eul_wid: luy-aa
Ἀποσπάσματα περὶ τῶν Περσικῶν ΠολέμωνFragments on Persian Wars
Agatharchides of Samos Fragments on Persian Wars PDF
| t1 | ΠΕΡΣΙΚΑ. E. LIBRO SECUNDO. Plutarch. |
| 1 [15] | Par. min. c. 2: Ξέρξης μετὰ πεντακοσίων μυριάδων Ἀρτεμισίῳ προσορμίσας, πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν. Ἀθηναῖοι δὲ συγκεχυμένοι, κατάσκοπον ἔπεμψαν Ἀγησίλαον, τὸν Θεμιστοκλέους ἀδελφὸν, καίπερ Νεοκλέους, τοῦ πατρὸς αὐτοῦ, (καὶ) κατ’ ὄναρ ἑωρακότος ἀμφοτέρας ἀποβεβληκότα τὰς χεῖρας. Παραγενόμενος δὲ εἰς τοὺς βαρβάρους ἐν σχήματι Περσικῷ, Μαρδόνιον ἕνα τῶν σωματοφυλάκων ἀνεῖλεν, ὑπολαμβάνων Ξέρξην εἶναι. Συλληφθεὶς δὲ πρὸς τῶν πέριξ, δέσμιος ἤχθη πρὸς τὸν βασιλέα. Βουθυτεῖν δὲ τοῦ προειρημένου μέλλοντος ἐπὶ τῷ τοῦ ἡλίου βωμῷ, τὴν δεξιὰν ἀπέθηκε χεῖρα, καὶ ἀστενάκτως ὑπομείνας τὴν ἀνάγκην τῶν βασάνων, ἠλευθερώθη τῶν δεσμῶν εἰπών· «Πάντες μὲν τοιοῦτοι Ἀθηναῖοι· εἰ δ’ ἀπιστεῖς, καὶ τὴν ἀριστερὰν ἐπιθήσω.» Φοβηθεὶς δὲ ὁ Ξέρξης φρουρεῖσθαι αὐτὸν προσέταξε, καθάπερ ἱστορεῖ Ἀγαθαρχίδης Σάμιος ἐν δευτέρᾳ τῶν Περσικῶν. ΦΡΥΓΙΑΚΑ. |
| 2 [5] | Plutarchus De fluv. 10: Γεννᾶται δ’ ἐν αὐτῷ (τῷ Μαρσύᾳ ποταμῷ) λίθος καλούμενος Μάχαιρα· ἔστι γὰρ σιδήρου παραπλήσιος· ὃν ἐὰν εὕρῃ τις τῶν μυστηρίων ἐπιτελουμένων τῆς θεᾶς, ἐμμανὴς γίνεται· καθὼς ἱστορεῖ Ἀγαθαρχίδης ἐν τοῖς Φρυγιακοῖς. ΠΕΡΙ ΛΙΘΩΝ. |
| t3 | E LIBRO QUARTO. Id. |
| 3 [5] | ib. 9: Γεννᾶται δ’ ἐν αὐτῷ (τῷ Μαιάνδρῳ) λίθος παρόμοιος κυλίνδρῳ. Ὃν οἱ εὐσεβεῖς υἱοὶ ὅταν εὕρωσιν, ἐν τῷ τεμένει τῆς μητρὸς τῶν θεῶν τιθέασι, καὶ οὐδέποτε χάριν ἀσεβείας ἁμαρτάνουσιν, ἀλλὰ φιλοπάτορες ὑπάρχουσι, καὶ πρὸς τοὺς προσήκοντας συμπαθοῦσιν, ὡς ἱστορεῖ Ἀγαθαρχίδης ὁ Σάμιος ἐν δʹ Περὶ λίθων. Μέμνηται δὲ τούτων ἀκριβέστερον Δημάρατος ἐν δ’ Φρυγίας. |