eul_wid: uqe-ab

Σχόλια εἰς Πλάτωνα
Scholia-Plato

Plato Commentary Scholia Plato PDF

Euthphr t ΕΙΣ ΤΟΝ ΕΥΘΥΦΡΟΝΑ πρὸς τὸν βασιλέα.
Euthphr 2a [10] ἦν καὶ Ἀθήνῃσι βασιλεύς, ἀλλ’ οὐχ ὥσπερ ἐν τοῖς ἄλλοις τῶν ὅλων ἄρχων, ἀλλὰ μόνων μυστηρίων προεστηκὼς μετὰ τῶν ἐπιμελητῶν καὶ Ληναίων καὶ ἀγώνων ἐπὶ λαμπάδι· καὶ τὰ περὶ τὰς πατρίους θυσίας διῴκει. καὶ δίκαι πρὸς αὐτὸν ἐλαγχάνοντο ἀσεβείας καὶ ἱερωσύνης ἀμφισβητήσεως, καὶ τοῖς γένεσιν καὶ τοῖς ἱερεῦσι πᾶσιν ὁ αὐτὸς ἐδίκαζεν. καὶ τὰς τοῦ φόνου δίκας εἰς Ἄρειον πάγον εἰσῆγεν, καὶ τὸν στέφανον ἀποτιθέμενος σὺν αὐτοῖς ἐδίκαζεν· προηγόρευ〈ε δὲ〉 τοῖς ἐν αἰτίᾳ ἀπέχεσθαι μυστηρίων καὶ τῶν ἄλλων νομίμων. ἐδίκαζε δὲ καὶ τῶν ἀψύχων δίκας. τὴν δὲ συνοικοῦσαν αὐτῷ βασίλισσαν ἐκάλουν. δίκην .
Euthphr 2a,bis .. γραφήν. δίκην γὰρ βούλονται λέγειν πᾶσαν τὴν περὶ τὰ συμβόλαια ἀμφισβήτησιν, γραφὴν δὲ τὴν περὶ τὰ ἐγκλήματα κατηγορίαν. κακουργεῖν τὴν πόλιν.
Euthphr 3a σημείωσαι διὰ τὴν σύνταξιν. ὡς οὕτω γ’ ἀκοῦσαι.
Euthphr 3b ἀντὶ τοῦ κατ’ αὐτὴν τὴν πρώτην ἀκοήν, ὡς αὐτὴ ἡ φήμη βούλεται. ἢ ἀντὶ τοῦ ἵνα οὕτως εἴπωμεν. διαβαλών ( B T w: διαβάλλων W t).
Euthphr 3b,bis ἐν ἄλλῳ διαβάλλων. ἀλλ’ ὁμόσε ἰέναι.
Euthphr 3c [10] ἀλλ’ ὁμόσε ἰέναι. δύο σημαίνει τοῦτο, παρὰ μὲν τοῖς ῥήτορσι τὸ ἀπ’ ἐναντίας ἤτοι τὸ ἀντικείμενον, ὡς παρὰ Δημοσθένει ἐν τῷ κατὰ Διονυσοδώρου (LVI 14)· “αὐτὸς δὲ ὁρᾷ ἡμᾶς ὁμόσε πορευομένους.” παρ’ Ὁμήρῳ δὲ τὸ ὁμοῦ, ὡς ἐπὶ τοῦδε (Μ 19—24)— ὅσ〈σ〉οι ἀπ’ ἰδεῶν (l. Ἰδαίων) ὀρέων ἅλαδε προρ[ρ]έουσιν, Ῥῆσός θ’ Ἑπτάπορός 〈τε〉 Κάρησός τε Ῥοδίος τε, Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι κάππεσον ἐν κονίῃσι, καὶ ἡμιθέων γένος ἀνδρῶν· τῶν πάντων ὁμόσε στόματ’ ἔτραπε Φοῖβος Ἀπόλλων. πολλοῦ γε δεῖ.
Euthphr 4a ἀντὶ τοῦ οὐδαμῶς. πελάτης.
Euthphr 4c ἑταῖρος, συνήθης, παρὰ τὸ πελάζω, οἷον ὁ πέλας ὤν. οὐδὲν ὂν πρᾶγμα κτλ.
Euthphr 4d μετάληψις ἡ στάσις αὕτη, καὶ μετάληψις ἄγραφος· οὐ γὰρ ἀπὸ ῥητοῦ τὴν παραγραφὴν ποιεῖται. ἡ μέντοι ἀντίθεσις ἀντεγκληματική· ἀντεγκαλεῖ γὰρ ὁ φεύγων ὡς ἄξιος παθεῖν τοῦτο ὁ τεθνηκὼς ὡς ἀνδροφόνος. κράτιστον .
Euthphr 5a .. λέγοντα. σημείωσαι πῶς οὐ πρὸς δοτικὴν ἀπέδωκεν τὸ λοιπὸν τοῦ λόγου, ἀλλ’ αἰτιατικὴν ἐπήνεγκεν, οἷον “κράτιστόν ἐστι μαθητῇ σῷ γενέσθαι αὐτὰ ταῦτα λέγοντα.” κατὰ τὴν ὁσιότητα (ἀνοσιότητα T w).
Euthphr 5d ἀντὶ ὁμοίως, παραπλησίως τῇ ὁσιότητι. ἀπαλλαγεῖμεν.
Euthphr 7c Ἀττικόν, ἢ συγκοπῇ τοῦ η , ἢ κατὰ κρᾶσιν. οὐδέν.
Euthphr 8c Ἀττικὸς ὁ τοῦ δεν πλεονασμός. Δαιδάλου.
Euthphr 11c [10] Δαιδάλου, ὡς ἔοικεν, τῶν τῆς γονῆς ὀχετῶν Σωκράτης ἀπόρροια. ταύτῃ μοι δοκῶ κατὰ τὸ συγγενὲς λιθοξοϊκὴν ἀσκεῖσθαι Σωκράτη τέως, εἰ μὴ Ἀρχέλαος ὁ φιλόσοφος ἀπὸ ταύτης ἀναστήσας τῆς τέχνης τὸν ἄνδρα φιλοσοφίᾳ ἠγάγετο· ἐτεκμήρατο γὰρ τὸ τῆς ψυχῆς ἐντρεχὲς καὶ δραστήριον καὶ πρὸς φιλοσοφίαν †ὑπτίως ἔχον, οἷς πρὸς τοὺς ὁμοτέχνους ἀντέλεγεν στερόμενος τῶν μισθῶν. Δαίδαλος δὲ Ἀθηναῖος ἦν τῶν πώποτε ἀνδριαντοποιῶν περιφανέστατος. πρῶτος δὲ καὶ περισκελὲς ἄγαλμα ἐσχημάτισεν, τῶν πρὸ ἐκείνου κατὰ ταὐτὸ συμβεβληκότα τὼ πόδε τὰ βρέτη ἐργαζομένων. ἀφ’ οὗ δὴ καὶ ὁ τοῦ περιιέναι καὶ κινεῖσθαι τὰ φιλοτεχνήματα αὐτοῦ ὑπὸ τῶν πολλῶν ἀνάκειται λόγος αὐτῷ, ὃν καὶ νῦν Σωκράτης παίζων Εὐθύφρονα προάγει. σκαληνός.
Euthphr 12d [5] τὸ σκαληνὸν γὰρ τρίγωνόν ἐστιν ἐκ τριῶν ἀνίσων πλευρῶν, τὸ δὲ ἰσοσκελὲς τρίγωνον τῶν δύο μὲν πλευρῶν ἴσων ἀλλήλαις οὐσῶν, μιᾶς δὲ ἀνίσης ταῖς δύο. ἐν οἷς οὖν ὁ ἄρτιος ἀριθμὸς εἰς δύο ἴσους ἀριθμοὺς τέμνεται, ὡς ὁ ὀκτὼ φέρε, ὁ δὲ περιττὸς εἰς δύο ἀνίσους, ὡς ὁ πέντε, εἰκότως τὸν μὲν ἰσοσκελῆ τὸν δὲ σκαληνὸν ὠνόμασεν. οὐδὲν γὰρ ἡμῖν κτλ.
Euthphr 15a συνῳδὸν τῷ “πᾶσα δόσις ἀγαθὴ” καὶ ἑξῆς (Ep. Iacob. I 17). Ἀλλ’ οἴει κτλ.
Euthphr 15a,bis σημείωσαι διὰ σύνταξιν. ἄρτι.
Euthphr 15c σημείωσαι πῶς τῷ ἄρτι κατὰ πλάτος ἐχρήσατο. ἑκὼν εἶναι.
Euthphr 15c,bis Ἀττικὸν τοῦτο, καὶ παρέλκει τὸ εἶναι, γίνεται δὲ ἐπὰν ἀρνητικὸν ἐπιφέρηται ποιοῦν ἀπόφασιν, ἐπὶ καταφατικοῦ δὲ οὐκ ἐξὸν τοῦτο ποιεῖν. ΕΙΣ ΤΗΝ ΣΩΚΡΑΤΟΥΣ ΑΠΟΛΟΓΙΑΝ πρῶτον .
Ap 17d .. ἀναβέβηκα. παραγραφικοῦ δύναμιν ἔχει τοῦτο· σχεδὸν γὰρ τοῦτο λέγει, ὅτι τοσούτοις ἔτεσιν οὐδενὶ δέδωκα δίκας, τὸν αὐτὸν τρόπον πολιτευόμενος ὅπερ οἱ πρωτόχρονοι. ἀτεχνῶς οὖν κτλ.
Ap 17d,bis τὸ τοῦ ἤθους ἄπλαστον πιθανότητα ποιεῖ. εἰκότως οὖν οὕτω χρῆται νῦν Σωκράτης. τοὺς ἀμφὶ Ἄνυτον.
Ap 18b [15] 〈οὗ〉τος ὁ Ἄνυτος Ἀνθεμίωνος ἦν υἱός, Ἀθηναῖος γένος, Ἀλκιβιάδου ἐραστής, πλούσιος ἐκ βυρσοδεψικῆς· ὅθεν καὶ σκωπτόμενος ὑπὸ Σωκράτους, διὰ τοῦτο ἔπεισε μισθῷ Μέλητον ἀσεβείας γραφὴν δοῦναι κατὰ Σωκράτους. μέμνηται Λυσίας ἐν Σωκράτους ἀπολογίᾳ καὶ Ξενοφῶν (Apol. 29—31) ὁμοίως, καὶ Ἀριστόξενος ἐν τῷ Σωκράτους βίῳ (F H G II 281, 31 a). Θεόπομπος δὲ Στρ〈ατι〉ώτισιν (fr. 57 Kock) †Ἐμβάδαν αὐτὸν εἶπεν παρὰ τὰς ἐμβάδας, ἐπεὶ καὶ Ἄρχιππος Ἰχθύσιν (fr. 30 Kock) εἰς σκυτέα αὐτὸν σκώπτει. Μέλητος δὲ τραγῳδίας φαῦλος ποιητής, 〈Θρ〉ᾷξ γένος, ὡς Ἀριστοφάνης Βατράχοις (1302), Πελαργοῖς (fr. 438 Kock) Λαΐου υἱὸν αὐτὸν λέγων, ἐ〈πεὶ ᾧ〉 ἔτει οἱ Πελαργοὶ ἐδιδάσκοντο, καὶ ὁ Μέλητος Οἰδιπόδειαν †ἔθηκεν, ὡς Ἀριστοτέλης Διδασκαλίαις (fr. 628 Rose). ἐν δὲ Γεωργοῖς (fr. 114 Kock) ὡς Καλλίαν περαίνοντος αὐτοῦ μέμνηται. μέμνηται αὐτοῦ καὶ Λυσίας ἐν Σωκράτους ἀπολογίᾳ. ἐρήμην κατηγοροῦντες.
Ap 18c ἀντὶ τοῦ εἰς ἐρήμην δίκην κατηγοροῦντες. λέγεται καὶ ἐρήμην ἁλῶναι ἀντὶ τοῦ εἰς ἐρήμην δίκην ἐμπεσεῖν. ἐρήμη δὲ δίκη λέγεται ἡ μὴ ἔχουσα τὸν ἀπολογούμενον. κωμῳδιοποιός.
Ap 18d εἰς Ἀριστοφάνην αἰνίττεται τὸν κωμικόν. ἀντωμοσίαν.
Ap 19b [5] ἀντωμοσία λέγεται ἡ τῶν ἐν δικαστηρίοις ἀμφισβητούντων πρὸς ἀλλήλους ἀντέγκλησις καὶ ἀντιγραφή. λέγεται δὲ οὕτω διὰ τὸ ὀμνύναι τόν τε διώκοντα καὶ τὸν φεύγοντα. ἔνιοι δὲ ἀντωμοσίαν φασὶν τὴν ἐπὶ πράγμασιν ἀμαρτύροις καὶ ἀνεγγράφοις εἰς ὅρκον περιισταμένην δίκην. ἄλλοι ὅταν ἐπὶ δημοσίῳ ἀγῶνι σκηπτομένου τινὸς κάμνειν ὁ ἀντίδικος ἀντομνύηται, φάσκων προσποιεῖσθαι αὐτόν, καὶ περὶ τούτου διαλαμβάνωσιν οἱ δικασταί. Ἀριστοφάνους.
Ap 19c [20] Ἀριστοφάνης ὁ κωμῳδιοποιὸς φαλακρὸς ἦν, ὡς αὐτὸς φησὶν Εἰρήνῃ (771). ἐκωμῳδεῖτο δ’ ἐπὶ τῷ σκώπτειν μὲν Εὐριπίδην, μιμεῖσθαι δ’ αὐτόν. Κρατῖνος (fr. 307 Kock)— τίς δὲ σύ; κομψός τις ἔροιτο θεατής, ὑπολεπτολόγος γνωμιδιώτης εὐριπιδαριστοφανίζων. καὶ αὐτὸς δ’ ἐξομολογεῖται Σκηναῖς (l. Σκηνὰς) καταλαμβανούσαις (fr. 471 Kock)— χρῶμαι γὰρ αὐτοῦ, φησί, τοῦ στόματος τῷ στρογγύλῳ, τοὺς νοῦς δ’ ἀγοραίους ἧττον ἢ κεῖνος ποιῶ. Ἀριστώνυμος δ’ ἐν Ἡλίῳ ῥηγοῦντι (l. ῥιγοῦντι) (fr. 4 Kock) καὶ Σαννυρίων ἐν Γέλωτι (fr. 5 Kock) τετράδι φασὶν αὐτὸν γενέσθαι, διὸ τὸν βιὸν κατέτριψεν ἑτέροις πονῶν· οἱ γὰρ τετράδι γεννώμενοι πονοῦντες ἄλλοις καρποῦσθαι παρέχουσιν, ὡς καὶ Φιλόχωρος ἐν τῇ πρώτῃ περὶ ἡμερῶν (F H G I 413, 177) ἱστορεῖ. ταύτῃ δὲ καὶ Ἡρακλῆ φησι γεννηθῆναι. τρεῖς δ’ ἔσχεν υἱούς, Φίλιππον τὸν τοῖς Εὐβούλου δράμασιν ἀγωνισάμενον, καὶ Ἀραρότα ἰδίοις τε καὶ τοῦ πατρὸς δράμασι διηγωνισμένον, καὶ τρίτον, ὃν Ἀπολλόδωρος μὲν Νικόστρατον καλεῖ (F H G II 248, 41; F G H 244 F 75), οἱ δὲ περὶ Δικαίαρχον Φιλεταῖρον. κατεκλήρωσε δὲ καὶ τὴν Αἴγειναν, ὡς Θεογένης (l. Θεαγένης) φησὶν ἐν τῷ περὶ Αἰγείνης (F H G IV 511, 18). κωμῳδεῖται δὲ 〈διὸ〉 καὶ τὸ τῆς εἰρήνης κολοσσικὸν ἐξῇρεν ἄγαλμα. Εὔπολις Αὐτολύκῳ (fr. 54 Kock), Πλάτων Νίκαις (fr. 81 Kock). Χαιρεφῶντα.
Ap 20e [10] Χαιρεφῶν οὗτος ὁ Σωκρατικὸς ἰσχνὸς ἦν καὶ ὠχρός, τὸ δὲ ἦθος συκοφάντης καὶ κόλαξ, πρὸς δὲ καὶ κλέπτης καὶ αὐχμηρός, τὴν δὲ περιουσίαν πένης. Εὔπολις μὲν οὖν ἐν Πόλεσι (fr. 239 Kock) διὰ τὴν χροιὰν πύξινον αὐτὸν καλεῖ, Ἀριστοφάνης δ’ ἐν Ὄρνισι (1564) νυκτερίδα, ἐν δὲ Τελμισσεῦσιν (fr. 539 Kock) εἰς συκοφάντην ἀποσκώπτει· Κρατῖνος Πυτίνῃ (fr. 202 Kock) εἰς αὐχμηρὸν καὶ πένητα· Εὔπολις δ’ ἐν Κόλαξιν (fr. 165 Kock) Καλλίου κόλακα λέγει, Ἀριστοφάνης δ’ ἐν †δυσὶ δράμασι (l. βʹ Δράμασι fr. 291 Kock) κλέπτην, ἐν δ’ Ὥραις (fr. 573 Kock) νυκτὸς αὐτὸν παῖδα καλεῖ. ἀνεῖλεν .
Ap 21a [5] .. ἡ Πυθία. χρησμὸς περὶ Σωκράτους δοθεὶς Χαιρεφῶντι τῷ Σφιττίῳ (l. Σφηττίῳ)— σοφὸς Σοφοκλῆς, σοφώτερος Εὐριπίδης, ἀνδρῶν δ’ ἁπάντων Σωκράτης σοφώτατος. διαλεγόμενος αὐτῷ—ἔδοξέ μοι.
Ap 21c σημείωσαι διὰ σύνταξιν. ἐδόκει.
Ap 21e κατὰ κοινοῦ τὸ ἐδόκει, ἵν’ ᾖ ἐδόκει οὖν ἰτέον εἶναι σκοποῦντι. Μέλητος μέν κτλ.
Ap 23e [10] Ἄνυτος μὲν καὶ Μέλητος εἴρηνταί τινες, ὅτι ὁ μὲν πλούσιος ἐκ σκυτοδεψικῆς, Μέλητος δὲ τραγῳδιοποιὸς φαῦλος, Λύκων μέντοι πατὴρ ἦν Αὐτολύκου, †Ἴων (l. Ἰωνίδης) γένος, δήμων Θορίκιος, πένης, ὡς Κρατῖνος Πυτίνῃ (fr. 203 Kock), Ἀριστοφάνης Σφηξίν (1301), Εὔπολις δ’ ἐν Φίλοις (fr. 273 Kock) καὶ ἐπὶ τῇ γυναικὶ Ῥοδίᾳ κωμῳδεῖ αὐτόν, ἐν δὲ τῷ πρώτῳ Αὐτολύκῳ (fr. 53 Kock) εἰς ξένον, Μεταγένης δ’ Ὁμήρῳ (fr. 10 Kock) εἰς προδότην— καὶ Λύκων ἐνταῦθά που ... προδοὺς Ναύπακτον ἀργύριον λαβὼν ἄγαλμ’ ἀγορᾶς ξενικὸν ἐμπορεύεται. οὐδὲ ἄλλον ἀνθρώπων οὐδένα.
Ap 25e σημ〈είωσαι〉 διὰ τὴν σύντ〈αξιν〉. ὁμοίως γὰρ ἄν κτλ.
Ap 27d καλῶς γε σὺ ποιῶν, Σώκρατες, ὄνοις καὶ ἵπποις τοὺς θεοὺς Ἀθηναίων παραβάλλεις. τιμωρήσεις.
Ap 28c ἀντὶ τοῦ ἐκδικήσεις, ἢ ἀντὶ τοῦ εἰ τῷ Πατρόκλῳ ἐκδίκησιν τοῦ φόνου παράσχῃς. τὸ τιμωρῶ δὲ σημειωτέον ὅτι δοτικῇ συντάσσεται ὅτε ἀντὶ τοῦ βοηθῶ λαμβάνεται. θεῖόν τι καὶ δαιμόνιον.
Ap 31c τί τὸ Σωκράτους δαιμόνιον ὅ τινές φασιν ὅτι ἠχὼ τὸ δεξιὸν καταλαμβάνεται αὐτῷ οὖς. ἀποτρέπει με τοῦτο.
Ap 31d σημείωσαι διὰ τὴν σύνταξιν. οὔ μοι δοκεῖ .
Ap 34e .. ἐμέ. σημείωσαι διὰ σύνταξιν. ΕΙΣ ΤΟΝ ΚΡΙΤΩΝΑ ἐπίτηδές σε οὐκ ἤγειρον κτλ.
Cri 43b [5] Schol. lacerum. [Start of a diagram] παρ β̣α̣ς [End of a diagram] βα incertum. εἰ γὰρ ὤφελον.
Cri 44d Schol. lacerum. ... ναι χρὴ δέ, ἅπερ ἄν κτλ.
Cri 45d [5] Schol. mutilum. προσυπ〈ακουστέον?〉 τὸ σέ ῃ πρὸς τὸ ς μ ε ἀκολουθίαν ὅσα γε τἀνθρώπεια.
Cri 46e ἀντὶ τοῦ ὅσον κατ’ ἄνθρωπον, ὅσον εἰς γνῶσιν ἧκεν ἀνθρώπων, ὅσον αἰσθάνεσθαι ἄνθρωπος δύναται. τῶν ῥᾳδίως ἀποκτεινύντων (ἀποκτιννύντων B).
Cri 48c [5] Schol. evanidum. 〈τὸ〉 ἑξῆς· τῶν ῥᾳδί〈ως ἀποκτιν‐〉 νύντ〈ων τούτων τῶν〉 πολλῶν. εἰπέ μοι.
Cri 50a σημείωσαι τὴν μετάβασιν τοῦ ἀριθμοῦ. ἀλλὰ ἴσθι, ὅσα γε κτλ.
Cri 54d [5] δύο σημαίνει τὸ ἴσθι, τό τε ὑπάρχειν καὶ τὸ γνῶναι. εἰ μὲν οὖν κατὰ τὸ ὑπάρχειν, τοῦτο βούλεται ἐνταῦθα δηλοῦν· ἔσο νῦν καὶ διαγίνου τοῖς παροῦσιν εἰς πάντα ὅσα γέ μοι δοκεῖ, ἢ ταῦτα νῦν ἔσο τὰ ἐμοὶ δοκοῦντα. κατὰ δὲ τὸ τοῦ γνῶναι σημαινόμενον οὕτως· γνῶθι κατὰ τὰ ἐμοὶ νῦν δοκοῦντα ὡς εἰ παρὰ ταῦτα ἐρεῖς μάτην ἐρῶν. ΕΙΣ ΤΟΝ ΦΑΙΔΩΝΑ οὐδεὶς πάνυ τι.
Phd 57a ἀντὶ οὐδαμῶς. ἐστὶ γὰρ τὸ ἑξῆς οὕτως· πάνυ οὐδεὶς ἐπιχωριάζει. ὡς εἰκὸς ἂν δόξειεν κτλ.
Phd 59a τὸ ἑξῆς· ὡς ἂν δόξειεν εἰκὸς παρόντι πένθει. οἱ ἕνδεκα.
Phd 59e [5] οἱ ἕνδ〈εκα〉. εἷς 〈ἀφ’〉 ἑκάστης φυλῆς ἐγίν〈ετο〉 καὶ γραμματεὺς αὐτοῖς συναριθμεῖτο· νομοφύλακές τε κατὰ τὸν Φαληρέα Δημήτριον μετωνομάσθησαν· ἐπεμε〈λοῦ〉ν〈το δὲ τῶν ἐν τῷ〉 δ〈ε〉σμωτηρίῳ, καὶ ἀπῆγον κλέπτας, ἀνδραποδιστάς, λωποδύτας, εἰ μὲν ὁμολογοῖεν θανατώσοντες, εἰ δὲ μή, ἐτάζοντες εἰς δικαστήρια, κἂν 〈ἁλῶσιν〉 ἀποκτενοῦ〈ντες. τοῦ δὲ νο〉μοφυλακ〈ίου θύρα〉 μία Χαρώνιον ἐκαλεῖτο, δι’ ἧς τὴν ἐπὶ θανάτῳ ἀπήγοντο. ὅτι μὴ πᾶσα ἀνάγκη.
Phd 67a ἀντὶ τοῦ εἰ μὴ κατὰ τὰ ἀναγκαῖα. τὸ δὲ ἑξῆς οὕτως· μη〈δὲ〉 κοινωνῶμεν εἰ μὴ κατὰ τοῦτο καθ’ ὃ πᾶσα ἀνάγκη 〈ἐσ〉τ〈ὶ〉 κατὰ τὰ συνεκτικὰ τῆς ζωῆς. διαβέβληνται.
Phd 67e ἀντὶ τοῦ διαβεβλημένως ἔχουσι πρὸς τὸ σῶμα. οὐκ ἄλλοθεν ἤ.
Phd 70e Scholium 13 versuum, sed madore inquinatum ut vix sex litterae nunc legi possint. ἴδε ( sic in textu B).
Phd 72a Ἀττικοὶ ὀξύνου〈σι〉 τὸ ἰδέ, λαβέ, εὑρέ, ὡς τὸ ἐλθέ, εἰπέ. τοῦτο ὃ ἔστι (τὸ αὐτὸ ὃ ἔστι scr.
Phd 75d Burnet in textu). ἀντὶ τοῦ τὸ ὂν ὃ πάντα περιείληφεν. ὅπως .
Phd 77b .. διασκεδάννυται. ὁρ〈ιστικὸν〉 ἀντὶ ὑποτ〈ακτικοῦ〉. ὅσον μὴ ἀνάγκη.
Phd 83a ἀντὶ τοῦ εἰ μὴ ὅσον κατὰ τὰς τῆς ζωῆς συνεκτικά· ταῦτα γὰρ καὶ ἀναγκαῖα. συγγραφικῶς ἐρεῖν.
Phd 102d [10] ἐπειδὴ ᾔσθετο ἑαυτοῦ ὁ Σωκράτης τῷ παρίσῳ χρησαμένου σχήματι δι’ ὧν φησι “παρέχων ὑπερέχον” ταύτῃ φησὶν συγγραφικῶς ἐρεῖν, ὡς τῶν τοιούτων τῆς ἐπιμελείας ὄντων καὶ λογογραφικῆς ἰδέας κατὰ σχολὴν τοῖς τοιούτοις καλλύνεσθαι προμηθουμένης, ἀλλ’ οὐ διαλεκτικῆς ἑτοιμότητα καὶ λέξιν καὶ διάνοιαν ἀποσχεδιαζούσης. τοιαῦτα δὲ σχήματα πολλὰ παρὰ Θουκυδίδῃ καὶ τοῖς λοιποῖς, μάλιστα δὲ τὸ ἐν τῇ Κορινθίων δημηγορίᾳ οὕτως εἰρημένον (I 33, 4) “καὶ προεπιβουλεύειν μᾶλλον αὐτοῖς ἢ ἀντεπιβουλεύειν·” πρὸς ὃ οἶμαι καὶ τὸ παρὸν Σωκράτει ἐξενήνεκται. οὐκ ἄν ποτέ φαμεν ἐθελῆσαι.
Phd 103c σημείωσαι ὁριστικὸν ἀντὶ ὑποτακτικοῦ. ἐναντίον γέ ἐστι δυάς.
Phd 104c καθὸ ἀριθμοὶ ἄμφω οὔ, καθὸ δὲ ἐναντιότητα δεδεγμέναι. πορεῦσαι.
Phd 107e ἀντὶ διαπορθμεῦσαι, διαπεράσαι. ὥστε ἀρετῆς.
Phd 114c [5] ὁ μηδενὸς ἄλλου χάριν τὴν ἀρετὴν διατεινόμενος χαρακτηρίζειν· τι †πέπονθης (l. πέπονθας); ὡσπερεὶ παλινῳδίαν ᾄδεις καὶ τῆς εἰσέπειτα ῥᾳστώνης τὸ τῆς ἀρετῆς ἀπεμπολεῖς ἄπρατον· ἀλλ’ ἢ τῶν πρὶν λήθεσο ἢ οὐκ ἐνόησας; ἀστακτί.
Phd 117c ἀντὶ τοῦ οὐ κατὰ σταγόνα, ἀλλ’ ἀθρόα καὶ ποταμηδόν. ΕΙΣ ΤΟΝ ΚΡΑΤΥΛΟΝ ἀλήθειαν τὴν Πρωταγόρου.
Cra 391c τοῦτο διαπαίζει τῶν Πρωταγόρου, ἐν οἷς φησιν ἐκεῖνος· “τὸ ἑκάστῳ δοκοῦν ἀληθές ἐστι.” πῇ ποτε κτλ.
Cra 397c πόθεν ἐκλήθησαν θεοί. γεγόνασιν ἐρασθέντες.
Cra 398d σημείωσαι διὰ σύνταξιν. ἀπὸ τούτου ἔσχε τὸ ὄνομα.
Cra 403e σημείωσαι διὰ σύνταξιν. ὑπὲρ τὰ ἐσκαμμένα ἅλλεσθαι (ἐσκεμμένα in textu B).
Cra 413a [10] παροιμία τοῦτο ἐπὶ τῶν πέρα τοῦ δέοντός τι ποιούντων, οἷον ὑπὲρ τὰ ἐσκαμμένα ἐπήδησεν. εἰσῆκται δὲ ἐντεῦθεν. Φάϋλλός τις κουφότατος πάντων ἅλματι μετέωρον φέρειν ἑαυτὸν πεντήκοντα πρὸς τοῖς πέντε πόδας παρὰ δόξαν ἐπὶ μῆκος ἥλατο. ὃν καὶ διὰ τοῦτο θαυμάσαντες οἱ πρὸς αὐτὸν ἁμιλλώμενοι στίχῳ τὸ θαῦμα ἀοίδιμον τῷ μακρῷ καταλελοίπασι χρόνῳ— πέντ’ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος ποιησάμενοι. οὗτοι γὰρ ὀρύγματα τέμνοντες τάφρων ἐπὶ πεντήκοντα μόνον πόδας διεστηκότα τὸ τῆς ἀγωνίας ἀκρότατον ἐπεδείκνυντο. αὐτὸς δ’ ὑπερπαίσας τοῦτο τοῖς πέντε ποσὶν 〈ἥλατ〉ο ὑπὲρ τὰ 〈ἐσκ〉α〈μ〉μένα (lacuna octo fere litterarum)γμένα (lacuna duodecim fere litterarum) τῷ βίῳ ... ΕΙΣ ΤΟΝ ΘΕΑΙΤΗΤΟΝ ἐθαύμασα Σωκράτους.
Tht 142c σημείωσαι διὰ τὴν σύνταξιν. οἱ παῖδες οἱ σφαιρίζοντες.
Tht 146a [20] ἐν τῇ διὰ σφαίρας ὀν〈ομαζομένῃ〉 παιδιᾷ ἡ μὲν ἐκαλεῖτ〈ο οὐρανί〉α, ἡ 〈δ〉ὲ ἀπόρραξις, ἡ δὲ 〈ἐπίσκυροσ〉, ἡ δὲ φενίνδα. οὐραν〈ία μέν ἐστιν ἡ〉 εἰς οὐρανὸν τῆς σφαίρας ἀναβολή, ἣν ὁ ποιητὴς ἐμφαίνειν δοκεῖ ἐν οἷς φησιν (θ 372)— οἱ 〈δ’〉 ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο πορφυρέην, τήν σφιν Πόλυβος ποίησεν (sic) δαΐφρων, τὴν ἕτερος ῥίπτασκεν (sic) ποτὶ νέφεα σκιόεντα ἰδνωθεὶς ὀπίσω, ὁ δ’ ἀπὸ χθονὸς ὑψός’ ἀρθεὶς (l. ἀερθεὶς) ῥηϊδίως μεθέλεσκε πάρος 〈ποσὶν〉 οὖδας ἱκέσθαι. ἀπόρραξις δέ ἐστιν ὅταν τὴν σφαῖραν μὴ πρὸς τοῖχον ἀλλὰ πρὸς τὸ ἔδαφος σκληρῶς †ῥάττωσιν (l. ῥίπτωσιν) ὥστε ἀποκρουομένην ἅλλεσθαι πάλιν. τὴν δὲ ἐπίσκυρον καὶ ἐφηβικὴν καὶ ἐπίκοινον ἔλεγον· ἐχρῶντο δὲ αὐτῇ κατὰ πλήθη· ὠνομάσθησαν δὲ οὕτως, ἐπειδὴ οἱ παίζοντες ἐπὶ λατύπης ἑστῶτες, ἣν σκῦρον προσαγορεύουσιν, βολῇ σφαίρας ἀλλήλους ἐκδιώκουσιν. φαινίνδα δέ ἐστιν ὅταν ἑτέρῳ τὴν σφαῖραν προδεικνύντες ἑτέρῳ αὐτὴν ἐπιπέμπωσι. τῶν οὖν παιζόντων ταῦτα τοὺς μὲν νικῶντας βασιλεῖς ἐκάλουν, καὶ ὅτι ἂν προσέτασσον τοῖς ἄλλοις ὑπήκουον, τοὺς δ’ ἡττωμένους ὄνους. Κρατῖνος δὲ Χείροσι (l. Χείρωσι: fr. 229 Kock) χαριέντως ὁμοῦ ἐγκαταμίξας καὶ τὴν ὄνος λύραν παροιμίαν ἔπλεξε τὸν λόγον οὕτως— †ὡς ὄνος ἀπωτέρωι κάθηνται τῆς λύρας· τοὺς γὰρ ἡττωμένους, ὡς ἔφαμεν, ὄνους καθῆσθαι ἔλεγον, βασιλεῖς δὲ τοὺς νικῶντας. ἐγκύμονες εἶναι.
Tht 151b σημείωσαι διὰ τὴν σύνταξιν. ἔοικεν.
Tht 152b διὰ τοῦ ἔοικεν φαίνεται ὁ Θεαίτητος ἀγαπῶν τὸν Πρωταγόραν καὶ τὸ τούτου δόγμα καὶ ἐμμένων τῇ ἐξ ἀρχῆς αὐτοῦ κρίσει. ἆρ’ οὖν κτλ.
Tht 152c πρώτη κατασκευὴ τοῦ Πρωταγορείου δόγματος. τούτω ( sic B 2 W: τοῦτο B T) δὲ κινήσεις.
Tht 153a δυικῶς. κινήσεων ὄντων.
Tht 153b ἡ σύνταξις πραγματική· οὐδετέρως γὰρ εἶπεν ὄντων πρὸς τὰ πράγματα ἀφορῶν. (similia T W.) ὑπόλαβε.
Tht 153d δευτέρα κατασκευὴ ὑπὲρ τῶν Πρωταγόρᾳ δοκούντων. προσήκουσαν.
Tht 153e ἀντὶ τοῦ σύμμετρον. ἴδιον.
Tht 154a ἀντὶ τοῦ μερικόν. ἢ σὺ διϊσχυρίσαιο.
Tht 154a,bis ταῦτα πάντα ἡ δευτέρα κατασκευή ἐστι τῶν Πρωταγορείων δογμάτων, ἕως τοῦ περὶ τῆς Ἴριδος λόγου. ᾧ παραμετρούμεθα.
Tht 154b ᾧ παραμετρούμεθα, τουτέστι τῷ αἰσθητηρίῳ. ἔστι δὲ τὸ ῥῆμα μέσης διαθέσεως. † οὐδὲ ( l. οὗ δὲ) ἐφαπτόμεθα, λέγει, τοῦ αἰσθητοῦ. τὸ δ’ αὐτὸ εὐθὺς καὶ ἐφαπτόμενον λέγει, ἐφαπτόμενον δὲ τὸ αἰσθητήριον. φάσματα.
Tht 155a φάσματα λέγει ταῦτα ὡς τῶν ψυχῶν ἀπατηλά, εἰ μή τις ὀρθῶς αὐτὰ μεταλάβοι. ἀλλά.
Tht 155b ὁ Πρόκλος τὸ ἀλλὰ παρέλκειν λέγει. ἄθρει δή.
Tht 155e τρίτη κατασκευὴ ὑπὲρ τῶν Πρωταγορείων δογμάτων. πρὸς τὰ πρότερα.
Tht 156c πρὸς τὰ πρότερα λέγει, πρὸς τὸ “πάντων χρημάτων μέτρον ὁ ἄνθρωπος” καὶ τὰ τοιαῦτα. ὅσον μὲν οὖν βραδύ κτλ.
Tht 156c,bis [5] οἷον ὡς τὸ ἁπτὸν καὶ τὸ γευστόν. παρέλειπεν δὲ ὄψιν καὶ ἀκοὴν ταχέως γινόμενα· τούτων γὰρ σχεδὸν ἀχρόνως αἰσθανόμεθα. διὰ δὲ τὸ ἐναργῆ αὐτὰ εἶναι παρέλειπεν. ἑξῆς δὲ ὅταν λέγῃ “τὰ δὲ γεννώμενα οὕτω δή,” εἰς τὸ δὴ ὑποστικτέον· οὕτω γὰρ δὴ λέγει, τουτέστι τὰ βραδέα ἅπερ ἐστὶ γευστὰ καὶ ἁπτά. αὐτῇ σύμφυτον.
Tht 156d [5] καὶ γάρ, φησίν, ἡ αὐτὴ αἴσθησις τῶν ἀντικειμένων οὐκ ἔστιν, οὐδὲ τὸ αὐτὸ αἰσθητὸν πάσης ἐστίν, ἀλλὰ μία ὄψις ἡ τοῦ λευκοῦ αἰσθητοῦ ἑνός. καὶ τὸ λευκὸν οὐ δύναται ἡ τοῦ μέλανος αἴσθησις ἀντιλαβέσθαι, ἀλλ’ ἡ τοῦ λευκοῦ, καὶ ἔμπαλιν. ἑκατέρου δὲ λέγει, οἷον τῆς τοῦ μέλανος ὄψεως ἐπὶ τὸ λευκὸν αἰσθητόν. ἐφεξῆς δὲ ὄψιν μὲν λέγει τὴν ὀπτικὴν δύναμιν, λευκότητα δὲ τὴν λευκαντικὴν δύναμιν. ἐξ ἀρχῆς.
Tht 157a ὅτε ἔλεγεν τάχος καὶ βραδυτὴς ἔνι, καὶ πάλιν φθαρτῶς ἐστι καὶ τὰ τοιαῦτα. χρῆσθαι αὐτῷ.
Tht 157b αὐτῷ· τῷ εἶναι, ὡς ὁ τῶν Πρωταγορείων λόγος. πολλῶν.
Tht 157b,bis ἀντὶ τοῦ συνθετῶν. μὴ τοίνυν κτλ.
Tht 157e ἔτι συνηγορῶν τῷ Πρωταγόρᾳ τὰς πρὸς αὐτὸν ἐνστάσεις δοκεῖ διαλύειν. οἱ ὀνειρώττοντες.
Tht 158b ἐντεῦθεν ἄρχεται λύειν τὰς πρὸς Πρωταγόραν ἐνστάσεις διὰ τοῦ ἄπορον εἶναι τὸ περὶ τῶν ἐνυπνίων. οὕτως ἐρωτῶντες.
Tht 158e ἔτι συνηγορεῖ καὶ ἐν τούτοις τῷ τοῦ Πρωταγόρου δόγματι, λαμβάνων τρία αἰτήματα. μή πῄ τινα δύναμιν κτλ.
Tht 158e,bis οἷον 〈ὡσ〉 ἵππος καὶ ἄνθρωπος ταὐτόν εἰσι κατὰ τὸ αἰσθητικόν· ἀλλ’ οὐ λέγω, φησίν, οὕτως. πολλὰ μὲν εἴη.
Tht 159a κατὰ τὸν Πυθαγόραν (l. Πρωταγόραν). ἐμαυτῷ τοιοῦτος.
Tht 160a κατὰ τὴν αἴσθησιν τοιοῦτος. κατὰ κοινοῦ δὲ ἡ ἄρνησις. ὅτε δὴ τό κτλ.
Tht 160c ὥστε, φησίν, οὐδὲν ἄτοπον συμβαίνει διὰ τὰς ἐνστάσεις, οἷον τὰς ὀνειρώξεις καὶ τὰ τοιαῦτα. κατὰ δὲ Θεαίτητον.
Tht 160d ἕπεται γὰρ ταῖς ἐκείνων θέσεσιν ὁ τοῦ Θεαιτήτου λόγος. τῆς ἀληθείας.
Tht 161c τὸ τοῦ Πρωταγόρου σύγγραμμα, ἐν ᾧ ταῦτα δοξάζει, Ἀλήθεια ἐκαλεῖτο ὑπ’ αὐτοῦ Πρωταγόρου καὶ τῶν ἑταίρων. ἤρξατο.
Tht 161c,bis σημείωσαι ὁριστικὸν ῥῆμα ἀνθ’ ὑποτακτικοῦ. διωλύγιος.
Tht 162a ἀντὶ τοῦ περιβόητος. σημαίνει δ’ ἔσθ’ ὅτε καὶ τὸ σκοτεινὸν καὶ νυκτερινόν. δημηγορεῖτε.
Tht 162d τὸν δοκοῦντα ἔλεγχον, ὃν ἄρτι ἔλεγεν ὁ Σωκράτης κατὰ Πρωταγόρου, ὅτε τοῦ κυνοκεφάλου ἐμέμνητο, δημηγορίαν νῦν καλεῖ, διὰ τῆς εἰρωνείας τὸν λόγον παραμυθησάμενος, ἵνα πάλιν διεγείρῃ τὸν νέον. εἰ ἐθέλοι.
Tht 162e [5] καὶ γὰρ εἰ τὴν τῶν πολλῶν κρίσιν λάβοιμεν ἐπὶ γεωμετρίας κυρίαν, γελοῖοι ἂν ὦμεν, ἀσύμμετρα λέγοντες ἀλλήλοις μεγέθη, καὶ †τοῖς πεπερασμένοις (l. τὴν πεπερασμένην) εὐθεῖαν διαιρετὴν εἶναι ἢ ἄπειρον, καὶ τὰ τοιαῦτα, ἐκ δὲ τῆς τῶν κυβευόντων συνηθείας ἔλαβεν τὸ “οὐδ’ ἑνὸς μόνου,” ὅταν ἐκεῖ πέσῃ ἓν τὸ ἐλάχιστον ἐν τῷ παίζειν. ἐπιστήμη τε καὶ αἴσθησις.
Tht 163a πρόκειται νῦν τῷ Σωκράτει ἐλέγξαι τὴν ἐξ ἀρχῆς θέσιν τοῦ Θεαιτήτου τιθεμένου τὴν ἐπιστήμην αἴσθησιν. οὔτε αἰσθάνεσθαι κτλ.
Tht 163c καίτοι ἠδύνατο λέγειν, εἰ οὐκ ἐπίσταται ὁρῶν ὁ ἀγράμματος, ἄλλο ἐστὶν ἐπιστήμη καὶ ἄλλο ὅρασις ἤτοι αἴσθησις. εἴ τις ἔροιτο.
Tht 163d καὶ τοῦτο πειραστικόν ἐστι δίλημμα τοῦ ἑξῆς. τὸν πρόσθε.
Tht 164a τὸν τὴν αἴσθησιν θέμενον εἶναι ἐπιστήμην. φαινόμεθά μοι κτλ.
Tht 164c πάλιν ἐν τούτοις πρόκειται τῷ Σωκράτει ἀνακαλέσασθαι τὸν δι’ ἀπειρίαν αὑτοῦ κατασυλλογισθέντα Θεαίτητον. σκέψαι οὖν.
Tht 165a πάλιν ἐπιχειρεῖ ἐλέγχειν ἐν τούτοις τὰ τοῦ Πρωταγόρου καὶ Θεαιτήτου δόγματα. λέγειν.
Tht 165e ἀπὸ κοινοῦ τὸ ἐρεῖ. ἐξέλεγξον.
Tht 166c ἐκ τῶν δύο, φησίν, θάτερον ἔλεγξον, εἴπερ δύνασαι. ἢ γὰρ ὡς οὐκ εἰσὶν αἰσθήσεις ἴδιαι, ἢ τούτων ἰδίων οὐσῶν οὐκ ἔστι τὰ αἰσθητὰ ἴδια ἑκάστῳ. ὑηνεῖς.
Tht 166c,bis οἷον ὡς εἴ τις εἴποι χοιρίζεις. ἀμείνων γάρ.
Tht 167a κατὰ τὴν Πρωταγόρου δόξαν· τὸ μὲν αἰσθητὸν πᾶν δοκεῖ εἶναι μὴ ὄν, τὸ δὲ δίκαιον καὶ τὸ καλὸν ἔστι μέν, ἀλλ’ οὐ φύσει, θέσει δὲ μόνον, οἷον οἱ νόμοι παρ’ ἑκάστοις. μόνον δὲ τὸ ἀγαθὸν φύσει. ἀληθεῖς ἐμποιεῖν.
Tht 167c [5] πρός τι γάρ, φησί, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὡς τὸ καλὸν καὶ τὸ δίκαιον. τὸ δὲ ἑξῆς, ὥσπερ, φησίν, ἡ κακὴ ψυχὴ δοξάζει συγγενῆ ἑαυτῇ πονηρά, οὕτως ἡ χρηστὴ χρηστά. ἑκατέρως δὲ τῇ δοκήσει τὸ ἀληθές, καὶ πρός τι. σῴζεται γάρ κτλ.
Tht 167d σῴζεται γὰρ ὁ λόγος ὁ λέγων μέτρον πάντων εἶναι τὸν ἄνθρωπον. ἐν τούτοις δὲ τοῖς ἀγαθοῖς καὶ κακοῖς τοῖς ἀληθῆ μὲν δοξάζουσιν ἑκατέροις, διαφέρουσι δὲ τῷ κρείττονι καὶ χείρονι μόνῳ. πρεσβύτεροι.
Tht 168b οἱ γὰρ νέοι φιλόνεικοι. καί μοι εἰπέ.
Tht 168c [5] τὸν Θεόδωρον νῦν παρακαλεῖ πρὸς τὴν διάλεξιν, ἵνα δι’ αὐτοῦ οἱ ἀληθεῖς ἔλεγχοι κατὰ Πρωταγόρου γένωνται. καὶ ἤτοι διὰ τὸ ἀξιόπιστον τοῦ πρεσβυτικοῦ προσώπου τοῦτο ποιεῖ, ἢ καταβάλλων τὸ τοῦ νέου, ὡς εἰκός, οἴημα. χαριεντισμόν.
Tht 168d χαριεν〈τισμὸν ἀντὶ〉 τοῦ παίγνιον. μυρίοι κτλ.
Tht 169b οἱ Θρασύμαχοι, οἱ Καλλικλεῖς, οἱ Διονυσόδωροι, οἱ Εὐθύδημοι καὶ οἱ τοιοῦτοι. ὧν προτίθεσαι.
Tht 169c οἷον τοῦ ἐλέγχου μόνου, πλέον δὲ ἄλλο οὐδέν, οἷον τὰ περὶ ἐπιστήμης. ὥσπερ πρὸς θεούς.
Tht 170a ἀντὶ τοῦ ἐκθειάζειν τοὺς ἐν ἑκάστοις ἐπιστήμονας· οἷον καὶ τὸ Ὁμηρικόν· “θεοῖς ἐναλίγκια μήδεα ἔχοντα” (ν 89) καὶ· “ἶσος Ἐνυαλίῳ” (Χ 132)· καὶ τὰ τοιαῦτα. ἄρχοντας.
Tht 170b οἷον ποιμένας, ἡνιόχους, κυνηγούς. τῷ λόγῳ.
Tht 170c τῷ κατασκευασθέντι, τῷ ἐκ τῆς κοινῆς ἐννοίας τῶν πολλῶν. ὅταν σύ κτλ.
Tht 170d οἷον περὶ προνοίας, περὶ τοῦ ἐφ’ ἡμῖν καὶ τῶν τοιούτων. οἷς μὴ δοκεῖ.
Tht 171a οὐ γάρ ἐστι ποιότης ἐν τοῖς τοιούτοις ποσοῖς. τότε καὶ ὁ κτλ.
Tht 171c ὅταν, φησίν, συναίσθηται ὁ Πρωταγόρας τῆς τοῦ λόγου ἀτοπίας. τὰ δοκοῦντα ἀεὶ ταῦτα λέγειν.
Tht 171d ἕπου θεῷ, ἕπου λόγῳ. τὰ μὲν πολλά.
Tht 171e 〈τὰ σω〉ματικὰ καὶ πρός τι. τῇ ἀληθείᾳ.
Tht 172a ὡς θέσει. ἃ ἂν θῆται πόλις.
Tht 172b τὸ γὰρ συμφέρον, φησί, φύσει, ὁ δὲ νόμος θέσει. μὴ παντάπασι.
Tht 172b,bis ἀντὶ τοῦ μὴ ἕως τοῦ ἀγαθοῦ καὶ κακοῦ. οὐκοῦν σχολὴν ἄγομεν.
Tht 172c ἐντεῦθεν μέχρι τῶν ἑξῆς σελιδίων ιδʹ ἀποστηθίζειν χρή. τοῖς τοιούτοις.
Tht 172c,bis οἷον ἐργαστηρίοις, ἐμπορείαις. παραναγιγνωσκομένην.
Tht 172e ἀπὸ κοινοῦ τὸ ἔχων. ἀντωμοσίαν.
Tht 172e,bis [10] ( 1) ἀντωμοσία ἐπὶ δίκῃ λέγεται διὰ τὸ ὀμνύναι ἑκατέρους· τὸν μὲν ἐγκαλ[οῦντα ὅτι ἠδίκητ〈αι〉, τὸν δὲ ἐγκαλούμενον μὴ ἠδικηκ〈έ〉ναι. 〈ἔνιοι δ’ ἀ〉ντωμοσίαν] τὴν ἐπὶ πράγμασιν ἀμαρτύροις καὶ ἀνέγγραφοις (sic B) εἰς ὅρκον περιισταμ[ένην δίκην ἐφ’ οἷς οἱ κρίται δοξάζουσιν. ἔν〈ιοι δ’ ὅταν ἐπὶ δ〉η〈μο〉σίῳ ἀγῶ]νι σκηπτομένου τινὸς κάμνειν, ὁ ἀντίδικος ἀντώμνυται (sic), φ[άσκων προσποιεῖ〈σθαι〉 αὐτόν, 〈καὶ〉 περὶ] τούτων διαλαμβάνωσιν οἱ δικασταί. (2) ἀν[τωμοσία ἡ 〈τοῦ ἀντι〉]δίκου ἀντι[γραφή· 〈τὸ ἀντ〉όμνυ]σθαι γὰρ τὸ ἐγκαλεῖν καὶ ἀντιγράφεσθαι ἔλεγον Ἀθήνῃσι διὰ τὸ ἀντομνύναι τόν τε διώκοντα καὶ τὸν φεύγοντα. τὴν ἄλλως.
Tht 172e,ter ἀντὶ τοῦ ματαίως καὶ ὡς ἔτυχεν. φαύλως διατρίβοντας.
Tht 173c οἷον τοὺς πολιτικούς. σπουδαὶ δὲ ἑταιριῶν.
Tht 173d [5] Ἀττικὸν τὸ σχῆμα, γίνεται δὲ τῆς ἐπιφορικῆς φράσεως προταττομένης ὀρθῆς πτώσεως ἀντὶ γενικῆς ἢ δοτικῆς ἢ αἰτιατικῆς. γενικῆς μὲν οἷον “Ἀλκιβιάδης ἐξελθὼν τῶν πυλῶν Λακεδαιμόνιοι ἠτύχησαν”· ἔδει γὰρ εἰπεῖν “Ἀλκιβιάδους ἐξελθόντος”· δοτικῆς δὲ οἷον “ἐξερχόμενος ἔδωκέν μοι”· ἀντὶ γὰρ τοῦ “ἐξερχομένῳ” “ἐξερχόμενος” εἶπεν. ἀντὶ δὲ αἰτιατικῆς ὡς ἐνταῦθα· ἔδει γὰρ εἰπεῖν “σπουδὰς δὲ ἑταιριῶν καὶ κώμους οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς,” ἀντὶ τοῦ παρίσταται. φύσιν ἐρευνωμένη.
Tht 174a γενικῶς τὸ φθαρτόν. μανθάνεις γάρ που.
Tht 174b ὅτι ἐν τούτοις τὸν ὡς ἀληθῆ μαθηματικὸν ἄνδρα εἰς ταὐτὸν ἄγει τῷ ὄντως φιλοσόφῳ, ἔτι δὲ καὶ τὸν φυσικόν, ἢ μᾶλλον ὡς μέρη τοῦ φιλοσόφου βούλεται εἶναι τοὺς ἄλλους ἐπιστήμονας. τῶν ἐν ὀφθαλμοῖς.
Tht 174c ἐπὶ τῶν ὑλαίων πραγμάτων καὶ εἰδωλικῶν. βδάλλοντα.
Tht 174d ἀντὶ τοῦ ἀμέλγοντα ἢ θηλάζοντα. βδάλλειν.
Tht 174d,bis ἀμέλγειν. γίγνεσθαι.
Tht 174e κατὰ κοινοῦ τὸ νομίζει γίγνεσθαι. τορῶς.
Tht 175e τομῶς, ἐντρεχῶς, συνετῶς. ἀναβάλλεσθαι.
Tht 175e,bis [5] ( 1) ἀντὶ τοῦ προοιμιάζεσθαι. (2) τῶν γὰρ ἀπαιδεύτων καὶ τὸ ἔνδυμα καὶ τὸ σχῆμα θορυβῶδες. ἄλλοι δὲ τὸ ἀναβάλλεσθαι ἐπὶ τῶν κιθαρῶν ἀκούουσιν τῆς ᾠδῆς, οἷον τὸ ἄρχεσθαι κιθαρίζειν. καὶ οἶμαι οὐ κακῶς· τό τε γὰρ πρόκρουμα τῆς κιθάρας ἀναβολὴ καλεῖται. Ἀριστοφάνης Εἰρήνῃ (830)· “συνελεγόντ’ ἀναβολὰς ποτώμεναι·” καὶ τὰ τοῦ λόγου ἑξῆς πρὸς ταύτην τείνει τὴν ἔννοιαν. τῷ οὖν ἀδικοῦντι κτλ.
Tht 176d ἀλλὰ δεῖ, φησίν, ἐπιτιμᾶν αὐτοῖς. γῆς ἄλλως ἄχθη.
Tht 176d,bis τὸ Ὁμηρικὸν παρῳδεῖ “ἐτώσιον ἄχθος ἀρούρης” (Σ 104)· τὸ γὰρ φυσικὸν βάρος καλόν, τὸ δὲ ἄλλως καὶ μάταιον κακόν. παντάπασιν ὡς δεινοί.
Tht 177a τοὺς γὰρ 〈τὰ συμφέροντα διδάσκον〉τας σοφοὺς οἱ δεινοὶ ὡς ἀνόητα 〈φάσ〉κοντας ἐκφαυλίζουσιν, ὡς ὁ τοῦ Ὁμήρου Πάρις (H 360)— ἐξ ἄρα δή τοι ἔ〈πειτα〉 θεοὶ φρένας ὤλεσαν αὐτοί. δοῦναι.
Tht 177b διαλεκτικῶς. τελευτῶντες.
Tht 177b,bis ἐλεγχόμενοι. ἡ ῥητορικὴ ἐκείνη.
Tht 177b,ter ἡ δημώδης. διαφέρειν.
Tht 177b,quat οἱ δεινοὶ ἐκεῖνοι. τὴν φερομένην.
Tht 177c τὴν ἐν γενέσει. ὀνομάζῃ.
Tht 177e ἀντὶ τοῦ μὴ ὄνομα μόνον ψιλὸν λέγωμεν, οἷον τὸ ὠφέλιμον ἢ καὶ βλαβερόν. ἑκάστῃ ( sic B T: ἑκάστη W).
Tht 178a ἐπιρρηματικῶς ἀκουστέον ἀντὶ τοῦ ἑκασταχοῦ. εἰ περὶ παντός.
Tht 178a,bis τὸ γὰρ ἁπλῶς μέλλον καθολικώτερον τοῦ ὠφελίμου. τοῦτο δὲ “μέλλον” ( W: μᾶλλον B T).
Tht 178a,ter τοῦτο τὸ γενικὸν μεταλαβεῖν τὴν ἐρώτησιν, καὶ μὴ ἐπὶ μόνου τοῦ ὠφελίμου. ἀνάλωτοι.
Tht 179c εἰ πάντα, φησί, κινεῖται συνεχῶς καὶ ἀόριστά ἐστι καὶ ἄστατα, ἡ Πρωταγόρου δόξα ἀνάλωτός ἐστιν. καὶ οἱ φάσκοντες.
Tht 179c,bis ἐντεῦθεν εἰσβάλλει εἰς τοὺς κατὰ Ἡρακλείτου ἐλέγχους. εἴτε ὑγιὲς .
Tht 179d .. φθέγγεται. ἀπὸ τῆς τῶν χυτρῶν τοῦτο λαμβάνει δοκιμασίας, ὡς καὶ ἔμπροσθεν εἴρηκεν. διακωδωνοῦντες γὰρ τὰ κεράμια τὰ ἀκέραια τῶν μὴ τοιούτων διακρίνομεν. Ὁμηρείων.
Tht 179e Ὁμηρίδας φησὶ τοὺς Ἡρακλειτείους διὰ τὸ τῆς ἀεικινησίας δόγμα, ἐπεὶ καὶ Ὅμηρος Ὠκεανὸν ἀπεφήνατο “θεῶν γένεσιν καὶ μητέρα Τηθύν” (Ξ 201). ἔμπειροι.
Tht 179e,bis ἀλλ’ οὐκ ἐπιστήμονες διὰ τὸ ἄστατον τῶν ἀεὶ κινουμένων. κατὰ τὰ συγγράμματα.
Tht 179e,ter [5] τὰ τοῦ Ἡρακλείτου, φησί, συγγράμματα· ἠγριωμένοι γὰρ καὶ οὗτοι, ὡς ἐκεῖνα, καὶ μεγαλόφρονες· τοιοῦτος γὰρ καὶ Ἡράκλειτος γέγονεν, οὗ καὶ ἀπόφθεγμα φέρεται τοιοῦτον (fr. 7 Byw.)· “Πολυμαθίη νόον οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξεν καὶ Πυθαγόρην.” τούτῳ.
Tht 180b τῷ στασίμῳ διὰ τὴν ἑαυτῶν θέσιν πάντα κινεῖσθαι λέγουσαν. πρόβλημα.
Tht 180c γεωμετρικῶς δεῖ, φησίν, ἐκθεμένους τὸ πρόβλημα ζητεῖν ἀποδεικτικῶς πότερον πάντα κινεῖται ἢ οὔ. κατὰ σμικρὸν γάρ κτλ.
Tht 180e ἀπὸ μὲν Θεαιτήτου εἰς Ἡράκλειτον, εἶτα εἰς Παρμενείδην (sic B) καὶ Μέλισσον. ῥέοντας.
Tht 181a πικρὰ λέξις καὶ σκωπτικὴ ἄγαν. στασιῶται.
Tht 181a,bis γλυκεῖα λέξις καὶ ἐγκωμιαστικὴ τῶν ἀμφὶ Παρμενίδην. ἀκίνητα κινούντων.
Tht 181b ἔτι διασύρει τὸν Ἡρακλείτου χορὸν ὡς ἀσεβῆ· τὰ γὰρ ἱερὰ ἀκίνητα. στρέφηται.
Tht 181c ὡς ὁ στρόβιλος. τὸ μέν τι ἀμφοτέρως.
Tht 181e ἔστι καὶ τρίτον σκέλος τῆς διαιρέσεως τὸ λεγόμενον οὐδὲν ἀμφοτέρως, ὅπερ σὺν τῷ δευτέρῳ ἐλέγχεται. φάναι ἀμφοτέρως.
Tht 181e,bis ἀντὶ τοῦ τὰ πάντα κατὰ τὰς δύο κινοῦνται κινήσεις. φανεῖται.
Tht 181e,ter τὸ γὰρ μὴ ἀλλοιούμενον καθὸ οὐκ ἀλλοιοῦται, οὐ κινεῖται ἀλλ’ ἵσταται. ἀλλόκοτόν τε.
Tht 182a ἐκ τούτου δῆλον ὅτι τὸ τῆς ποιότητος ὄνομα Πλάτων ἐστὶν ὁ πρῶτος θεὶς ἐν τοῖς Ἕλλησι. ἁθρόον.
Tht 182a,bis γενικῶς. κατὰ μέρη.
Tht 182a,ter εἰδικῶς. τὰ μὲν τοίνυν ἄλλα.
Tht 182c τὰ τῶν Ἡρακλειτείων ἄλλα δοξάσματα. ὁμοίως ὀρθὴ εἶναι.
Tht 183a ἀντὶ τοῦ συνδραμεῖν τὴν ἀντίφασιν. οὐδὲ γὰρ τοῦτο.
Tht 183b εἰ γάρ, ὥς φασιν, πάντα παντοίως κινεῖται, εἴ τι δ’ ἄν τις εἴποι, οὐδ’ ἐκεῖνο ἔσται, ἀλλὰ καὶ αὐτὴ αὐτῶν ἡ δόξα κινεῖται καὶ μεταβάλλεται. τὸν λόγον τοῦτον.
Tht 183b,bis τὸ τὴν ἀντίφασιν συντρέχειν (habet t ad 183 a). τοὺς φάσκοντας.
Tht 183d τοὺς περὶ Μέλισσον. ἕνα ὄντα.
Tht 183e “ἀντί νυ πολλῶν 〈λαῶν ἐστιν〉 ἀνήρ, ὅντε Ζεὺς κῆρι φιλήσῃ” (Ι 116—17). βάθος τι.
Tht 184a φαίνεται καὶ Ἀριστοτέλης σεμνύνων τὸν Παρμενείδην. καὶ νῦν φησὶ φοβεῖσθαι ἕξ τινας καὶ διὰ τοῦτο μὴ ἐπιχειρεῖν βασανίζειν τὰ τοῦ Παρμενείδου. τῷ.
Tht 184b ἐρωτηματικὸν ἀντὶ τοῦ τίνι. ἐν δουρείοις ἵπποις.
Tht 184d [5] οὐχ ὅτι οἱ δούρειοι ἵπποι πολυαίσθητοι, οἷς οὐδεμία αἴσθησις· ἀλλ’ ἔλαβεν τοῦτο ἀπὸ τοῦ δουρείου ἵππου ᾧ Τροίαν εἷλον οἱ Ἕλληνες, τοῖς κοίλοις αὐτοῦ κατακρυψάντων ἑαυτοὺς τῶν ἀρίστων. διὸ καὶ πάνυ εὐσήμως τὸ “ἐγκάθηνται”· οὐδὲ γὰρ τοῦ μηχανήματος ἀλλὰ τῶν ἐγκεκρυμμένων αἱ αἰσθήσεις. πάντα τὰ τοιαῦτα.
Tht 184e πάντα τὰ τοιαῦτα λέγει τὰ αἰσθητά· εἰς τὸ σῶμα δέ, εἰς τὰ αἰσθητήρια. ἄλλου τινός.
Tht 184e,bis αἰσθητηρίου. εἴ τι ἄρα κτλ.
Tht 185a τὴν διάνοιαν καὶ τὴν κοινὴν αἴσθησιν νῦν εἰς ταὐτὸν ἄγει διὰ τὸ πρόχειρον· μετ’ ὀλίγον δὲ διαστέλλει. ἀμφοτέρω.
Tht 185b φωνὴν καὶ χρόαν. τό τ’ ἐπὶ πᾶσι.
Tht 185c τὸ τῶν πέντε αἰσθήσεων γενικῶς. ποῖα ἀποδώσεις.
Tht 185c,bis τὸν ἐπὶ τούτοις ὁρισμόν. καὶ τὸ ταὐτόν τε κτλ.
Tht 185c,ter ἐν Σοφιστῇ τὸ ὂν μετὰ τοῦ μὴ ὄντος συζυγὲς ἐρεῖ. διὰ τίνος ποτέ.
Tht 185d νῦν τὸ διανοητικὸν ἐκ τῆς κοινῆς αἰσθήσεως διέκρινεν. τούτοις.
Tht 185d,bis τῇ τε κοινῇ αἰσθήσει καὶ τῇ διανοίᾳ. ποτέρων.
Tht 186a τῶν μετὰ σώματος ἢ τῶν ἄνευ σώματος. τοῦτο γὰρ μάλιστα.
Tht 186a,bis ἀντὶ τοῦ περιεκτικώτερον καὶ γενικώτερον. πρὸς τὰ μέλλοντα.
Tht 186b οἱ πολλοὶ γὰρ τὸ ἀγαθὸν ἐν τοῖς πρακτοῖς τίθενται μόνοις· καὶ διὰ τοῦτο οὕτως εἶπεν· πρὸς μέλλοντα. πῶς οὖν κτλ.
Tht 187e τρία ἐπιχειρήματα κατὰ τῆς ψευδοδοξίας ἐκτίθεται· εἶτα προβὰς τῷ λόγῳ καὶ ἐπικρίνων λέγει ὅτι τὸ μὲν πρῶτον καὶ τὸ τρίτον δεῖταί τινος λύσεως, τὸ δὲ δεύτερον ἀποδέχεται, διότι μὴ ὂν ἐλάμβανε τὸ μηδαμῶς ὄν. ψευδῆ φαμεν κτλ.
Tht 187e,bis πρῶτον ἐπιχείρημα, κατασκευάζων ὅτι οὐκ ἔστι ψευδὴς δόξα. μανθάνειν γὰρ κτλ.
Tht 188a τὸ πρῶτον λῆμμα ἀντιφατικῶς. χαίρειν λέγω κτλ.
Tht 188a,bis ἀντὶ τοῦ ἀφίημι αὐτά, τό τε μανθάνειν καὶ τὴν λήθην· ὁδοὶ γάρ εἰσι μεταξὺ τοῦ τε εἰδέναι καὶ μὴ εἰδέναι. καὶ μὴν εἰδότα γε κτλ.
Tht 188a,ter τὸ δεύτερον λῆμμα. ἆρ’ οὖν οὐ ταύτῃ κτλ.
Tht 188c οὐκ ἀπὸ τῶν γνώσεων, φησί, καὶ τῶν γινωσκόντων, ἀλλ’ ἀπὸ τῶν γνωστῶν. μὴ ἁπλοῦν ᾖ κτλ.
Tht 188d δεύτερον ἐπιχείρημα, κατασκευάζων ὅτι οὐκ ἔστι ψευδὴς δόξα. ὅτι ὁ τὰ μὴ ὄντα κτλ.
Tht 188d,bis ὁμολογεῖται, φησί, παρὰ πᾶσιν ὅτι ὁ ψευδῆ δοξάζων τὰ μὴ ὄντα δοξάζει. κἂν ὁπωσοῦν ἄλλως.
Tht 188d,ter κἂν ᾖ, φησίν, ἐπιστημονικώτατος. εἴτε περὶ τῶν ὄντων του.
Tht 188d,quat [5] εἴτε περὶ τῶν ὄντων του· οἷον εἰ λέγοι τις πρὸς ἡμᾶς ἀπορῶν· “Ἆρα ὁ ψευδοδοξῶν περί τινος τῶν ὄντων ψευδοδοξήσει, οἷον ἵππου, οἰόμενος τὸν ἵππον μὴ εἶναι, ἢ αὐτὸ τὸ μὴ ὂν λέγων, ἆρα ἔστι τὸ μὴ ὂν ἢ οὐκ ἔστιν;” ἀλλοδοξίαν τινά κτλ.
Tht 189b τρίτον ἐπιχείρημα κατὰ ψευδοδοξίας. ὅταν γάρ τις κτλ.
Tht 189c τὸ κατὰ ἑτερότητα μὴ ὂν νῦν λέγει. τοῦτο μὲν οὖν κτλ.
Tht 189d ὡς εἰ ἔλεγεν· οὐκ εἰσὶ τὰ τοιαῦτα ἁμαρτήματα μεγάλα. ἀναγκασθησόμεθα ὁμολογεῖν.
Tht 190e ἐμπεσούμεθα, φησίν, εἰς τὸ Πρωταγόρειον δόγμα. αἰσχυνοίμην γὰρ ἄν κτλ.
Tht 190e,bis ὡς οἱ Πρωταγόρειοι. ἀλλ’ ἐὰν εὕρωμεν κτλ.
Tht 191a ἐάν, φησίν, ἐπιλυσώμεθα τὰ τρία ἐπιχειρήματα τὰ τὴν ψευδοδοξίαν ἀναιροῦντα, ἐλεύθεροι τῶν ἐνισταμένων κατὰ τῆς ψευδοδοξίας †γενόμεθα. ἐκτὸς τοῦ γελοίου.
Tht 191a,bis γελοῖόν ἐστι τὸ αἰσχρὸν μετὰ ἀσθενείας, αἰσχρὸν δὲ τὸ τὰ ψευδῆ ὁμολογεῖν, ἀσθενεία[ς] δὲ τὸ μὴ δύνασθαι τὰ σοφίσματα λύειν. ναυτιῶντες κτλ.
Tht 191a,ter διὰ τὸν τῆς ψυχῆς ἐν τῇ γενέσει κλύδωνα. ὁρῶν ἄλλον κτλ.
Tht 191b ἡ συμπλοκὴ τῆς αἰσθήσεως καὶ τῆς δόξης ἔλυσεν τὸ ἄπορον. οὐκοῦν ἀπέστημεν αὐτοῦ.
Tht 191b,bis τοῦ ὁμολογεῖν εἶναι ψευδοδοξίαν. μὴ γὰρ οὕτω κτλ.
Tht 191b,ter [5] μὴ οὕτω τιθῶμεν, φησίν, ὡς ἔμπροσθεν, καὶ ἡμῖν συγχωρήσει τις εἶναι δυνατὸν ἃ οἶδέν τις δοξάσαι αὐτὰ ἄττα εἶναι ὧν οὐκ οἶδεν· ἴσως δὲ ἀντιτενεῖ. καὶ γὰρ τοῦτο προσέθηκεν, εἰδὼς ὅτι, κἂν ἐν μίξει τοῦ εἰδέναι πρὸς τὸ αἰσθάνεσθαι δείξωμεν ψευδῆ δόξαν ἐνοῦσαν, οὐχ ἕξωμεν (l. ἕξομεν) τι λέγειν πρὸς τὸν ἀποροῦντα περὶ τούτων, ἐπειδὰν ἡμᾶς ἐρωτᾷ περὶ τῶν ἔξω τῆς αἰσθήσεως, εἰ δυνατὸν συστῆναι ψευδοδοξίαν, οἷον ἐπὶ τῶν παρὰ τοῖς γεωμέτραις καλουμένων †ψευδαρίων (l. ψευδαριθμῶν). οὐ γὰρ διὰ μῖξιν αἰσθήσεως ψευδογραφοῦσιν. μέμνημαι δὲ ὑμᾶς.
Tht 192d σημείωσαι διὰ τὴν σύνταξιν. ὅταν τοίνυν .
Tht 194e .. στενοχωρίας. ὡραῖον δι’ ὅλου τοῦ χωρίου. λάσιον.
Tht 194e,bis [5] τὸ λάσιον οἱ φιλόσοφοι προ[spatium 10 litterarum] ἐπὶ τοῦ τραχὺ ἀκούει. τὸ δὲ πάνσοφος ἡ εἰωθυῖά ἐστι τοῦ Σωκράτους εἰρωνεία· τὸ γὰρ λάσιον καὶ τραχὺ οὐκ ἔστιν ἐπαινετόν, ὥστε σκώπτει τὸν ἐπαινέσαντα Ὅμηρον. ὃν διανοούμεθα.
Tht 195d τὸ νοητὸν παράδειγμα, τὴν ἰδέαν. ἀμφότερά γε.
Tht 196d τὸ τὴν ἀντίφασιν συντρέχειν. ἀναισχυντεῖν.
Tht 196d,bis τὸ ἐν ἀρχῇ αἰτεῖσθαι. μὴ ἀπεχομένῳ.
Tht 197a διὰ τοὺς ἀντιλογικούς. τινος.
Tht 199d τοῦ ἐπιστητοῦ. ὅτι οὗ ἂν ᾖ κτλ.
Tht 204a ἀντὶ τοῦ τὸ ὅλον οὐδὲν παρὰ τὰ μέρη. ΕΙΣ ΤΟΝ ΣΟΦΙΣΤΗΝ ΣΟΦΙΣΤΗΣ.
Sph ad tit [25] ὅτι σοφιστὴν καλεῖ Πλάτων καὶ 〈τὸν Ἔρωτα καὶ τὸν Ἅιδην〉 καὶ τὸν Δία, καὶ παγκάλην λέγει εἶναι τὴν σοφιστικὴν τέχνην· ὅθεν ὑπονοοῦμεν ὅτι γλαφυροτέρου σκοποῦ ἔχεται ὁ διάλογος. ἔστι γὰρ κατὰ τὸν μέγαν Ἰάμβλιχον ὁ σκοπὸς νῦν περὶ τοῦ ὑπὸ σελήνην δημιουργοῦ. οὗτος γὰρ καὶ εἰδωλοποιὸς καὶ καθαρτὴς ψυχῶν, ἐναντίων λόγον ἀεὶ χωρίζων μεταβλητικῶς, καὶ νέων πλουσίων ἔμμισθος θηρευτής, ψυχὰς ὑποδεχόμενος πλήρεις ἀλόγων ἄνωθεν ἰούσας, καὶ μισθὸν λαμβάνων παρ’ αὐτῶν τὴν ζῳοποιίαν τὴν κατὰ λόγον τῶν θνητῶν. οὗτος ἐνδέχεται τῷ μὴ ὄντι, τὰ ἔνυλα δημιουργῶν, καὶ τὸ ὡς ἀληθῶς ψεῦδος ἀσπαζόμενος, τὴν ὕλην· βλέπει δὲ εἰς τὸ ὄντως ὄν. οὗτός ἐστιν ὁ πολυκέφαλος, πολλὰς οὐσίας καὶ ζωὰς προβεβλημένος, δι’ ὧν κατασκευάζει τὴν ποικιλίαν τῆς γενέσεως. ὁ δ’ αὐτὸς καὶ γόης, ὡς θέλγων τὰς ψυχὰς τοῖς φυσικοῖς λόγοις, ὡς δυσαποσπάστως ἔχειν ἀπὸ τῆς γενέσεως. καὶ γὰρ καὶ ὁ Ἔρως γόης, καὶ ἡ φύσις ὑπό τινων μάγος κέκληται διὰ τὰς συμπαθείας καὶ ἀντιπαθείας τῶν φύσει. νῦν οὖν τὸν παντοδαπὸν σοφιστὴν βούλεται διδάσκειν. καὶ γὰρ ὁ φιλόσοφος σοφιστὴς ὡς μιμούμενος τόν τε οὐρανοῦ δημιουργὸν καὶ τὸν γενεσιουργόν. καὶ ἡ διαιρετικὴ μιμεῖται τὴν ἀπὸ τοῦ ἑνὸς τῶν ὄντων πρόοδον, καὶ ὁ γενεσιουργὸς τὸν οὐράνιον δημιουργόν· διὸ καὶ σοφιστής. καὶ αὐτὸς δὲ ὁ σοφιστὴς ἄνθρωπος ὢν διὰ τὸ τὰ μεγάλα μιμεῖσθαι σοφιστὴς καλεῖται· ὅθεν καὶ τὸν σοφιστὴν πολυκέφαλον εἴρηκεν, ὁ δὲ ξένος εἰς τύπον τοῦ πατρὸς τῶν δημιουργῶν νοείσθω ὑπερουράνιος καὶ ἐξῃρημένος, οἱ δ’ ἀκροαταὶ εἰς τὰς δημιουργικὰς νοήσεις, ὁ μὲν εἰς τὴν τοῦ Διός, ὁ δὲ εἰς τὴν ἀγγελικὴν ὡς Ἑρμαϊκὸς καὶ γεωμετρικός. καὶ ἐπεὶ ἡ δημιουργία ἐκ τοῦ †τέλους (l. ἀτέλους) εἰς τὸ τέλειον, διὰ τοῦτο πρῶτον ὁ ξένος τῷ Θεοδώρῳ συγγίγνεται, εἶτα δι’ ἐπιστροφῆς τῷ Διίῳ Σωκράτει. ἐξ Ἐλέας.
Sph 216a [5] αὕτη ἡ Ἐλαία ( sic) οὐχ ὥς τινες ὑπέλαβον τῆς Ἰωνίας ἐστὶν ἀλλὰ τῆς Ἰταλίας, εἴ τι δεῖ Στράβωνι πείθεσθαι τῷ γεωγράφῳ. κεῖται δὲ ἐν τῷ ἐχομένῳ κόλπῳ τοῦ Ποσειδωνιάτου κόλπου, ἧς αἱ Οἰνοτρίδες προβέβληνται νῆσοι. τὸν Ὁμήρου λόγον.
Sph 216a,bis [5] τὸ μὲν Ὁμηρικὸν ἔχει· “καί τε θεοὶ ξείνοισιν ἐοικότες” καὶ τὰ ἑξῆς (ρ 485). ὁ δὲ Σωκράτης νῦν, συμφωνῶν ἑαυτῷ ἐν τῇ Πολιτείᾳ (381 d), πραότερον ἐπιρραπίζει τὸν τοῦ Ὁμήρου λόγον διὰ τὸ “συνοπαδὸν γιγνόμενον.” τὸ γὰρ μεταμορφοῦσθαι θεὸν ὡς ἀπατηλὸν ἐκβάλλει τῆς ἑαυτοῦ πολιτείας. sqq.
Sph 219a ἀλλὰ μήν κτλ. [ Schema. ] ΕΙΣ ΤΟΝ ΠΟΛΙΤΙΚΟΝ αὐτοπωλῶν.
Plt 260c ὅτι αὐτοπώλης πᾶς ὁ τὸ ἴδιον ἐργόχειρον ἢ οἶνον ἢ σῖτον ἐξ οἰκείου γεωργίου πιπράσκων, ὁ δὲ παρὰ τούτων ἀγοράζων ἤτοι ὠνούμενος καὶ πιπράσκων ἄλλοις κάπηλος λέγεται. ἀλλ’ οὐ μήν κτλ.
Plt 261d ὅτι ἄλλο βοηλάτης καὶ ἄλλο βουφορβός, καὶ ἄλλο ἱπποκόμος καὶ ἄλλο ἱπποτρόφος. τότε γὰρ αὐτῆς πρῶτον κτλ.
Plt 271d ἀμύδρως τὴν κοινὴν ἀνάστασιν ὑπαινίσσεται. ΕΙΣ ΤΟΝ ΠΑΡΜΕΝΙΔΗΝ Λάκαιναι σκύλακες.
Prm 128c ἃς ἡ συνήθεια Λακωνικάς φησιν. ἔθραξε.
Prm 130d ἐτάραξεν, ἠνώχλησεν, εἰς θυμὸν ἐκίνησεν, τὰς φρένας διέσεισεν. ΕΙΣ ΤΟΝ ΦΙΛΗΒΟΝ μνήμης ἔξοδος.
Phlb 33e ὅρος λήθης. ΕΙΣ ΤΟ ΣΥΜΠΟΣΙΟΝ Ἀγάθωνος.
Smp 172a [10] τραγῳδι〈οποιός, ὃν Ἀριστοφάνησ〉 ἐπὶ μαλακίᾳ 〈σκώπτει Γηρυ‐〉 τάδῃ (fr. 169 Kock)· ἦν δ’ οὗτος 〈Τισαμένου〉 παῖς, Ἀθη〈ναῖος, παιδικὰ Παυ‐〉 σανίου τοῦ τραγικ〈οῦ. καὶ πρὸς Ἀρ‐〉 χέλαον τὸν βασιλέα 〈ᾤ‐〉 χετο, ὡς Μ〈αρσύας ὁ〉 νεώτερος. ἐ〈μιμεῖ‐〉 το δὲ τὴν κομψότητα τῆς λέξεως Γοργίου τοῦ ῥήτορος. ἧ ( corr.
Smp 173a [5] m. rec. ex ἦν). Ἀττικὸν τοῦτο, ἀπὸ τοῦ ἔα συνῃρημένον· σημαίνει δὲ τὸ ἔα τὸ ὑπῆρχον. ἔστι γὰρ ἀπὸ τοῦ ἦν κατὰ διάλυσιν Ἰωνικήν. Ὅμηρος (Δ 321)— ἢ τότε κοῦρος ἔα, νῦν αὖτέ με γῆρας ἱκάνει. οἷον καὶ ὁ πταρμός.
Smp 189a σημείωσαι διὰ σύνταξιν. μεταξὺ σοφίας καὶ ἀμαθίας.
Smp 202a ὅτι μεταξὺ ἐπιστήμης καὶ ἀμαθείας ἐστιν ἡ ὀρθὴ δόξα, κἂν λόγον μὴ ἔχῃ. ἔμπροσθεν πάντες .
Smp 210e .. 211a φαντασθήσεται. περὶ τοῦ ὄντος καλοῦ. παιδεραστεῖν.
Smp 211b τὸ παιδεραστεῖν ἐπὶ τοῦ παιδείας ἐρᾶν ἀεὶ κεῖται παρὰ Πλάτωνι. ἀλλ’ οὐκ αὐλητής.
Smp 215b ἐν ἤθει. ἐκείνου.
Smp 215b,bis Μαρσύου. τὴν καρδίαν ἢ ψυχήν.
Smp 218a ὅτι τὴν καρδίαν ψυχὴν λέγει. τῆς φιλοσόφου μανίας.
Smp 218b ὅτι καὶ ἐπὶ τοῦ ἔρωτος τοῦ πρὸς φιλοσοφίαν μανίαν ὀνομάζει. πύλας .
Smp 218b,bis .. ἐπίθεσθε. ἐντεῦθεν παρῴδησεν Καλλίμαχος ἐν ὕμνῳ Δήμητρος καλάθου (Hymn. VI 3) τὸ “θύρας δ’ ἐπίθεσθε βέβηλοι.” ΕΙΣ ΤΟΝ ΦΑΙΔΡΟΝ τῶν λόγων.
Phdr 227b [15] Ἀττικὴ ἡ σύντ[αξις] (lac. c. 4 litterarum) μέρους λέγειν. [Ἀττικὸν] (lac. c. 4 litterarum) γ’ οὖν καὶ ἔφαγον [τοῦ ἄρτου] 〈φα‐〉 σίν, οὐ τὸν ἄρτον καὶ [ἔπιον τοῦ οἴ‐] νου, ἀλλ’ οὐ τὸν ο[ἶνον οὕτως οὖν καὶ] ἐνταῦθα εἱστία ὑμᾶς τῶν λόγων. τὸ [γὰρ κοι‐] νὸν εἱστία ὑμᾶς τοῖς λόγοις. ὅσοι δὲ λείπειν φασὶ τὴν διὰ πρόθεσιν ἵν’ ᾖ εἱστία ὑμᾶς διὰ τῶν λόγων οὐ κατὰ σκοποῦ βάλλουσι τάχα.
Phdr 228c 〈ἀντὶ〉 τοῦ ταχέως· οὐ γὰρ καὶ εἰκαστικῶς διὰ τοῦ τάχα καὶ βεβαιωτικῶς διὰ τοῦ πάντως. νὴ τὴν Ἥραν κτλ.
Phdr 230b ὡραῖον ἄγαν τὸ χωρίον. ἐδυσωπούμην.
Phdr 242c ἀντὶ ὑπώπτευον. ΕΙΣ ΤΟΝ ΑΛΚΙΒΙΑΔΗΝ οὐδὲ προσεῖπον.
Alc1 103a τὸ ἀπαρουσιάστως ἐρᾶν θεοειδὲς καὶ νοερόν. δαιμόνιον ἐναντίωμα.
Alc1 103a,bis ὅπερ νῦν δαιμόνιον καλεῖ Πλάτων, μετὰ μικρὸν θεὸν λέγει τὸν ἐναντιούμενον. τοῦτο δὲ καὶ Ὅμηρος. ποιεῖ· κἀκεῖνος γὰρ ἐ〈πὶ〉 ταὐτοῦ τίθησι δαίμονα καὶ θεόν. προσθήσω.
Alc1 104b προειπὼν τὰ ὑπάρχοντα τῷ Ἀλκιβιάδῃ μεγάλα εἶναι, ἀπὸ τοῦ σώματος ἀρξάμενα τελευτῶντα εἰς τὴν ψυχήν, νῦν λέγει καὶ προστίθησι τὰ ἐκτός. εἰ οὖν βουλεύοιντο κτλ.
Alc1 107e [5] λεληθότως ὁ Σωκράτης διορθούμενος Ἀλκιβιάδην παράδειγμα τὴν γυμναστικὴν φέρει ἔχουσαν διαφορὰν τό τε ἀκροχειρίζεσθαι καὶ παλαίειν. οὕτως οὖν καὶ τῆς δικαιοπραγίας ὁ πόλεμος καὶ ἡ εἰρήνη εἰσὶ διαφοραί. εἰκότως δὲ γυμναστικὴν καὶ μουσικὴν προφέρει Σωκράτης ἅπερ γνώριμα τῷ Ἀλκιβιάδῃ ὡς δι’ αὐτῶν ἐκ παίδων ἀχθέντι, καὶ ὅμοια ὁ μὲν πόλεμος τῇ γυμναστικῇ, ἡ δὲ εἰρήνη τῇ μουσικῇ. λέγω δὲ τὸ τοιόνδε.
Alc1 107e,bis [15] ὅρα τὴν ἀκρίβειαν τῶν ὀνομάτων. γυμναστικῶς φησὶ καὶ μουσικῶς, εὐλόγως ἀπὸ τῶν ἕξεων ὀνομάσας τὰς ἐνεργείας. τὰ γὰρ ὀνόματα ἢ ἀπὸ τῶν ἕξεων τίθεται τοῖς ἔχουσιν αὐτάς, ὡς ἀπὸ τῆς ἰατρικῆς ἕξεως ὁ ἰατρός, ἢ ἀπὸ τῆς ἐνεργείας, ὡς ἰατρικῶς λέγομεν ἐνεργῆσαι τὸν καλῶς ἰασάμενον· ἢ ἀπὸ τοῦ ὀργάνου, καθάπερ φλεβοτόμον φαμέν τινα· ἢ ἀπὸ τοῦ τέλους, ὡς λέγομεν ὑγιεινὸν σιτίον ἢ φλεβοτόμον τὸ ὑγίειαν ποιοῦν, διὰ δὲ τούτων ὁ Πλάτων τοὺς ἀπὸ τῆς ὁμοιότητος καὶ τῶν συστοίχων τόπους ἡμῖν λεληθότως μετὰ τῆς ὕλης παραδίδωσιν, οὓς ὁ Ἀριστοτέλης γυμνοὺς πραγμάτων ἐντεῦθεν ὠφελημένος ἁπλώσας παραδέδωκεν. ἔστι γὰρ ὁ ἀπὸ τῆς ὁμοιότητος τόπος οὗτος· ὡς ἔχει γυμναστικὴ πρὸς παλαιστρικὴν καὶ ἀκροχειρισμόν, οὕτως ἡ μουσικὴ πρὸς τὸ ᾆσαι καὶ κιθαρίσαι καὶ ῥυθμόν. ὁ δὲ ἀπὸ τῶν συστοίχων οὗτος· ὡς ἀπὸ τῆς γυμναστικῆς τὸ γυμναστικῶς εἴρηται, οὕτως ἀπὸ τῆς μουσικῆς τὸ μουσικῶς. ἀκριβῶς δὲ πάνυ πρῶτον τὸ ᾄδειν ὅ ἐστι τῆς γλώττης, εἶτα κιθαρίζειν ὅ ἐστι χειρῶν, εἶτα βαίνειν ὅ ἐστι ποδῶν. τρία δὲ μέρη μουσικῆς· ᾆσμα μέλος ῥυθμός. καὶ περὶ μὲν τὸ ᾆσμα τὸ μακρὸν καὶ βραχύ, περὶ δὲ τὸ μέλος τὸ ὀξὺ καὶ βαρύ, περὶ δὲ τὸν ῥυθμὸν τὸ βραδὺ καὶ ταχύ. πάλιν εἰς τὸν αὐτὸν ἥκομεν κτλ.
Alc1 110d ἀρχὴ τοῦ β συλλογισμοῦ. τὸ ἑλληνίζειν ἐπίστασθαι.
Alc1 111c [5] [Start of a diagram] τὸ ἑλληνίζειν ἄτεχνον οἱ πολλοὶ διδάσκαλοι ἔντεχνον ἡ τέχνη γραμματικῶν ὀνοματοθετῶν [End of a diagram] ἐκ μὲν ὧν κτλ.
Alc1 112d ἰδοὺ ὁ ἀμαθὴς καὶ φιλότιμος νέος πῶς ἀποκρίνεται. πότερος οὖν κτλ.
Alc1 112e ἀρχὴ τοῦ γ συλλογισμοῦ. τῶν δικαίων κτλ.
Alc1 115a ἀρχὴ τοῦ ε συλλογισμοῦ. εὖ πράττει.
Alc1 116b τὸ εὖ μέσον ἐστὶ τοῦ ἀγαθοῦ καὶ κακοῦ. ἠλιθίω ἐγενέσθην.
Alc1 118e [10] τὸ Ὁμηρικὸν παραφράζει νῦν (δ 371)— νήπιος †εἲς (l. εἶς), ὦ †ξένε (l. ξεῖνε), λίην τόσον ἠὲ χαλίφρων, †ἢ (l. ἠὲ) ἑκὼν μεθίεις· πᾶς γὰρ μὴ μανθάνων ἢ φύσεως ἀντιπραττούσης πάσχει τοῦτο, καὶ ἔστιν ὁ τοιοῦτος νήπιος καὶ ἠλίθιος· ἢ δύναται μέν, οἴεται δὲ ἀνωφελῆ εἶναι τὰ μανθανόμενα, καὶ διὰ τοῦτο οὐκ ἐπιτείνεται πρὸς αὐτά, καὶ ἔστιν ὁ τοιοῦτος χαλίφρων καὶ μαινόμενος· ἢ οἴεται μὲν ὠφέλιμα εἶναι, ῥᾳθυμεῖ δὲ καὶ βλακεύει, καὶ ἔστιν ὁ τοιοῦτος ἑκὼν μεθίων καὶ μὴ προσέχων τὸν νοῦν. οὔκ, ὠγαθέ, ἀλλά κτλ.
Alc1 120a εἰρωνικῶς. οὐδὲ μὴ ὅτι γε ἐγώ.
Alc1 124d ἀγνοεῖ ἑαυτὸν ὁ Σωκράτης ἐνθουσιαστικῶς. δῆλον ὅτι ἥνπερ κτλ.
Alc1 124e τὸ ὑλικὸν αἴτιον τῆς πολιτικῆς τὰ πρακτέα εἰσίν. ὃ δὲ ἄφρων κτλ.
Alc1 125a ἐπὶ μὲν τῶν βαναύσων τοῦτο οὐκ ἄτοπον, ἐπὶ δὲ τοῦ πολιτικοῦ ἀνδρὸς ἄτοπον τὸ εἶναι τὸν σοφὸν κατά τι πονηρὸν καὶ κατά τι ἀγαθόν. ἆρ’ οὖν φιλίαν κτλ.
Alc1 126c οὐχ ὡς 〈οὐ〉 〈β〉ουλόμεν〈οσ〉 ὁ Σωκρά〈της καὶ αὐ〉τὸς 〈τέλοσ〉 εἶναι τὴν φιλ〈ίαν〉, ταῦτα ἐρωτᾷ, ἀλλ’ 〈ὅτι〉 ᾤετο τὸν 〈νε〉ανίσκον ταὐτ〈ὸν〉 ὑπολαμβάνειν στοργὴν καὶ φιλίαν. μὴ κάμῃς.
Alc1 126d ὡς πολλὰ ἐρωτήσας διεγείρων τὸν νεανίσκον προτρέπει μὴ ἀποκαμεῖν. (similia T W.) κατὰ τὸν σὸν λόγον.
Alc1 127a τὸ κατὰ τὸν σὸν λόγον ἀναγκαίως πρόσκειται διὰ τὰ ἐν τῇ Πολιτείᾳ ἀποδεδειγμένα, μηδὲν διαφέρειν κατὰ τὰ πολεμικὰ τὸ θῆλυ τοῦ ἄρρενος. γυναιξὶ πρὸς ἄνδρας.
Alc1 127a,bis κατὰ γὰρ τὸ προσεχὲς τέλος οὐχ ὁμονοεῖ ἀνὴρ καὶ γυνή, ἀλλὰ κατὰ τὸ πόρρω. φαῦλος.
Alc1 129a ἀντὶ τοῦ εὐτελής. σαφέστερον.
Alc1 130c οἶδεν ἐλλειπῆ τὸν ὅρον Σωκράτης. τί τοῦτο; ὁ ῥᾴθυμος Ἀλκιβιάδης, ἴδε τί λέγει.
Alc1 131b σωφροσύνη. σωφροσύνην λέγει τὴν φρόνησιν, ὡς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ἐπιστρέφουσαν, καὶ ἄλλως, ὅτι ἀντιστρέφουσιν ἀλλήλαις αἱ πολιτικαὶ ἀρεταί. ΕΙΣ ΤΟΝ ΙΠΠΑΡΧΟΝ συλλήβδην.
Hipparch 226c λείπει τὸ εἰπεῖν, ὃ προσυπακουστέον. διὰ τὴν τῆς ἀδελφῆς ἀτιμίαν.
Hipparch 229c Θουκυδίδης οὕτω φησίν (VI 56; at dicit VI 59 δι’ ἐρωτικὴν λύπην ἥ τε ἀρχὴ τῆς ἐπιβουλῆς κτλ.). ΕΙΣ ΤΟΥΣ ΕΡΑΣΤΑΣ ΕΡΑΣΤΑΙ.
Amat ad tit Ἀντερασταί. δικάζοντα ὀρθῶς κτλ.
Amat 138e σημείωσαι ὅτι διαιτητὴς μὲν ὁ τοὺς φίλους, ἰδίᾳ συμβιβάζων, δικαστὴς δὲ ὁ δημοσίᾳ κρίνειν ἅπαντας τοὺς ἀμφισβητοῦντας λαχών. ΕΙΣ ΤΟΝ ΘΕΑΓΗ παρὰ τίνος ( sic B T: τίνας W).
Thg 126b 〈Ἀττι〉κὴ ἡ σύνταξις· 〈Ἀττικ〉οὶ γὰρ εἰς διδασκάλου φασίν, οὐ〈κ〉 εἰς διδάσκαλον. οὕτως οὖν κἀνταῦθα γενικὴ ἀντὶ αἰτιατικῆς. ΕΙΣ ΤΟΝ ΧΑΡΜΙΔΗΝ τὰ ἐντὸς τοῦ ἱματίου.
Chrm 155d ἀπόλοιο δῆτ’ ὦ Πλάτων οὕτως ἐπιβούλως ψυχαῖς ἀφελέσι τὸν λόγον προενεγκών. πότερον οὖν κτλ.
Chrm 159c [5] ἐπηρεάζεις τῷ λόγῳ, ὦ Σωκράτης, σοφιστικῶς τὸν καλὸν παρακρουόμενος Χαρμίδην. εἰ γὰρ καὶ μὴ ἱκανῶς τὸν περὶ σωφροσύνης ἀποδέδωκεν λόγον, ἀλλ’ οὖν οὐχὶ καὶ ὅλῳ καὶ παντὶ διαφέροντα. μέρος γ’ οὖν καὶ τὸ ἡσυχῇ τι καὶ κοσμίως πράττειν σωφροσύνης. ἡσυχῇ δὲ ἀντὶ τοῦ ἀταράχως φημί· σὺ δὲ ὁμωνύμως τὸ ἡσυχῇ ἀντὶ τοῦ νοθρῶς (l. νωθρῶς) ἐκδεχόμενος δῆλος εἶ σοφιστεύων τὴν ἐπιχείρησιν. στλεγγίδα.
Chrm 161e στλεγγὶς τὸ ἐν τῇ συνηθείᾳ ξύστρον. πολλοῦ δεῖ.
Chrm 166c ἀντὶ τοῦ οὐδαμῶς. ΕΙΣ ΤΟΝ ΛΑΧΗΤΑ παρακαλεῖς.
La 180b ἀντὶ τοῦ καλεῖς εὐχρήστως ἄγαν. θρασύτερος ἂν δι’ αὐτὸ γενόμενος.
La 184b σημείωσαι διὰ τὴν σύνταξιν. ἐν τῷ Καρὶ .
La 187b .. ὁ κίνδυνος. ἀντὶ τοῦ ἐν τῷ δούλῳ; καὶ γὰρ οἱ παλαιοὶ τῶν Ἑλλήνων ἀπὸ Καρῶν καὶ Θρᾳκῶν τοὺς δούλους ἐποιοῦντο, ἔνθεν τοὺς δούλους Κᾶρας ὀνόμαζον (sic) καὶ Θρᾷκας, καὶ τὰς δούλας Θρᾴττας καὶ Καείρας. οὕτω σὺ παρ’ ἐμοὶ διάκεισαι.
La 189b σημείωσαι σύνταξιν. ἡμῖν αὐτοῖς.
La 192c ἀντὶ τοῦ ἀλλήλοις. μῶρον.
La 197a Ἀττικοὶ οὕτως τὸν μῶρον προπερισπωμένως. Αἰξωνέα ( sic B 2 T W Oxy.
La 197c [10] : ἐξωνέα B). [Start of a diagram] 〈ἀ〉ντὶ τοῦ ὑ〈περή〉φ〈ανον〉 οἱ γὰρ ἐξο〈νεῖσ〉 εἰ〈ς ὑ‐〉 〈περηφανίαν ἐσκώ‐〉 πτον〈το〉. ἔστι 〈δὲ〉 ἀπ’ εὐθεί〈ας Αἰξωνεύς.〉 οὕτω δὲ ἀ〈πὸ〉 δήμ〈ου〉 τ〈ινὸσ〉 ἐλέγοντ〈ο〉 Ἀθή〈ν〉ῃσ〈ί〉 τινες [End of a diagram] ΕΙΣ ΤΟΝ ΛΥΣΙΝ Ἑρμαῖα.
Ly 206d [5] ἓν τῶν Ἑρμοῦ ἐπιτηδευμάτων καὶ ἡ παλαιστρική. ἐπεὶ οὖν παλαίστρα ἡ διατριβή, εἰκὸς τοὺς αὐτόθι φοιτῶντας νέους Ἑρμῇ ἀπαρχομένους τῆς τιμῆς, καθότι ἔφορος τῆς παλαιστρικῆς, Ἑρμαῖα τὴν τελετὴν ὀνομάζειν. λέγεται δὲ καὶ παίδων οὕτως ἀγὼν παρὰ Συρακοσσίοις, ὥς φησι Διογενιανός. ἀστραγαλίζοντας.
Ly 206e [35] ἀστραγαλίζειν τὸ ἀστραγάλοις παίζειν, ὅπερ καὶ ἀστρίζειν ἔλεγον, ἐπεὶ καὶ τοὺς ἀστραγάλους ἄστριας ἐκάλουν. Καλλίμαχος (fr. 239 Schneider)— ζορκός τοι, φίλε κοῦρε, Λιβυστίδος αὐτίκα δώσω 〈πέντε〉 νεοσμήκτους ἄστριας. ἔνιοι δὲ ἀστρίχους φασίν. παίζεται δὲ ἀστραγάλοις τέσσαρσιν, καὶ εἷς ἕκαστος ἀστράγαλος πτώσεις ἔχει τέσσαρας ἐξ ἑβδομάδος κατὰ ἀντίθετον συγκειμένας ὥσπερ ὁ κῦβος (sic)· ἔχει δὲ ἀντικείμενα μονάδα καὶ ἑξάδα, εἶτα τριάδα καὶ τετράδα· ἡ γὰρ δυὰς καὶ πεντὰς ἐπὶ τῶν κύβων μόνων παραλαμβάνεται διὰ τὸ ἐκείνους ἐπιφανείας ἔχειν ἕξ. εἰσὶ δὲ αἱ σύμπασαι τῶν ἀστραγάλων πτώσεις ὁμοῦ τεσσάρων παραλαμβανομένων πέντε καὶ τριάκοντα. τούτων δὲ αἱ μὲν θεῶν εἰσὶν ἐπώνυμοι, αἱ δὲ ἡρώων, αἱ δὲ βασιλέων, αἱ δὲ ἐνδόξων ἀνδρῶν, αἱ δὲ ἑτερίδων (l. ἑταιρίδων ex Eust.)· αἱ δὲ ἀπό τινων συμβεβηκότων ἤτοι τιμῆς ἕνεκα ἢ χλεύης προσηγόρευνται. λέγεται δέ τις ἐν αὐταῖς Στησίχορος καὶ ἑτέρα Εὐριπίδης, Στησίχορος μὲν ὁ σημαίνων τὴν ὀκτάδα, ἐπεὶ ὁ ἐν †Ἱέρᾳ (l. Ἱμέρᾳ ex Eust.) τοῦ μελοποιοῦ τάφος ἐξ ὀκτὼ γωνιῶν συνέκειτο, Εὐριπίδης δὲ ὁ τὸν μ · εἷς γὰρ Εὐριπίδης τῶν τεσσαράκοντα Ἀθήνῃσι προστατῶν μετὰ τὴν τῶν λ τυράννων κατασταθέντων κατάλυσιν. τῶν δὲ βολῶν (sic) ὁ μὲν τὰ ἓξ δυνάμενος Κῷος καὶ ἑξίτης ἐλέγετο, Χῖος δὲ τὸ ἓν καὶ κύων. λέγεται δέ τις καὶ παροιμία ἀπὸ τούτου, οἷον Χῖος παραστὰς Κῷον οὐκ ἐάσω· ἀφ’ οὗ καὶ Στράττις Λιμνοπέδαις (l. Λημνομέδᾳ: fr. 23 Kock)— Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν. ἔπαιζον δὲ ἀστραγάλοις καὶ πολλοῖς καθάπερ καρύοις καὶ ὀλίγοις, τοῦ δὲ εἴδους τῶν πολλῶν τὸ μὲν ἀρτιασμὸν ἔλεγον, τὸ δὲ τρόπα, τὸ δὲ ὤμιλλαν. ἀρτιασμὸς μὲν οὖν ἐστὶ τὸ δραξάμενον ἀστραγάλων ἤ τινων ἄλλων ἐξετάζειν τὸν συμπαίζοντα, πότερον ἀρτίους ἢ περισσοὺς κατέχει. Ἀριστοφάνης Πλούτῳ (816; cf. ibi schol.) στατῆρσι δὲ οἱ θεράποντες ἀρτιάζομεν. τρόπα δὲ ἐστὶν ἡ εἰς βόθυνον ἐκ διαστήματος βολή. Κρατῖνος Πυλαίᾳ (fr. 170 Kock)— †ἡ Διονύσοις ἀκοίλοις† παίζουσιν ἀνέμενοι τρόπα. ἡ δὲ ὤμιλλά ἐστιν ὅταν περιγράψαντες κύκλον ἐπιρρίπτωσιν ἀστραγάλους ἤ τι ἄλλο, ὡς τῇ μὲν ἐντὸς βολῇ νικώντων τῇ δὲ ἐκτὸς ἡττωμένων. Εὔπολις Χρυσῷ γένει (fr. 288 Kock) μεταφέρων ἐπὶ τὴν †ἐκ κυκλώπων (l. ἐν κύκλῳ ex ci. Meineke) κατάκλισιν τοὔνομα οὕτω φησίν· ἔπειτ’ εἴσειμι ἐνθάδε μείνας εἰς ὤμιλλαν κἂν μὴ μετίῃ. ἠρτίαζον.
Ly 206e,bis παιδιά τις τὸ ἀρτιάζειν, ἐν ᾗ τοὺς ἀρτίους καὶ περισσοὺς ἀριθμοὺς καταστοχάζονται. σημαίνει δὲ καὶ τὸ πληροῦν καὶ συντελεῖν. φορμίσκων.
Ly 206e,ter πλεκτῶν ἀγγίον (l. ἀγγείων) ἤτοι σπυρίδων. φορμίον δὲ πλέγμα τι ψιαθῶδες παρ’ Ἱππώνακτι. ὁρικοῦ ( l.
Ly 208b ὀρικοῦ). 〈τοῦ〉 ἡμιονικοῦ. ψῆλαι.
Ly 209b ψῆλαι τὸ ἄνευ πλήκτρου τῷ δακτύλῳ τὰς χορδὰς ἐπαφᾶσθαι. ὥς γε οὑτωσὶ ἀκοῦσαι.
Ly 216a ἀντὶ τοῦ κατ’ αὐτὴν τὴν ἀκοήν, κατ’ αὐτὴν τὴν πρώτην ἔντευξιν. οἶμαι δὲ καὶ .
Ly 218e .. εἴσομαι. ση〈μείωσαι〉 διὰ σύνταξιν. τί οὖν κτλ.
Ly 222e ἀνακεφαλαίωσις ἐπιλογική. (κιονηδόν adscriptum.) ΕΙΣ ΤΟΝ ΕΥΘΥΔΗΜΟΝ σκληφρός.
Euthd 271b οὕτω λέγεται καὶ παρὰ Ἀριστοτέλει ὁ ἰσχνὸς καὶ λεπτὸς τὸ σῶμα. ΕΙΣ ΤΟΝ ΠΡΩΤΑΓΟΡΑΝ πώγωνος ἤδη ὑποπιμπλάμενος.
Prt 309a τῆς αὐτῆς φράσεως καὶ τὸ ἄρτι χνοάζων τὰς παρειάς, καὶ τὸ ἀρτίχνοος, καὶ τὸ ἰούλοις ὑποσκιαζόμενος ἤδη, καὶ τὸ πρῶτος ὑπηνήτης. Ὤ.
Prt 309d θαυμαστικόν. τῆς παρελθούσης κτλ.
Prt 310a Ἀττικὸν τοῦτο· τὸ γὰρ κοινὸν τὴν παρελθοῦσαν νύκτα ταύτην ὑπὸ βαθὺν ὄρθρον. ἁμῇ γέ πῃ.
Prt 331d ἀντὶ τοῦ ὁπωσοῦν. ΕΙΣ ΤΟΝ ΓΟΡΓΙΑΝ οὕτω.
Grg 447a κατὰ τὰ τελευταῖα ἀλλ’ οὐκ ἐν ἀρχῇ. τὸ λεγόμενον.
Grg 447a,bis [5] οὐ πάνυ τὸ λεχθὲν ἀποδέχεται Σωκράτης διὸ καὶ ἐπάγει· “ἀλλ’ ἢ τὸ λεγόμενον” ἀντὶ τοῦ “ἀλλ’ ὄντως τὸ λεγόμενον.” λείπει δὲ τὸ πεπόνθαμεν, ἵν’ ᾖ τοιοῦτο· ἀλλ’ ὄντως τὸ λεγόμενον πεπόνθαμεν ὅπερ οἱ κατόπιν ἑορτῆς παραγινόμενοι καὶ τῆς ἐν τῇ ἑορτῇ θυμηδίας ὑστεροῦντες. Ἡρόδικος.
Grg 448b ἄλλος Ἡρόδικος Σιλυμβριανὸς (sic) ἐν Πολιτείᾳ (406 a). ὁ ἀδελφὸς αὐτοῦ.
Grg 448b,bis [5] Πολύγνωτος οὗ καὶ τὸ ἐν Δελφοῖς ἔργον ἐπιγράφει— γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος υἱός, περθομένην Ἰλίου ἀκρόπολιν. (Simonides, fr. 112 Diehl). τὸν αἰῶνα.
Grg 448c ἀντὶ τοῦ τὸν βίον, τὴν ζωήν. ἀγαθόν γε.
Grg 449a [5] Ἀριστοτέλης μὲν καὶ οἱ σοφισταὶ μίαν φασὶν εἶναι ῥητορικὴν ἐπ’ ἀμφότερα δυναμένην ἀγωνίζεσθαι· Πλάτων δέ φησι δύο εἶναι, τὴν μὲν τέχνην, τὴν δὲ κολακείαν, ἥτις καὶ εἴδωλον λέγεται πολιτικῆς μορίου. ὁ γ’ οὖν Γοργίας ἀξιῶν ἀγαθὸς εἶναι ῥήτωρ, τῆς τεχνικῆς φησὶν εἶναι οὐ τῆς εἰδωλικῆς ῥητορικῆς ἔμπειρος. δεῖ δὲ γινώσκειν ὅτι περὶ μὲν τῆς ἐντέχνου ῥητορικῆς ἐν Φαίδρῳ διαλαμβάνει, περὶ δὲ τῆς δημώδους καὶ κολακικῆς ἐνταῦθα. πάνυ γάρ.
Grg 449d δύο ἐπιτάσεις ἀντὶ ὑπερθετικοῦ. περὶ λόγους.
Grg 449e [5] ὁ μὲν Σωκράτης τὸ τέλος ἠρώτησε τῆς ῥητορικῆς, ὁ δὲ Γοργίας τὸ ὄργανον ἀπεκρίνατο· ὁ γὰρ λόγος ὄργανον τοῦ ῥήτορος, ὥσπερ καὶ ἡ ἀποσιώπησις ὄργανόν ἐστιν ἕνεκα τοῦ πείθειν παραλαμβανομένη ὑπὸ τῶν ῥητόρων. ἐνταῦθα δὲ καὶ διαλεκτικὸν θεώρημα παραλαμβάνομεν, τὸ τὰς ἀπροσδιορίστους προτάσεις ἐκκλίνειν καὶ ἀποστρέφεσθαι. οὐκοῦν περὶ ὧνπερ κτλ.
Grg 449e,bis [5] ἰστέον ὅτι τῷ λόγῳ ὁ ῥήτωρ κέχρηται ὡς ὀργάνῳ· ὁ δὲ Γοργίας ἀγνοῶν περιπίπτει· τὸ δὲ ἑξῆς πρόσκειται τὸ φρονεῖν, ἵνα τὴν ἔντεχνον ῥητορικὴν παραλάβῃ καὶ οὐ τὴν εἰδωλικήν. ὑποκατιὼν δὲ ὁ σοφιστὴς συμφύρει πάντα, καὶ διὰ τοῦτο ἀνατέτραπται ὑπὸ τοῦ ἐπιστήμονος. ἀλλὰ πᾶσα ἡ πρᾶξις κτλ.
Grg 450b ἐνταῦθα ν〈ῦν φησὶ τὸ ὀργανι‐〉 κὸν αἴτιον τῆς ῥ〈ητορικῆσ〉 ὁ Γοργίας εἶναι λό〈γον〉. εἰσὶν ἡμῖν τέχναι κτλ.
Grg 450c ἐπίστησον ἐνταῦθα ὅτι διαλεκτικὸν θεώρημα παραδίδοται· δεῖ γὰρ πρὸ τῶν ὁρικῶν λόγων τοὺς διαιρετικοὺς προηγεῖσθαι. πασῶν δὴ οἶμαι κτλ.
Grg 450c,bis [5] δεῖ γιγνώσκειν ὅτι τὰς τέχνας ἐντ〈αῦθα〉 διαιρεῖ καὶ ἐν Σοφιστῇ (219 a sqq.) καὶ ἐν Πολιτ〈ικῷ〉 (258 e), ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν τρόπον. ἀλλ’ ἐνταῦθα μὲν κατὰ τὸ δι’ οὗ, καλῶν τὰς μὲν διὰ λόγου, τὰς δὲ ἄνευ λόγου, τὰς δὲ μεταξύ· ἐν δὲ Σοφιστῇ κατὰ τὸν τρόπον τῆς ἐνεργείας, καλῶν τὰς μὲν ποιητικάς, τὰς τὸ μὴ ὂν εἰς τὸ ὂν ἀγούσας, τὰς δὲ κτητικάς, τὰς τὸ ὂν οἰκειουμένας· ἐν δὲ τῷ Πολιτικῷ κατὰ τὸ εἶδος τῆς ἕξεως, καλῶν τὰς μὲν γνωστικάς, τὰς δὲ πρακτικάς. βραχέος.
Grg 450c,ter ὡς ἡ ἰατρική. οὐδενός.
Grg 450c,quat ὡς ἡ γραφικὴ ἡ ὀρχιστική (l. ὀρχηστική). οὐδενός.
Grg 450d ὡς ἡ διαλεκτική. βραχέος.
Grg 450d,bis ὡς ἡ ῥητορικὴ διὰ τὸ ὑποκρίνεσθαι πολλάκις. ἴσους.
Grg 450d,ter ὡς ἡ πεττευτικὴ καὶ κιθαρῳδία. ἀλλ’ οὔ τι κτλ.
Grg 450e ( sic B T W: οὔτοι F). εὐλαβῶς ἐπιρραπίζει τὸν τοῦ σοφιστοῦ λόγον ὁ Σωκράτης. ὑπολάβοι.
Grg 450e,bis ἀντὶ τοῦ ἀποκριθήσεται. εἰ βούλοιτο κτλ.
Grg 450e,ter ἐριστικὸς ἄνθρωπος καὶ ἐλέγξαι μόνον σκοπὸν ἔχων, ἀλλ’ οὐ διορθώσασθαι τὸν προσδιαλεγόμενον. τὴν ἀριθμητικὴν ἄρα.
Grg 450e,quat οἱ γὰρ ὅροι ἀντιστρέφειν βούλονται, εἴπερ ὑγιῶς ἔχουσι. ἴθι νῦν.
Grg 451a τὸ μὲν ὀργανικὸν αἴτιον ὁ λόγος ἐστίν· ζητεῖ δὲ νῦν τὸ γένος περὶ τί τῶν ὄντων καταγίνεται. εἴποιμ’ ἄν.
Grg 451b [5] ἐπίστησον ὅτι ἡ ἀριθμητικὴ κατὰ τὴν ἑαυτῆς φύσιν τὰ εἴδη τοῦ ἀριθμοῦ σκοπεῖ, τὰ δὲ σχήματα τὰ ἐπ’ αὐτοῖς καὶ τοὺς λόγους ὡς ἀρχὴ γεωμετρίας καὶ μουσικῆς. πάντα γάρ ἐστι πρώτως ἐν τοῖς ἀριθμοῖς· οὐκ ἔστι δὲ ταὐτὸν τοὺς ἀριθμοὺς ἐφ’ ἑαυτῶν ὁρᾶν καὶ ὡς ἀρχὰς ἄλλων δι’ ἁπλότητα τῆς ὑποστάσεως. πρὸς αὑτά κτλ.
Grg 451c [5] 〈τ〉οὺς γὰρ πολλαπλασιασμοὺς καὶ τοὺς μερισμοὺς ἡ λογιστικὴ θεωρεῖ τοὺς τῶν ἀριθμῶν, ᾧ καὶ δῆλον ὅτι τὸ ποσὸν τὸ ἐν αὐτοῖς καὶ τὴν ὕλην περιεργάζεται. πολλαπλασιάζεται γὰρ ἀριθμὸς ἐπὶ ἀριθμὸν οὐ κατὰ τὸ εἶδος ἀλλὰ κατὰ τὰς ὑλικὰς μονάδας, καὶ μερίζεται κατὰ τὸ ποσὸν ἀλλ’ οὐ κατὰ τὸν λόγον ᾧ διαφέρουσιν ἀλλήλων οἱ ἀριθμοί. τὸ τοίνυν πῶς ἔχει πρὸς ἄλληλα κατὰ τὸ πλῆθος τοῦτο ἐνδείκνυται, πῶς πολλαπλασιάζονται καὶ μερί〈ζονται〉 παρ’ ἀλλήλους κατὰ τὸ ἐν αὐτοῖς ποσόν. ἀμφισβητήσιμον.
Grg 451d [5] δεῖ τὸν ὅρον ἀναμφισβήτητον εἶναι καὶ σαφῆ καὶ διδασκαλικὸν τῆς τοῦ ὁριστοῦ οὐσίας. τὰ οὖν προκείμενα ἀμφισβητήσιμα μὲν διὰ τὸν ἰατρόν τε καὶ παιδοτρίβην καὶ χρηματιστήν, ἀσαφῆ δὲ διὰ τὸ μήπω γνωρίμου ὄντος τοῦ ὑποκειμένου τῇ ῥητορικῇ ἄριστον αὐτὸ καλεῖσθαι. ὁ δὲ προκείμενος λόγος ὅμοιός ἐστι τῷ τοῦ Πώλου ἐξ ἀρχῆς εἰρημένῳ, ὅτι καλλίστη εἴη ἡ ῥητορική. σκόλιον.
Grg 451e [10] σκόλιον· Ἀθήνῃσιν ἐν τῷ πρυτανείῳ παρὰ πότον σκόλια ᾔδετο εἴς τινας, ὥσπερ εἰς Ἁρμόδιον, Ἄδμητον, Τελαμόνα· εἰρῆσθαι δὲ αὐτὸ σκολιὸν κατ’ ἀντίφρασιν, ὅτι ῥᾴδια καὶ ὀλιγόστιχα ὡς ἐπιγράμματα ᾔδετο, ἃ ἐκαλεῖτο σκόλια, ἀντιπροτεινόντων ἀλλήλοις τῶν συμποτῶν, καὶ ἠλέγχοντο οἱ μὴ ᾄδοντες ὡς ἄμουσοι. σκόλιον μὲν οὖν ἤτοι σχόλιον τοῦτο. τὸ δὲ παρὸν Σιμωνίδου ἐστὶ τοιοῦτο ὄν (scol. anon. 7 Diehl)— ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ, δεύτερον δὲ φυὰν καλὸν γενέσθαι, τὸ δὲ τρίτον πλουτεῖν ἀδόλως, τέταρτον δὲ ἡβᾶν μετὰ τῶν φίλων. τινὲς δὲ οὐ Σιμωνίδου ἀλλ’ Ἐπιχάρμου (fr. 262 Kaibel) φασὶν αὐτὸ εἶναι. μέγιστον ἀγαθὸν εἶναι.
Grg 452d διὰ τούτων ὁ Πλάτων ἐναργῶς ἡμῖν ἀπεκάλυψεν ὅτι περὶ τῆς ποιητικῆς αἰτίας ἀνθρωπίνων καὶ τῆς εὐδαιμονίας 〈ποι〉εῖται τὸν λόγον ἐν τῇ πρὸς Γοργίαν συν〈ου〉σίᾳ. τὸ πείθειν.
Grg 452e ἰστέον ὅτι τῆς εἰδωλικῆς ῥητορικῆς ἐστὶν ὁ ἀποδοθεὶς ὅρος· δημοκοπικὴν γάρ τινα λέγει ταύτην, πείθειν ἐπιχειροῦσαν τὸν πλημμελῶς κινούμενον ὄχλον. πειθοῦς δημιουργός.
Grg 453a ἡ ἐνέργεια καὶ τὸ τῆς ἐνεργείας τέλος· οὐ γὰρ ἐξ ἀνάγκης πείθει ὁ ῥήτωρ. ἐμαυτὸν πείθω.
Grg 453b [5] ἐπίστησον ὅτι ὁ μὲν σπουδαῖος ἑαυτὸν πείθειν βουλόμενος, καὶ τὰ ἐν αὐτῷ πάθη τῆς ἀλόγου ὁρμῆς πείθει ὑπείκειν τῷ λόγῳ· ὁ δὲ σοφιστὴς τὸν ἔξω ὄχλον κολακεύων πείθειν δοκεῖ, κακουργῶν καὶ ἑαυτῷ ἐπιβλαβῶς καὶ τοῖς πειθομένοις. τούτων ἕνα.
Grg 453b,bis κατὰ κοινοῦ τὸ εὖ ἴσθι. τίς ἐστιν τῶν ζωγράφων.
Grg 453c [5] 〈ὥσπερ τὸ εἶδοσ〉 πολλῶν ἐστιν 〈ἀ〉τόμων 〈σ〉υ〈γκείμενον〉, οὕτω καὶ τὸ γένος πολλῶν εἰδῶν· ὡς ἔχει οὖν ζῶον τὸ γραφόμενον πρὸς τὰ ἄτομα τὰ ὑπ’ αὐτό, οὕτως ἔχει καὶ ἡ πειθὼ γένος οὖσα πρὸς τὰ ἑαυτῆς εἴδη, τό τε διδασκαλικὸν καὶ πιστευτικόν. ποῦ.
Grg 453c,bis ἐν τῇ ποικίλῃ στοᾷ. ταύτης τοίνυν κτλ.
Grg 454b [5] πάλιν τὴν εἰδωλικὴν βούλεται λέγειν ὁ Γοργίας ῥητορικήν. καὶ γὰρ ἀπὸ τοῦ χείρονος ἤρξατο, τοῦ δικανικοῦ· κρεῖττον δὲ δῆλον ὅτι τὸ συμβουλευτικόν (ἐκ τἀγαθοῦ γὰρ τὴν ὑπόστασιν ἔχει), μέσον δὲ τὸ πανηγυρικὸν ἀπὸ τοῦ νοῦ προελθόν, καὶ χεῖρον τὸ δικανικὸν ὡς ἀπὸ ψυχῆς προϊόν. τἀγαθόν συμβουλευτικόν συμφέρον κρεῖττον νοῦς πανηγυρικόν καλόν μέσον ψυχή δικανικόν δίκαιον χεῖρον τί δέ; πεπιστευκέναι; schol.
Grg 454c [5] mutilum. v. 1 ἐν τῷ Τιμαίῳ (51 d) κ〈α〉θ〈άπερ ἐνταῦθα διαιρεῖ τὰς δόξασ〉 v. 2 ἡμῶν εἰς πίστιν καὶ 〈μάθησιν καὶ τὴν μὲν .........τέραν, τὴν δὲ ῥητο‐〉 v. 3 ρικωτέραν· ἐν γὰρ τῇ π〈ίστει ........... μαθή‐〉 v. 4 σει, καὶ τὴν μάθησιν .............. διδάσκων μάθησις μανθάνων ἐνέργημα ἔσωθεν αὐτοκίνητος εἰς τὴν φύσιν τὰ πράγματα ἀναφέροντα π〈είθω〉ν πίστις αἰσθάνων 〈ἐνέργημα ἔξωθεν〉 〈ἑτερο〉κίνη〈τοσ〉 εἰς ἄλλον τὸν πείσοντα δοξάζειν.
Grg 455b [5] ὅταν περὶ ἰατρῶν. ἡ αἵρεσις τριττή, ἢ προσώπων ἢ πραγμάτων ἢ συναμφοτέρων· ἐν πᾶσι δὲ τούτοις οἱ τεχνικώτατοι ἂν ἄριστα συμβουλεύσαιντο ἔν γε πόλει εὐνομουμένῃ, καὶ ὁ μὲν πολιτικὸς προνοήσει λόγου χάριν ὅτι δεῖ ναυτικὸν στρατὸν ἔχειν τὴν πόλιν, ὁ δὲ ῥητορικὸς παρὰ τοῦ πολιτικοῦ μαθὼν πείσει τὸ πλῆθος περὶ τούτου, ὁ δὲ ναυπηγὸς εἰσηγήσεται τήν τε ὕλην καὶ τὰ ὄργανα. ἐν δὲ μὴ τοιαύτῃ πόλει ὁ ῥητορικὸς πάντα ὑποδύσεται· καὶ γὰρ ὡς πολιτικὸς καὶ ὡς ἀρχιτέκτων συγκεχυμένως ὑποκριθήσεται πάντα εἶναι καὶ πάντα γινώσκειν. ὀρθὴ πολιτεία πολιτικὸς ἄλλος ῥήτωρ ἄλλος ἐπιστήμων ἄλλος ἀσυγχύτως διάστροφος πολιτεία δημαγωγὸς ὁ αὐτός ῥήτωρ ὁ αὐτός ἐπιστήμων ὁ αὐτός συγκεχυμένως οἶσθα γὰρ δήπου.
Grg 455d πάλιν ὁ Γοργίας τὴν εἰδ〈ωλι〉κὴν ῥητορικὴν βούλεται παρεισάγειν. λέγεται ταῦτα.
Grg 455e ἀρχαιότερος Θεμιστοκλῆς Περικλέους ἔτεσιν πλείοσι τῶν πεντήκοντα. δαιμονία.
Grg 456a [5] τὸ ἁπλοῦν καὶ ἀμετάβλητον καὶ ὡρισμένον τῆς θείας φύσεως οἱ δαίμονες διὰ ποικιλίας καὶ κινήσεως καὶ τῆς ἐπὶ πᾶν προόδου μεμίμηνται, εἰδωλικῶς τὰς ἀληθείας ὑποκρινόμενοι. διὰ τοῦτο οὖν τὸ ποικίλον τῆς κολακείας τῆς εἰδωλικῆς ῥητορικῆς δαιμόνιον καλεῖ ὁ Σωκράτης. πολλάκις γάρ κτλ.
Grg 456b παραδειγματικὴ ἀπόδειξις. φημὶ δὲ καί κτλ.
Grg 456b,bis ἐνθυμηματικὴ ἀπόδειξις. ἀλλ’ αἱρεθῆναι ἄν κτλ.
Grg 456c ὅτι τῆς αὐτῆς γνώμης ἐστὶν Ἀριστοτέλης καὶ Γοργίας περὶ τῆς ῥητορικῆς. καὶ γὰρ ἐκεῖνος γνῶσιν μὲν τὴν αὐτὴν τοῦ τε σπουδαίου καὶ μοχθηροῦ ῥήτορος ἔλεγεν εἶναι, προαίρεσιν δὲ διάφορον. ἡ μὲν οὖν δύναμις κτλ.
Grg 456c,bis [5] μέχρι τῶν ἐνταῦθα τὴν δύναμιν τῆς ῥητορικῆς ἀνύμνησεν ὁ Γοργίας, ἐντεῦθεν δὲ τὴν βούλησιν τῶν χρωμένων τῇ δυνάμει ταύτῃ· πᾶσα γὰρ δύναμις ἄλλου ἐστὶ δύνασις τοῦ χρωμένου. ὅπερ καὶ κρεῖττόν ἐστι πάντως τῆς δυνάμεως. μισεῖν τε καὶ ἐκβάλλειν.
Grg 456e [10] [Start of a diagram] ε............. .. 〈ἀπο〉λογούμεν ....ήσαντα παρ............ ........το πολυ...... εἰς τὴν νεότητα διαστ〈η〉...νομ.... 〈ἔ〉γρ〈α‐〉 ψαν περὶ τῆς τ〈έ–〉 ........ χνης, ᾧ εἰκ〈ὼν ἐ–〉 ....... πέκειτο Γοργίου κ〈α–〉 ....... θάπερ τοῖς γεωργικ〈οῖσ〉 μὲν νόμοις ἄροτρον, τοῖς δ〈ὲ〉 ναυτικοῖς πηδάλιον ἐπεκειτο [End of a diagram] ἔμβραχυ.
Grg 457b ἐπιρρηματικῶς ἀκουστέον ἀντὶ τοῦ συντόμως ἢ ἁπλῶς ἢ καθάπαξ ἢ καθόλου. τὰς συνουσίας.
Grg 457c [5] ἐνταῦθα Σωκράτης τίς τε ἡ ὀρθὴ συνουσία παραδίδωσι καὶ τίς ἡ διάστροφος, καὶ τί τὸ τέλος ἀμφοτέρων. [Start of a diagram] ὅτι συνουσίας τρόπος διττός πρὸς ἀλήθειαν πρὸς τὸ πρᾶγμα Σωκρατικῶς πρὸς νίκην πρὸς τὸν προσδιαλεγόμενον ῥητορικῶς [End of a diagram] τῶν ἡδέως μέν κτλ.
Grg 458a [10] ὅτι ἡ ἄ〈γ〉νοια 〈τρι〉ττή, ἁπλῆ, δ〈ι〉π〈λῆ, μεγίστ〉η, καὶ τῆς μὲν ἁπλῆς δίδαξίς ἐστιν ἡ κά〈θ〉αρσ〈ι〉ς ἀπ〈αλλ〉άτ〈το〉υσα τῆς κατεχούσης ἀγνοίας· τῆς δὲ διπλῆς, ἥτις καὶ οἴησις κέκληται, κάθαρσις ὁ ἔλε〈γχοσ〉 ...τον.. ἀπαλλαγῆναι τοῦ κακοῦ· τῆς δὲ μεγίστης κάθαρσις ἡ κόλασις τὸ τῷ λόγῳ μαχόμενον πάθος σωφρονίζουσα. [Start of a diagram] ἁ〈πλ〉ῆ ἄγνοια δίδαξις οἴησις ἔλεγχος μεγίστη ἄγνοια κόλασις [End of a diagram] νὴ τοὺς θεούς.
Grg 458d [5] ὁ μὲν Χαιρεφῶν ἐφίεται τῶν Σωκρατικῶν λόγων ὡς ἀγαθῶν προηγουμένως, κατὰ δεύτερον δὲ λόγον ἡδέων, φιλόσοφος γάρ ἐστιν· ὁ δὲ Καλλικλῆς ἐφίεται αὐτῶν προηγουμένως ὡς ἡδέων, κατὰ δεύτερον δὲ λόγον ὡς ἀγαθῶν, φιλήδονος γάρ ἐστιν. ἄκουε δή.
Grg 458e [5] εἰ ὑπετίθεσο, φησίν, τὴν τῇ πολιτικῇ συνέριθον ῥητορικὴν διδάσκειν, τοὺς δὲ μανθάνοντας κακῶς αὐτῇ χρωμένους εἰς τὴν εἰδωλικὴν καταφέρεσθαι καὶ δημοκοπικήν, οὐκ ἂν εὐθύνας ἐδίδως τῷ λόγῳ, ἀλλ’ οἱ μανθάνοντες εἰς κόλασιν ἦσαν ὑπεύθυνοι. τὸ γὰρ ἴσως προσκείμενον ἐνταῦθα ταύτην τὴν ἔννοιαν βούλεται λανθανόντως εἰσάγειν. ἐν ὄχλῳ.
Grg 458e,bis ἐνδέχεται γὰρ ἐν πλήθ〈ει τὸν〉 διαλεγόμενον ῥήτορα 〈πι〉θανὸν φαίνεσθαι, ἀλλ’ ἐν ἀμαθεῖ καὶ πλημμελῶς κινουμένῳ. ἀνεπιστήμων.
Grg 459b τόπος ὁ κατὰ μετάληψιν· μεταλαμβάνει γὰρ ἀντὶ τοῦ οὐκ ἰατρὸς τὸ ἀνεπιστήμων. ὅταν ὁ ῥήτωρ κτλ.
Grg 459b,bis [5] v. 1 〈τριττ〉ὸς ὁ ἔλεγχος ὁ μὲν εἷς 〈ἐ〉ντ〈ρεπτικὸς ἐκ τοῦ τρόπου τῆς ἀποκρίσεως τοῦ Γοργίου〉 .......................τον ..τον.. τόπον ..αν...〈σιν〉την.. τοῦ εἰδότος ...τοτ v. 2 ... 〈ἀ〉ντίφασιν ἀλλ’ εἰς ἄτοπόν τινα .................. ....... v. 3 τι ερειν τ.... ῥᾳστώνη.
Grg 459c [5] ἡ ἀληθινὴ ῥᾳστώνη ἐν τοῖς κατὰ νοῦν ζῶσιν ἔξω τῆς ὕλης ἐγγίνεται· ἡ δὲ φ〈αι〉νομένη ῥᾳστώνη, οἵαν καὶ ὁ σοφιστὴς νῦν ὑποβάλλει, εἰδωλική τίς ἐστι καὶ κατάλληλος τῷ τοῦ Γοργίου βίῳ· τὴν γὰρ (sic) κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι ῥηϊδίως (Hes. O D 287). ἢ ἀνάγκη κτλ.
Grg 459e [5] [Start of a diagram] ἀνάγκη 〈τὸν ῥή〉τορα ἢ μηδ’ ὅλως ἐπίστασθαι τὸ δίκαιον καὶ τὰ λοιπά αʹ ἢ ἐπίστασθαι ἤτοι προμαθόντα βʹ ἢ ἐπιμαθόντα γʹ [End of a diagram] αʹ βʹ γʹ repetuntur in marg. ἀλλ’ ἐγὼ μὲν οἶμαι κτλ.
Grg 460a [25] schol. mutilum. v. 1 . ην . θη . ηρ . πο (non legi possunt c. 110 litterae) καὶ οἶμαι δηλοῦντες v. 2 ην (non legi possunt c. 66 litterae) v. 3 (non legi possunt c. 40 litterae) εντα φευκτὰ γίγνεται. sequuntur schemata quattuor quorum primum hanc formam exhibet: [Start of a diagram] οἶδεν [End of a diagram] nihil legi potest praeter οἶδεν. schema 2 est— [Start of a diagram] ....πραγεῖν δίκαια εἰδ〈ένα〉ι ῥήτωρ πᾶν πᾶν οὐδ. πᾶν πᾶν .....δεις ἀναγκαίως [End of a diagram] schema 3 est— [Start of a diagram] αʹ ἐπιστήμη δίκαια εἰδέναι βʹ ἕξις δίκαιος 〈εἶναι〉 γʹ ἐνέργεια δικαιοπραγεῖν [End of a diagram] schema 4 est— [Start of a diagram] ὁ δίκαιος ὁ κατ’ ἐπιστήμην ὁ κατὰ δόξαν ὁ κατὰ 〈προ〉αίρεσ〈ιν〉 [End of a diagram] περὶ τοῦ κατ’ ἐπιστήμην δικ〈αίου〉 ἐνταῦθα ὁ λόγος ἐστὶν τοῦ Σωκ〈ράτουσ〉. ὁ τὰ ἰατρικὰ ἰατρικός.
Grg 460b [5] 〈οὐ δεῖ〉 θαυμάζειν ἐὰν ὁ κατ’ ἐπιστήμην 〈ἰατ〉ρικὰ εἰδὼς ἔσθ’ ὅτε καὶ παρὰ τὸν σκο〈πὸν〉 τῆς οἰκείας ἐπιστήμης ποιεῖ, δειλητήρια (sic) διδοὺς καὶ κατ’ ἐκεῖνο ἀνίατρος ὤν, ὁ δὲ κατ’ ἐπιστήμην τὰ δίκαια εἰδὼς ἐξ ἀνάγκης δίκαιος. εἰ γὰρ καὶ οἱ δύο ἐπιστήμονες, ἀλλὰ τῷ τρόπῳ διαφέρουσιν, ὁ μὲν περὶ σῶμα ὁ δὲ περὶ ψυχὴν ἀσχολούμενος, καὶ ἑαυτὸν γινώσκων καὶ ταὐτὸν ἔχων γινῶσκον καὶ γνωστόν· ὁ δὲ ἰατρὸς ἄλλο ἔχει τὸ γινῶσκον καὶ ἄλλο τὸ γινωσκόμενον. ὡσαύτως δὲ οὕτως.
Grg 460d ἡ ἐκ παραλλήλου χρῆσις τῶν ἐπιρρημάτων Ἀττική, ὡς τὸ ἐγὼ εἰμί, καὶ ὡς τὸ ὃς καὶ αὐτὸς τῶν σπουδαίων καὶ φίλων. ἐκείνους εἶπον τοὺς λόγους.
Grg 461a ἀναλογία ἀριθμητικὴ καὶ γεωμετρική. ῥητορικόν.
Grg 461b ὁ πολιτικὸς φιλόσοφος κρειττόνως ἐπίσταται τὰ εἴδωλα τῆς ἐν αὑτῷ νοερᾶς ἕξεως. μὴ οὐχί κτλ.
Grg 461b,bis [5] τὰ δίκαια ὁ μὲν Γοργίας καὶ ἀ〈γαθὰ εἶναι〉 ἐδόξαζεν, ὁ δὲ Πῶλος κα〈λὰ μέν, οὐκ ἀγα〉θὰ δέ, ὁ δὲ Καλλικλῆς 〈οὔτε κα〉λὰ οὔτε ἀγαθά. διὰ τ〈οῦτο〉 οὖν ὁ Γοργίας συγχωρ〈εῖ〉 τὸν τὰ δίκαια εἰδότα δίκαιον, ὡς ἀγαθῶν ὄντων καὶ διὰ τοῦτο ἐφετῶν. ἐναντίον τι συνέβη.
Grg 461b,ter [10] 〈κατ’〉 ἀντίφασιν ὁ Γοργίου λόγος ἀπ〈έβη?〉 〈δι〉ότι ποτὲ μὲν ὡς ἀπὸ τῆς εἰδωλικῆς ῥητορικῆς ὁρμώμενος, ποτὲ δὲ ὡς ἀπὸ τῆς ἀληθοῦς, τὰς θέσεις ἐποιεῖτο καταλλήλους. [Start of a diagram] διδάσκει ἀδικεῖν ἐπίστα〈ται〉 ἀδικεῖν πᾶς πᾶς ῥήτωρ [End of a diagram] sequuntur versus quattuor evanidi, quorum ultimus est— ... δὲ ἐλάσσον ... αὐτὴν τίνα φῄς.
Grg 462b ἀσαφὴς ἡ τοῦ Πώλου ἐρώτησις, πότερον τὸν ὁρισμὸν τῆς ῥητορικῆς ἐπιζητεῖ ἢ τὸ γένος· κατὰ γὰρ τῶν δύο σημαινομένων φέρεται τὸ τίνα Φῇς εἶναι. ὅθεν ὁ ἐπιστήμων ἐπανορθοῖ αὐτόν. ἐμπειρίαν.
Grg 462c ῥητορική 〈ἐσ〉τιν 〈ἐ〉μ〈πει〉ρία κ〈ο〉λακευτικὴ περὶ λόγων (?) πολιτικῆς μορίου εἴδωλον τοῦ δικαστικοῦ. τινά.
Grg 462c,bis 〈ἐπίστησον?〉 ὅτι τὸ τινὰ ἐνταῦ〈θα οὐκ ἔστι τοῦ〉 κατηγορήματος ἀλ〈λὰ τούτου〉 προσδιορισμός. ἐμπειρία.
Grg 462c,ter 〈ἐμπ〉ειρία μὲν γὰρ ποιεῖ ἡμῶν τὸν βίον πο〈λιτικὸν〉 κατὰ τέχνην. τοῦτο αἰνίτ〈τε〉ται ὡς τοῦ Πώλου τοιοῦτο σύγγραμμα συγγράψαντος. ἀπεργασίας.
Grg 462c,quat ἡ ῥητορική, φησίν, ἀπεργασίας ἐστὶν ἐμπειρία τῆς ἀπεργαζομένης ἡδονὴν καὶ χάριν. τί δέ, ὦ Πῶλε κτλ.
Grg 462c,quin οὔπω, φησί, τὰς συστατικὰς διαφορὰς τοῦ ὅρου ἀποδέδωκά σοι. ἐμπειρίαν.
Grg 462d ὁ ἀμαθὴς σοφιστὴς 〈πλ〉ημμελεῖ καὶ περὶ τὰς ἐρωτήσεις καὶ περὶ τὰς ἀποκρίσεις καὶ τὰ ἑπόμενα ταύταις. ταὐτὸν ἄρ’ ἐστί.
Grg 462e ὡς ὅρους ἐξισάζοντας ἔλαβεν ὁ Πῶλος τοὺς λόγους. οὐδαμῶς γε.
Grg 462e,bis ἐκ δύο καταφατικῶν ἐν β σχήματι οὐδὲν συμπεραίνεται εἰ μὴ δι’ ἀντιστροφῆς. καλῶ δὲ αὐτοῦ.
Grg 463a [5] ἐκ τῶν προκειμένων λέξεων, οἷον τοῦ καλῶ καὶ ἐγὼ καλῶ καὶ Φημὶ εἶναι καὶ τῶν τοιούτων, δεῖ νοεῖν ὅτι ταῦτα τῆς Σωκράτους συνέσεώς ἐστιν εὑρήματα· καὶ γὰρ ὁ Ἀριστοτέλης τοιαῦτα φαίνεται ποιῶν, οἷον ὅρον δὲ καλῶ καὶ σχῆμα καλῶ πρῶτον καὶ τὰ τοιαῦτα. ἔτι δὲ κἀκεῖνο ἐπίστησον ἐνταῦθα, ὅτι ὁ Σωκράτης οὐκ ἔστιν ἐφεκτικός. κολακείαν.
Grg 463b [5] πᾶσα κολακεία ἐκ τριῶν τινῶν ὀφείλει συνίστασθαι, εἴ γε μέλλοι εἶναι κολακεία, στοχασμοῦ καὶ ἀνδρίας καὶ δεινότητος, ἵνα καὶ τῆς τοῦ κολακευομένου προαιρέσεως στοχάζηται καὶ ἀνδρείως ὑπομένῃ καὶ λανθάνειν βούλοιτο. πολιτικῆς μορίου.
Grg 463e [5] ἐν Πολιτικῷ (305 b) ὁ Σωκράτης τὴν δικαστικὴν ὄργανόν φησιν 〈εἶναι〉 τῆς πολιτικῆς, ἐνταῦθα δὲ μόριον, καὶ ῥητέον ἐκει.......... ὅπου μὲν γὰρ συμπληρωτικός ἐστι τοῦ πολιτικοῦ συνυπάρχων τῷ νομοθέτῃ, ὅπου δὲ μὴ μ(?).......... κολακείαν μὲν οὖν κτλ.
Grg 464e [5] schol. mutilum. v. 1 (lac. c. 30 litterarum) ἐν δὲ (lac. c. 14 litterarum) τὴν ἀναλογ〈ίαν〉 πρὸς ψυχὴν, ὡς ἰατρικὴ ἐν σώματι· εἰ δὲ τοῦτο, δῆλον ὅτι v. 2 εἰς 〈ταὐτὸν ῥη〉τορικὴν ........... δ〈ι〉καστικὴν τέταχεν ἀνάλογον πρὸς ψυχὴν ὡς ἰατρικὴν ἐν σώματι. ἐγὼ δὲ τέχνην κτλ.
Grg 465a ταῦτα πρὸς τὰ ὑπὸ Πώλου ἐν ἀρ〈χῇ〉 τεθέντα “ἐμπειρία μὲν γὰρ ἡμῶν ποιεῖ τὸν βίον”. ὅτι ὃ κομμωτική κτλ.
Grg 465c,c1 ἰατρική γυμναστική κομμωτική ὀψοποιία δικαστική νομοθετική σοφιστική ῥητορική ἅτε δ’ ἐγγύς κτλ.
Grg 465c,bis τὰ γὰρ παραδείγματα ἀσυγχύτως δύναται σώζειν τὰς ἀπ’ ἀλλήλων διακρίσεις διὰ τὴν ἄχραντον αὐτῶν ὕπαρξιν, τὰ δὲ εἴδωλα συγκέχυται ἀναλογοῦντα τῇ ὕλῃ. εἰ μὴ ἡ ψυχή κτλ.
Grg 465c,ter διὰ τοῦτο ἄρα συγκέχυται ῥητορικῆς καὶ σοφιστικῆς ἡ διάκρισις, ὀψοποιικῆς δὲ καὶ κομμωτικῆς φανεραί εἰσιν αἱ διακρίσεις. σὺ γάρ κτλ.
Grg 465d Ἀναξαγόρειος γὰρ ἦν τῇ προαιρέσει ὁ Πῶλος, καθάπερ ὁ Γοργίας Ἐμπεδόκλειος. οὐδὲ νομίζεσθαι.
Grg 466b πρὸς τὰς εὐνομουμένας καὶ εὐδ〈αί〉μονας πόλ〈εισ〉 ὁ Σωκράτης ἀφορῶν ταῦτα λέγει· οὐδὲ γὰρ οἱ ῥήτορες ἐκεῖ χώραν ἔχουσι διὰ τὴν εὐνομίαν. τί δ’ οὐχ ὥσπερ κτλ.
Grg 466b,bis [5] ἔοικεν ὁ Πῶλος ἀγνοεῖν τὴν διαφορὰν βουλήσεως καὶ 〈δο〉κήσεως, ὅτι ἡ μὲν ἀναλογεῖ τῇ ἐπιστήμῃ, ἡ δὲ τῇ πίστει καὶ τῇ παρωνύμῳ δόξῃ. ἀβουλήτως οὖν οἱ ῥήτορες καὶ οἱ τύραννοι ζῶσι καὶ ἀνεπιστημόν〈ωσ〉· ἐκπεπ〈τώ〉κασι γὰρ τοῦ νοῦ τῆς ἐπιστημονικῆς ἕξεως· δόξῃ δὲ καὶ δοκήσει πλημμελῶς ζῶσι. ἀμφιγνοῶ.
Grg 466c τὸ ἀμφιγνοεῖν τοῦ ἀγνοεῖν ταύτῃ διαφέρει, ᾗ τὸ μὲν ἀναίρεσιν ἔχει παντελῆ τοῦ γινώσκειν, τὸ δὲ ἀμφιγνοεῖν ἀμφιβολίαν καὶ ἄγνοιαν τοῦ ἀληθοῦς. Δωριεῖς δὲ αὐτὸ καὶ ἀμφίγνωμόν φασιν. ποιεῖν μέντοι κτλ.
Grg 466e [10] τρία ταῦτά ἐστι περὶ τὰ ὄντα, ἃ ἄνωθεν ἀρχόμενα μέχρι τῶν ἡμετέρων ἀφικνοῦνται ψυχῶν, βούλησις, δύναμις, νοῦς. ταῦτα καὶ ἐν τῷ δημιουργῷ θεωρεῖται καὶ ἐν τοῖς ἑξῆς πᾶσιν καὶ πάντα τελειοῦνται διὰ τῶν τριῶν τούτων ἐπιστρέφοντα πρὸς τἀγαθόν· ἀλλ’ ἐν μὲν τῇ προόδῳ ἡ βούλησις προτέρα, δευτέρα δὲ ἡ δύναμις, τρίτη δὲ ἡ τοῦ νοῦ ἔλλα〈μ〉ψις· ἐν δὲ τῇ ἐπιστροφῇ διὰ τοῦ νοῦ πρώτως τελειοῦται τὰ ὄντα, καὶ δεύτερον διὰ δυνάμεως, καὶ τρίτον διὰ βουλῆς· ἀνάπαλιν γὰρ ἔχει τῇ προόδῳ ἡ ἐπιστροφή. διὸ καὶ ἐνταῦθα ὁ ῥήτωρ, ἐπειδὴ νοῦ ἀμοιρεῖ ἐμπειρικὸς ὢν δηλονότι καὶ ἀδυναμίᾳ συνέχεται, διὰ τοῦτο βουλῆς ἀμέτοχός ἐστιν. εἰ γὰρ κατὰ βουλὴν ὑποθώμεθα αὐτὸν πράττειν, πολὺ μᾶλλον καὶ δυνάμεως μεθέξει καὶ διὰ τοῦτο καὶ τοῦ, ὥστε καὶ ἐπιστήμων ἔσται· ὅπερ ἄτοπον. πότερον οὖν σοι κτλ.
Grg 467c [5] [Start of a diagram] ἀγαθόν ἐφετόν ἕνεκά του τέλος βουλητόν βούλησις πᾶν πᾶν πᾶν πᾶν πᾶν πᾶν πᾶν πᾶν [End of a diagram] ἢ ἐκεῖνο .
Grg 467c,bis [5] .. οὗ ἕνεκα κτλ. πάντα τὰ ὄντα ἢ ἕνεκά του, ὡς τὰ χείρω, ἢ οὗ ἕνεκα, ὡς τὰ κρείττω· καὶ ἔστιν ἡ διαίρεσις ἄμεσος· οὕτως οὖν ὁ Σωκράτης τὴν ἐλάττω κατασκευάσας πρότασιν τὴν μείζω πάλιν ἐκ διαιρέσεως ἄλλης εἰσάγει, λέγων πᾶν τὸ ὂν ἤτοι ἀγαθὸν ἢ κακὸν ἢ μεταξὺ τούτων. εἰ οὖν τοῦτο, δῆλον ὅτι τὸ τούτου ἕνεκα ἤτοι ἀγαθὸν ἢ κακόν· ἀλλὰ μὴν οὐ κακόν, ἀγαθὸν ἄρα· τὰ γὰρ μεταξὺ τῶν ἀγαθῶν ἕνεκα πράττομεν δηλονότι. ἆρ’ οὖν ἔστιν κτλ.
Grg 467e ἡ μείζων πρότασις ἐντεῦθεν κατασκευάζεται. πότερον οὖν κτλ.
Grg 468a [10] [Start of a diagram] ἐπιστήμης καὶ νοῦ δεῖσθαι εἰς διάκρισιν τούτων τὰ μεταξὺ ποιεῖν, μήτε ἀγαθὰ μήτε κακά ἀποκτιννύουσι καὶ φυγαδεύουσι καὶ τἆλλα ῥήτορες καὶ τύραννοι πᾶν πᾶν πᾶν πᾶν πᾶς [End of a diagram] ἀλλ’ ἀπεδείχθη ὅτι οἱ ῥήτορες νοῦν οὐκ ἔχουσι καθ’ ὃν ἐνεργοῦσιν ἐν τῇ ἰδίᾳ τέχνῃ. οὐκοῦν εἴπερ κτλ.
Grg 468d [5] [Start of a diagram] ἃ βούλεται ποιεῖν οὐδ. δοκοῦντα ἑαυτοῖς ποιεῖν οὐδ. πᾶν τὰ κακὰ ποιεῖν [End of a diagram] τί οὐκ ἀποκρίνει; ὁ μὲν Γοργίας ἐπιεικέστερος ὢν καὶ ἑτοίμως ἀπελογεῖτο καὶ ἐτίθει τὰ ἐρωτώμενα· ὁ δὲ Πῶλος σιωπᾷ αὐθαδέστερος ὤν· ὁ δὲ Καλλικλῆς παντελῶς ἀνερυθριάστως οὐδὲ ἀνέχεται τῶν συλλογισμῶν, ἀλλ’ ἰταμῶς διακείμενος τῷ Σωκράτει παραχωρεῖ καθ’ αὑτὸν συνάγειν ἃ βούλεται.
Grg 468d,bis μέσος οὖν ἄρα ὁ Πῶλος ἀμφοῖν, τοῦ μὲν τῇ ἐπιεικείᾳ τοῦ δὲ τῇ αὐθαδείᾳ ἀπολειπόμενος. ἀλλ’ οὔ μοι δοκεῖ ποιεῖν κτλ.
Grg 468d,ter ἐκ τούτων ἂν λάβοις 〈ὅτι〉 πάν〈τεσ〉 οἱ 〈ἀνε〉πιστημόνως ζῶντες ἀβουλήτως καὶ ἀκου〈σί〉ως 〈ἐ〉νεργοῦσι· ᾧ ἕπεται τὸ καὶ τὰ ἁμαρτήματα πάντα ἀκούσια εἶναι, ὡς καὶ ἐν τοῖς Νόμοις λέγει. μέγα δύναται ἐν τῇ πόλει.
Grg 468e [Start of a diagram] μέγα δύνασθαι μὴ ποιεῖν ἃ βούλονται ῥήτορες οὐδ. πᾶν οὐδ. [End of a diagram] ὡς δὴ σύ κτλ.
Grg 468e,bis ὁ πλημμελῶς κατὰ δόξαν ζῶν σοφιστής, ἐπειδὴ τοῦ λόγου ἐξέπεσεν καὶ τῆς τοῦ συλλογισμοῦ ἀνάγκης, εἰς τὴν αἴσθησιν φεύγει καὶ ταύτην προτείνει, τὸν ἐπιστήμονα ἐκ τούτου εἰς ἀντίφασιν, ὡς δοκεῖ, περιάγων. ὅτι οὐ χρή κτλ.
Grg 469a,c1 ὁ ἀδίκως ἀναιρῶν ὁ δικαίως ἀναιρούμενος ὁ ἀ〈δίκ〉ως ἀναιρούμενος ὁ δικαίως ἀναιρῶν ἄθλιος ἧττον ἄθλιος ἧττον πολὺ ἄθλιος ἀζήλωτος ἦ.
Grg 469b ἀντὶ τοῦ ει συναπτικοῦ 〈ὡσ〉 παρ’ Ὁμήρῳ (Γ 215)— οὐδ’ ἀφαμαρτοεπής, ἢ καὶ γένει ὕστερος ἦεν. τυραννεῖν.
Grg 469c 〈οἶδεν ὁ Σωκ〉ράτης καὶ καλὴν τυραννίδα 〈ἐν〉 τοῖς Νόμοις (709 e sq.) καὶ διὰ τοῦτο νῦν ἐρωτᾷ· “ποῖον”, φησί, “τυραννεῖν”. εἰ γὰρ ἐγώ κτλ.
Grg 469d τόπος ἐκ τοῦ ὁμοίου. ὑπὸ μάλης.
Grg 469d,bis [10] τὸ ὑπὸ μάλης πάντες παλαιοὶ 〈προ〉φέρονται ἑνικῶς, τάττοντ〈αι δ’〉 αὐτὸ ἐπὶ τοῦ κρυ〈φίως τ〉ι πράττειν, καὶ ἀεὶ μετὰ τῆς προθέσεως, ὡς Δημοσθέ〈νησ〉 ἐν τῷ πρὸς Ἄφοβον (I 12) “ἀλλὰ μὴν οὐχ εἷς οὐδὲ δύο ταῦτ’ ἴσασιν, οὐδ’ ὑπὸ μάλης ἡ πρόκλησις γέγονεν, ἀλλ’ ἐν τῇ ἀγορᾷ”. πληθυντικῶς δὲ οὐ μάλας λέγουσιν ἀλλὰ μασχάλας, καὶ ἄνευ τῆς προθέσεως. 〈Λυσίασ〉 ἐν τῇ πρὸς Μετάνειραν ἐπιστο〈λῇ (fr. 111 Thalheim) “καὶ〉 τὴν μὲν κόμην ψιλὴν ἔχεις, τὰς 〈δὲ〉 μασχάλας δασείας”. τὸ μέντοι ὑπὸ κόλπους, ταὐτὸν καὶ αὐτὸ κατὰ τὸ σημαινόμενον ὑπάρχον, ἀμφοτέρως ἐχρήσαντο, ἑνικῶς φημὶ καὶ πληθυντικῶς, καὶ ἀεὶ μετὰ τῆς προθέσεως, οἷον ὑπὸ κόλπον καὶ ὑπὸ κόλπους. τεθνήξει.
Grg 469d,ter ἀντὶ τοῦ τεθνήξεται, ἐνέργεια ἀντὶ πάθους, Ἀττικῶς. τῆς κεφαλῆς.
Grg 469d,quat καὶ τοῦτο Ἀττικόν· τὸ γὰρ κοινὸν τὴν κεφαλὴν κατεαγῆναι· τὸ γὰρ ἐπὶ μέρους λέγειν Ἀττικόν, οἷον ἔφαγον τοῦ ἄρτου. οὕτως οὖν καὶ κατεάγην τῆς κεφαλῆς. σκεψώμεθα κτλ.
Grg 470b [5] ( 1) ἀρχή. (2) μέχρι τούτων δέδεικται ἡ ῥητορικὴ εἴδωλον τοῦ τῆς πολιτικῆς μορίου, καὶ ὅτι ἡ ποιητικὴ τῆς εὐδαιμονίας ἐπιστήμη ἐστίν, καὶ ὅτι ἡ δύναμις τέλος ἔχει τὸ ἀγαθόν, καὶ ὅτι ἡ βούλησις ἀεὶ τῶν ἀγαθῶν ἐστιν, καὶ ὅτι οὐδεῖς κακὸς ἢ μέγα δύναται ἢ ποιεῖ ἃ βούλεται, ἀλλὰ μόνος ὁ ἐπιστήμων καὶ δύναται ὅσα βούλεται καὶ ζῇ κατὰ νοῦν ἐνεργῶν. ἐμαρτύρου.
Grg 473d ἀντὶ τοῦ μάρτυρας προσεκαλοῦ. οὔτε ὁ κατειργασμένος κτλ.
Grg 473d,bis [Start of a diagram] ὁ ἀδικῶν καὶ διαφεύγων ἀθλιώτατος ὡς ὁ Ἀρχέλαος ὁ 〈ἀ〉δικῶν καὶ δίδους δί〈κην〉 ἄθλιος ὡς ὁ Αἴγισθος [End of a diagram] ἐπιψηφίζειν.
Grg 473e ( 1) ἐπικρίναι. (2) ἐπιψηφίζειν. ἀντὶ τοῦ ἐπιμαρτυρεῖν καὶ ἐπικυροῦν τὸν λόγον ὃν σὺ λέγεις. ἡ δὲ σύνταξις πρὸς αἰτιατικήν. τὰ καλὰ πάντα κτλ.
Grg 474d [10] [Start of a diagram] τὸ καλὸν καὶ τὸ αἰσχρόν διὰ τὸ ἡδὺ καὶ διὰ τὸ λυπηρόν διὰ τὸ συναμφότερον διὰ τὸ χρήσιμον καὶ διὰ τὸ κακόν καλόν ἐστι αἰσχρόν ἐστι τὸ μεθ’ ἡδονῆς ἀγαθόν τὸ μετὰ λύπης κακόν τὸ ἄρα ἀγαθὸν τοῦ καλοῦ καθολικώτερον. [End of a diagram] φέρε δή κτλ.
Grg 475b [Start of a diagram] κάκιον οὐ λυπηρότερον αἰσχρόν (sic) τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι πᾶν πᾶν πᾶν πᾶν [End of a diagram] σκόπει δὴ καὶ τόδε κτλ.
Grg 476b ἡ μείζων πρότασις. τούτων δὴ ὁμολογουμένων κτλ.
Grg 476d [Start of a diagram] ἀγαθὰ ποιεῖν καλὰ ποιεῖν ὑπὸ τοῦ δίκαια ποιοῦντος δικαίως πάσχειν πᾶν πᾶν πᾶν πᾶς [End of a diagram] ἐπειδὰν οὖν ἔλθωσιν κτλ.
Grg 484d τοῦτο ἀληθέστατον. ἀκκίζῃ.
Grg 497a [5] ἀκκίζειν τὸ προσποιεῖσθαι, τὸ θρύπτεσθαι, τὸ μωραίνειν· πέπλασται δὲ ἡ λέξις ἀπὸ Ἀκκοῦς τινὸς μωρωτάτης, ἣ τόν τε ἱστὸν διελοῦσα τοὺς στήμονας, ἐπεὶ ὑφ’ ἑτέρας ἐκαλεῖτο, ἱστουργοῦσα προῆλθεν καὶ ἡμιτέλεστον ἄλλον (sic) ἱμάτιον πεποίηται, μέρος τοῦ ἱματίου γυμνοὺς τοὺς στήμονας ἀφορίσασα. Κινησίαν τὸν Μέλητος.
Grg 501e Κινησίας καὶ Μέλης. φέρε δή κτλ.
Grg 502c [5] [Start of a diagram] κολακεία τίς ῥη〈το〉ρ〈ική〉 πᾶν πᾶν ποιητική [End of a diagram] τί δέ; Θεμιστοκλέα κτλ.
Grg 503c περὶ τῶν τεσσάρων ῥητόρων· Θεμιστοκλέους, Κίμωνος, Μιλτιάδου, Περικλέους. δικαιοσύνη τε καὶ σωφροσύνη.
Grg 504d ὅτι ἡ κοσμιότης σωφροσύνη. ἐγὼ μὲν οὖν κτλ.
Grg 507c [Start of a diagram] εὐδαίμων εὖ πράττων ἀγαθός σώφρων πᾶς πᾶς πᾶς πᾶς [End of a diagram] ὁ ὅμοιος τῷ ὁμοίῳ.
Grg 510b Ὅμηρος (ρ 218)· “ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὅμοιον.” περὶ ἐκείνων τῶν ἀνδρῶν.
Grg 515c ἀπόδειξις τῆς κακοπολιτείας τῶν τεσσάρων ῥητόρων. Θεαρίων κτλ.
Grg 518b,c1 Θεαρίων Μίθαικος Σάραμβος ὁ ἀρτοκόπος ὁ ὀψοποιός ὁ κάπηλος οὐκ αἰτίων κτλ.
Grg 519b διαφορὰ αἰτίου καὶ συναιτίου. ἄκουε δή κτλ.
Grg 523a ἀρχὴ τοῦ μύθου. ἦν οὖν νόμος.
Grg 523a,bis τὸ ἦν καὶ τὸ ἔστιν χρονικὴν ἐμφαίνει διαφοράν, ἵνα σημάνῃ πρώτας καὶ δευτέρας ὑποστάσεις· ὅτι δὲ ἀχρόνως ταῦτα δεῖ νοεῖν, ἐμφαίνει τὸ ἀεί ἐστιν. Πλούτων.
Grg 523b ὅτι ὁ συνέχων καὶ τὴν λοιπὴν δυάδα οὗτός ἐστιν ὁ Ζεύς, πρὸς ὃν καὶ ὁ Πλούτων ἐπιστρέφεται· καὶ τὸν νοῦν προσείληφεν καὶ τοὺς λόγους πάντων πρὸ τῆς δυάδος. Δία.
Grg 523b,bis Δία νῦν ἀκουστέον οὐ τὸν πρὸ τῶν τριῶν ἀλλὰ τὸν ἕνα τῶν τριῶν, πρὸς ὃν ἐπιστρέφεται ὁ Πλούτων καὶ οἱ ἐπιμεληταί. εἰσὶ δὲ δαίμονες κολαστικοὶ καὶ καθαρτικοὶ καὶ τελεσιουργοί. καὶ τὸν κριτήν κτλ.
Grg 523e [5] γυμνὸς ὁ κριτὴς οὐ μόνον τοῦ ὀστρεώδους σώματος ἀλλὰ καὶ τοῦ ἀερώδους φυράματος, καὶ μόνον ἔχων τὸ αὐγοειδὲς ὄχημα· οἱ δὲ κρινόμενοι γυμνοὶ μὲν τῆς παχύτητος τοῦ ὀστρεώδους, περιφέροντες δὲ τὸ ἀέριον φύραμα καὶ δεόμενοι καθάρσεως. ΕΙΣ ΤΟΝ ΜΕΝΩΝΑ τούτου τοῦ πράγματος.
Men 71b ἀντὶ εἰς τοῦτο τὸ πρᾶγμα ἢ ἀντὶ ἕνεκεν τούτου ἢ ἀντὶ ἀπόρως ἔχων. κατὰ Γοργίαν.
Men 76c ὅτι Γοργίας ὁ Λεοντῖνος ἀκροατὴς γέγονεν Ἐμπεδοκλέους τοῦ Ἀκραγαντίνου. ὥσπερ οἱ γεωμέτραι.
Men 86e περὶ τῆς τοῦ τριγώνου εἰς τὸν κύκλον ἐντάσεως.