ΑΤΘΙΣ.
Οὐαλέριος Ἁρποκρατίων Γρυπάνιον Μελάνθιος ἐν βʹ Ἀτθίδος εἰπὼν σεισμὸν γεγονέναι φησί· «Καὶ ἔγρυπεν ἡ γῆ.»
ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΛΕΥΣΙΝΙ ΜΥΣΤΗΡΙΩΝ.
Ἀθήναιος Ἀπολλόδωρος δὲ ἐν τοῖς Περὶ θεῶν τῇ Ἑκάτῃ φησὶ θύεσθαι τρίγλην, διὰ τὴν τοῦ ὀνόματος οἰκειότητα· τρίμορφος γὰρ ἡ θεός. Μελάνθιος δʼ ἐν τῷ Περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων, καὶ τρίγλην καὶ μαινίδα, ὅτι καὶ θαλάττιος ἡ Ἑκάτη.
Ἀριστοφάνους Σχόλια Ἔθος γὰρ ἦν, ἐν οἷς τις ἱματίοις μυηθείη, εἰς θεοῦ τινος ταῦτα ἀνατιθέναι, ὥσπερ δηλοῖ καὶ Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων· «Πάτριόν ἐστι ταῖς θεαῖς ἀνιεροῦν καὶ τὰς στολὰς τοὺς μύστας, ἐν αἷς τύχοιεν μυηθέντες.»
Ἀριστοφάνους Σχόλια Οὗτος μετὰ τὴν ἅλωσιν Μήλου ᾤκει ἐν Ἀθήναις, τὰ δὲ μυστήρια ηὐτέλιζεν, ὡς πολλοὺς ἐκτρέπειν τῆς τελετῆς. Τοῦτο οὖν ἐκήρυξαν κατʼ αὐτοῦ Ἀθηναῖοι καὶ ἐν χαλκῇ στήλῃ ἔγραψαν, ὥς φησι Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων.
Ἀριστοφάνους Σχόλια Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων προφέρεται τῆς χαλκῆς στήλης καὶ ἀντίγραφον, ἐν ᾗ ἐπεκήρυξαν καὶ αὐτὸν καὶ τοὺς ἐκδιδόντας Πελλανεῖς, ἐν ᾗ γέγραπται καὶ ταῦτα· ἐὰν δέ τις ἀποκτείνῃ Διαγόραν τὸν Μήλιον, λαμβάνειν ἀργυρίου τάλαντον· ἐὰν δέ τις ζῶντα ἀγάγῃ, λαμβάνειν δύο.