ἐν πρώτηι καὶ Φιλόχορος ἐν δευτέραι καὶ τρίτηι τῶν Ἀτθίδων.
Μάξιμος ὁ Ὁμολογητής ἐκ γὰρ τῶν ἐννέα καθισταμένων ἀρχόντων Ἀθήνησι τοὺς Ἀρεοπαγίτας ἔδει συνεστάναι δικαστάς, ὥς φησιν Ἀνδροτίων ἐν δευτέραι τῶν Ἀτθίδων ὕστερον δὲ πλειόνων γέγονεν ἡ ἐξ Ἀρείου πάγου βουλή, τουτέστιν ἡ ἐξ ἀνδρῶν περιφανεστέρων πεντήκοντα καὶ ἑνός, πλὴν ἐξ εὐπατριδῶν, ὡς ἔφημεν, καὶ πλούτωι καὶ βίωι σώφρονι διαφερόντων ὡς ἱστορεῖ Φιλόχορος διὰ τῆς τρίτης τῶν αὐτοῦ Ἀτθίδων.
Μιχαὴλ ὁ Σύγκελλος τῶν ἐν Ἀρείωι πάγωι δικαστῶν ἐχρημάτιζε ..., ὧν τὸ τοῦ γένους περίοπτον καὶ μεγαλόδοξον τοῖς τῶν Ἀτθίδων συγγραφεῦσιν Ἀνδροτίωνί τε καὶ Φιλοχόρωι κατὰ πλάτος ἱστόρηται.
Οὐαλέριος Ἁρποκρατίων λίθος· Δημοσθένης ἐν τῶι κατὰ Κόνωνος «τῶν τε παρόντων καθʼ ἕνα ἡμῖν οὑτωσὶ καὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες». ἐοίκασι δʼ Ἀθηναῖοι πρός τινι λίθωι τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης ἐν τῆι Ἀθηναίων πολιτείαι καὶ Φιλόχορος ἐν τῶι γ ὑποσημαίνουσιν.
Οὐαλέριος Ἁρποκρατίων Τρικέφαλος· Ἰσαῖος ἐν τῶι Πρὸς Εὐκλείδην «μικρὸν δʼ ἄνω τοῦ Τρικεφάλου παρὰ τὴν Ἑστίαν ὁδόν». τὸ πλῆρές ἐστιν τοῦ Τρικεφάλου Ἑρμοῦ. τοῦτον δέ φησι Φιλόχορος ἐν γ Εὐκλείδην ἀναθεῖναι Ἀγκυλῆσιν.
Σοῦδα Τρικέφαλος· ὁ Ἑρμῆς, ὥσπερ διδάσκων τὰς ὁδοὺς καὶ ἔχων ὑπογραφήν, ποῦ μὲν αὕτη φέρει ἡ ὁδός, ποῦ δὲ ἐκείνη. ἴσως δὲ πρὸς ἑκάστην ὁδὸν κεφαλὴν εἶχεν. ἔστι δὲ ὁ ἀναθεὶς τὸν Τρικέφαλον Ἑρμῆν, ὡς Φιλόχορός φησι, Προκλείδης Ἱππάρχου ἐραστής.
Ἀθήναιος Φιλόχορος δʼ ἐν γ Ἀτθίδος «Λύσανδρος» φησί «ὁ Σικυώνιος κιθαριστὴς πρῶτος μετέστησε τὴν ψιλοκιθαριστικήν, μακροὺς τοὺς τόνους ἐκτείνας καὶ τὴν φωνὴν εὔογκον ποιήσας, καὶ τὴν ἔναυλον κιθάρισιν, ἧι πρῶτοι οἱ περὶ Ἐπίγονον ἐχρήσαντο. καὶ περιελὼν τὴν συντομίαν τὴν ὑπάρχουσαν ἐν τοῖς ψιλοῖς κιθαρισταῖς, χρώματά τε εὔχροα πρῶτος ἐκιθάρισε καὶ ἰάμβους καὶ μάγαδιν, τὸν καλούμενον συριγμόν, καὶ ὄργανον μετέλαβεν μόνος τῶν πρὸ αὐτοῦ, καὶ τὸ πρᾶγμα αὐξήσας χορὸν περιεστήσατο πρῶτος».
Οὐαλέριος Ἁρποκρατίων Ἀλωπεκή· δῆμος τῆς Ἀντιοχίδος ..... πόθεν δὲ ὠνομάσθησαν Φιλόχορος ἐν γ δηλοῖ.
Οὐαλέριος Ἁρποκρατίων Κεραμεῖς· ..... δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος Κεραμεῖς, ὥς φησι Διόδωρος. φησὶ δὲ Φιλόχορος ἐν γ εἰληφέναι τούτους τοὔνομα ἀπὸ τῆς κεραμικῆς τέχνης καὶ τοῦ θύειν Κεράμωι τινὶ ἥρωι.
Οὐαλέριος Ἁρποκρατίων Κολωνέτας· Ὑπερείδης ἐν τῶι Πρὸς Ἀπελλαῖον περὶ τοῦ θησαυροῦ. τοὺς μισθωτοὺς κολωνέτας ὠνόμαζον, ἐπειδὴ παρὰ τῶι Κολωνῶι εἱστήκεσαν, ὅς ἐστι πλησίον τῆς ἀγορᾶς, ἔνθα τὸ Ἡφαιστεῖον καὶ τὸ Εὐρυσάκειόν ἐστιν· ἐκαλεῖτο δὲ ὁ Κολωνὸς οὗτος ἀγοραῖος. ἦν δὲ καὶ ἕτερος Κολωνὸς πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερόν, ὡς Ὑπερείδης ἐν τῶι Κατʼ Αὐτοκλέους οὗτος δʼ ἂν εἴη ὁ τῶν ἵππων. Φερεκράτης Πετάληι «οὗτος πόθεν ἥκεις; —ἐς Κολωνὸν ἱέμην, οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων» ... περὶ τῶν Κολωνῶν Διόδωρός τε ὁ περιηγητὴς καὶ Φιλόχορος ἐν γ Ἀτθίδος διεξῆλθεν.
Οὐαλέριος Ἁρποκρατίων Μελίτη· ..... δῆμός ἐστι τῆς Κεκροπίδος. κεκλῆσθαι δέ φησι ὁ Φιλόχορος τὸν δῆμον ἐν γ ἀπὸ Μελίτης θυγατρὸς κατὰ μὲν Ἡσίοδον Μύρμηκος, κατὰ δὲ Μουσαῖον Δίου τοῦ Ἀπόλλωνος.
Οὐαλέριος Ἁρποκρατίων Οἴηθεν· .... δῆμος τῆς Πανδιονίδος ἡ Οἴη, ὡς Διόδωρος .... Φιλόχορος δὲ ἐν τῆι γ τὴν Οἴην Κεφάλου μὲν θυγατέρα, Χάροπος δὲ γυναῖκα ἱστορεῖ.
Οὐαλέριος Ἁρποκρατίων Οἶον· ..... δῆμοί εἰσιν ἐν τῆι Ἀττικῆι διττοὶ οὐδετέρως λεγόμενοι, καλοῦνται δὲ Οἶον. κεκλῆσθαι δέ φησιν οὕτω Φιλόχορος ἐν τῆι ιγ διὰ τὸ μηδαμῶς οἰκητὸν τόπον ἔχειν, ἀλλὰ μεμονῶσθαι· τὸ γὰρ μόνον οἶον ἐκάλουν οἱ ἀρχαῖοι. ἔστι δὲ τὸ μὲν Κεραμεικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελεικὸν τῆς Ἱπποθωντίδος, ὡς Διόδωρος. οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου.
Ἀνώνυμον Λεξικὸν Ῥητορικόν τὸ Κανταβριγενσε, Κλαύδιος Κασιλών ὁ γραμματικός ὀστρακισμοῦ τρόπος· Φιλόχορος ἐκτίθεται τὸν ὀστρακισμὸν ἐν τῆι τρίτηι γράφων οὕτω· «ὁ δὲ ὀστρακισμὸς τοιοῦτος· προεχειροτόνει μὲν ὁ δῆμος πρὸ τῆς ὀγδόης πρυτανείας, εἰ δοκεῖ τὸ ὄστρακον εἰσφέρειν. ὅτε δʼ ἐδόκει, ἐφράσσετο σανίσιν ἡ ἀγορά, καὶ κατελείποντο εἴσοδοι δέκα, διʼ ὧν εἰσιόντες κατὰ φυλὰς ἐτίθεσαν τὰ ὄστρακα, στρέφοντες τὴν ἐπιγραφήν· ἐπεστάτουν δὲ οἵ τε ἐννέα ἄρχοντες καὶ ἡ βουλή. διαριθμηθέντων δὲ ὅτωι πλεῖστα γένοιτο καὶ μὴ ἐλάττω ἑξακισχιλίων, τοῦτον ἔδει τὰ δίκαια δόντα καὶ λαβόντα ὑπὲρ τῶν ἰδίων συναλλαγμάτων ἐν δέκα ἡμέραις μεταστῆναι τῆς πόλεως ἔτη δέκα — ὕστερον δὲ ἐγένοντο πέντε —, καρπούμενον τὰ ἑαυτοῦ, μὴ ἐπιβαίνοντα ἐντὸς Γεραιστοῦ τοῦ Εὐβοίας ἀκρωτηρίου». … μόνος δὲ Ὑπέρβολος ἐκ τῶν ἀδόξων ἐξωστρακίσθη διὰ μοχθηρίαν τρόπων, οὐ διʼ ὑποψίαν τυραννίδος· μετὰ τοῦτον δὲ κατελύθη τὸ ἔθος, ἀρξάμενον νομοθετήσαντος Κλεισθένους, ὅτε τοὺς τυράννους κατέλυσεν, ὅπως συνεκβάλοι καὶ τοὺς φίλους αὐτῶν.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς ἀγοραῖος Ἑρμῆς· οὕτως ἐλέγετο, καὶ ἀφίδρυτο Κέβριδος ἄρχοντος, ὡς μαρτυρεῖ Φιλόχορος ἐν γ.
Στέφανος ὁ Βυζάντιος Αἴθαια· πόλις Λακωνικῆς, μία τῶν ρ· Φιλόχορος ἐν Ἀτθίδος γ. τὸ ἐθνικὸν Αἰθαεύς. Θουκυδίδης α.
Στέφανος ὁ Βυζάντιος Θέα· πόλις Λακωνικῆς· Φιλόχορος γ. οἱ πολῖται Θεεῖς, ὡς Θουκυδίδης …
Οὐαλέριος Ἁρποκρατίων θεωρικά· Δημοσθένης Φιλιππικῶι θεωρικὰ ἦν τινὰ ἐν κοινῶι χρήματα ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα. ταῦτα δὲ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο, καὶ ἐκαλεῖτο στρατιωτικά, ὕστερον δὲ κατετίθετο εἴς τε τὰς δημοσίας κατασκευὰς καὶ διανομὰς τῶν πολιτῶν, ὧν πρῶτος ἤρξατο Ἀγύρριος ὁ δημαγωγός. Φιλόχορος δὲ ἐν τῆι γ τῆς Ἀτθίδος φησί «τὸ δὲ θεωρικὸν ἦν τὸ πρῶτον νομισθὲν δραχμὴ τῆς θέας, ὅθεν καὶ τοὔνομα ἔλαβε», καὶ τὰ ἑξῆς.
Ἀριστοφάνους Σχόλια ὁ Ἱερὸς πόλεμος ἐγένετο Ἀθηναίοις πρὸς Βοιωτοὺς βουλομένους ἀφελέσθαι Φωκέων τὸ μαντεῖον. νικήσαντες δὲ Φωκεῦσι πάλιν ἀπέδωκαν, ὡς Φιλόχορος ἐν τῆι δ. δύο δὲ ἱεροὶ πόλεμοι γεγόνασιν, οὗτός τε καὶ ὁπότε Φωκεῦσιν ἐπέθεντο Λακεδαιμόνιοι.
Ἀριστοφάνους Σχόλια ἐν ἐνίοις τῶν ὑπομνημάτων ταῦτα λέγεται ... τοῦ Ἱεροῦ πολέμου μνημονεύει τοῦ γενομένου Ἀθηναίοις πρὸς Φωκέας ὑπὲρ τοῦ ἐν Δελφοῖς ἱεροῦ. ἐσχεδίασται δὲ ὑπʼ αὐτῶν· οὐ γὰρ πρὸς Φωκέας ὑπὲρ τούτου ἐπολέμησαν, ἀλλʼ ὑπὲρ Φωκέων διὰ τὸ πρὸς Λακεδαιμονίους ἔχθος. γεγόνασι δὲ δύο πόλεμοι ἱεροί· πρότερος μὲν Λακεδαιμονίοις πρὸς Φωκεῖς ὑπὲρ Δελφῶν, καὶ κρατήσαντες τοῦ ἱεροῦ Λακεδαιμόνιοι τὴν προμαντείαν παρὰ Δελφῶν ἔλαβον· ὕστερον δὲ τρίτωι ἔτει τοῦ πρώτου πολέμου Ἀθηναίοις πρὸς Λακεδαιμονίους ὑπὲρ Φωκέων. καὶ τὸ ἱερὸν ἀπέδωκαν Φωκεῦσι, καθάπερ καὶ Φιλόχορος ἐν τῆι δ λέγει. καλεῖται δὲ Ἱερός, ὅτι περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ ἐγένετο. ἱστορεῖ περὶ αὐτοῦ καὶ Θουκυδίδης καὶ Ἐρατοσθένης ἐν τῶι θ καὶ Θεόπομπος ἐν τῶι κε.
Φώτιος, Σοῦδα ὀργεῶνες· οἱ τοῖς ἰδίαι ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες· ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν, τουτέστι μυστήρια καὶ νόμιμα· Πλάτων Νόμων δεκάτωι .... Σέλευκος δὲ ἐν τῶι Ὑπομνήματι τῶν Σόλωνος ἀξόνων ὀργεῶνάς φησι καλεῖσθαι τοὺς συνόδους ἔχοντας περί τινας ἥρωας ἢ θεούς· ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱερέας οὕτω καλοῦσιν· ὁ γοῦν Ἀντίμαχος ἐν τῆι Λύδηι ... καὶ ὁ Αἰσχύλος ἐν Μυσοῖς ... περὶ τῶν ὀργεώνων γέγραφεν καὶ Φιλόχορος· «τοὺς δὲ φράτορας ἐπάναγκες δέχεσθαι καὶ τοὺς ὀργεῶνας καὶ τοὺς ὁμογάλακτας, οὓς γεννήτας καλοῦμεν».
Οὐαλέριος Ἁρποκρατίων, Σοῦδα οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες· διηιρημένων γὰρ ἁπάντων τῶν πολιτῶν κατὰ μέρη, τὰ μὲν πρῶτα καὶ μέγιστα μέρη ἐκαλοῦντο φυλαί, ἑκάστη δὲ φυλὴ τριχῆι διήιρητο καὶ ἐκαλεῖτο ἕκαστον μέρος τούτων τριττὺς καὶ φατρία. πάλιν δὲ τῶν φατριῶν ἑκάστη διήιρητο εἰς γένη λ, ἐξ ὧν αἱ ἱεροσύναι αἱ ἑκάστοις προσήκουσαι ἐκληροῦντο. ἔστι δὲ παρὰ πολλοῖς τῶν ῥητόρων τοὔνομα, ὡς καὶ Δημοσθένης ἐν τῆι Πρὸς Εὐβουλίδην ἐφέσει. Ἰσαῖος ἐν τῶι Περὶ τοῦ Ἀπολλοδώρου κλήρου τοὺς συγγενεῖς γεννήτας ὠνόμασεν. οὐχ οἱ συγγενεῖς μέντοι ἁπλῶς καὶ οἱ ἐξ αἵματος γεννῆταί τε καὶ ἐκ τοῦ αὐτοῦ γένους ἐκαλοῦντο, ἀλλʼ οἱ ἐξ ἀρχῆς εἰς τὰ καλούμενα λ γένη κατανεμηθέντες. Φιλόχορος δʼ ἐν τῆι δ Ἀτθίδος φησὶ πρότερον ὁμογάλακτας ὀνομάζεσθαι οὓς νῦν γεννήτας καλοῦσιν.
Οὐαλέριος Ἁρποκρατίων προπύλαια ταῦτα· .... περὶ δὲ τῶν προπυλαίων τῆς ἀκροπόλεως, ὡς ἐπὶ Εὐθυμένους ἄρχοντος οἰκοδομεῖν ἤρξαντο Ἀθηναῖοι, Μνησικλέους ἀρχιτεκτονοῦντος, ἄλλοι τε ἱστορήκασιν καὶ Φιλόχορος ἐν τῆι δ. Ἡλιόδωρος δʼ ἐν α Περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως μεθʼ ἕτερα καὶ ταῦτά φησιν· «ἐν ἔτεσι μὲν ε παντελῶς ἐξεποιήθη, τάλαντα δʼ ἀνηλώθη δισχίλια ιβ πέντε δὲ πύλας ἐποίησαν, διʼ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασιν».
Οὐαλέριος Ἁρποκρατίων Λύκειον· Δημοσθένης ἐν τῶι Κατὰ Τιμοκράτους. ἓν τῶν παρʼ Ἀθηναίοις γυμνασίων ἐστὶ τὸ Λύκειον, ὃ Θεόπομπος μὲν ἐν τῆι κα Πεισίστρατον ποιῆσαι, Φιλόχορος δὲ ἐν τῆι δ Περικλέους φησὶν ἐπιστατοῦντος αὐτὸ γενέσθαι.
Οὐαλέριος Ἁρποκρατίων στρατεία ἐν τοῖς ἐπωνύμοις· Αἰσχίνης ἐν τῶι Περὶ τῆς πρεσβείας. τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείαι λέγων «εἰσὶ γὰρ ἐπώνυμοι ι μὲν οἱ τῶν φυλῶν, β δὲ καὶ μ τῶν ἡλικιῶν. οἱ δʼ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τε ἄρχων, ἐφʼ οὗ ἐνεγράφησαν, καὶ ὁ ἐπώνυμος ὁ τῶι προτέρωι ἔτει δεδιαιτηκώς· νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται». καὶ μετʼ ὀλίγα «χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι, προγράφουσιν ἀπὸ τίνος ἄρχοντος καὶ ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι». διείλεκται περὶ τούτων καὶ Φιλόχορος ἐν δ τῆς Ἀτθίδος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς ἱππῆς· Ἱππεῦσιν «ἀλλʼ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι». σύστημα πολεμικῶν ἀνδρῶν χιλίων ἵππους τρεφόντων. Φιλόχορος δὲ ἐν τετάρτωι εἴρηκε, πότε κατεστάθησαν χίλιοι· διάφορα γὰρ ἦν ἱππέων πλήθη κατὰ χρόνον Ἀθηναίοις.
Οὐαλέριος Ἁρποκρατίων πρὸς τῆι πυλίδι Ἑρμῆς· Δημοσθένης ἐν τῶι Κατʼ Εὐέργου. Φιλόχορος ἐν τῆι ε «Ἀθηναίων» φησίν «ἀρξαμένων τειχίζειν τὸν Πειραιᾶ, οἱ θ ἄρχοντες τοῦτον ἀναθέντες ἐπέγραψαν· Ἀρξάμενοι πρῶτοι τειχίζειν οἵδʼ ἀνέθηκαν βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι».
Οὐαλέριος Ἁρποκρατίων Ἑρμῆς ὁ πρὸς τῆι πυλίδι· .... Φιλόχορος ἐν ε Ἀτθίδος φησὶν ὡς οἱ ἐννέα ἄρχοντες ταῖς φυλαῖς ἀνέθεσαν Ἑρμῆν παρὰ τὸν πυλῶνα τὸν ἀστικόν.
Οὐαλέριος Ἁρποκρατίων συμμορία· Δημοσθένης Κατʼ Ἀφόβου α. οὐχ ἅπαν τὸ πλῆθος, ὥσπερ παρʼ ἡμῖν, διήιρητο εἰς τὰς συμμορίας Ἀθήνησιν ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τῆι πόλει δυνάμενοι ... διηιρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὥς φησι Φιλόχορος ἐν τῆι ε Ἀτθίδος.
ὅτι δὲ ἀπέστη Κότυος Φιλόχορος δεδήλωκεν ἐν τῆι ε τῆς Ἀτθίδος.
Οὐαλέριος Ἁρποκρατίων Στρύμη· Δημοσθένης ἐν τῶι περὶ τοῦ τριηραρχήματος .... ἐστὶ δὲ ἐμπόριον Θασίων. μνημονεύει τῶν Θασίων πρὸς Μαρωνείτας περὶ τῆς Στρύμης ἀμφισβητήσεως Φιλόχορος ἐν ε, Ἀρχίλοχον ἐπαγόμενος μάρτυρα.
Οὐαλέριος Ἁρποκρατίων Δάτος· πόλις ἐστὶ Θράικης σφόδρα εὐδαίμων· ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία «Δάτος ἀγαθῶν». δεδηλώκασι δὲ περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας, ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως λέγοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῆι δ· ἅπαξ δʼ ἀρσενικῶς τὸν Δάτον Θεόπομπος γ Φιλιππικῶν. μετωνομάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν Φίλιπποι, Φιλίππου τοῦ Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορος τέ φησιν καὶ Φιλόχορος ἐν τῆι ε.
Οὐαλέριος Ἁρποκρατίων χίλιοι διακόσιοι· Ἰσαῖος ἐν τῶι Πρὸς Ἰσχόμαχον ... οἱ πλουσιώτατοι Ἀθηναίων χίλιοι καὶ διακόσιοι ἦσαν, οἳ καὶ ἐλειτούργουν· μνημονεύουσι δʼ αὐτῶν καὶ ἄλλοι ῥήτορες καὶ Φιλόχορος ἐν τῆι ϛ.
Οὐαλέριος Ἁρποκρατίων ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς· Δημοσθένης ἐν τῶι Περὶ τῶν συμμοριῶν φησὶν οὕτως· «ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκούσεται». ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῆι πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς, καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησίν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ἕκτηι Ἀτθίδος.
Οὐαλέριος Ἁρποκρατίων ἱερὰ τριήρης· Δημοσθένης ἐν δ Φιλιππικῶν «καὶ τὴν ἱερὰν ἀπὸ τῆς χώρας ὤιχετο ἔχων τριήρη». λέγοι δʼ ἂν τὴν Πάραλον, ὡς συνιδεῖν ἐστι ἔκ τε τῆς Φιλοχόρου καὶ ἐκ τῆς Ἀνδροτίωνος ὁμοίως ϛ.
Ἀνώνυμον Λεξικὸν Ῥητορικόν τὸ Κανταβριγενσε Πάραλος καὶ Σαλαμινία· ταύτας τὰς τριήεις εἶχον διὰ παντὸς πρὸς τὰς ἐπειγούσας ὑπηρεσίας, ἐφʼ αἷς καὶ ταμίαι τινὲς ἐχειροτονοῦντο. ἐχρῶντο δὲ αὐταῖς, εἰ δέοι στρατηγὸν μεταπέμψασθαι κριθησόμενον, ὥσπερ Ἀλκιβιάδην. ἡ δὲ Πάραλος καὶ ἀπό τινος ἥρωος ἐπιχωρίου ἐκλήθη. τῆς μὲν Παράλου καὶ Σαλαμινίας ἐν τρίτηι μνημονεύει Θουκυδίδης καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν. Ἀριστοτέλης δὲ Ἀμμωνιάδα καὶ Πάραλον οἶδε, καὶ Δείναρχος ἐν τῶι Κατὰ Τιμοκράτους· Φιλόχορος δὲ ἐν τῆι ϛ τέτταρας αὐτὰς οἶδε, πρώτας μὲν δύο Ἀμμωνιάδα καὶ Πάραλον, προσγενομένας δὲ Δημητριάδα καὶ Ἀντιγονίδα.
Διονύσιος ὁ Ἁλικαρνασσεύς οὗτος δʼ ἐπὶ Καλλιμάχου γέγονεν ἄρχοντος, ὡς δηλοῖ Φιλόχορος ἐν ἕκτηι βύβλωι τῆς Ἀτθίδος κατὰ λέξιν οὕτω γράφων· «Καλλίμαχος Περγασῆθεν· ἐπὶ τούτου Ὀλυνθίοις πολεμουμένοις ὑπὸ Φιλίππου καὶ πρέσβεις Ἀθήναζε πέμψασιν οἱ Ἀθηναῖοι συμμαχίαν τε ἐποιήσαντο … καὶ βοήθειαν ἔπεμψαν πελταστὰς δισχιλίους, τριήρεις δὲ τριάκοντα τὰς μετὰ Χάρητος καὶ ἃς συνεπλήρωσαν ὀκτώ».
ἔπειτα διεξελθὼν ὀλίγα τὰ μεταξὺ γενόμενα τίθησι ταυτί· «περὶ δὲ τὸν αὐτὸν χρόνον Χαλκιδέων τῶν ἐπὶ Θράικης θλιβομένων τῶι πολέμωι καὶ πρεσβευσαμένων Ἀθήναζε, Χαρίδημον αὐτοῖς ἔπεμψαν οἱ Ἀθηναῖοι τὸν ἐν Ἑλλησπόντωι στρατηγόν, ὃς ἔχων ὀκτωκαίδεκα τριήρεις καὶ πελταστὰς τετρακισχιλίους, ἱππεῖς δὲ πεντήκοντα καὶ ἑκατόν, ἦλθεν εἴς τε τὴν Παλλήνην καὶ τὴν Βοττιαίαν μετʼ Ὀλυνθίων, καὶ τὴν χώραν ἐπόρθησεν»
ἔπειθʼ ὑπὲρ τῆς τρίτης βοηθείας λέγει ταυτί· «πάλιν δὲ τῶν Ὀλυνθίων πρέσβεις ἀποστειλάντων εἰς τὰς Ἀθήνας καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς καταπολεμηθέντας, ἀλλὰ πρὸς ταῖς ὑπαρχούσαις δυνάμεσι πέμψαι βοήθειαν μὴ ξενικὴν ἀλλʼ αὐτῶν Ἀθηναίων, ἔπεμψεν αὐτοῖς ὁ δῆμος τριήρεις μὲν ἑτέρας ἑπτακαίδεκα καὶ τῶν πολιτῶν ὁπλίτας δισχιλίους καὶ ἱππεῖς τριακοσίους ἐν ναυσὶν ἱππηγοῖς, στρατηγὸν δὲ Χάρητα τοῦ στόλου παντός».
Οὐαλέριος Ἁρποκρατίων διαψήφισις· ..... ἐντελέστατα δὲ διείλεκται περὶ τῶν διαψηφίσεων, ὡς γεγόνασιν ἐπὶ Ἀρχίου ἄρχοντος, Ἀνδροτίων ἐν τῆι Ἀτθίδι καὶ Φιλόχορος ἐν ϛ τῆς Ἀτθίδος.
Διονύσιος ὁ Ἁλικαρνασσεύς ὁ δὲ χρόνος οὗτος, ἐν ὧι Φίλιππος ἠξίου Θηβαίους ἐπὶ τὴν Ἀττικὴν αὑτῶι δοῦναι δίοδον, ὑπομιμνήσκων τῆς ἐν τῶι πρὸς Φωκεῖς πολέμωι γενομένης βοηθείας, ἐκ τῆς κοινῆς γίγνεται φανερὸς ἱστορίας. εἶχε γὰρ οὕτως· μετὰ τὴν Ὀλυνθίων ἅλωσιν, ἄρχοντος Θεμιστοκλέους, συνθῆκαι Φιλίππωι πρὸς Ἀθηναίους ἐγένοντο περὶ φιλίας καὶ συμμαχίας. αὗται διέμειναν ἑπταετῆ χρόνον ἄχρι Νικομάχου. ἐπὶ δὲ Θεοφράστου τοῦ μετὰ Νικόμαχον ἄρξαντος ἐλύθησαν, Ἀθηναίων μὲν Φίλιππον αἰτιωμένων ἄρχειν τοῦ πολέμου, Φιλίππου δὲ Ἀθηναίοις ἐγκαλοῦντος.
τὰς δʼ αἰτίας, διʼ ἃς εἰς τὸν πόλεμον κατέστησαν ἀδικεῖσθαι λέγοντες ἀμφότεροι, καὶ τὸν χρόνον, ἐν ὧι τὴν εἰρήνην ἔλυσαν, ἀκριβῶς δηλοῖ Φιλόχορος ἐν τῆι ἕκτηι τῆς Ἀτθίδος βύβλωι. θήσω δʼ ἐξ αὐτῆς τὰ ἀναγκαιότατα.
«Θεόφραστος Ἁλαιεύς· ἐπὶ τούτου Φίλιππος τὸ μὲν πρῶτον ἀναπλεύσας Περίνθωι προσέβαλεν, ἀποτυχὼν δὲ ἐντεῦθεν Βυζάντιον ἐπολιόρκει καὶ μηχανήματα προσῆγεν».
ἔπειτα διεξελθὼν ὅσα τοῖς Ἀθηναίοις ὁ Φίλιππος ἐνεκάλει διὰ τῆς ἐπιστολῆς, ταῦτα πάλιν κατὰ λέξιν ἐπιτίθησιν· «ὁ δὲ δῆμος ἀκούσας τῆς ἐπιστολῆς, Δημοσθένους παρακαλέσαντος αὐτὸν πρὸς τὸν πόλεμον καὶ ψήφισμα γράψαντος, ἐχειροτόνησε τὴν μὲν στήλην καθελεῖν τὴν περὶ τῆς πρὸς Φίλιππον εἰρήνης καὶ συμμαχίας σταθεῖσαν, ναῦς δὲ πληροῦν καὶ τὰ ἄλλα ἐνεργεῖν τὰ τοῦ πολέμου».
Δίδυμος ὁ Χαλκέντερος ὅτι μὲν οὖν ἐπὶ Θεοφράστου τοῦ μετὰ Νικόμαχον ἄρξαντος αἱ στῆλαι καθηιρέθησαν, ἀρκέσει Φιλόχορος ἐκφανῶς διὰ τῆς ἕκτης γράφων οὑτωσί· «ὁ δὲ δῆμος—πολέμου».
ταῦτα γράψας κατὰ Θεόφραστον ἄρχοντα γεγονέναι, τῶι μετʼ ἐκεῖνον ἐνιαυτῶι τὰ πραχθέντα μετὰ τὴν λύσιν τῆς εἰρήνης ἐπὶ Λυσιμαχίδου ἄρχοντος διεξέρχεται. θήσω δὲ καὶ τούτων τὰ ἀναγκαιότατα· «Λυσιμαχίδης Ἀχαρνεύς· ἐπὶ τούτου τὰ μὲν ἔργα τὰ περὶ τοὺς νεωσοίκους καὶ τὴν σκευοθήκην ἀνεβάλοντο διὰ τὸν πόλεμον τὸν πρὸς Φίλιππον, τὰ δὲ χρήματα ἐψηφίσαντο πάντʼ εἶναι στρατιωτικά, Δημοσθένους γράψαντος. Φιλίππου δὲ καταλαβόντος Ἐλάτειαν καὶ Κυτίνιον καὶ πρέσβεις πέμψαντος … εἰς Θήβας Θετταλῶν, Αἰνιάνων, Αἰτωλῶν, Δολόπων, Φθιωτῶν, Ἀθηναίων δὲ κατὰ τὸν αὐτὸν χρόνον πρέσβεις ἀποστειλάντων τοὺς περὶ Δημοσθένη, τούτοις συμμαχεῖν ἐψηφίσαντο».
Δίδυμος ὁ Χαλκέντερος καὶ Φιλόχορος δʼ ὅτι Λοκροῖς Φίλιππος αὐτὴν ἐκέλευσε παρὰ Θηβαίων ἀποδοθῆναι διὰ τῆς ἕκτης φησί τὸν τρόπον τοῦτον· «Φιλίππου δὲ καταλαβόντος Ἐλάτειαν καὶ Κυτίνιον καὶ πρέσβεις πέμψαντος … εἰς Θήβας Θετταλῶν, Αἰνιάνων, Αἰτωλῶν, Δολόπων, Φθιωτῶν καὶ ἀξιοῦντος … Νίκαιαν Λοκροῖς παραδιδόναι κατὰ τὸ δόγμα τὸ τῶν Ἀμφικτυόνων, ἣν ὑπὸ Φιλίππου φρουρουμένην, ὅτʼ ἐκεῖνος ἐν Σκύθαις ἦν, ἐκβαλόντες τοὺς φρουροὺς αὐτοὶ κατεῖχον οἱ Θηβαῖοι, τούτοις μὲν ἀπεκρίναντο πρεσβείαν ὑπὲρ ἁπάντων πρὸς Φίλιππον διαλεξομένην πέμψειν».
Ἀριστοφάνους Σχόλια Χύτροι ἑορτὴ παρʼ Ἀθηναίοις .... ἤγοντο δὲ ἀγῶνες αὐτόθι οἱ Χύτρινοι καλούμενοι, καθά φησι Φιλόχορος ἐν τῆι ἕκτηι τῶν Ἀτθίδων.
Οὐαλέριος Ἁρποκρατίων κατατομή· Ὑπερείδης ἐν τῶι Κατὰ Δημοσθένους «καὶ καθήμενος κάτω ὑπὸ τῆι κατατομῆι». Φιλόχορος δὲ ἐν ϛ οὕτως· «Αἰσχραῖος Ἀναγυράσιος ἀνέθηκε τὸν ὑπὲρ τοῦ θεάτρου τρίποδα καταργυρώσας, νενικηκὼς τῶι πρότερον ἔτει χορηγῶν παισί, καὶ ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν τῆς πέτρας».
Φιλόδημος δε … λλοις … ατ … λανε … πιαν … προ … το … ς ἴσα. τοιαῦτα γεγραφότος Δικαιάρχου Φιλόχορος ἐν τῶι τῆς Ἀτθίδος ἕκτωι παρέπιπτεν ἐπὶ τὸ … αυταν … α … παραξύων … ν ταμη λαμβάνων … ——— … ονε … τωιπ … ι καὶ ἀνέθεσαν εἰκόνα Ἰσοκράτους τ … ὑπόβαθρον ἐφʼ ὧι ἐπιγέγραπται· Βούτης ἐπόησε … κω … ύς. ἐπιγέγραπται δʼ ὀνόματα συχνὰ … αι … ατο … αν————
Οὐαλέριος Ἁρποκρατίων Θεωρίς· Δημοσθένης ἐν τῶι Κατʼ Ἀριστογείτονος, εἰ γνήσιος. μάντις ἦν ἡ Θεωρίς, καὶ ἀσεβείας κριθεῖσα ἀπέθανεν, ὡς καὶ Φιλόχορος ἐν ϛ γράφει.
Ἀριστοφάνους Σχόλια Χλόης Δήμητρος ἱερὸν ἐν ἀκροπόλει, ἐν ὧι οἱ Ἀθηναῖοι θύουσι μηνὸς Θαργηλιῶνος, ὡς Φιλόχορός φησιν ἐν ϛ.
Οὐαλέριος Ἁρποκρατίων Φυλή· Ἰσοκράτης ἐν τῶι Περὶ τῆς εἰρήνης. Φυλὴ δῆμός ἐστι φυλῆς τῆς Οἰνηίδος. Μένανδρος Δυσκόλωι «τῆς Ἀττικῆς νομίζετʼ εἶναι τὸν τόπον Φυλὴν ....». Φιλόχορος δʼ ἐν ζ Ἀτθίδος φρούριον αὐτό φησιν εἶναι.
Οὐαλέριος Ἁρποκρατίων ἀποστολεῖς· οἱ ἐπὶ τῆς ἐκπομπῆς τῶν τριήρων ἀποδεδειγμένοι· Δημοσθένης Ὑπὲρ Κτησιφῶντος καὶ Φιλόχορος ἐν ζ. ἀπόστολοι δʼ εἰσὶν αἱ τῶν νεῶν ἐκπομπαί· ὁ αὐτὸς ῥήτωρ ἐν α Φιλιππικῶν.
Οὐαλέριος Ἁρποκρατίων νομοφύλακες· ἀρχή τις παρʼ Ἀθηναίοις οὕτως ἐκαλεῖτο, διαφέρουσα τῶν θεσμοθετῶν· Δείναρχος Καθʼ Ἱμεραίου καὶ ἐν τῶι Κατὰ Πυθέου. Φιλόχορος δὲ ἐν ζ ἄλλα τέ τινα διεξῆλθε περὶ αὐτῶν, καὶ ὅτι οὗτοι τὰς ἀρχὰς ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι.
Ἀνώνυμον Λεξικὸν Ῥητορικόν τὸ Κανταβριγενσε νομοφύλακες· ἕτεροί εἰσι τῶν θεσμοθετῶν, ὡς Φιλόχορος ἐν τῆι ζ. οἱ μὲν γὰρ ἄρχοντες ἀνέβαινον εἰς Ἄρειον πάγον ἐστεφανωμένοι, οἱ δὲ νομοφύλακες στρόφια λευκὰ ἔχοντες καὶ ἐν ταῖς θέαις ἐναντίον τῶν ἐννέα ἀρχόντων ἐκαθέζοντο, καὶ τὴν πομπὴν ἔπεμπον τῆι Παλλάδι. τὰς δὲ ἀρχὰς ἠνάγκαζον τοῖς νόμοις χρῆσθαι, καὶ ἐν τῆι ἐκκλησίαι καὶ ἐν τῆι βουλῆι μετὰ τῶν προέδρων ἐκάθηντο, κωλύοντες τὰ ἀσύμφορα τῆι πόλει πράττειν. ἑπτὰ δὲ ἦσαν καὶ κατέστησαν, ὡς Φιλόχορος, ὅτε Ἐφιάλτης μόνα κατέλιπε τῆι ἐξ Ἀρείου πάγου βουλῆι τὰ ὑπὲρ τοῦ σώματος.
Φώτιος, Σοῦδα οἱ νομοφύλακες τίνες· ἔδοξέ τισι τοὺς αὐτοὺς εἶναι τοῖς θεσμοθέταις. ἀλλʼ οὐκ ἔστιν οὕτως. οἱ μὲν γὰρ θεσμοθέται κατὰ τὰ πάτρια ἐστεφανωμένοι ἐπὶ τὸν Ἄρειον πάγον ἀνέβαινον, οἱ δὲ νομοφύλακες στροφίοις λευκοῖς ἐχρῶντο, καὶ ἐν ταῖς θέαις ἐπὶ θρόνων ἐκάθηντο καταντικρὺ τῶν ἐννέα ἀρχόντων, καὶ τῆι Παλλάδι τὴν πομπὴν ἐκόσμουν, ὅτε κομίζοιτο τὸ ξόανον ἐπὶ τὴν θάλασσαν. ἠνάγκαζον δὲ καὶ τὰς ἀρχὰς χρῆσθαι τοῖς νόμοις, καὶ ἐν ταῖς ἐκκλησίαις ἐκάθηντο μετὰ τῶν προέδρων, κωλύοντες ψηφίζειν, εἴ τι παράνομον αὐτοῖς εἶναι δόξειεν ἢ ἀσύμφορον τῆι πόλει.
Ἀθήναιος καὶ Φιλόχορος δʼ ἐν ἑβδόμηι Ἀτθίδος «οἱ γυναικονόμοι» φησί «μετὰ τῶν Ἀρεοπαγιτῶν ἐσκόπουν τὰς ἐν ταῖς οἰκίαις συνόδους ἔν τε τοῖς γάμοις καὶ ταῖς ἄλλαις θυσίαις».
Διονύσιος ὁ Ἁλικαρνασσεύς οὗτος μὲν ὁ βίος τἀνδρός ἀποδείκνυται δʼ ἕκαστον αὐτῶν ἔκ τε τῶν ἱστοριῶν τῶν Φιλοχόρου καὶ ἐξ ὧν αὐτὸς περὶ αὐτοῦ ξυνέγραψεν ἐν τῶι λόγωι τῶι Κατὰ Προξένου, ὃς εἴρηται μὲν μετὰ τὴν φυγήν ..... ταῦτα μὲν αὐτὸς ὁ Δείναρχος περὶ ἑαυτοῦ, Φιλόχορος δὲ ἐν ταῖς Ἀττικαῖς ἱστορίαις περί τε τῆς φυγῆς τῶν καταλυσάντων τὸν δῆμον καὶ περὶ τῆς καθόδου πάλιν οὕτως λέγει· «τοῦ γὰρ Ἀναξικράτους ἄρχοντος εὐθὺ μὲν ἡ τῶν Μεγαρέων πόλις ἑάλω, ὁ δὲ Δημήτριος κατελθὼν ἐκ τῶν Μεγάρων κατεσκευάζετο τὰ πρὸς τὴν Μουνυχίαν, καὶ τὰ τείχη κατασκάψας ἀπέδωκε τῶι δήμωι. ὕστερον δὲ εἰσηγγέλθησαν πολλοὶ τῶν πολιτῶν, ἐν οἷς καὶ Δημήτριος ὁ Φαληρεύς· τῶν δʼ εἰσαγγελθέντων οὓς μὲν οὐχ ὑπομείναντες τὴν κρίσιν ἐθανάτωσαν τῆι ψήφωι, οὓς δʼ ὑπακούσαντας ἀπέλυσαν». ταῦτα μὲν οὖν τῆς ὀγδόης.
Διονύσιος ὁ Ἁλικαρνασσεύς ἐν δὲ τῆι ἐνάτηι φησί· «τοῦ δʼ ἐνιαυτοῦ τούτου διελθόντος, ἑτέρου δʼ εἰσιόντος, ἐν ἀκροπόλει σημεῖον ἐγένετο τοιοῦτον· κύων εἰς τὸν τῆς Πολιάδος νεὼν εἰσελθοῦσα καὶ δῦσα εἰς τὸ Πανδρόσειον, ἐπὶ τὸν βωμὸν ἀναβᾶσα τοῦ Ἑρκείου Διὸς τὸν ὑπὸ τῆι ἐλαίαι κατέκειτο. πάτριον δʼ ἐστὶ τοῖς Ἀθηναίοις κύνα μὴ ἀναβαίνειν εἰς ἀκρόπολιν. περὶ τὸν αὐτὸν δὲ χρόνον καὶ ἐν τῶι οὐρανῶι μεθʼ ἡμέραν, ἡλίου τʼ ἐξέχοντος καὶ οὔσης αἰθρίας, ἀστὴρ ἐπί τινα χρόνον ἐγένετο ἐκφανής. ἡμεῖς δʼ ἐρωτηθέντες ὑπέρ τε τοῦ σημείου καὶ τοῦ φαντάσματος εἰς ὃ φέρει, φυγάδων κάθοδον ἔφαμεν προσημαίνειν ἀμφότερα, καὶ ταύτην οὐκ ἐκ μεταβολῆς πραγμάτων ἐσομένην ἀλλʼ ἐν τῆι καθεστώσηι πολιτείαι· καὶ τὴν κρίσιν ἐπιτελεσθῆναι συνέβη».
Ἀθήναιος λέγονται δὲ Ἀθήνησι καὶ ἱεροί τινες αὐλῶνες, ὧν μέμνηται Φιλόχορος ἐν τῆι ἐνάτηι.
Οὐαλέριος Ἁρποκρατίων ἐπωπτευκότων· Ὑπερείδης ἐν τῶι Ὑπὲρ Φρύνης. οἱ μυηθέντες ἐν Ἐλευσῖνι ἐν τῆι δευτέραι μυήσει ἐποπτεύειν λέγονται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δημοσθένους λόγου καὶ ἐκ τῆς δεκάτης Φιλοχόρου.
Οὐαλέριος Ἁρποκρατίων Ὑπερείδης ἐν τῶι Ὑπὲρ Φρύνης ὁ μὴ ἐποπτεύσας. τί δὲ τὸ ἐποπτεῦσαι, δηλοῖ Φιλόχορος ἐν τῆι ι·
«τὰ ἱερὰ οὗτος ἀδικεῖ πάντα τά τε μυστικὰ καὶ τὰ ἐποπτικά», καὶ πάλιν
«Δημητρίωι μὲν οὖν ἴδιόν τι ἐγένετο παρὰ τοὺς ἄλλους τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦσαι, καὶ τοὺς χρόνους τῆς τελετῆς τοὺς πατρίους μετακινηθῆναι».
Οὐαλέριος Ἁρποκρατίων ἅμιπποι· Ἰσαῖος Τεμενικῶι οἱ σὺν ἵπποις στρατευόμενοι. ἔνιοι δέ φασιν ὅτι ζεύγνυνταί τινες πρὸς ἀλλήλους ἵπποι κέλητες, ὁ δʼ ἐλαύνων αὐτοὺς τὸν ἕτερον μὲν παρέλκεται, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχεῖται· οὗτοι ἅμιπποι λέγονται. τοῦτʼ ἔστι τὸ παρʼ Ὁμήρωι «θρώισκων ἄλλοτʼ ἐπʼ ἄλλον». πεζοὶ δʼ εἰσὶν οἱ ἅμιπποι, ὡς δῆλόν ἐστιν ἐκ τῶν Θουκυδίδου καὶ Ξενοφῶντος ἐν τῆι ζ τῶν Ἑλληνικῶν. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσιν τεταγμένοι· Φιλόχορος γοῦν ἐν τῆι ιϛ φησί «καὶ προδρόμους».
Οὐαλέριος Ἁρποκρατίων Ἠετιώνεια· Ἀντιφῶν ἐν τῶι Περὶ τῆς μεταστάσεως. οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ τοῦ κατακτησαμένου τὴν γῆν Ἠετίωνος, ὥς φησι Φιλόχορος ἐν τῆι Πρὸς Δήμωνα ἀντιγραφῆι. μνημονεύει δὲ τῆς Ἠετιωνείας καὶ Θουκυδίδης ἐν η.
Ἀθήναιος διὸ καὶ ἐν τῶι τοῦ βασιλέως νόμωι γέγραπται ταυτί «ἐπιμελεῖσθαι δὲ τὸν βασιλεύοντα τῶν τε ἀρχόντων, ὅπως ἂν καθιστῶνται, καὶ τοὺς παρασίτους ἐκ τῶν δήμων αἱρῶνται κατὰ τὰ γεγραμμένα. τοὺς δὲ παρασίτους ἐκ τῆς βουκολίας ἐκλέγειν ἐκ τοῦ μέρους τοῦ ἑαυτῶν ἕκαστον, ἑκτέα κριθῶν δαίνυσθαί τε τοὺς ὄντας Ἀθηναίων ἐν τῶι ἱερῶι κατὰ τὰ πάτρια. τὸν δʼ ἑκτέα παρέχειν εἰς τὰ ἀρχεῖα τῶι Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους ἀπὸ τῆς ἐκλογῆς τῶν κριθῶν». ὅτι δὲ καὶ ἀρχεῖον ἦν αὐτῶν, ἐν τῶι αὐτῶι νόμωι τάδε γέγραπται· «εἰς τὴν ἐπισκευὴν τοῦ νεὼ τοῦ ἀρχείου καὶ τοῦ παρασιτίου καὶ τῆς οἰκίας τῆς ἱερᾶς διδόναι τὸ ἀργύριον ὁπόσου ἂν οἱ τῶν ἱερῶν ἐπισκευασταὶ μισθώσωσιν». ἐκ τούτου δῆλόν ἐστιν, ὅτι ἐν ὧι τὰς ἀπαρχὰς ἐτίθεσαν τοῦ ἱεροῦ σίτου οἱ παράσιτοι, τοῦτο παρασίτιον προσηγορεύετο. ταὐτὰ ἱστορεῖ καὶ Φιλόχορος ἐν τῆι ἐπιγραφομένηι Τετραπόλει, μνημονεύων τῶν καταλεγομένων τῶι Ἡρακλεῖ παρασίτων, καὶ Διόδωρος ὁ Σινωπεὺς κωμωιδιοποιὸς ἐν Ἐπικλήρωι, οὗ τὸ μαρτύριον ὀλίγον ὕστερον παραθήσομαι.
Φώτιος, Σοῦδα Τιτανίδα γῆν· οἱ μὲν τὴν πᾶσαν, οἱ δὲ τὴν Ἀττικὴν ἀπὸ Τιτηνίου ἑνὸς τῶν Τιτάνων ἀρχαιοτέρου, οἰκήσαντος περὶ Μαραθῶνα, ὃς μόνος οὐκ ἐστράτευσεν ἐπὶ τοὺς θεούς, ὡς Φιλόχορος ἐν Τετραπόλει, Ἴστρος δὲ ἐν α Ἀττικῶν … Τιτᾶνας βοᾶν· ἐβοήθουν γὰρ τοῖς ἀνθρώποις ἐπακούοντες, ὡς Νίκανδρος ἐν α Αἰτωλικῶν.
ἢ πρὸς Πυθίαις ... ἀκταῖς λέγοι δʼ ἂν Πυθίας ἀκτὰς τὸν τοῦ Πυθίου Ἀπόλλωνος βωμὸν τὸν ἐν τῶι Μαραθῶνι ὅθεν καὶ τὴν θεωρίαν ἔπεμπον. ἱστορεῖ δὲ περὶ τούτων Φιλόχορος ἐν τῆι Τετραπόλει γράφων οὕτως· «ὅταν δὲ σημεῖα γένηται τὰ παραδεδομένα ἐν τοῖς ἱεροῖς τότε ἀποστέλλουσι τὴν θεωρίαν οἱ ἐκ τοῦ γένους, ὁποτέρα ἂν καθήκηι αὐτοῖς. θύει δὲ ὁ μάντις, ὅταν μὲν τὰ εἰς Δελφοὺς πόμπιμα γένηται καὶ θεωρία πέμπηται, ἐν Οἰνόηι καθʼ ἑκάστην ἡμέραν ἐν τῶι Πυθίωι εἰ δὲ εἰς Δῆλον ἀποστέλλοιτο ἡ θεωρία, κατὰ τὰ προειρημένα θύει ὁ μάντις εἰς τὸ ἐν Μαραθῶνι Δήλιον. καὶ ἔστιν ἱεροσκοπία τῆς μὲν εἰς Δελφοὺς θεωρίας ἐν τῶι ἐν Οἰνόηι Πυθίωι, τῆς δὲ εἰς Δῆλον ἐν τῶι ἐν Μαραθῶνι Δηλίωι».
Κλήμης ὁ Ἀλεξανδρεύς ἤδη δὲ καὶ Ὀρφέα Φιλόχορος μάντιν ἱστορεῖ γενέσθαι ἐν τῶι πρώτωι Περὶ μαντικῆς.
Σχόλια εἰς Εὐριπίδην καὶ ποιητὴς καὶ μάντις ἦν ὁ Ὀρφεύς. Φιλόχορος ἐν α Περὶ μαντικῆς ἐκτίθησιν αὐτοῦ ποιήματα ἔχοντα οὕτως· «οὔτοι ἀρίστερός εἰμι θεοπροπίας ἀποειπεῖν, ἀλλά μοι ἐν στήθεσσιν ἀληθεύουσι μενοιναί».
Πλατωνικὴ ὑπόμνησις : ἐντὸς ὑποφθεγγόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα παροιμία ἐπὶ τῶν ἑαυτοῖς τινα κακὰ μαντευομένων, λεγομένη ἐξ Εὐρυκλέους ἐγγαστριμύθου μάντεως, ἀφʼ οὗ καὶ γένος τι μάντεων Εὐρυκλεῖς ἔλεγον. ἐγγαστρίμυθος δέ ἐστιν ὁ ἐν γαστρὶ μαντευόμενος. τοῦτον τὸν ἐγγαστρίμυθον νῦν τινες Πύθωνά φασι, Σοφοκλῆς δὲ στερνόμαντιν. καὶ Ἀριστοφάνης ἐν Σφηξί «μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν». Φιλόχορος δὲ ἐν τρίτωι Περὶ μαντικῆς καὶ γυναῖκας ἐγγαστριμύθους φησίν.
Ἀθήναιος τὰ δὲ ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι Χρυσόγονος τε ὁ αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόωι Πολιτικῶν Νόμων, τὴν πολιτείαν ἐπιγραφομένην· Φιλόχορος δʼ ἐν τοῖς Περὶ μαντικῆς Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Φιλόχορος δὲ ἐν τῶι Περὶ θυσιῶν φησιν, ὅτι τὸ κάλλιστον τοῦ σώματος καὶ πρωτεῦόν ἐστι
Οὐαλέριος Ἁρποκρατίων Ἁλῶα· Δημοσθένης ἐν τῶι Κατὰ Νεαίρας ἑορτή ἐστιν Ἀττικὴ τὰ Ἁλῶα, ἥν φησι Φιλόχορος ὀνομασθῆναι ἀπὸ τοῦ τότε τοὺς ἀνθρώπους τὰς διατριβὰς ποιεῖσθαι περὶ τὰς ἅλως. ἄγεσθαι δὲ αὐτήν φησιν ἐν τῶι Περὶ ἑορτῶν Ποσειδεῶνος μηνὸς πέμπτηι φθίνοντος.
Οὐαλέριος Ἁρποκρατίων Χύτροι· ... ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι, ἧς μνημονεύει Δείναρχος ἐν τῶι Κατὰ Πυθέου. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστεριῶνος τρίτηι ἐπὶ δέκα, ὥς φησι Φιλόχορος ἐν τῶι Περὶ ἑορτῶν.
Πλατωνικὴ ὑπόμνησις Ἀριστώνυμος δʼ ἐν Ἡλίωι ῥιγοῦντι καὶ Σανυρίων ἐν Γέλωτι τετράδι φασὶν αὐτὸν γενέσθαι· διὸ τὸν βίον κατέτριψεν ἑτέροις πονῶν. οἱ γὰρ τετράδι γεννώμενοι πονοῦντες ἄλλοις καρποῦσθαι παρέχουσιν, ὡς καὶ Φιλόχορος ἐν τῆι πρώτηι Περὶ ἡμερῶν ἱστορεῖ. ταύτηι δὲ καὶ Ἡρακλῆ φησὶ γεννηθῆναι.
Φώτιος, Σοῦδα τετράδι γέγονας· ἐπὶ τῶν ἄλλοις πονούντων· καὶ γὰρ τὸν Ἡρακλέα τετράδι γεννηθέντα Εὐρυσθεῖ ταλαιπωρῆσαι. Φιλόχορος δʼ αὐτὴν καὶ ἐπὶ Ἑρμοῦ δύνασθαι λέγεσθαι, διατεθεῖσθαι δὲ Ἡρακλεῖ τὴν ἡμέραν, ἐν ταύτηι εἰς θεοὺς μεταστάντι.
Φώτιος ἀμφιφόων· πλακοῦς τις Ἑκάτηι καὶ Ἀρτέμιδι φερόμενος, δαιδία ἐν κύκλωι περικείμενα ἔχων. Φιλόχορος ἐν τῆι Περὶ ἡμερῶν «ἓξ ἐπὶ δέκα· καὶ τοὺς καλουμένους δὲ νῦν ἀμφιφῶντας ταύτηι τῆι ἡμέραι πρῶτον ἐνόμισαν οἱ ἀρχαῖοι φέρειν εἰς τὰ ἱερὰ τῆι Ἀρτέμιδι καὶ ἐπὶ τὰς τριόδους. ταύτηι γὰρ συμβαίνει περικαταλαμβάνεσθαι τὴν σελήνην πρὸς ταῖς δυσμαῖς ὑπὸ τῆς ἀνατολῆς τοῦ ἡλίου».
Ἀθήναιος ἀμφιφῶν πλακοῦς Ἀρτέμιδι ἀνακείμενος, ἔχει δʼ ἐν κύκλωι καόμενα δαιδία. Φιλήμων ἐν Πτωχῆι ἢ Ῥοδίαι «Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω ὦ πότνιʼ ἀμφιφῶντα καὶ σπονδήσιμα». μνημονεύει αὐτοῦ καὶ Δίφιλος ἐν Ἑκάτηι. Φιλόχορος δʼ ἀμφιφῶντα αὐτὸν κληθῆναι καὶ εἰς τὰ τῆς Ἀρτέμιδος ἱερὰ φέρεσθαι, ἔτι τε καὶ εἰς τὰς τριόδους, ἐπεὶ ἐν ἐκείνηι τῆι ἡμέραι ἐπικαταλαμβάνεται ἡ σελήνη ἐπὶ ταῖς δυσμαῖς ὑπὸ τῆς τοῦ ἡλίου ἀνατολῆς, καὶ ὁ οὐρανὸς ἀμφιφῶς γίνεται.
Φώτιος τρίτος κρατήρ· Διὸς Τελείου Σωτῆρος· πρῶτος γὰρ τέλειος ἀριθμὸς ὁ τρία, ὅτι ἔχει ἀρχὴν καὶ τέλος καὶ μέσα, ὡς Φιλόχορος ἐν τῶι Περὶ ἡμερῶν.
πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· τῆι γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ .... Φιλόχορος δὲ ἐν τῶι Περὶ ἡμερῶν Ἡλίου καὶ Ἀπόλλωνος λέγει αὐτήν· ἡ δ Ἡρακλέους καὶ Ἑρμοῦ ἐστίν· διὸ καὶ ἑπτάτονος αὐτοῦ ἡ κιθάρα. ἡ τετρὰς Ἡρακλέους· ἐν αὐτῆι γὰρ ἐτέχθη. καὶ λέγομεν «τετράδι κοῦρος ἔγεντο, καὶ οὔποτε πάγκακος ἔσση».
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν τὴν νεομηνίαν πάντων τῶν θεῶν νομίζουσιν εἶναι. ταύτην γὰρ οἱ πρόγονοι τοῖς θεοῖς ἀνέθεσαν διὰ τὸ πρώτην αὐτὴν εἶναι τοῦ μηνός, πάσας τε τὰς ἀρχὰς προσῆψαν αὐτοῖς, ὀρθῶς ποιοῦντες· τοὺς γὰρ ἁπάντων ἄρχοντας τοῖς ὁμοίοις χρὴ γεραίρειν. καὶ τῶν σίτων τὰς ἀπαρχὰς πᾶσι τοῖς θεοῖς ἀπονέμομεν. τοῦ δʼ Ἀπόλλωνος ταύτην εἶναι νομίζειν τὴν ἡμέραν εἰκότως τὸ πρῶτον φῶς τῶι αἰτιωτάτωι τοῦ πυρός, ἐκάλουν τε αὐτὸν καὶ Νεομήνιον. ἡ ἱστορία παρὰ Φιλοχόρωι.
Φώτιος τροπηλίς· ἡ τῶν σκορόδων δέσμη ἀπὸ τοῦ εἰλῆσθαι. ἐν δὲ τοῖς Σκίροις τῆι ἑορτῆι ἤσθιον σκόροδα ἕνεκα τοῦ ἀπέχεσθαι ἀφροδισίων, ὡς ἂν μὴ μύρων ἀποπνέοιεν, ὡς Φιλόχορος ἐν τῆι πρὸς Ἄλυπον ἐπιστολῆι.
Σχόλια εἰς Εὐριπίδην Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως τὰ περὶ τῆς Ἑκάβης διαφόρως ἱστόρηται. Φιλόχορος μὲν γὰρ ἐν τῶι Περὶ τραγωιδιῶν συγγράμματι Χοιρίλην αὐτήν φησι καλεῖσθαι, ἴσως δὲ διὰ τὸ πολύπαιδα γεγενῆσθαι· ἡ γὰρ χοῖρος πολλὰ τίκτει, καὶ ἐν τοῖς Ὀρφικοῖς αἱ χοῖραι ἑκάβαι προσαγορεύονται.
Σχόλια εἰς Εὐριπίδην τὴν δὲ Ἑκάβην Φερεκύδης μέν φησι Δύμαντος, οἱ πολλοὶ δὲ Κισσέως. ἔνιοι δὲ γράφουσιν «Ἑκάβης παῖς γεγὼς τῆς Κισσίας», καὶ στοχάζονται ἀπὸ γένους τινὸς τῆς Φρυγίας ἢ κώμης οὕτως αὐτὴν προσαγορεύεσθαι, ὡς καὶ Φιλόχορος ἐν τῆι πρὸς Ἀσκληπιάδην ἐπιστολῆι.
Σέξτος Ἰούλιος ὁ Ἀφρικανός, Εὐσέβιος τὰ δὲ πρὸ τούτων ὡδέ πως τῆς Ἀττικῆς χρονογραφίας ἀριθμουμένης, ἀπὸ Ὠγύγου τοῦ παρʼ ἐκείνοις αὐτόχθονος πιστευθέντος, ἐφʼ οὗ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῆι Ἀττικῆι κατακλυσμός, Φορωνέως Ἀργείων βασιλεύοντος, ὡς Ἀκουσίλαος ἱστορεῖ, μέχρι πρώτης ὀλυμπιάδος, ὁπόθεν Ἕλληνες ἀκριβοῦν τοὺς χρόνους ἐνόμισαν, ἔτη συνάγεται χίλια εἴκοσιν, ὡς καὶ τοῖς προειρημένοις συμφωνεῖται καὶ τοῖς ἑξῆς δειχθήσεται. ταῦτα γὰρ οἱ τὰ Ἀθηναίων ἱστοροῦντες Ἑλλάνικός τε καὶ Φιλόχορος ὁ τὰς Ἀτθίδας οἵ τε τὰ Σύρια Κάστωρ καὶ Θάλλος καὶ ὁ τὰ πάντων Διόδωρος ὁ τὰς Βιβλιοθήκας … Ἀλέξανδρός τε ὁ Πολυίστωρ οἵ τινες τῶν καθʼ ἡμᾶς ἀκριβέστερον ἐμνήσθησαν καὶ τῶν Ἀττικῶν ἁπάντων. εἴ τις οὖν ἐν τοῖς χιλίοις εἴκοσιν ἔτεσιν ἐπίσημος ἱστορία τυγχάνει, κατὰ τὸ χρήσιμον ἐκλεγήσεται ...... μετὰ δὲ Ὤγυγον διὰ τὴν ἀπὸ τοῦ κατακλυσμοῦ πολλὴν φθορὰν ἀβασίλευτος ἔμεινεν ἡ νῦν Ἀττικὴ μέχρι Κέκροπος ἔτη ρπθ· τὸν γὰρ μετὰ Ὤγυγον Ἀκταῖον ἢ τὰ πλασσόμενα τῶν ὀνομάτων οὐδὲ γενέσθαι φησὶ Φιλόχορος.
Ψευδο-Ἰουστῖνος πάντων τῶν παρʼ ἡμῖν ... πολλῶι πρεσβύτατος γέγονεν ... Μωυσῆς .... ὡς δηλοῦσιν ἡμῖν αἱ τῶν Ἑλλήνων ἱστορίαι. ἐν γὰρ τοῖς χρόνοις Ὠγύγου τε καὶ Ἰνάχου .... Μωυσέως μέμνηται ... οὕτω γὰρ Πολέμων ἐν τῆι πρώτηι τῶν Ἑλληνικῶν ἱστοριῶν ... καὶ Ἀπίων .... καὶ Πτολεμαῖος δὲ ὁ Μενδήσιος τὰ Αἰγυπτίων ἱστορῶν ἅπασι τούτοις συντρέχει. καὶ οἱ τὰ Ἀθηναίων δὲ ἱστοροῦντες Ἑλλάνικός τε καὶ Φιλόχορος ὁ τὰς Ἀτθίδας, Κάστωρ τε καὶ Θάλλος καὶ Ἀλέξανδρος ὁ Πολυίστωρ, ἔτι δὲ οἱ σοφώτατοι Φίλων τε καὶ Ἰώσηπος οἱ τὰ Ἰουδαίων ἱστορήσαντες, ὡς σφόδρα ἀρχαίου καὶ παλαιοῦ τῶν Ἰουδαίων ἄρχοντος Μωυσέως μέμνηνται.
Γεώργιος ὁ Σύγκελλος Κέκροψ ὁ διφυὴς τῆς τότε Ἀκτῆς, νῦν δὲ Ἀττικῆς, ἐβασίλευσεν ἔτη ν, διὰ μῆκος σώματος οὕτω καλούμενος, ὥς φησιν ὁ Φιλόχορος, ἢ ὅτι Αἰγύπτιος ὢν τὰς δύο γλώσσας ἐπίστατο. οὗτος ἀπὸ τῆς Ἀθηνᾶς τὴν πόλιν Ἀθήνας ὠνόμασεν. ἐπὶ αὐτοῦ ἡ ἐν ἀκροπόλει ἐλαία πρώτως ἐφύη. ἀπʼ αὐτοῦ δὲ Κεκροπία ἡ χώρα ἐκλήθη. οὗτος πρῶτος βοῦν ἐθυσίασε καὶ Ζῆνα προσηγόρευσεν, ὥς τινες.
Στράβων ὅτι φησὶ Φιλόχορος πορθουμένης τῆς χώρας ἐκ θαλάττης μὲν ὑπὸ Καρῶν, ἐκ γῆς δὲ ὑπὸ Βοιωτῶν, οὓς ἐκάλουν Ἄονας, Κέκροπα πρῶτον εἰς δώδεκα πόλεις συνοικίσαι τὸ πλῆθος, ὧν ὀνόματα Κεκροπία, Τετράπολις, Τετράκωμοι, Ἐπακρία, Δεκέλεια, Ἐλευσίς, Ἄφιδνα — λέγουσι δὲ καὶ πληθυντικῶς Ἀφίδνας —, Θορικός, Βραυρών, Κύθηρος, Σφηττός, Κηφισιά. πάλιν δʼ ὕστερον εἰς μίαν πόλιν συναγαγεῖν λέγεται τὴν νῦν τὰς δώδεκα Θησεύς.
Πινδαρικὴ ὑπόμνησις Ἐπίχαρμος ἀπὸ τῶν λάων τῶν λίθων ὠνομάσθαι λαούς φησιν· ὁ δὲ Φιλόχορος ἀπὸ Κέκροπος. οὗτος γὰρ βουλόμενος τὸ τῶν Ἀθηναίων γένος πληθυνθῆναι, ἐκέλευσεν αὐτοὺς λίθους λαβεῖν καὶ ἐνεγκεῖν εἰς τὸ μέσον, ἐξ ὧν ἔγνω δισμυρίους αὐτοὺς ὄντας. ἀπὸ Κέκροπος οὖν φησι τοὺς ὄχλους λαοὺς ὠνομάσθαι.
Ἕρμιππος ὁ Σμυρναῖος Ἀθηναίοις Κέκροπα τὸν διφυῆ καὶ γηγενῆ βασιλεύοντα πρῶτον νομοθετῆσαί φασι. τῶν νόμων δʼ αὐτοῦ τοὺς … δον εὐδοκιμῆσαι. Φιλόχορος δὲ τὰ τῶν … πρ … δια … ως … κον … α … κα … ανικης … Βουζύγης νομοθετῆσαι. μέμνηται δʼ αὐτοῦ καὶ Λάσος ὁ ποιητής.
Φιλόχορος δὲ καθόπλισιν γενέσθαι πρῶτον λέγει ἐπὶ Κέκροπος δόρυ καὶ δέρματος ἀγρίου περιβολήν· ὕστερον δʼ ὅτʼ ἤδη βόες ἐθύοντο, βοέας τοὺς ἐν τῆι Ἀττικῆι ποιήσασθαι.
εἴρηται τύραννος ἀπὸ τῶν Τυρρηνῶν τῶν βιαίων καὶ ληιστῶν γενομένων ἐξ ἀρχῆς, ὥς φησι Φιλόχορος. Τυρρηνοὶ γὰρ ὀλίγον τινὰ χρόνον οἰκήσαντες ἐν ταῖς Ἀθήναις ὤφθησαν ἐπανιστάμενοι τῆι πόλει· καὶ πολλοὶ μὲν αὐτῶν ἀπώλοντο ὑπὸ τῶν Ἀθηναίων, ἄλλοι δὲ ἐκφυγόντες Λῆμνον καὶ Ἴμβρον ὤικησαν. χρόνωι δὲ ὕστερον ἀπὸ ταύτης τῆς αἰτίας ἐχθρωδῶς διακείμενοι τοῖς Ἀθηναίοις ὥρμησαν εἰς πλοῖα, καὶ κατασχόντες Βραύρωνα τῆς Ἀττικῆς ἥρπασαν παρθένους ἀρκτευομένας τῆι θεῶι τοῖς Βραυρωνίοις, αἷς συνώικησαν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Σίντιες ἄνδρες Φιλόχορός φησι Πελασγοὺς αὐτοὺς ὄντας οὕτω προσαγορευθῆναι, ἐπεὶ πλεύσαντες εἰς Βραύρωνα κανηφόρους παρθένους ἥρπασαν· σίνεσθαι δὲ τὸ βλάπτειν λέγουσιν. Ἐρατοσθένης δέ, ἐπεὶ γόητες ὄντες εὗρον δηλητήρια φάρμακα· ὁ δὲ Πορφύριος, ἐπεὶ πρῶτοι τὰ πολεμιστήρια ἐδημιούργησαν ὅπλα, ἃ πρὸς βλάβην ἀνθρώπων συντελεῖ· ἢ ἐπεὶ πρῶτοι ληιστήρια ἐξεῦρον.
Οὐαλέριος Ἁρποκρατίων εὐανδρία· Δείναρχος ἐν τῶι Κατʼ Ἀγασικλέους. Παναθηναίοις εὐανδρίας ἀγὼν ἤγετο· Ἀνδοκίδης δʼ ἐν τῶι Κατʼ Ἀλκιβιάδου δηλοῖ καὶ Φιλόχορος.
Εὐσέβιος Ἐλευσῖνος πόλεως Κελεὸς ἐβασίλευσε, καθʼ ὃν Τριπτόλεμος ἦν, ὅν φησιν ὁ Φιλόχορος μακρῶι πλοίωι προσβαλόντα ταῖς πόλεσι τὸν σῖτον διδόναι, ὑπονοεῖσθαι δὲ πτερωτὸν ὄφιν εἶναι τὴν ναῦν· ἔχειν δέ τι καὶ τοῦ σχήματος.
Φιλόχορος δὲ ἱστορεῖ ὅτι ἡ ναῦς, ἔνθα ἦν ὁ Τριπτόλεμος, διὰ τοῦτο ἐνομίσθη ὑπόπτερος ἐπειδὴ ἐξ οὐρίας ἐφέρετο.
Δημοσθένους Σχόλια Ἄγραυλος καὶ Ἕρση καὶ Πάνδροσος θυγατέρες Κέκροπος, ὥς φησιν ὁ Φιλόχορος. λέγουσι δὲ ὅτι πολέμου συμβάντος παρʼ Ἀθηναίοις, ὅτε ὁ Εὔμολπος ἐστράτευσε κατὰ Ἐρεχθέως, καὶ μηκυνομένου τούτου, ἔχρησεν ὁ Ἀπόλλων ἀπαλλαγήσεσθαι ἐάν τις ἀνέληι ἑαυτὸν ὑπὲρ τῆς πόλεως. ἡ τοίνυν Ἄγραυλος ἑκοῦσα αὑτὴν ἐξέδωκεν εἰς θάνατον. ἔρριψε γὰρ ἑαυτὴν ἐκ τοῦ τείχους. εἶτα ἀπαλλαγέντος τοῦ πολέμου, ἱερὸν ὑπὲρ τούτου ἐστήσαντο αὐτῆι περὶ τὰ προπύλαια τῆς πόλεως· καὶ ἐκεῖσε ὤμνυον οἱ ἔφηβοι μέλλοντες ἐξιέναι εἰς πόλεμον.
——; ἱέρεια γέγονεν ἡ Ἄγραυλος Ἀθηνᾶς, ὥς φησιν Φιλόχορος.
Στράβων οἵ τε δὴ τὴν Ἀτθίδα συγγράψαντες πολλὰ διαφωνοῦντες τοῦτό γε ὁμολογοῦσιν, οἵ γε λόγου ἄξιοι, διότι τῶν Πανδιονιδῶν τεσσάρων ὄντων, Αἰγέως τε καὶ Λύκου καὶ Πάλλαντος καὶ τετάρτου Νίσου, καὶ τῆς Ἀττικῆς εἰς τέτταρα μέρη διαιρεθείσης, ὁ Νίσος τὴν Μεγαρίδα λάχοι καὶ κτίσαι τὴν Νισαίαν. Φιλόχορος μὲν οὖν ἀπὸ Ἰσθμοῦ μέχρι τοῦ Πυθίου διήκειν αὐτοῦ φησι τὴν ἀρχήν, Ἄνδρων δὲ μέχρι Ἐλευσῖνος καὶ τοῦ Θριασίου πεδίου.
Σχόλια εἰς Εὐριπίδην τοὺς Παλλαντίδας ὑπὸ Θησέως ἀνηιρῆσθαι Φιλόχορος οὕτω φησί· «Πάλλαντος ἐπιθέσθαι ταῖς Ἀθήναις διανοουμένου καὶ τὴν Σφηττίαν ὁδὸν προφανῶς διαπορευομένου ἐπὶ τὸ ἄστυ μετὰ τῆς δυνάμεως αὐτοῦ, οἱ τούτου παῖδες κατὰ βούλησιν τοῦ πατρὸς Γαργηττοῖ ἐγκαθίζουσιν μετὰ τῶν ἡλικιωτῶν, ἵνʼ ὅταν ἐπεξελθοῦσι τοῖς Ἀθηναίοις ὁ Πάλλας συμβάληι, ἐξ ἐφόδου προσπεσόντες λάβωσι τὴν πόλιν. ἀνὴρ δέ τις, ὃς ἐκηρύκευε τῶι Πάλλαντι, ἀπαγγέλλει τῶι Θησεῖ τὸ γενόμενον· ὁ δὲ προσπεσὼν εὐθὺς μετὰ τῶν ἡλικιωτῶν αὐτοὺς ἀναιρεῖ».
Πλούταρχος ὁ δὲ Θησεὺς ἔνεργος εἶναι βουλόμενος, ἅμα δὲ καὶ δημαγωγῶν ἐξῆλθεν ἐπὶ τὸν Μαραθώνιον ταῦρον οὐκ ὀλίγα πράγματα τοῖς οἰκοῦσι τὴν τετράπολιν παρέχοντα, καὶ χειρωσάμενος ἐπεδείξατο ζῶντα διὰ τοῦ ἄστεος ἐλάσας, εἶτα τῶι Ἀπόλλωνι τῶι Δελφινίωι κατέθυσεν. ἡ δὲ Ἑκάλη καὶ τὸ περὶ αὐτὴν μυθολόγημα τοῦ ξενισμοῦ καὶ τῆς ὑποδοχῆς ἔοικε μὴ πάσης ἀμοιρεῖν ἀληθείας· ἔθυον γὰρ Ἑκαλῆσιν οἱ πέριξ δῆμοι συνιόντες Ἑκαλείωι Διί, καὶ τὴν Ἑκάλην ἐτίμων Ἑκαλίνην ὑποκοριζόμενοι διὰ τὸ κἀκείνην νέον ὄντα κομιδῆ τὸν Θησέα ξενίζουσαν ἀσπάσασθαι πρεσβυτικῶς καὶ φιλοφρονεῖσθαι τοιούτοις ὑποκορισμοῖς. ἐπεὶ δʼ εὔξατο μὲν ὑπὲρ αὐτοῦ τῶι Διὶ βαδίζοντος ἐπὶ τὴν μάχην, εἰ σῶς παραγένοιτο, θύσειν, ἀπέθανε δὲ πρὶν ἐκεῖνον ἐπανελθεῖν, ἔσχε τὰς εἰρημένας ἀμοιβὰς τῆς φιλοξενίας τοῦ Θησέως κελεύσαντος, ὡς Φιλόχορος ἱστόρηκεν.
Πλούταρχος εἰς δὲ τὸν Πόντον ἔπλευσε τὸν Εὔξεινον, ὡς μὲν Φιλόχορος καί τινες ἄλλοι λέγουσι, μεθʼ Ἡρακλέους ἐπὶ τὰς Ἀμαζόνας συστρατεύσας, καὶ γέρας Ἀντιόπην ἔλαβεν. οἱ δὲ πλείους, ὧν ἐστι καὶ Φερεκύδης καὶ Ἑλλάνικος καὶ Ἡρόδωρος ὕστερόν φασιν Ἡρακλέους ἰδιόστολον πλεῦσαι τὸν Θησέα καὶ τὴν Ἀμαζόνα λαβεῖν αἰχμάλωτον, πιθανώτερα λέγοντες· οὐδεὶς γὰρ ἄλλος ἱστόρηται τῶν μετʼ αὐτοῦ στρατευσάντων Ἀμαζόνα λαβεῖν αἰχμάλωτον.
Πλούταρχος Φιλόχορος δὲ παρὰ Σκίρου φησὶν ἐκ Σαλαμῖνος τὸν Θησέα λαβεῖν κυβερνήτην μὲν Ναυσίθοον, πρωρέα δὲ Φαίακα, μηδέπω τότε τῶν Ἀθηναίων προσεχόντων τῆι θαλάσσηι· καὶ γὰρ εἶναι τῶν ἠιθέων ἕνα Μενέσθην Σκίρου θυγατριδοῦν. μαρτυρεῖ δὲ τούτοις ἡρῶια Ναυσιθόου καὶ Φαίακος, εἱσαμένου Θησέως Φαληροῖ πρὸς τῶι τοῦ Σκίρου ἱερῶι· καὶ τὴν ἑορτὴν τὰ Κυβερνήσιά φησιν ἐκείνοις τελεῖσθαι.
Πλούταρχος συνέπραξε δὲ καὶ Ἀδράστωι τὴν ἀναίρεσιν τῶν ὑπὸ τῆι Καδμείαι πεσόντων, οὐχ ὡς Εὐριπίδης ἐποίησεν ἐν τραγωιδίαι μάχηι τῶν Θηβαίων κρατήσας, ἀλλὰ πείσας καὶ σπεισάμενος· οὕτω γὰρ οἱ πλεῖστοι λέγουσιν. Φιλόχορος δὲ καὶ σπονδὰς περὶ νεκρῶν ἀναιρέσεως γενέσθαι πρώτας ἐκείνας. ταφαὶ δὲ τῶν μὲν πολλῶν ἐν Ἐλευθεραῖς δείκνυνται, τῶν δʼ ἡγεμόνων περὶ Ἐλευσῖνα, καὶ τοῦτο Θησέως Ἀδράστωι χαρισαμένου.
Στράβων καὶ ὁ Μυκαλησσὸς δὲ κώμη τῆς Ταναγρικῆς· κεῖται δὲ παρʼ ὁδὸν Θηβαίων εἰς Χαλκίδα ... ὡς δʼ αὕτως καὶ τὸ Ἅρμα, τῆς Ταναγρικῆς κώμη ἔρημος περὶ τὴν … Μυκαληττόν, ἀπὸ τοῦ Ἀμφιαράου ἅρματος λαβοῦσα τοὔνομα, ἑτέρα οὖσα τοῦ Ἅρματος τοῦ κατὰ τὴν Ἀττικήν, ὅ ἐστι περὶ Φυλήν, δῆμον τῆς Ἀττικῆς ὅμορον τῆι Ταναγρικῆι. ἐντεῦθεν δὲ ἡ παροιμία τὴν ἀρχὴν ἔσχεν ἡ λέγουσα «ὁπόταν διʼ Ἅρματος ἀστράψηι», ἀστραπήν τινα σημειουμένων κατὰ χρησμὸν τῶν λεγομένων Πυθαιστῶν, βλεπόντων ὡς ἐπὶ τὸ Ἅρμα καὶ τότε πεμπόντων τὴν θυσίαν εἰς Δελφοὺς ὅταν ἀστράψαντα ἴδωσιν· ἐτήρουν δὲ ἐπὶ τρεῖς μῆνας, καθʼ ἕκαστον μῆνα ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας ἀπὸ τῆς ἐσχάρας τοῦ Ἀστραπαίου Διός· ἔστι δʼ αὕτη ἐν τῶι τείχει μεταξὺ τοῦ Πυθίου καὶ τοῦ Ὀλυμπίου. περὶ δὲ τοῦ Ἅρματος τοῦ Βοιωτιακοῦ οἱ μέν φασιν ἐκπεσόντος ἐκ τοῦ ἅρματος ἐν τῆι μάχηι τοῦ Ἀμφιαράου κατὰ τὸν τόπον ὅπου νῦν ἐστι τὸ ἱερὸν αὐτοῦ, τὸ ἅρμα ἔρημον ἐνεχθῆναι ἐπὶ τὸν ὁμώνυμον τόπον· οἱ δὲ τοῦ Ἀδράστου συντριβῆναι τὸ ἅρμα φεύγοντός φασιν ἐνταῦθα, τὸν δὲ διὰ τοῦ Ἀρείονος σωθῆναι. Φιλόχορος δʼ ὑπὸ τῶν κωμητῶν σωθῆναί φησιν αὐτόν, καὶ διὰ τοῦτο ἰσοπολιτείαν αὐτοῖς παρὰ τῶν Ἀργείων ὑπάρξαι.
Φώτιος, Σοῦδα σεισάχθεια· χρεωκοπία δημοσίων καὶ ἰδιωτικῶν, ἣν εἰσηγήσατο Σόλων. εἴρηται δέ, παρʼ ὅσον ἔθος ἦν Ἀθήνησι τοὺς ὀφείλοντας τῶν πενήτων σώματι ἐργάζεσθαι τοῖς χρήσταις, ἀποδόντας δὲ οἱονεὶ τὸ ἄχθος ἀποσείσασθαι· ὡς Φιλοχόρωι δὲ δοκεῖ, ἀποψηφισθῆναι τὸ ἄχθος.
Πινδαρικὴ ὑπόμνησις λέγεται γὰρ ὅτι τὸν Πυθικὸν νεὼν ἐμπρησθέντα, ὥς τινές φασιν ὑπὸ τῶν Πεισιστρατιδῶν, οἱ Ἀλκμαιωνίδαι φυγαδευθέντες ὑπὸ τῶν Πεισιστρατιδῶν ὑπέσχοντο ἀνοικοδομήσειν, καὶ δεξάμενοι χρήματα καὶ συναγαγόντες δύναμιν ἐπέθεντο τοῖς Πεισιστρατίδαις, καὶ νικήσαντες μετʼ εὐχαριστηρίων πλειόνων ἀνωικοδόμησαν τῶι θεῶι τὸ τέμενος, ὡς Φιλόχορος ἱστορεῖ, εὐξάμενοι πρότερον τῶι θεῶι.
Κλαύδιος Αἰλιανός πέπυσμαι ... κύνας γενέσθαι φιλοδεσπότους Ξανθίππου τοῦ Ἀρίφρονος. μετοικιζομένων γὰρ τῶν Ἀθηναίων ἐς τὰς ναῦς, ἡνίκα τοῦ χρόνου ὁ Πέρσης τὸν μέγαν πόλεμον ἐπὶ τὴν Ἑλλάδα ἐξῆψε, καὶ ἔλεγον οἱ χρησμοὶ λῶιον εἶναι τοῖς Ἀθηναίοις τὴν μὲν πατρίδα ἀπολιπεῖν, ἐπιβῆναι δὲ τῶν τριήρων, οὐδὲ οἱ κύνες τοῦ προειρημένου ἀπελείφθησαν, ἀλλὰ συμμετωικίσαντο τῶι Ξανθίππωι, καὶ διανηξάμενοι ἐς τὴν Σαλαμῖνα ἀπέβησαν. λέγετον δὲ ἄρα ταῦτα Ἀριστοτέλης καὶ Φιλόχορος.
Ἀριστοφάνους Σχόλια οὐκ ἴσθʼ ὅτʼ ἐλθὼν δεῦρο Περικλείδας ποτέ ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι στρατιὰν προσαιτῶν· ἡ δὲ Μεσσήνη τότε ὑμῖν ἐπέκειτο χὡ θεὸς σείων ἅμα· ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα. ταῦτα καὶ οἱ συντεταχότες τὰς Ἀτθίδας ἱστοροῦσιν περὶ τῶν Λακεδαιμονίων· ὁ δὲ Φιλόχορός φησι καὶ τὴν ἡγεμονίαν τοὺς Ἀθηναίους λαβεῖν διὰ τὰς κατασχούσας τὴν Λακεδαίμονα συμφοράς.
Ἀριστοφάνους Σχόλια ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους Περικλέους δὲ στρατηγοῦντος καταστρέψασθαι αὐτοὺς πᾶσάν φησιν Φιλόχορος, καὶ τὴν μὲν ἄλλην ἐπὶ ὁμολογίαι κατασταθῆναι, Ἑστιαιέων δὲ ἀποικισθέντων αὐτοὺς τὴν χώραν ἔχειν.
Ἀριστοφάνους Σχόλια ἀλλʼ ὁπόταν μὲν δείσωσʼ αὐτοί, τὴν Εὔβοιαν διδόασιν ὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους ποριεῖν· ἔδωσαν δʼ οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους, καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν τοιοῦτόν ἐστι παρόσον ἐν ταῖς διανομαῖς τῶν πυρῶν ἐξητάζοντο πικρῶς οἵ τε πολῖται καὶ μή, ὥστε δοκεῖν ξενίας φεύγειν εἰς κρίσιν καθισταμένους. φησὶν οὖν ὁ Φιλόχορος αὖθις ποτὲ τετρακισχιλίους ἑπτακοσίους ξ ὀφθῆναι παρεγγράφους, καθάπερ ἐν τῆι προκειμένηι λέξει δεδήλωται. τὰ περὶ τὴν Εὔβοιαν δύναται καὶ αὐτὰ συνάιδειν ταῖς διδασκαλίαις· πέρυσι γὰρ ἐπὶ ἄρχοντος Ἰσάρχου ἐστράτευσαν ἐπʼ αὐτήν, ὡς Φιλόχορος. μήποτε δὲ περὶ τῆς ἐξ Αἰγύπτου δωρεᾶς λέγει, ἣν Φιλόχορός φησι Ψαμμήτιχον πέμψαι τῶι δήμωι ἐπὶ Λυσιμαχίδου μυριάδας τρεῖς πλὴν τὰ τοῦ ἀριθμοῦ οὐδαμῶς συμφωνεῖ, πέντε ἑκάστωι δὲ Ἀθηναίων μεδίμνους· τοὺς γὰρ λαβόντας γενέσθαι μυρίους τετρακισχιλίους διακοσίους μ.
Ἀριστοφάνους Σχόλια ἀλλʼ οὐκ ἔχειν οὗτος γʼ ἔοικεν ὅτι λέγηι. —οὐκ ἀλλʼ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι, ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης· ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους ..... ἄλλως· πρὸς τὴν ἱστορίαν. μήποτε ὁ Περικλεῖ ἀντιπολιτευσάμενος. τοῦτο δὲ Φιλόχορος μὲν ἱστορεῖ … ὃς οὐδὲ πάντηι γνώριμος ἐγένετο — ἀλλʼ οὐδὲ παρὰ τοῖς κωμικοῖς — διὰ τὸ ἐπʼ ὀλίγον στρατείας ἀξιωθέντα μετὰ Κλέωνος ἐπὶ Θράικης φυγῆι καταψηφισθῆναι. ἔνιοι δέ, ὧν καὶ Ἀμμώνιος, τοῦ Στεφάνου· καὶ τοῦτο δὲ ὑπίδοι τις, ὥσπερ προείρηται. ὁ γενόμενος ὀστρακισμὸς ἐμφαίνει τὸν Μελησίου καὶ τὸν ὀστρακισθέντα. Θεόπομπος μέντοι ὁ ἱστορικὸς τὸν Πανταινέτου φησὶν ἀντιπολιτεύσασθαι Περικλεῖ· ἀλλʼ οὐκ Ἀνδροτίων, ἀλλὰ καὶ αὐτὸς τὸν Μελησίου.
Ἀριστοφάνους Σχόλια πρῶτα μὲν γὰρ αὐτῆς ἦρξε Φειδίας πράξας κακῶς· εἶτα Περικλέης ... ἐξέφλεξε τὴν πόλιν. ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος κτλ. Φιλόχορος ἐπὶ Θεοδώρου ἄρχοντος ταῦτά φησι· «καὶ τὸ ἄγαλμα τὸ χρυσοῦν τῆς Ἀθηνᾶς ἐστάθη εἰς τὸν νεὼν τὸν μέγαν, ἔχον χρυσίου σταθμὸν ταλάντων μδ, Περικλέους ἐπιστατοῦντος, Φειδίου δὲ ποιήσαντος. καὶ Φειδίας ὁ ποιήσας, δόξας παραλογίζεσθαι τὸν ἐλέφαντα τὸν εἰς τὰς φολίδας, ἐκρίθη· καὶ φυγὼν εἰς Ἦλιν ἐργολαβῆσαι τὸ ἄγαλμα τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίαι λέγεται, τοῦτο δὲ ἐξεργασάμενος ἀποθανεῖν ὑπὸ Ἠλείων»· ἐπὶ Πυθοδώρου, ὅς ἐστιν ἀπὸ τούτου ἕβδομος, περὶ Μεγαρέων εἰπὼν ὅτι καὶ αὐτοὶ «κατεβόων Ἀθηναίων παρὰ Λακεδαιμονίοις ἀδίκως λέγοντες εἴργεσθαι ἀγορᾶς καὶ λιμένων τῶν παρʼ Ἀθηναίοις». οἱ γὰρ Ἀθηναῖοι ταῦτα ἐψηφίσαντο Περικλέους εἰπόντος, τὴν γῆν αὐτοὺς αἰτιώμενοι τὴν ἱερὰν τοῖς θεοῖς ἀπεργάζεσθαι. λέγουσι δέ τινες ὡς Φειδίου τοῦ ἀγαλματοποιοῦ δόξαντος παραλογίζεσθαι τὴν πόλιν καὶ φυγαδευθέντος, ὁ Περικλῆς φοβηθεὶς διὰ τὸ ἐπιστατῆσαι τῆι κατασκευῆι τοῦ ἀγάλματος καὶ συνεγνωκέναι τῆι κλοπῆι, ἔγραψε τὸ κατὰ Μεγαρέων πινάκιον καὶ τὸν πόλεμον ἐξήνεγκεν, ἵνα ἀπησχολημένοις Ἀθηναίοις εἰς τὸν πόλεμον μὴ δῶι τὰς εὐθύνας, ἐγκαλέσας Μεγαρεῦσιν ὡς τὴν ἱερὰν ὀργάδα ταῖν θεαῖν ἐργασαμένοις. ἄλογος δὲ φαίνεται ἡ κατὰ Περικλέους ὑπόνοια, ἑπτὰ ἔτεσιν πρότερον τῆς τοῦ πολέμου ἀρχῆς τῶν περὶ Φειδίαν γενομένων. ὁ Φειδίας, ὡς Φιλόχορός φησιν, ἐπὶ Θεοδώρου ἄρχοντος τὸ ἄγαλμα τῆς Ἀθηνᾶς κατασκευάσας ὑφείλετο τὸ χρυσίον ἐκ τῶν δρακόντων τῆς χρυσελεφαντίνης Ἀθηνᾶς, ἐφʼ ὧι καταγνωσθεὶς ἐζημιώθη φυγῆι· γενόμενος δὲ εἰς Ἦλιν καὶ ἐργολαβήσας παρὰ τῶν Ἠλείων τὸ ἄγαλμα τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ καταγνωσθεὶς ὑπʼ αὐτῶν ὡς νοσφισάμενος ἀνηιρέθη.
Ἀριστοφάνους Σχόλια Μέτων, ὃν οἶδεν Ἑλλὰς χὡ Κολωνός ἄριστος ἀστρονόμος καὶ γεωμέτρης· τούτου ἐστὶν ὁ ἐνιαυτὸς ὁ λεγόμενος Μέτωνος. φησὶ δὲ Καλλίστρατος ἐν Κολωνῶι ἀνάθημά τι εἶναι αὐτοῦ ἀστρολογικόν. Εὐφρόνιος δὲ ὅτι τῶν δήμων ἦν ἐκ Κολωνοῦ. τοῦτο μὲν οὖν ψεῦδος· Φιλόχορος γὰρ Λευκονοέα φησὶν αὐτόν. τὸ δὲ τοῦ Καλλιστράτου δῆλον· ἴσως γὰρ ἦν τι καὶ ἐν Κολωνῶι. ὁ δὲ Φιλόχορος ἐν Κολωνῶι μὲν αὐτὸν οὐδὲν θεῖναι λέγει, ἐπὶ Ἀψεύδους δὲ τοῦ πρὸ Πυθοδώρου ἡλιοτρόπιον ἐν τῆι νῦν οὔσηι ἐκκλησίαι πρὸς τῶι τείχει τῶι ἐν τῆι Πνυκί. μήποτε οὖν τὸ χωρίον — φασί τινες — ἐκεῖνο πᾶν, ὧι περιλαμβάνεται καὶ ἡ Πνύξ, Κολωνός ἐστιν, οὗ ἕτερος ὁ μίσθιος λεγόμενος· οὕτως μέρος τι νῦν σύνηθες γέγονε τὸ Κολωνὸν καλεῖν τὸ ὄπισθεν τῆς Μακρᾶς Στοᾶς. ἀλλʼ οὐκ ἔστι· Μελίτη γὰρ ἅπαν ἐκεῖνο, ὡς ἐν τοῖς Ὁρισμοῖς γέγραπται τῆς πόλεως. ἴσως δʼ ἐν Κολωνῶι κρήνην τινὰ κατεσκευάσατο· φησὶν ὁ Φρύνιχος Μονοτρόπωι «τίς δʼ ἐστὶν ὁ μετὰ ταῦτα ταύτης φροντίζων; Μέτων ὁ Λευκονοιεύς. —οἶδα, ὁ τὰς κρήνας ἄγων». καθεῖται δὲ καὶ ὁ Μονότροπος ἐπὶ τοῦ αὐτοῦ Χαβρίου, ὡς εἴρηται.
Ἀριστοφάνους Σχόλια τρυχόμεθʼ ἤδη τρία καὶ δέκʼ ἔτη τὸ χ ὅτι οὐ συμφωνεῖ τοῖς χρόνοις ἃ λέγει· καὶ ἐν τοῖς Ἀχαρνεῦσι φησι «ἕκτωι σʼ ἔτει προσεῖδον εἰς τὰ χωρία». ἀλλὰ καὶ ὁ Φιλόχορος ἀπὸ Πυθοδώρου, ἐφʼ οὗ ἡ ἀρχὴ τοῦ πολέμου δοκεῖ γεγενῆσθαι, μέχρι Ἰσάρχου καταριθμούμενος εἰς τὰ ιγ ἔτη συνάγει τοὺς χρόνους. πάλιν Θουκυδίδης κατὰ τὰς τῶν χειμώνων καὶ θερέων εἰσβολὰς τὸν πόλεμον γεγενῆσθαι λέγων, οὐδὲ αὐτὸς εἰς τοῦτον τὸν ἀριθμὸν ἔρχεται, ἀλλʼ ἀπολείπεται παρὰ τὰ θ ἔτη.
Σχόλια εἰς Εὐριπίδην Ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν Σπάρτης ἔνοικοι ταῦτα ἐπὶ τῶι Ἀνδρομάχης προσχήματί φησιν Εὐριπίδης λοιδορούμενος τοῖς Σπαρτιάταις διὰ τὸν ἐνεστῶτα πόλεμον· καὶ γὰρ δὴ καὶ παρεσπονδήκεσαν πρὸς Ἀθηναίους, καθάπερ οἱ περὶ τὸν Φιλόχορον ἀναγράφουσιν. εἰλικρινῶς δὲ τοὺς τοῦ δράματος χρόνους οὐκ ἔστι λαβεῖν· οὐ δεδίδακται γὰρ Ἀθήνησιν.
ὅτι ἀπέσχοντο τῶν μορίων οἱ Λακεδαιμόνιοι, καὶ ἄλλοι ἱστοροῦσι καὶ Φιλόχορος
Ἀθήναιος Περδίκκας τοίνυν πρὸ Ἀρχελάου βασιλεύει, ὡς μὲν ὁ Ἀκάνθιός φησι Νικομήδης ἔτη μα· Θεόπομπος δὲ λε· Ἀναξιμένης μ· Ἱερώνυμος κη· Μαρσύας δὲ καὶ Φιλόχορος κγ.
Ἀριστοφάνους Σχόλια ἀλλʼ ἐγκονῶμεν, ὦνδρες, ὡς ἔσται Λάχητι νυνί· σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν. — χθὲς οὖν Κλέων ... ἡμῖν ἐφεῖτʼ ἐν ὥραι ἥκειν .... ἐπʼ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν τοῦτο δέ φησιν, ὡς τοῦ Κλέωνος εἰς δίκην ἐπαγαγόντος τὸν Λάχητα. στρατηγῆσαι δὲ αὐτόν φησι Δημήτριος ἐπὶ ἄρχοντος Εὐκλέους πρὸ τριῶν ἐτῶν, εἰς Σικελίαν πεμφθέντα μετὰ νεῶν Λεοντίνοις βοηθήσοντα· οἱ δὲ περὶ τὸν Φιλόχορον διαδέξασθαι αὐτόν φασι Σοφοκλέα καὶ Πυθόδωρον, οὓς καὶ φυγῆι ζημιωθῆναι. εἰκὸς γοῦν μετακληθῆναι αὐτὸν ἐπὶ τὴν κρίσιν, ἧς νῦν ὁ κωμικὸς μνημονεύει.
Ἀριστοφάνους Σχόλια ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλωι σπονδῶν φέρουσα τῆι πόλει κίστην πλέαν ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίαι Φιλόχορος φησὶν οὕτως· «Λακεδαιμόνιοι δὲ περὶ διαλύσεων ἔπεμψαν πρέσβεις πρὸς Ἀθηναίους, σπονδὰς ποιησάμενοι πρὸς τοὺς ἐν Πύλωι καὶ τὰς ναῦς αὐτῶν παραδόντες οὔσας ξ. Κλέωνος δὲ ἀντειπόντος ταῖς διαλύσεσι στασιάσαι λέγεται τὴν ἐκκλησίαν· ἐρωτῆσαι δὲ συνέβη τὸν ἐπιστάτην· ἐνίκησαν δὲ οἱ πολεμεῖν βουλόμενοι». ἄλλως· μετὰ τὰ ἐν Πύλωι· ἐπὶ Κλέωνος γὰρ πρεσβευσαμένων Λακεδαιμονίων ἐστασίασαν ἐν τῆι ἐκκλησίαι, ὡς Φιλόχορός φησι. μετὰ τὰ ἐν Πύλωι καὶ τοὺς αἰχμαλώτους, οὓς ἔλαβεν ὁ Κλέων, ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Ἀθηναίους, ἐπαγγελλόμενοι δώσειν τὰς τριήρεις ἃς εἰλήφεσαν τῶν Ἀθηναίων ἐν τῶι πολέμωι, ἅμα δὲ καὶ περὶ εἰρήνης καὶ σπονδῶν. ἀντεῖπεν οὖν τότε Κλέων, καὶ τοῦ ἐπιστάτου τρίτον ἐρωτήσαντος τὴν βουλὴν τί βούλεται, εἰρήνην ἢ πόλεμον, εἵλετο ἡ βουλὴ τὸν πόλεμον συνεστάναι.
ἐπέστη δὲ καὶ τῆι πρὸς Λακεδαιμονίους· εἰρήνηι, ὡς Φιλόχορος καὶ Ἀριστοφάνης προθεὶς ἄρχοντα Εὔθυνον. Ἀριστοτέλης δὲ ἐν Πολιτείαι καὶ περιζωσάμενον αὐτὸν λέγει δημηγορῆσαι.
Ἀριστοφάνους Σχόλια νὴ Διʼ ἦ μοι κρεῖττον ἦν τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός Φιλόχορος ἐπὶ Ἰσάρχου φησὶ πρὸ ἐνιαυτοῦ Βρασίδαν ἀποστῆσαι Σκιωναίους τῶν Ἀθηναίων, Ἀθηναίους δὲ ν τριήρεις πρότερον πέμψαντας Μένδην μὲν ἑλεῖν, Σκιώνην δὲ περιτειχίσαι.
Ἀριστοφάνους Σχόλια τὰ περὶ τὴν Εὔβοιαν δύναται καὶ αὐτὰ συνάιδειν ταῖς διδασκαλίαις· πέρυσι γὰρ ἐπὶ ἄρχοντος Ἰσάρχου ἐστράτευσαν ἐπʼ αὐτήν, ὡς Φιλόχορος.
Ἀριστοφάνους Σχόλια οἰμώξεσθʼ οἱ Βοιωτοί ὅτι μηδὲν αὐτοῖς μέλει τῆς εἰρήνης. ἐπὶ γὰρ Ἀλκαίου σπονδάς φησι γεγονέναι Φιλόχορος πεντηκονταετεῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις καὶ τοῖς συμμάχοις πλὴν Βοιωτῶν καὶ Κορινθίων καὶ Ἠλείων.
Ἀριστοφάνους Σχόλια οὐδʼ οἵδε γʼ εἷλκον οὐδὲν Ἀργεῖοι πάλαι καὶ ὁ Φιλόχορός φησι πολεμοποιοῦντας πάλιν τοὺς Κορινθίους προσλαμβάνεσθαι καὶ τοὺς Ἀργείους.
Ἀριστοφάνους Σχόλια Ἑρμοκοπιδῶν παρʼ ὅσον οἱ Ἑρμοκοπίδαι ἠκρωτηρίασαν τοὺς Ἑρμᾶς, ὅτε ἐπὶ Σικελίας ἔμελλεν πλεῖν .... τὴν δὲ αἰτίαν ταύτην οἱ μὲν τοῖς περὶ Ἀλκιβιάδην προσέγραφον, ὡς Θουκυδίδης οἱ δὲ Κορινθίοις, ὡς Φιλόχορος. μόνον δέ φησιν οὐ περικοπῆναι τὸν Ἀνδοκίδου Ἑρμῆν.
Ἀριστοφάνους Σχόλια εἰ δʼ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας βούλεται οὐδὲν σαφὲς ἔχομεν τίς ὁ Πεισίου, οὔτε περὶ τῆς προδοσίας. ὅτι δὲ τῶν λίαν πονηρῶν ἐστι, δηλοῖ Κρατῖνος ἐν Χείρωσι, Πυλαίαι, Ὥραις. εἴη δʼ ἄν τι συμπεπραχὼς τοῖς Ἑρμοκοπίδαις ὁ Πεισίου, οἵτινες, ὡς Φιλόχορός φησιν, ἐπὶ Χαβρίου θάνατον τε κατεγνώσθησαν, καὶ τὰ ὀνόματα αὐτῶν ἐστηλιτεύθη καὶ ἐδημεύθη τὰ χρήματα αὐτῶν, καὶ τῶι κτείναντι κατʼ ἄνδρα ἐκηρύχθη τάλαντον.
Ἀριστοφάνους Σχόλια ὁ Στιλβίδης εὐδόκιμος καὶ περιβόητος μάντις τῶν τοὺς παλαιοὺς χρησμοὺς ἐξηγουμένων .... ἄλλως· .... τὸν μάντιν Στιλβίδην, ὅν φησι Φιλόχορος ἀκολουθῆναι ἐν Σικελίαι, ἡνίκα ἐπολέμουν Ἀθηναῖοι καὶ ἐς Σικελίαν ἐστράτευον. μέμνηται δὲ αὐτοῦ καὶ Εὔπολις Πόλεσιν.
Πλούταρχος ὡς δʼ ἦν ἕτοιμα ταῦτα πάντα καὶ τῶν πολεμίων οὐδεὶς παρεφύλαττεν ... ἐξέλιπεν ἡ σελήνη τῆς νυκτός, μέγα δέος τῶι Νικίαι καὶ τῶν ἄλλων τοῖς ὑπʼ ἀπειρίας ἢ δεισιδαιμονίας ἐκπεπληγμένοις τὰ τοιαῦτα .... τῶι μέντοι Νικίαι συνηνέχθη τότε μηδὲ μάντιν ἔχειν ἔμπειρον· ὁ γὰρ συνήθης αὐτοῦ καὶ τὸ πολὺ τῆς δεισιδαιμονίας ἀφαιρῶν Στιλβίδης ἐτεθνήκει μικρὸν ἔμπροσθεν. ἐπεὶ τὸ σημεῖον, ὥς φησι Φιλόχορος, φεύγουσιν οὐκ ἦν πονηρὸν ἀλλὰ καὶ πάνυ χρηστόν· ἐπικρύψεως γὰρ αἱ σὺν φόβωι πράξεις δέονται, τὸ δὲ φῶς πολέμιόν ἐστιν αὐτοῖς. ἄλλως τε καὶ τῶν περὶ ἥλιον καὶ σελήνην ἐπὶ τρεῖς ἡμέρας ἐποιοῦντο φυλακήν, ὡς Αὐτοκλείδης διέγραψεν ἐν τοῖς Ἐξηγητικοῖς ὁ δὲ Νικίας ἄλλης ἔπεισε ἀναμένειν σελήνης περίοδον, ὥσπερ οὐκ εὐθὺς θεασάμενος αὐτὴν ἀποκαθαρθεῖσαν, ὅτε τὸν σκιερὸν τόπον καὶ ὑπὸ τῆς γῆς ἀντιφραττόμενον παρῆλθεν.
Οὐαλέριος Ἁρποκρατίων συγγραφεῖς· .... ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λ οἱ τότε αἱρεθέντες, καθά φησιν Ἀνδροτίων τε καὶ Φιλόχορος, ἑκάτερος ἐν τῆι Ἀτθίδι· ὁ δὲ Θουκυδίδης τῶν ι ἐμνημόνευσε μόνων τῶν προβούλων.
Μαρκελλῖνος ὁ Βιογράφος Δίδυμος δʼ ἐν Ἀθήναις ἀπὸ τῆς φυγῆς ἐλθόντα βιαίωι θανάτωι τοῦτο δέ φησιν Ζώπυρον ἱστορεῖν τοὺς γὰρ Ἀθηναίους κάθοδον δεδωκέναι τοῖς φυγάσι πλὴν τῶν Πεισιστρατιδῶν μετὰ τὴν ἧτταν τὴν ἐν Σικελίαι· ἥκοντα οὖν αὐτὸν ἀποθανεῖν βίαι .... ἀλλὰ δῆλον ὅτι κάθοδος ἐδόθη τοῖς φεύγουσιν, ὡς καὶ Φιλόχορος λέγει καὶ Δημήτριος ἐν τοῖς Ἄρχουσιν.
Ἀριστοφάνους Σχόλια οὐχ ἇς πόδας κʼ ἔχωντι ταὶ τριήρεες καὶ τὠργύριον τὤβυσσον ἦι πὰρ τᾶι σιῶι οὐκ ἂν ἄγοιεν εἰρήνην οἱ Ἀθηναῖοι ἕως ἂν θαλασσοκρατῶσιν καὶ τὸ ἀργύριον τὸ ἄβυσσον ἦι παρὰ τῆι θεῶι ἐν τῆι ἀκροπόλει· καὶ γὰρ ἀληθῶς ἀπέκειτο χίλια τάλαντα. ἤρξαντο οὖν κινεῖν αὐτὰ ἐπὶ Καλλίου ἄρχοντος, ἐφʼ οὗ εἰσήχθη τὸ δρᾶμα, ὥς φησι Φιλόχορος ἐν Ἀτθίδι.
Σχόλια εἰς Εὐριπίδην ... πρὸ γὰρ Διοκλέους ἐφʼ οὗ τὸν Ὀρέστην ἐδίδαξε, Λακεδαιμονίων πρεσβευσαμένων περὶ εἰρήνης ἀπιστήσαντες Ἀθηναῖοι οὐ προσήκαντο, ἐπὶ ἄρχοντος Θεοπόμπου, ὅ ἐστι ἔτεσιν β πρὸ Διοκλέους. οὕτως ἱστορεῖ Φιλόχορος.
ἴσως αἰνίττεται πρὸς τὰς καθʼ αὑτὸν δημαγωγίας, μήποτε δὲ εἰς Κλεοφῶντα. πρὸ ἐτῶν γὰρ δύο τῆς διδασκαλίας τοῦ Ὀρέστου οὗτός ἐστιν ὁ κωλύσας σπονδὰς γενέσθαι Ἀθηναίοις πρὸς Λακεδαιμονίους, ὡς Φιλόχορος ἱστορεῖ.
Ἀριστοφάνους Σχόλια ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες ἐν τῶι γράμματι παρʼ ὑπόνοιαν ἀντὶ τοῦ ἐδίκαζες. ὅτι δὲ κατὰ γράμματα ἐκληροῦντο προείρηται. οὐ μὴν ἀλλὰ καὶ ἐβουλεύοντο οὕτως, τῶι πρὸ τούτου ἔτει ἀρξάμενοι. φησὶ γὰρ Φιλόχορος ἐπὶ Γλαυκίππου «καὶ ἡ βουλὴ κατὰ γράμμα τότε πρῶτον ἐκαθέζετο· καὶ ἔτι νῦν ὀμνῦσιν ἀπʼ ἐκείνου καθεδεῖσθαι ἐν τῶι γράμματι ὧι ἂν λάχωσιν».
Ἀριστοφάνους Σχόλια ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον τῶι προτέρωι ἔτει ἐπὶ Ἀντιγένους Ἑλλάνικός φησιν χρυσοῦν νόμισμα κοπῆναι. καὶ Φιλόχορος ὁμοίως τὸ ἐκ τῶν χρυσῶν Νικῶν.
... δύναιτο δʼ ἂν καὶ τὸ χαλκοῦν λέγειν· ἐπὶ γὰρ Καλλίου χαλκοῦν νόμισμα ἐκόπη.
Ἀριστοφάνους Σχόλια εὐδαίμων ἄρʼ ἦν, εἰ κἀστρατήγησέν γε μετʼ Ἐρασινίδου εἷς τῶν περὶ Ἀργίνουσαν στρατηγησάντων δυστυχῶς. ἀπέθανε δὲ δημοσίαι οὗτός τε καὶ οἱ ὑπομείναντες, Θράσυλλος, Περικλῆς, Λυσίας, Ἀριστοκράτης, Διομέδων, ὥς φησι Φιλόχορος. Δημήτριος δέ φησι περιττότερόν τι γενέσθαι τῶι Ἐρασινίδηι, τὸ καὶ κλοπῆς κατηγορηθῆναι τῶν περὶ Ἑλλήσποντον χρημάτων.
Ἀριστοφάνους Σχόλια μὴ μνησικακήσηις, εἰ σὺ Φυλὴν κατέλαβες ὅτι μετὰ τὸ κατελθεῖν τοὺς μετὰ Θρασυβούλου Φυλὴν καταλαβόντας καὶ νικήσαντας ἐν Πειραιεῖ τοὺς τριάκοντα ἔδοξε μὴ μνησικακῆσαι καθάπαξ ἀλλήλοις μηδὲν τοὺς πολίτας. ἀλλὰ ταῦτά γε οὔπω ἐπέπρακτο οὐδὲ τὰ ἐπὶ τῶν τριάκοντα ἤδη ἦν, ἀλλὰ καὶ Φιλόχορός φησιν, πέμπτωι ἔτει ὕστερον, τῆς Θρασυβούλου γενομένης νίκης, Κριτίας ἐν Πειραιεῖ τελευτᾶι. τοῦτο οὖν ἔοικέ τις ἐκ τοῦ δευτέρου Πλούτου μετενεγκὼν ἐνθάδε ὀλιγωρῆσαι τῆς ἀλογίας ταύτης, ἢ καὶ αὐτὸς ὁ ποιητὴς ὕστερον ἐνθεῖναι.
Δίδυμος ὁ Χαλκέντερος οὐκοῦν ὅτι μὲν οὐκ εἰκός ἐστι τὸν Δημοσθένη ταύτης αὐτοὺς ὑπομιμνήσκειν τῆς εἰρήνης ἑόραται, ἑτέρας δέ τινος εὐεργεσίας καὶ τάχʼ ἂν τῆς περὶ Κόνωνα τὸν Τιμοθέου διὰ τὸ τοῦτον ταῖς ἐκ Φαρναβάζου παρασκευαῖς χρησάμενον ἐν τῆι περὶ Κνίδου ναυμαχίαι Λακεδαιμονίοις ἀνὰ κράτος νικῆσαι. καὶ ταῦτα πιστώσεται Φιλόχορος· προθεὶς γὰρ ἄρχοντα Σουνιάδην Ἀχαρνέα … γράφει· «Κόνων … Κύπρου μετὰ π … ι … τὸν τῆς Φρυγίας σατράπην Φαρνάβαζον … τοναυτ … ξουκ ἔπλευσεν … μ τριήρων … κολπου σ … ων προσήγαγεν ἐκ τῆς Συρίας … σας τὸν παρὰ λ … ιθ … συναγαγὼν δὲ τὰς ναῦς τὰς παρὰ βασιλέως περὶ Λώρυμα τῆς Χερρονήσου καὶ ἐντεῦθεν σὺν πάσαις ἐπιπεσὼν κρύφα τῶι τῶν Λακεδαιμονίων ναυάρχωι … σιππ … νκ … ντην, καὶ ναυμαχίας γενομένης ἐνίκησε καὶ πεντήκοντα τριήρεις αἰχμαλώτους ἔλαβε, καὶ Πείσανδρος ἐτελεύτησεν.»
ἀπὸ δὲ ταύτης τῆς ναυμαχίας ὁ Κόνων καὶ τὰ μακρὰ τείχη τοῖς Ἀθηναίοις ἀνέστησεν ἀκόντων Λακεδαιμονίων, καθάπερ πάλιν ὁ αὐτὸς συγγραφεὺς ἱστορεῖ. λόγον δέ τινα καὶ πάνυ πιθανὸν ἔχειν οἶμαι ταύτης μνημονεύειν τὸν ῥήτορα τῆς περὶ τὴν πόλιν τοῦ βασιλέως φιλοτιμίας· καὶ γὰρ δὴ τὸ φάναι «καὶ πρότερον συνεπηνόρθωσε τὰ τῆς πόλεως πράγματα» συνωιδόν πώς ἐστι τῶι δοκεῖν τῆι Φαρναβάζου παρασκευῆι τὸν Κόνωνα συγχρησάμενον Λακεδαιμονίοις καταναυμαχῆσαι.
Οὐαλέριος Ἁρποκρατίων Ἁγνίας· ... τοῦτον καὶ τοὺς συμπρεσβευτὰς αὐτοῦ φησὶν Ἀνδροτίων ἐν ε τῆς Ἀτθίδος καὶ Φιλόχορος ὡς ἑάλωσάν τε καὶ ἀπέθανον ὑπὸ Λακεδαιμονίων.
Ἀριστοφάνους Σχόλια τὸ συμμαχικὸν αὖ τοῦθʼ, ὅτʼ ἐσκοπούμεθα, εἰ μὴ γένοιτʼ ἀπολεῖν ἔφασκον τὴν πόλιν· ὅτε δὴ δʼ ἐγένετʼ ἤχθοντο, τῶν δὲ ῥητόρων ὁ τοῦτʼ ἀναπείσας εὐθὺς ἀποδρὰς ὤιχετο περὶ δὲ τοῦ συμμαχικοῦ Φιλόχορος ἱστορεῖ ὅτι πρὸ δύο ἐτῶν ἐγένετο συμμαχία Ἀθηναίων καὶ Βοιωτῶν.
Δίδυμος ὁ Χαλκέντερος τὴν προτέραν μὲν ἂν οὖν ἐπανόρθωσιν ἔνιοί φασιν αὐτὸν λέγειν τὴν ἐπʼ Ἀντιαλκίδου τοῦ Λάκωνος καταβᾶσαν εἰρήνην, οὐκ ὀρθῶς ὡς γοῦν ἐμοὶ δοκεῖ· ταύτην γὰρ οὐ μόνον οὐκ ἐδέξαντο Ἀθηναῖοι, ἀλλὰ καὶ πᾶν τοὐναντίον ὡς ἀσεβὲς αὐτοῖς ἀπεώσαντο παρανόμημα, ὡς Φιλόχορος ἀφηγεῖται αὐτοῖς ὀνόμασι, προθεὶς ἄρχοντα Φιλοκλέα Ἀναφλύστιον· «καὶ τὴν εἰρήνην τὴν ἐπʼ Ἀντιαλκίδου κατέπεμψεν ὁ βασιλεύς, ἣν Ἀθηναῖοι οὐκ ἐδέξαντο, διότι ἐγέγραπτο ἐν αὐτῆι τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας ἐν βασιλέως οἴκωι πάντας εἶναι συννενεμημένους· ἀλλὰ καὶ τοὺς πρέσβεις τοὺς ἐν Λακεδαίμονι συγχωρήσαντας ἐφυγάδευσαν, Καλλιστράτου γράψαντος, καὶ οὐχ ὑπομείναντας τὴν κρίσιν, Ἐπικράτην Κηφισιέα, Ἀνδοκίδην Κυδαθηναιέα, Κρατῖνον Σφήττιον, Εὐβουλίδην Ἐλευσίνιον».
τοῦ Ἑλληνικοῦ μηκυνομένου πολέμου .... Ἀθηναῖοι πρέσβεις ἀπέστειλαν πρὸς Λακεδαιμονίους αὐτοκράτορας, ὧν ἐστι καὶ Ἀνδοκίδης· τινῶν δὲ προταθέντων παρὰ Λακεδαιμονίων καὶ ἀποστειλάντων κἀκείνων ἰδίους πρέσβεις, ἔδοξεν ὥστε εἴσω τεσσαράκοντα ἡμερῶν ἐπιβουλεύσασθαι τὸν δῆμον περὶ τῆς εἰρήνης. καὶ ἐπὶ τούτοις Ἀνδοκίδης συμβουλεύει τοῖς Ἀθηναίοις καταδέξασθαι τὴν εἰρήνην ..... Φιλόχορος μὲν οὖν λέγει καὶ ἐλθεῖν τοὺς πρέσβεις ἐκ Λακεδαιμονίας καὶ ἀπράκτους ἀνελθεῖν, μὴ πείσαντος τοῦ Ἀνδοκίδου· ὁ δὲ Διονύσιος νόθον εἶναι λέγει τὸν λόγον.
Οὐαλέριος Ἁρποκρατίων ξενικὸν ἐν Κορίνθωι· Δημοσθένης Φιλιππικοῖς καὶ Ἀριστοφάνης Πλούτωι. συνεστήσατο δʼ αὐτὸ πρῶτον Κόνων, παρέλαβε δʼ αὐτὸ Ἰφικράτης ὕστερον καὶ Χαβρίας· ὧι χρησάμενοι τὴν Λακεδαιμονίων μόραν κατέκοψαν, στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλίου, καθά φησιν Ἀνδροτίων τε καὶ Φιλόχορος.
Δίδυμος ὁ Χαλκέντερος δύναιτο δʼ ἂν καὶ ἑτέρας ἀπὸ βασιλέως εἰρήνης, ἣν ἀσμένως προσήκαντο οἱ Ἀθηναῖοι, μνημονεύειν τὰ νῦν ὁ Δημοσθένης, περὶ ἧς πάλιν ὁ Φιλόχορος διείλεκται, ὅτι παραπλήσιον αὐτὴν τῆι τοῦ Λάκωνος Ἀνταλκίδου προσήκαντο, ἀπειρηκότες ταῖς ξενοτροφίαις καὶ ἐκ πάνυ πολλοῦ τῶι πολέμωι τετρυμένοι, ὅτε καὶ τὸν τῆς Εἰρήνης βωμὸν ἱδρύσαντο.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Ὑπὲρ ἀντιδόσεως πρὸς Μεγακλείδην· ... ὁ μὲν λέγων ἐστὶν Ἀφαρεύς, ἔξω δʼ ἐστὶ τῶν Δεινάρχου λόγων. εἴρηται γὰρ ἔτι τοῦ στρατηγοῦ Τιμοθέου ζῶντος, κατὰ τὸν χρόνον τὸν τῆς μετὰ Μενεσθέως στρατηγίας, ἐφʼ ἧι τὰς εὐθύνας ὑποσχὼν ἑάλω. Τιμόθεος δὲ τὰς εὐθύνας ὑπέσχηκεν ἐπὶ Διοτίμου τοῦ μετὰ Καλλίστρατον, ὅτε καὶ …
Διονύσιος ὁ Ἁλικαρνασσεύς μέμνηται γὰρ ὡς νεωστὶ τῆς εἰς Πύλας ἐξόδου γεγενημένης· ἡ δʼ εἰς Πύλας Ἀθηναίων ἔξοδος ἐπὶ Θουδήμου ἄρχοντος ἐγένετο.
Διονύσιος ὁ Ἁλικαρνασσεύς οὗτος ὁ λόγος εἴρηται ἐπὶ Ἀριστοδήμου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται δῆλον· οἱ μὲν γὰρ εἰς Σάμον ἀποσταλέντες κληροῦχοι κατὰ τοῦτον τὸν ἄρχοντα ἀπεστάλησαν, ὡς Φιλόχορος ἐν ταῖς Ἱστορίαις λέγει.
Δίδυμος ὁ Χαλκέντερος ὅτι μνημονεύει τῶν πραχθέντων Ἀθηναίοις πρὸς Μεγαρέας περὶ τῆς ἱερᾶς Ὀργάδος. γέγονε δὲ ταῦτα κατʼ Ἀπολλόδωρον ἄρχοντα, καθάπερ ἱστορεῖ Φιλόχορος οὑτωσὶ γράφων· «Ἀθηναῖοι δὲ πρὸς Μεγαρέας διενεχθέντες ὑπὲρ τοῦ ὁρισμοῦ τῆς ἱερᾶς Ὀργάδος εἰσῆλθον εἰς Μέγαρα μετʼ Ἐφιάλτου στρατηγοῦντος ἐπὶ τὴν χώραν, καὶ ὡρίσαντο τὴν Ὀργάδα τὴν ἱεράν· ὁρισταὶ δʼ ἐγένοντο, συγχωρησάντων Μεγαρέων, Λακρατείδης ὁ ἱεροφάντης καὶ ὁ δαιδοῦχος Ἱεροκλείδης. καὶ τὰς ἐσχατιὰς τὰς περὶ τὴν Ὀργάδα καθιέρωσαν, τοῦ θεοῦ χρήσαντος “λῶιον καὶ ἄμεινον ἀνεῖσι καὶ μὴ ἐργαζομένοις”, καὶ ἀφώρισαν κύκλωι στήλαις κατὰ ψήφισμα Φιλοκράτους».
Διονύσιος ὁ Ἁλικαρνασσεύς μετὰ γὰρ ἄρχοντα Καλλίμαχον, ἐφʼ οὗ τὰς εἰς Ὄλυνθον βοηθείας ἀπέστειλαν Ἀθηναῖοι πεισθέντες ὑπὸ Δημοσθένους, Θεόφιλός ἐστιν ἄρχων, καθʼ ὃν ἐκράτησε τῆς Ὀλυνθίων πόλεως Φίλιππος.
Δίδυμος ὁ Χαλκέντερος τοῦ Φιλίππου ἐπὶ ἄρχοντος Λυκίσκου Ἀθήναζε περὶ εἰρήνης πέμψαντος, βασιλέως πρέσβεις συμπροσήκαντο οἱ Ἀθηναῖοι, ἀλλὰ ὑπεροπτικώτερον ἢ ἐχρῆν διελέχθησαν αὐτοῖς· εἰρηνεύειν γὰρ πρὸς Ἀρταξέρξην, ἐὰν μὴ ἐπὶ τὰς Ἑλληνίδας ἴηι πόλεις. ἀφηγοῦνται ταῦτα Ἀνδροτίων ὃς καὶ τοτʼ εἶπε … καὶ Ἀναξιμένης. εἴη δʼ ἂν ἄμεινον τὰ τοῦ Φιλοχόρου παραγράψαι. προθεὶς γὰρ οὗτος ἄρχοντα Λυκίσκον ὑποτίθησιν· «ἐπὶ τούτου βασιλέως πέμψαντος Ἀθήναζε πρέσβεις καὶ ἀξιοῦντος τὴν φιλίαν διαμενεῖν ἑαυτῶι τὴν πατρώιαν, ἀπεκρίναντο τοῖς πρέσβεσι Ἀθήνησι … διαμενεῖν βασιλεῖ τὴν φιλίαν, ἐὰν μὴ βασιλεὺς ἐπὶ τὰς Ἑλληνίδας ἴηι πόλεις».
Διονύσιος ὁ Ἁλικαρνασσεύς Ἀθηνάδηι συνηγορία περὶ τῆς σχεδίας πρὸς Ἀμύντιχον ... Διοπείθους ἔτι περὶ Ἑλλήσποντον τοῦ τῶν Ἀθηναίων στρατηγοῦ διατρίβοντος εἴρηται ὁ λόγος, ὡς ἐξ αὐτοῦ γίνεται φανερόν. ἔστι δὲ ὁ χρόνος κατὰ Πυθόδοτον ἄρχοντα, ὡς δηλοῖ Φιλόχορος, σὺν τοῖς ἄλλοις τοῖς ἐπὶ τούτου τοῦ ἄρχοντος οὐδέπω εἰκοστὸν ἔχων ἔτος.
Δίδυμος ὁ Χαλκέντερος οἷς καὶ τὰ παρὰ Φιλοχόρωι μαρτυρεῖ. περὶ μὲν γὰρ τῆς πρὸς Ὠρεὸν ἐξελθούσης βοηθείας προθεὶς ἄρχοντα Σωσιγένη φησὶ ταῦτα· «καὶ συμμαχίαν Ἀθηναῖοι πρὸς Χαλκιδεῖς ἐποιήσαντο, καὶ ἠλευθέρωσαν Ὠρίτας μετὰ Χαλκιδέων μηνὸς Σκιροφοριῶνος … Κηφισοφῶντος στρατηγοῦντος, καὶ Φιλιστίδης ὁ τύραννος ἐτελεύτησε»
Δίδυμος ὁ Χαλκέντερος περὶ δὲ τῆς εἰς Ἐρέτριαν πάλιν ὁ αὐτὸς προθεὶς ἄρχοντα Νικόμαχόν φησιν οὕτως· «ἐπὶ τούτου οἱ Ἀθηναῖοι διέβησαν εἰς Ἐρέτριαν Φωκίωνος στρατηγοῦντος, καὶ κατάξοντες τὸν δῆμον ἐπολιόρκουν Κλείταρχον, ὃς πρότερον μὲν ἀντιστασιώτης ἦν Πλουτάρχου καὶ διεπολιτεύετο πρὸς αὐτόν, ἐκείνου δʼ ἐκπεσόντος ἐτυράννησε· τότε δὲ ἐκπολιορκήσαντες αὐτὸν Ἀθηναῖοι τῶι δήμωι τὴν πόλιν ἀπέδωκαν.»
Δίδυμος ὁ Χαλκέντερος τοὺς καιροὺς τοῦ λόγου τάχʼ ἄν τις συνίδοι, ἐξ ὧν Φιλόχορος προθεὶς ἄρχοντα Νικόμαχον … η … ηνπρο … οιγεγρα … σηι … εσ … νενων … νωνειτ … ησθε … οιησ … ιερωμεν … σκουσα … μετ … ραιαν … οισουβο … υδε … Φιλιστίδου μὲν τοῦ Ὠρίτου ἐπὶ Σωσιγένους ἐκπολιορκηθέντος, Κλειτάρχου δὲ τοῦ Ἐρετριέως ἐπὶ Νικομάχου ἄρχοντος. καὶ ταῦτα πιστώσει, ὅτι πολλῶι ἔμπροσθεν ἐκεῖνα τῶν ἐπὶ τέλει τῆς Νικομάχου ἀρχῆς, ἀλλὰ δὴ καὶ ὁ λόγος. οὐκοῦν ὅτι μὲν οὐχ ὕστερον γέγραπται τῆς Σωσιγένους ἀρχῆς ὁ λόγος, μὴ ὅτι μετὰ Νικόμαχον, ἤδη ἱκανῶς ἑώραται. ἀφηγεῖται γὰρ προθεὶς Θεόφραστον τὸν μετὰ Νικόμαχον … δείξειν … ὑπὲρ τῆς πρὸς Φίλιππον εἰρήνης … ορ … καὶ ἡ περὶ τῶν συνθηκῶν στήλη τῶν περὶ τῆς εἰρήνης ἐπὶ Θεοφράστου ἄρχοντος ε … οτ … ληνεσατ … ἐλευθε … ωτ … ν … τε πάντηι τε καὶ πάντως πρ … αι … σαφὴς δὲ μάρτυς, ὡς ἐγὼ ἀληθεύω, Δημοσθένης ταυτὶ λέγων ....
Δίδυμος ὁ Χαλκέντερος ἐξήφθη δʼ ὁ πρὸς τὸν Μακεδόνα πόλεμος Ἀθηναίων καὶ διὰ τἄλλα μὲν ὅσα Φίλιππος εἰρήνην προσποιούμενος ἄγειν ἐπλημμέλει περὶ τοὺς Ἀθηναίους, μάλιστα δʼ ἡ ἐπὶ τὸ Βυζάντιον καὶ Πέρινθον αὐτοῦ στρατεία τὰς πόλεις ἐφιλοτιμεῖτο παραστήσασθαι δυοῖν ἕνεκα, τοῦ τε ἀφελέσθαι τὴν σιτοπομπίαν τῶν Ἀθηναίων καὶ ἵνα μὴ πόλεις ἔχωσιν ἐπιθαλαττίους ναυτικῶι προύχοντες ὁρμητήρια καὶ καταφυγὰς τοῦ πρὸς αὐτὸν πολέμου· ὅτε δὴ καὶ τὸ παρανομώτατον ἔργον διεπράξατο τὰ ἐφʼ Ἱερῶι πλοῖα τῶν ἐμπόρων καταγαγών, ὡς μὲν ὁ Φιλόχορος λ πρὸς τοῖς διακοσίοις, ὡς δʼ ὁ Θεόπομπος ρπ, ἀφʼ ὧν ἑπτακόσια τάλαντα ἤθροισε. ταῦτα δὴ πέρυσι διαπέπραχεν ἐπὶ Θεοφράστου τοῦ μετὰ Νικόμαχον ἄρχοντος, καθάπερ ἄλλοι τε καὶ Φιλόχορος οὑτωσὶ φησίν· «καὶ Χάρης μὲν ἀπῆρεν εἰς τὸν σύλλογον τῶν βασιλικῶν στρατηγῶν, καταλιπὼν ἐφʼ Ἱερῶι ναῦς, ὅπως ἂν τὰ πλοῖα τὰ ἐκ τοῦ Πόντου συναγάγωσι. Φίλιππος δʼ αἰσθόμενος οὐ παρόντα τὸν Χάρητα τὸ μὲν πρῶτον ἐπειρᾶτο πέμψαι τὰς ναῦς τὰ πλοῖα καταγαγεῖν· οὐ δυνάμενος δὲ βιάσασθαι στρατιώτας διεβίβασεν εἰς τὸ πέραν ἐφʼ Ἱερὸν καὶ τῶν πλοίων ἐκυρίευσεν. ἦν δʼ οὐκ ἐλάττω τὰ πάντα διακοσίων καὶ τριάκοντα. καὶ ἐπικρίνων τὰ πολέμια διέλυε καὶ τοῖς ξύλοις ἐχρῆτο πρὸς τὰ μηχανώματα, καὶ σίτου καὶ βυρσῶν καὶ χρημάτων πολλῶν ἐγκρατὴς ἐγένετο».
Ψευδοπλούταρχος φυγόντος Ἁρπάλου μετὰ χρημάτων εἰς Ἀθήνας, τὸ μὲν πρῶτον ἐκώλυσεν αὐτὸν εἰσδεχθῆναι ἐπειδὴ δʼ εἰσέπλευσε λαβὼν Δαρεικοὺς χιλίους μετετάξατο, βουλομένων τʼ Ἀθηναίων Ἀντιπάτρωι παραδοῦναι τὸν ἄνθρωπον, ἀντεῖπεν ἔγραψέ τε ἀποθέσθαι τὰ χρήματα εἰς ἀκρόπολιν, μηδὲ τῶι δήμωι τὸν ἀριθμὸν εἰπών· φήσαντος δʼ Ἁρπάλου ἑπτακόσια συγκατακομίσαι τάλαντα, τὰ ἀνενεχθέντα εἰς τὴν ἀκρόπολιν εὑρέθη τριακόσια καὶ πεντήκοντα ἢ ὀλίγωι πλείονα, ὥς φησι Φιλόχορος.
Ψευδοπλούταρχος ἀποθανεῖν δʼ αὐτὸν Φιλόχορος μέν φησιν φάρμακον πιόντα, Σάτυρος δʼ ὁ συγγραφεὺς τὸν κάλαμον πεφαρμάχθαι, ὧι γράφειν ἤρξατο τὴν ἐπιστολήν, οὗ γευσάμενον ἀποθανεῖν· Ἐρατοσθένης δʼ ἐκ πολλοῦ δεδοικότα Μακεδόνας περὶ τῶι βραχίονι κρίκον περικεῖσθαι πεφαρμαγμένον. εἰσὶ δʼ οἵ φασι συσχόντα αὐτὸν τὸ πνεῦμα ἀποθανεῖν, οἱ δʼ εἶπον τοῦ κατὰ τὴν σφραγῖδα φαρμάκου γευσάμενον.
Ἀθήναιος ἐπʼ Ἀντιγόνωι δὲ καὶ Δημητρίωι φησὶν Φιλόχορος Ἀθηναίους ἄιδειν παιᾶνας τοὺς πεποιμένους ὑπὸ Ἑρμίππου τοῦ Κυζικηνοῦ, ἐφαμίλλων γενομένων τῶν παιᾶνας ποιησάντων καὶ τοῦ Ἑρμοκλέους … προκριθέντος.
Πινδαρικὴ ὑπόμνησις τὸν οὖν Δημητριῶνα μῆνά φησι Φιλόχορος ὅλον ψηφίσασθαι τοὺς Ἀθηναίους ἱερομηνίαν λέγεσθαι, οἷον ὅλον ἑορτήν.
Διονύσιος ὁ Ἁλικαρνασσεύς .... Φίλιππος· ἐπὶ τούτου κάθοδος ἐδόθη τοῖς τε ἄλλοις φυγάσι καὶ Δεινάρχωι ὑπὸ βασιλέως Δημητρίου.
Λεξικὰ Σεγουηριανά Γενέσια· οὔσης τε ἑορτῆς δημοτελοῦς ἐν Ἀθήναις, Βοηδρομιῶνος πέμπτηι, Γενέσια καλουμένης, καθότι φησὶ Φιλόχορος καὶ Σόλων ἐν τοῖς Ἄξοσι, καὶ τῆς τοῦ ὀνόματος χρήσεως οὔσης Ἑλληνικῆς, τί κωλύει μὴ μόνον ἐπὶ τῆς δημοτελοῦς ἑορτῆς, ἀλλὰ καὶ ἐπὶ τῆς ἰδίας ἑκάστου τάσσεσθαι.
Ἀθήναιος Φιλόχορος δὲ ἱστορεῖ καὶ κεκωλῦσθαι Ἀθήνησιν ἀπέκτου ἀρνὸς μηδένα γεύεσθαι, ἐπιλιπούσης ποτὲ τῆς τῶν ζώιων τούτων γενέσεως.
Ἀθήναιος ἦν δὲ καὶ παλαιὸς νόμος, ὥς φησιν Ἀνδροτίων, τῆς ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον· διὸ τὰ ἤδη τέλεια ἤσθιον· «ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι» καὶ νῦν δὲ τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὐ θύειν ἀμνὴν οὐδὲ τυροῦ γεύεσθαι. καὶ κατὰ χρόνον δέ τινα ἐκλιπόντων τῶν βοῶν, φησὶν ὁ Φιλόχορος, νομοθετεθῆναι διὰ τὴν σπάνιν ἀπέχεσθαι αὐτοὺς τῶν ζώιων, συνάγειν βουλομένους καὶ πληθῦσαι τῶι μὴ καταθύεσθαι.
Ἀθήναιος Φιλόχορος δέ φησιν ὅτι οἱ πίνοντες οὐ μόνον ἑαυτοὺς ἐμφανίζουσιν οἵτινές εἰσιν, ἀλλὰ τῶν ἄλλων ἕκαστον ἀνακαλύπτουσι παρρησίαν ἄγοντες. ὅθεν «οἶνος καὶ ἀλήθεια» λέγεται, καὶ «ἀνδρὸς δʼ οἶνος ἔδειξε νόον». καὶ τὸ νικητήριον ἐν Διονύσου τρίπους· καὶ γὰρ ἐκ τρίποδος λέγειν φαμὲν τοὺς ἀληθεύοντας. δεῖ δὲ νοεῖν τρίποδα τοῦ Διονύσου τὸν κρατῆρα. ἦν γὰρ τὸ ἀρχαῖον δύο γένη τριπόδων, οὓς καλεῖσθαι λέβητας συνέβαινεν ἀμφοτέρους· ἐμπυριβήτης ὁ καὶ λοετροχόος—Αἰσχύλος «τὸν μὲν τρίπους ἐδέξατʼ οἰκεῖος λέβης, αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν»—, ὁ δʼ ἕτερος κρατὴρ καλούμενος—Ὅμηρος «ἕπτʼ ἀπύρους τρίποδας». ἐν τούτοις δὲ τὸν οἶνον ἐκίρνων, καὶ οὗτός ἐστιν ὁ τῆς ἀληθείας τρίπους· διὸ Ἀπόλλωνος μὲν οἰκεῖος διὰ τὴν ἐκ μαντικῆς ἀλήθειαν, Διονύσου δὲ διὰ τὴν ἐν μέθηι.
Ἀθήναιος λέγει δὲ περὶ τούτων ὁ Φιλόχορος οὑτωσί· «Ἀθηναῖοι τοῖς Διονυσιακοῖς ἀγῶσι τὸ μὲν πρῶτον ἠριστηκότες καὶ πεπωκότες ἐβάδιζον ἐπὶ τὴν θέαν, καὶ ἐστεφανωμένοι ἐθεώρουν· παρὰ δὲ τὸν ἀγῶνα πάντα οἶνος αὐτοῖς ὠινοχοεῖτο καὶ τραγήματα παρεφέρετο. καὶ τοῖς χοροῖς εἰσιοῦσιν ἐνέχεον πίνειν, καὶ διηγωνισμένοις ὅτʼ ἐξεπορεύοντο ἐνέχεον πάλιν. μαρτυρεῖν δὲ τούτοις καὶ Φερεκράτη τὸν κωμικόν ὅτι μέχρι τῆς καθʼ ἑαυτὸν ἡλικίας οὐκ ἀσίτους εἶναι τοὺς θεωροῦντας».
Ἀθήναιος Φιλόχορος δέ φησιν ὡς οἱ παλαιοὶ σπένδοντες οὐκ αἰεὶ διθυραμβοῦσιν, ἀλλʼ ὅταν σπένδωσι τὸν μὲν Διόνυσον ἐν οἴνωι καὶ μέθηι, τὸν δʼ Ἀπόλλωνα μεθʼ ἡσυχίας καὶ τάξεως μέλπουσιν. Ἀρχίλοχος γοῦν φησιν «ὡς Διωνύσοιʼ ἄνακτος καλὸν ἐπάρξαι μέλος οἶδα διθύραμβον, οἴνωι συγκεραυνωθεὶς φρένας». καὶ Ἐπίχαρμος δʼ ἐν Φιλοκτήτηι ἔφη «οὐκ ἔστι διθύραμβος, ὅκχʼ ὕδωρ πίηις».
Ἀθήναιος Ἀθηναῖοι δέ, ὥς φησι Φιλόχορος, ταῖς Ὥραις θύοντες οὐκ ὀπτῶσιν ἀλλʼ ἕψουσι τὰ κρέα, παραιτούμενοι τὰς θεὰς ἀπείργειν τὰ περισκελῆ καύματα καὶ τοὺς αὐχμούς, μετὰ δὲ τῆς συμμέτρου θερμασίας καὶ ὑδάτων ὡραίων ἐκτελεῖν τὰ φυόμενα. τὴν μὲν γὰρ ὄπτησιν ἐλάττους παρέχεσθαι ὠφελείας, τὴν δὲ ἕψησιν οὐ μόνον τὴν ὠμότητα περιαιρεῖν, ἀλλὰ καὶ τὰ σκληρὰ μαλάττειν δύνασθαι καὶ τὰ λοιπὰ πεπαίνειν.
Κλήμης ὁ Ἀλεξανδρεύς Φιλόχορος δὲ ἐν Τήνωι Ποσειδῶνά φησι τιμᾶσθαι Ἰατρόν, Κρόνωι δὲ ἐπικεῖσθαι Σικελίαν καὶ ἐνταῦθα αὐτὸν τεθάφθαι.
Κλήμης ὁ Ἀλεξανδρεύς καὶ μὲν Τελεσίνου τοῦ Ἀθηναίου, ὥς φησι Φιλόχορος, ἔργον εἰσὶν ἀγάλματα ἐννεαπήχη Ποσειδῶνος καὶ Ἀμφιτρίτης ἐν Τήνωι προσκυνούμενα.
Ἐτυμολογικὸν τὸ Μέγα Θήσειον· τέμενός ἐστι τῶι Θησεῖ, ὃ τοῖς οἰκέταις ἄσυλον ἦν — ἐλέγοντο δὲ δίκαι ἐνταῦθα —, ἢ ναὸς τοῦ Θησέως, ἐφʼ ὃν οἱ ἀποδιδράσκοντες δοῦλοι προσέφευγον. Φιλόχορος δὲ οὐ μόνον τοὺς οἰκέτας τὸ παλαιόν φησι καταφεύγειν εἰς τὸ Θήσειον ἀλλὰ καὶ τοὺς ὁπωσοῦν ἱκετεύοντας.
Ἐτυμολογικὸν τὸ Μέγα Θυηλαί· παρὰ τὸ θύω θυηλή. κυρίως μὲν τοὺς θύλακας, εἰς οὓς τὰ θυμιάματα ἐμβάλλεται, καταχρηστικῶς δὲ πᾶσα θυσία· θυηλαὶ οὖν αἱ ἀπαρχαὶ τῶν θυσιῶν ἤγουν αἱ θυσίαι. Φιλόχορος Γῆς παῖδας εἶναι Θυηλάς, ἃς πρώτας θύσαι θεοῖς.
ΕΚΛ. ΔΙΑΦ. ΛΕΞ. Θυηλαί· Φιλόχορος Γῆς παῖδας εἶναι Θυηλάς, ἃς … πρῶτον θύουσιν. θυοσκόοι δὲ οἱ ἀπὸ τῶν θυομένων διὰ τοῦ πυρὸς μαντευόμενοι, ἱερεῖς δὲ τοὺς ἀπὸ τῶν ἱερῶν σπλάγχνων μαντευομένους. κυρίως μέντοι θυηλὰς τοὺς θυλάκους, εἰς οὓς τὰ θυμιάματα ἐμβάλλεται.
Οὐαλέριος Ἁρποκρατίων περίστοιχοι. Δημοσθένης .... «φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν». Δίδυμος δέ τι γένος ἐλαιῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοιχάδας προσηγόρευσε. μήποτε δὲ περιστοίχους κέκληκεν ὁ ῥήτωρ τὰς κύκλωι περὶ τὸ χωρίον ἐν στοίχωι πεφυκυίας.
Οὐαλέριος Ἁρποκρατίων πομπείας καὶ πομπεύειν· .... πομπεῖα δὲ λέγεται τὰ εἰς τὰς πομπὰς κατασκευαζόμενα σκεύη, ὡς ὁ αὐτὸς ῥήτωρ κατʼ Ἀνδροτίωνος ὑποσημαίνει. «πομπείοις δέ» φησι Φιλόχορος «πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας τῶν λ κατασκευασθεῖσιν. ὀψὲ δέ» φησί «καὶ Ἀνδροτίων ἄλλα κατεσκεύασεν».
Οὐαλέριος Ἁρποκρατίων Τριτοπάτορες· .... Φιλόχορος δὲ τοὺς Τριτοπάτορας πάντων γεγονέναι πρώτους· «τὴν μὲν γὰρ Γῆν καὶ τὸν Ἥλιον — φησίν —, ὃν καὶ Ἀπόλλωνα τότε καλεῖν, γονεῖς αὑτῶν ἠπίσταντο οἱ τότε ἄνθρωποι, τοὺς δὲ ἐκ τούτων τρίτους πατέρας».
Λεξικὰ Σεγουηριανά δειπνοφόρος· ἑορτῆς ὄνομα. δειπνοφορία γάρ ἐστι τὸ φέρειν δεῖπνα ταῖς Κέκροπος θυγατράσιν Ἕρσηι καὶ Πανδρόσωι καὶ Ἀγραύλωι· ἐφέρετο δὲ πολυτελῶς κατά τινα μυστικὸν λόγον. καὶ τοῦτο ἐποίουν οἱ πολλοί· φιλοτιμίας γὰρ εἴχετο. Φιλόχορος δέ φησι τὰς μητέρας τῶν δὶς ἑπτὰ παίδων, τῶν κατακλεισθέντων ἵνα πεμφθῶσι τῶι Μινωταύρωι, πέμπειν καθʼ ἡμέραν αὐτοῖς δεῖπνον, καὶ φοιτᾶν πρὸς αὐτούς, καὶ μετὰ τὴν ὑποστροφὴν ὥσπερ εὐχὴν ἀποδιδοῦντας ἐν τῆι ἑορτῆι ἄγειν τοὺς παῖδας τὰ δεῖπνα, καλουμένους δειπνοφόρους.
Φιλόδημος Ἐμπεδοκλῆς δʼ ἐν τοῖς Ὕμνοις ὡς καὶ παρὰ Φιλοχόρωι, Γῆν καὶ Δήμητρα τὴν αὐτὴν Ἑστίαι, καθὸ καὶ Σοφοκλῆς ἐν Ἰνάχωι τὴν Γῆν μητέρα τῶν θεῶν φησιν, ἐν Τριπτολέμωι δὲ καὶ Ἑστίαν εἶναι.
Φώτιος Ἀλκυονίδες ἡμέραι· περὶ τοῦ ἀριθμοῦ διαφέρονται. Σιμωνίδης μὲν γὰρ ἐν Πεντάθλοις ιδ φησὶν αὐτὰς καὶ Ἀριστοτέλης ἐν τοῖς Περὶ ζώιων, Δημαγόρας δὲ ὁ Σάμιος ἑπτά, Φιλόχορος δὲ ἐννέα. τὸν δὲ ἐπʼ αὐταῖς μῦθον Ἡγήσανδρος ἐν τοῖς Περὶ ὑπομνημάτων λέγει οὕτως· «Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν αὗται· Χθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλλήνη, Δρυμώ, Ἀστερίη, αἳ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Παλλήνης, ἔρριψαν αὑτὰς εἰς τὴν θάλασσαν· Ἀμφιτρίτη δʼ αὐτὰς ὄρνιθας ἐποίησε, καὶ ἀπὸ τοῦ πατρὸς ἀλκυόνες ἐκλήθησαν. αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι ἀλκυονίδες καλοῦνται».
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης Φιλόχορος δὲ ἐν τῆι Ἀτθίδι παρὰ τοῖς παλαιοῖς φησὶ τὸν ἀμφορέα καλεῖσθαι κάδον καὶ τὸ ἡμιαμφόριον ἡμικάδιον· Ἐπίχαρμος μέντοι ἐν Φιλοκλίνηι διακρίνειν ἔοικε κάδον καὶ ἀμφορέα, εἰπὼν «οὔτʼ ἐν κάδωι δηλοίμην οὔτʼ ἐν ἀμφορεῖ».
Σχόλια εἰς Εὐριπίδην σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου λειμῶνος διαβεβόηται τοῦτο τὸ ζήτημα· καὶ οἱ μὲν ὑπέλαβον τὸν Ἱππόλυτον στέφειν τὴν Ἄρτεμιν ἀνθίνωι στεφάνωι, οἱ δὲ Φιλόχορος τὴν ἐν Ἄγραις Ἄρτεμιν τῶι μελιλώτωι στέφεσθαί φησιν ἐφʼ ἑαυτοῦ τὸν Ἱππόλυτον ταῦτα λέγειν ὅτι ἐμαυτόν σοι ἀνατίθημι, ὦ θεά, στέφανον .... ἄλλοι δὲ μηδὲν αἰνίττεσθαι τὸν ποιητήν φασιν, ἀλλὰ κυρίως λέγειν, καὶ τῶι ὄντι στέφανον φέρειν τὸν Ἱππόλυτον .... ἄλλοι δέ φασιν τὸν Εὐριπίδην τροπικώτερον τὸν ἐπὶ τῆι Ἀρτέμιδι ὕμνον στέφανον λέγειν ..... Φιλόχορος δέ φησι τῶι μὲν ξοάνωι πλεκτὸν στέφανον προσφέρειν, τῆι δὲ θεῶι τὸν ὕμνον· ἐξ ἀκηράτου δὲ τῆς ἀδόλου καὶ ἀφθάρτου μου διανοίας.
ἱστάμενον μῆνα ἕως εἰκάδος ἔλεγον, μετὰ δὲ τοῦτο πρώτην φθίνοντος, δευτέραν φθίνοντος. Φιλόχορος δὲ πάσας τὰς τρεῖς ἱερὰς λέγει τῆς Ἀθηνᾶς.
τὴν ἐννεακαιδεκάτην ὡς καὶ τὴν ὀκτωκαιδεκάτην τὰ πάτρια τῶν Ἀθηναίων καθαρμοῖς ἀποδίδωσι καὶ ἀποτροπαῖς, ὡς Φιλόχορος λέγει καὶ Κλείδημος, ἀμφότεροι ἐξηγηταὶ τῶν πατρίων ἄνδρες.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Θέτις δʼ ὑπεδέξατο κόλπωι Θέτις ἵνʼ εὐλόγως τὸν ἀμφορέα λάβηι· ἢ ὅτι χρησμὸς ἐδόθη ἁλιεύειν «ἐν τόπωι Διόνυσον ἁλιέα βαπτίζοι τε», ὡς Φιλόχορος.
Πινδαρικὴ ὑπόμνησις ... Φιλόχορος δὲ τὰς ἐκ φήμης μαντείας, τουτέστι κληδόνας καὶ πταρμούς, σύμβολόν φησι λέγεσθαι, χρήσασθαι δὲ αὐτοῖς πρῶτον Δήμητραν.
Ἀριστοφάνους Σχόλια σύμβολον ὄρνιν καὶ γὰρ ταῦτα συμβόλους ἐποίουν τὰ πρῶτα συναντῶντα καὶ ἐξ ἀπαντήσεώς τι προσημαίνοντα. ταῦτα δὲ πάντα Δημήτερι ἀνέκειτο, ὥς φησι Φιλόχορος.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς ξυμβόλους· τοὺς διὰ τῶν πταρμῶν οἰωνισμοὺς ἔλεγον· ἀνετίθεντο δὲ οὗτοι Δήμητρι. τινὲς δὲ τὰς διὰ τῆς φήμης γινομένας μαντείας, ἃς Φιλόχορός φησι Δήμητρα εὑρεῖν.
ἐπʼ Ἰσμηνοῦ τε μαντείαι σποδῶι καὶ γάρ ἐστι παρὰ τῶι Ἰσμηνῶι Ἀπόλλωνος ἱερόν· διό φησι «μαντείαι σποδῶι» — τοῦτο δὲ ἀντὶ τοῦ βωμοῦ —, ὅτι διὰ τῶν ἐμπύρων ἐμαντεύοντο οἱ ἱερεῖς, ὥς φησι Φιλόχορος.
καὶ οὐ μόνον θυσίας νηφαλίους ἀλλὰ καὶ ξύλα τινὰ ἐφʼ ὧν ἔκαιον νηφάλια ἐκάλουν· Κράτης μὲν οὖν ὁ Ἀθηναῖος τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλιά φησιν προσαγορεύεσθαι, ὁ δὲ Φιλόχορος ἀκριβέστερόν φησι τὰ μήτε ἀμπέλινα μήτε σύκινα ἀλλὰ τὰ ἀπὸ τῶν θύμων νηφάλια καλεῖσθαι· καὶ πρώτηι φησὶν ὕληι πρὸς τὰς ἐμπύρους θυσίας ταύτηι κεχρῆσθαι, παρʼ ὃ καὶ τοὔνομα λαβεῖν τὸν θύμον ὡς παρὰ τὴν θυμίασιν καὶ τὴν θυὴν πεποιημένης τῆς φωνῆς. εἰσὶ δέ τινες τὸ παράπαν ἄσπονδοι θυσίαι κατὰ τύχην εἰς ἔθος παρελθοῦσαι.
Ζηνόβιος ὁ Σοφιστής πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες· Φιλόχορός φησιν ὅτι νύμφαι κατεῖχον τὸν Παρνασόν, τροφοὶ Ἀπόλλωνος, τρεῖς, καλούμεναι Θριαί, ἀφʼ ὧν αἵ τε μαντικαὶ ψῆφοι θριαὶ καλοῦνται καὶ τὸ μαντεύεσθαι θριᾶσθαι. ἄλλοι δὲ λέγουσι τὴν Ἀθηνᾶν εὑρεῖν τὴν διὰ τῶν ψήφων μαντικήν· ἧς εὐδοκιμούσης μᾶλλον τῶν Δελφικῶν χρησμῶν, τὸν Δία χαριζόμενον τῶι Ἀπόλλωνι ψευδῆ καταστῆσαι τὴν διὰ τῶν ψήφων μαντικήν. πάλιν οὖν τῶν ἀνθρώπων ἐπὶ τοὺς Δελφικοὺς ἐρχομένων χρησμούς, τὴν Πυθίαν εἰπεῖν «πολλοὶ—ἄνδρες».
Ἀθήναιος ὅτι δὲ τοὺς ἀσώτους καὶ τοὺς μὴ ἔκ τινος περιουσίας ζῶντας τὸ παλαιὸν ἀνεκαλοῦντο οἱ Ἀρεοπαγῖται καὶ ἐκόλαζον, ἱστόρησαν Φανόδημος καὶ Φιλόχορος ἄλλοι τε πλείους.
Οὐαλέριος Ἁρποκρατίων ἀδύνατοι· Αἰσχίνης ἐν τῶι Κατὰ Τιμάρχου. οἱ ἐντὸς τριῶν μνῶν κεκτημένοι καὶ τὸ σῶμα πεπηρωμένοι. ἐλάμβανον δὲ οὗτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς β ὀβολοὺς τῆς ἡμέρας ἑκάστης, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείαι ὡς δὲ Φιλόχορός φησιν, θ δραχμὰς κατὰ μῆνα. ἔστι δὲ καὶ λόγος τις, ὡς λέγεται, Λυσίου Περὶ τοῦ ἀδυνάτου, ἐν ὧι ὡς ὀβολὸν λαμβάνοντος μέμνηται.
Λεξικὰ Σεγουηριανά ἀδύνατοι· οἱ μέρος τι βεβλαμμένοι τοῦ σώματος ὡς μηδὲν ἔργον ἐργάζεσθαι, οἳ καὶ ἐχορηγοῦντο τὰ πρὸς τὸ ζῆν παρὰ τῆς πόλεως, μισθοφορούντων τῶν ἐντὸς τριῶν μνῶν περιουσίαν κεκτημένων. ἐδοκιμάζοντο δὲ οἱ ἀδύνατοι ὑπὸ τῆς τῶν φ βουλῆς, καὶ ἐλάμβανον τῆς ἡμέρας, ὡς μὲν Λυσίας λέγει, ὀβολὸν ἕνα, ὡς δὲ Φιλόχορος πέντε· Ἀριστοτέλης δὲ δύο ἔφη.
Οὐαλέριος Ἁρποκρατίων ἀντιγραφεύς· ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῆι πόλει χρήματα ὥστε ἀντιγράφεσθαι ταῦτα· Δημοσθένης ἐν τῶι Κατʼ Ἀνδροτίωνος καὶ Αἰσχίνης ἐν τῶι Κατὰ Κτησιφῶντος. διττοὶ δὲ ἦσαν ἀντιγραφεῖς, ὁ μὲν τῆς διοικήσεως, ὥς φησι Φιλόχορος, ὁ δὲ τῆς βουλῆς, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείαι.
Ἀνώνυμον Λεξικὸν Ῥητορικόν τὸ Κανταβριγενσε Εἰσαγγελία· κατὰ καινῶν καὶ ἀγράφων ἀδικημάτων· αὕτη μὲν οὖν ἡ Καικιλίου δόξα. Θεόφραστος δὲ ἐν τῶι τετάρτωι Περὶ νόμων φησὶ γενέσθαι, ἐάν τις καταλύηι τὸν δῆμον ῥήτωρ ἢ μὴ τὰ ἄριστα συμβουλεύηι χρήματα λαμβάνων, ἢ ἐάν τις προδιδῶι χωρίον … ἢ ναῦς ἢ πεζὴν στρατιάν, ἢ ἐάν τις εἰς τοὺς πολεμίους ἀφικνῆται, ἢ νικοίη παρʼ αὐτοῖς, ἢ στρατεύηται μετʼ αὐτῶν, ἢ δῶρα λαμβάνηι. συνομολογεῖ δὲ τοῖς ὑπὸ Θεοφράστου ἡ κατὰ Θεμιστοκλέους εἰσαγγελία, ἣν Θεμιστοκλέα εἰσήγγειλεν, ὡς Κρατερός, Λεωβώτης Ἀλκμαίωνος Ἀγραυλῆθεν. ἔνιοι δὲ τῶν ῥητόρων εἰώθεσαν καλεῖν καὶ τὰ μὴ μεγάλα ἀδικήματα εἰσαγγελίαν. ἔστι δʼ ὅτε ἐμβάλλοντες τοὺς συκοφαντουμένους εἰσήγγελλον, ὡς μὲν Φιλόχορος, χιλίων καθεζομένων, ὡς δὲ Δημήτριος ὁ Φαληρεὺς, χιλίων πεντακοσίων.
Ἀριστοφάνους Σχόλια ἡ γλαῦξ ἐπὶ χαράγματος ἦν τετραδράχμου, ὡς Φιλόχορος. ἐκλήθη δὲ τὸ νόμισμα τὸ τετράδραχμον γλαῦξ· τότε γὰρ γλαῦξ ἐπίσημον καὶ πρόσωπον Ἀθηνᾶ, τῶν προτέρων διδράχμων ὄντων ἐπίσημόν τε βοῦν ἐχόντων.
Φώτιος κρηπίς· τόπος Ἀθήνησιν· οὕτω Φιλόχορος.
Ἀριστοφάνους Σχόλια Λακρατείδης ἀρχαῖος ἄρχων Ἀθήνησιν, ὡς καὶ Φιλόχορος. ἦρξε δὲ ἐπὶ τῶν χρόνων Δαρείου, ἐφʼ οὗ πλείστη χιὼν ἐγένετο καὶ ἀπέπηξε πάντα, ὡς μὴ δύνασθαί τινα προιέναι. διόπερ τὰ ψυχρὰ πάντα Λακρατείδου ἐκάλουν.
Ἀριστοφάνους Σχόλια ἐν Πειραιεῖ δήπου ʼστιν Κανθάρου λιμήν μέρος τοῦ Πειραιῶς, ὡς Καλλικράτης φησὶν ἢ Μενεκλῆς ἐν τῶι Περὶ Ἀθηνῶν γράφων οὕτως «ἔχει δὲ ὁ Πειραιεὺς λιμένας τρεῖς, πάντας κλειστούς· εἷς μέν ἐστιν ὁ Κανθάρου λιμὴν καλούμενος, ἐν ὧι τὰ νεώρια ἑξήκοντα … εἶτα Ἀφροδίσιον, εἶτα κύκλωι τοῦ λιμένος στοαὶ πέντε». ἄλλως· μήποτε ὅπου ἡ τῶν τοιούτων πλοίων στάσις ἦν, οὕτως ἐκράτησε καλεῖσθαι· τῶι ὄντι γάρ ἔστιν ἐν τῆι Ἀττικῆι κώμηι λεγομένη οὕτως Κανθάρου λιμήν, οὐχὶ Κάνθαρος, ὡς Φιλόχορος ἱστορεῖ, ἀπὸ ἥρωος ἐγχωρίου τινός.
Ἀριστοφάνους Σχόλια Πρασιαὶ πόλις Λακωνική· ... ἔστι δὲ καὶ τῆς Ἀττικῆς ἐπίνειον, ὥς φησι Θουκυδίδης καὶ Φιλόχορος.
Στέφανος ὁ Βυζάντιος Ξυπέτη· δῆμος Κεκροπίδος φυλῆς. ὁ δημότης Ξυπετεών ..... τὸ τοπικὸν ἐκ Ξυπετεώνων .... Φιλόχορος δὲ Ξυπετέωνον τὸν δῆμόν φησι διὰ τοῦ ω καὶ τοῦ ο μικροῦ ἐν τέλει.
Στέφανος ὁ Βυζάντιος Σημαχίδαι· δῆμος Ἀττικῆς ἀπὸ Σημάχου, ὧι καὶ ταῖς θυγατράσιν ἐπεξενώθη Διόνυσος, ἀφʼ ὧν αἱ ἱέρειαι αὐτοῦ. ἔστι δὲ τῆς Ἀντιοχίδος φυλῆς. Φιλόχορος δὲ τῆς Ἐπακρίας φησὶ τὸν δῆμον.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν, Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρίσταρχος εἶδος ὠιδῆς τὸν λίνον φησὶν ὡς παιᾶνα καὶ εἴ τι τοιοῦτον, ἀπὸ Λίνου τοῦ ἥρωος. ἡ δὲ περὶ τὸν Λίνον ἱστορία καὶ παρὰ Φιλοχόρωι … ἐν τῆι ιθ καὶ παρὰ Μελανιππίδηι ἥ τε καλουμένη Σφαῖρα ποίημά ἐστιν εἰς τὸν Λίνον, ἀναφέρεται δὲ εἰς Ὀρφέα. ὁ δὲ Φιλόχορος ὑπʼ Ἀπόλλωνός φησιν αὐτὸν ἀναιρεθῆναι, ὅτι τὸ λίνον καταλύσας πρῶτος χορδαῖς ἐχρήσατο εἰς τὰ ὄργανα. φασὶ δὲ αὐτὸν ἐν Θήβαις ταφῆναι καὶ τιμᾶσθαι ὑπὸ ποιητῶν ἐν θρηνώδεσιν ἀπαρχαῖς. ἐπιγραφή ἐστιν ἐν Θήβαις «ὦ Λίνε, πᾶσι θεοῖς τετιμημένε, σοὶ γὰρ ἔδωκαν ἀθάνατοι πρώτωι μέλος ἀνθρώποισιν ἀεῖσαι ἐν ποδὶ δεξιτερῶι· Μοῦσαι δέ σε θρήνεον αὐταί μυρόμεναι μολπῆισιν, ἐπεὶ λίπες ἡλίου αὐγάς». ἄλλως· «κρύπτω τὸν θεὸν ἄνδρα Λίνον, Μουσῶν θεράποντα, τὸν πολυθρήνητον Λίνον Αἴλινον· ἡ δὲ πατρώια Φοιβείοις βέλεσιν γῆ κατέχει φθίμενον». καὶ Ἡσίοδος «Οὐρανίη δʼ ἄρʼ ἔτικτε Λίνον πολυήρατον υἱόν, ὃν δὴ ὅσοι βροτοί εἰσιν ἀοιδοὶ καὶ κιθαρισταί, πάντες μὲν θρήνουσιν ἐν εἰλαπίναις τε χοροῖς τε, ἀρχόμενοί τε Λίνον καὶ λήγοντες καλέουσιν». ὁ μέντοι Ἡρακλέα διδάξας μουσικὴν ἕτερος παρὰ τοῦτόν ἐστιν.
Ἀριστοφάνους Σχόλια τὸν Μουσαῖον παῖδα Σελήνης καὶ Εὐμόλπου Φιλόχορός φησιν. οὗτος δὲ περιλύσεις … καὶ τελετὰς καὶ καθαρμοὺς συνέθηκεν· ὁ δὲ Σοφοκλῆς χρησμολόγον αὐτόν φησι.
Ὁμήρου Βίος-ἀνώνυμος κατὰ Φιλόχορον δʼ Ἀργεῖος
Τατιανὸς ὁ Ἀσσύριος Φιλόχορος δὲ μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἐπὶ ἄρχοντος Ἀθήνησιν Ἀρχίππου, τῶν Ἰλιακῶν ὕστερον ἔτεσιν ἑκατὸν ὀγδοήκοντα.
Κλήμης ὁ Ἀλεξανδρεύς ἀπὸ δὲ τῶν Τρωικῶν ἐπὶ τὴν Ὁμήρου γένεσιν κατὰ μὲν Φιλόχορον ἑκατὸν ὀγδοήκοντα ἔτη γίνεται, ὕστερον τῆς Ἰωνικῆς ἀποικίας.
Πινδαρικὴ ὑπόμνησις ὅθεν περ καὶ Ὁμηρίδαι ῥαπτῶν ἐπέων ... ἀοιδοί τοὺς ῥαψωιδοὺς οἱ μὲν ῥαβδωιδοὺς ἐτυμολογοῦσι διὰ τὸ μετὰ ῥάβδου δηλονότι τὰ Ὁμήρου ἔπη διεξιέναι· Καλλίμαχος «καὶ τὸν ἐπὶ ῥάβδωι μῦθον ὑφαινόμενον ἠνεκὲς ἀείδω δειδεγμένος». οἱ δέ φασι τῆς Ὁμήρου ποιήσεως μὴ ὑφʼ ἓν συνηγμένης, σποράδην δὲ ἄλλως καὶ κατὰ μέρη διηιρημένης, ὁπότε ῥαψωιδοῖεν αὐτήν, εἱρμῶι τινι καὶ ῥαφῆι παραπλήσιον ποιεῖν, εἰς ἓν αὐτὴν συνάγοντας. — οὕτω καὶ ὁ Πίνδαρος ἐκδέδεκται. οἱ δὲ ..... Φιλόχορος δὲ ἀπὸ τοῦ συντιθέναι καὶ ῥάπτειν τὴν ὠιδὴν οὕτω φησὶν αὐτοὺς προσκεκλῆσθαι. δηλοῖ δὲ ὁ Ἡσίοδος λέγων «ἐν Δήλωι τότε πρῶτον ἐγὼ καὶ Ὅμηρος ἀοιδοὶ μέλπομεν, ἐν νεαροῖς ὕμνοις ῥάψαντες ἀοιδήν, Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὃν τέκε Λητώ». ῥαψωιδῆσαι δέ φησι πρῶτον τὸν Ἡσίοδον Νικοκλῆς. Μέναιχμος δὲ ἱστορεῖ τοὺς ῥαψωιδοὺς καὶ στιχωιδοὺς καλεῖσθαι διὰ τὸ τοὺς στίχους ῥάβδους λέγεσθαι ὑπό τινων.
ἰστέον δὲ ὅτι υἱὸς Ἡσιόδου Μνασέας ἐστί· Φιλόχορος δὲ Στησίχορόν φησι τὸν ἀπὸ Κλυμένης· ἄλλοι δὲ Ἀρχιέπης.
Ἀθήναιος Βοῖος δʼ ἐν Ὀρνιθογονίαι ἢ Βοιώ, ὥς φησι Φιλόχορος ...
Στράβων καὶ γὰρ εἶναί φησιν ἐκεῖθεν ἐν τῆι ἐλεγείαι ἣν ἐπιγράφουσιν Εὐνομίαν .... ὥστʼ ἢ ταῦτα ἠκύρωται τὰ ἐλεγεῖα ἢ Φιλοχόρωι ἀπιστητέον τῶι φήσαντι Ἀθηναῖόν τε καὶ Ἀφιδναῖον καὶ Καλλισθένει καὶ ἄλλοις πλείοσι τοῖς εἰποῦσι ἐξ Ἀθηνῶν ἀφικέσθαι, δεηθέντων Λακεδαιμονίων κατὰ χρησμὸν ὃς ἐπέταττε παρʼ Ἀθηναίων λαβεῖν ἡγεμόνα.
Ἀθήναιος Φιλόχορος δέ φησιν κρατήσαντας Λακεδαιμονίους Μεσσηνίων διὰ τὴν Τυρταίου στρατηγίαν ἐν ταῖς στρατείαις ἔθος ποιήσασθαι, ἂν δειπνοποιήσωνται καὶ παιωνίσωσιν, ἄιδειν καθʼ ἕνα τὰ Τυρταίου· κρίνειν δὲ τὸν πολέμαρχον καὶ ἆθλον διδόναι τῶι νικῶντι κρέας.
Λαέρτιος Διογένης φησὶ δὲ Φιλόχορος, πλέοντος αὐτοῦ εἰς Σικελίαν, τὴν ναῦν καταποντωθῆναι, καὶ τοῦτο αἰνίττεσθαι Εὐριπίδην ἐν τῶι Ἰξίονι
Σοῦδα Εὐριπίδης· οὐκ ἀληθὲς δέ, ὡς λαχανόπωλις ἦν ἡ μήτηρ αὐτοῦ· καὶ γὰρ τῶν σφόδρα εὐγενῶν ἐτύγχανεν, ὡς ἀποδείκνυσι Φιλόχορος.
ἐτελεύτησε δὲ ὥς φησι Φιλόχορος, ὑπὲρ τὰ ο ἔτη γεγονώς· ὡς δὲ Ἐρατοσθένης οε.
Λαέρτιος Διογένης Εὐριπίδης δὲ καὶ ὀνειδίζει αὐτοῖς ἐν τῶι Παλαμήδει λέγων «ἐκάνετʼ ἐκάνετε τὰν πάνσοφον, τὰν οὐδὲν ἀλγύνουσαν ἀηδόνα Μουσᾶν». καὶ τάδε μὲν ὧδε· Φιλόχορος δέ φησι προτελευτῆσαι τὸν Εὐριπίδην τοῦ Σωκράτους.
Πλούταρχος Πῶλον δὲ τὸν τραγωιδὸν Ἐρατοσθένης καὶ Φιλόχορος ἱστοροῦσιν ἑβδομήκοντʼ ἔτη γεγενημένον ὀκτὼ τραγωιδίας ἐν τέτταρσιν ἡμέραις διαγωνίσασθαι, μικρὸν ἔμπροσθεν τῆς τελευτῆς.
Ἀριστοτέλους Βίοι ἐπέζησε δὲ Πλάτωνι ἔτη κγ, πῆ μὲν παιδεύων ... Ἀλέξανδρον, πῆ δὲ συμπεριιὼν αὐτῶι πολλὴν γῆν, πῆ δὲ συγγράφων, πῆ δὲ διδασκαλείου προεστώς. οὐκ ἄρα ἀντωικοδόμησεν Ἀριστοτέλης Πλάτωνι τὸ Λύκειον, ὡς Ἀριστόξενος πρῶτος ἐσυκοφάντησε ..., εἰ μέχρι τελευτῆς συνῆν Πλάτωνι. καὶ ὅτι Πλάτων μὲν ἐτέχθη ἐπὶ Διοτίμου ἄρχοντος Ἀθήνησι καὶ βιοὺς ἔτη πβ μετήλλαξε τὸν βίον ἐπὶ Θεοφίλου, Ἀριστοτέλης δὲ τεχθεὶς ἐπὶ Διοτρέφους καὶ βιοὺς ἔτη ξγ τελευτᾶι ἐπὶ Φιλοκλέους, φοιτᾶι δὲ Πλάτωνι Ἀριστοτέλης ἐπὶ Ναυσιγένους καὶ ἀπὸ Θεοφίλου, ἐφʼ οὗ τελευτᾶι Πλάτων, ἕως Φιλοκλέους, ἐφʼ οὗ τελευτᾶι Ἀριστοτέλης, ἔτη κγ ἐπέζησε Πλάτωνι— οὐκ ἄρα οὖν, ὡς αὐτοὶ συκοφαντοῦντες φασίν, τεσσερακοντούτης Ἀριστοτέλης φοιτᾶι Πλάτωνι ἐπὶ Εὐδόξου· τοῦ γὰρ Ἀριστοτέλους ξγ ἔτη βιώσαντος, τρία ἔτη ἐστὶν ἀπὸ θανάτου Πλάτωνος, ἀφηιρημένων τῶν κ ἐτῶν ἃ ἐσχόλασε Πλάτωνι· ἐν δὲ τοῖς τρισὶν ἔτεσιν οὐ μόνον οὐκ ἦν τοσαῦτα ἐκθέσθαι ἀλλʼ οὐδὲ ῥάιδιον ἀναγνῶναι. οὕτω Φιλόχορος ἱστόρησε, καὶ ὅτι οὐδὲ εἰκὸς ἦν Ἀριστοτέλη ξένον ὄντα τοῦτο δύνασθαι ποιεῖν κατὰ Πλάτωνος πολίτου τυγχάνοντος καὶ μέγα δυναμένου διὰ Χαβρίαν καὶ Τιμόθεον τοὺς Ἀθήνησι στρατηγήσαντας καὶ κατὰ γένος αὐτῶι προσήκοντας.
Φιλόδημος Σπεύσιππος μὲν οὖν παρʼ αὐτοῦ διεδέξατο τὴν διατριβήν. Σπεύσιππον δʼ εἰκόνας Χαρίτων ἔτʼ οὔσας ἀναθεῖναι φησὶ Φιλόχορος ἤδη κατέχοντα … τὸ Μουσεῖον, ἐφʼ αἷς ἐπιγέγραπται· «τάσδε θεαῖσι θεὰς Χάριτας Μούσαις ἀνέθηκεν Σπεύσιππος λογίων εἵνεκα δῶρα τελῶν». καὶ γράφει διότι ἔσχεν ἤδη τὰ μέλη διαλυθέντα κατέστρεψέν τʼ ἔτη κατασχὼν ὀκτὼ τὸν περίπατον, οἱ δὲ νεανίσκοι ψηφοφορήσαντες ὅστις αὐτῶν ἡγήσεται, Ξενοκράτην εἵλοντο τὸν Καλχηδόνιον, Ἀριστοτέλους μὲν ἀποδεδημηκότος εἰς Μακεδονίαν, Μενεδήμου δὲ τοῦ Πυρραίου καὶ Ἡρακλείδου τοῦ Ἡρακλεώτου παρʼ ὀλίγας ψήφους ἡττηθέντων κτλ.
Στράβων περὶ μὲν οὖν τῶν Πελασγῶν ἐν τοῖς Τυρρηνικοῖς εἴρηται, περὶ δὲ Δωδώνης τοὺς μὲν περιοικοῦντας τὸ ἱερὸν διότι βάρβαροι διασαφεῖ καὶ Ὅμηρος ἐκ τῆς διαίτης «ἀνιπτόποδας χαμαιεύνας» λέγων. πότερον δὲ χρὴ λέγειν Ἑλλούς, ὡς Πίνδαρος ἢ Σελλούς, ὡς ὑπονοοῦσι παρʼ Ὁμήρωι κεῖσθαι, ἡ γραφὴ ἀμφίβολος οὖσα οὐκ ἐᾶι διισχυρίζεσθαι. Φιλόχορος δέ φησι καὶ τὸν περὶ Δωδώνην τόπον, ὥσπερ τὴν Εὔβοιαν, Ἑλλοπίαν κληθῆναι· καὶ γὰρ Ἡσίοδον οὕτω λέγειν «ἔστι τις Ἑλλοπίη, πολυλήιος ἤδʼ εὐλείμων· ἔνθα δὲ Δωδώνη τις ἐπʼ ἐσχατιῆι πεπόλισται». οἴονται δέ, φησὶν ὁ Ἀπολλόδωρος ἀπὸ τῶν ἑλῶν τῶν περὶ τὸ ἱερὸν οὕτω καλεῖσθαι .....
τὸ ἐν Λίμναις Διονύσου Καλλίμαχος μέν φησιν «ευδεδιονυ … η, τόν ποτʼ Ἐλευθὴρ εἵσατο, Λιμναίωι δὲ χοροστάδας ἦγον ἑορτάς». Ἀπολλόδωρος … δὲ οὕτως φησὶν καλεῖσθαι διὰ τὸ ἐκλελιμνάσθαι τὸν τόπον. ἔστι δὲ καὶ ἐν τῆι Λακωνικῆι τόπος ὅπου Λιμνᾶτίς ἐστιν Ἄρτεμις.