eul_wid: bya-aa

Ἀποσπάσματα
Chronicles of Athens

Stesiclides Chronicles of Athens PDF

t ΧΡΟΝΙΚΑ. E LIBRO TERTIO.
1 Athenaeus VI: Κτησικλῆς δ’ ἐν τρίτῃ Χρονικῶν [τῇ πεντε]καιδεκάτῃ πρὸς ταῖς ἑκατόν φησιν Ὀλυμπιάδι Ἀθήνησιν ἐξετασμὸν γενέσθαι ὑπὸ Δημητρίου τοῦ Φαληρέως τῶν κατοικούντων τὴν Ἀττικὴν, καὶ εὑρεθῆναι Ἀθηναίους μὲν δισμυρίους πρὸς τοῖς χιλίοις, μετοίκους δὲ μυρίους, οἰκετῶν δὲ μυριάδας τεσσαράκοντα.
2 Idem X: Σὺ δὲ παροινῶν καὶ μεθύων οὐδέπω κόρον ἔχεις, οὐδ’ ἐπὶ νοῦν λαμβάνεις, ὅτι ὑπὸ μέθης ἀπέθανεν Εὐμένης ὁ Περγαμηνὸς, ὁ Φιλεταίρου τοῦ Περγάμου βασιλεύσαντος ἀδελφιδοῦς, ὡς ἱστο ρεῖ Κτησικλῆς ἐν τρίτῳ Χρόνων.