eul_wid: lze-aa

Ἀποσπάσματα
Naxian Tales of Polycrite

Andriscus the Pretender Naxian Tales of Polycrite PDF

t1-3 ΝΑΞΙΑΚΑ. E LIBRO PRIMO.
1 [45] Parthenius Erot. c. 9: Περὶ Πολυκρίτη ς . Ἡ ἱστορία αὕτη ἐλήφθη ἐκ τῆς αʹ Ἀνδρίσκου Ναξιακῶν· γράφει περὶ αὐτῆς καὶ Θεόφραστος ἐν τῷ δʹ τῶν Πρὸς τοὺς καιρούς. Καθ’ ὃν δὲ χρόνον ἐπὶ Ναξίους Μιλήσιοι συνέβησαν σὺν ἐπικούροις καὶ τεῖχος πρὸ τῆς πόλεως ἐνοικοδομησάμενοι τήν τε χώραν ἔτεμνον καὶ κατείρξαντες τοὺς Ναξίους ἐφρούρουν, τότε παρθένος ἀπολειφθεῖσα κατά τινα δαίμονα ἐν Δηλίῳ ἱερῷ, ὃ πλησίον τῆς πόλεως κεῖται, Πολυκρίτη ὄνομα αὐτῇ, τὸν τῶν Ἐρυθραίων ἡγεμόνα Διόγνητον εἷλεν, ὃς οἰκείαν δύναμιν ἔχων συνεμάχει τοῖς Μιλησίοις. Πολλῷ δὲ ἐνεχόμενος πόθῳ διεπέμπετο πρὸς αὐτήν· οὐ γὰρ δή γε θεμιτὸν ἦν, ἱκέτιν οὖσαν ἐν τῷ ἱερῷ βιάζεσθαι· ἡ δὲ ἕως μέν τινος οὐ προσίετο τοὺς παραγινομένους· ἐπεὶ μέντοι πολὺς ἐνέκειτο, οὐκ ἔφη πεισθήσεσθαι αὐτῷ, εἰ μὴ ὀμόσειεν ὑπηρετήσειν αὐτῇ ὅ τι ἂν βουληθῇ. Ὁ δὲ Διόγνητος, οὐδὲν ὑποτοπήσας τοιόνδε, μάλα προθύμως ὤμοσεν Ἄρτεμιν, χαριεῖσθαι αὐτῇ ὅ τι ἂν προαιρῆται· κατομοσαμένου δὲ ἐκείνου, καὶ λαβομένη τῆς χειρὸς αὐτοῦ ἡ Πολυκρίτη μιμνήσκεται περὶ προδοσίας τοῦ χωρίου, καὶ πολλὰ καθικετεύει αὐτήν τε οἰκτείρειν καὶ τὰς συμφορὰς τῆς πόλεως. Ὁ Διόγνητος ἀκούσας τοῦ λόγου ἐκτός τε ἐγένετο αὑτοῦ καὶ σπασάμενος τὴν μάχαιραν ὥρμησεν διεργάσασθαι τὴν κόρην. Ἐν νῷ μέντοι λαβὼν τὸ εὔγνωμον αὐτῆς καὶ ἅμα ὑπ’ ἔρωτος κρατούμενος (ἔδει γὰρ, ὡς ἔοικε, καὶ Ναξίοις μεταβολὴν γενέσθαι τῶν παρόντων κακῶν), τότε μὲν οὐδὲν ἀπεκρίνατο, βουλευόμενος τί ποιητέον εἴη· τῇ δ’ ὑστεραίᾳ καθωμολογήσατο προδώσειν. Καὶ ἐν τῷ δὴ τοῖς Μιλησίοις ἑορτὴ μετὰ τρίτην ἡμέραν Θαργήλια ἐπῄει, ἐν ᾗ πολύν τε ἄκρατον εἰσφοροῦνται καὶ τὰ πλείστου ἄξια καταναλίσκουσι· τότε παρεσκευάζετο προδιδόναι τὸ χωρίον. Καὶ εὐθέως διὰ τῆς Πολυκρίτης ἐνθέμενος εἰς ἄρτον μολυβδίνην ἐπιστολὴν [ἐπιστέλλει] τοῖς ἀδελφοῖς αὐτῆς, ἐτύγχανον δὲ ἄρα τῆς πόλεως ἡγεμόνες οὗτοι, ὅπως εἰς ἐκείνην τὴν νύκτα παρασκευασάμενοι ἥκωσιν· σημεῖον δὲ αὐτοῖς ἀνασχήσειν Αὐτὸς ἔφη λαμπτῆρα. Καὶ ἡ Πολυκρίτη δὲ τῷ κομίζοντι τὸν ἄρτον φράζειν ἐκέλευε τοῖς ἀδελφοῖς μὴ ἐνδοιασθῆναι, ὡς τῆς πράξεως ἐπὶ τέλος ἀχθησομένης, εἰ μὴ ἐκεῖνοι ἐνδοιασθεῖεν. Τοῦ δὲ ἀγγέλου ταχέως εἰς τὴν πόλιν ἐλθόντος, Πολυκλῆς, ὁ τῆς Πολυκρίτης ἀδελφὸς, ἐν πολλῇ φροντίδι ἐγίνετο, εἴτε πεισθείη τοῖς ἐπεσταλμένοις, εἴτε μή· τέλος δὲ, ὡς ἐδόκει πᾶσι πείθεσθαι καὶ νὺξ ἐπῆλθεν, ἐν ᾗ προσετέτακτο πᾶσι παραγίνεσθαι, πολλὰ κατευξάμενοι τοῖς θεοῖς, δεχομένων αὐτοὺς τῶν ἀμφὶ Διόγνητον, ἐσπίπτουσιν εἰς τὸ τεῖχος τῶν Μιλησίων, οἱ μέν τινες κατὰ τὴν ἀνεῳγμένην πυλίδα, οἱ δὲ καὶ τὸ τεῖχος ὑπερελθόντες, ἀθρόοι τε ἐντὸς γενόμενοι κατέκαινον τοὺς Μιλησίους· ἔνθα δὴ κατ’ ἄγνοιαν ἀποθνήσκει Διόγνητος.
1 (50) [55] Τῇ δ’ ἐπιούσῃ οἱ Νάξιοι πάντες πολὺν πόθον εἶχον θεάσασθαι τὴν κόρην· καὶ οἱ μέν τισιν αὐτὴν μίτραις ἀνέδουν, οἱ δὲ ζώναις, αἷς βαρηθεῖσα ἡ παῖς διὰ πλῆθος τῶν ἐπιρριπτουμένων ἀπεπνίγη. Καὶ αὐτὴν δημοσίᾳ θάπτουσιν ἐν τῷ πεδίῳ, πάντα ἑκατὸν ἐναγίσαντες αὐτῇ. Φασὶ δέ τινες καὶ Διόγνητον ἐν τῷ αὐτῷ καῆναι, ἐν ᾧ καὶ ἡ παῖς, σπουδασάντων Ναξίων. E LIBRO SECUNDO.
2 [5] Parthenius Erat. 19: Περὶ Παγκρατοῦ ς . Ἱστορεῖ Ἀνδρίσκος ἐν Ναξιακῶν βʹ. Σκέλλις τε καὶ Κασσαμενὸς, οἰκήτορες Θρᾴκης, ὁρμήσαντες ἀπὸ νήσου τῆς πρότερον μὲν Στρογγύλης, ὕστερον δὲ Νάξου κληθείσης, ἐληΐζοντο μὲν τήν τε Πελοπόννησον καὶ τὰς πέριξ νήσους, προσσχόντες δὲ Θεσσαλίᾳ πολλάς τε ἄλλας γυναῖκας κατέσυραν, ἐν δὲ καὶ τὴν Ἁλωέως γυναῖκα Ἰφιμέδην καὶ θυγατέρα αὐτῆς Παγκρατώ· ἧς ἀμφότεροι εἰς ἔρωτα ἀφικόμενοι, ἀλλήλους ἀπέκτειναν. E LIBRO INCERTO.
3 [5] Athenaeus III: Νάξιοι δὲ, ὡς Ἀνδρίσκος, ἔτι δ’ Ἀγλαοσθένης ἱστοροῦσι, μειλίχιον καλεῖσθαι τὸν Διόνυσον, διὰ τὴν τοῦ συκίνου καρποῦ παράδοσιν. Διὸ καὶ πρόσωπον τοῦ θεοῦ παρὰ τοῖς Ναξίοις τὸ μὲν τοῦ Βακχέως Διονύσου καλουμένου εἶναι ἀμπέλινον, τὸ δὲ τοῦ Μειλιχίου σύκινον. Τὰ γὰρ σῦκα μείλιχα καλεῖσθαι.