On InclinationsΠερὶ ἐγκλινομένων
Herodian of Alexandria On Inclinations PDF
_On Inclinations_ is a grammatical treatise by the 2nd-century CE scholar Herodian of Alexandria. The work, now lost in its original form and surviving only in fragments quoted by later authors, provides a systematic analysis of Greek accentuation, specifically concerning enclitic words. Herodian defines and distinguishes between three key concepts: the "inclined" word, which carries an acute accent on its final syllable but shifts to a grave accent within a sentence; the "enclitic" word, which lacks its own accent and causes the acute accent of the preceding word to shift; and the "synenclitic" construction, involving a sequence of two or more such enclitic words. The treatise methodically catalogs these linguistic phenomena, illustrating its rules with examples drawn from Homeric verse. Its preservation solely through quotations in later grammatical compilations, such as the _Etymologicum Magnum_ and various Byzantine scholia, attests to its authoritative status. The work exemplifies Herodian's precise, rule-based approach to grammar, which formed the foundation for much subsequent Greek and Byzantine linguistic scholarship.
| 3,1 551 (1t) | ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ περὶ ἐγκλινομένων. Ἐγκλινόμενόν ἐστι μόριον λέξις κατὰ τὸ τέλος ὀξυνομένη, τρέπουσα δὲ εἰς βαρεῖαν κατὰ τὴν τοῦ λόγου σύνταξιν, καθάπερ ἔχει «εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια» (Ε 389). Ἐγκλιτικὸν δέ ἐστι μόριον, ὃ τὴν ἰδίαν ὀξεῖαν κοιμίζον τὴν προκειμένην βαρεῖαν εἰς ὀξεῖαν μεθίστησιν, ᾧ ἢ δυνάμει ἢ φύσει ἑτέρα βαρεῖα ὑπέρκειται, δυνάμει μὲν ὡς τὸ «δώματά μοι», φύσει δὲ καθάπερ «Ἀρκεσίλαός τε». Συνεγκλιτικὸν δέ ἐστι σύνταξις δυοῖν ἢ πλειόνων μορίων ἐγκλιτικῶν ἐπαλλήλων ὀξυνομένων, ὡς ἔχει τὰ τοιαῦτα «ἤ νύ σέ που δέος ἴσχει» (Ε 812). ὁ μὲν γὰρ ἤ ὀξύνεται διὰ τὸ νύ ἐγκλιτικόν, τὸ δὲ νύ διὰ τὴν ἀντωνυμίαν τὴν σέ, ἡ δὲ σέ ἀντωνυμία διὰ τὸ ποῦ ἐπίρρημα, ὅπερ τινὲς παραπληρωματικὸν σύνδεσμον λέγουσιν οὐκ ὀρθῶς. εἴρηται δὲ συνεγκλιτικὸν διὰ τὸ σὺν ἐγκλιτικῷ παραλαμβανόμενον διεγείρειν τὴν ὑπερκειμένην ἐν τῷ τέλει τῆς λέξεως ὀξεῖαν. Διαφέρει δὲ ἐγκλινόμενον ἐγκλιτικοῦ, ᾗ τὸ μὲν ἐγκλινόμενον κοινὸν ὄνομα πάσης λέξεώς ἐστι κατὰ τὸ τέλος ὀξυνομένης τρεπούσης τε εἰς βαρεῖαν, τὸ δὲ ἐν ἰδίοις θέμασι καταλειπόμενον ἀριθμῷ ἰδίῳ· καὶ ὅτι τὸ μὲν αὐτὴν μόνην τὴν ἐπὶ τέλους ὀξεῖαν ἀμείβει εἰς βαρεῖαν, τὸ δὲ καὶ μετατίθησιν εἰς τὴν ὑπερκειμένην συλλαβήν, εἰ καὶ τὰ τοῦ λόγου ἐπιδέχοιτο. |
| 3,1 552 | Πᾶν τοίνυν ἐγκλιτικὸν μόριον ἢ μονοσύλλαβόν ἐστιν ἢ δισύλλαβον καὶ πᾶν ἐγκλιτικὸν ὑπὲρ μίαν συλλαβὴν ἢ δίχρονον ἢ τρίχρονόν ἐστιν. Πᾶν ἐγκλινόμενον μόριον ἢ ὀξύνεται ἢ περισπᾶται, οὐδὲν δὲ βαρύνεται. Πᾶν ἐγκλινόμενον ὑποτάσσεται πάντως ἐκείνῳ, ᾧ καὶ τὸν ἑαυτοῦ τόνον ἐγκλίνει, ἦλθέ τις, ἔδωκάς μοι, ἤκουσά σου. Ὀκτὼ δὲ ὄντων τῶν μερῶν τοῦ λόγου τὰ πέντε ἐγκλίνονται, ὄνομα, ῥῆμα, ἀντωνυμία, ἐπίρρημα, σύνδεσμος. Πάλιν τῶν ἐγκλινομένων τὰ μὲν χάριν κόσμου ἐγκλίνονται, ὡς τὰ ῥήματα καὶ οἱ σύνδεσμοι, τὰ δὲ σημασίας, ὡς τὰ λοιπά. Ἐν μὲν οὖν ὀνόμασι τὸ τίς μόνον ἐγκλίνεται καὶ αἱ τούτου πτώσεις καὶ τὰ ἰσοδυναμοῦντα τούτῳ, ὅτε ἀοριστωδῶς ἐκφέρεται, οἷον ἦλθέ τις, ἐλάλησέ τις, ἐν οἷς καὶ πάντοτε ὑποτακτικόν ἐστι. τὸ μὲν οὖν τίς ἐγείρει ἐν τῷ «εἰ μέν τις τὸν ὄνειρον» (Β 80), τινός «μή τινος», τινί «οὔ τινι κοιμηθεῖσα» (Hesiod. Theog. 213), τινά «καί τινα Τρωϊάδων» (Σ 122), τινές «οἵτινες ἀνέρες εἶεν» (Od. ι 89), τινάς «οὕστινας αὖ μεθιέντας ἴδοι» (Δ 240). ἰσοδυναμεῖ δὲ τῷ μὲν τινός τὸ τεῦ «ἀλλ’ οὔ τευ οἶδα». τῷ δὲ τινί τὸ τῷ οἷον «οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ» (Α 299). |
| 3,1 553 | τὸν δὲ κατὰ φύσιν τόνον ἔχοντα πυσματικὰ γίνονται· τίς τίνος τίνι τίνα. Ἐν δὲ ῥήμασιν ἐγκλίνεται τὸ φημί καὶ τὸ εἰμί· «πεζὸς δ’ ἕνδεκά φημι» (Ι 329) «τόσσον ἐγώ φημι» (Β 129). τούτου τὸ δεύτερον φῄς ἀνέγκλιτον. τὸ δὲ τρίτον ἐγκλίνεται «τί φησιν οὗτος»; ἔσθ’ ὅτε καὶ τὰ πληθυντικὰ ἐγκλίνονται «ἐκεῖνό φαμεν ἢ φατε ἢ φασιν». ἔτι καὶ τὸ εἰμί «Διὸς δέ τοι ἄγγελός εἰμι» (Β 26). τὸ δὲ εἶ ἀνέγκλιτον, καθότι οὐ τῶν εἰς μι ἐστί. τὸ δὲ εἴς ἐγκλιτικὸν οἷον «αἵματός εἰς ἀγαθοῖο» (Δ 611). καὶ ἐσσί δεύτερον ἑνικὸν ἐγκλίνεται «σχέτλιός ἐσσι γεραιέ» (Κ 164). τὸ ἔστιν ἡνίκα ἄρχεται λόγου ἢ ὅτε ὑποτάσσεται τῇ οὔ ἀποφάσει ἢ τῷ καί ἢ εἴ ἢ ἀλλά συνδέσμῳ ἢ τῷ ὡς ἐπιρρήματι ἢ τῷ τοῦτο, τηνικαῦτα τὴν ὀξεῖαν ἔχει ἐπὶ τοῦ ε οἷον ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο (Ζ 152) οὐκ ἔστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι (θ 357) «ὡς ἔστι κακὸν ἀμαθία, εἰ ἔστιν οὕτως, ἀλλ’ ἔστιν εἰπεῖν, τοῦτ’ ἔστιν ἁμάρτημα». ἐὰν δὲ ὑποτάσσηται ὀξυτόνῳ λέξει ἢ περισπωμένῃ, ἐγκλίνεται οἷον «καλός ἐστιν, Ἑρμῆς ἐστιν», ἢ τροχαίῳ μὴ παροξυτόνῳ, ἀλλὰ προπερισπωμένῳ οἷον «οἶκός ἐστι, δῆμός ἐστι». δεῖ προσθεῖναι, εἰ μὴ ἔχοι τὴν τελευταίαν συλλαβὴν ὁ τροχαῖος θέσει μακράν, ὡς ἔχει τὸ «φοῖνιξ ἐστί, κῆρυξ ἐστί». διὰ γὰρ τὴν τοῦ ξ ἐπιφορὰν οὐ γίνεται ἔγκλισις. μὴ παροξυτόνῳ δὲ εἶπον διὰ τὸ «φύλλα ἐστίν». παροξύτονος γὰρ οὗτος ὁ τροχαῖος, οὐχὶ προπερισπώμενος καὶ διὰ τοῦτο τὸ ἔστιν οὐκ ἐγκλίνεται, ἀλλ’ ἐπὶ τοῦ ι ἔχει τὴν ὀξεῖαν. |
| 3,1 554 | Γίνεται οὖν ἡ ἔγκλισις ὀξυτόνῳ μὲν λέξει «κακός ἐστι», προπαροξυτόνῳ δὲ «ἄκακός ἐστι», περισπωμένῃ δὲ «Ἑρμῆς ἐστι», προπερισπωμένῃ δὲ «φαῦλός ἐστιν». καὶ γὰρ ἐπαναγωγὴν τῶν αὐτῶν πεποιήμεθα διὰ σαφεστέραν γνῶσιν. ἐὰν δὲ μὴ οὕτως ἔχῃ ἤγουν ὡς προτέτακται, τὴν ὀξεῖαν ἐπὶ τοῦ ι δέχεται, καὶ ἐὰν προκέηται αὐτοῦ ἢ τροχαῖος παροξύτονος οἷον μάντις, πόρνος, ἢ περισπώμενος μέν, ἔχων δὲ τὴν τελευταίαν θέσει μακράν, ὡς ἔχει τὸ φοῖνιξ, κῆρυξ, ἢ σπονδεῖος ὁμοίως παροξύτονος ὥσπερ τὸ ἥρως, εἵλως, ἢ ἴαμβος πάλιν παροξύτονος ὡς τὸ ἔρως, γέλως, ἢ πυρρίχιος, καθάπερ τὸ λόγος, πόνος, τηνικαῦτα τὸν τόνον ἐπὶ τοῦ ι δέχεται οἷον «μάντις ἐστίν, φοῖνιξ ἐστί, ἥρως ἐστί, γέλως ἐστί, λόγος ἐστί». Καὶ τὸ δυϊκὸν δέ ἐστόν ἐγκλίνεται «οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον». (Ι 198) καὶ τὰ πληθυντικά «ἄνθρωποί ἐσμεν, ἄνθρωποί ἐστε, οὗτοί εἰσι». Ἐκ δὲ μετοχῶν οὐχ οἷόν τέ ἐστιν ἐγκλιτικὸν μόριον. ἀεὶ γὰρ ταῦτα ἐκ θέματος ἀνάγεται, εἴγε μεταλήψεις ῥημάτων εἰσίν. ἀλλ’ οὐδὲ ἐξ ἄρθρου. τῇ γὰρ συντάξει ἡ παράθεσις τῶν ἄρθρων μάχεται· ἅπαντα γὰρ ταῦτα προτακτικά ἐστιν, ἀρκτικώτερα ὄντα τῶν καλουμένων προτακτικῶν, ᾗ κατάρχει ὅλου λόγου «ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκεν» καὶ «ὃς μάλα πολλὰ πλάγχθη». διὰ τοῦτο καὶ ἰδίῳ ῥήματι κατακλείεται, πρὸ αὐτοῦ τε πίπτουσιν αἱ στιγμαί. καὶ ἐξ ἁπάντων τῶν ὄντων οὐ πολλά ἐστι μόρια εὑρεῖν, ἃ εἰς τὴν προκειμένην σύνταξιν ὑπάγεται. Ἐκ δὲ ἀντωνυμιῶν αἱ μὲν ἐγείρουσαι τὴν ὀξεῖαν τὴν πρὸ αὑτῶν ἐγκλιματικαὶ καλοῦνται, αἱ δὲ μὴ ἐγείρουσαι ὀρθοτονούμεναι. Τῶν ἀντωνυμιῶν αἱ μὲν κτητικαὶ οὐδέποτε ἐγκλίνονται, ἀλλ’ οὐδὲ αἱ εὐθεῖαι τῶν πρωτοτύπων. αἱ δὲ τῶν πρωτοτύπων πτώσεις χωρὶς τῆς κλητικῆς ἐγκλίνονται, ἡ γενικὴ καὶ δοτικὴ καὶ αἰτιατική. ἀλλ’ αἱ μὲν τοῦ πρώτου προσώπου ἐγκλινόμεναι καὶ τὸ κατ’ ἀρχὴν ε ἀποβάλλουσιν. «ἤκουσάς μου, ἔδωκάς μοι, ἐδίδαξάς με». αἱ δὲ τοῦ δευτέρου καὶ τρίτου προσώπου μονοσύλλαβοι οὖσαι οὐδεμίαν στοιχείου ἀποβολὴν ποιοῦσιν· «ἤκουσά σου, ἔδωκά σοι, ἐδίδαξά σε» «καί οἱ ἐπευχόμενος» (Π 829) «καί ἑ νέον πόλεσιν» «καί μιν φωνήσας» (Π 6). |
| 3,1 555 | Αἱ μὲν οὖν ἀεὶ ἐγείρουσαι τὴν πρὸ αὑτῶν ὀξεῖάν εἰσιν αἷδε, μεῦ μοῦ, μοί τοί, μέ μίν, σφίν σφέ σφωέ. τούτων παραδείγματα τῆς μὲν μεῦ «κλῦθί μευ ἀργυροτόξε» (Α 37), μοί «οὐ γάρ μοί ποτε βωμός (Δ 48, Ω 69), τοί «καί τοι ἐγὼ συνέριθος» (ζ 32), με «καί με φίλησεν ὡς εἴτε πατήρ (ρ 111), μίν «καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα» (Π 6), σφίν «καί σφιν ἅμ’ ἐστὶ Μέδων» (Π 252), σφε «γιγνώσκων· καὶ γάρ σφε πάρος» (Λ 111). Αἱ δὲ ποτὲ μὲν ἐγείρουσαι τὴν πρὸ αὑτῶν ποτὲ δὲ μή, σεῦ σέο σοῦ σοί σέ, εὗ οἷ ἕθεν, σφί σφώ, σφίσι σφέας. ὅτε μὲν οὖν ἀπολελυμένως λέγονται καὶ οὐχὶ πρὸς ἕτερον πρόσωπον ἀντιδιαστέλλονται, ἐγείρουσι τὴν πρὸ αὑτῶν ὀξεῖαν· ὅτε δὲ κατὰ τὴν πρός τι ἕτερον διαστολὴν ἐκφέρονται, ὀρθοτονοῦνται· οἷον ἀπολελυμένως, σεῦ «ἀλλά σευ ἀκάματος», ὀρθοτονουμένως «σεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχήν» (Ω 754), σέο, ἀπολελυμένως «ὥς σεο νῦν ἔραμαι» (Γ 446), ὀρθοτονουμένως δὲ «ὡς σέο νῦν ἔραμαι» (Ξ 328), σέ ἀπολελυμένως «ἐπεί σε πρῶτον ἔθηκα» (Ζ 355), ὀρθοτονουμένως δὲ «μὴ σέγ’ ἐν ἀμφιάλῳ Ἰθάκῃ» (α 386). Ἰστέον ὅτι ἡ σοί καὶ ὀρθοτονουμένη ἐστὶ καὶ ἐγκλιτική. |
| 3,1 556 | ἐὰν δὲ φθάσῃ γενέσθαι διὰ τοῦ τ , μόνως ἐγκλιτική, ὥστε ἡ φωνὴ ποιεῖ τὸ ἐγκλιτικόν. καὶ τοῦτο ἐπὶ δευτέρου προσώπου ἐξαίρετον. ἐπὶ γὰρ πρώτων ἐγένετο διὰ τῆς γραφῆς τὸ ὀρθοτονούμενον καὶ ἐγκλιτικὸν διαστέλλεσθαι οἷον ἐμέ τὸ ὀρθοτονούμενον, τὸ ἐγκλιτικὸν μέ, ἐμοί καὶ μοί. ἀξιοῖ οὖν ἀναγινώσκειν Ζηνόδοτος «οὐ τοί, τέκνον ἐμὸν, δέδοται πολεμήϊα ἔργα» (Ε 428), ἔστι γάρ, φησί, διαστολή. εἰ δὲ διαστολή, ὀρθοτονητέον. ὅτι δὲ διαστολή, δῆλον ἐκ τοῦ ἐπιφερομένου· ἀλλὰ πρῶτον μὲν οὐ δίδωσιν ἐγκλιτικὸν μόριον ἐνθάδε ἡ γραφή. ἡ οὖν γραφή, εἰ καὶ διαστολή ἐστι, κωλύει ὀρθοτονεῖν τὴν ἀντωνυμίαν. εἰ δὲ σοί ἦν, ὀρθοτονεῖσθαι ἠδύνατο δευτέρου οὖσα προσώπου. ἡ δὲ τοί μόνως ἐγκλιτική. δεύτερον δὲ οὐδὲ ἔστιν ἐκ τῆς ἀντωνυμίας ταύτης διαστολή. τὸ γὰρ «ταῦτα δ’ Ἄρηϊ θοῷ» (Ε 430) πρὸς τὸ «ἀλλὰ σύγ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο» (Ε 429). ἀλλὰ καὶ ἀλλαχοῦ δὲ ἐμφάσεως οὔσης καὶ διαστολῆς ἄντικρυς ἐγκλιτικῶς ἀνέγνωμεν «νῦν δέ τοι οἴῳ πάμπαν ἀπώλετο νόστιμον ἦμαρ» (ρ 253). ἀντιδιαστέλλει γὰρ πρὸς τοὺς ἄλλους· καὶ ἔστιν ἐπίτασις ἐκ τοῦ λέγειν «τοι οἴῳ». ἀλλὰ πάλιν διὰ τὴν γραφὴν τῆς ἀντωνυμίας τὸ ἐγκλιτικὸν ἐπεκράτησεν. Ἡ σφώ ὅτε μὲν ἐπὶ τοῦ τρίτου προσώπου λέγεται, ἐγείρει τὴν πρὸ αὑτῆς ὀξεῖαν. |
| 3,1 557 | αἱ δὲ τοῦ τρίτου προσώπου ἑνικαί τε καὶ πληθυντικαί, ὅτε μὲν τὸ ἐξ αὐτῶν μεταφραζόμενόν ἐστιν αὐτός, ὃ καὶ ἐπίταγμα λέγεται, ἐγείρει τὴν πρὸ αὑτῶν ὀξεῖαν. ἡ μὲν ἕο «ἐπεί ἑο κήδετο λίην» (ξ 461). ἔστι γὰρ ἐπεὶ αὐτοῦ (τοῦ Ὀδυσσέως) ἐκήδετο λίαν ὁ Εὔμαιος. ὅτε δὲ μεταφραζομένη μετὰ τοῦ ε λέγεται ἡ ἀντωνυμία τοῦ ε ἐκφερομένου δασυνομένου, οὐκ ἐγείρουσιν οἷον «Δηΐφοβος δὲ—ἀσπίδα ταυρείην σχέθ’ ἀπὸ ἕο» (Ν 162 et 163). ἔστι γὰρ ἀφ’ ἑαυτοῦ. εἰσὶ δὲ ἕο εὗ ἕθεν οἷ ἕ σφέων σφίσι σφέας. αὗται δὲ καὶ σὺν τοῖς ἐπιτάγμασι λέγονται, ὅτε δὴ καὶ ὀρθοτονοῦνται πάντως οἷον «παρ’ δὲ οἷ αὐτῷ» (Od. ο 285). ἐὰν δὲ ἐκ περισσοῦ τὸ ἐπίταγμα λαμβάνηται, ἐγκλίνονται «ἀλλά οἱ αὐτῷ—Ζεὺς ὀλέσειε βίην» (δ 667). ἔστι γὰρ ἀλλ’ αὐτῷ ψιλῶς. ὑποδείγματα τῶν ἐγκλινομένων, ἕο «ἐπεί ἑο κήδετο λίην», εὗ «ἐπεί εὕ φημι βίῃ πολὺ φέρτερος» (Ο 165), ἕθεν «ἐπεὶ οὔ ἑθέν ἐστι χερείων» (Α 114), οἷ «καί οἱ ἐπευχόμενος» (Π 6), ἕ «καί ἑ κακὴ βούβρωστις» (Ω 532), σφέων «τῷ σφεων πολέες κακὸν οἶτον ἐπέσπον» (γ 134), σφίσιν «ἀπό τέ σφισιν ὕπνος ὄλωλεν» (Κ 186), σφέας «καί σφεας φωνήσας» (Δ 284). |
| 3,1 558 | τῶν δὲ ὀρθοτονουμένων, ἕο «Δηΐφοβος δὲ—ἀσπίδα ταυρείην σχέθ’ ἀπὸ ἕο», εὗ «φρίξας δ’ εὗ λοφιήν» (Od. τ 446), ἕθεν «Αἰνείας δ’ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ’ ἀνέσχεν» (Ε 278), οἷ «ἐπεὶ οὔ τινά φησιν ὁμοῖον —οἷ ἔμμεναι Δαναῶν» (Ι 305), ἕ «κάλεόν τέ μιν εἰς ἓ ἕκαστος» (Ψ 203), σφῶν «σφῶν τ’ αὐτῶν καὶ κλισιάων (Μ 155), σφίσι «καὶ τὰ μὲν εὖ δάσαντο μετὰ σφίσι» (Α 368), σφέας «ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας» (η 40). Αἱ δυϊκαὶ τοῦ πρωτοτύπου τοῦ αʹ καὶ βʹ προσώπου οὐδέποτε ἐγκλίνονται διὰ τὴν βαρεῖαν τάσιν, νῶϊν, σφῶϊν. προπερισπῶνται γάρ. αἱ δὲ τοῦ τρίτου ὀξυνόμεναι ἐγκλίνονται «τίς τάρ σφωε θεῶν» (Α 8) «καί σφωϊν δὸς ἄγειν» (Α 338). Καὶ τὰ πληθυντικὰ τοῦ τε πρώτου προσώπου καὶ δευτέρου, ἡμῶν ὑμῶν ἡμῖν ὑμῖν ἡμᾶς ὑμᾶς τετράχρονοι οὖσαι, ἐπειδὰν ἐγκλίνωνται, τὴν πρώτην συλλαβὴν ὀξύνουσιν «ἤκουσεν ἥμων, ἔδωκεν ἥμιν καὶ ἐπὶ τῶν λοιπῶν οὕτως. ἀδύνατον γὰρ ὑπερβῆναι τοὺς τέσσαρας χρόνους τὴν ὀξεῖαν. καὶ αἱ τοῦ τρίτου προσώπου πληθυντικαὶ περισπώμεναι καὶ ὀξυνόμεναι ἐγκλίνονται, καί σφων, καί σφιν, καί σφας, καί σφεων, καί σφισι, καί σφεας. καὶ εὔλογόν γε οἶμαι λέγειν ὅτι μετὰ τὴν ἔγκλισιν τὸ πάθος ἐπηκολούθησεν, ἵνα μὴ βαρύτονοι οὖσαι ἐγκλίνωνται. τῶν καλουμένων μονοπροσώπων μόνη ἡ αἰτιατικὴ τῆς αὐτός ἐνέκλινε τὸν τόνον «κόψε γάρ αὐτον» (Μ 204). |
| 3,1 559 | ἐγκλίνεται δὲ ἀεὶ καὶ ἡ μίν «καί μιν φωνήσας» καὶ ἡ ἕθεν παραλόγως, διότι παραγωγὸς καὶ βαρύτονος. Αἱ μὲν οὖν ἐγκλινόμεναι τῶν ἀντωνυμιῶν αὗταί εἰσιν, αἵτινες ὀρθοτονούμεναι μὲν ἀντιδιαστολὴν ἔχουσιν ἑτέρου προσώπου, ἐμοῦ ἤκουσας, οὐκ ἄλλου· ἐμοὶ ἔδωκας, οὐκ ἄλλῳ· ἐμὲ ἐδίδαξας, οὐκ ἄλλον. ἐγκλινόμεναι δὲ ἀπόλυτα πρόσωπα δηλοῦσιν, ἤκουσά σου, ἔδωκά σοι. καὶ ἡ μὲν γενικωτάτη αἰτία τῆς ὀρθῆς τάσεως ἡ ἀντιδιαστολὴ τοῦ προσώπου. αὕτη δὲ διαιρεῖται εἰς πλείονα εἴδη· αἵ τε γὰρ διεζευγμέναι ὀρθοτονοῦνται, καὶ ἐμοὶ καὶ Ἀπολλωνίῳ, ἢ ἐμοὶ ἢ Ἀπολλωνίῳ· καὶ αἱ μετὰ τοῦ ἕνεκα συνδέσμου ἕνεκα σοῦ, ἕνεκα ἐμοῦ. καὶ αἱ μετὰ προθέσεως δὲ ἀεὶ ὀρθοτονοῦνται, διὰ σέ, περὶ σοῦ, κατ’ ἐμέ, ἐπὶ σοί. Αἱ μετὰ τῆς ἐπιταγματικῆς ἀντωνυμίας τῆς αὐτός ἀεὶ ὀρθοτονοῦνται, αὐτὸν ἐμέ, αὐτῷ ἐμοί. |
| 3,1 560 | ὑπεξαιρείσθωσαν δὲ αἱ παρὰ τοῖς ποιηταῖς μετὰ τῆς ἐπιταγματικῆς παραλόγως ἐγκλινόμεναι «ἀλλά οἱ αὐτῷ—Ζεὺς ὀλέσειε βίην» (δ 667) καὶ «Εὐρύαλος δέ ἑ αὐτόν (θ 396) καὶ εἴ τινες ἄλλαι μετὰ προθέσεων ἢ συνδέσμων ἐνεκλίθησαν παραλόγως. αἱ κατ’ ἀρχὴν τιθέμεναι, κἂν μὴ ἔχωσιν ἀντιδιαστολήν, διὰ τῶν ἀρκτικῶν τόπων ὀρθοτονοῦνται· «ἐμὲ δ’ ἔγνω καὶ προσέειπεν» (λ 91). Ἐξ ἐπιρρημάτων δὲ ἐγερτικά ἐστι τὰ ἐκ πεύσεως ἀοριστούμενα, ἔχοντα τὴν αὐτὴν ἀκολουθίαν τῶν τόνων τήν τε ποσότητα τῶν συλλαβῶν. τὸ μὲν γὰρ ποῦ ἐγκλιτικόν ἐστιν, ὡς ἐν τῷ «εἴ που ἐσαθρήσειεν» (Γ 450), τῶν πευστικῶν ἑκάστοτε ὀρθοτονουμένων. ἐκ πεύσεως δὲ ἀοριστούμενα, πότε «πότε γράφεις»; ποτέ «καί ποτέ μοι τρὶς τόσσα» (Α 213), πόθι «πόθι τοι πτόλις» (α 170), ποθί «αἴ κέ ποθι Ζεύς» (Α 128), πῇ «πῇ ἦλθες;» πῇ «ἀλλά πῃ ἄλλῃ» (γ 251), πόθεν «πόθεν ἦλθες», ποθέν «καί ποθεν ἐλθών», πῶς «πῶς ἦλθεν», πῶς «ἀλλ’ οὔ πως ἅμα πάντα» (Δ 320) καὶ χωρὶς τοῦ ς «μηδέ πω ὑπ’ ὄχεσφιν» (Ψ 7). |
| 3,1 561 | Ἐκ δὲ συνδέσμων ἐγείρουσι τὴν πρὸ αὑτῶν οἷδε, ἐκ μὲν συμπλεκτικῶν, τέ «καί τε θεοὶ ξείνοισι» (ρ 485), κέν «καί κεν ἐλαφρότερος» (Χ 287), κέ «καί κε τὸ βουλοίμην» (Γ 41), ἐκ δὲ παραπληρωματικῶν, τοί «τοίγαρ ἐγώ τοι» (α 214), γέ «εἴ γε μὲν ᾔδεις», τάρ «εἴ ταρ ὅγ’ εὐχωλῆς» (Α 65), νύ «μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο» (Α 28), νύν «δεῦρό νυν ἢ τρίποδος» (Ψ 485), περ «μηδ’ οὕτως ἀγαθός περ ἐών» (Α 131), θήν «οὔ θην Ἕκτορι πάντα» (Κ 104), ῥά «ἄλλοι μέν ῥα θεοί τε» (Β 1). ὁ δὲ ἄρα οὐ παραλαμβάνεται, ἐπεὶ ἀπὸ φωνήεντος ἄρχεται. ὥσπερ γὰρ αἱ ἀντωνυμίαι τὸ κατ’ ἀρχὰς ε ἀποβάλλουσαι ἐγκλιτικαὶ ἐγίνοντο, ἐμοῦ—μοῦ, ἐμοί—μοί, ἐμέ— μέ, οὕτω τὸ ἄρα ἀπέβαλε τὸ α καὶ ἐγένετο ῥά καὶ ἐνεκλίθη. Τὰ μὲν οὖν ἐγκλινόμενα μόρια ταῦτά ἐστιν· οὐχ ὡς ἔτυχε δὲ ἐγκλίνονται, ἀλλὰ κατά τινα παρατήρησιν τῆς πρὸ αὐτῶν λέξεως. αἱ μὲν οὖν τετράχρονοι τῶν ἐγκλιτικῶν ἐπὶ τὴν πρώτην συλλαβὴν ἑαυτῶν τὴν ἔγκλισιν ἀναπέμπουσιν, ὡς μηδεμιᾶς δεόμενα παρατηρήσεως τῆς πρὸ αὐτῶν λέξεως «ἤκουσαν ἥμων, ἔδωκαν ἥμιν», ἐπειδὴ οὐδέποτε πρὸ τεσσάρων χρόνων τόνος πίπτει. |
| 3,1 562 | αἱ δὲ λοιπαὶ τὴν πρὸ αὐτῶν ἐγείρουσι βαρεῖαν. οὐκ ἐπὶ πάσης συλλαβῆς ταύτην ἐγείρειν δύνανται· οὐ γάρ, εἰ σπονδειακὴ τυγχάνοι ἡ προκειμένη λέξις καὶ βαρύνοιτο, ἡ βαρεῖα ταύτης ἡ ἐπὶ τέλει ἐγείρεται «οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι» (Β 116), «ἤδη τις εἶπεν» καὶ οὔτε τὴν τω συλλαβὴν τοῦ «οὕτω» ὀξύνομεν οὔτε τὴν δη τοῦ «ἤδη». ἀλλ’ οὔτε, εἰ ἰαμβικὴ τύχοι καὶ βαρύνοιτο οἷον «λέβης τις», «ὅπως γε». οὔτε, εἰ πυρριχιακὴ τύχοι καὶ βαρύνοιτο οἷον «φίλος τις», «ξένος τις». ἐπὶ γὰρ τούτων τῷ νῷ μόνῳ καταλαμβάνεται ἡ ἔγκλισις. διὸ σημειοῦνται τὸ «ἔνθ’ ἔσάν οἱ πέπλοι παμποίκιλοι ἔργα γυναικῶν» (Ζ 289). παραλόγως γὰρ ἐνεκλίθη ἡ οἱ ἀντωνυμία πυρριχίου προκειμένου. σημειοῦνται καὶ τὰς διὰ τοῦ σφ ἀντωνυμίας· αὗται γὰρ ἀναπέμπουσι τὸν τόνον τῇ προηγουμένῃ λέξει οἷον «Ἀτρείδής σφισι» «ἔνθά σφεας ἐκίχαν’ υἱὸς Δολίοιο Μελανθεύς» (ρ 212) «ἵνά σφ’ ἀγορή τε θέμις τε» (Λ 807), «ἵνά σφισι δῶκ’ Ἐνοσίχθων» (η 35), «ὅτέ σφεας εἰσαφίκηται» (μ 40), «τόξά σφεών τις ἄριστα Κυδώνια» (Callim. fr. 284), «πολλάκίς σφεας». εἰ μέντοι προπαροξύνοιτο ἡ προκειμένη λέξις τῶν ἐγκλιτικῶν μορίων, ἐγείρει τὴν ἐν τῷ τέλει αὐτῆς βαρεῖαν ὡς «ἄνθρωπός τις», ἐν γὰρ τῇ αν συλλαβῇ καὶ τῇ πος ὀξεῖα τίθεται, «Ἀρκεσίλαός τε», «ἤκουσέ μου», «Ὅμηρός ἐστι», «ἄνθρωποί εἰσι», «κάκιστοί εἰσιν». εἴπομεν γάρ, ὡς ἐν ἐπιρρήμασι μόνοις καὶ ἐν εὐκτικοῖς ἡ αι καὶ ἡ οι μακροί εἰσιν· ἐν δὲ τοῖς λοιποῖς οὐκ ἔτι μακραί εἰσιν. Ὁμοίως εἰ προπερισπῷτο ἡ προκειμένη λέξις ἐγκλιτικοῦ ἐπιφερομένου, ἐγείρει τὴν μετὰ τὴν περισπωμένην βαρεῖαν οἷον «οἶκός τις» «Σχοῖνόν τε Σκῶλόν τε» (Β 497), «γυναῖκές εἰσιν»—χωρὶς εἰ μὴ προκέηται τροχαῖος προπερισπώμενος μέν, ἔχων δὲ τὴν τελευταίαν θέσει μακρὰν οἷον φοῖνιξ ἐστί, κῆρυξ ἐστίν—κἂν παροξύνοιτο τροχαϊκὴ οὖσα «ἄλλός τις», «ἔστί τις», «ἔνθά ποτε» «Λάμπέ τε» (Θ 185), «φύλλά τε καὶ φλοιόν» (Α 237), «τυφθέντά τε». |
| 3,1 563 | Ἔτι καὶ αἱ ὀξυνόμεναι λέξεις, βαρυνόμεναι δὲ διὰ τὴν συνέπειαν οἷον Ζεύς Ζεὺς δέ, καλός καλὸς ἄνθρωπος, σοφός σοφὸς ἀνήρ, ἐγκλιτικοῦ ἐπιφερομένου τὴν βαρεῖαν ἐγείρουσιν «αὐτός αὐτός μοι», «Ζεύς Ζεύς τε». τὸ δὲ τίς φυλάττει τὴν ὀξεῖαν «τίς πόθεν εἰς ἀνδρῶν» (Φ 150). ἔτι καὶ ἐπιφερομένη στιγμὴ οὐ κοιμίζει τὴν ὀξεῖαν εἰς βαρεῖαν «ὠκὺς Ἀχιλλεύς·» (Α 84). εἰ δὲ περισπῷτο ἡ λέξις, φυλάττεται ἡ περισπωμένη «καλῶς μοι, σαφῶς γε», «ποῖ ποτε», «πῶς ποτε», «πῇ με φέρεις;» Ἐὰν οὖν συμβῇ πλείονα ἐφεξῆς ἐγκλιτικὰ εἶναι, πολλαὶ ἔσονται αἱ παράλληλοι ὀξεῖαι, ὡς παρ’ Ὁμήρῳ «ἤ νύ σέ που δέος ἴσχει ἀκήριον» (Ε 812). τρεῖς γάρ εἰσιν ἐφεξῆς αἱ ὀξεῖαι. δυνατὸν δὲ καὶ πλείους ἐπινοῆσαι οἷον «εἴ πέρ τίς σέ μοί φησί ποτε». τὸ γὰρ «εἰ» ὀξύνεται διὰ τὴν ἐπιφορὰν τοῦ «πέρ» ἐγκλιτικοῦ. τὸ δὲ «πέρ» διὰ τὸ «τίς», τὸ δὲ «τίς» διὰ τὸ «σέ», τὸ δὲ «σέ» διὰ τὸ «μοί», τὸ δὲ «μοί» διὰ τὸ «φησί», τὸ δὲ «φησί» διὰ τὸ «ποτέ». ὥστε ἐφεξῆς εἶναι ἓξ ὀξείας, εἰ καὶ σπάνιον τὸ τοιοῦτον διὰ τὴν τοῦ πνεύματος συνέχειαν δεομένην ἀναπαύσεως. Εἰ δὲ παραλλήλων ὄντων ἐγκλιτικῶν ἐν τῷ μεταξὺ περισπώμενον εἴη ὡς ἐπὶ τοῦ ποῦ, πῇ, πῶς, καὶ μετὰ τοῦτο ἐπιφέροιτο ἕτερον ἐγκλιτικόν, τοῦτο τὸ περισπώμενον οὔτε ὀξύνεται οὔτε περισπᾶται διὰ τὸ ἐγκλῖναι τὸν ἴδιον τόνον· ἐπεὶ μὴ πέφυκεν ἡ περισπωμένη κατὰ τὸ κοινὸν ἔθος συστολῆς μὴ παρακολουθησάσης εἰς ὀξεῖαν μετατίθεσθαι οἷον «οὔ πως ἐστ’ Ἀγέλαε» (Od. χ 136) (ἐν γὰρ τῇ ου διφθόγγῳ μόνῃ ἡ ὀξεῖα) «ἤ που τίς σφιν εἶπεν» (ἐν τῷ η καὶ ἐν τῷ τίς ἡ ὀξεῖα) «ἄνθρωπόν τινά που φησι μελῳδεῖν» (πάλιν ἐν τῇ πον συλλαβῇ καὶ τῇ να ἡ ὀξεῖα τίθεται). Κἀκεῖνο παραφυλακτέον, ὅτι τῶν ἐγκλινομένων εἰ σπονδειακὴ προηγεῖται λέξις ἢ πυρριχιακὴ ἢ ἰαμβική, εἰ μὲν μονοσύλλαβον εἴη τὸ ἐπιφερόμενον ἐγκλιτικόν, ὥσπερ ἐθέμην, ἐγκλίνεται «οὕτω που, ἤδη τις, «Ἀτρείδης τε» (Α 7), πολλάκις τις, «μεταμέλει μοι» οὔτε τὸ ἐγκλιτικὸν δέχεται τὸν ἴδιον τόνον οὐδὲ ἡ βαρεῖα τῆς δευτέρας συλλαβῆς προηγουμένης ἐγείρεται λέξεως, ἀλλὰ νῷ μόνῳ νοεῖται τὰ τῆς ἐγκλίσεως, ὡς ἔφθημεν εἰπόντες. |
| 3,1 564 | εἰ μέντοι δισύλλαβον εἴη τὸ ἐγκλιτικὸν μόριον, τότε τὸν ἴδιον δέχεται τόνον οὔτε δυνάμει οὔτε ἐνεργείᾳ ἐγκλινόμενον οἷον «ἤδη φαμέν», ὀξύνομεν γὰρ τὸ φαμέν, «οὕτω ποτέ» καὶ τὸ ποτέ ὀξύνομεν, «φίλοι εἰσίν, πολλάκις εἰσίν» ὁμοίως καὶ τὸ εἰσίν ὀξύνομεν, «μεταμέλει ἡμῖν». καὶ τοῦτο εἰκότως· οὔτε γὰρ τῆς προηγουμένης λέξεως τὴν ἐπὶ τέλει βαρεῖαν ἐγεῖραι δυνατὸν οὔτε τὴν ἔγκλισιν νοεῖσθαι κατὰ τὴν πρώτην συλλαβὴν τῶν σπονδείων ἢ τῶν πυρριχίων ἢ τῶν ἰάμβων· οὐδὲ γάρ ποτε τετάρτη ἀπὸ τέλους ἡ ὀξεῖα πίπτει. |