eul_wid: mik-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on the Galatians by Aristodemus of Nyssa

The Fragments on the Galatians is a lost historical and ethnographic work by Aristodemus of Nyssa, known exclusively through twenty-one brief excerpts preserved in the Deipnosophistae of Athenaeus of Naucratis, who wrote in the late second or early third century CE. Athenaeus cites Aristodemus as an authority on the customs of the Galatians, the Celtic tribes that settled in central Anatolia. The surviving prose fragments are embedded within Athenaeus’s wider discussion of dining habits and focus particularly on the Galatians’ culinary and social practices. They describe the Galatians dining while seated on the ground, consuming meat and beer, and engaging in brawls during feasts, observations which served to underscore their perceived warlike character in Greek ethnographical writing. The text has no independent manuscript tradition and survives solely within the transmission history of Athenaeus’s work. It is collected as fragment 104 in Felix Jacoby’s standard modern compilation, Die Fragmente der griechischen Historiker. These fragments constitute a minor but notable source for Greco-Roman perceptions of Celtic culture and are routinely cited in studies of ancient ethnography and the history of the Galatians.

ΙΣΤΟΡΙΑΙ.

Παρθένιος ὁ Νικαεύς : Περὶ Ἡρίππης. — Ἱστορεῖ Ἀριστόδημος ὁ Νυσαεὺς ἐν αʹ Ἱστοριῶν περὶ τούτων, πλὴν ὅτι τὰ ὀνόματα ὑπαλλάττει, ἀντὶ Ἡρίππης καλῶν Γυθυμίαν, τὸν δὲ βάρβαρον Καυάραν. —Ὅτε δὲ οἱ Γαλάται κατέδραμον τὴν Ἰωνίαν καὶ τὰς πόλεις ἐπόρθουν, ἐν Μιλήτῳ Θεσμοφορίων ὄντων καὶ συνηθροισμένων γυναικῶν ἐν τῷ ἱερῷ, ὃ βραχὺ τῆς πόλεως ἀπέχει, ἀποσπασθέν τι μέρος τοῦ βαρβαρικοῦ διῆλθεν εἰς τὴν Μιλησίαν καὶ ἐξαπιναίως ἐπιδραμὸν ἀνεῖλεν τὰς γυναῖκας. Ἔνθα δὴ τὰς μὲν ἐρρύσαντο, πολὺ ἀργύριόν τε καὶ χρυσίον ἀντιδόντες, τινὲς δὲ, τῶν βαρβάρων αὐταῖς οἰκειωθέντων, ἀπήχθησαν, ἐν δὲ αὐταῖς καὶ Ἡρίππη, γυνὴ Ξάνθου, ἀνδρὸς ἐν Μιλήτῳ πάνυ δοκίμου γένους τε τοῦ πρώτου, παιδίον ἀπολιποῦσα διετές. Ταύτης πολὺν πόθον ἔχων ὁ Ξάνθος ἐξηργυρίσατο μέρος τῶν ὑπαργμάτων, καὶ κατασκευασάμενος χρυσοῦς δισχιλίους τὸ μὲν πρῶτον εἰς Ἰταλίαν ἐπεραιώθη· ἐντεῦθεν δὲ ὑπὸ ἰδιοξένων τινῶν κομιζόμενος εἰς Μασσαλίαν ἀφικνεῖται, κἀκεῖθεν εἰς τὴν Κελτικήν· καὶ προσελθὼν τῇ οἰκίᾳ, ἔνθα αὐτοῦ συνῆν ἡ γυνὴ ἀνδρὶ τῶν μάλιστα παρὰ Κελτοῖς δοξαζομένων, ὑποδοχῆς ἐδεῖτο τυχεῖν. Τῶν δὲ διὰ φιλοξενίαν ἑτοίμως αὐτὸν ὑποδεξαμένων, εἰσελθὼν ὁρᾷ τὴν γυναῖκα, καὶ αὐτὸν ἐκείνη, τὼ χεῖρε ἀμφιβαλοῦσα, μάλα φιλοφρόνως προσηγάγετο. Παραχρῆμα δὲ τοῦ Κελτοῦ παραγενομένου, διεξῆλθεν αὐτῷ τήν τε ἄλην τἀνδρὸς ἡ Ἡρίππη, καὶ ὡς αὐτῆς ἕνεκα ἥκοι λύτρα καταθησόμενος· ὁ δὲ ἠγάσθη τῆς ψυχῆς τὸν Ξάνθον, καὶ αὐτίκα συνουσίαν ποιησάμενος τῶν μάλιστα προσηκόντων, ἐξένιζεν αὐτόν· παρατείνοντος δὲ τοῦ πότου, τὴν γυναῖκα συγκατακλίνει αὐτῷ καὶ διʼ ἑρμηνέως ἐπυνθάνετο, πηλίκην οὐσίαν εἴη κεκτημένος τὴν σύμπασαν· τοῦ δὲ εἰς ἀριθμὸν χιλίων χρυσῶν φήσαντος, ὁ βάρβαρος εἰς τέσσαρα μέρη κατανέμειν αὐτὸν ἐκέλευε, καὶ τὰ μὲν τρία ὑπεξαιρεῖσθαι, αὑτῷ, γυναικὶ, παιδίῳ, τὸ δὲ τέταρτον ἀπολείπειν ἄποινα τῆς γυναικός. Ὡς δὲ ἐς κοῖτόν ποτε ἀπετράπετο, πολλὰ κατεμέμφετο τὸν Ξάνθον ἡ γυνὴ διὰ τὸ μὴ ἔχοντα τοσοῦτο χρυσίον ὑποσχέσθαι τῷ βαρβάρῳ, κινδυνεύειν τε αὐτὸν, εἰ μὴ ἐμπεδώσειε τὴν ἐπαγγελίαν· τοῦ δὲ φήσαντος, ἐν ταῖς κρηπῖσι τῶν παίδων καὶ ἄλλους τινὰς χιλίους χρυσοῦς κεκρύφθαι διὰ τὸ μὴ ἐλπίζειν ἐπιεικῆ τινα βάρβαρον καταλήψεσθαι, δεήσειν δὲ πολλῶν λύτρων, ἡ γυνὴ τῇ ὑστεραίᾳ τῷ Κελτῷ καταμηνύει τὸ πλῆθος τοῦ χρυσοῦ καὶ παρεκελεύετο κτεῖναι τὸν Ξάνθον, φάσκουσα πολὺ μᾶλλον αἱρεῖσθαι αὐτὸν τῆς τε πατρίδος καὶ τοῦ παιδίου, τὸν μὲν γὰρ Ξάνθον παντάπασιν ἀποστυγεῖν. Τῷ δὲ ἄρα οὐ πρὸς ἡδονῆς ἦν τὰ λεχθέντα, ἐν νῷ δὲ εἶχεν αὐτὴν τίσασθαι. Ἐπειδὴ δὲ ὁ Ξάνθος ἐσπούδαζεν ἀπιέναι, μάλα φιλοφρόνως προὔπεμπεν ὁ Κελτὸς, ἐπαγόμενος καὶ τὴν Ἡρίππην· ὡς δὲ ἐπὶ τοὺς ὅρους τῆς Κελτῶν χώρας ἀφίκετο, θυσίαν ὁ βάρβαρος ἔφη τελέσαι βούλεσθαι πρὶν αὐτοὺς ἀπʼ ἀλλήλων χωρισθῆναι, καὶ κομισθέντος ἱερείου, τὴν Ἡρίππην ἐκέλευεν ἀντιλαβέσθαι· τῆς δὲ κατασχούσης, ὡς καὶ ἄλλοτε σύνηθες αὐτῇ, ἐπανατεινάμενος τὸ ξίφος καθικνεῖται καὶ τὴν κεφαλὴν αὐτῆς ἀφαιρεῖ, τῷ τε Ξάνθῳ παρεκελεύετο μὴ δυσφορεῖν, ἐξαγγείλας τὴν ἐπιβουλὴν αὐτῆς, ἐπέτρεπέ τε τὸ χρυσίον ἅπαν κομίζειν αὐτῷ.

Γεώργιος ὁ Σύγκελλος : Ἱστοροῦσι δὲ οἱ περὶ Ἀριστόδημον τὸν Ἠλεῖον ὡς ἀπὸ εἰκοστῆς καὶ ἑβδόμης Ὀλυμπιάδος ἤρξαντο οἱ ἀθληταὶ ἀναγράφεσθαι, ὅσοι δηλαδὴ νικηφόροι· πρὸ τοῦ γὰρ οὐδεὶς ἀνεγράφη, ἀμελησάντων τῶν προτέρων. Τῇ δὲ εἰκοστῇ ὀγδόῃ τὸ στάδιον νικῶν Κόροιβος Ἠλεῖος ἀνεγράφη πρῶτος, καὶ ἡ Ὀλυμπιὰς αὕτη πρώτη ἐτάχθη, ἀφʼ ἧς Ἕλληνες ἀριθμοῦσι τοὺς χρόνους. Τὰ δὲ αὐτὰ τῷ Ἀριστοδήμῳ καὶ Πολύβιος ἱστορεῖ.

Οὐαλέριος Ἁρποκρατίων : Ἑλλανοδίκαι ... Ἀριστοτέλης Ἠλείων πολιτείᾳ τὸ μὲν πρῶτόν φησιν ἕνα καταστῆσαι τοὺς Ἠλείους Ἑλλανοδίκην, χρόνου δὲ διελθόντος βʹ, τὸ δὲ τελευταῖον θʹ· Ἀριστόδημος δʼ ὁ Ἠλεῖός φησι τοὺς τελευταίους τιθέντας τὸν ἀγῶνα Ἑλλανοδίκας εἶναι ιʹ, ἀφʼ ἑκάστης φυλῆς ἕνα.

ΘΗΒΑΪΚΑ ΕΠΙΓΡΑΜΜΑΤΑ

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ὅτι κατεπολέμησεν Ἰνδοὺς ὁ Διόνυσος, Διονύσιος φησὶ καὶ Ἀριστόδημος ἐν πρώτῳ Θηβαϊκῶν ἐπιγραμμάτων.

ΘΗΒΑΙΚΑ.

Σχόλια εἰς Θεόκριτον : Ὅμολος δὲ Θετταλίας ὄρος, ὡς Ἔφορος καὶ Ἀριστόδημος ὁ Θηβαῖος, ἐν οἷς ἱστορεῖ περὶ τῆς ἑορτῆς τῶν Ὁμολωίων.

Σχόλια εἰς Εὐριπίδην : Ὁμολωίσι. Πύλαι Θηβῶν αὗται οὕτως ἐκλήθησαν ἀπὸ Ὁμολωέως τοῦ Ἀμφίονος. Τοὺς γὰρ περὶ Ἀμφίονά φασι σὺν τοῖς παισὶν ἅμα Κάδμῳ τειχίσαι τὴν πόλιν. Ἀριστόδημος δʼ αὐτάς φησιν οὕτω κληθῆναι διὰ τὸ πλησίον εἶναι τοῦ Ὁμολωοῦ. Ἄλλοι δὲ ἀπὸ μιᾶς τῶν Νιόβης θυγατέρων, Ὁμολωΐδος καλουμένης.

Φώτιος : Ὁμολώϊος Ζεύς, ἐν Θήβαις καὶ ἐν ἄλλαις πόλεσι Βοιωτίας, καὶ ἐν Θεσσαλίᾳ ἀπὸ Ὁμολώας προφήτιδος τῆς Ἐνυέως· ἣν προφῆτιν εἰς Δελφοὺς πεμφθῆναι ὁ Ἀριστοφάνης ἐν δευτέρῳ Θηβαϊκῶν· Ἴστρος δὲ κ. τ. λ.

Σχόλια εἰς Εὐριπίδην : Ὠγύγια δʼ εἰς πυλώμαθʼ Ὠγύγια προσηγορεύθη, φησὶν Ἀριστόδημος, διὰ τὸ τοὺς περὶ Ἀμφίονα καὶ Ζῆθον, τειχίζοντας τὰς Θήβας, παρὰ τὸν Ὠγύγου τοῦ βασιλέως τάφον αὐτὰς τάξαι.

Σχόλια εἰς Εὐριπίδην : ἑπτὰ παρθένων Ὁ Ἀριστόδημος οὐδαμοῦ ἐν ταῖς Θήβαις φησὶ τῶν Νιοβιδῶν εἶναι τάφον, ὅπερ ἐστὶν ἀληθές· ὡς αὐτοσχεδιάζειν οὖν ἔοικεν Εὐριπίδης.

Σχόλια εἰς Εὐριπίδην : Πρὸς ταῖς Κρηναίαις πύλαις φησὶ τὸν Παρθενοπαῖον ὑπὸ τοῦ Περικλυμένου λιθοβοληθῆναι Ἀριστόδημος.

Φώτιος : Τευμησία. Περὶ τῆς Τευμησίας ἀλώπεκος οἱ τὰ Θηβαϊκὰ γεγραφότες ἱκανῶς ἱστορήκασι, καθάπερ Ἀριστόδημος. Ἐπιπεμφθῆναι μὲν γὰρ ὑπὸ θεῶν τὸ θηρίον τοῦτο τοῖς Καδμείοις, διότι τῆς βασιλείας ἐξέκλειον τοὺς ἀπὸ Κάδμου γεγονότας· Κέφαλον δέ φασι τὸν Δηιόνος, Ἀθηναῖον ὄντα καὶ κύνα κεκτημένον, ὃν οὐδὲν διέφευγε τῶν θηρίων· ὃς ἀπέκτεινεν ἄκων τὴν ἑαυτοῦ γυναῖκα Πρόκριν, καθηράντων αὐτὸν τῶν Καδμείων· διώκειν τὴν ἀλώπεκα μετὰ τοῦ κυνός· καταλαμβανομένους δὲ περὶ τὸν Τευμησὸν, λίθους γενέσθαι τόν τε κύνα καὶ τὴν ἀλώπεκα. Εἰλήφασι δʼ οὗτοι τὸν μῦθον ἐκ τοῦ Ἐπικοῦ κύκλου.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ ὁ Πριάμου καὶ μετὰ τὸν θάνατον τὴν τῶν θεῶν ηὐτύχησε τιμήν. Οἱ γὰρ ἐν Βοιωτίᾳ Θηβαῖοι, πιεζόμενοι κακοῖς, ἐμαντεύσαντο περὶ ἀπαλλαγῆς. Χρησμὸς δὲ αὐτοῖς ἐδόθη παύσασθαι τὰ δεινὰ, ἐὰν ἐξ Ὀφρυνίου τῆς Τρωάδος τὰ Ἕκτορος ὀστᾶ διακομισθῶσιν εἰς τὸν παρʼ αὐτοῖς καλούμενον Διὸς γονὰς τόπον. Οἱ δὲ τοῦτο ποιήσαντες καὶ τῶν κακῶν ἀπαλλαγέντες, διὰ τιμῆς ἔσχον Ἕκτορα, κατά τε τοὺς ἐπείγοντας καιροὺς ἐπικαλοῦνται τὴν ἐπιφάνειαν αὐτοῦ. Ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ.

ΓΕΛΟΙΑ ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ.

Ἀθήναιος : Ἀριστόδημος δʼ ἐν δευτέρῳ Γελοίων ἀπομνημονευμάτων παρασίτους ἀναγράφει, Ἀντιόχου μὲν τοῦ βασιλέως Σώστρατον, Δημητρίου δὲ τοῦ Πολιορκητοῦ Εὐαγόραν τὸν κυρτὸν, Σελεύκου δὲ Φορμίωνα.

Ἀθήναιος : Ἀριστόδημος δὲ ἐν δευτέρῳ Γελοίων ἀπομνημονευμάτων φησί· «Δωρίωνος τοῦ κρουματοποιοῦ, κυλλόποδος ὄντος, ἀπώλετο ἐν συμποσίῳ τοῦ χωλοῦ ποδὸς τὸ βλαυτίον. Καὶ ὃς, Οὐδὲν, ἔφη, πλεῖον καταράσομαι τῷ κλέψαντι, ἢ ἁρμόσαι αὐτῷ τὸ σανδάλιον.»

Ἀθήναιος : Ἀριστόδημος δʼ ἐν δευτέρῳ Γελοίων ἀπομνημονευμάτων, «Γνάθαιναν, φησὶ, δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας· ἀναγωγότερον οὖν τοῦ στρατιώτου λάκκον αὐτὴν εἰπόντος, Πῶς, ἔφησεν, ἢ ὅτι δύο ποταμοὶ ἐμβάλλετέ μοι, Λύκος καὶ Ἐλεύθερος; Ἐπὶ δὲ τὴν θυγατέρα τῆς Γναθαίνης πτωχῶν ἐραστῶν κωμαζόντων, καὶ ἀπειλούντων κατασκάψειν τὴν οἰκίαν, ἐνηνοχέναι γὰρ δικέλλας καὶ ἄμας, Εἰ ταῦτʼ εἴχεθʼ ὑμεῖς, εἶπεν ἡ Γνάθαινα, ἐνέχυρα θέντες τὸ μίσθωμα ἂν ἀπεστείλατε.»

Ἀθήναιος : Ἀριστόδημος δʼ ἐν τοῖς Γελοίοις ἀπομνημονεύμασιν Εὐφράνορά φησι τὸν ὀψοφάγον, ἀκούσαντα ὅτι ἄλλος ἰχθυοφάγος ἀπέθανε θερμὸν ἰχθύος τέμαχος καταπιὼν, ἀναφωνῆσαι, Ἱερόσυλος ὁ θάνατος.

Ἀθήναιος : Ἀριστόδημος δʼ ἱστορεῖ, Βίθυν, τὸν Λυσιμάχου τοῦ βασιλέως παράσιτον, ἐπεὶ αὐτοῦ εἰς τὸ ἱμάτιον ὁ Λυσίμαχος ἐνέβαλε ξύλινον σκορπίον, ἐκταραχθέντα ἀναπηδῆσαι, εἶτα γνόντα τὸ γεγενημένον, Κἀγὼ σὲ, φησὶν, ἐκφοβήσω, βασιλεῦ· δός μοι τάλαντον. Ἦν δʼ ὁ Λυσίμαχος μικρολογώτατος.

ΜΥΘΙΚΩΝ ΣΥΝΑΓΩΓΗ.

Πλούταρχος : Λοιμοῦ κατασχόντος Λακεδαίμονα, ἔχρησεν ὁ θεὸς παύσασθαι, ἐὰν παρθένον εὐγενῆ κατὰ ἔτος θύσωσιν. Ἑλένης δέ ποτε κληρωθείσης, καὶ προαχθείσης κεκοσμημένης, ἀετὸς καταπτὰς ἥρπασε τὸ ξίφος, καὶ ἐς τὰ βουκόλια κομίσας ἐπὶ δάμαλιν κατέθηκεν· ὅθεν ἀπέσχοντο τῆς παρθενοκτονίας· ὡς Ἀριστόδημος ἐν τρίτῃ Μυθικῇ συναγωγῇ.