Διονύσιος ὁ Ἁλικαρνασσεύς Περὶ δὲ τῶν ἐκ τῶν Ἰλίας γενομένων Κόϊντος μὲν Φάβιος ὁ Πίκτωρ λεγόμενος, ᾧ Λεύκιός τε Κίγκιος καὶ Κάτων Πόρκιος καὶ Πείσων Καλπούρνιος καὶ τῶν ἄλλων συγγραφέων οἱ πλείους ἠκολούθησαν, τῇδε γράφει· «Ὡς κελεύσαντος Ἀμουλίου τὰ βρέφη λαβόντες ἐν σκάφῃ κείμενα τῶν ὑπηρετῶν τινες ἔφερον ἐμβαλοῦντες εἰς τὸν ποταμὸν ἀπέχοντα ἀπὸ τῆς πόλεως ἀμφὶ ἑκατὸν εἴκοσι σταδίους. Ἐπεὶ δὲ ἐγγὺς ἐγένοντο καὶ εἶδον ἔξω τοῦ γνησίου ῥείθρου τὸν Τίβεριν ὑπὸ χειμώνων συνεχῶν ἐκτετραμμένον εἰς τὰ πεδία, καταβάντες ἀπὸ τοῦ Παλαντίου τῆς κορυφῆς ἐπὶ τὸ προσεχέστατον ὕδωρ· οὐ γὰρ ἔτι προσωτέρω χωρεῖν οἷοί τʼ ἦσαν· ἔνθα πρῶτον ἡ τοῦ ποταμοῦ πλήμη τῆς ὑπωρείας ἥπτετο, τίθενται τὴν σκάφην ἐπὶ τοῦ ὕδατος· ἡ δὲ μέχρι μέν τινος ἐνήχετο, ἔπειτα τοῦ ῥείθρου κατὰ μικρὸν ὑποχωροῦντος ἐκ τῶν περὶ ἔσχατα, λίθου προσπταίσει περιτραπεῖσα ἐκβάλλει τὰ βρέφη. Τὰ μὲν δὴ κνυζόμενα κατὰ τοῦ τέλματος ἐκυλινδοῦντο. Λύκαινα δέ τις ἐπιφανεῖσα, νεοτόκους σπαργῶσα τοὺς μαστοὺς ὑπὸ γάλακτος, ἐδίδου τὰς θηλὰς τοῖς στόμασιν αὐτῶν, καὶ τῇ γλώττῃ τὸν πηλὸν, οὗ κατάπλεω ἦσαν, ἀπελίχμα. Ἐν δὲ τούτῳ τυγχάνουσιν οἱ νομεῖς ἐξελαύνοντες τὰς ἀγέλας ἐπὶ νομήν· ἤδη γὰρ ἐμβατὸν ἦν τὸ χωρίον· καί τις αὐτῶν ἰδὼν τὴν λύκαιναν, ὡς ἠσπάζετο τὰ βρέφη, τέως μὲν ἀχανὴς ἦν ὑπὸ θάμβους καὶ ἀπιστίας τῶν θεωρουμένων· ἔπειτα ἐλθὼν καὶ συλλέξας οὓς ἐδύνατο πλείστους τῶν ἀγχοῦ νεμόντων — οὐ γὰρ ἐπιστεύετο λέγων —, ἄγει τοὔργον αὐτοὺς θεασομένους. Ὡς δὲ κἀκεῖνοι πλησίον ἐλθόντες ἔμαθον τὴν μὲν ὥσπερ τέκνα περισπῶσαν, τὰ δʼ ὡς μητρὸς ἐξεχόμενα, δαιμόνιόν τι χρῆμα ὁρᾶν ὑπολαβόντες, ἐγγυτέρω προσῄεσαν ἀθρόοι, δεδιττόμενοι βοῇ τὸ θηρίον. Ἡ δὲ λύκαινα οὐ μάλα ἀγριαίνουσα τῶν ἀνθρώπων τῇ προσόδῳ, ἀλλʼ ὥσπερ ἂν χειροήθης, ἀποστᾶσα τῶν βρεφῶν ἠρέμα καὶ κατὰ πολλὴν ἀλογίαν τοῦ ποιμενικοῦ ὁμίλου ἀπῄει. Καὶ ἦν γάρ τις οὐ πολὺ ἀπέχων ἱερὸς χῶρος ὕλῃ βαθείᾳ συνηρεφὴς, καὶ πέτρα κοίλη πηγὰς ἀνιεῖσα· ἐλέγετο δὲ Πανὸς εἶναι τὸ νάπος, καὶ βωμὸς ἦν αὐτόθι τοῦ θεοῦ· εἰς τοῦτο τὸ χωρίον ἐλθοῦσα ἀποκρύπτεται. Τὸ μὲν οὖν ἄλσος οὐκέτι διαμένει· τὸ δὲ ἄντρον ἐξ οὗ ἡ λιβὰς ἐκδίδοται, τῷ Παλαντίῳ προσῳκοδομημένον δείκνυται κατὰ τὴν ἐπὶ τὸν ἱππόδρομον φέρουσαν ὁδόν· καὶ τέμενός ἐστιν αὐτοῦ πλησίον, ἔνθα εἰκὼν κεῖται τοῦ πάθους, λύκαινα παιδίοις δυσὶ τοὺς μαστοὺς ἐπέχουσα, χάλκεα ποιήματα παλαιᾶς ἐργασίας. Ἦν δὲ τὸ χωρίον τῶν σὺν Εὐάνδρῳ ποτὲ οἰκισάντων αὐτὸ Ἀρκάδων ἱερὸν, ὡς λέγεται. Ὡς δὲ ἀπέστη τὸ θηρίον, αἴρουσιν οἱ νομεῖς τὰ βρέφη, σπουδὴν ποιούμενοι τρέφειν, ὡς θεῶν αὐτὰ σώζεσθαι βουλομένων. Ἦν δέ τις ἐν αὐτοῖς συφορβίων βασιλικῶν ἐπιμελούμενος, ἐπιεικὴς ἀνὴρ, Φαυστύλος ὄνομα, ὃς ἐν τῇ πόλει κατὰ δή τι ἀναγκαῖον ἐγεγόνει καθʼ ὃν χρόνον ἡ φθορὰ τῆς Ἰλίας καὶ ὁ τόκος ἠλέγχετο· καὶ μετὰ ταῦτα κομιζομένων ἐπὶ τὸν ποταμὸν τῶν βρεφῶν, τοῖς φέρουσιν αὐτὰ κατὰ θείαν τύχην ἅμα διεληλύθει τὴν αὐτὴν ὁδὸν, εἰς τὸ Παλάντιον ἰών· ὃς ἥκιστα τοῖς ἄλλοις καταφανὴς γενόμενος ὡς ἐπίσταταί τι τοῦ πράγματος, ἀξιώσας αὑτῷ συγχωρηθῆναι τὰ βρέφη, λαμβάνει τε αὐτὰ παρὰ τοῦ κοινοῦ καὶ φέρων ὡς τὴν γυναῖκα ἔρχεται. Τετοκυῖαν δὲ καταλαβὼν καὶ ἀχθομένην ὅτι νεκρὸν αὐτῇ τὸ βρέφος ἦν, παραμυθεῖται καὶ δίδωσιν ὑποβάλλεσθαι τὰ παιδία, πᾶσαν ἐξ ἀρχῆς διηγησάμενος τὴν κατασχοῦσαν αὐτὰ τύχην. Αὐξομένοις δὲ αὐτοῖς ὄνομα τίθεται, τῷ μὲν Ῥωμύλον, τῷ δὲ Ῥῶμον. Οἱ δὲ ἀνδρωθέντες γίνονται κατά τε ἀξίωσιν μορφῆς καὶ φρονήματος ὄγκον οὐ συφορβοῖς καὶ βουκόλοις ἐοικότες, ἀλλʼ οἵους ἄν τις ἀξιώσειε τοὺς ἐκ βασιλείου τε φύντας γένους, καὶ ἀπὸ δαιμόνων σπορᾶς γενέσθαι νομιζομένους, ὡς ἐν τοῖς πατρίοις ὕμνοις ὑπὸ Ῥωμαίων ἔτι καὶ νῦν ᾄδεται. Βίος δʼ αὐτοῖς ἦν βουκολικὸς καὶ δίαιτα αὐτουργὸς, ἐν ὄρεσι τὰ πολλὰ πηξαμένοις διὰ ξύλων καὶ καλάμων σκηνὰς αὐτωρόφους· ὧν ἔτι καὶ εἰς ἐμὲ ἦν τις ἐκ τοῦ Παλαντίου ἐπὶ τῆς πρὸς τὸν ἱππόδρομον στρεφούσης λαγόνος, Ῥωμύλου λεγομένη, ἣν φυλάττουσιν ἱερὰν οἷς τούτων ἐπιμελὲς, οὐδὲν ἐπὶ τὸ σεμνότερον ἐξάγοντες· εἰ δέ τι πονήσειεν ὑπὸ χειμῶνος ἢ χρόνου, τὸ λεῖπον ἐξακούμενοι, καὶ τῷ πρόσθεν ἐξομοιοῦντες εἰς δύναμιν. Ἐπεὶ δὲ ἀμφὶ τὰ ὀκτωκαίδεκα ἔτη γεγονότες ἦσαν, ἀμφίλογόν τι περὶ τῆς νομῆς αὐτοῖς γίνεται πρὸς τοὺς Νομίτορος βουκόλους, οἱ περὶ τὸ Αὐέντιον ὄρος ἀντικρὺ τοῦ Παλαντίου κείμενον εἶχον τὰς βουστάσεις. ᾘτιῶντο δὲ ἀλλήλους θάτεροι θαμινὰ ἢ τὴν μὴ προσήκουσαν ὀργάδα κατανέμειν, ἢ τὴν κοινὴν μόνους διακρατεῖν ἢ ὅ τι δήποτε τύχοι. Ἐκ δὲ τῆς ἁψιμαχίας ταύτης ἐγένοντο πληγαί ποτε διὰ χειρῶν, εἶτα διʼ ὅπλων. Τραύματα δὲ πολλὰ πρὸς τῶν μειρακίων λαμβάνοντες οἱ τοῦ Νουμίτορος καί τινας ἀπολέσαντες τῶν σφετέρων καὶ τῶν χωρίων κατὰ κράτος ἐξειργόμενοι, παρασκευάζονται δόλον τινὰ ἐπʼ αὐτούς. Προλοχίσαντες γὰρ τῆς φάραγγος τὸ ἀφανὲς, καὶ συνθέμενοι τοῖς λοχῶσι τὰ μειράκια τὸν τῆς ἐπιθέσεως καιρὸν, οἱ λοιποὶ κατὰ πλῆθος ἐπὶ τὰ μανδρεύματα αὐτῶν νύκτωρ ἐπέβαλον. Ῥωμύλος μὲν οὖν τὸν χρόνον τοῦτον τυγχάνει ἅμα τοῖς ἐπιφανεστάτοις τῶν κωμητῶν πεπορευμένος εἴς τι χωρίον Καινινᾶν ὀνομαζόμενον, ἱερὰ ποιήσων ὑπὲρ τοῦ κοινοῦ πάτρια· Ῥῶμος δὲ τὴν ἔφοδον αὐτῶν αἰσθόμενος ἐξεβοήθει, τὰ ὅπλα λαβὼν διὰ ταχέων, ὀλίγους τῶν ἐκ τῆς κώμης φθασάντων καθʼ ἓν γενέσθαι παραλαβών. Κἀκεῖνοι οὐ δέχονται αὐτὸν, ἀλλὰ φεύγουσιν ὑπαγόμενοι ἔνθα ἔμελλον ἐν καλῷ ὑποστρέψαντες ἐπιθήσεσθαι. Ὁ δὲ Ῥῶμος κατʼ ἄγνοιαν τοῦ μηχανήματος, ὡς ἄχρι πολλοῦ διώκων αὐτοὺς, παραλλάττει τὸ λελοχισμένον χωρίον, καὶ ἐν τούτῳ ὅ τε λόχος ἀνίσταται καὶ οἱ φεύγοντες ὑποστρέφουσι. Κυκλωσάμενοι δὲ αὐτοὺς καὶ πολλοῖς ἀράττοντες λίθοις, λαμβάνουσιν ὑποχειρίους. Ταύτην γὰρ εἶχον ἐκ τῶν δεσποτῶν τὴν παρακέλευσιν, ζῶντας αὐτοῖς τοὺς νεανίσκους ἀποκομίσαι. Οὕτω μὲν δὴ χειρωθεὶς ὁ Ῥῶμος ἀπήγετο.» ...
Ὁ μὲν οὖν Ῥῶμος ἐπὶ τοῖς πολεμίοις γενόμενος οὕτως εἴθʼ ὡς ὁ Φάβιος παραδέδωκε, δέσμιος εἰς τὴν Ἄλβαν ἀπήγετο. Ῥωμύλος δʼ ἐπεὶ τὸ περὶ τὸν ἀδελφὸν ἔγνω πάθος, διώκειν εὐθὺς ᾤετο δεῖν τοὺς ἀκμαιοτάτους ἔχων τῶν νομέων, ὡς ἔτι κατὰ τὴν ὁδὸν ὄντα καταληψόμενος τὸν Ῥῶμον. Ἀποτρέπεται δʼ ὑπὸ τοῦ Φαυστύλου ὁρῶντος αὐτοῦ τὴν σπουδὴν μανικωτέραν οὖσαν. Νομισθεὶς γὰρ πατὴρ, τὸν ἔμπροσθεν χρόνον ἀπόρρητα ποιούμενος τοῖς μειρακίοις διετέλεσεν, ὡς μὴ θᾶττον ὁρμήσωσι παρακινδυνεῦσαί τι πρὶν ἐν τῷ κρατίστῳ τῆς ἀκμῆς γενέσθαι· τότε δὲ πρὸς τῆς ἀνάγκης βιασθεὶς μονωθέντι τῷ Ῥωμύλῳ λέγει. Μαθόντι δὲ τῷ νεανίσκῳ πᾶσαν ἐξ ἀρχῆς τὴν κατασχοῦσαν αὐτοὺς τύχην, τῆς τε μητρὸς οἶκτος εἰσέρχεται καὶ Νομίτορος φροντίς· καὶ πολλὰ βουλευσαμένῳ μετὰ τοῦ Φαυστύλου, τῆς μὲν αὐτίκα ὁρμῆς ἐπισχεῖν ἐδόκει, πλείονι δὲ παρασκευῇ δυνάμεως χρησάμενον ὅλον ἀπαλλάξαι τὸν οἶκον τῆς Ἀμουλίου παρανομίας, κίνδυνόν τε τὸν ἔσχατον ὑπὲρ τῶν μεγίστων ἄθλων ἀναρρῖψαι, πράττειν δὲ μετὰ τοῦ μητροπάτορος ὅ τι ἂν ἐκείνῳ δοκῇ.
Ὡς δὲ ταῦτα κράτιστα εἶναι ἔδοξε, συγκαλέσας τοὺς κωμήτας ἅπαντας ὁ Ῥωμύλος καὶ δεηθεὶς εἰς τὴν Ἄλβαν ἐπείγεσθαι διὰ ταχέων, μὴ κατὰ τὰς αὐτὰς πύλας ἅπαντας, μηδʼ ἀθρόους εἰσιόντας, μή τις ὑπόνοια πρὸς τοὺς ἐν τῇ πόλει γένηται, καὶ περὶ τὴν ἀγορὰν ὑπομένοντας ἑτοίμους εἶναι δρᾶν τὸ κελευόμενον, ἀπῄει πρῶτος εἰς τὴν πόλιν. Οἱ δὲ τὸν Ῥῶμον ἄγοντες ἐπειδὴ κατέστησαν ἐπὶ τὸν βασιλέα, τάς τε ὕβρεις ἁπάσας, ὅσας ἦσαν ὑβρισμένοι πρὸς τῶν μειρακίων, κατηγόρουν, καὶ τοὺς τραυματίας σφῶν ἐπεδείκνυσαν, τιμωρίας εἰ μὴ τεύξονται καταλείψειν προλέγοντες τὰ συφόρβια. Ἀμούλιος δὲ τοῖς χωρίταις κατὰ πλῆθος ἐληλυθόσι χαρίζεσθαι βουλόμενος καὶ τῷ Νομίτορι — παρὼν γὰρ ἐτύγχανε συναγανακτῶν τοῖς πελάταις —, εἰρήνην τε ἀνὰ τὴν χώραν σπεύδων εἶναι, καὶ ἅμα τὸ αὔθαδες τοῦ μειρακίου, ὡς ἀκατάπληκτον ἦν ἐν τοῖς λόγοις, διʼ ὑποψίας λαμβάνων, καταψηφίζεται τὴν δίκην· τῆς δὲ τιμωρίας τὸν Νομίτορα ποιεῖ κύριον, εἰπὼν ὡς τῷ δράσαντι δεινὰ τὸ ἀντιπαθεῖν οὐ πρὸς ἄλλου τινὸς μᾶλλον ἢ τοῦ πεπονθότος ὀφείλεται. Ἐν ὅσῳ δὲ ὁ Ῥῶμος ὑπὸ τῶν τοῦ Νομίτορος βουκόλων ἤγετο, δεδεμένος τε ὀπίσω τὼ χεῖρε καὶ πρὸς τῶν ἀγόντων ἐπικερτομούμενος, ἀκολουθῶν ὁ Νομίτωρ τοῦ τε σώματος τὴν εὐπρέπειαν ἀπεθαύμαζεν, ὡς πολὺ τὸ βασιλικὸν εἶχε, καὶ τοῦ φρονήματος τὴν εὐγένειαν ἐνεθυμεῖτο, ἣν παρὰ τὰ δεινὰ διέσωσεν, οὐ πρὸς οἶκτον ἢ λιπαρήσεις, ὡς ἅπαντες ἐν ταῖς τοιαῖσδε ποιοῦσι τύχαις, τραπόμενος, ἀλλὰ σὺν εὐκόσμῳ σιωπῇ ἐπὶ τὸν μόρον ἀπιών. Ὡς δʼ εἰς τὴν οἰκίαν ἀφίκοντο, μεταστῆσαι τοὺς ἄλλους κελεύσας, μονωθέντα τὸν Ῥῶμον εἴρετο τίς εἴη, καὶ τίνων· ὡς οὐκ ἂν ἐκ τῶν τυχόντων γε ἄνδρα τοιοῦτον γενόμενον. Εἰπόντος δὲ τοῦ Ῥώμου τοσοῦτον εἰδέναι μόνον κατὰ πίστιν τοῦ τρέφοντος, ὅτι σὺν ἀδελφῷ διδύμῳ ἐκτεθείη βρέφος εἰς νάπην εὐθὺς ἀπὸ γονῆς, καὶ πρὸς τῶν νομέων ἀναιρεθεὶς ἐκτραφείη, βραχὺν ἐπισχὼν χρόνον, εἴτε ὑποτυπωθείς τι τῶν ἀληθῶν εἴτε τοῦ δαίμονος ἄγοντος εἰς τοὔμφανες τὸ πρᾶγμα, λέγει πρὸς αὐτόν· «Ὅτι μὲν ἐπʼ ἐμοὶ γέγονας, ὦ Ῥῶμε, παθεῖν ὅ τι ἂν δικαιώσω, καὶ ὡς περὶ πολλοῦ ποιήσαιντο ἂν οἱ κομίσαντές σε δεῦρο, πολλὰ καὶ δεινὰ παθόντες, ἀποθανεῖν, οὐδὲν δεῖ πρὸς εἰδότα λέγειν. Εἰ δέ σε θανάτου τε καὶ ἄλλου παντὸς ἐκλυσαίμην κακοῦ, ἆρα ἂν εἰδείης μοι χάριν καὶ δεομένῳ ὑπουργήσειας ὃ κοινὸν ἀμφοῖν ἔσται ἀγαθόν;» Ἀποκριναμένου δὲ τοῦ μειρακίου ὁπόσα τοὺς ἐν ἀπογνώσει βίου κειμένους ἡ τοῦ σωθῆναι ἐλπὶς τοῖς κυρίοις τούτου λέγειν καὶ ὑπισχνεῖσθαι ἐπαίρει, λῦσαι κελεύσας αὐτὸν ὁ Νομίτωρ καὶ ἅπαντας ἐκποδὼν ἀπελθεῖν, φράζει τὰς αὑτοῦ τύχας, ὡς ὁ Ἀμούλιος αὐτὸν ἀδελφὸς ὢν ἀπεστέρησε τῆς βασιλείας, ὀρφανὸν δὲ τέκνων ἔθηκε, τὸν μὲν ἐπὶ θήρᾳ κρύφα διαχειρισάμενος, τὴν δὲ θυγατέρα εἱρκτῇ δεδεμένην φυλάττων, τά τε ἄλλα ὅσα δεσπότης χρώμενος δούλῳ.
Ταῦτʼ εἰπὼν καὶ πολὺν θρῆνον ἅμα τοῖς λόγοις καταχεόμενος ἠξίου τιμωρὸν τοῖς κατοίκοις αὐτοῦ τὸν Ῥῶμον γενέσθαι. Ἀσμένως δὲ ὑποδεξαμένου τὸν λόγον τοῦ μειρακίου, καὶ πάλαι τάττειν αὐτὸν ἐπὶ τὸ ἔργον ἀξιοῦντος, ἐπαινέσας ὁ Νομίτωρ τὴν προθυμίαν, «Τῆς μὲν πράξεως, ἔφη, τὸν καιρὸν ἐγὼ ταμιεύσομαι, σὺ δὲ τέως πρὸς τὸν ἀδελφὸν ἀπόρρητον τοῖς ἄλλοις ἅπασιν ἀγγελίαν πέμψον, ὅτι σώζῃ τε δηλῶν καὶ διὰ ταχέων αὐτὸν ἥξειν ἀξιῶν.» Ἐκ δὲ τούτου πέμπεταί τις ἐξευρεθεὶς, ὃς ἐδόκει ὑπηρετήσειν, καὶ περιτυχὼν οὐ πρόσω τῆς πόλεως ὄντι Ῥωμύλῳ, διασαφεῖ τὰς ἀγγελίας. Ὁ δὲ περιχαρὴς γενόμενος ἔρχεται σπουδῇ πρὸς Νομίτορα, καὶ περιπλακεὶς ἀμφοῖν ἀσπάζεται μὲν πρῶτον, ἔπειτα φράζει τὴν ἔκθεσιν σφῶν καὶ τροφὴν καὶ τἄλλα ὅσα παρὰ τοῦ σωματοφύλακος ἐπύθετο. Τοῖς δὲ βουλομένοις τε καὶ οὐ πολλῶν ἵνα πιστεύσειαν τεκμηρίων δεομένοις καθʼ ἡδονὰς τὸ λεγόμενον ἦν. Ἐπεὶ δὲ ἀνέγνωσαν ἀλλήλους, αὐτίκα συνετάττοντο καὶ διεσκόπουν ὅστις ἔσται τρόπος ἢ καιρὸς εἰς τὴν ἐπίθεσιν ἐπιτήδειος. Ἐν ᾧ δὲ οὗτοι περὶ ταῦτα ἦσαν, ὁ Φαυστύλος ἀπάγεται πρὸς Ἀμούλιον· δεδοικὼς γὰρ μὴ οὐ πιστὰ δόξῃ τῷ Νομίτορι λέγειν ὁ Φαυστύλος ἄνευ σημείων ἐμφανῶν μεγάλου πράγματος μηνυτὴς γενόμενος, τὸ γνώρισμα τῆς ἐκθέσεως τῶν βρεφῶν τὴν σκάφην ἀναλαβὼν, ὀλίγου ὕστερον ἐδίωκεν εἰς τὴν πόλιν. Διερχόμενον δʼ αὐτὸν τὰς πύλας ταραχωδῶς πάνυ καὶ περὶ πολλοῦ ποιούμενον μηδενὶ ποιῆσαι καταφανὲς τὸ λεγόμενον, τῶν φυλάκων τις καταμαθὼν — ἦν δὲ πολεμίων ἐφόδου δέος, καὶ τὰς πύλας οἱ μάλιστα πιστευόμενοι πρὸς τοῦ βασιλέως ἐφρούρουν — συλλαμβάνει τε καὶ τὸ κρυπτὸν ὅ τι δήποτʼ ἦν καταμαθεῖν ἀξιῶν ἀποκαλύπτει βίᾳ τὴν περιβολήν. Ὡς δὲ τὴν σκάφην ἐθεάσατο καὶ τὸν ἄνθρωπον ἔμαθεν ἀπορούμενον, ἠξίου λέγειν τίς ἡ ταραχὴ καὶ τί τὸ βούλημα τοῦ μὴ φανερῶς ἐκφέρειν σκεῦος οὐδὲν δεόμενον ἀπορρήτου φορᾶς. Ἐν δὲ τούτῳ πλείους τῶν φυλάκων συνέρρεον καί τις αὐτῶν γνωρίζει τὴν σκάφην, αὐτὸς ἐν ἐκείνῃ τὰ παιδία κομίσας ἐπὶ τὸν ποταμὸν, καὶ φράζει πρὸς τοὺς παρόντας. Οἱ δὲ συλλαβόντες τὸν Φαυστύλον ἄγουσιν ἐπὶ τὸν βασιλέα. Ἀμούλιος δὲ ἀπειλῇ βασάνων καταπληξάμενος τὸν ἄνθρωπον, εἰ μὴ λέξῃ τὰς ἀληθείας ἑκὼν, πρῶτον μὲν εἰ ζῶσιν οἱ παῖδες ἤρετο· ὡς δὲ τοῦτʼ ἔμαθεν, ὅστις αὐτοῖς ὁ τρόπος τῆς σωτηρίας ἐγένετο, διηγησαμένου αὐτοῦ πάντα ὡς ἐπράχθη, «Ἄγε δὴ, φησὶν ὁ βασιλεὺς, ἐπειδὴ ταῦτα ἀληθεύσας ἔχεις, φράσον ὅπου ἂν νῦν εὑρεθεῖεν· οὐ γὰρ ἔτι δίκαιοί εἰσιν ἐν βουκόλοις καὶ ἀδόξῳ βίῳ ζῆν, ἔμοιγε ὄντες συγγενεῖς, ἄλλως τε καὶ θεῶν προνοίᾳ σωζόμενοι.»
Φαυστύλος δὲ τῆς ἀλόγου πρᾳότητος ὑποψίᾳ κινηθεὶς μὴ φρονεῖν αὐτὸν ὅμοια τοῖς λόγοις, ἀποκρίνεται ὧδε· «Οἱ μὲν παῖδές εἰσιν ἐν τοῖς ὄρεσι βουκολοῦντες, ὥσπερ ἐκείνων βίος· ἐγὼ δʼ ἐπέμφθην ὑπʼ αὐτῶν τῇ μητρὶ δηλώσων ἐν αἷς εἰσι τύχαις· ταύτην δὲ παρά σοι φυλάττεσθαι ἀκούων, δεήσεσθαι τῆς θυγατρὸς τῆς σῆς ἔμελλον, ἵνα με πρὸς αὐτὴν ἀγάγοι. Τὴν δὲ σκάφην ἔφερον, ἵνʼ ἔχω δεικνύναι τεκμήριον ἐμφανὲς ἅμα τοῖς λόγοις. Νῦν οὖν ἐπειδὴ δέδοκταί σοι τοὺς νεανίσκους δεῦρο κομίσαι, χαίρω τε καὶ πέμψον οὕστινας βούλει σὺν ἐμοί. Δείξω μὲν οὖν τοῖς ἐλθοῦσι τοὺς παῖδας ἐγὼ, φράσουσι δʼ αὐτοῖς ἐκεῖνοι τὰ παρὰ σοῦ.» Ὁ μὲν δὴ ταῦτʼ ἔλεγεν, ἀναβολὴν εὑρέσθαι βουλόμενος τοῖς παισὶ τοῦ θανάτου, καὶ ἅμα αὐτὸς ἀποδρᾶσαι τοὺς ἄγοντας, ἐπειδὰν ἐν τοῖς ὄρεσι γένηται, ἐλπίσας. Ἀμούλιος δὲ τοῖς πιστοτάτοις τῶν ὁπλοφόρων ἐπιστείλας κρύφα, οὓς ἂν ὁ συφορβὸς αὐτοῖς δείξῃ συλλαβόντας ὡς αὐτὸν ἄγειν, ἀποστέλλει διὰ ταχέων. Ταῦτα δὲ διαπραξάμενος αὐτίκα γνώμην ἐποιεῖτο καλέσας τὸν ἀδελφὸν ἐν φυλακῇ ἀδέσμῳ ἔχειν, ἕως ἂν εὖ θῆται τὰ παρόντα· καὶ αὐτὸν ὡς ἐπʼ ἄλλῳ δή τινι ἐκάλει. Ὁ δὲ ἀποσταλεὶς ἄγγελος εὐνοίᾳ τε τοῦ κινδυνεύοντος καὶ ἐλέῳ τῆς τύχης ἐπιτρέψας, κατήγορος γίνεται τῷ Νομίτορι τῆς Ἀμουλίου γνώμης. Ὁ δὲ τοῖς παισὶ δηλώσας τὸν κατειληφότα κίνδυνον αὐτοὺς, καὶ παρακελευσάμενος ἄνδρας ἀγαθοὺς γενέσθαι, παρῆν ἄγων ὡπλισμένους ἐπὶ τὰ βασίλεια τῶν τε ἄλλων πελατῶν καὶ ἑταίρων καὶ θεραπείας πιστῆς χεῖρα οὐκ ὀλίγην. Ἧκον δὲ καὶ οἱ ἐκ τῶν ἀγρῶν συνελθόντες εἰς τὴν πόλιν, ἐκλείποντες τὴν ἀγορὰν, ἔχοντες ὑπὸ ταῖς περιβολαῖς ἑαυτῶν ξίφη κεκρυμμένα, στῖφος κρατερόν. Βιασάμενοι δὲ τὴν εἴσοδον ἀθρόᾳ ὁρμῇ πάντες, οὐ πολλοῖς ὁπλίταις φρουρουμένην, ἀποσφάττουσιν εὐπετῶς τὸν Ἀμούλιον καὶ μετὰ τοῦτο τὴν ἄκραν καταλαμβάνονται. Ταῦτα μὲν οὖν τοῖς περὶ τὸν Φάβιον εἴρηται.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Κόϊντος δὲ Φάβιος κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης ὀλυμπιάδος.
Πλούταρχος Τετάρτῳ δὲ μηνὶ μετὰ τὴν κτίσιν, ὡς Φάβιος ἱστορεῖ, τὸ περὶ τὴν ἁρπαγὴν ἐτολμήθη τῶν γυναικῶν.
Διονύσιος ὁ Ἁλικαρνασσεύς καὶ αὐτὴν, ὡς μὲν Φάβιός τε καὶ Κίγκιος γράφουσιν, ἔρως εἰσέρχεται τῶν ψαλίων, ἃ περὶ τοῖς ἀριστεροῖς βραχίοσιν ἐφόρουν καὶ τῶν δακτύλων.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Οἱ δὲ περὶ τὸν Φάβιόν τε καὶ Κίγκιον οὐδὲν τοιοῦτον λέγουσι γεγονέναι, ἀλλὰ φυλάξαι τὴν κόρην διαβεβαιοῦνται τὰς περὶ τὴν προδοσίαν συνθήκας· τὰ δὲ ἑξῆς ἅπαντες πάλιν ὁμοίως γράφουσιν.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Ὁ μὲν Πείσων φησὶ τῶν Σαβίνων τὸν χρυσὸν ἑτοίμων ὄντων διδόναι τῇ κόρῃ τὸν περὶ τοῖς ἀριστεροῖς βραχίοσι, τὴν Τάρπειαν οὐ τὸν κόσμον, ἀλλὰ τοὺς θυρεοὺς παρʼ αὐτῶν αἰτεῖν κτλ. .. Οἱ δὲ περὶ τὸν Φάβιον ἐπὶ τοῖς Σαβίνοις ποιοῦσι τὴν τῶν ὁμολογιῶν ἀπάτην. Δέον γὰρ αὐτοὺς τὸν χρυσὸν, ὥσπερ ἡ Τάρπεια ἠξίου, κατὰ τὰς ὁμολογίας ἀποδιδόναι, χαλεπαίνοντας ἐπὶ τῷ μεγέθει τοῦ μισθοῦ τὰ σκεπαστήρια κατʼ αὐτῆς βάλλειν, ὡς ταῦτα, ὅτε ὤμνυσαν, αὐτῇ δώσειν ὑποσχομένους.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Διεῖλε δὲ καὶ τὴν χώραν ἅπασαν, ὡς μὲν Φάβιός φησιν, εἰς μοίρας ἓξ καὶ εἴκοσιν, ἃς καὶ αὐτὰς καλεῖ φυλὰς, καὶ τὰς ἀστικὰς προστιθεὶς αὐταῖς τέτταρας, τριάκοντα πεποίηκε φυλὰς ἀμφοτέρων.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Βούλομαι δʼ ἐπιστήσας τὸν ἑξῆς λόγον ἀποδοῦναι τὰς αἰτίας διʼ ἃς οὔτε Φαβίῳ συγκατεθέμην οὔτε τοῖς ἄλλοις ἱστορικοῖς ὅσοι γράφουσιν υἱοὺς εἶναι τοὺς καταλειφθέντας παῖδας ὑπὸ Ταρκυνίου, ἵνα μή τινες τῶν ἐκείναις ἐντυχόντων ἱστορίαις σχεδιάζειν ὑπολάβωσιν, οὐχ υἱοὺς ἀλλʼ υἱωνοὺς αὐτοὺς γράφοντα τοὺς παῖδας· παντάπασι γὰρ ἀπερισκέπτως καὶ ῥᾳθύμως οἱ συγγραφεῖς αὐτῶν ταύτην ἐξενηνόχασι τὴν ἱστορίαν, οὐδὲν ἐζητηκότες τῶν ἀναιρούντων αὐτὴν ἀδυνάτων καὶ ἀτόπων.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Ἐνταῦθα πάλιν ἀναγκάζομαι μεμνῆσθαι Φαβίου, καὶ τὸ ῥᾴθυμον αὐτοῦ περὶ τὴν ἐξέτασιν τῶν χρόνων ἐλέγχειν. Ἐπὶ γὰρ τῆς Ἀρούντα τελευτῆς γενόμενος, οὐ καθʼ ἓν ἁμαρτάνει μόνον, ὃ καὶ πρότερον ἔφην, ὅτι γέγραφεν υἱὸν εἶναι Ταρκυνίου τὸν Ἀρούνταν, ἀλλὰ καὶ καθʼ ἕτερον, ὅτι φησὶν ἀποθανόντα ὑπὸ τῆς μητρὸς Τανακυλίδος τεθάφθαι, ἣν ἀμήχανον ἔτι κατʼ ἐκείνους περιεῖναι τοὺς χρόνους.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Τοῦτον τὸν ἄνδρα Φάβιος μὲν υἱόν φησιν Ἠγερίου.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Ἕτερος μὲν οὖν ἀποχρῆν ἂν ὑπέλαβε καὶ αὐτὰ τὰ νῦν πραττόμενα ἐπὶ τῇ πόλει μηνύματα οὐ μικρὰ τῶν παλαιῶν ἐπιτηδευμάτων ὑπολαβεῖν· ἐγὼ δὲ, ἵνα μή τις ἀσθενῆ τὴν πίστιν εἶναι ταύτην ὑπολάβῃ, κατʼ ἐκείνην τὴν ἀπίθανον ὑπόληψιν, ὅτι παντὸς τοῦ Ἑλληνικοῦ κρατήσαντες, ἀσμένως ἂν τὰ κρείττω μετέμαθον ἔθη, τῶν ἐπιχωρίων ὑπεριδόντες, ἐξ ἐκείνου ποιήσομαι τοῦ χρόνου τὴν τέκμαρσιν, ὅτε οὔπω τὴν τῆς Ἑλλάδος εἶχον ἡγεμονίαν, οὐδὲ ἄλλην διαπόντιον οὐδεμίαν ἀρχὴν, Κοΐντῳ Φαβίῳ βεβαιωτῇ χρώμενος, καὶ οὐδεμιᾶς ἔτι δεόμενος πίστεως ἑτέρας· παλαιότατος γὰρ ἀνὴρ τῶν τὰ Ῥωμαϊκὰ συνταξαμένων, καὶ πίστιν οὐκ ἐξ ὧν ἤκουσε μόνον, ἀλλὰ καὶ ἐξ ὧν αὐτὸς ἔγνω, παρεχόμενος.
Πολύβιος Ὁ γὰρ Ἀμίλκας, τῶν Ῥωμαίων τὸν Ἔρυκα τηρούντων ἐπί τε τῆς κορυφῆς καὶ παρὰ τὴν ῥίζαν, καθάπερ εἴπομεν, κατελάβετο τὴν πόλιν τῶν Ἐρυκινῶν, ἥτις ἦν μεταξὺ τῆς τε κορυφῆς καὶ τῶν πρὸς τῇ ῥίζῃ στρατοπεδευσάντων. Ἐξ οὗ συνέβαινε παραβόλως μὲν ὑπομένειν καὶ διακινδυνεύειν πολιορκουμένους τοὺς τὴν κορυφὴν κατέχοντας τῶν Ῥωμαίων· ἀπίστως δὲ τοὺς Καρχηδονίους ἀντέχειν, τῶν τε πολεμίων πανταχόθεν προσκειμένων, καὶ τῶν χορηγιῶν οὐ ῥᾳδίως αὐτοῖς παρακομιζομένων, ὡς ἂν τῆς θαλάττης καθʼ ἕνα τόπον καὶ μίαν πρόσοδον ἀντεχομένοις. Οὐ μὴν ἀλλὰ πάλιν ἐνταῦθα πάσαις μὲν ἀμφότεροι ταῖς πολιορκητικαῖς ἐπινοίαις καὶ βίαις χρησάμενοι κατʼ ἀλλήλων, πᾶν δὲ γένος ἐνδείας ἀνασχόμενοι, πάσης δʼ ἐπιθέσεως καὶ μάχης πεῖραν λαβόντες· τέλος, οὐχ, ὡς Φάβιος φησὶν, ἐξαδυνατοῦντες καὶ περικακοῦντες, ἀλλʼ ὡς ἂν ἀπαθεῖς καὶ ἀήττητοί τινες ἄνδρες, ἱερὸν ἐποιήσαντο στέφανον. Πρότερον γὰρ ἐκείνους ἀλλήλων ἐπικρατῆσαι, καίπερ δύο ἔτη πάλιν ἐν τούτῳ τῷ τόπῳ διαγωνισαμένους, διʼ ἄλλου τρόπου συνέβη λαβεῖν τὸν πόλεμον τὴν κρίσιν.
Πολύβιος Φάβιος δέ φησιν, ὁ Ῥωμαϊκὸς συγγραφεὺς, ἅμα τῷ κατὰ Ζακανθαίους ἀδικήματι, καὶ τὴν Ἀσδρούβου πλεονεξίαν καὶ φιλαρχίαν, αἰτίαν γίγνεσθαι τοῦ κατʼ Ἀννίβαν πολέμου. Ἐκεῖνον γὰρ, μεγάλην ἀνειληφότα τὴν δυναστείαν ἐν τοῖς κατʼ Ἰβηρίαν τόποις, μετὰ ταῦτα παραγενόμενον ἐπὶ Λιβύην, ἐπιβαλέσθαι, καταλύσαντα τοὺς νόμους, εἰς μοναρχίαν περιστῆσαι τὸ πολίτευμα τῶν Καρχηδονίων· τοὺς δὲ πρώτους ἄνδρας ἐπὶ τοῦ πολιτεύματος, προειδομένους αὐτοῦ τὴν ἐπιβολὴν, συμφρονῆσαι καὶ διαστῆναι πρὸς αὐτόν· τὸν δʼ Ἀσδρούβαν, ὑπειδόμενον, ἀναχωρήσαντα ἐκ τῆς Λιβύης, τὸ λοιπὸν ἤδη τὰ κατὰ τὴν Ἰβηρίαν χειρίζειν κατὰ τὴν αὐτοῦ προαίρεσιν, οὐ προσέχοντα τῷ συνεδρίῳ τῶν Καρχηδονίων· Ἀννίβαν δὲ, κοινωνὸν καὶ ζηλωτὴν ἐκ μειρακίου γεγονότα τῆς ἐκείνου προαιρέσεως, καὶ τότε διαδεξάμενον τὰ κατὰ τὴν Ἰβηρίαν, τὴν αὐτὴν ἀγωγὴν Ἀσδρούβᾳ ποιεῖσθαι τῶν πραγμάτων. Διὸ καὶ νῦν τὸν πόλεμον τοῦτον ἐξενηνοχέναι κατὰ τὴν αὐτοῦ προαίρεσιν Ῥωμαίοις, παρὰ τὴν Καρχηδονίων γνώμην. Οὐδένα γὰρ εὐδοκεῖν τῶν ἀξιολόγων ἀνδρῶν ἐν Καρχηδόνι τοῖς ὑπʼ Ἀννίβου περὶ τὴν Ζακανθαίων πόλιν πραχθεῖσι. Ταῦτα δʼ εἰπών φησι μετὰ τὴν τῆς προειρημένης πόλεως ἅλωσιν παραγενέσθαι τοὺς Ῥωμαίους, οἰομένους δεῖν ἢ τὸν Ἀννίβαν ἐκδιδόναι σφίσι τοὺς Καρχηδονίους, ἢ τὸν πόλεμον ἀναλαμβάνειν. Εἰ δέ τις ἔροιτο τὸν συγγραφέα, ποῖος ἦν καιρὸς οἰκειότερος τοῖς Καρχηδονίοις, ἢ ποῖον πρᾶγμα τούτου δικαιότερον ἢ συμφορώτερον, ἐπείπερ ἐξ ἀρχῆς δυσηρεστοῦντο, καθάπερ οὗτός φησι, τοῖς ὑπʼ Ἀννίβου πραττομένοις, τοῦ, πεισθέντας τότε τοῖς ὑπὸ Ῥωμαίων παρακαλουμένοις, ἐκδοῦναι μὲν τὸν αἴτιον τῶν ἀδικημάτων, ἐπανελέσθαι δʼ εὐλόγως διʼ ἑτέρων τὸν κοινὸν ἐχθρὸν τῆς πόλεως, περιποιήσασθαι δὲ τῇ χώρᾳ τὴν ἀσφάλειαν, ἀποτριψαμένους τὸν ἐπιφερόμενον πόλεμον, δόγματι μόνον τὴν ἐκδίκησιν ποιησαμένους; τί ἂν εἰπεῖν ἔχοι πρὸς αὐτά; δῆλον γάρ, ὡς οὐδέν. Οἵ γε τοσοῦτον ἀπέσχον τοῦ πρᾶξαί τι τῶν προειρημένων, ὡς ἑπτακαίδεκα ἔτη συνεχῶς πολεμήσαντες κατὰ τὴν Ἀννίβου προαίρεσιν, οὐ πρότερον κατελύσαντο τὸν πόλεμον, ἕως οὗ πάσας ἐξελέγξαντες τὰς ἐλπίδας, τελευταῖον εἰς τὸν περὶ τῆς πατρίδος καὶ τῶν ἐν αὐτῇ σωμάτων παρεγένοντο κίνδυνον.
Τίνος δὲ χάριν ἐμνήσθην Φαβίου καὶ τῶν ὑπʼ ἐκείνου γεγραμμένων; Οὐχ ἕνεκα τῆς πιθανότητος τῶν εἰρημένων ἀγωνιῶν, μὴ πιστευθῇ παρά τισιν· ἡ μὲν γὰρ παρὰ τούτων ἀλογία, καὶ χωρὶς τῆς ἐμῆς ἐξηγήσεως, αὐτὴ διʼ αὐτῆς δύναται θεωρεῖσθαι παρὰ τοῖς ἐντυγχάνουσιν· ἀλλὰ τῆς τῶν ἀναλαμβανόντων τὰς ἐκείνου βίβλους ὑπομνήσεως· ἵνα μὴ πρὸς τὴν ἐπιγραφὴν, ἀλλὰ πρὸς τὰ πράγματα βλέπωσιν. Ἔνιοι γὰρ οὐκ ἐπὶ τὰ λεγόμενα συνεπιστήσαντες, ἀλλʼ ἐπʼ αὐτὸν τὸν λέγοντα, καὶ λαβόντες ἐν νῷ, διότι κατὰ τοὺς καιροὺς ὁ γράφων γέγονε, καὶ τοῦ συνεδρίου μετεῖχε τῶν Ῥωμαίων, πᾶν εὐθέως ἡγοῦνται τὸ λεγόμενον ὑπὸ τούτου πιστόν. Ἐγὼ δὲ φημὶ μὲν δεῖν οὐκ ἐν μικρῷ προσλαμβάνεσθαι τὴν τοῦ συγγραφέως πίστιν, οὐκ αὐτοτελῆ δὲ κρίνειν· τὸ δὲ πλεῖον ἐξ αὐτῶν τῶν πραγμάτων ποιεῖσθαι τοὺς ἀναγινώσκοντας τὰς δοκιμασίας. Οὐ μὴν ἀλλὰ καὶ τοῦ γε Ῥωμαίων καὶ Καρχηδονίων πολέμου — τὴν γὰρ παρέκβασιν ἐντεῦθεν ἐποιησάμεθα — νομιστέον πρώτην μὲν αἰτίαν γεγονέναι τὸν Ἀμίλκου θυμὸν, τοῦ Βάρκα μὲν ἐπικαλουμένου, πατρὸς δὲ κατὰ φύσιν Ἀννίβου γεγονότος. Ἐκεῖνος γὰρ, οὐχ ἡττηθεὶς τῷ περὶ Σικελίας πολέμῳ τῇ ψυχῇ, τῷ δοκεῖν αὐτὸς μὲν ἀκέραια διατετηρηκέναι τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα ταῖς ὁρμαῖς ἐφʼ ὧν αὐτὸς ἦν, διὰ δὲ τὴν ἐν τῇ ναυμαχίᾳ τῶν Καρχηδονίων ἧτταν τοῖς καιροῖς εἴκων, πεποιῆσθαι τὰς συνθήκας, ἔμενεν ἐπὶ τῆς ὀργῆς, τηρῶν ἀεὶ πρὸς ἐπίθεσιν. Εἰ μὲν οὖν μὴ τὸ περὶ τοὺς ξένους ἐγένετο κίνημα τοῖς Καρχηδονίοις, εὐθέως ἂν ἄλλην ἀρχὴν ἐποιεῖτο καὶ παρασκευὴν πραγμάτων, ὅσον ἐπʼ ἐκείνῳ. Προκαταληφθεὶς δὲ ταῖς ἐμφυλίοις ταραχαῖς, ἐν τούτοις καὶ περὶ ταύτας διέτριβε τὰς πράξεις.
Διόδωρος ὁ Σικελιώτης Τὴν δʼ ἀρχὴν διαδεξάμενος Ἀσκάνιος υἱὸς ἔκτισεν Ἄλβαν τὴν νῦν καλουμένην Λόγγαν, ἣν ὠνόμασεν ἀπὸ τοῦ ποταμοῦ τοῦ τότε μὲν Ἀλβᾶ καλουμένου, νῦν δὲ Τιβέρεως ὀνομαζομένου. Περὶ δὲ τῆς προσηγορίας ταύτης Φάβιος ὁ τὰς Ῥωμαίων πράξεις ἀναγράψας ἄλλως μεμυθολόγηκεν. Φησὶ γὰρ Αἰνείᾳ γενέσθαι λόγιον, τετράπουν αὐτῷ καθηγήσασθαι πρὸς κτίσιν πόλεως· μέλλοντος δʼ αὐτοῦ θύειν ὗν ἔγκυον τῷ χρώματι λευκὴν, ἐκφυγεῖν ἐκ τῶν χειρῶν, καὶ διωχθῆναι πρός τινα λόφον, πρὸς ὃν κομισθεῖσαν τεκεῖν λʹ χοίρους. Τὸν δὲ Αἰνείαν τό τε παράδοξον θαυμάσαντα καὶ τὸ λόγιον ἀνανεούμενον ἐπιχειρῆσαι μὲν οἰκίσαι τὸν τόπον, ἰδόντα δὲ κατὰ τὸν ὕπνον ὄψιν ἐναργῶς διακωλύουσαν καὶ συμβουλεύουσαν μετὰ λʹ ἔτη κτίζειν, ὅσοσπερ ὁ τῶν τεχθέντων ἀριθμὸς ἦν, ἀποστῆναι τῆς προθέσεως.
Σοῦδα Φάβιος Πίκτωρ, συγγραφεὺς Ῥωμαίων. Οὗτος λέγει ἄρχοντι Ῥωμαίων μὴ ἐξεῖναι μηδενὶ σφετερίζεσθαι ἐκ τοῦ δημοσίου ὁτιοῦν.
Στράβων Φησὶ δʼ ὁ συγγραφεὺς Φάβιος Ῥωμαίους αἰσθέσθαι τοῦ πλούτου τότε πρῶτον, ὃτε τοῦ ἔθνους τούτου κατέστησαν κύριοι.