eul_wid: rhq-al
Ἱστορίαι ῬωμαϊκαίRoman Histories, Xiphilinus' Epitome
Dio Cassius of Nicaea Roman Histories, Xiphilinus' Epitome PDF
| 1 (1t) | ΕΠΙΤΟΜΗ ΤΗΣ ΔΙΩΝΟΣ ΤΟΥ ΝΙΚΑΕΩΣ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΗΝ ΣΥΝΕΤΕΜΕΝ ΙΩΑΝΝΗΣ Ο ΞΙΦΙΛΙΝΟΣ ΠΕΡΙΕΧΟΥΣΑ ΜΟΝΑΡΧΙΑΣ ΚΑΙΣΑΡΩΝ ΕΙΚΟΣΙΠΕΝΤΕ ΑΠΟ ΠΟΜΠΗΙΟΥ ΜΑΓΝΟΥ ΜΕΧΡΙΣ ΑΛΕΞΑΝΔΡΟΥ ΤΟΥ ΜΑΜΑΙΑΣ. Κληρουμένων δὴ τῶν ὑπάτων Ὁρτήσιος τὸν πρὸς Κρῆτας ἔλαχε πόλεμον· ἀλλ’ ἐκεῖνος μὲν ὑπό τε τῆς ἐν τῷ ἄστει φιλοχωρίας καὶ ὑπὸ τῶν δικαστηρίων, ἐν οἷς πλεῖστον τῶν κατ’ αὐτὸν ἀνθρώπων μετά γε τὸν Κικέρωνα ἠδυνήθη, τῷ τε συνάρχοντι τῆς στρατιᾶς ἐθελοντὴς ἐξέστη καὶ αὐτὸς κατὰ χώραν ἔμεινεν· ὁ δὲ δὴ Μέτελλος ἐστείλατό τε εἰς Κρήτην, καὶ τὴν νῆσον ἅπασαν ἐχειρώσατο μετὰ τοῦτο, καίτοι πρὸς τοῦ Πομπηίου τοῦ Μάγνου, ἤδη τῆς θαλάσσης ξυμπάσης ἄρχοντος καὶ τῆς ἠπείρου ὅσον ἡμερῶν ἀπὸ θαλάσσης τριῶν, ἐμποδιζόμενος τε καὶ κωλυόμενος ὡς αὐτῷ προσηκουσῶν καὶ τῶν νήσων. ἀλλ’ ὅμως καὶ ἄκοντος Πομπηίου τῷ Κρητικῷ πολέμῳ τέλος ὁ Μέτελλος ἐπιθεὶς θρίαμβόν τε ἀπ’ αὐτοῦ κατήγαγε καὶ Κρητικὸς ἐπεκλήθη. Λούκουλλος δὲ Λούκιος κατὰ τοὺς καιροὺς τούτους τοὺς τῆς Ἀσίας δυνάστας Μιθριδάτην τε καὶ Τιγράνην τὸν Ἀρμένιον πολέμῳ νικήσας καὶ φυγομαχεῖν ἀναγκάσας τὰ Τιγρανόκερτα ἐπολιόρκει. |
| 2 | καὶ αὐτὸν οἱ βάρβαροι τῇ τε τοξείᾳ καὶ τῇ νάφθᾳ κατὰ τῶν μηχανῶν χεομένῃ δεινῶς ἐκάκωσαν. ἀσφαλτῶδες δὲ τὸ φάρμακον τοῦτο, καὶ διάπυρον οὕτως ὥσθ’ ὅσοις ἂν προσμίξῃ, πάντως αὐτὰ κατακαίειν, οὐδ’ ἀποσβέννυται ὑπ’ οὐθενὸς ὑγροῦ ῥᾳδίως. ἐκ τούτου δὲ ὁ Τιγράνης ἀναθαρρήσας τοσαύτῃ χειρὶ στρατοῦ ἤλασεν ὥστε καὶ τῶν Ῥωμαίων τῶν ἐκεῖσε παρόντων καταγελάσαι. λέγεται δ’ οὖν εἰπεῖν 〈ὡσ〉 εἰ μὲν πολεμήσοντες ἥκοιεν, ὀλίγοι, εἰ δὲ πρεσβεύσοντες, πολλοὶ παρεῖεν. οὐ μέντοι καὶ ἐπὶ πολὺ ἥσθη, ἀλλ’ εὐθὺς ἐξέμαθεν ὅσον ἥ τε ἀρετὴ καὶ ἡ τέχνη παντὸς ὁμίλου κρατεῖ. φυγόντος δὲ αὐτοῦ τὴν τιάραν τό τε ἀνάδημα τὸ περὶ αὐτὴν εὑρόντες οἱ στρατιῶται τῷ Λουκούλλῳ ἔδωκαν· δείσας γὰρ μὴ γνωσθεὶς ἀπ’ αὐτῶν ἁλῷ, περιεσπάσατο αὐτὰ καὶ ἀπέρριψεν. ἑλὼν δὲ τὰ Τιγρανόκερτα μετὰ τοῦτο τὰ μὲν ἄλλα διήρπασε, τὰς δὲ γυναῖκας ἀνυβρίστους ἐφύλαξεν· ὅπερ αὐτῷ καὶ τοὺς ἄνδρας τοὺς ἐκείνων τοὺς μετὰ Τιγράνου φεύγοντας προσεποίησε. τῷ δὲ Πακόρῳ τῷ Παρθυαίων βασιλεῖ, μαθὼν αὐτὸν τῷ Τιγράνῃ μέλλειν βοηθήσειν, διὰ γραμμάτων ἠπείλησε. καὶ ὃς οὔτε Ῥωμαίοις φίλος ἐγένετο καὶ τῷ Ἀρμενίῳ βοήθειαν οὐκ ἀπέστειλεν. ὁ δὲ Λούκουλλος καὶ τὴν Νίσιβιν ἐχειρώσατο, τοῦ Τιγράνου ταύτην οὖσαν· ἀλλ’ ὅμως καίτοι στρατηγικώτατος ἀνδρῶν ὁ Λούκουλλος γενόμενος, καὶ πρῶτος Ῥωμαίων τὸν Ταῦρον διαβὰς ἐπὶ πολέμῳ, καὶ δύο βασιλέων μεγίστων κρατήσας, τῆς τε Ἀσίας ἐπὶ μήκιστον προελθών, ἀπειθέσιν ὕστερον πρὸς πάντα τοῖς στρατιώταις ἐχρήσατο, καὶ τέλος ἐγκατέλιπον αὐτόν. πολλά τε γάρ σφισι προσέταττε, καὶ δυσπρόσοδος ἀκριβής τε ἐν ταῖς τῶν ἔργων ἀπαιτήσεσι καὶ ἀπαραίτητος ἐν ταῖς τιμωρίαις ὤν, οὐκ ἠπίστατο οὔτε λόγοις ἐπιεικέσι προσαγαγέσθαι οὔτε χρημάτων δόσει προσεταιρίσασθαι. |
| 3 | τεκμήριον δέ· καὶ γὰρ τοὺς αὐτοὺς τούτους στρατιώτας ὁ Πομπήιος λαβὼν οὐδ’ ὁπωσοῦν στασιάζοντας ἔσχεν· τοσοῦτον ἀνὴρ ἀνδρὸς διαφέρει. ἐν τούτῳ τῷ χρόνῳ καὶ ὁ πειρατικὸς πόλεμος ἐπολεμήθη Ῥωμαίοις οὐδενὸς ἔλαττον καταπλήξας αὐτούς. τὸ γὰρ καταποντιστῶν φῦλον ἐπιπολάσαν ἐν τῇ θαλάσσῃ, καὶ διὰ τὴν ἐν τοῖς πολέμοις τῶν Ῥωμαίων ἀσχολίαν ἀδείας ἐπειλημμένον, καὶ ὑπερφυῶς αὐξηθέν, νεῶν καὶ στόλων καὶ κακῶν μυρίων οὐ τὴν θάλασσαν μόνον, ἀλλ’ ἤδη καὶ τὴν ἤπειρον ἀποβαῖνον ἐς αὐτὴν καὶ κώμας καταφλέγον, καὶ πόλεις διαρπάζον, πεπλήρωκε· καὶ τέλος ἄπλουν ἐμπόροις τὴν θάλασσαν ἐργασάμενον ἐξαίσιον ταῖς πόλεσι καὶ μάλιστα τῇ Ῥώμῃ λιμὸν ἐμπεποίηκε· καὶ ἐς αὐτὰ γὰρ τὰ Ὄστια ἐσέπλεον, καὶ τάς τε ναῦς ἔκαιον καὶ πάνθ’ ἥρπαζον. κατὰ τούτων οὖν οἱ Ῥωμαῖοι στόλον ἐξέπεμψαν, ναύαρχον ἑλόμενοι τὸν Πομπήιον καὶ στρατηγὸν αὐτοκράτορα παρὰ γνώμην τῆς συγκλήτου τρισὶν ἔτεσιν ἄρξοντα καταστήσαντες. μαθόντες γὰρ οἱ πολλοὶ τὴν τῶν βουλευτῶν γνώμην, τοῖς ταῦτα εἰσηγησαμένοις δεινῶς ὠργισμένων, ἐπὶ τοὺς συγκαθημένους ἐφώρμησαν, καὶ εἴ γε μὴ ἐκκεχωρήκεσαν, πάντως ἂν αὐτοὺς διεφθάρκεσαν, τοῦ Πομπηίου παραιτήσει μὲν τῆς ἀρχῆς ἐπιπλάστῳ κεχρημένου, σπουδαρχίᾳ δὲ οὐδένα λανθανούσῃ προσκειμένου· ὅτε καὶ Ῥώσκιος, τὴν τοῦ δήμου σπουδὴν βλέπων, φθέγξασθαι μὲν οὐδὲν ἐτόλμησε, τὴν δὲ δὴ χεῖρα ἀνατείνων δύο ἄνδρας ἐκέλευέ σφας ἑλέσθαι, ὅπως ἔν γε τούτῳ τῆς δυναστείας τι τῆς Πομπηίου παρατέμοιτο. ταῦτ’ οὖν αὐτοῦ χειρονομοῦντος ὁ ὅμιλος μέγα καὶ ἀπειλητικὸν ἀνέκραγεν, ὥστε κόρακά τινα ὑπερπετόμενόν σφων ἐκπλαγῆναι καὶ πεσεῖν ὥσπερ ἐμβρόντητον. |
| 4 | Κάτλου δέ τινος τῶν ἀρίστων ἀνδρῶν εἰρηκότος πρὸς τὸν δῆμον, “ἐὰν ἐπὶ ταῦτα ἐκπεμφθεὶς σφαλῇ, οἷα ἔν γε ἀγῶσι πολλοῖς καὶ τούτοις θαλαττίοις φιλεῖ γίνεσθαι, τίνα ἄλλον ἀντ’ αὐτοῦ πρὸς τὰ ἀναγκαιότερα εὑρήσετε;” ὁ ὅμιλος σύμπας ὥσπερ ἀπὸ συγκειμένου τινὸς ἀνεβόησεν εἰπὼν “σέ”. καὶ οὕτω Πομπήιος τὴν ἡγεμονίαν τῆς θαλάσσης τῶν τε νήσων καὶ τῆς ἠπείρου ἐς τετρακοσίους σταδίους ἀπὸ τῆς θαλάσσης ἄνω εἰλήφει, ὑποστρατήγους τε πεντεκαίδεκα καὶ τὰς ναῦς ἁπάσας· καὶ ταῦτα καὶ ἡ γερουσία καὶ ἄκουσα ἐπεκύρωσεν. ἑλὼν δὲ τοὺς πειρατὰς τά τε ἄλλα αὐτῶν ἐπεμελεῖτο, καὶ ὅπως μηδ’ αὖθίς ποτε εἰς ἀνάγκην πονηρῶν ἔργων ὑπὸ πενίας ἀφίκωνται, καὶ χώρας σφίσιν ὅσας ἐρήμους ἑώρα, καὶ πόλεις ὅσαι ἐποίκων ἐδέοντο, ἐδίδου. καὶ ἄλλαι τε ἐκ τούτων συνῳκίσθησαν καὶ ἡ Πομπηίου πόλις ἐπικληθεῖσα· ἔστι δὲ ἐν τῇ Κιλικίᾳ, τῇ παραθαλασσίᾳ, καὶ ἐπεπόρθητο ὑπὸ τοῦ Τιγράνου, Σόλοι πρότερον ὠνομασμένη. καλὰ μὲν οὖν ταῦτα καὶ φιλάνθρωπα τοῦ Πομπηίου. μετὰ δὲ ταῦτα τὴν τοῦ Λουκούλλου διεδέξατο στρατηγίαν, τῶν μὲν δυνατῶν ἐνστάντων αὐτῷ καὶ πρὸς τοῦτο, τοῦ δὲ δήμου σπουδάσαντος, καὶ Καίσαρος αὐτῷ καὶ Κικέρωνος συναραμένων, καὶ συνειπόντων τοῦ μὲν ὅτι τὸν ὄχλον ἐξ ἀρχῆς ὑφεῖρπε καὶ ἐθεράπευε, τοῦ δ’ ὅτι ἐπημφοτέριζε τὰ πολλά, καὶ ποτὲ μὲν τῷ δήμῳ, ποτὲ δὲ τῇ γερουσίᾳ προσετίθετο· τήν τε γὰρ πολιτείαν ἄγειν ἠξίου καὶ ἐνεδείκνυτο καὶ τῷ πλήθει καὶ τοῖς δυνατοῖς ὅτι ὁποτέροις ἄν σφων πρόσθηται, πάντως αὐτοὺς ἐπαυξήσει· καὶ διὰ τοῦτο καὶ αὐτόμολος ὠνομάζετο. |
| 5 | ὁ δ’ οὖν Πομπήιος εἰς τὴν Ἀσίαν στρατεύσας τὸν Μιθριδάτην νυκτομαχίᾳ ἐνίκησε. νυκτὸς γὰρ ἀσελήνου ἐπιθέμενος αὐτῷ φυγομαχεῖν εἰωθότι, ἔν τινι χωρίῳ κοίλῳ μεταξὺ γηλόφων ὄντι τὸ στράτευμα ἐπὶ τὰ μετέωρα ἀνεβίβασε· καὶ πρῶτον μὲν οἱ σαλπιγκταὶ πάντες ἅμα τὸ πολεμικὸν ἀπὸ συνθήματος ἐβόησαν, ἔπειτα δὲ οἵ τε στρατιῶται καὶ ὁ λοιπὸς ὄχλος ἅπας ἐπηλάλαξε· καὶ οἱ μὲν τὰ δόρατα πρὸς τὰς ἀσπίδας οἱ δὲ καὶ λίθους πρὸς τὰ χαλκᾶ σκεύη προσέκρουσαν. καί σφων τὴν ἠχὴν τὰ ὄρη ἔγκοιλα ὄντα καὶ ὑπεδέξατο καὶ ἀνταπέδωκε φρικωδεστάτην, ὥστε τοὺς βαρβάρους δεινῶς ἐκπλαγῆναι. καὶ πρῶτον μὲν οἱ Ῥωμαῖοι ἠκόντιζον καὶ ἐτόξευον ἐς αὐτούς. ἐπεὶ δὲ ἐξαναλώσαντες τὴν πόρρωθεν ἀλκὴν ἐπέδραμόν σφισιν, ἐφονεύετο μὲν τὰ περιέσχατα, καὶ ἐξήρκει πρὸς θάνατον αὐτοῖς μία πληγή, ἅτε καὶ ψιλοῖς οὖσι τοῖς πλείοσι, συνεπιέζετο δὲ τὰ μέσα πάντων ὑπ’ αὐτὰ ὑπὸ τοῦ πέριξ δέους χωρούντων· οὐδ’ εἶχον οἱ βάρβαροι οὔτε ἑαυτοῖς ἐπαρκέσαι οὔτε ἐς τοὺς πολεμίους τολμῆσαι. Μιθριδάτης δὲ σὺν ὀλίγοις φυγὼν ἐς τὴν Κολχίδα ἀπετράπετο, καὶ ἐκεῖθεν πρὸς τὴν Μαιῶτιν καὶ πρὸς τὸν Βόσπορον ἀφίκετο· κἀνταῦθα τὸν Μαχάρην τὸν παῖδα τὰ Ῥωμαίων ἑλόμενον δολοφονήσας ἦρχε τῆς χώρας. Πομπήιος δὲ καθ’ ὃ νενικήκει χωρίον πόλιν κτίσας, τούς τε τραυματίας καὶ τοὺς ἀφηλικεστέρους τῶν στρατιωτῶν συνῴκισεν ἐν αὐτῇ· καὶ εἰσὶ νῦν Νικοπολῖται ὠνομασμένοι καὶ εἰς τὸν Καππαδοκικὸν νόμον συντελοῦντες. μετὰ δὲ ταῦτα διαβὰς τὸν Ἀράξην ποταμὸν τήν τε πόλιν τὰ Ἀρτάξατα παρέλαβε, δόντος αὐτῷ τοῦ Τιγράνου, καὶ τοῦτον αὐτὸν προσχωρήσαντά οἱ. ἐπεὶ καὶ ἐς τὸ στρατόπεδον ὡς ἐσιὼν ἔφιππος ἤλαυνε, τοῦ μὲν ἵππου, ῥαβδοῦχον στείλας, καταβῆναι πεποίηκεν. |
| 6 | εἰσελθόντα δὲ αὐτοποδίᾳ καὶ τό τε διάδημα ἀπορρίψαντα καὶ εἰς τὴν γῆν πεσόντα προσκυνοῦντά τε αὐτὸν ἰδὼν ἠλέησε, καὶ ἀναπηδήσας ἐξανέστησέ τε αὐτόν, καὶ ταινιώσας τῷ διαδήματι εἴς τε τὴν πλησίον ἕδραν ἐκάθισε καὶ παρεμυθήσατο, εἰπὼν ἄλλα τε καὶ ὅτι οὐ τὴν Ἀρμενίων βασιλείαν ἀπολωλεκώς, ἀλλὰ καὶ τὴν Ῥωμαίων φιλίαν προσειληφὼς εἴη. καὶ αὐτὸς ἔν τε τῇ χώρᾳ τῇ Ταναΐτιδι καὶ πρὸς τῷ ποταμῷ τῷ Κύρνῳ τριχῇ νείμας τὸν στρατὸν παρεχείμασε, καὶ τοὺς Ἀλβανοὺς ἐνταῦθα καταφρονήσαντας αὐτοῦ μάχῃ ἐνίκησε, καὶ πλείστους αὐτῶν ἐν τῷ πολέμῳ ἀπέκτεινε. τὰ ὅμοια δὲ καὶ περὶ τοὺς ὑπὲρ τὸν Καύκασον Ἴβηρας διεπράξατο. τῷ δὲ Φραάτῃ τῷ βασιλεῖ τῶν Πάρθων φιλικὰ πρότερον γράψαντι ὑπερηφανώτερον προσηνέχθη, καὶ δέος παρέσχεν, ὡς καὶ αὐτῷ πολεμήσων. ὡς δ’ ἐκεῖνος πρέσβεις τε αὖθις πρὸς αὐτὸν ἀπέστειλε, καὶ πολλὰ μὲν ἐκείνου κατηγόρησε, πολλὰ δὲ καὶ ἐς τοὺς Ῥωμαίους ὑπεσήμηνεν, ᾐσχύνθη καὶ κατεπλάγη. οὐκοῦν οὔτε τῷ Τιγράνῃ, ἐπεκούρησεν ὑπὸ τῶν Πάρθων πολεμουμένῳ, οὔτε πρὸς τὸν Φραάτην πολέμιόν τι ἔτ’ ἐπράξατο· διαιτητὰς μέντοι ἔπεμψεν ἄνδρας τρεῖς τῶν πρὸς ἀλλήλους διαφορῶν τῷ τε Φραάτῃ καὶ τῷ Τιγράνῃ, οὓς ἐκεῖνοι καὶ προσηκάμενοι πάντα τὰ πρὸς ἀλλήλους ἐγκλήματα διελύσαντο. ὑποστρέψας δὲ ἐξ Ἀρμενίας, καὶ τοῖς βασιλεῦσι καὶ τοῖς δυνάσταις τοῖς προσιοῦσιν αὐτῷ διαιτήσας καὶ χρηματίσας, καὶ τοῖς μὲν τὰς βασιλείας βεβαιώσας τοῖς δὲ τὰς δυναστείας ἐπαυξήσας, τῶν δὲ καὶ τὰς ὑπεροχὰς κωλύσας καὶ ταπεινώσας, τήν τε κοίλην Συρίαν καὶ τὴν Φοινίκην ἄρτι τε βασιλέων ἀπηλλαγμένας καὶ ὑπό τε τῶν Ἀρραβίων καὶ ὑπὸ τοῦ Τιγράνου κεκακωμένας συνεστήσατο. |
| 7 | ἐτόλμησε μὲν γὰρ ὁ Ἀντίοχος ἀπαιτῆσαι αὐτάς, οὐκ ἀπέλαβε δέ, ἀλλ’ ἔς τε ἀρχὴν μίαν συνετάχθησαν καὶ νόμους ἔλαβον ὥστε τὸν τῶν Ῥωμαίων τρόπον πολιτεύεσθαι. ἐν δὲ τούτῳ καὶ τὸ Μιθριδάτου σῶμα φονευθέντος ὑπὸ Φαρνάκου τοῦ υἱέος αὐτοῦ πεμφθὲν αὐτῷ θεασάμενος, αὐτὸ μὲν ἐν τοῖς πατρῴοις ἠρίοις ταφῆναι ἐκέλευσε. τοὺς δὲ Ἀρραβίους ἀκονιτὶ χειρωσάμενος, ἐπὶ τὴν Συρίαν τὴν Παλαιστίνην, ὡς καὶ τὴν Φοινίκην κακώσαντας, ὥρμησεν. ἦρχον δὲ αὐτῶν Ὑρκανός τε καὶ Ἀριστόβουλος ἀδελφοί, καὶ ἐτύγχανον ὑπὲρ τῆς τοῦ σφετέρου θεοῦ, ὅστις ποτὲ οὗτός ἐστιν, ἱερωσύνης διαφερόμενοι· οὕτω γὰρ τὴν βασιλείαν σφῶν ὠνόμαζον. τοὺς μὲν οὖν ἄλλους ῥᾷον προσεποιήσατο· τὸν μὲν οὖν Ὑρκανὸν οὐδενὸς λόγου ἀξιώσας, τὸν δὲ Ἀριστόβουλον δήσας, ἐπειδὴ μήτε τὰ χρήματα μήτε τὸ φρούριον παρεδίδου, καίτοι προσιὼν αὐτῷ καὶ ὑποσχόμενος ταῦτα, τὰ δὲ Ἱεροσόλυμα πολιορκῶν πράγματα ἔσχε. καὶ εἴ γε μὴ ἐν ταῖς τοῦ Κρόνου ἡμέραις ἄπρακτοι παντελῶς ἦσαν οἱ Ἰουδαῖοι, οὐκ ἂν εἷλεν αὐτά. νῦν δὲ ἐν τῷ διακένῳ τούτῳ καιρῷ παρέδωκαν τοῖς Ῥωμαίοις τὸ τεῖχος διασεῖσαι. ὁπότε γὰρ ἐκ περιτροπῆς ἐπέλθοιεν αἱ ἡμέραι, προσέβαλλον αὐτῷ ἐντονώτατα· καὶ οὕτως ἑάλωσάν τε ἐν τῇ τοῦ Κρόνου ἡμέρᾳ μηδ’ ἀμυνόμενοι, καὶ πάντα τὰ χρήματα διηρπάσθη· ἥ τε βασιλεία τῷ Ὑρκανῷ παρεδόθη, καὶ ὁ Ἀριστόβουλος ἀνηνέχθη. ἡ δὲ ἐπίκλησις αὕτη τοῖς Ἰουδαίοις οὐκ οἶδα μὲν ὅθεν ἤρξατο γενέσθαι· φέρει δὲ καὶ ἐπὶ τοὺς ἄλλους ἀνθρώπους ὅσοι τὰ νόμιμα αὐτῶν, καίπερ ἀλλοεθνεῖς ὄντες, ζηλοῦσι. καὶ ἔστι καὶ παρὰ τοῖς Ῥωμαίοις τὸ γένος τοῦτο κολουθὲν πολλάκις, αὐξηθὲν δὲ ἐπὶ πλεῖστον, ὥστε καὶ ἐς παρρησίαν τῆς νομίσεως ἐκνικῆσαι. |
| 8 | κεχωρίδαται δὲ ἀπὸ τῶν λοιπῶν ἀνθρώπων ἔς τε τὰ ἄλλα τὰ περὶ τὴν δίαιταν πάνθ’ ὡς εἰπεῖν, καὶ μάλισθ’ ὅτι τῶν μὲν ἄλλων θεῶν οὐδένα τιμῶσιν, ἕνα δέ τινα ἰσχυρῶς σέβουσιν. οὐδ’ ἄγαλμα οὐδὲν ἐν αὐτοῖς ποτε τοῖς Ἱεροσολύμοις ἔσχον, ἄρρητον δὲ δὴ καὶ ἀειδῆ αὐτὸν νομίζοντες εἶναι περισσότατα ἀνθρώπων θρησκεύουσι. καὶ αὐτῷ νεών τε μέγιστον καὶ περικαλλέστατον, πλὴν καθ’ ὅσον ἀχανής τε καὶ ἀνώροφος ἦν, ἐξεποίησαν, καὶ τὴν ἡμέραν τὴν τοῦ Κρόνου καλουμένην ἀνέθεσαν· καὶ ἄλλα τε ἐν αὐτῇ ἰδιαίτατα πολλὰ ποιοῦσι, καὶ ἔργου οὐδενὸς σπουδαίου προσάπτονται. καὶ τὰ μὲν κατ’ ἐκεῖνον, τίς τε ἔστι καὶ ὅθεν οὕτως ἐτιμήθη, ὅπως τε περὶ αὐτὸν ἐπτόηνται, πολλοῖς τε εἴρηται καὶ οὐδὲν τῇδε τῇ ἱστορίᾳ προσήκει. τὸ δὲ δὴ ἐς τοὺς ἀστέρας τοὺς ἑπτὰ τοὺς πλάνητας ὠνομασμένους τὰς ἡμέρας ἀνακεῖσθαι κατέστη μὲν ὑπ’ Αἰγυπτίων, πάρεστι δὲ καὶ ἐπὶ πάντας ἀνθρώπους, οὐ πάλαι ποτὲ ὡς λόγῳ εἰπεῖν ἀρξάμενον· οἱ γοῦν ἀρχαῖοι Ἕλληνες οὐδαμῇ αὐτό, ὅσα γε ἐμὲ εἰδέναι, ἠπίσταντο. ἀλλ’ ἐπειδὴ καὶ πάνυ νῦν τοῖς τε ἄλλοις ἅπασι καὶ αὐτοῖς τοῖς Ῥωμαίοις ἐπιχωριάζει, καὶ ἤδη καὶ τοῦτό σφισι πάτριον τρόπον τινά ἐστι βραχύ τι περὶ αὐτοῦ διαλεχθῆναι βούλομαι. πῶς τε καὶ τίνα τρόπον οὕτω πέπρακται ἤκουσα δύο λόγους, ἄλλως μὲν οὐ χαλεποὺς γνωσθῆναι, θεωρίας δέ τινος ἐχομένους. εἰ γάρ τις τὴν ἁρμονίαν τὴν διὰ τεσσάρων καλουμένην, ἥπερ που καὶ τὸ κῦρος τῆς μουσικῆς συνέχειν πεπίστευται, καὶ ἐπὶ τοὺς ἀστέρας τούτους, ὑφ’ ὧν ὁ πᾶς τοῦ οὐρανοῦ κόσμος διείληπται, κατὰ τὴν τάξιν καθ’ ἣν ἕκαστος αὐτῶν περιπορεύεται ἐπαγάγοι, καὶ ἀρξάμενος ἀπὸ τῆς ἔξω περιφορᾶς τῆς τῷ Κρόνῳ δεδομένης, ἔπειτα διαλιπὼν δύο τὰς ἐχομένας τὸν τῆς τετάρτης δεσπότην ὀνομάσειε, καὶ μετ’ αὐτὸν δύο αὖ ἑτέρας ὑπερβὰς ἐπὶ τὴν ἑβδόμην ἀφίκοιτο, κἀν τῷ αὐτῷ τούτῳ τρόπῳ αὐτάς τε ἐπιὼν καὶ τοὺς ἐφόρους σφῶν θεοὺς ἀνακυκλῶν ἐπιλέγοι ταῖς ἡμέραις, εὑρήσει πάσας αὐτὰς μουσικῶς πως τῇ τοῦ οὐρανοῦ διακοσμήσει προσηκούσας. |
| 9 | εἷς μὲν δὴ οὗτος λέγεται λόγος, ἕτερος δὲ τὰς ὥρας τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἀπὸ τῆς πρώτης ἀρξάμενος ἀριθμεῖν, καὶ ἐκείνην μὲν τῷ Κρόνῳ διδούς, τὴν δ’ ἔπειτα τῷ Διί, τὴν τρίτην Ἄρει, τετάρτην ἡλίῳ, πέμπτην Ἀφροδίτῃ, ἕκτην Ἑρμῇ, καὶ ἑβδόμην σελήνῃ, κατὰ τὴν τάξιν τῶν κύκλων καθ’ ἣν οἱ Αἰγύπτιοι αὐτὴν νομίζουσι, καὶ τοῦτο καὶ αὖθις ποιήσας, πάσας οὕτω τὰς τέσσαρας καὶ εἴκοσιν ὥρας περιελθὼν εὑρήσεις τὴν πρώτην τῆς ἐπιούσης ἡμέρας ὥραν ἐς τὸν ἥλιον ἀφικνουμένην. καὶ τοῦτο καὶ ἐπ’ ἐκείνων τῶν τεσσάρων καὶ εἴκοσιν ὡρῶν κατὰ τὸν αὐτὸν τοῖς πρόσθεν λόγον πράξας, τῇ σελήνῃ τὴν πρώτην τῆς τρίτης ἡμέρας ὥραν ἀναθήσεις, κἂν οὕτω καὶ διὰ τῶν λοιπῶν πορεύῃ, τὸν προσήκοντα ἑαυτῇ θεὸν ἑκάστη ἡμέρα λήψεται. ταῦτα μὲν οὕτω παραδέδοται. τῶν μέντοι Πομπηίῳ πεπραγμένων τὰ μὲν ἄλλα, καίπερ μεγάλα ὄντα καὶ μηδενὶ τῶν πρόσθεν Ῥωμαίων πραχθέντα, καὶ τῇ τύχῃ καὶ τοῖς συστρατευσαμένοις αὐτῷ ἀναθείη ἄν τις· τὸ δὲ μέγιστον καὶ κάλλιστον πάντων, ὅτι δυνηθεὶς ἂν ῥᾳδίως τήν τε Ἰταλίαν κατασχεῖν καὶ μοναρχῆσαι τῆς Ῥώμης δι’ ὑπερβολὴν ἰσχύος, οὐκ ἠβουλήθη, ἀλλ’ εὐθὺς ἐπειδὴ τάχιστα ἐς τὸ Βρεντήσιον ἐπεραιώθη, τὰς δυνάμεις πάσας αὐτεπάγγελτος, μήτε τοῦ δήμου μήτε τῆς βουλῆς ψηφισαμένης τι περὶ αὐτῶν, ἀφῆκεν. |
| 10 | ἐν δὲ τῇ ἐπινικίῳ πομπείᾳ τρόπαια μὲν πολλὰ καθ’ ἕκαστον τῶν ἔργων καὶ τὸ βραχύτατον ἔπεμψεν, ἓν δὲ μέγα πολυτελῶς κεκοσμημένον καὶ γραφὴν ἔχον ὅτι τῆς οἰκουμένης ἐστί. κατὰ τοῦτον τὸν χρόνον καὶ Καῖσαρ Ἰούλιος καὶ Κάτων Μάρκος ἀνθεῖν ἤρχοντο. Καῖσαρ μὲν δημοκόλαξ ὑπάρχων καὶ τῷ Πομπηίῳ σπουδάζων, οὐχ ὅτι καὶ ἐφίλει τοῦτον, ἀλλ’ ὅτι λεληθότως καθῄρει, προσκορῆ καθιστῶν τῷ πλήθει ταῖς ὑπερβολαῖς τῶν τιμῶν· Κάτων δὲ τῷ Πομπηίῳ τὰ πολλὰ ἀντιπίπτων. ἕνα μὲν γὰρ ἀνθρώπων οὐδένα ἐθαύμαζε, τὸ δὲ δὴ κοινὸν ὑπερηγάπα, καὶ πᾶν μὲν τὸ ὑπὲρ τοὺς ἄλλους πεφυκὸς ὑποψίᾳ δυναστείας ἐμίσει, πᾶν δὲ τὸ δημοτικὸν ἐλέῳ τῆς ἀσθενείας ἐφίλει, καὶ τὴν ὑπὲρ τοῦ δικαίου παρρησίαν καὶ μετὰ κινδύνων ἐποιεῖτο. πολλῶν δὲ τῶν ἱστορουμένων παραλελειμμένων, διὰ τὸ λίαν ἀπηρτίσθαι καὶ ἔκφυλα εἶναι τῶν νῦν καιρῶν, ἄλλως τε καὶ τὸ μηδὲν ἢ καινὸν εἰς ἀκοὴν ἢ χρήσιμον ἔχειν εἰς συγγραφήν, τοῦτ’ εἰρήσθω ὅτι τῆς τῶν περὶ Κατιλίναν συνωμοσίας, τῆς ἐπ’ ὀλέθρῳ τῆς πολιτείας ἐπὶ τῆς Κικέρωνος ὑπατείας, ὑπ’ αὐτοῦ τοῦ Κικέρωνος ἐλεγχθείσης, καὶ τῶν ἑαλωκότων τιμωρηθέντων, Αὖλόν τινα Φούλβιον ἄνδρα βουλευτὴν αὐτὸς ὁ πατὴρ ἀπέσφαξε. Καίσαρι δὲ τῆς Λυσιτανίας ἄρχοντι, καὶ ἀεί τι πρᾶξαι λαμπρὸν γλιχομένῳ, ἵππος τις διφυὰς ἐν ταῖς τῶν προσθίων ποδῶν ὁπλαῖς ἔχων ἐγεννήθη, καὶ ἐκεῖνον μὲν γαυρούμενος ἔφερεν, ἄλλον δὲ ἀναβάτην οὐδένα ἀνεδέχετο, ὥστε καὶ ἐκ τούτου μικρὸν οὐδὲν αὐτὸν προσδοκᾶν. ὑπατευκὼς δὲ μετὰ τὴν τῆς Λυσιτανίας ἀρχήν, καὶ νόμους δημοκοπικοὺς εἰσηγούμενος, τοὺς μὲν ἄλλους τῇ δεινότητι καὶ τῇ δυνάμει τοῦ λόγου κατέπληττε καὶ σιγᾶν ἠνάγκαζε· Κάτων δ’ αὐτῷ μόνος ἀντέλεγε. |
| 11 | καὶ ἐμέλλησε μὲν ἐπὶ τούτοις ὁ Καῖσαρ ἐς τὸ δεσμωτήριον αὐτὸν ἐξ αὐτοῦ τοῦ συνεδρίου ἐξελκύσας ἐμβαλεῖν· ἐπεὶ δὲ ἐκεῖνος ἑτοιμότατα ἑαυτὸν ἀπάγεσθαι ἐπέδωκε, καὶ τῶν ἄλλων οὐκ ὀλίγοι ἐφέσποντο, καί τις αὐτῶν Μάρκος Πετρώνιος ἐπιτιμηθεὶς ὑπ’ αὐτοῦ, ὅτι μηδέπω διαφειμένης τῆς βουλῆς ἀπαλλάττοιτο, ἔφη, ὅτι “μετὰ Κάτωνος ἐν τῷ οἰκήματι μᾶλλον ἢ μετὰ σοῦ ἐνταῦθα εἶναι βούλομαι”, κατῃδέσθη καὶ ἀφῆκε τὸν Κάτωνα. Κικέρωνος δὲ αὐτῷ πολλὰ λοιδορησαμένου, οὐδὲν μὲν ἀντεῖπε, πρᾷός τε ὢν καὶ οὐ πάνυ ἥττων θυμοῦ· διὰ δὲ τοῦ Κλωδίου καταστασιάσας αὐτὸν ἀπήλλαξε τῆς Ῥώμης, ὡς καὶ τὴν οὐσίαν αὐτοῦ δημευθῆναι καὶ τὴν οἰκίαν κατασκαφῆναι, ἀπὸ ͵ γ τε καὶ ψνʹ σταδίων τῆς Ῥώμης εἰρχθῆναι. καὶ γὰρ καὶ τοῦτο Καίσαρι ἦν προσποιεῖσθαι μὲν ὑπερορᾶν ὑπὸ μεγαλοφροσύνης τῶν λυπούντων αὐτόν, δι’ ἄλλων δέ τινων ἀεὶ τοὺς ἐχθροὺς τίννυσθαι ἀνυπόπτως. Κικέρωνα δὲ φυγόντα εἰς Μακεδονίαν Φιλίσκος τις ἐξ Ἀθηνῶν αὐτῷ γενόμενος γνώριμος φιλοσόφοις λόγοις παρεμυθήσατο. κατῆλθε μέντοι οὐκ εἰς μακρὰν εἰς τὴν πατρίδα διὰ τῆς Πομπηίου σπουδῆς. Καίσαρα δὲ πενταετῆ τῆς Γαλατίας ἀρχὴν εἰληχότα μέγαν ἦραν αἱ τῇδε πράξεις· προεῖχον μὲν γὰρ οἱ βάρβαροι τῷ τε πλήθει καὶ τοῖς μεγέθεσιν, οἱ δὲ δὴ Ῥωμαῖοι τῇ τε ἐμπειρίᾳ καὶ ταῖς ὁπλίσεσι· καί πως καὶ πρὸς τὸν θυμὸν τῶν Κελτῶν τήν τε ἄκριτον καὶ προπετῆ αὐτῶν ὁρμὴν ἀντίρροπον τὸ τοῦ Καίσαρος φρόνημα εὑρίσκετο. τοσαύτας μέντοι μάχας αὐτοὺς νενικήκει καὶ τοσοῦτον πλῆθος αὐτῶν διεφθάρκει, ὡς τοὺς Ῥωμαίους μαθόντας ταῦτα καὶ ὅτι ἔθνη τοσαῦτα ὧν οὐδὲ τὰ ὀνόματα πρότερον ἠκρίβουν ᾑρήκει πεντεκαίδεκα ἐπ’ αὐτοῖς ἡμέρας θῦσαι, ὅπερ οὔπω πρότερον ἐγεγόνει. |
| 12 | κατὰ δὲ τὸν καιρὸν τοῦτον Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεύς, ἐπαναστάντων αὐτῷ τῶν Αἰγυπτίων διὰ τὸ βιαίως μᾶλλον ἢ νομίμως ἄρχειν σφῶν, ἀπέδρασεν εἰς τὴν Ῥώμην, καὶ τοὺς δυνατοὺς ἐθεράπευε χρημάτων δόσει, ἵνα κάθοδος αὐτῷ παρὰ τῶν Ῥωμαίων γένοιτο εἰς τὴν ἰδίαν ἀρχήν. ἔπεμψαν δὲ καὶ Αἰγύπτιοι πρέσβεις ἑκατὸν εἰς τὴν Ῥώμην κατηγορήσοντας αὐτοῦ, οὓς ἐκεῖνος ἅπαντας ἠδυνήθη φαρμάκοις δολοφονῆσαι. καὶ ἐπειδὴ καὶ τῷ δήμῳ τῶν Ῥωμαίων πάνδεινον ἔδοξεν εἶναι τὸ γεγονός, καὶ Δίων ὁ τῆς πρεσβείας ἐξάρχων δῆλος ἦν κατηγορήσων αὐτοῦ, κἀκεῖνον ἐδολοφόνησε. καὶ οὐδεμίαν ἐπὶ τούτοις δίκην δέδωκε. τά τε γὰρ ἄλλα καὶ ὁ Πομπήιος τῇ οἰκίᾳ αὐτὸν ὑπεδέδεκτο καὶ συνῄρετο· τοσοῦτον τότε ἡ δωροδοκία ἴσχυεν ἐν τῇ Ῥώμῃ. καὶ ἡ Κύπρος ἡ νῆσος τῆς Πτολεμαίου ἀρχῆς οὖσα τότε πρῶτον ὑπὸ τὴν Ῥωμαϊκὴν ἐγένετο δυναστείαν. κἀν ταῖς αὐταῖς ἡμέραις ὁ Πομπήιος τὸ θέατρον, ᾧ καὶ νῦν λαμπρυνόμεθα, καθιέρωσε· καὶ λέοντες ἐν αὐτῷ πεντακόσιοι ἐν πέντε ἡμέραις ἀναλώθησαν, καὶ ἐλέφαντες ὀκτωκαίδεκα πρὸς ὁπλίτας ἐμαχέσαντο. καὶ αὐτῶν οἱ μὲν παραχρῆμα ἀπέθανον, οἱ δὲ οὐ πολλῷ ὕστερον· ἠλεήθησαν γάρ τινες ὑπὸ τοῦ δήμου παρὰ τὴν τοῦ Πομπηίου γνώμην, ἐπειδὴ τραυματισθέντες τῆς μάχης ἐπαύσαντο, καὶ περιιόντες τὰς προβοσκίδας εἰς τὸν οὐρανὸν ἀνέτειναν καὶ θρηνώδη βοὴν ἀφῆκαν. λέγεται δὲ περὶ αὐτῶν ὅτι πρὸς τῷ τῆς φωνῆς τῆς πατριώτιδος ἐπαΐειν καὶ τῶν ἐν τῷ οὐρανῷ γενομένων συνιᾶσιν, ὥστε καὶ ἐν ταῖς νουμηνίαις, πρὶν ἐς ὄψιν τοῖς ἀνθρώποις τὴν σελήνην ἐλθεῖν, πρός τε ὕδωρ ἀεινὸν ἀφικνεῖσθαι κἀνταῦθα καθορμόν τινά σφων ποιεῖσθαι. |
| 13 | ἤκουσα δὲ καὶ ἐκεῖνο ὅτι τὸ θέατρον τοῦτο οὐχ ὁ Πομπήιος ἐποίησεν, ἀλλὰ Δημήτριος ἀπελεύθερος αὐτοῦ ἐκ τῶν χρημάτων ὧν συστρατευόμενος αὐτῷ ἐπεπόριστο· τὴν μέντοι ἐπωνυμίαν τοῦ ἔργου ἑαυτῷ ἀνέθηκεν ὁ Πομπήιος, ἵνα μὴ κακῶς ἀκούῃ ὅτι ἐξελεύθερος αὐτοῦ τοσαῦτα ἠργυρολόγησεν ὥστε καὶ εἰς τηλικοῦτον ἀνάλωμα ἐξικέσθαι. Καῖσαρ δὲ τόν τε Ῥῆνον πρῶτος Ῥωμαίων διέβη καὶ ἐς Βρεττανίαν μετὰ ταῦτα, τοῦ τε Πομπηίου καὶ τοῦ Κράσσου ὑπατευόντων, ἐπεραιώθη. ἡ δὲ χώρα αὕτη ἀπέχει μὲν τῆς ἠπείρου τῆς Κελτικῆς κατὰ τοὺς λεγομένους Μωρίνους σταδίους πεντήκοντα καὶ τετρακοσίους τὸ συντομώτατον, παρήκει δὲ παρά τε τὴν λοιπὴν Γαλατίαν καὶ παρὰ τὴν Ἰβηρίαν ὀλίγου πᾶσαν, ἐς τὸ πέλαγος ἀνατείνουσα. καὶ τοῖς μὲν πάνυ παλαιοῖς καὶ Ἑλλήνων καὶ Ῥωμαίων οὐδ’ ὅτι ἔστιν ἐγιγνώσκετο, τοῖς δὲ ἔπειτα ἐς ἀμφισβήτησιν εἴτε ἤπειρος εἴτε νῆσος εἴη ἀφίκετο· καὶ πολλοῖς ἐφ’ ἑκάτερον, εἰδόσι μὲν οὐδὲν ἅτε μητ’ αὐτόπταις μήτ’ αὐτηκόοις τῶν ἐπιχωρίων γενομένοις, τεκμαιρομένοις δὲ ὡς ἕκαστοι σχολῆς ἢ φιλολογίας εἶχον, συγγέγραπται. προϊόντος δὲ δὴ τοῦ χρόνου, πρότερόν τε ἐπ’ Ἀγρικολάου ἀντιστρατήγου καὶ νῦν ἐπὶ Σεβήρου αὐτοκράτορος, νῆσος οὖσα σαφῶς ἐλήλεγκται. εἰς ταύτην ὁ Καῖσαρ περαιωθείς, οὐχ ὅσα ἤθελε πράξας, ὁμήρους τε παρ’ αὐτῶν ὀλιγωτέρους ὧν ᾔτησεν εἰληφώς, ἐπανῆκεν εἰς τὴν Γαλατίαν, νεωτερίζειν τοὺς Γαλάτας ἀκηκοώς. κἀν τούτῳ ὁ Τίβερις, εἴτ’ οὖν ὄμβρων ἄνω που ὑπὲρ τὴν πόλιν ἐξαισίων γενομένων, εἴτε καὶ σφοδροῦ πνεύματος ἐκ τῆς θαλάσσης τὴν ἐκροὴν αὐτοῦ ἀνακόψαντος, ἐν τοῖς τοῦ ἄστεος πεδίοις αἰφνίδιον ἐπελάγισε, καὶ οἰκίας πολλὰς κατέβαλε καὶ ἀνθρώπους διώλεσε. |
| 14 | Καῖσαρ δὲ καὶ δεύτερον εἰς τὴν Βρεττανίαν περαιωθεὶς ἐνίκησε τοὺς βαρβάρους πολέμῳ, καὶ φόρον αὐτοῖς τάξας καὶ ὁμήρους λαβὼν ἀπῆρεν εἰς Γαλατίαν καὶ τοὺς ἐκείνῃ πολέμους. ὥσπερ δὲ Καῖσαρ τὴν Γαλατίαν, οὕτω καὶ Κράσσος καὶ Πομπήιος, ὁ μὲν τὴν Συρίαν, ὁ δὲ τὴν Ἰβηρίαν λαχόντες, μᾶλλον δὲ βίᾳ λαβόντες, Πομπήιος μὲν τοὺς στρατηγοὺς εἰς τὴν Ἰβηρίαν ἀφεὶς ἐν τῇ Ῥώμῃ καθῆστο καὶ τὴν πόλιν ἐδημαγώγει, Κράσσος δὲ ἐπὶ Πάρθους ἐστράτευσεν ἐπιθυμίᾳ τοῦ ὅτι μάλιστα χρηματίσασθαι· καίτοι σημείων αὐτῷ κατὰ τὸ Ζεῦγμα τὸ περὶ τὸν Εὐφράτην (οὕτω γὰρ τὸ χωρίον ἐκεῖνο ἀπὸ τῆς Ἀλεξάνδρου διαβάσεως κέκληται) οὐκ αἰσίων γεγενημένων. ὁ γὰρ ἀετὸς ὠνομασμένος, ἔστι δὲ ναΐσκος μικρὸς καὶ ἐν αὐτῷ ἀετὸς χρυσοῦς ἐνίδρυται· καθίσταταί τε ἐν πᾶσι τοῖς ἐκ τοῦ καταλόγου στρατοπέδοις, καὶ αὐτὸν εἷς ἀνὴρ ἐπὶ δόρατος μακροῦ ἐς ὀξὺ τὸν στύρακα ἀπηγμένου, ὥστε καὶ ἐς τὸ δάπεδον καταπήγνυσθαι, φέρει· τούτων οὖν τῶν ἀετῶν εἷς οὐκ ἠθέλησε τὸν Εὐφράτην αὐτῷ τότε συνδιαβῆναι, ἀλλ’ ἐν τῇ γῇ ἐνέσχετο ὥσπερ ἐμπεφυκώς, πρὶν δὴ πολλοὶ περιστάντες βίᾳ αὐτὸν ἀνέσπασαν· καὶ ὁ μὲν καὶ ἄκων ἐπηκολούθησεν. ἡ δὲ γέφυρα πρὶν πάντας αὐτοὺς διελθεῖν, διελύθη. ἐφ’ ᾧ καὶ ἀθυμούντων τῶν στρατιωτῶν, παραμυθούμενος αὐτοὺς ὁ Κράσσος, “θαρσεῖτε, εἶπεν, ὦ ἄνδρες, ἐγὼ γὰρ ὑμῖν αὐτὸς ἐπομνὺς λέγω ὅτι οὐδεὶς ὑμῶν ἐντεῦθεν ἐπανήξει· διὰ γὰρ Ἀρμενίας τὴν ἐπάνοδον ποιήσασθαι ἔγνωκα”. πρὸς οὖν τὸ Οὐδεὶς ὑμῶν ἐντεῦθεν ἐπανήξει ἐς ἀθυμίαν πλείω κατέπεσον. |
| 15 | Πάρθοι δὲ πάλαι μὲν ὑπὸ τὴν Περσικὴν βασιλείαν ὄντες ἐν μέρει χώρας βραχεῖ ᾤκουν καὶ δυναστείαν ὑπερόριον οὐκ ἐκέκτηντο· ἐπεὶ δὲ ἥ τε τῶν Περσῶν ἀρχὴ κατελύθη καὶ τὰ τῶν Μακεδόνων ἤκμασεν, οἵ τε τοῦ Ἀλεξάνδρου διάδοχοι στασιάσαντες πρὸς ἀλλήλους ἀπανθεῖν ἤρξαντο καὶ μαραίνεσθαι, ἔς τε τὸ μέσον τότε πρῶτον ὑπ’ Ἀρσάκου τινὸς ἀφίκοντο, ἀφ’ οὗπερ οἱ ἔπειτα βασιλεύσαντες αὐτῶν Ἀρσακίδαι ἐπωνομάσθησαν, καὶ εὐτυχήσαντες τὴν Ἀσίαν σατραπείαις κατέσχον. εἰσὶ μὲν γὰρ ἱπποτοξόται πάντες, καὶ ὁ οὐρανὸς ἥ τε χώρα αὐτοῖς συναίρεται πρὸς ἀμφότερα. ὁ μὲν γὰρ ξηρότατος ὢν ἐντονωτάτας αὐτοῖς τὰς τοξείας παρέχεται· ἡ δὲ πεδιάς ἐστι καὶ ἱππήλατος σύμπασα. τοῖς γοῦν Ῥωμαίοις ἀντίπαλοί εἰσι. πρὸς οὖν τούτους καὶ Ὀρώδην τὸν βασιλέα σφῶν .................... ὁ Κράσσος ἐστράτευσε· καὶ αὐτὸς καὶ ὁ υἱὸς αὐτοῦ Κράσσος καὶ τὸ Ῥωμαϊκὸν σχεδὸν σύμπαν στράτευμα διεφθάρη· καὶ αὐτοῦ χρυσὸν ἐς τὸ στόμα οἱ Πάρθοι ἐνέτηξαν ἐπισκώπτοντες· οὕτω γὰρ δὴ πολυχρήματός τε καὶ φιλοχρήματος ἦν, ὡς καὶ οἰκτείρειν ὡς πένητας τοὺς μὴ δυναμένους στρατόπεδον ἐκ καταλόγου οἴκοθεν τρέφειν. Πάρθοι δὲ μέχρι τῆς Ἀντιοχείας αὐτῆς ἐλάσαντες, καὶ τὰ ἐν ποσὶ πάντα χειρούμενοι, ὑπὸ Κασσίου Λογγίνου ἀνεκόπησάν τε καὶ ὀπίσω ἐχώρησαν. καὶ τὰ μὲν Κράσσου πρὸς Πάρθους οὕτως ἠτυχήθη, καὶ ἡ τῆς συμφορᾶς μνήμη διὰ τὸ μέγεθος ἐξήρκεσε τῷ αἰῶνι. μετὰ δὲ ταῦτα πόλεμοι κατέλαβον ἐμφύλιοι μέγιστοι τοὺς Ῥωμαίους, Πομπηίου καὶ Καίσαρος συμπεσόντων ἀλλήλοις. καὶ προφάσεις μὲν λέγονται πολλαὶ τοῦ πολέμου· ἡ δὲ ἀληθεστάτη αἰτία ἡ φιλοπρωτία ἦν καὶ ἡ φιλαρχία. |
| 16 | Πομπήιος μὲν γάρ, καίτοι τὸ πρῶτον αὐτὸς αὐξήσας τὸν Καίσαρα, φθονεῖν ἤρξατο εὐτυχοῦντί τε καὶ λαμπρυνομένῳ, καὶ λάθρᾳ τὸ πρῶτον κολούειν αὐτοῦ τὴν ὑπεροχὴν σπεύδων, εἶτα καὶ φανερῶς ἐπολέμησε. Καῖσαρ δὲ μὴ φέρων ἐλαττωθῆναι, καὶ μέγιστος πάντων γενέσθαι σπουδάζων, τὴν Γαλατίαν ἀφεὶς ἤλαυνεν εἰς τὴν Ῥώμην ὡς ἀπαράσκευον ἔτι ληψόμενος τὸν Πομπήιον. αὐτὸς μὲν γὰρ παρασκευῆς ἕνεκα τῆς εἰς πόλεμον καὶ γυμνασίας τῶν στρατοπέδων τοσοῦτον χρόνον ἐν τοῖς Γαλατικοῖς πολέμοις ἐξησκημένων καὶ τοσαύταις νίκαις γεγαυρωμένων, ὑπό τε τῶν αὐτοῦ δωρεῶν καὶ ὑποσχέσεων εὖ μάλα συγκεκροτημένων, ἑτοιμότατος ἦν· ὅθεν ὁ Πομπήιος ἐξέλιπε τὴν Ῥώμην, καὶ μετὰ τοῦτο τὴν Ἰταλίαν, τὴν σύγκλητον ἔχων ὀλίγου δεῖν σύμπασαν καὶ τὰ χρήματα. τὸν γὰρ ὑπομείναντα ἐν τῇ Ῥώμῃ, ἐν ἴσῳ, εἰ καὶ μετὰ τοῦ Καίσαρος ἦν, πολέμιον ἐψηφίσατο· καὶ εἰς τὸ Δυρράχιον ἀποπλεύσας συμμάχους τε προσεκαλεῖτο καὶ τὸ στράτευμα ἤσκει. πολλὰ μὲν οὖν καὶ παρὰ πολλῶν ἀρίστων τε καὶ δυνατῶν ἀνδρῶν ἐν τοῖς καιροῖς ἐκείνοις καὶ ἐπράχθη καὶ ἐρρέθη· διὰ δὲ τὸ τὴν ἐξουσίαν καὶ τὸ κῦρος σχεδὸν ἁπάντων εἰς Καίσαρα ἀνήκειν καὶ Πομπήιον, τούτων ἡ ἐπιτομὴ μνημονεύει καὶ μόνων. Καῖσαρ δὲ ὑπὸ Λεπίδου τοῦ ἐν τῇ τριαρχίᾳ ὕστερον γενομένου δικτάτωρ ἀναγορευθεὶς καὶ δεξάμενος τὴν ἀρχήν, ταύτην μὲν ἑκὼν αὖθις ἀπέθετο, εἰ καὶ τὰ ἔργα αὐτῆς πάντα ἐποίει, ὥσπερ δὴ καὶ Πομπήιος, πράττοντες κατ’ ἐξουσίαν ὁπόσα καὶ βούλοιντο, ἅτε καὶ τὰ στρατεύματα διὰ χειρὸς ἔχοντες. χρημάτων δὲ σπανίζων, τὰ ἀναθήματα τά τε ἄλλα καὶ τὰ ἐν τῷ Καπιτωλίῳ πάντα ἀφείλετο. ἐπεὶ δὲ αὐτοῦ τῇ Τύχῃ θύοντος, ὁ ταῦρος πρὶν καὶ τρωθῆναι, ἔξω τῆς πόλεως ἐξεχώρησε, καὶ πρὸς λίμνην ἐλθὼν διενήξατο αὐτήν. |
| 17 | καὶ οἱ μάντεις μένοντι μὲν αὐτῷ οἴκοι ὄλεθρον, περαιωθέντι δὲ τὴν θάλασσαν καὶ σωτηρίαν καὶ νίκην ἔσεσθαι ἔφασαν. οὕτω δὴ ἐξεστράτευσε κατὰ τοῦ Πομπηίου. ἀφορμηθέντος δὲ αὐτοῦ οἱ παῖδες οἱ ἐν τῇ πόλει ὄντες διχῇ τε ἐνεμήθησαν αὐτοκέλευστοι, καὶ οἱ μὲν Πομπηιανοὺς σφᾶς, οἱ δὲ Καισαρίους ὀνομάσαντες ἐμαχέσαντο τρόπον τινὰ ἄνευ ὅπλων ἀλλήλοις, καὶ ἐπεκράτησαν ὅσοι τῇ τοῦ Καίσαρος προσωνυμία ἐχρῶντο. Καῖσαρ δὲ λαθὼν τὸν Βίβουλον, ᾧ ἡ θάλασσα φρουρεῖσθαι προσετέτακτο, ἐπεραιώθη, καὶ τὴν Ἀπολλωνίαν ἄλλα τε τῶν ἐκεῖ χωρίων ἐκλειφθέντα ὑπὸ τῶν Πομπηίου φρουρῶν παρεστήσατο. ἡ δὲ Ἀπολλωνία αὕτη ἐν καλῷ μὲν τῆς γῆς, ἐν καλῷ δὲ τῆς θαλάττης, ποταμῶν τε ἄριστα κεῖται. ὅ τε μάλιστα διὰ πάντων ἐθαύμασα, πῦρ πολὺ πρὸς τῷ Ἄνᾳ ποταμῷ ἀναδίδοται, καὶ οὔτε ἐπὶ πλεῖον τῆς πέριξ γῆς ἐπεξέρχεται, οὔτ’ αὐτὴν ἐκείνην ἐν ᾗ διαιτᾶται ἔκπυρον ἢ καὶ κραυροτέραν πῃ ποιεῖ, ἀλλὰ καὶ πόας καὶ δένδρα καὶ πάνυ πλησίον θάλλοντα ἔχει· πρός τε τὰς ἐπιχύσεις τῶν ὄμβρων ἐπαύξει καὶ ἐς ὕψος ἐξαίρεται. Καῖσαρ δὲ βραδύνοντος τοῦ Ἀντωνίου, ᾧ τοὺς ὑπομείναντας ἐν τῷ Βρεντησίῳ κομίσαι ἐπετέτακτο, βουληθεὶς αὐτὸς καὶ μόνος γε ἐς τὴν Ἰταλίαν πλεῦσαι, ἐπέβη μὲν ἀκατίου τινὸς ὥς τις ἄλλος, λέγων ὑπὸ τοῦ Καίσαρος πεπέμφθαι, καὶ τὸν κυβερνήτην αὐτοῦ καίπερ πνεύματος ὄντος ἐξεβιάσατο ἀναχθῆναι· ὡς μέντοι γε ἀπὸ τῆς γῆς ἐγένοντο καὶ ὅ τε ἄνεμος ἰσχυρῶς κατέσπερχε καὶ ὁ κλύδων δεινῶς σφας ἐξετάραττεν, ὥστε τὸν κυβερνήτην καὶ ἄκοντος αὐτοῦ ἐπανιέναι ἐπιχειρῆσαι, ἐξέφηνεν ἑαυτὸν καθάπερ ἐκ τούτου καὶ τὸν χειμῶνα παύσων, καὶ ἔφη “θάρσει· Καίσαρα γὰρ ἄγεις”. |
| 18 | τοιοῦτον μὲν δὴ φρόνημα καὶ τοιαύτην ἐλπίδα ἤτοι τὴν ἄλλως ἢ ἐκ μαντείας τινὸς εἶχεν ὥστε καὶ παρὰ τὰ φαινόμενα πίστιν τῆς σωτηρίας ἐχέγγυον ποιεῖσθαι· οὐ μέντοι καὶ ἐπεραιώθη. Πομπήιος δὲ ῥᾳδίως αὐτὸν ἐλπίσας, πρὶν καὶ τοὺς ἄλλους τοὺς μετὰ Ἀντωνίου ὄντας προσλαβεῖν, κατεργάσασθαι, σπουδῇ πρὸς τὴν Ἀπολλωνίαν μετὰ τῆς δυνάμεως ἤλασε. καὶ τὸν Ἄψον ποταμόν, περὶ ὃν ὁ Καῖσαρ ἐστρατοπέδευε, διαβῆναι ἐπεχείρησεν· ὡς δὲ ἡ γέφυρα βάρος λαβοῦσα διελύθη καί τινες τῶν προδιαβεβηκότων μονωθέντες ἀπώλοντο, ἐπέσχεν ἀθυμήσας ὅτι πρῶτον τῶν τοῦ πολέμου ἔργων ἁπτόμενος ἐπταίκει. κἀν τούτῳ καὶ τοῦ Ἀντωνίου ἐπελθόντος, φοβηθεὶς ἀπεχώρησε πρὸς τὸ Δυρράχιον. ἕως μὲν γὰρ ὁ Βίβουλος ἔζη, οὐδ’ ἀπᾶραι ἐκεῖνος ἐκ τοῦ Βρεντησίου ἐτόλμησεν· ἐπεὶ δὲ αὐτός τε ἐκκαμὼν ὑπὸ τῆς ταλαιπωρίας ἐτελεύτησε καὶ τὴν ναυαρχίαν ὁ Λίβων διεδέξατο, κατεφρόνησεν αὐτοῦ καὶ ἀνήχθη. τὸ δὲ Δυρράχιόν ἐστιν ἡ Ἐπίδαμνος ἡ τῶν Κερκυραίων· τινὲς δὲ οὕτως ἀντονομασθῆναι τὴν Ἐπίδαμνον ὑπὸ τῶν Ῥωμαίων πρὸς τὴν τῆς ῥαχίας δυσχέρειαν ἔφασαν, ὅτι ἡ τῆς Ἐπιδάμνου πρόρρησις ζημιώδη δήλωσιν ἐν τῇ τῶν Λατίνων γλώσσῃ ἔχουσα δυσοιώνιστός σφισιν ἐς τὸ περαιοῦσθαι ἐς αὐτὴν ἔδοξεν εἶναι. πρὸς οὖν τοῦτο τὸ Δυρράχιον ὁ Πομπήιος καταφυγὼν στρατόπεδόν τε ἔξω τῆς πόλεως ἐποιήσατο, καὶ τάφρους βαθείας σταυρώματά τε ἰσχυρὰ περιεβάλετο. πολλαὶ μὲν μάχαι αὐτῶν, βραδεῖαι δ’ ὅμως ἐγένοντο. αὐτοῦ δὲ δὴ τοῦ Δυρραχίου ὁ Καῖσαρ μεταξὺ τῶν τε ἑλῶν καὶ τῆς θαλάσσης νυκτός, ὡς καὶ προδοθησομένου, πειράσας εἴσω μὲν τῶν στενῶν παρῆλθε, προσπεσόντων δέ οἱ ἐνταῦθα πολλῶν μὲν κατὰ πρόσωπον, πολλῶν δὲ καὶ κατόπιν, οἳ πλοίοις παρακομισθέντες ἐξαίφνης αὐτῷ ἐπέθεντο, συχνοὺς ἀπέβαλε, καὶ ὀλίγου καὶ αὐτὸς ἐφθάρη· διὸ καὶ ἄρας ἐξαίφνης νυκτὸς ἐς Θεσσαλίαν ὥρμησε. |
| 19 | Πομπήιος δέ, ὡς καὶ διαπεπολεμηκώς, τὸ μὲν τοῦ αὐτοκράτορος ὄνομα ἔλαβεν, οὐ μέντοι καὶ ἐμεγαληγόρει τι· ἐπὶ δὲ δὴ τὸν Καίσαρα μετὰ τοῦθ’ ὁρμήσας ἐς τὴν Θεσσαλίαν ἀφίκετο, κἀνταῦθα συνέβαλον τὰ στρατεύματα, Πομπήιος μὲν οὐδενὸς ἀνθρώπων δεύτερος, Καῖσαρ δὲ καὶ πρῶτος πάντων εἶναι ἐπιθυμῶν, ἀμφότεροι δὲ ἀξιοστρατηγότατοι καὶ ἀξιονικότατοι ὄντες καὶ πάντων ἄριστοι τὰ πολέμια, Πομπήιος μὲν τῇ τε Ἀφρικῇ καὶ τῷ Σερτωρίῳ τῷ τε Μιθριδάτῃ καὶ τῷ Τιγράνῃ καὶ τοῖς κατὰ θάλασσαν στρατηγήμασι σεμνυνόμενος, Καῖσαρ δὲ τῇ τε Γαλατίᾳ καὶ τῇ Ἰβηρίᾳ τῷ τε Ῥήνῳ καὶ τῇ Βρεττανίᾳ γαυρούμενος. συνερρωγότων δὲ τῶν ταγμάτων διὰ τὴν ἐκείνων φιλαρχίαν καὶ τῶν ὁμοφύλων ἀλλήλοις συμπεπτωκότων, ἐλεεινὸν ἦν τὸ γινόμενον· ἐγνώριζόν τε γὰρ ἅμα τοὺς ἀντιπάλους καὶ ἐτίτρωσκον, ἀνεκάλουν καὶ ἐφόνευον, τῶν πατρίδων ἐμέμνηντο καὶ ἐσκύλευον, καὶ πολλοὶ πολλὰ καὶ οἴκαδε δι’ αὐτῶν τῶν σφαγέων ἐνετέλλοντο. προεῖχον δὲ οἱ Πομπηίειοι τῇ τε ἱππείᾳ καὶ τῇ τοξείᾳ, καὶ διὰ τοῦτο πόρρωθέν τε ἐγκυκλούμενοί τινας προσβολαῖς αἰφνιδίοις ἐχρῶντο, καὶ συνταράξαντες αὐτοὺς ἐξανεχώρουν, εἶτ’ αὖθις καὶ μάλ’ αὖθις ἐπετίθεντό σφισι, τοτὲ μὲν ἐνταῦθα, τοτὲ δὲ ἐκεῖσε μεθιστάμενοι. οἱ οὖν Καισάρειοι ταῦτά τε ἐφυλάσσοντο, καὶ τὰς τάξεις σφῶν ἐξελίσσοντες ἀντιπρόσωποί τε ἀεὶ τοῖς προσβάλλουσιν ἐγίνοντο καὶ ὁμόσε αὐτοῖς χωροῦντες τῶν τε ἀνδρῶν καὶ τῶν ἵππων ἀντελαμβάνοντο, προθύμως ἀγωνιζόμενοι· καὶ γὰρ πεζοὶ τοῖς ἱππεῦσιν αὐτῶν κοῦφοι ἐπ’ αὐτὸ τοῦτο συνετετάχατο, καὶ ταῦτα οὐ καθ’ ἕνα, ὥσπερ εἶπον, ἀλλὰ πολλαχῇ ἅμα σποράδην ἐγίνετο, ὥστε τῶν μὲν πόρρωθεν μαχομένων, τῶν δὲ συσταδὸν ἀγωνιζομένων, καὶ τῶν μὲν παιόντων τινάς, τῶν δὲ πατασσομένων, φευγόντων ἑτέρων, διωκόντων ἄλλων, πολλὰς μὲν πεζομαχίας, πολλὰς δὲ ἱππομαχίας ὁρᾶσθαι. |
| 20 | κἀν τούτῳ καὶ παρὰ δόξαν συχνὰ συνέβαινε. καὶ γὰρ τρέψας τίς τινα ἐτρέπετο, καὶ ἄλλος ἐκκλίνας τινὰ ἀντεπετίθετο αὐτῷ· πλήξας τις ἕτερον αὐτὸς ἐτιτρώσκετο, καὶ πεπτωκὼς ἄλλος τὸν ἑστηκότα ἀπεκτίνυε. καὶ πολλοὶ μὲν καὶ ἄτρωτοι ἔθνησκον, πολλοὶ δὲ καὶ ἡμιθνῆτες ἐφόνευον. καὶ οἱ μὲν ἔχαιρον καὶ ἐπαιώνιζον, οἱ δὲ ἐλυποῦντο καὶ ὠλοφύροντο, ὥστε βοῆς καὶ στεναγμῶν πάντα πληρωθῆναι. τέλος δέ, ἰσορρόπως αὐτῶν ἐπὶ μακρότατον ἀγωνισαμένων, ὁ Πομπήιος ἅτε καὶ Ἀσιανὸν καὶ ἀγύμναστον τὸ πλεῖον τοῦ στρατοῦ ἔχων ἡττήθη, ὥσπερ που καὶ τὸ δαιμόνιον αὐτῷ προεσήμανε. κεραυνοί τε γὰρ ἐς τὸ στρατόπεδον αὐτοῦ ἐσέπεσον, καὶ τὰ στρατιωτικὰ σημεῖα μέλισσαι περιέσχον. ὁ μέντοι Καῖσαρ τοῖς ἑαλωκόσι τῶν ἱππέων καὶ βουλευτῶν φιλανθρώπως ἐχρήσατο, καὶ τὰ γράμματα τὰ ἐν τοῖς Πομπηίου κιβωτίοις εὑρεθέντα, ὅσα τινῶν τήν τε πρὸς ἐκεῖνον εὔνοιαν καὶ τὴν πρὸς αὐτὸν δύσνοιαν ἤλεγχεν, οὔτ’ ἀνέγνω οὔτ’ ἐξεγράψατο, ἀλλ’ εὐθὺς κατέφλεξεν, ὅπως μηδὲν ἀπ’ αὐτῶν δεινὸν ἀναγκασθῇ δρᾶσαι· ἀμέλει καὶ ἀπὸ τούτου τοὺς πολλοὺς ἀνηρτήσατο. Πομπήιος δὲ πολλῷ τοῦ Καίσαρος περισχεῖν ἐλπίζων, οὐδὲν τῶν συμφερόντων προείδετο· οὐκοῦν οὐδὲ τὸ στρατόπεδον ἐν ἐπιτηδείῳ ἐποιήσατο, οὐδ’ ἀναφυγὴν οὐδεμίαν ἡττηθέντι οἱ παρεσκεύασε· τρῖψαί τε δυνηθεὶς ἂν τὰ πράγματα, κἀκ τούτου ἀμαχεὶ κρατῆσαι, ὅμως εἴτε ἐθελοντὴς ὡς καὶ πάντως νικήσων, εἴτε καὶ ὑπὸ τῶν συνόντων ἐκβιασθείς, συνέβαλε. |
| 21 | καὶ διὰ ταῦτ’, ἐπειδὴ τάχιστα ἐνικήθη, δεινῶς ἐξεπλάγη καὶ οὔτε τι βούλευμα καίριον οὔτ’ ἐλπίδα βεβαίαν ἐς τὸ ἀνακινδυνεῦσαι ἔσχεν. οὐ γὰρ θέλουσιν οἱ λογισμοὶ τοῖς φόβοις συνεῖναι. ἀλλὰ ἂν μὲν προκατάσχωσί τινα, καὶ μάλα γενναίως αὐτοὺς ἀπωθοῦνται, ἂν δ’ ὑστερήσωσιν, ἡττῶνται. διὰ τοῦτο τό τε ἔρυμα εὐθὺς ἐξέλιπε, καὶ εἰς Αἴγυπτον ἀπῆρε, κἀκεῖ ἐπιβουλευθεὶς ἀνῃρέθη. Αἰγύπτιοι δὲ μετὰ τὴν ἀνοσίαν ταύτην πράξιν τὸ μὲν πρῶτον τῇ Κλεοπάτρᾳ δουλεύειν, ὅπερ ἥκιστα ἠβούλοντο, παρεδόθησαν, ἔπειτα δὲ ἐς τὸ τῶν Ῥωμαίων ὑπήκοον ἐσεγράφησαν. καλὸν γὰρ τῶν ἐναγῶν ἔργων τὰ ἐπίχειρα καὶ τῷ τῆς ἱστορίας λόγῳ θᾶττον καὶ παρ’ αὐτὰ τὰ ἔργα ἐπάγειν. ΚΑΙΣΑΡ ΙΟΥΛΙΟΣ. |
| 22 (1t) | Πομπήιος μὲν δὴ κράτιστος Ῥωμαίων νομισθείς, ὥστε καὶ Ἀγαμέμνων ἐπικαλεῖσθαι, ἅτε καὶ χιλίων ἄρξας νεῶν, ἐν αὐτῇ τῇ ὀγδόῃ ἡμέρᾳ ἐν ᾗ ποτε τά τε τοῦ Μιθριδάτου καὶ τὰ τῶν καταποντιστῶν ἐπινίκια ἤγαγεν ἐσφάγη· καὶ τὸ θαυμαστόν, ὅτι ἐς πάντας τοὺς πολίτας τοὺς Κασσίους ἐκ χρησμοῦ τινος ὑποπτεύων, πρὸς μὲν ἀνδρὸς Κασσίου οὐδενὸς ἐπεβουλεύθη, παρὰ δὲ δὴ τῷ ὄρει τῷ τὴν ἐπίκλησιν ταύτην ἔχοντι καὶ ἀπέθανε καὶ ἐτάφη. Καίσαρι δὲ οὕτω ἐν τύχῃ πάντα προυχώρει, ὥστε καὶ τὸν Ἑλλήσποντον ἐν πορθμείῳ τινὶ περαιούμενος ἐνέτυχε μὲν τῷ Πομπηίου ναυτικῷ, οὐ μόνον δὲ οὐδὲν δεινὸν ἔπαθεν, ἀλλὰ καὶ προσκαταπλήξας σφᾶς προσεποιήσατο. ἀπιὼν δὲ εἰς Αἴγυπτον, καὶ τὴν Πομπηίου κεφαλὴν προσενεχθεῖσαν αὐτῷ θεασάμενος, κατεδάκρυσε καὶ κατωλοφύρατο. ἐπὶ μέντοι τῇ προσποιήσει ταύτῃ γέλωτα ὠφλίσκανε· τῆς γὰρ δυναστείας δεινῶς ἀπ’ ἀρχῆς ἐφιέμενος, καὶ ἐκεῖνον ὡς ἀνταγωνιστὴν καὶ ὡς ἀντίπαλον ἀεί ποτε μισήσας, καὶ ἐς τὴν Αἴγυπτον οὐ δι’ ἄλλο τι ἐπειχθεὶς ἢ ἵνα αὐτόν, εἰ περιείη, κατεργάσαιτο, ποθεῖν τε αὐτὸν ἐπλάττετο, καὶ ἀγανακτεῖν τῷ ὀλέθρῳ αὐτοῦ ἐσκήπτετο. διὰ δὲ τοῦ Καλουίνου τοῦ ὑποστρατήγου τὰς Ἀθήνας ἑλών, ἐθελουσίως αὐτῷ μετὰ τὸν θάνατον τοῦ Πομπηίου προσχωρησάσας ἀθῴους ἀφῆκε, τοσοῦτον μόνον εἰπών, ὅτι πολλὰ ἁμαρτάνοντες ὑπὸ τῶν νεκρῶν σώζοιντο. |
| 23 | τὸν δὲ δακτύλιον τοῦ Πομπηίου ἐς τὴν Ῥώμην ἀφελόμενος ἔπεμψεν, ἵνα πιστεύσειαν αὐτοῦ τὴν ἀναίρεσιν· ἐνεγέγλυπτο δὲ ἐν αὐτῷ τρόπαια τρία ὥσπερ καὶ ἐν τῷ τοῦ Σύλλου. αὐτὸς δὲ ἐνεχρόνισε τῇ Αἰγύπτῳ διὰ τοὺς Κλεοπάτρας ἔρωτας, ἦν γὰρ ἐρωτικώτατος, καὶ πλείσταις καὶ ἄλλαις ὅσαις που περιτύχοι, συνεγίνετο. Κλεοπάτρα δὲ καὶ περικαλλεστάτη γυναικῶν ἐγένετο, καὶ τότε τῇ τῆς ὥρας ἀκμῇ πολὺ διέπρεπε, τό τε φθέγμα ἀστειότατον εἶχε, καὶ προσομιλῆσαι παντί τῳ διὰ χαρίτων ἠπίστατο. διαφερομένη δὲ πρὸς τὸν ἀδελφὸν τηνικαῦτα, τὸ μὲν πρῶτον διὰ τῶν φίλων παρὰ τῷ Καίσαρι ἐδικάζετο, ἔπειτα προδίδοσθαι ὑπὸ τῶν φίλων εἰποῦσα αὐτὴ δι’ ἑαυτῆς ἠξίωσεν ἀγωνίσασθαι. ὁ δὲ δὴ Καῖσαρ ἰδών τε αὐτὴν καί τι φθεγξαμένης ἀκούσας οὕτως εὐθὺς ἐδουλώθη ὥστε αὐτίκα τὸν Πτολεμαῖον μεταπέμψασθαι, καὶ συνδικεῖν ταύτῃ μᾶλλον ἢ δικάζειν ἀμφοῖν. ὁ οὖν παῖς, διά τε τοῦτο καὶ ὅτι τὴν ἀδελφὴν αἰφνιδίως εἶδεν ἔνδον οὖσαν, ὀργῆς τε ἐπληρώθη, καὶ ἐκπηδήσας ἐς τὸ πλῆθος ἐβόα λέγων προδίδοσθαι. τότε μὲν οὖν ὁ Καῖσαρ μόλις ἠδυνήθη τόν τε Αἰγυπτίων θόρυβον καταστεῖλαι καὶ αὐτοὺς διαλλάξαι· ὕστερον δὲ μεγάλως ἐκινδύνευσε, τοὺς στρατιώτας οὐκ ἔχων ἅτε μηδὲν αὐτῶν δεόμενος, ἄλλους δὲ ἄλλῃ τῆς Συρίας διαφεικώς, τοῦ στρατηγοῦ τῶν Αἰγυπτίων Ἀχυλλᾶ ἐπαναστάντος αὐτῷ, καί ποτε αὐτοῦ εἰς τὴν Φάρον ἀποβάντος καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ φονεύσαντος. ἰδόντες τοῦτο οἱ ἐν τῇ ἠπείρῳ Αἰγύπτιοι, κατά τε τὰς γεφύρας ἐπεβοήθησαν αὐτοῖς καὶ συχνοὺς τῶν Ῥωμαίων ἀποκτείναντες τοὺς λοιποὺς ἐς τὰς ναῦς ἐσήραξαν· ἄλλοι τε οὖν πολλοὶ ἐς τὴν θάλασσαν ἐξέπεσον καὶ ὁ Καῖσαρ κἂν διεφθάρη κακῶς, ὑπό τε τῶν ἱματίων βαρυνόμενος καὶ ὑπὸ τῶν Αἰγυπτίων βαλλόμενος, ἁλουργῶν γὰρ αὐτῶν ὄντων κατεστοχάζοντο, εἰ μὴ καὶ ἐκεῖνα ἀπερρίφει καὶ μετὰ τοῦτο διανεύσας πῃ ἐς ἀκάτιον ἐσεβεβήκει. |
| 24 | καὶ ὁ μὲν οὕτως ἐσώθη, μηδὲν τῶν γραμμάτων βρέξας ἃ πολλὰ ἐν τῇ ἀριστερᾷ χειρὶ ἔχων ἐνήξατο· τὴν δὲ δὴ ἐσθῆτα αὐτοῦ οἱ Αἰγύπτιοι λαβόντες πρὸς τὸ τρόπαιον, ὃ ἔστησαν, ἀνεκρέμασαν. τῶν δὲ στρατιωτῶν μετὰ ταῦτα παραγενομένων τῷ Καίσαρι, τήν τε Αἴγυπτον ἐχειρώσατο καὶ τῇ Κλεοπάτρᾳ, ἧσπερ ἕνεκα ἐπολέμησεν, ἐχαρίσατο. ἀπὸ δὲ τῆς Αἰγύπτου ἐπὶ τὸν Φαρνάκην τὸν Μιθριδάτου παῖδα χωρήσας, τὸν Πόντον περιποιούμενον ἑαυτῷ, αὐθημερὸν προσβαλὼν ἐνίκησε, κἀντεῦθεν ἐπὶ τὴν Ἰταλίαν ἤλασε. γέγονε δὲ ὁ ἀνὴρ οὗτος χρηματοποιὸς μάλιστα, δύο εἶναι λέγων τὰ τὰς δυναστείας παρασκευάζοντα καὶ φυλάσσοντα καὶ ἐπαύξοντα, στρατιώτας καὶ χρήματα· καὶ ταῦτα δι’ ἀλλήλων συνεστηκέναι· τῇ τε γὰρ τροφῇ τὰ στρατεύματα συνέχεσθαι καὶ ἐκείνην ἐκ τῶν ὅπλων συλλέγεσθαι· καὶ ταῦτα μὲν οὕτω καὶ ἔλεγε καὶ ἐφρόνει. καθημένου δὲ αὐτοῦ ἐν τῇ Ῥώμῃ, ἄραντες ἐκ Καμπανίας οἱ στρατιῶται, ἐκεῖ γὰρ ὡς καὶ ἐς τὴν Ἀφρικὴν προπλευσούμενοι ἦσαν, ἐπῄεσαν τῇ Ῥώμῃ μηδὲν φειδόμενοι. ὁ οὖν Καῖσαρ ὡς τάχιστα τῆς προσόδου αὐτῶν ᾔσθετο, ἠθέλησε μὲν τὸ δορυφορικὸν ἐπ’ αὐτοῖς ἀντιπέμψαι, φοβηθεὶς δὲ μὴ καὶ ἐκεῖνοι συστασιάσωσιν αὐτοῖς ἡσύχασεν· ἐς δὲ τὸ προάστειον ἐλθοῦσιν αὐτοῖς προσέπεμψε, καὶ ἐπύθετο τί βουλόμενοι καὶ τίνος χρῄζοντες ἥκοιεν. ἀποκριναμένων τέ σφων ὅτι αὐτῷ ἐκείνῳ ἐροῦσιν, ἐπέτρεψεν αὐτοῖς ἄνευ τῶν ὅπλων, πλὴν τῶν ξιφῶν, (ταῦτα γὰρ οὐδ’ ἂν ὑπέμειναν καταθέσθαι) εἰσελθεῖν εἰς τὸ ἄστυ. |
| 25 | δεινῶς δὲ αὐτῶν ἐγκειμένων ἀφεθῆναι τῆς στρατείας, ἅτε πολλὰ πεπονηκότων καὶ μὴ τετυχηκότων ὧν ἤλπισαν, οὐχ ὅτι καὶ ἰδιωτεῦσαι ἐβούλοντο, ἀλλ’ ὅτι καταπλήξειν τε τὸν Καίσαρα καὶ πᾶν ὁτιοῦν καταπράξειν ἐνόμιζον, ἐκεῖνος παρὰ τὴν ἁπάντων δόξαν ὀρθῶς αὐτοὺς ἔφη λέγειν, καὶ πάντας αὐτοὺς παραχρῆμα ὡς μηδὲν δῆθεν αὐτῶν δεόμενος διῆκε· καὶ τὰ γέρα ἐντελῆ δώσειν ὑπέσχετο τὰ τοῖς τὸν τεταγμένον χρόνον ἐστρατευμένοις διδόμενα. καταπλαγέντες δὲ μετεβάλοντο, καὶ συστρατεύσειν ἀπροφασίστως ὑπέσχοντο, τοῦ δὲ μηδὲν αὐτῶν δεῖσθαι λέγοντος, καὶ σοφιζομένου τοιαῦτά τινα (πάνυ γὰρ αὐτῶν ἔχρῃζεν) ἰσχυρῶς ἐδέοντο, συγγνώμην αἰτοῦντες ἐφ’ οἷς ἐθορύβησαν. συγγνοὺς δὲ μόλις αὐτοῖς, καὶ τοὺς θρασεῖς ἀπολέξας, τοῖς λοιποῖς ἐχρήσατο. τοὺς μέντοι πάνυ θορυβώδεις, ἄλλους κατ’ ἄλλην πρόφασιν ἐν τοῖς πολέμοις ἀνήλισκε, τούς τε ἐναντίους δι’ αὐτῶν κατεργαζόμενος. μετὰ δὲ ταῦτα τῇ συνήθει χρησάμενος ὀξύτητι, δι’ ἧς τὰ πολλὰ κατώρθου, χειμῶνος εἰς τὴν Ἀφρικὴν ἐπεραιώθη. ἐκ βάντι δὲ αὐτῷ τῆς νεὼς συντυχία τοιάδε ἐγένετο· ἐπειδὴ γὰρ ἅμα τῷ τῆς γῆς ἐπιβῆναι προσέπταισε, καὶ αὐτὸν πεσόντα ἐπὶ στόμα οἱ στρατιῶται ἰδόντες ἠθύμησαν, καὶ δυσανασχετήσαντες ἐθορύβησαν, οὐ διηπορήθη, ἀλλ’ ἐκτείνας τὴν χεῖρα, τήν τε γῆν ὡς ἑκὼν δὴ πεσὼν περιέλαβε καὶ κατεφίλησε, καὶ ἀναβοήσας εἶπεν “ἔχω σε, Ἀφρική”. εἶχον δὲ αὐτὴν τότε Κάτων καὶ Σκηπίων, καὶ τὸν Ἰόβαν τὸν Λίβυν ἔχοντες σύμμαχον· προεῖχε δὲ ὁ μὲν Κάτων συνέσει τε καὶ δικαιοσύνῃ, ὁ δὲ Σκηπίων γένει καὶ ἀξιώματι, καὶ διὰ τοῦτο καὶ τῶν στρατοπέδων ἦρχε παραχωρήσαντος Κάτωνος· Καῖσαρ δὲ χρόνῳ καὶ τοῦτον νικήσας, καὶ τὸν μὲν Ἰόβαν οὕτω κατέπληξεν, ὥστε ἀπογνόντα τὴν σωτηρίαν τῷ Πετρεΐῳ τῷ ὑποστρατήγῳ τοῦ Σκηπίωνος, μηδὲ αὐτῷ ἐλπίζοντι τυχεῖν ἀδείας, μονομαχῆσαι καὶ συναποθανεῖν. |
| 26 | Σαλούστιον δέ τινα συνόντα αὐτῷ καὶ ταυτὶ τὰ πράγματα συγγραψάμενον ἄρχειν τῆς Ἀφρικῆς ἔταξε, τοῦτο μὲν τῷ λόγῳ, τῷ μέντοι ἔργῳ ἄγειν αὐτὴν καὶ φέρειν. ἀμέλει καὶ ἐδωροδόκησε πολλὰ καὶ ἥρπασε, καὶ πολλὰ καὶ πικρὰ περὶ τῶν ἐκκαρπουμένων τινὰς εἰπὼν οὐκ ἐμιμήσατο τῷ ἔργῳ τοὺς λόγους. ὅθεν εἰ καὶ τὰ μάλιστα κατηγορηθεὶς ἀφείθη ὑπὸ τοῦ Καίσαρος, ἀλλ’ αὐτός γε ἑαυτὸν καὶ πάνυ τῇ συγγραφῇ ἐστηλοκόπησε. μετὰ δὲ τὴν νίκην ταύτην ἄλλα τε πολλὰ τῷ Καίσαρι οἱ Ῥωμαῖοι, κολακεύοντες αὐτὸν καὶ φοβούμενοι, καθάπερ που καὶ πρότερον, ἐψηφίσαντο, καὶ ἐπὶ εἰκόνα αὐτὸν τῆς οἰκουμένης χαλκοῦν ἐπιβιβασθῆναι γραφὴν ἔχοντα ὅτι ἡμίθεός ἐστι. θριάμβους δὲ καταγαγὼν ἐπὶ τέσσαρσιν ἐφεξῆς ἡμέραις, τῶν τε Γαλατῶν καὶ τῆς Αἰγύπτου τοῦ τε Φαρνάκου καὶ τοῦ Ἰόβου, καὶ τὴν Ἀρσινόην τὴν τῆς Αἰγύπτου βασίλισσαν ἐν ταῖς αἰχμαλώτοις παραγαγών, πρὸς μὲν τῶν ἄλλων ἐπὶ τῷ μεγέθει καὶ πλήθει τῶν πράξεων ἐθαυμάζετο, πρὸς δὲ τῶν στρατιωτῶν ἐτωθάζετο· τόν τε γὰρ τῆς Κλεοπάτρας αὐτοῦ ἔρωτα ἔσκωπτον καὶ τὴν παρὰ τῷ Νικομήδει τῷ Βιθυνίας βασιλεύσαντι διατριβήν, ὅτι μειράκιόν ποτε παρ’ αὐτῷ ἐγεγόνει, διεκερτόμησαν, ὥστε καὶ εἰπεῖν, Καῖσαρ μὲν Γαλάτας ἐδουλώσατο, Καίσαρα δὲ Νικομήδης. τέλος δὲ ἐφ’ ἅπασιν αὐτοῖς ἀθρόοι ἀναβοήσαντες, εἶπον ὅτι, ἂν μὲν καλῶς ποιήσῃς, κολασθήσῃ, ἂν δὲ κακῶς, βασιλεύσεις. |
| 27 | τοῦτο δ’ αὐτοῖς ἐβούλετο δηλοῦν ὅτι, ἂν μὲν ἀποδώσει τῷ δήμῳ αὐτονομίαν, ὅπερ που δίκαιον ἐνόμιζον εἶναι, καὶ κριθήσεται ἐφ’ οἷς ἔξω τῶν νόμων εἰργάσατο καὶ δίκην ὑφέξει, ἂν δὲ τῇ δυναστείᾳ ἐμμείνῃ, ὅπερ που ἀδικοῦντος ἔργον ἦν, μοναρχήσει. ἐπὶ μὲν οὖν τῇ Κλεοπάτρᾳ οὐκ ἐδυσχέραινε, πρὸς δὲ τὰς περὶ τοῦ Νικομήδους διαβολὰς ἐδυσκόλαινε, καὶ κατομνύων γέλωτα προσεπωφλίσκανε. τῇ δὲ τελευταίᾳ τῶν νικητηρίων ἡμέρᾳ, ἐπειδὴ ἐκ τοῦ δήμου ἐγένετο, ἔς τε τὴν αὐτοῦ ἀγορὰν εἰσῆλθε βλαύτας ὑποδεδημένος καὶ ἄνθεσι παντοδαποῖς ἐστεφανωμένος, καὶ ἐκεῖθεν οἴκαδε παντὸς μὲν ὡς εἰπεῖν τοῦ δήμου παραπέμποντος αὐτόν, πολλῶν δὲ ἐλεφάντων λαμπάδας φερόντων ἐκομίσθη. εἶτα πολλοὺς καὶ παντοδαποὺς ἀγῶνας ἔθηκε, θέατρόν τι κυνηγετικὸν ἰκριώσας, ὃ καὶ ἀμφιθέατρον ἐκ τοῦ πέριξ πανταχόθεν ἕδρας ἄνευ σκηνῆς ἔχειν προσερρήθη. περὶ μὲν δὴ τῶν ἄλλων ζώων μακρὸν ἂν εἴη διεξιέναι λεπτομερῶς· περὶ δὲ δὴ τῆς καμηλοπαρδάλιδος ὠνομασμένης ἐρῶ, ὅτι τότε πρῶτον ἐς τὴν Ῥώμην εἰσήχθη. τὸ γὰρ ζῷον τοῦτο τὰ μὲν ἄλλα κάμηλός ἐστι, πλὴν καθ’ ὅσον οὐκ ἐκ τοῦ ἴσου τῶν κώλων ἔχει. τὰ μὲν γὰρ ὀπίσθια αὐτοῦ χθαμαλώτερά ἐστιν. ἀρχόμενον δὲ ἀπὸ τῶν γλουτῶν ὑψοῦται κατὰ βραχὺ ὥστε ἀναβαίνοντί ποι ἐοικέναι, καὶ μετεωρισθὲν ἐπὶ πλεῖστον τὸ μὲν ἄλλο σῶμα ἐπὶ τῶν ἐμπροσθίων σκελῶν, τὸν δ’ αὐχένα ἐς ὕψος αὖ ἴδιον ἀνατείνει. τὴν δὲ δὴ χρόαν κατέστικται ὥσπερ πάρδαλις, καὶ διὰ τοῦτο καὶ τὸ ὄνομα ἐπίκοινον ἀμφοτέρων φέρει. ἐν δὲ τοῖς ἀγῶσι τούτοις ἄλλοι τε πρὸς ἀλλήλους, καί τινες ἀπ’ ἐλεφάντων τεσσαράκοντα ἐμαχέσαντο· καὶ τέλος ναυμαχίαν οὐκ ἐν τῇ θαλάσσῃ, ἀλλ’ ἐν τῇ ἠπείρῳ ἐποίησε· χωρίον γάρ τι ἐν τῷ Ἀρείῳ πεδίῳ κοιλάνας ὕδωρ τε ἐς αὐτὸ ἀνῆκε καὶ ναῦς ἐσήγαγεν, ἐμάχοντο δὲ οἵ τε αἰχμάλωτοι καὶ οἱ θάνατον ὠφληκότες. |
| 28 | τήν τε ἱππασίαν τὴν Τροίαν καλουμένην οἱ παῖδες οἱ εὐπατρίδαι κατὰ τὸ ἀρχαῖον ἐποιήσαντο· καὶ ἐφ’ ἁρμάτων οἱ νεανίσκοι οἱ ὁμότιμοι αὐτοῖς ἡμιλλήσαντο. ἔσχε μὲν οὖν καὶ ἐπὶ τῷ πλήθει τῶν φονευομένων αἰτίαν, ὅτι μήπω διακορὴς αἵματος ἐγεγόνει, πολὺ δὲ δὴ μείζω ὅτι ἀμύθητα χρήματα ἐς πάντα ἐκεῖνα ἀνάλωσεν, ὡς καὶ καθ’ ἑκάτερον ἐπιβοᾶσθαι, καὶ ὅτι ἀδίκως αὐτὰ συνελέξατο καὶ ὅτι ἐς τοιαῦτα αὐτοῖς κατεχρήσατο. τεκμήριον δὲ τῆς τότε πολυτελείας· ἵνα γὰρ μηδένα τῶν θεωμένων ὁ ἥλιος λυπήσῃ, παραπετάσματα ὑπὲρ αὐτῶν σηρικὰ ὑπερεπέτασε· τοῦτο δὲ τὸ ὕφασμα χλιδῆς βαρβάρου ἔργον ἐστί, καὶ παρ’ ἐκείνων καὶ πρὸς ἡμᾶς ἐς τρυφὴν τῶν πάνυ γυναικῶν περιττὴν ἐσπεφοίτηκεν. ἐπὶ τούτοις οἱ στρατιῶται ἐθορύβησαν, καὶ οὐ πρότερόν γε ἐπαύσαντο ταραττόμενοι πρὶν τὸν Καίσαρα ἄφνω τε αὐτοῖς ἐπελθεῖν καὶ κρατήσαντά τινα αὐτοχειρίᾳ πρὸς τιμωρίαν παραδοῦναι. ἐνομοθέτησε δὲ ἄλλα τε πολλὰ καὶ τὰς ἡμέρας τῶν ἐτῶν οὐ πάντῃ ὁμολογούσας σφίσι, πρὸς γὰρ τὰς τῆς σελήνης περιόδους ἔτι καὶ τότε τοὺς μῆνας ἦγον, κατεστήσατο ἐς τὸν νῦν τρόπον, ἑπτὰ καὶ ἑξήκοντα ἡμέρας ἐμβαλών, ὅσαιπερ ἐς τὴν ἀπαρτιλογίαν παρέφερον. τοῦτο δὲ ἐκ τῆς ἐν Ἀλεξανδρείᾳ διατριβῆς ἔλαβε, πλὴν καθ’ ὅσον ἐκεῖνοι μὲν τριακονθημέρους τοὺς μῆνας λογίζονται, ἔπειτα ἐπὶ παντὶ τῷ ἔτει τὰς πέντε ἡμέρας ἐπάγουσιν, ὁ δὲ δὴ Καῖσαρ ἐς μῆνας ταύτας τε καὶ τὰς ἑτέρας δύο ἃς ἀφ’ ἑνὸς μηνὸς ἀφεῖλεν ἐνήρμοσε. |
| 29 | τὴν μέντοι μίαν τὴν ἐκ τῶν τεταρτημορίων συμπληρουμένην διὰ πέντε καὶ αὐτὸς ἐτῶν εἰσήγαγεν, ὥστε μηδὲν ἔτι τὰς ὥρας αὐτῶν πλὴν ἐλαχίστου παραλλάττειν· ἐν γοῦν χιλίοις καὶ τετρακοσίοις καὶ ἑξήκοντα καὶ ἑνὶ ἔτει μιᾶς ἄλλης ἡμέρας ἐμβολίμου δέονται. τῶν δὲ Πομπηίου παίδων στρατιὰν ἐν τῇ Ἰβηρίᾳ μεγάλην συστησαμένων, ἐπολέμησεν αὐτοῖς· καὶ μεγάλης μάχης γεγενημένης αὐτοῖς, καὶ ἰσορρόπων ὄντων τῶν στρατευμάτων ἐπὶ πολύ, ὡς καὶ αὐτοὺς τοὺς ἡγεμόνας ὑπὲρ τῶν ὅλων ἀγωνιάσαντας καταβῆναί τε ἀπὸ τῶν ἵππων καὶ τοῦ κινδύνου τοῖς στρατιώταις συμμετασχεῖν, ὁ Βαγούας ἔξωθέν που τῶν συνεστηκότων ὢν ἐπὶ τὸ τοῦ Πομπηίου στρατόπεδον ὥρμησε, καὶ ὁ Λαβιῆνος ὡς τοῦτο εἶδε, τήν τε τάξιν ἐξέλιπε καὶ πρὸς ἐκεῖνον ἐτράπετο· φεύγειν γὰρ αὐτὸν οἱ Πομπήϊοι νομίσαντες ἠθύμησαν, καὶ ἔμαθον μέν που τὸ ἀληθὲς ὕστερον, οὐ μέντοι καὶ ἀναλαβεῖν αὐτοὺς ἔτ’ ἠδυνήθησαν. ταύτην τὴν νίκην ἐσχάτην ἀνείλετο, καίπερ καὶ ἄλλα μέγιστα καταπράξειν ἐλπίσας· βλαστὸς γάρ τις ἐκ φοίνικος ἐν τῷ τῆς μάχης χωρίῳ εὐθὺς ἐπὶ τῇ νίκῃ ἐξέφυ· τοῦτο δὲ ἄρα οὐκ ἐς ἐκεῖνον ἐσήμαινεν, ἀλλ’ ἐς τὸν τῆς ἀδελφῆς αὐτοῦ παῖδα τὸν Ὀκταούιον· συνεστρατεύετο γὰρ καὶ ἐκ τῶν πόνων αὐτοῦ τῶν τε κινδύνων ἐκλάμψειν ἔμελλεν. εἶχε μὲν οὖν ὅσα ἠβούλετο καὶ ἀκόντων τῶν αὐτοῦ πολιτῶν δηλονότι, ὅμως ἐψηφίσθη αὐτῷ τήν τε βασιλικὴν στολὴν ἐν ταῖς πανηγύρεσιν ἐνδιδύσκεσθαι καὶ τῷ στεφάνῳ τῷ δαφνίνῳ διὰ παντὸς κοσμεῖσθαι. καὶ πρόφασιν μὲν ἐποιεῖτο τοῦτο ὅτι ἀναφαλαντίας ἦν, ἐκέχρητο μέντοι καὶ τῇ ἐσθῆτι χαυνοτέρᾳ καὶ τῇ ὑποδέσει ἐνίοτε καὶ ὑψηλῇ καὶ ἐρυθροχρόῳ· τὸ δ’ οὖν χαῦνον τοῦ σώματος αὐτοῦ ὁ Σύλλας ὑπετόπησεν, ὥστε καὶ ἀποκτεῖναι αὐτὸν ἐθελῆσαι, τοῖς τε ἐξαιτησαμένοις εἰπεῖν ὅτι “ἐγὼ μὲν χαριοῦμαι τοῦτον ὑμῖν, ὑμεῖς μέντοι καὶ πάνυ τοῦτον τὸν κακῶς ζωννύμενον φυλάττεσθε”· ὁ δὲ δὴ Κικέρων οὐ συνενόησεν, ἀλλὰ καὶ σφαλεὶς ἔφη ὅτι “οὐκ ἄν ποτε προσεδόκησα τὸν κακῶς ζωννύμενον Πομπηίου κρατήσειν. |
| 30 | ἐψηφίσθη δὲ αὐτῷ δημοσίᾳ καὶ τὸ τοῦ αὐτοκράτορος ὄνομα, οὐχ ὥσπερ τοῖς τινα μάχην μεγάλην νικήσασιν, οὐδ’ ὥσπερ τοῖς αὐτοτελῆ τινα ἐξουσίαν λαβοῦσιν, ἀλλὰ καθάπαξ τοῦτο δὴ τὸ καὶ νῦν τοῖς τὸ κράτος ἀεὶ ἔχουσι διδόμενον, καὶ πρῶτος αὐτοκράτωρ οὗτος ἀνηγορεύθη, ὥστε καὶ ἀπὸ τούτου τοὺς αὐτοκράτορας τῶν Ῥωμαίων δεῖ ἀριθμεῖν. εἰκόνα δὲ αὐτοῦ ἐλεφάντινον ποιήσαντες παρὰ τὴν τοῦ Βρούτου τοῦ παλαιοῦ ἔστησαν, τοῦ τοὺς τυράννους ἐκβαλόντος· ὅθεν καὶ θαυμάσειέ τις τὴν συντυχίαν· ἔμελλε γὰρ παρὰ τοῦ Βρούτου τοῦ Μάρκου ὃς ἀπόγονος ἐκείνου ἦν, ἐπιβουλευθεὶς ἀναιρεθῆναι. πολλὰ δὲ παρὰ τὰ πάτρια ποιῶν καὶ ὑπάτους καθίστη πλείους τοῦ ἔτους ἑκάστου, ὥστε καὶ εἰς τὴν τελευταίαν τοῦ ἐνιαυτοῦ ἡμέραν ἀποθανόντος τοῦ καθεστηκότος ὑπάτου, Κάννιόν τινα ἕτερον ἀντ’ αὐτοῦ ὕπατον καταστῆσαι· ὅπερ καὶ ὁ Κικέρων διασκώπτων τοσαύτῃ ἔφη τὸν ὕπατον καὶ ἀνδρίᾳ καὶ φροντίδι ἐν τῇ ἀρχῇ κεχρῆσθαι ὥστε μηδὲ τὸ βραχύτατον ἐν αὐτῇ κεκοιμῆσθαι. τὴν δὲ δὴ Καρχηδόνα τήν τε Κόρινθον, πόλεις ἀρχαίας καὶ λαμπράς, ἐπισήμους, ὑπὸ Ῥωμαίων ἀπολωλυίας, αὐτὸς ἀνέστησε καὶ ἀπῴκισε, καὶ αἱ μὲν, ὥσπερ ἅμα πρότερον καθῃρέθησαν, οὕτω καὶ τότε ἅμα ἀνεβιώσκοντο καὶ ἔμελλον καὶ αὖθις ἀνθήσειν. βουλευομένου δὲ αὐτοῦ, καὶ παρασκευαζομένου στρατεύειν ἐπὶ τοὺς Πάρθους, οἱ περὶ τὸν Βροῦτον τὸν Μάρκον καὶ τὸν Κάσσιον τὸν Γάιον ἐπεβούλευσαν αὐτῷ καὶ ἀπέκτειναν ὡς μὲν ὁ συγγραφεὺς λέγει, δι’ ἀλιτηριώδη τινὰ οἶστρον, τοὺς Καίσαρας δεδιώς που καθάπερ εἰκὸς συγκλητικὸν ὄντα καὶ οὐ τῶν ἀφανῶν οὐδὲ ἱστορίαν ἀφανῆ συντιθέντα· ὡς δὲ τὸ ἀληθὲς ἔχει καὶ ὁ Πλούταρχος ἐν τοῖς Παραλλήλοις διδάσκει, διὰ φρονήματος ἀξίωμα φιλελεύθερον καὶ προαιρέσεως εὐγένειαν ἥκιστα ἐθελόδουλον· τοιοῦτοι γὰρ οἱ περὶ τὸν Βροῦτον ἦσαν· ὅμως ὁ συγγραφεὺς τὴν μοναρχίαν τῆς δημοκρατίας ὑπερτιθεὶς τοιούτοις κέχρηται πρὸς ἀπόδειξιν λογισμοῖς. |
| 31 | πόλιν γάρ φησι τηλικαύτην τὸ μέγεθος καὶ τοῦ τε καλλίστου τοῦ τε πλείστου τῆς ἐμφανοῦς οἰκουμένης ἄρχουσαν, καὶ πολλὰ μὲν ἀνθρώπων ἤθη καὶ διάφορα κεκτημένην, πολλοὺς δὲ καὶ μεγάλους πλούτους ἔχουσαν, ταῖς τε πράξεσι καὶ ταῖς τύχαις παντοδαπαῖς καὶ ἰδίᾳ καὶ δημοσίᾳ χρωμένην, ἀδύνατον μὲν ἐν δημοκρατίᾳ σωφρονῆσαι, καὶ ῥᾷον ἕνα τινὰ χρηστὸν ἢ πολλοὺς εὑρεῖν, καὶ πλείω καὶ μείζω τὰ δυσχερῆ ἀπὸ πολλῶν κακῶν ἢ ἀφ’ ἑνὸς ἀνάγκη συμβαίνειν. αἰτιώτατον δὲ γενέσθαι τῆς ἀναιρέσεως τοῦ Καίσαρος τοὺς κόλακας λέγει, οἵτινες ταῖς τε καινότησι καὶ ταῖς ὑπερβολαῖς τῶν τιμῶν ἐξάραντες αὐτὸν καὶ φυσήσαντες ἔπειτα ἐπ’ αὐταῖς ἐκείναις καὶ ἐμέμφοντο καὶ διέβαλλον. τόν τε γὰρ μῆνα ἐν ᾧ ἐγεγένητο Ἰούλιον μετωνόμασαν, καὶ τέλος καὶ θεὸν αὐτὸν ἐπὶ πᾶσι τοῖς ἄλλοις χειροτονήσαντες Δία τε αὐτὸν ἄντικρυς Ἰούλιον προσηγόρευσαν, καὶ ναὸν αὐτῷ ἐτεμένισαν, καὶ ἱερέα τούτου τὸν Ἀντώνιον ὥσπερ τινὰ Διάλιον ἀπέδειξαν· τά τε δόγματα τὰ περὶ τούτων γιγνόμενα ἐς στήλας ἀργυρᾶς χρυσείοις γράμμασιν ἐνέγραψαν, ἐπειδὴ ἑώρων χαίροντα τοῖς ψηφιζομένοις καὶ πλὴν ὀλίγων πάντα δεχόμενον· οἱ μὲν γὰρ ὑπερκολακεύοντες, οἱ δὲ καὶ διασκώπτοντες, ἔς τε τὸ ἐπίφθονον καὶ τὸ νεμεσητὸν προάγειν αὐτὸν ὅτι τάχιστα βουλόμενοι, τοῦτ’ ἐποίησαν, ἵνα θᾶσσον ἀπόληται, ὃ καὶ ἐγένετο. |
| 32 | βασιλέα γοῦν αὐτὸν προσαγορευσάντων τινῶν, τὸ μὲν ὄνομα παρῃτήσατο· τοὺς δὲ δημάρχους, ὅτι παρρησίᾳ χρησάμενοι τούτους τε ἀνεζήτησαν καὶ ὑπὸ δίκην ἀγαγεῖν ἠβουλήθησαν, τό τε διάδημα τὸ τῷ ἀνδριάντι αὐτοῦ περιτεθὲν ἐκεῖθεν ἀνέσπασαν, τῆς τε δημαρχίας ἀπήλασεν ὀργισθεὶς κἀκ τοῦ συνεδρίου ἀπήλειψεν· ὑπωπτεύθη οὖν ἐφίεσθαι μὲν τοῦ ὀνόματος, βούλεσθαι δὲ ἐκβιασθῆναί πως λαβεῖν αὐτό. καὶ δεινῶς ἐμισήθη. ἐπέγραψαν γοῦν τινες τῇ τοῦ παλαιοῦ Βρούτου εἰκόνι “εἴθε ἔζης”, καὶ τῷ τοῦ Μάρκου τοῦ Βρούτου βήματι (ἐστρατήγει γάρ, καὶ βῆμα τὸ τοιοῦτον ὀνομάζεται ἐφ’ οὗ τις ἱζόμενος δικάζει) “καθεύδεις, ὦ Βροῦτε, καὶ Βροῦτος οὐκ εἶ, ἡμεῖς δὲ Βρούτου χρῄζομεν”. μάλιστα δὲ διεμισήθη ὡς ὑπερήφανος, ὅτι τῆς βουλῆς συμπάσης προσιούσης αὐτῷ ποτε καὶ ἀσπασαμένης αὐτόν, καθήμενός σφας προσεδέξατο. ἔλεγον μὲν γὰρ ἀπολογούμενοί τινες ὑπὲρ αὐτοῦ μετὰ ταῦτα ὅτι τῆς κοιλίας ἀκρατὴς ὑπὸ διαρροίας ἐγεγόνει, καὶ διὰ τοῦτο ἵνα μὴ ἐξιδίσῃ, κατέμεινεν· οὐ μέντοι καὶ πείθειν τοὺς πολλοὺς ἐδύναντο, διὰ τὸ μετ’ οὐ πολὺ ἐξεγερθέντα αὐτὸν αὐτοποδίᾳ οἴκαδε κομισθῆναι. πρὸ μέντοι τῆς ἀναιρέσεως σημεῖα αὐτῷ οὔτ’ ὀλίγα οὔτ’ ἀσθενῆ ἐγένετο· τά τε γὰρ ὅπλα τὰ Ἄρεια παρ’ αὐτῷ τότε ὡς καὶ παρὰ ἀρχιερεῖ κατά τι πάτριον κείμενα ψόφον τῆς νυκτὸς πολὺν ἐποίησε, καὶ αἱ θύραι τοῦ δωματίου ἐν ᾧ ἐκάθευδεν αὐτόμαται ἠνεῴχθησαν· αὐτὸς δὲ τοσοῦτον ἐθάρσει ὥστε καὶ πρὸς τὸν μάντιν τὸν τὴν ἡμέραν ἐκείνην φυλάσσεσθαί ποτε προαγορεύσαντα εἰπεῖν ἐπισκώπτων “ποῦ δῆτά σου τὰ μαντεύματα; ἢ οὐχ ὁρᾷς ὅτι τε ἡ ἡμέρα ἣν ἐδεδίεις πάρεστι, καὶ ἐγὼ ζῶ;” καὶ ἐκεῖνος “ναὶ πάρεστιν” ἔφη “οὐδέπω δὲ παρελήλυθεν”. |
| 33 | ἐν δὲ τῷ συνεδρίῳ περιστάντες αὐτὸν καθήμενον οἱ τὴν ἐπιβουλὴν ἐξαρτύσαντες πολλαχόθεν ἅμα προσπεσόντες ἐξαίφνης κατέτρωσαν· λέγεται δὲ ὅτι πρὸς τὸν Βροῦτον ἰσχυρῶς πατάξαντα ἔφη “καὶ σύ, τέκνον”; μετὰ δὲ τὸν θάνατον τοῦ Καίσαρος τοῦ μὲν Λεπίδου μετὰ τῶν στρατιωτῶν τὴν ἀγορὰν κατειληφότος, πρόσχημα μὲν τιμωρῆσαι τῷ Καίσαρι, τὸ δ’ ἀληθὲς νεωτέρων πραγμάτων καὶ δυναστείας ἐπιθυμίᾳ, τῶν δὲ περὶ τὸν Βροῦτον καὶ Κάσσιον εἰς τὸ Καπιτώλιον ἀναβάντων, καὶ μεγάλου κινδύνου τῇ Ῥώμῃ ἐπηρτημένου, ὁ Κικέρων δημηγορήσας εἰς ὁμόνοιαν ἅπαντας ἤγαγε· καὶ τοῦ Ἀντωνίου περὶ τὰς διαλλαγὰς ταύτας σπουδάσαντος, οὐχ ὅτι καὶ εἰρήνης ἐπεθύμει, ἀλλ’ ὅτι τότε ἰδιώτης ὢν καὶ δυναστείας ἐπιθυμῶν οὐκ ἠθέλησεν ἄλλον τινὰ πρότερον ἐκ τῆς τότε στάσεως αὐτὴν προλαβεῖν. οὐ μὴν ἀλλὰ συνιόντων αὐτῶν, καὶ Βρούτου μὲν πρὸς τὸν Λέπιδον (καὶ γὰρ ἐν γένει αὐτῷ ἦν) Κασσίου δὲ πρὸς τὸν Ἀντώνιον ἀπελθόντος, καὶ συνδειπνούντων αὐτῶν, ἄλλα τε, ὥσπερ εἰκὸς ἐν τῷ τοιούτῳ, πολλὰ ἐλέγετο καὶ ἐπήρετο τὸν Κάσσιον ὁ Ἀντώνιος “ἆρά τι καὶ νῦν ξιφίδιόν τι ὑπὸ μάλης ἔχεις”; καὶ ὃς “καὶ μάλα” ἔφη “μέγα, ἄν γε καὶ σὺ τυραννῆσαι ἐπιθυμήσῃς”. μετὰ δὲ ταῦτα ἀναγνωσθείσης δημοσίᾳ τῆς τοῦ Καίσαρος διαθήκης, ἐν ᾗ τῷ πλήθει ἀνὰ ἑβδομήκοντα ἑκάστῳ δραχμὰς δοθῆναι ἐκεκελεύκει, ἔπειτα δὲ καὶ τοῦ νεκροῦ ἐς τὴν ἀγορὰν προτεθέντος, καὶ λόγον ἐπ’ αὐτῷ τοῦ Ἀντωνίου εἰπόντος, οὕτως ὁ δῆμος ἐθορύβησεν ὡς τὸν μὲν Καίσαρα ἐν τῇ ἀγορᾷ καῦσαι καὶ θάψαι, βωμόν τε ἱδρῦσαι καὶ θύειν ὡς θεῷ τῷ Καίσαρι ἐπιχειρῆσαι, κατὰ δὲ τῶν φονέων αὐτοῦ ἐμμανῶς χωρῆσαι, καί τινα καὶ τῶν δημάρχων Ἐλούινον Κίνναν πλανηθέντας διὰ Κίνναν ἕτερον συμμετασχόντα τῆς ἐπιθέσεως διασπάσαι, μὴ πρίν τε τῆς ὁρμῆς λῆξαι, πρὶν τοὺς ὑπάτους τόν τε βωμὸν ἀνατρέψαι καί τινας τῶν θρασυτέρων κατὰ τῶν τοῦ Καπιτωλίου πετρῶν ὦσαι, νόμον τε θεῖναι καὶ ἀρὰς ποιήσασθαι μηδένα αὖθις δικτάτωρα γενέσθαι, ὥσπερ ἐν τοῖς ὀνόμασι τῆς τῶν ἔργων δεινότητος οὔσης, ἀλλ’ οὐκ ἐκ τῶν ὅπλων καὶ ἐκ τῶν ἑκάστου τρόπων καὶ γιγνομένων αὐτῶν καὶ τὰς τῆς ἐξουσίας, ἐν ᾗ ποτ’ ἂν τύχῃ δρώμενα, προσρήσεις διαβαλλόντων. |
| 34 | ἐν δὲ τῷ θορύβῳ ἐκείνῳ καὶ τοιόνδε τι οὐκ ἀπάξιον μνήμης συνηνέχθη· Γάιος γάρ τις Κάσκας δημαρχῶν, καὶ ἰδὼν ὅτι Κίννας ἐκ τῆς ὁμωνυμίας ἀπώλετο, ἐφοβήθη μὴ καὶ αὐτὸς ἀποθάνῃ, ὅτι Πούπλιος Σερούιλος Κάσκας ἔκ τε τῶν δημάρχων καὶ ἐκ τῶν σφαγέων ἦν, καὶ γράμματα ἐξέθηκε τήν τε κοινωνίαν σφῶν ἐκ τῆς μιᾶς προσηγορίας καὶ τὴν διαφορὰν τῆς γνώμης δηλῶν. Ἀντώνιος δὲ τὰ διοικηθέντα ὑπὸ τοῦ Καίσαρος ἐξετάσαι ἐπιτραπείς, ἐπειδὴ τάχιστα ἐγκρατὴς τῶν γραμμάτων αὐτοῦ ἐγεγόνει, πολλὰ μὲν ἀπήλειψε, πολλὰ δὲ ἀντενέγραψε· κἀκ τούτου συχνὰ μὲν ἥρπασε, συχνὰ δὲ καὶ παρ’ ἰδιωτῶν τῶν τε δήμων καὶ τῶν βασιλέων ἠργυρολόγησε, τοῖς μὲν χώραν, τοῖς δὲ ἐλευθερίαν, ἄλλοις πολιτείαν, ἄλλοις ἀτέλειαν πωλῶν· τοῦ τε Ὀκταουίου ἅτε μειρακίου καὶ πραγμάτων ἀπείρου καταφρονήσας, αὐτὸς ὡς καὶ κληρονόμος οὐ μόνον τῆς οὐσίας ἀλλὰ καὶ τῆς δυναστείας τῆς τοῦ Καίσαρος ὢν πάντα διεχείριζεν. |
| 35 | ἐπειδή τε ὁ Λέπιδος ἰσχὺν μεγάλην εἶχεν, τήν τε θυγατέρα τῷ υἱεῖ αὐτοῦ συνῴκισε καὶ ἀρχιερέα αὐτὸν ἀποδειχθῆναι παρεσκεύασεν, ἵνα μηδὲν ὧν ἔπραττε πολυπραγμονοίη. ἐντεῦθεν δὲ ἐφεξῆς περὶ τῶν αὐτοκρατόρων διαληπτέον, εἰς τοσαῦτα μερίζοντας τὴν συγγραφὴν τμήματα ὅσοι εἰσὶν καὶ οἱ μετὰ Ἰούλιον Καίσαρα ἐν τῇ Ῥώμῃ ἄρξαντες αὐτοκράτορες. ΟΚΤΑΟΥΙΟΣ ΚΑΙΣΑΡ ΑΥΓΟΥΣΤΟΣ. |
| 36 | Ὁ δὲ δὴ Γάιος Ὀκταούιος Καιπίας, οὕτω γὰρ ὁ τῆς Ἀττίας τῆς τοῦ Καίσαρος ἀδελφῆς υἱὸς ὠνομάζετο, ἦν μὲν [γὰρ] ἐξ Οὐελιτρῶν τῶν Οὐολούσκων, ὀρφανὸς δὲ ὑπὸ τοῦ Ὀκταουίου τοῦ πατρὸς καταλειφθεὶς ἐτράφη μὲν παρά τε τῇ μητρὶ καὶ παρὰ τῷ ἀδελφῷ αὐτῆς Λουκίῳ Φιλίππῳ, αὐξηθεὶς δὲ συνδιέτριβε τῷ Καίσαρι· ἄπαις τε γὰρ ἐκεῖνος ὢν καὶ μεγάλας ἐπ’ αὐτῷ ἐλπίδας ἔχων ἠγάπα τε καὶ περιεῖπεν αὐτόν, ὡς καὶ τοῦ ὀνόματος καὶ τῆς ἐξουσίας τῆς τε μοναρχίας διάδαχον καταλείψων, ἄλλως τε ὅτι καὶ ἡ Ἀττία δεινῶς ἰσχυρίζετο ἐκ τοῦ Ἀπόλλωνος αὐτὸν κεκυηκέναι, ὅτι καταδαρθοῦσά ποτε ἐν ναῷ αὐτοῦ δράκοντι μίγνυσθαι ἐνόμισε καὶ διὰ τοῦτο τῷ ἱκνουμένῳ χρόνῳ ἔτεκε. πρίν τε ἐς τὸ φῶς ἐξιέναι, ἔδοξεν ὄναρ τὰ σπλάγχνα ἑαυτῆς ἐς τὸν οὐρανὸν ἀναφέρεσθαι καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐπεκτείνεσθαι· καὶ τῇ αὐτῇ νυκτὶ καὶ ὁ Ὀκταούιος ἐκ τοῦ αἰδοίου αὐτῆς τὸν ἥλιον ἀνατέλλειν ἐνόμισεν. ἄρτι τε ὁ παῖς ἐγεγέννητο, καὶ Νιγίδιος Φίβουλος βουλευτὴς παραχρῆμα αὐτῷ καὶ τὴν αὐταρχίαν ἐμαντεύσατο· ἄριστα γὰρ τῶν καθ’ ἑαυτὸν τήν τε τοῦ πόλου διακόσμησιν καὶ τὰς τῶν ἀστέρων διαφοράς, ὅσα τε καθ’ ἑαυτοὺς γιγνόμενοι καὶ ὅσα συμμιγνύντες ἀλλήλοις ἔν τε ταῖς ὁμιλίαις καὶ ἐν ταῖς διαστάσεσιν ἀποτελοῦσι, διέγνω, καὶ κατὰ τοῦτο τὴν αἰτίαν ὥς τινας ἀπορρήτους διατριβὰς ποιούμενος ἔσχεν. |
| 37 | οὗτος οὖν τότε τὸν Ὀκταούιον βραδύτερον εἰς τὸ συνέδριον διὰ τὸν τοῦ παιδὸς τόκον, ἔτυχε γὰρ βουλὴ οὖσα, ἀπαντήσαντα 〈ἰδὼν〉 ἀνεβόησεν ὅτι “δεσπότην ἡμῖν γεγέννηκας”, καὶ αὐτὸν ἐκταραχθέντα ἐπὶ τούτῳ καὶ διαφθεῖραι τὸ παιδίον ἐθελήσαντα ἐπέσχεν, εἰπὼν ὅτι ἀδύνατόν ἐστι τοιοῦτό τι αὐτὸ παθεῖν. τρεφομένου δὲ ἐν ἀγρῷ αὐτοῦ ἀετὸς ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαρπάσας ἄρτον ἐμετεωρίσθη καὶ μετὰ τοῦτο καταπτάμενος ἀπέδωκεν αὐτόν. παιδίσκου τε αὐτοῦ ὄντος καὶ τὴν διατριβὴν ἐν τῇ Ῥώμῃ ποιουμένου, ἔδοξέ ποτε ὁ Κικέρων ὄναρ ἁλύσεσί τε αὐτὸν χρυσαῖς ἐς τὸ Καπιτώλιον ἐκ τοῦ οὐρανοῦ καθιμῆσθαι καὶ μάστιγα παρὰ τοῦ Διὸς εἰληφέναι· καὶ οὐ γὰρ ἠπίστατο ὅστις ἦν, περιέτυχέ τε αὐτῷ τῆς ὑστεραίας ἐν αὐτῷ τῷ Καπιτωλίῳ, καὶ γνωρίσας αὐτὸν διηγήσατο τοῖς παροῦσι τὴν ὄψιν. ὅ τε Κάτλος οὐδ’ αὐτός που ἑωρακὼς τὸν Ὀκταούιον, ἐνόμισε τοὺς παῖδας ἐν τοῖς ὕπνοις τοὺς εὐγενεῖς πάντας ἐν τῷ Καπιτωλίῳ πρόσοδον πρὸς τὸν Δία πεποιῆσθαι, καὶ ἐν αὐτῇ τὸν θεὸν εἰκόνα τινὰ τῆς Ῥώμης ἐς τὸν ἐκείνου κόλπον ἐμβεβληκέναι· ἐκπλαγεὶς δὲ ἐπὶ τούτῳ ἀνῆλθεν εἰς τὸ Καπιτώλιον προσευξόμενος τῷ θεῷ, καὶ ἐκεῖ τὸν Ὀκταούιον εὑρὼν ἄλλως ἀναβεβηκότα τό τε εἶδος αὐτοῦ πρὸς τὸ ἐνύπνιον προσήρμοσε καὶ τὴν ἀλήθειαν τῆς ὄψεως ἐβεβαιώσατο. μειρακιωθέντος δὲ μετὰ τοῦτο αὐτοῦ καὶ ἐς τοὺς ἐφήβους ἐσιόντος, τήν τε ἐσθῆτα τὴν ἀνδρικὴν ἐνδύντος, ὁ χιτὼν περιερράγη τε ἑκατέρωθεν ἀπὸ τῶν ἐπωμίδων καὶ μέχρι τῶν ποδῶν κατερρύη. τοῦτο αὐτὸ μὲν καθ’ ἑαυτὸ οὐχ ὅπως τέκμαρσίν τινα ὡς καὶ ἀγαθόν τι προσημαίνειν ἔφερεν, ἀλλὰ καὶ ἠνίασε τοὺς παρόντας, ὅτι ἐν τῇ πρώτῃ τοῦ ἀνδρικοῦ χιτῶνος ἐνδύσει συνεβεβήκει· ἐπελθὸν δὲ τῷ Ὀκταουίῳ εἰπεῖν ὅτι τὸ ἀξίωμα τὸ βουλευτικὸν πᾶν ὑπὸ τοὺς πόδας μου σχήσω, ἔκβασιν πρὸς τὸ λεχθὲν ἔλαβεν. |
| 38 | ἐξ οὖν τούτων ὁ Καῖσαρ μέγα ἐπ’ αὐτῷ ἐπελπίσας ἔς τε τοὺς εὐπατρίδας αὐτὸν ἐσήγαγε καὶ ἐπὶ τὴν ἀρχὴν ἤσκει, καὶ πάνθ’ ὅσα προσήκει τῷ μέλλοντι καλῶς καὶ κατ’ ἀξίαν τηλικοῦτο κράτος διοικήσειν ὑπάρχειν ἀκριβῶς ἐξεπαίδευσε· λόγοις τε γὰρ ῥητορικοῖς, οὐχ ὅτι τῇ Λατίνων ἀλλὰ καὶ τῇδε τῇ γλώσσῃ, ἠσκεῖτο, καὶ ἐν ταῖς στρατείαις ἐρρωμένως ἐξεπονεῖτο, τά τε πολιτικὰ καὶ τὰ ἀρχικὰ ἰσχυρῶς ἐδιδάσκετο. οὗτος οὖν ὁ Ὀκταούιος ἔτυχε μὲν τότε, ὅτε ὁ Καῖσαρ ἐσφάγη, ἐν τῇ Ἀπολλωνίᾳ ἔτι πρὸς τῷ Ἰονίῳ ὢν κόλπῳ ἐπὶ παιδείᾳ, κατὰ γὰρ τὴν στρατείαν αὐτοῦ τὴν ἐπὶ τοὺς Πάρθους ἐκεῖσε προεπέμπετο, πυθόμενος δὲ τὸ συμβεβηκὸς καὶ ὅτι κληρονόμος πρὸς τοῦ Καίσαρος κατελέλειπτο, οὐκέτ’ ἀναβολὰς ἐποιήσατο, ἀλλὰ τό τε ὄνομα τοῦ Καίσαρος παραχρῆμα ἀνέλαβε καὶ τοῦ κλήρου αὐτὸν διεδέξατο, τῶν τε πραγμάτων εἴχετο. οὕτω μὲν ὁ πρότερον Ὀκταούιος, τότε δὲ ἤδη Καῖσαρ, μετὰ δὲ τοῦτο Αὔγουστος ἐπικληθεὶς ἥψατο τῶν πραγμάτων, καὶ αὐτὰ καὶ κατέπραξε καὶ κατειργάσατο παντὸς μὲν ἀνδρὸς νεανικώτερον, παντὸς δὲ γέροντος φρονιμώτερον. πρῶτον μὲν γάρ, ὡς ἐπὶ μόνῃ τῇ τοῦ κλήρου διαδοχῇ, καὶ ἰδιωτικῶς καὶ μετ’ ὀλίγων ἄνευ ὄγκου τινὸς ἐς τὴν πόλιν ἐσῆλθε, τόν τε Ἀντώνιον ἐθεράπευε, καίτοι καὶ προπηλακιζόμενος ὑπ’ ἐκείνου καὶ ἀδικούμενος, καὶ τὸ πλῆθος προσεποιήσατο. καὶ ἐπειδή ποτε αὐτὸν ὁ Ἀντώνιος ἐν τῷ δικαστηρίῳ ἀπὸ μετεώρου, καθάπερ ἐπὶ τοῦ πατρὸς εἰώθει ποιεῖν, ἐντυχεῖν τι ἐθελήσαντα οὐ προσεδέξατο, ἀλλὰ καὶ κατέσπασε καὶ ἐξήλασε διὰ τῶν ῥαβδούχων, δεινῶς ἅπαντες ἠγανάκτησαν, καὶ οὐχ ἥκιστα, ὅτι ὁ Καῖσαρ οὐδὲ ἐς τὴν ἀγορὰν ἔτι πρός τε τὸ ἐκείνου ἐπίφθονον καὶ πρὸς τὸ τοῦ πλήθους ἐπαγωγὸν ἐφοίτησε. |
| 39 | φοβηθεὶς οὖν ὁ Ἀντώνιος ἠθέλησε καταλλαγῆναι τῷ Καίσαρι, καὶ καταλλαχθεὶς αὖθις ἐξ ὑποψίας τινὸς διηνέχθη πρὸς αὐτόν. ἐν δὲ τούτῳ καὶ τῷ Πομπηίῳ τῷ Σέξτῳ τῷ τοῦ Μεγάλου Πομπηίου νεωτέρῳ υἱῷ, δύναμίν τε πολλὴν ἔχοντι καὶ Γάιον Ἀσίνιον Πολίωνα κατὰ τὴν Βαιτικὴν μάχην νενικηκότι, καὶ πόλεις τὰς μὲν ἑκούσας τὰς δὲ ἀκούσας προσειληφότι, ἥ τε ἄδεια ἐβεβαιώθη καὶ τὰ χρήματα ὅσα ἔν τε ἀργυρίῳ καὶ χρυσίῳ τὸ δημόσιον ἐκ τῆς πατρῴας αὐτοῦ οὐσίας εἰλήφει ἀποδοθῆναι ἐγνώσθη. τῶν γὰρ χωρίων αὐτοῦ τὰ πλείω Ἀντώνιος ἔχων οὐδεμίαν αὐτῶν ἀπόδοσιν ἐποιήσατο· ἔπεισε δὲ αὐτὸν ἐς ὁμολογίαν ἐλθεῖν ἐπὶ τῷ τὰ πατρῷα κομίσασθαι ὁ Λέπιδος, τῆς ὁμόρου Ἰβηρίας τὴν ἀρχὴν ἔχων. Καίσαρος δὲ καὶ Ἀντωνίου πάντα ἐπ’ ἀλλήλοις πραττόντων, ἐκ τούτου καὶ τἄλλα τὰ ἐν τῇ πόλει πάντα ἐθορυβεῖτο καὶ συνεκέχυτο καὶ ἀκρισία πολλὴ ἦν. εἰρήνουν ἔτι καὶ ἐπολέμουν ἤδη· τό τε τῆς ἐλευθερίας σχῆμα ἐφαντάζετο καὶ τὰ τῆς δυναστείας ἔργα ἐγίνετο. καὶ ἐν μὲν τῷ ἀφανεῖ ὁ Ἀντώνιος, ἅτε καὶ ὑπατεύων, ἐπλεονέκτει, ἡ δὲ δὴ σπουδὴ τῶν ἀνθρώπων ἐς τὸν Καίσαρα ἐποίει, τὸ μὲν διὰ τὸν πατέρα αὐτοῦ, τὸ δὲ διὰ τὰς ἐλπίδας ὧν ὑπισχνεῖτο, μέγιστόν τε ὅτι τῷ Ἀντωνίῳ οὐ μόνον ἀσελγέστερον βιοῦντι, ἀλλὰ καὶ τυραννικώτερον ἄρχοντι ἐβαρύνοντο. Κάσσιος δὲ καὶ Βροῦτος ἐν ταῖς ἐπαρχίαις ἤστην, ἃς ἐλαχέτην ὁ μὲν ἐν Μακεδονίᾳ, ὁ Βροῦτος, ὁ δὲ ἐν τῇ Συρίᾳ. |
| 40 | ἐντεῦθεν ὁ Ἀντώνιος τὰς δυνάμεις λαβὼν ἐπέβη τῆς Γαλατίας, ὡς τὰ ἐκεῖ βίᾳ προσποιησόμενος. Καῖσαρ δὲ καὶ αὐτὸς στρατιώτας τοὺς μὲν ἐκ τῶν ἐκείνου σφετεριζόμενος, τοὺς δὲ καὶ διὰ τὴν πρὸς τὸν πατέρα τὸν αὑτοῦ εὔνοιαν ἐθέλοντας ἐπαγόμενος ἐπὶ τὸν Ἀντώνιον 〈ἠπείχθη〉, ὡς εἴ τι δύναιτο κωλύσων αὐτόν. καὶ ἡ βουλὴ τὸν μὲν πολέμιον ἐψηφίσατο, τοῦ Κικέρωνος αὐτὴν πείσαντος μίσει τοῦ Ἀντωνίου, Καίσαρι δὲ χρήματα καὶ στρατιώτας ἀπέστειλε· καὶ ἐπειδὴ οὐδ’ ὡς ἦν πρὸς τὸν Ἀντώνιον ἀξιόμαχος, τοὺς ὑπάτους ἀμφοτέρους ἐξέπεμψε δύναμιν ἔχοντας ἱκανήν. κατὰ δὲ τὸν καιρὸν τοῦτον ἄλλα τε οὐκ ὀλίγα σημεῖα ἐγένετο καὶ λαμπὰς ἀπ’ ἀνίσχοντος ἡλίου πρὸς δυσμὰς διέδραμε, καί τις ἀστὴρ καινὸς ἐπὶ πολλὰς ἡμέρας ὤφθη. τό τε φῶς τοῦ ἡλίου ἐλαττοῦσθαί τε καὶ σβέννυσθαι, τοτὲ δὲ ἐν τρισὶ κύκλοις φαντάζεσθαι ἐδόκει, καὶ ἕνα γε αὐτῶν στέφανος πυρώδης τις περιέσχε. ταῦτά τε δὴ καὶ λόγια πρὸς κατάλυσιν τῆς δημοκρατίας φέροντα παντοῖα ᾔδετο. ἐπειδὴ δὲ πολλῶν χρημάτων εἰς τὸν πόλεμον ἐδέοντο, πάντες μὲν τὸ πέμπτον καὶ εἰκοστὸν τῆς ὑπαρχούσης σφίσιν οὐσίας ἐπέδωκαν, οἱ δὲ δὴ βουλευταὶ καὶ τέσσαρας ὀβολοὺς καθ’ ἑκάστην κεραμῖδα τῶν ἐν τῇ πόλει οἰκιῶν, ὅσας ἢ αὐτοὶ ἐκέκτηντο ἢ ἄλλων οὔσας ᾤκουν. καὶ χωρὶς ἕτερα οὐκ ὀλίγα οἱ πάνυ πλούσιοι συνετέλεσαν, τά τε ὅπλα καὶ τὰ ἄλλα τὰ πρὸς τὴν στρατείαν ἀναγκαῖα συχναὶ μὲν πόλεις συχνοὶ δὲ καὶ ἰδιῶται προῖκα ἐξεποίησαν· τὸ γὰρ δημόσιον ἀχρηματία τότε κατεῖχεν. οἱ μὲν οὖν πολλοὶ ὑπέρ τε τοῦ Καίσαρος κατά τε τοῦ Ἀντωνίου ἐσπούδαζον· ἔμελε δέ που οὐδετέρῳ τούτων τῆς δημοτικῆς ἰσηγορίας καὶ τοῦ καλοῦ, ἀλλὰ καὶ ἀμφότεροι ὁμοίως τὰ πράγματα ἔφθειρον· πρὸς δὲ δὴ τὴν τύχην διάφορον ἑκάτεροι δόξαν ἐκτήσαντο. |
| 41 | οἱ μὲν γὰρ εὖ πράξαντες καὶ εὔβουλοι καὶ φιλοπόλιδες ἐνομίσθησαν· οἱ δὲ δὴ πταίσαντες πολέμιοι τῆς πατρίδος καὶ ἀλιτήριοι ὠνομάσθησαν. λέξω δὲ καὶ καθ’ ἕκαστον τῶν γενομένων· καὶ γὰρ καὶ παίδευσις ἐν τούτῳ τὰ μάλιστα εἶναί μοι δοκεῖ, ὅταν τις τὰ ἔργα τοῖς λογισμοῖς ὑπολέγων τήν τε ἐκείνων φύσιν ἐλέγχῃ καὶ τούτους ἐκ τῆς ἐκείνων ὁμολογίας τεκμηριοῖ. Ἀντώνιος μὲν γὰρ παραλόγοις καὶ πολυτρόποις περιπεσὼν τύχαις, τὸν μὲν ἕνα τῶν ὑπάτων Ἴρτιον ἐν τοῖς προτέροις εὐημερήμασι συνέκλεισεν ἅμα τῷ Καίσαρι εἰς τὸν χάρακα· θάτερον δὲ τὸν Βιούνιον ἥκοντα πρὸς βοήθειαν τοῦ συνυπάτου λοχήσας κατετραυμάτισεν, ὡς μετ’ ὀλίγον ἀποθανεῖν. ἔπειτα ὑποστρέφων αὖθις ὡς πρὸς τὸν Ἴρτιον καὶ τὸν Καίσαρα, καὶ προσβαλόντος αὐτῷ τοῦ Ἰρτίου ἔκ τε τοῦ πολέμου καὶ τῆς ὁδοιπορίας καμόντι, τραπεὶς ἔφυγεν εἰς τὴν ἰδίαν παρεμβολήν, καὶ οὐδὲ ταύτην δυνηθεὶς σῶσαι ἀπέδρασεν ὀλιγοστὸς πρὸς τὸν Λέπιδον. ὁ μέντοι ὕπατος τὸ μὲν χαράκωμα εἷλε τοῦ Ἀντωνίου, γενναίως αὐτῷ προσβαλών, κατὰ δὲ τὴν τούτου ἅλωσιν καὶ αὐτὸς διεφθάρη. καὶ ἄλλων μὲν οἱ κίνδυνοι καὶ τὰ τρόπαια, τὸ δ’ ἐπὶ τούτοις ἅπαν κράτος καὶ ἡ ἐκ τῶν κατορθωμάτων εὐημερία τῷ Καίσαρι προσεχώρησε, καίτοι μηδ’ ἐκ τοῦ χαρακώματος ἐξιόντι κατὰ τὰς ἀκμὰς τῶν κινδύνων· ἦν γὰρ κομιδῇ νέος καὶ ὀκτωκαιδεκέτης ἔτι. ἔσχε δὲ οὕτως. μετὰ τὸ καταλυθῆναι τὸν Ἀντώνιον ὑποπτεύουσα ἤδη καὶ τὸν Καίσαρα ἡ βουλὴ ἔπραττεν ὥστε καὶ αὐτὸν ταπεινῶσαι καὶ ἰδιωτεῦσαι καταναγκάσαι. |
| 42 | γνοὺς δὲ τοῦτο Καῖσαρ τούς τε στρατιώτας (εἶχε δὲ καὶ τοὺς ἀμφοτέρων τῶν ὑπάτων ἤδη τῶν ἐν τῷ πρὸς Ἀντώνιον πολέμῳ τελευτησάντων) δωρεαῖς καὶ ὑποσχέσεσιν ἑαυτοῦ ἐξηρτήσατο, καὶ πρὸς τὸν Ἀντώνιον καὶ τὸν Λέπιδον ἐπεκηρυκεύσατο λάθρᾳ, εἰς διαλλαγὰς αὐτοὺς προσκαλούμενος· καὶ πέμψας πρὸς τὴν βουλὴν στρατιώτας ὑπατείαν ᾔτει. τῆς δὲ μὴ διδούσης, εἷς τις τῶν στρατιωτῶν ἥψατο τοῦ ξίφους, καὶ εἶπεν ὅτι “ἂν ὑμεῖς τὴν ὑπατείαν μὴ δῶτε τῷ Καίσαρι, τοῦτο δώσει·” καὶ αὐτῷ ὁ Κικέρων ὑπολαβὼν “ἂν οὕτως” ἔφη “παρακαλῆτε, λήψεται αὐτήν”. καὶ τέλος ὁ Καῖσαρ τὰς δυνάμεις λαβὼν ἐπ’ αὐτὴν ὥρμησε τὴν Ῥώμην· ἡ δὲ βουλὴ ἐπειράθη μὲν εἷρξαι αὐτὸν καὶ φυλάξαι τὴν πόλιν· ἐπεὶ δὲ παρῆν ἤδη, καὶ τὸ δεινὸν ἐπλησίαζε, μετεβάλετο, καὶ τελευτῶσα προσεχώρησεν αὐτῷ πᾶσα καὶ τὴν πόλιν ἐπέτρεψε καὶ μὴ θέλουσα. ὁ δὲ Καῖσαρ ἐπί τε τούτῳ μέγιστον ἐφρόνει καὶ ὅτι τῇ πρώτῃ τῶν ἀρχαιρεσιῶν ἐς τὸ πεδίον τὸ Ἄρειον εἰσελθὼν γῦπας ἕξ, καὶ μετὰ ταῦτα δημηγορῶν τι πρὸς τοὺς στρατιώτας ἄλλους δώδεκα εἶδε. πρός τε γὰρ τὸν Ῥωμύλον καὶ πρὸς τὸ οἰώνισμα τὸ ἐκείνῳ γενόμενον ἀναφέρων καὶ τὴν μοναρχίαν αὐτοῦ βεβαίως λήψεσθαι προσεδόκησε. τοῖς μέντοι στρατιώταις καὶ χρήματα ἔδωκε καὶ χάριν καὶ πλείστην καὶ ἀληθεστάτην ἔγνω· ἄνευ γὰρ τῆς παρ’ αὐτῶν φρουρᾶς οὐδὲ ἐς τὸ βουλευτήριον ἐσφοιτᾶν ἐτόλμα. ἐσποιηθεὶς δὲ ἐς τὸ τοῦ Καίσαρος γένος ἐξ ἐκείνου καὶ Γάιος Ἰούλιος Καῖσαρ Ὀκταουιανὸς ἐπεκλήθη. νενόμισται γάρ, ἄν τις εἰσποιηθῇ, τὴν μὲν ἄλλην αὐτὸν πρόσρησιν ἀπὸ τοῦ ποιησαμένου λαμβάνειν, ἓν δέ τι τῶν προτέρων ὀνομάτων σχηματισθέν πως τηρεῖν. προσεκτήσατο δὲ καὶ ἑτέραν τὴν τοῦ Αὐγούστου, καὶ αὐτὴν διὰ τοῦτο καὶ οἱ ἔπειτα αὐτοκράτορες τίθενται. |
| 43 | οὗτος οὖν ὁ Καῖσαρ ἐπειδὴ τάχιστα τούς τε στρατιώτας ᾠκειώσατο καὶ τὴν βουλὴν ἐδουλώσατο, πρός τε τὴν τοῦ πατρὸς τιμωρίαν ἐτράπετο, καὶ τοὺς σφαγέας μετῆλθε. μετὰ δὲ τοῦτο τοῦ Ἀντωνίου καὶ τοῦ Λεπίδου σὺν ταῖς δυνάμεσιν ἐπιόντων, συνθήκας πρὸς αὐτοὺς ἐποιήσατο, ἐπεὶ μήτε βιάσασθαί σφας ἐδύνατο καὶ ἐπήλπισε τόν τε Κάσσιον καὶ τὸν Βροῦτον μέγα ἤδη δυναμένους δι’ αὐτῶν κατεργάσασθαι, καὶ μετὰ τοῦτο καὶ ἐκείνους δι’ ἀλλήλων χειρώσασθαι. συνῆλθον δὲ ἐς τοὺς λόγους οὐ μόνοι, ἀλλὰ στρατιώτας ἰσαρίθμους ἔχοντες, ἐν νησιδίῳ τινὶ τοῦ ποταμοῦ τοῦ περὶ τὴν Βονωνίαν παραρρέοντος, ἀλλήλους τε διηρεύνησαν, μὴ καὶ ξιφίδιόν τις ὑπὸ μάλης ἔχοι, καὶ εἰς λόγους ἐλθόντες τήν τε κατὰ πάντων δυναστείαν κοινὴν ἐποιήσαντο καὶ κατὰ τῶν ἐχθρῶν συνώμοσαν. ἰδίᾳ δ’ ἔλαβον Καῖσαρ μὲν τὴν Λιβύην καὶ τὴν Σικελίαν, τῶν δὲ ὁ μὲν τὴν Ἰβηρίαν, ὁ δὲ τὴν Γαλατίαν. μετὰ ταῦτα εἰς τὴν Ῥώμην ἐλθόντες τὰς ἐν τοῖς λευκώμασι προύθηκαν προγραφὰς τὸν Σύλλειον τρόπον, εἰ μή γε καὶ μιαρώτερον. ὁ μὲν γὰρ Σύλλας τοὺς ἐχθροὺς ἠφάνιζε μόνον, τῶν δὲ φίλων ἐπέφειστο· οἱ δὲ οὐ μόνον τοὺς ἐχθροὺς ἀπώλλυον, ἀλλὰ καὶ τοὺς φιλτάτους ἀλλήλοις προίεντο ὑπὲρ τοῦ τοὺς ἐχθίστους παρ’ ἀλλήλων ἀντιλαβεῖν. οὕτως οὐκ ἦν ἐν αὐτοῖς τὸ φιλοῦν βέβαιον, ἀλλὰ τὸ θυμούμενον ἀκριβέστατον. πρὸ δὲ τῆς ἐς τὴν Ῥώμην αὐτῶν μετὰ τῶν στρατευμάτων ἀφίξεως τοιάδε τινά σφισιν ἀπήντηκε τέρατα τήν τε δυναστείαν ὁμοίως αὐτοῖς καὶ τὴν καταστροφὴν αἰνισσόμενα. τῷ μὲν γὰρ Λεπίδῳ ὄφις τέ τις ξίφει ἑκατοντάρχου περιπλακεὶς καὶ λύκος ἔς τε τὸ στρατόπεδον καὶ ἐς τὴν σκηνὴν δειπνοποιουμένου αὐτοῦ ἐσελθὼν καὶ τὴν τράπεζαν καταβαλὼν τήν τε ἰσχὺν ἅμα καὶ τὴν δυσχέρειαν τὴν ἐπ’ αὐτῇ προεσήμαινε. |
| 44 | τῷ δ’ Ἀντωνίῳ γάλα τε περὶ τὸ τάφρευμα περιρρυὲν καὶ συνῳδία τις νυκτὸς περιηχήσασα τάς τε θυμηδίας καὶ τὸν ὄλεθρον τὸν ἀπ’ αὐτῶν προέδειξε. τῷ δὲ δὴ Καίσαρι τότε εὐθὺς ἐπὶ ταῖς συνθήκαις ἀετὸς ὑπέρ τε τῆς σκηνῆς αὐτοῦ ἱδρυθείς, καὶ δύο κόρακας προσπεσόντας αὐτῷ τίλλειν τε τῶν πτερῶν πειρωμένους ἀποκτείνας, τὴν νίκην κατ’ ἀμφοτέρων αὐτῶν ἔδωκε. κἀν τούτῳ οἱ τοῦ Ἀντωνίου στρατιῶται τὴν θυγατέρα τῆς Φολουίας τῆς γυναικὸς αὐτοῦ, ἣν ἐκ τοῦ Κλωδίου εἶχε, τῷ Καίσαρι καίτοι ἑτέραν ἐγγεγυημένῳ προεξένησαν, τοῦ Ἀντωνίου δηλονότι τοῦτο κατασκευάσαντος· καὶ ὃς οὐκ ἀπηρνήσατο. καὶ αὐτῶν ἐν τούτοις ὄντων, αἵ τε σφαγαὶ ἐκεῖναι αἷς ποτε ὁ Σύλλας ἐκ τῶν προγραφῶν ἐκέχρητο ἐποιήθησαν, καὶ ἡ πόλις ἅπασα νεκρῶν ἐπληρώθη· τῶν δὲ κτεινομένων αἱ κεφαλαὶ μὲν ἐπὶ τὸ βῆμα αὖθις ἀνετίθεντο, τὰ δὲ λοιπὰ σώματα τὰ μὲν αὐτοῦ τε ἐρριπτεῖτο καὶ ὑπὸ κυνῶν ὀρνίθων τε ἠσθίετο. ἐκ δὲ τῶν πρὸς ἀλλήλους πραγμάτων τό τε οἰκειωθέν σφισι καὶ τὸ ἀλλοτριωθὲν ἐν λόγῳ τινὶ τιθέμενοι οὔτε τὸν ἑαυτοῦ τις αὐτῶν ἐχθρὸν τιμωρήσασθαι, φίλον ἑτέρου ὄντα, ἐδύνατο μὴ ἀντιδιδοὺς ἄλλον, καὶ ἐκ τῆς τῶν γεγονότων ὀργῆς τῆς τε ἔπειτα ὑποψίας παρ’ οὐδὲν τὴν τοῦ ἑταιρικοῦ σωτηρίαν πρὸς τὴν τοῦ διαφόρου τιμωρίαν ποιούμενοι ῥᾳδίως σφᾶς ἀντεδίδοσαν. κἀκ τούτου τούς τε φιλτάτους ἀντὶ τῶν ἐχθίστων ἀλλήλοις προέβαλλον, καὶ τοὺς πολεμιωτάτους ἀντὶ τῶν ἑταιροτάτων, τοῦτο μὲν ἴσους πρὸς ἴσους, τοῦτο δὲ ἀνθ’ ἑνὸς πλείονας ἢ καὶ ἀντὶ πλειόνων ἐλάττονας, ἠλλάσσοντο, τά τε ἄλλα ἐν ἀγορᾶς τρόπῳ ποιούμενοι, καὶ ὑπερβάλλοντες ὥσπερ ἐν πρατηρίῳ. |
| 45 | εἰ μὲν εἷς τις ἑνός τινος ἀντάξιος ὥστ’ ἰσομοιρεῖν εὑρίσκετο, ἁπλῆ ἡ ἀντίδοσις ἐγίνετο· τινὲς δὲ καὶ ἀντὶ πλειόνων ἀπώλοντο. κατὰ δὲ τῶν πλουσίων κοινήν τινα ἔχθραν προέθεντο, οὐκ ἐξ ἀπεχθείας τινὸς προλαβούσης, ἀλλ’ ἐκ τῆς κατεχούσης αὐτοὺς φιλοχρηματίας καὶ ἀπληστίας. τούτων δὲ τῶν κακῶν τὴν μὲν πλείονα μοῖραν Ἀντώνιος εἶχε καὶ Λέπιδος· ἐδόκει δὲ καὶ ὑπὸ τοῦ Καίσαρος κατὰ τὴν τῆς δυναστείας κοινωνίαν γίνεσθαι· τῇ τε γὰρ φύσει οὐκ ὠμὸς ἦν, καὶ ἐν τοῖς τοῦ πατρὸς ἤθεσιν ἐνετέθραπτο. πρὸς δ’ ἔτι νέος ὢν καὶ ἄρτι εἰς τὰ πράγματα παριὼν οὔτ’ ἄλλως ἀνάγκην μισεῖν τινας σφοδρῶς εἶχε καὶ φιλεῖσθαι ἤθελεν. ἐξ οὗ γέ τοι τῆς τε πρὸς ἐκείνους συναρχίας ἀπηλλάγη καὶ τὸ κράτος μόνος ἔσχεν, οὐδὲν ἔτι τοιοῦτον ἔπραξε, τότε δὲ καὶ ἔσωσε πλείστους. τεκμήριον δέ, Τανυσία γυνὴ ἐπιφανὴς τὸν ἄνδρα Τίτον Οὐίνιον ἐπικηρυχθέντα τὸ μὲν πρῶτον ἐξ κιβωτὸν εἶτα παρὰ ἀπελευθέρῳ τινὶ Φιλοποίμενι κατέκρυψε· μετὰ δὲ τοῦτο δημοτελῆ ἑορτήν, ἣν συγγενής τις αὐτῆς ποιήσειν ἔμελλε, τηρήσασα, τόν τε Καίσαρα διὰ τῆς Ὀκταουίας τῆς ἀδελφῆς μόνον τῶν τριῶν εἰσελθεῖν διεπράξατο, κἀνταῦθα ἐσπηδήσασα τό τε πραχθὲν ἀγνοοῦντι ἐμήνυσε, καὶ τὴν κιβωτὸν αὐτὴν ἐσκομίσασα ἐκεῖθεν τὸν ἄνδρα ἐξήγαγεν, ὥστε τὸν Καίσαρα θαυμάσαντα πάντας μὲν αὐτοὺς ἀφεῖναι, καὶ γὰρ τοῖς συγκρύψασί τινα θάνατος προείρητο, τὸν δὲ δὴ Φιλοποίμενα ἐς τὴν ἱππάδα κατατάξαι. ὁ μὲν Καῖσαρ τοιοῦτος. καὶ ὁ Λέπιδος ὁμοίως πρός τε τοὺς συγγενεῖς καὶ πρὸς τοὺς ἄλλους οὐκ ἀπαραίτητος ἦν. ὁ δὲ Ἀντώνιος ὠμῶς καὶ ἀνηλεῶς οὐχ ὅτι τοὺς ἐκτεθέντας ἀλλὰ καὶ τοὺς ἐπικουρῆσαί τινι αὐτῶν ἐπιχειρήσαντας ἔκτεινε. |
| 46 | τάς τε κεφαλάς σφων, εἰ καὶ σιτούμενος ἐτύγχανεν, ἐπεσκόπει, καὶ ἐπὶ πλεῖστον τῆς τε ἀνοσιωτάτης καὶ οἰκτροτάτης αὐτῶν ὄψεως ἐνεπίμπλατο. καὶ ἡ Φολουία πολλοὺς καὶ αὐτὴ καὶ κατ’ ἔχθραν καὶ διὰ χρήματα, καὶ ἔστιν οὓς οὐδὲ γινωσκομένους ὑπὸ τοῦ ἀνδρός, ἐθανάτωσεν· ἑνὸς δ’ οὖν τινος κεφαλὴν ἰδὼν εἶπεν ὅτι “τοῦτον οὐκ ἠπιστάμην”. ὡς δ’ οὖν καὶ ἡ τοῦ Κικέρωνός ποτε ἐκομίσθη αὐτοῖς, ὁ μὲν Ἀντώνιος πολλὰ καὶ δυσχερῆ ἐξονειδίσας αὐτῷ ἔπειτ’ ἐκέλευσεν αὐτὴν ἐκφανέστερον τῶν ἄλλων ἐν τῷ βήματι προτεθῆναι, ἵν’ ὅθεν κατ’ αὐτοῦ δημηγορῶν ἠκούετο, ἐνταῦθα μετὰ τῆς χειρὸς τῆς δεξιᾶς, ὥσπερ ἀπετέτμητο, ὁρῷτο· ἡ δὲ δὴ Φολουία ἔς τε τὰς χεῖρας αὐτὴν πρὶν ἀποκομισθῆναι ἐδέξατο, καὶ ἐμπικραναμένη οἱ καὶ ἐμπτύσασα ἐπί τε τὰ γόνατα ἐπέθηκε καὶ τὸ στόμα αὐτῆς διανοίξασα τήν τε γλῶσσαν ἐξείλκυσεν καὶ ταῖς βελόναις αἷς ἐς τὴν κεφαλὴν ἐχρῆτο κατεκέντησε, πολλὰ ἅμα καὶ μιαρὰ ἐπισκώπτουσα. πολύτροποι μὲν οὖν αἱ σφαγαί, πολυειδεῖς δὲ καὶ σωτηρίαι τισὶν ἐγένοντο. ἐγὼ δὲ τὰ πολλὰ παρεὶς τὰ ἀξιομνημόνευτα διηγήσομαι. τοῦτο μὲν γὰρ ἐς σπήλαιόν τις τὸν δεσπότην κατακρύψας, εἶτ’ ἐπειδὴ καθ’ ἑτέρου τινὸς μήνυσιν ἀπολεῖσθαι ἔμελλε, τήν τε ἐσθῆτα πρὸς αὐτὸν ἠλλάξατο καὶ μετ’ αὐτῆς τοῖς ἐπιοῦσιν ὡς καὶ αὐτὸς ἐκεῖνος ὢν προαπήντησε καὶ ἐσφάγη· καὶ οὕτως οἱ μὲν ἀπετράποντο, νομίζοντες ὃν ἠβούλοντο πεφονευκέναι, ὁ δὲ ἀπελθόντων αὐτῶν ἑτέρωσέ πῃ διέφυγεν. ἄλλος τις τὴν σκευὴν ὁμοίως ἅπασαν πρὸς τὸν δεσπότην διαλλάξας αὐτός τε ἐς φορεῖον κατάστεγον ἐσῆλθε καὶ ἐκεῖνον διφροφορεῖν ἐποίησε· κἀκ τούτου καταληφθέντες ὁ μὲν οὐδ’ ὀφθεὶς ἐφονεύθη, ὁ δὲ ὥς τις σκευοφόρος ἐσώθη. |
| 47 | καὶ ταῦτα μὲν ἐκεῖνοι ἐξ εὐεργεσίας τινὸς προϋπαρχούσης σφίσι τοῖς εὖ ποιήσασιν ἀνταπέδοσαν· στιγματίας δέ τις οὐχ ὅσον οὐ προέδωκε τὸν δεσπότην τὸν στίξαντα, ἀλλὰ καὶ προθυμότατα ἔσωσεν. ὡς γοῦν ὑπεκκομίζων ποι αὐτὸν ἐφωράθη καὶ ἐδιώκετο, ἀπέκτεινέ τινα ἐντυχόντα οἱ κατὰ τύχην, καὶ τὴν στολὴν αὐτοῦ τῷ δεσπότῃ δοὺς τὸν μὲν ἐπὶ πυρὰν ἐπέθηκεν, αὐτὸς δὲ τήν τε ἐσθῆτα καὶ τὸν δακτύλιον τοῦ δεσπότου λαβὼν ἀπήντησε τοῖς διώκουσι, καὶ πλασάμενος ὡς καὶ φεύγοντα αὐτὸν ἀπεκτονὼς ἐπιστεύθη ἔκ τε τῶν σκύλων καὶ ἐκ τῶν στιγμάτων, καὶ ἐκεῖνόν τε ἅμα ἔσωσε καὶ αὐτὸς ἐτιμήθη. ταῦτα μὲν ἐς οὐδεμίαν ὀνόματος μνήμην ἀνήκει· Ὀσίαιον δὲ δὴ Γέταν ὁ υἱός, ἐκφορὰν δή τινα αὐτοῦ ὡς καὶ τεθνηκότος σκευάσας, ἐξέσωσε, καὶ Κύιντον Κικέρωνα τὸν τοῦ Μάρκου τοῦ ῥήτορος ἀδελφὸν ὁ παῖς ἐξέκλεψε καὶ ὅσον ἐφ’ ἑαυτῷ ἔσωσεν. αὐτὸς μὲν γὰρ καὶ κατέκρυψε τὸν πατέρα ὥστε μὴ εὑρεθῆναι, στρεβλωθεὶς δὲ ἐπὶ τούτῳ πάσαις βασάνοις οὐδὲν ἐξελάλησε· μαθὼν δὲ ἐκεῖνος τὸ γινόμενον, καὶ θαυμάσας τε ἅμα τὸν παῖδα καὶ ἐλεήσας, ἦλθεν ἐθελοντὴς ἐς τὸ ἐμφανὲς καὶ αὐτὸς ἑαυτὸν τοῖς σφαγεῦσι παρέδωκε. Μάρκος δὲ Τερέντιος Οὐάρων ὁμώνυμος ὤν τινι τῶν ἐπικεκηρυγμένων, καὶ δείσας μή τι κατὰ τοῦτο, οἷα καὶ ὁ Κίννας, πάθῃ, ἐξέθηκε γράμμα αὐτὸ τοῦτο δηλῶν, ἐδημάρχει δέ. καὶ ὁ μὲν διατριβὴν καὶ γέλωτα ἐπὶ τούτῳ ὠφλίσκανε. πλεῖστοι δὲ καὶ τῶν μὴ προγραφέντων διά τε ἔχθραν καὶ διὰ χρήματα παραπώλοντο· πλεῖστοι δὲ καὶ τῶν ἐπικηρυχθέντων οὐχ ὅτι περιεγένοντο, ἀλλὰ καὶ κατῆλθον αὖθις, καί τινες αὐτῶν καὶ ἀρχὰς ἔσχον· ἵνα καὶ ἐκ τούτων τὸ ἀστάθμητόν τις τοῦ βίου τεκμηριώσαιτο. |
| 48 | ἡ δ’ ἀναχώρησίς σφισι πρός τε τὸν Βροῦτον καὶ πρὸς τὸν Κάσσιον πρός τε τὸν Σέξτον ἐγίνετο. καὶ οἵ γε πλείους πρὸς τοῦτον κατέφευγον· ναυαρχεῖν γὰρ αἱρεθεὶς καὶ χρόνον τινὰ ἐν τῇ θαλάσσῃ δυνηθείς, ἐπεὶ καὶ αὐτῷ ἐπεκηρύχθη, τὴν Σικελίαν κατέσχε. τῇ τε Ἰταλίᾳ ἐγγύθεν ἐφορμῶν χρήματά τε διπλάσια τοῖς περισώσασί τινα τῶν τοῖς φονεῦσι προκειμένων ἐπαγγελλόμενος, καὶ αὐτοῖς ἐκείνοις ὑποδοχὴν καὶ τιμὰς ὑπισχνούμενος, πολλοὺς ἔσωζεν. οἱ μέντοι τρεῖς ἄνδρες οὐ μόνον τοὺς ἐς τὰ λευκώματα ἐγγραφέντας ἀπέκτειναν, ἀλλὰ καὶ ὅσους ἀφεῖναι ἔδοξαν, τρόπον ἕτερον διεχρῶντο, πτωχοὺς ἀντὶ πλουσίων ποιοῦντες. ἐνοίκιά τε γὰρ τῶν οἰκιῶν ὧν εἶχον ἀπῄτουν καὶ τὰς τῶν κτημάτων αὐτῶν προσόδους ἀφῄρουν, καὶ τὰ πολλὰ τῶν χρημάτων τοῖς στρατιώταις ἐδίδουν, ἅτε θεραπεύοντες καὶ ἐπὶ πλέον ἀναρτώμενοι τούτοις, ἵνα καὶ πρὸ τῶν ἔργων τοὺς μισθοὺς ἔχοντες πᾶν τὸ πρόθυμόν σφισι παρέχωνται. διὰ τοῦτο καὶ τὰς τῶν ἀνῃρημένων οὐσίας εἰς ἀγορὰν προτιθέμενοι τοὺς μὲν ἄλλους τῶν ὠνητίων ἀπήλαυνον ἀπειλοῦντες, τοῖς δὲ στρατιώταις αὐτὰς ἐπώλουν ἐπευωνίζοντες. δεινῆς δὲ κατηφείας καὶ πένθους ἐπὶ τούτοις τὴν Ῥώμην κατειληφότος, πεπράχασί τι καὶ ἄλλο τυραννικὸν ὁμοῦ καὶ γελοῖον· ἐκέλευσαν πᾶσι διὰ προγραφῆς εὐθυμεῖσθαι, θάνατον, ἂν μὴ πειθαρχήσωσιν, ἀπειλήσαντες. οὕτω τὰ πράγματα πρός τε τὸ βούλημα καὶ πρὸς τὸ ἐπιθύμημα τὸ ἑαυτῶν διῆγον, ὥστε χρυσὸν τὴν τοῦ Ἰουλίου Καίσαρος μοναρχίαν φανῆναι. τελευτῶντες δὲ λευκώματα αὖθις ἐξέθεντο, θάνατον μὲν μηδενὶ ἔτι φέροντα, τὰς δὲ οὐσίας τῶν ζώντων ἀποσυλῶντα, τῷ μὲν λόγῳ τὸ δέκατον τῆς οὐσίας παρ’ ἑκάστου τῶν πολιτῶν εἰσπράττοντες, ἔργῳ δὲ οὐδὲ τὸ δέκατόν τινι καταλείποντες· τῷ δὲ Καίσαρι ἡρῷον ἐπὶ τῆς ἀγορᾶς ἐφ’ ἧς ἐφλέχθη δειμάμενοι ἀπηγόρευσαν οὐδένα τῶν εἰς τοῦτο καταφευγόντων μήτε ἀνδρηλατεῖσθαι μήτε συλᾶσθαι. |
| 49 | τὸ δὲ οἴκημα ἐν ᾧ ἐσφάγη εἰς ἄφοδον μετεσκεύασαν. πράξαντες δὲ ταῦτα, Λέπιδος μὲν ἐν τῇ πόλει κατέμεινε, Καῖσαρ δὲ καὶ Ἀντώνιος ἐπὶ τὸν Βροῦτον καὶ τὸν Κάσσιον ἐξεστράτευσαν. Κάσσιος γὰρ καὶ Βροῦτος, ἐπειδὴ τὰ πράγματα ὑπὸ τῷ Ἀντωνίῳ τῷ τε Καίσαρι γενόμενα ἔμαθον, ὧν μὲν ἔλαχον ἐπαρχιῶν κατεφρόνησαν, τῆς Κρήτης καὶ Βιθυνίας, ὁρμήσαντες δέ, ὁ μὲν ἐπὶ τὴν Συρίαν, ὁ δὲ ἐπὶ τὴν Μακεδονίαν, ὅτι τῷ καιρῷ καὶ τοῖς χρήμασι ταῖς τε δυνάμεσιν ἤκμαζον, οὐ μόνον ταύτας ἀμαχεὶ προσηγάγοντο ἀλλὰ καὶ τὴν Ἀσίαν τελευτῶντες ἅπασαν παρεστήσαντο, πειθοῖ τε ὅπῃ παρείκοι καὶ βίᾳ πρὸς τοὺς ἀντιτείνοντας χρώμενοι. ἦσαν μὲν γὰρ καθ’ ἑκάστην ἐπαρχίαν ᾑρημένοι πρότερον ἄρχοντες· ἀλλ’ οἱ μὲν πρὸς τὸ ἀξίωμα καὶ τὸ κλέος τῶν περὶ Βροῦτον εἶκον εὐθὺς καὶ προσετίθεντό σφισιν· οἱ δὲ τὰ τοῦ Ἀντωνίου μᾶλλον καὶ τὰ τοῦ Καίσαρος φρονοῦντες οὐ χαλεπῶς ἐχειροῦντο, ὧν ἦν καὶ Δολοβέλας ὁ τὸν Τριβώνιον ἐν Σμύρνῃ δολοφονήσας, τήν τε κεφαλὴν αὐτοῦ τῇ τοῦ Καίσαρος εἰκόνι προσρίψας, ὅτι τῶν σφαγέων ἦν, καὶ ὁ τοῦ Ἀντωνίου ἀδελφὸς τῶν ἐν Μακεδονίᾳ δυνάμεων ἡγεῖσθαι παρ’ αὐτοῦ τούτου πεμφθείς. οὕτω γὰρ ἐτεθήπεσαν τοὺς περὶ τὸν Βροῦτον ἐφ’ οἷς ἐποίησαν αἱ πόλεις πᾶσαι, ὥστε καὶ οἱ Ἀθηναῖοι εἰκόνας σφίσι χαλκᾶς παρά τε τὴν τοῦ Ἁρμοδίου καὶ παρὰ τὴν τοῦ Ἀριστογείτονος ἐψηφίσαντο. |
| 50 | ὁ δὲ αὐτοῖς τάχυ μάλα τὰ πράγματα προσχωρῆσαι πεποίηκε, τοῦτ’ ἦν ὅτι τῆς τῶν τριῶν συνάρχων τῶν ἐν Ῥώμῃ ὠμότητος καὶ παρανομίας ἐκ διαμέτρου ἀφεστήκεσαν, καὶ μάλιστα Βροῦτος, εἴς τε τὴν βουλὴν ἀνέφερον τὰ πρασσόμενα, καὶ αὐτῇ τὰ πράγματα καὶ σφᾶς αὐτοὺς ἀνετίθεσαν· καὶ αὕτη ἔχαιρέ τε αὐτοῖς καὶ δόγμασιν ἐβεβαίου τὰ παρ’ αὐτῶν διοικούμενα καὶ γινόμενα, ἕως οὔπω δηλονότι παντελῶς ἐδεδούλωτο. ἐπεὶ δὲ ἐκεῖνοι ταύτην τε δουλωθεῖσαν ἤκουον, καὶ τὰς παρανόμους ἐν τῇ πόλει σφαγὰς ἐπυνθάνοντο, οὕτω δὴ τὰς δυνάμεις αὐτῶν συναγαγόντες εἰς ἓν εἰς τὸν ὕστατον ἐκεῖνον τῶν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀγώνων ὥρμησαν. ὄντων δ’ αὐτῶν ἔτι κατὰ τὴν Ἀσίαν ἔφθησαν οἱ περὶ τὸν Ἀντώνιον τόν τε Ἰόνιον περαιωθέντες καὶ πρὸς τοῖς Φιλίπποις τῆς Μακεδονίας στρατοπεδεύσαντες. διαβάντες δὲ καὶ ἐκ τῆς Ἀσίας αὐτοὶ ἀντιστρατοπεδεύονται τούτοις· καὶ τὰ μὲν στρατόπεδα, ὡς καὶ εὐτακτότεροι οἱ στρατιῶται καὶ ῥᾴους ἄρχειν ὦσι, διχῇ κατέστη, παντὸς δὲ δὴ καὶ τοῦ διὰ μέσου αὐτῶν καὶ τάφρῳ καὶ σταυρώματι περιληφθέντος, εἷς τε ὁ πᾶς περίβολος ἀμφοτέρων ἐγένετο, καὶ ἐν κοινῷ τὴν ἀπ’ αὐτοῦ ἀσφάλειαν εἶχον. ἀντικειμένων δὲ αὐτῶν ἀλλήλοις ἐκδρομαὶ μὲν καὶ ἀντεπέξοδοι παρ’ ἀμφοτέρων ὡς ἔτυχεν ἐγένοντο, μάχη δὲ ἐκ παρατάξεως οὐδεμία χρόνον τινὰ συνηνέχθη, τέλος δὲ συνέμιξαν ἀλλήλοις. πρὸ μέντοι τῆς μάχης σημεῖά τινα γεγονότα τό τε τοῦ πολέμου τέλος καὶ τὴν τῆς δημοκρατίας κατάλυσιν ὑπέφαινον, τοῦ θεοῦ τάχα μεθαρμόττοντος τότε τὴν πολιτείαν εἰς τὴν λυσιτελεστέραν ἁρμονίαν καὶ κρείττονα, τὴν τῆς μοναρχίας φημί· ὁμοφρονῆσαι μὲν ἐν τῷ καθεστῶτι τρόπῳ τῆς πολιτείας οὐκέθ’ οἷοί τε ἦσαν. |
| 51 | οὐ γὰρ ἔστιν ὅπως δημοκρατία ἄκρατος, ἐς τοσοῦτον ἀρχῆς ὄγκον προχωρήσασα, σωφρονῆσαι δύναται· πολλοὺς δ’ ἂν ἐπὶ πολλοῖς καὶ αὖθις ὁμοίους ἀγῶνας ἀνελόμενοι πάντως ἄν ποτε ἐδουλώθησαν ἢ καὶ ἐφθάρησαν. τὰ μὲν οὖν πολλὰ τῶν σημείων τοῖς τερατολόγοις παρήσω, ἀμείνων δ’ ἂν ἦν καὶ ὁ Δίων μὴ πέρα τοῦ δέοντος αὐτὰ τεθηπώς, ἀλλά τι καὶ τῷ Πολυβίῳ προσεσχηκώς, ὅστις ἅλωσιν γράψας τῆς Καρχηδόνος καὶ τῆς Ἑλλάδος δούλωσιν καὶ πρὸ τούτων τὴν μεγάλην τῶν Ῥωμαίων ἐκείνην ὑπὸ Ἀννίβου καὶ πολυχρόνιον κάκωσιν οὐδαμοῦ τερατολογῶν φαίνεται οὐδὲ σημεῖα ταῖς λοιπαῖς πόλεσι πρὸ τῶν συμφορῶν γενόμενα διηγούμενος, εἰ μὲν οὐδ’ ἂν γενέσθαι νομίζων, μεμπτῶς, πλήρης γὰρ τῶν τοιούτων ἡ ἱστορία· εἰ δ’ ὡς οὐχ ἱστορήσας γε αὐτός, συγγνωστῶς· συγγραφὴν γὰρ προκεχείριστο. ἐκ δ’ οὖν τῶν ἐπὶ Καίσαρος καὶ Ἀντωνίου γενομένων τοῦτο ἐρῶ, τὴν μεταβολὴν οἶμαι τῶν πραγμάτων δηλοῦν· τῶν γὰρ ἐν Ἰταλίᾳ ποταμῶν οἱ μέν τινες παντάπασιν ἐξέλιπον, οἱ δ’ ἀνάπαλιν ῥεῖν ἤρξαντο. ἐγένετο δ’ ἡ μάχη τοῦτον τὸν τρόπον· πρῶτον μὲν σαλπιγκτὴς εἷς ἑκατέρωθεν ὑπεσήμαινεν, καὶ οὕτως καὶ οἱ λοιποὶ ἐπήχησαν, πρῶτοι μὲν οἱ τό τε στάσιμον καὶ τὸ παρασκευαστικὸν ἐν τόπῳ τινὶ κυκλοτερεῖ διὰ σαλπίγγων μελῳδοῦντες, ἔπειτα δὲ καὶ οἱ ἄλλοι οἱ τόν τε θυμὸν τῶν στρατιωτῶν ἐπεγείροντες καὶ ἐπὶ τὴν σύνοδον αὐτοὺς ἐξοτρύνοντες. καὶ μετὰ τοῦτο σιωπή τε ἐξαπίνης πολλὴ ἐγένετο, καὶ σμικρὸν ἐπισχόντες αὐτοί τε διάτορον ἐξεφώνησαν καὶ αἱ τάξεις ἑκατέρωθεν συνεβόησαν. κἀκ τούτου ἀλαλάξαντες οἱ ὁπλῖται τάς τε ἀσπίδας τοῖς δόρασιν ἔκρουσαν καὶ ἐκεῖνα ἐπ’ ἀλλήλους ἐξηκόντισαν, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται βέλη καὶ λίθους ἧκαν. |
| 52 | καὶ μετὰ ταῦτα τό τε ἱππικὸν ἀντεξήλασε καὶ τὸ θωρακοφόρον συνεπισπόμενόν σφισιν ἐν χερσὶν ἐγένοντο. καὶ πολλῷ μὲν ὠθισμῷ πολλῷ δὲ καὶ ξιφισμῷ ἐχρήσαντο, τὰ μὲν πρῶτα περισκοποῦντες ὅπως τε τρώσουσί τινας καὶ ὅπως αὐτοὶ μὴ τρωθῶσιν· ἔπειτα δὲ ὡς ἥ τε ὁρμή σφων ηὐξήθη καὶ ὁ θυμὸς ἐφλέγμηνεν, ὁμόσε τε ἀπερισκέπτως χωροῦντες καὶ μηδεμίαν ἔτ’ ἀσφάλειαν ἑαυτῶν ποιούμενοι, καὶ οὔτε τῶν τραυμάτων αἴσθησιν εἶχον, τὸ γὰρ ἀλγῆσον ὁ θάνατος προελάμβανεν οὔτε τοῦ ὀλέθρου σφῶν ὀλοφυρμὸν ἐποιοῦντο, ἐς γὰρ τὸ λυπῆσον οὐκ ἐξικνοῦντο. ἔμενον δὲ κατὰ χώραν ἀκριβῶς ἀμφότεροι, καὶ οὔθ’ ὑπαγωγαῖς οὔτε διώξεσιν οὐδέτεροι ἐχρήσαντο, ἀλλ’ αὐτοῦ, ὥσπερ εἶχον, ἐτίτρωσκον ἐτιτρώσκοντο, ἐφόνευον ἐφονεύοντο μέχρι πόρρω τῆς ἡμέρας. καὶ εἴ γε Βροῦτος μὲν κατὰ Ἀντώνιον, Κάσσιος δὲ κατὰ Καίσαρα ἀντετέτακτο, ἰσοπαλεῖς ἂν ἐγεγόνεσαν· νῦν δὲ ὅ τε Βροῦτος τὴν τοῦ Καίσαρος ἀρρωστίαν ἐξεβιάσατο, καὶ ὁ Ἀντώνιος τὸν Κάσσιον οὐδέν οἱ ὅμοιον τὰ πολέμια ὄντα ἐξενίκησεν· ἐπλεονέκτησαν δὲ καὶ ἠλαττώθησαν ἀλλήλων τῷ τό τε τάφρευμα τὸ τοῦ Καίσαρος τοῦ τε Ἀντωνίου πᾶν καὶ τὰ ἐν αὐτῷ πάντα ἁλῶναι. ὅτε καὶ Καῖσαρ παραδόξως ἐσώθη, τῶν ἰατρῶν τινος πρὸ τῆς μάχης ὄναρ αὐτῷ εἰπόντος, κελεῦον αὐτῷ ἐκχωρῆσαι τοῦ στρατοπέδου· καὶ τῷ τὸν Κάσσιον ἐκ μὲν τῆς μάχης σωθῆναι, τοῦ τε ἐρύματος στερηθέντα ἄλλοσέ ποι διαφυγεῖν, ὑποτοπήσαντα δὲ καὶ τὸν Βροῦτον ἐσφάλθαι καί τινας τῶν κεκρατηκότων πρὸς αὐτὸν ἐπιέναι, διαχρήσασθαι ἑαυτόν. |
| 53 | ὁ οὖν Βροῦτος μετὰ ταῦτα καὶ τὸ ἐκείνου στράτευμα παραλαβὼν μάχῃ μὲν ἐκ παρατάξεως οὐ διενοεῖτο αὖθις συνενεχθῆναι, πολλὴν δὲ δὴ ἐλπίδα ἀκινδύνως ἐν τῷ χρόνῳ κατεργάσασθαί σφας ἔχων θορυβεῖν τε αὐτοὺς ἄλλως καὶ ταράττειν νύκτωρ ἐπειρᾶτο, καί ποτε καὶ τὸν ποταμὸν παρατρέψας πολὺ τοῦ ἐρύματος αὐτῶν κατέκλυσε. καὶ τὰ μὲν τοῦ Βρούτου ἐν τούτοις ἦν. ὁ δὲ δὴ Καῖσαρ ὅ τε Ἀντώνιος ἐσπάνιζον μὲν καὶ τροφῆς καὶ χρημάτων, ὅθεν οὐδὲ τοῖς στρατιώταις τι ἀντὶ τῶν διαρπασθέντων ἔδωκαν· καὶ προσέτι καὶ τὴν δύναμιν τὴν ναυτικὴν ἡττηθεῖσαν ὑπὸ τῆς τοῦ Βρούτου ἀπέβαλον. διὸ καὶ ἐν τοῖς ὅπλοις ἔτι μόνον τὰς ἐλπίδας οὐχ ὅτι τῆς νίκης ἀλλὰ καὶ τῆς σωτηρίας ποιούμενοι, ὥρμηντο διακινδυνεῦσαι· ἠναγκάσθη δὲ καὶ ὁ Βροῦτος μάχῃ κρατῆσαι τὰ ὅλα διὰ τὰς τῶν στρατιωτῶν αὐτομολήσεις. καὶ αὐτῶν ἀντιπαρατεταγμένων ἤδη ἀετοὶ δύο ὑπὲρ ἀμφοτέρων ὑπεριπτάμενοι ἀλλήλοις τε ἐμαχέσαντο καὶ ἐκείνοις τὸ τέλος τοῦ πολέμου προέφηναν· ἡττήθη γὰρ ὁ κατὰ τὸν Βροῦτον. ἡττηθέντος οὖν καὶ τοῦ Βρούτου, καὶ ἄλλων ἄλλῃ φευγόντων, ἐπεδίωξαν μὲν οἱ κεκρατηκότες, οὔτε δὲ ἀπέκτειναν οὔθ’ εἷλόν τινα, ἀλλὰ προσεδρεύσαντες αὐτοῖς τὴν νύκτα ὡς ἑκάστοις οὐκ εἴασαν αὖθίς σφας συστραφῆναι. ὁ οὖν Βροῦτος ἀπογνοὺς μὲν τὴν σωτηρίαν ἀπαξιώσας δὲ τὴν ἅλωσιν ἐς τὸν θάνατον αὐτὸς κατέφυγε καὶ ἀναβοήσας τοῦτο δὴ τὸ Ἡράκλειον, “Ὦ τλῆμον ἀρετή, λόγος ἄρ’ ἦσθα ἄλλως, ἐγὼ δέ σε ὡς ἔργον ἤσκουν· σὺ δ’ ἄρα ἐδούλευες τύχῃ,” παρεκάλεσέ τινα τῶν συνόντων, ἵνα αὐτὸν ἀποκτείνῃ. καὶ αὐτοῦ τὸ μὲν ἄλλο σῶμα ταφῆς ὑπὸ τοῦ Ἀντωνίου ἔτυχεν, ἡ δὲ δὴ κεφαλὴ ἐπέμφθη μὲν εἰς τὴν Ῥώμην, χειμῶνι δὲ ἐν τῷ ἀπὸ τοῦ Δυρραχίου διάπλῳ περιπεσοῦσα εἰς τὴν θάλασσαν ἐρρίφη. |
| 54 | τελευτήσαντος δὲ αὐτοῦ καὶ ἡ γυνὴ Πορκία ἄνθρακα διάπυρον καταπιοῦσα ἀπέθανε. τῶν δὲ συνόντων αὐτῷ ἐπιφανῶν ἀνδρῶν οἱ μὲν πλείους ἑαυτοὺς παραχρῆμα ἀπέκτειναν ἢ ἁλόντες ἐφθάρησαν, ὥσπερ καὶ ὁ Φαώνιος ὁ τοῦ Κάτωνος ἐραστής, οἱ δὲ λοιποὶ εἰς Σικελίαν πρὸς τὸν Σέξτον κατέφυγον. Καῖσαρ δὲ καὶ Ἀντώνιος, ὁ μὲν εἰς τὴν Ἀσίαν ἐχώρησεν ἀργυρολογήσων αὐτήν, Καῖσαρ δὲ εἰς τὴν Ῥώμην, τὸν Λέπιδον, ἄν τι παρακινῇ, κωλύσων, καὶ τῷ Σέξτῳ προσπολεμήσων. κατὰ δὲ τὴν Ῥώμην ἡ Φολουία ἡ τοῦ τε Καίσαρος πενθερὰ καὶ τοῦ Ἀντωνίου γυνὴ τὸν Λέπιδον ὑπὸ νωθείας παρ’ οὐδὲν ἦγε καὶ αὐτὴν τὰ πράγματα διεχείριζεν, ὥστε μήτε τὴν βουλὴν μήτε τὸν δῆμον ἄλλο τι παρὰ τὸ ἐκείνῃ δοκοῦν χρηματίζειν· συνῆν δὲ ταύτῃ καὶ Λούκιος ὁ τοῦ Ἀντωνίου ἀδελφός. ἐπελθόντος δὲ τοῦ Καίσαρος, πρὸς βραχὺ μὲν ἡσύχασαν, ἔπειτα διηνέχθησαν, καὶ τελευτῶντες εἰς πόλεμον ἐμφανῆ κατέστησαν. ὁ γὰρ Καῖσαρ τὴν χαλεπότητα τῆς πενθερᾶς μὴ φέρων τὴν θυγατέρα αὐτῆς, ὡς καὶ παρθένον ἔτι οὖσαν, ὃ καὶ ὅρκῳ ἐπιστώσατο, ἀπεπέμψατο. γενομένου δὲ τούτου, οὐδὲν ἔτι φίλιον ἐποίουν· συνήρατο δὲ τοῖς περὶ Φολουίαν ἐς τὰ μάλιστα τὸ ἐξ ὑπογυίου τῶν ἀνθρώπων περὶ τὸν Καίσαρα μῖσος, ἐξ αἰτίας τῆσδε φυέν. πᾶσαν γὰρ κατ’ ἀρχὰς τὴν Ἰταλίαν πλὴν εἴ τις τῶν ἐστρατευμένων ἐν δωρεᾶς μέρει λαβὼν ἢ καὶ ἐκ τοῦ δημοσίου πριάμενος εἶχε, μετά τε τῆς δουλείας καὶ μετὰ τῆς ἄλλης κατασκευῆς τοὺς δεσπότας ὁ Καῖσαρ ἀφῃρεῖτο καὶ τοῖς στρατιώταις ἐδίδου. τῶν οὖν ἀποστερουμένων τῶν ἰδίων κτημάτων δεινῶς πρὸς αὐτὸν ἀγανακτούντων, ὡς εἰκός, καὶ σχετλιαζόντων, διηρώτα σφᾶς “πόθεν οὖν τὰ γέρα τοῖς ἐστρατευμένοις ἀποδώσομεν”; ὥσπερ τινὸς αὐτῷ πολεμεῖν ἢ καὶ τοσαῦτά τισιν ὑπισχνεῖσθαι κεκελευκότος. |
| 55 | τοὺς οὖν ἀδικουμένους παρὰ τοῦ Καίσαρος ὅ τε Λούκιος καὶ ἡ Φολουία προσεποιοῦντό τε καὶ συνίστων. ὅθεν ὁ Καῖσαρ καὶ ἄκων ὑποκατέκλινε, καὶ οὐκέτ’ ἀφῃρεῖτό τι. ἡ μὲν οὖν γερουσία διὰ ταῦτα καὶ οἱ ἄλλοι πρᾴως πως πρὸς αὐτὸν ἔσχον, οἱ δὲ στρατιῶται ἐδυσχέραινον, καὶ τῶν τε ἑκατοντάρχων καὶ τῶν ἄλλων τῶν θορυβεῖν αὐτοὺς κωλυόντων συχνοὺς ἀπέκτειναν, αὐτόν τε ἐκεῖνον παρ’ ὀλίγον ἦλθον ἀποχρήσασθαι, πᾶσαν αὐτάρκη πρόφασιν τῆς ὀργῆς ποιούμενοι. καὶ οὐ πρότερόν γε ἐπαύσαντο χαλεπαίνοντες πρὶν τοῖς τε συγγενέσι σφῶν καὶ τοῖς τῶν ἐν ταῖς μάχαις πεσόντων πατράσι καὶ παισὶ τὴν χώραν, ἥν τινες αὐτῶν εἶχον, ἀφεθῆναι. ἐκ δὲ τούτου τὰ μὲν τῶν στρατιωτῶν ἐπιτηδειότερά οἱ αὖθις ἐγένετο, ὁ δὲ δῆμος κατ’ αὐτὸ δὴ τοῦτο πάλιν ἠγανάκτει. καὶ ἔς τε χεῖρας αὐτοὶ ᾔεσαν καὶ μάχαι σφῶν συνεχεῖς ἐγίνοντο. διὰ ταῦτα οὖν φοβηθεὶς ὁ Καῖσαρ καταλλαγῆναι τῇ Φολουίᾳ καὶ τῷ Λουκίῳ ἠθέλησεν. ἐπεὶ δὲ πολλοὺς πολλάκις πέμπων οὐδὲν ἐπέραινεν, ἡ γὰρ Φολουία τοὺς βουλευτὰς καὶ τοὺς ἱππέας ἔχουσα μετ’ αὐτῶν ἐβουλεύετο, καὶ τί ταῦτα θαυμάσειέ τις, ὁπότε καὶ ξίφος παρεζώννυτο καὶ συνθήματα τοῖς στρατιώταις ἐδίδου, ἐδημηγόρει τε ἐν αὐτοῖς πολλάκις; διὰ ταῦτα τοίνυν ὁ Καῖσαρ ἐπὶ τοὺς ἐστρατευμένους κατέφυγεν, οὗτοι δὲ ἦσαν οἱ τῆς στρατείας ἤδη διὰ τὸ τὸν νενομισμένον χρόνον ἐστρατεῦσθαι διαφειμένοι, τούτους οὖν πολλοὺς κατὰ τὴν Ἰταλίαν ὑπάρχοντας παρεκάλει διαλλακτὰς γενέσθαι σφίσι τῶν πρὸς ἀλλήλους διαφορῶν ἢ δικαστάς. |
| 56 | καὶ δῆτα ἐς τὴν Ῥώμην ἐκεῖνοι πλήθει πολλῷ συνελθόντες, ἔς τε τὸ Καπιτώλιον ἀθροισθέντες, τάς τε συνθήκας ἃς ὅ τε Ἀντώνιος καὶ ὁ Καῖσαρ ἐπεποίηντο ἀναγνωσθῆναί σφισιν ἐκέλευσαν, καὶ τῷ μὲν Καίσαρι παρόντι, τοῖς δὲ ἑτέροις διὰ πρεσβείας καὶ ἐν ῥητῇ τινι ἡμέρᾳ πρὸς τὴν δίκην ἀπαντῆσαι προσέταξαν. καὶ ὁ μὲν Καῖσαρ ἕτοιμος διαδικασθῆναι ἐγένετο· οἱ δ’ οὐκ ἦλθον φοβηθέντες ἢ καὶ ἀπαξιώσαντες, διέσκωπτον γοῦν σφας, ἄλλα τε καὶ βουλὴν καλίγαν ἀπὸ τῆς τῶν στρατιωτικῶν ὑποδημάτων χρήσεως ἀποκαλοῦντες· τηνικαῦτα οὖν, τοῦ μὲν Λουκίου καὶ τῆς Φολουίας ὡς καὶ ἀδικούντων κατεψηφίσαντο, τὰ δὲ τοῦ Καίσαρος ἐπρέσβευσαν. καὶ ἐκ τούτου δὴ τοῦ πολέμου ψηφισθέντος χρημάτων ἐς τὸν πόλεμον δεόμενος τὰ ἀναθήματα, ὅσα γε ἐξαργυρισθῆναι ἐδύνατο, τά τε ἐν τῇ ἄλλῃ Ἰταλίᾳ τῇ ἐν τῇ ἐπικρατείᾳ αὐτῶν οὔσῃ καὶ τὰ ἐν αὐτῇ τῇ Ῥώμῃ ἀνακείμενα καθεῖλον. ὅ τε οὖν Καῖσαρ παρεσκευάζετο, καὶ ἡ Φολουία καὶ ὁ Λούκιος τά τε πρόσφορα ἐπορίζοντο καὶ τὰς δυνάμεις συνεκρότουν· καὶ πολλὰ μὲν ἀλλήλους ἐκάκωσαν, ἐνίκησε δ’ ὅμως ὁ Καῖσαρ, τήν τε πόλιν ἐν ᾗ ὁ Λούκιος ἦν παρακαθίσας ὑπὸ λιμοῦ ἐξεπολιόρκησε, καὶ αὐτὸς μὲν ἄλλοι τέ τινες ἄδειαν εὕροντο, τῶν δὲ βουλευτῶν καὶ τῶν ἱππέων οἱ πλείους ἐφθάρησαν· καὶ ἥ τε Φολουία πρὸς τὸν ἄνδρα μετὰ τῶν τέκνων ἀπέδρα, ἥ τε Ἰουλία ἡ τῶν Ἀντωνίων μήτηρ εἰς Σικελίαν πρῶτον πρὸς τὸν Σέξτον ἐλθοῦσα ἐντίμως ὑπ’ αὐτοῦ πρὸς τὸν υἱὸν ἀπεστάλη. μετὰ τούτων τῶν τότε πρὸς τὸν Ἀντώνιον ἐκχωρησάντων καὶ Κλαύδιος Τιβέριος Νέρων ἔφυγε. φρουρὰν γάρ τινα ἐν τῇ Καμπανίᾳ εἶχε, καὶ ἐπειδὴ καθυπέρτερα τὰ τοῦ Καίσαρος ἐγένετο, ἀπῆρε σύν τε τῇ γυναικὶ Λιβίᾳ Δρουσίλῃ καὶ σὺν τῷ υἱῷ Τιβερίῳ Κλαυδίῳ [Τιβερίῳ] Νέρωνι, ὥστε καὶ τοῦτο ἐν τοῖς παραδοξοτάτοις συμβῆναι· ἥ τε γὰρ Λιβία αὕτη ἡ τὸν Καίσαρα τότε φυγοῦσα μετὰ ταῦτα αὐτῷ ἐγήματο, καὶ ὁ Τιβέριος οὗτος ὁ σὺν τοῖς τοκεῦσι τότε ἐκδρὰς τὴν αὐτοκράτορα ἀρχὴν αὐτοῦ διεδέξατο. |
| 57 | ταῦτα μὲν ὕστερον ἐγένετο. Καῖσαρ δέ, ἐπεὶ ὑπό τε τοῦ λιμοῦ φθορὰ ἐν τῷ ἄστει ἐγένετο θαλαττοκρατοῦντος τοῦ Σέξτου, καὶ ὁ Σέξτος καὶ τῆς Ἰταλίας ἐπείρασε, διαναυμαχῆσαι πρὸς αὐτὸν ἠβουλήθη. καὶ πρῶτον μὲν δερμάτινα πλοῖα κατὰ τοὺς ἐν τῷ ὠκεανῷ πλέοντας ἐκποιῆσαι ἐπεχείρησεν, ἔνδοθε μὲν ῥάβδοις αὐτὰ κούφαις διαλαμβάνων, ἔξωθεν δὲ βοὸς δέρμα ὠμὸν ἐς ἀσπίδος κυκλοτεροῦς τρόπον περιτείνων. ὡς δὲ γέλωτά τε ὠφλίσκανε καὶ κινδυνεύσειν, εἰ πειραθείη τούτων, ἐπίστευσε, τῷ ναυτικῷ τῷ κατασκευασθέντι ἐχρήσατο μέν, ἡττηθεὶς δὲ καταλλαγῆναί οἱ ἐπεθύμησεν· οὐ μὴν ἔτυχεν αὐτοῦ πρὸς τὰς διαλλαγὰς ὁμογνώμονος. τοῦ δὲ Καίσαρος περὶ ταῦτα ὄντος, τοῦ τε Ἀντωνίου ἐκ τῆς Ἀσίας εἰς Αἴγυπτον ἔρωτι τῆς Κλεοπάτρας ἀποχωρήσαντος, ὁ Λαβιῆνος τοῦ Μεγάλου Πομπηίου γεγονὼς ἱππάρχης, μᾶλλον δὲ υἱὸς ἐκείνου ὁ Λαβιῆνος οὗτος ὑπῆρχεν ὁ εἰς τοὺς Πάρθους αὐτομολήσας, ἔπειτα τοῖς ἐκείνου παισὶ συνηγωνισμένος κατὰ τοῦ Καίσαρος, ὡς δὲ καὶ ἐκεῖνοι ἐνικήθησαν, εἰς τοὺς Πάρθους καταφυγὼν ἀνέπεισε τὸν Ὑρώδην τὸν βασιλέα τῶν Πάρθων ἐπιχειρῆσαι Ῥωμαίοις· καὶ ἐκεῖνος τὸν παῖδα αὐτῷ τὸν Πάκορον δοὺς μετὰ δυνάμεως ἐξαπέστειλε, καὶ ἥ τε Συρία πᾶσα πλὴν τῆς Τύρου ὑπ’ αὐτῶν ἑάλω καὶ ἡ Παλαιστίνη ἐχειρώθη, Κιλικίαν τε καὶ τῆς Ἀσίας τὰς ἠπειρώτιδας πόλεις σχεδὸν ἁπάσας ᾑρήκεσαν. |
| 58 | Ἀντώνιος δὲ ἐπυνθάνετο μέν που ταῦτα, ὑπὸ δὲ τοῦ ἔρωτος καὶ τῆς μέθης οὔτε τῶν συμμάχων τι οὔτε τῶν πολεμίων ἐφρόντισεν· ὀψὲ δ’ οὖν ποτε ἀναγκασθεὶς ἐξαναστῆναι, καὶ ἰδὼν πάντα προκατειλημμένα ἐγκατέλιπεν αὐτούς, πρόφασιν τὸν τοῦ Σέξτου πόλεμον ποιησάμενος. διαβαλὼν δὲ ἐς τὴν Ἑλλάδα, κἀνταῦθα τῇ τε μητρὶ καὶ τῇ γυναικὶ συμμίξας τόν τε Καίσαρα πολέμιον ἐποιήσατο καὶ τῷ Σέξτῳ φιλίαν ἐσπείσατο. καὶ μετὰ τοῦτο ἐς τὴν Ἰταλίαν περαιωθείς, καὶ Πουπλίῳ Σερουιλίῳ δύναμιν παρὰ τοῦ Καίσαρος ἄγοντι κατ’ αὐτοῦ ἐξαίφνης προσπεσὼν πολλοὺς μὲν ἔφθειρε, πολλοὺς δὲ καὶ παρεστήσατο. συνερρωγότος οὖν τοῦ πολέμου, ἡ Φολουία τελευτᾷ, καὶ τά τε ὅπλα ἀμφότεροι κατέθεντο καὶ συνηλλάγησαν, πρόφασιν τὸν θάνατον αὐτῆς πρὸς τὸ παρ’ ἀλλήλων δέος, ἅτε καὶ ἀντιπάλους καὶ τὰς δυνάμεις καὶ τὰς ἐλπίδας ἔχοντες, ποιησάμενοι. κἀν τούτῳ Καῖσαρ μὲν Σαρδώ τε καὶ Δαλματίαν τήν τ’ Ἰβηρίαν καὶ τὴν Γαλατίαν, Ἀντώνιος δὲ πάντα τἄλλα τὰ ὑπὲρ τὸν Ἰόνιον, τά τε ἐν τῇ Εὐρώπῃ καὶ τῇ Ἀσίᾳ τοῖς Ῥωμαίοις ὄντα, ἀπέλαχε. τὰ γὰρ ἐν τῇ Λιβύῃ ἔθνη ὁ Λέπιδος καὶ τὴν Σικελίαν ὁ Σέξτος εἶχεν. ὃς καὶ πολεμεῖν αὐτῷ τοῦ τε Ἀντωνίου καὶ τοῦ Καίσαρος παρασκευαζομένων ἔφθη πολλὰ πρὸς ἑαυτοῦ τε καὶ κατ’ ἐκείνων διαπραξάμενος· καὶ τέλος τοὺς τῆς Ῥώμης πάντας ἐκπολεμώσας αὐτοῖς τοσοῦτον ἴσχυε κατὰ θάλατταν, καὶ μάλιστα Μηνᾷ τινι τῶν ἐξελευθέρων αὐτοῦ ὑπουργῷ χρώμενος. οἱ γὰρ ἐν τῇ Ῥώμῃ, ὡς ἥ τε Σαρδὼ εἴχετο καὶ ἡ παραλία ἐπορθεῖτο, τῆς τε σιτοπομπίας ἐστέρηντο, καὶ ὁ λιμὸς δεινῶς αὐτοὺς ἐλύπει, παρεκάλουν σφᾶς εἰρηνῆσαι, καὶ πολλὰ ἐπὶ τούτῳ ἐβόων, ὡς δ’ οὐδὲν ἐπέραινον, σπουδῇ ἐπ’ αὐτοὺς ὡς καὶ ἀποκτενοῦντες ὥρμησαν. |
| 59 | καὶ ὁ μὲν Καῖσαρ, καίτοι τρωθέντων τῶν ἀμφ’ αὐτὸν ὄντων, τήν τε ἐσθῆτα περιερρήξατο καὶ πρὸς ἱκετείαν αὐτῶν ἐτράπετο, ὁ δ’ Ἀντώνιος βιαιότερον μὲν αὐτοῖς προσηνέχθη, ἠναγκάσθησαν δ’ ὅμως τῷ Σέξτῳ καὶ ἄκοντες ἐπικηρυκεύσασθαι. κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον Λούκιος Κορνήλιος Βάλβος ὑπάτευσεν, ἀνὴρ Γαδειρεύς· ἐμνήσθη δ’ αὐτοῦ ἡ ἱστορία, ὅτι καὶ πλούτῳ καὶ μεγαλονοίᾳ τοσοῦτον τοὺς καθ’ ἑαυτὸν ἀνθρώπους ὑπερήνεγκεν ὥστε καὶ δωρεὰν τοῖς Ῥωμαίοις ἀνὰ πέντε καὶ εἴκοσι δραχμὰς τελευτῶν καταλιπεῖν. καὶ ὁ νόμος ὁ Φαλκίδιος ὠνομασμένος πλείστην καὶ νῦν ἔτι ἰσχὺν ἐς τὰς τῶν κλήρων διαδοχάς, ὥστε τινὰ τὸ τέταρτον τῆς καταλειφθείσης οὐσίας, ἄν γέ πῃ βαρύνηται, λαμβάνοντα τὸ λοιπὸν ἀφεῖναι, ἔχων, ὑπὸ Πουπλίου Φαλκιδίου δημαρχοῦντος ἐτέθη. οἱ δὲ περὶ τὸν Καίσαρα καὶ Ἀντώνιον ἄλλα τε πολλὰ παρηνόμουν καὶ ἐς τὸ βουλευτήριον πλείστους ὅσους οὐχ ὅτι ἄλλως ἀναξίους, ἀλλὰ καὶ δούλους ἀνέγραψαν. Μάξιμον γοῦν τινα ταμιεύσειν μέλλοντα ἐγνώρισέ τε ὁ δεσπότης καὶ ἀπήγαγεν. ἕτερος δέ τις ἐν τοῖς στρατευομένοις φωραθεὶς κατὰ τῶν τοῦ Καπιτωλίου κρημνῶν ἐώσθη, προελευθερωθεὶς ἵνα ἀξίωμα ἡ τιμωρία αὐτοῦ λάβῃ. τῷ δὲ δὴ Σέξτῳ εἰς λόγους ἦλθον, καὶ συνθήκας πρὸς αὐτὸν ἐποιήσαντο. γενομένης δὲ τῆς εἰρήνης αὐτοῖς, τοσοῦτον οἱ παρόντες ὑφ’ ἡδονῆς ἐξέκραγον, ἅτε καὶ τῷ πολέμῳ κακοπαθοῦντες καὶ τῆς εἰρήνης ἰσχυρῶς ἐπιθυμοῦντες, ὡς καὶ τὸ ὄρη συνηχῆσαι, κἀκ τούτου καὶ φρίκην σφίσι καὶ ἔκπληξιν μεγάλην ἐγγενέσθαι. οὐκ ἀνέμενον γοῦν οἱ τοῦ Σέξτου τῇ γῇ αὐτῇ προσελθεῖν (ἦσαν γὰρ ἐν τοῖς πλοίοις), ἀλλ’ ἐξεπήδων ἐς τὴν θάλασσαν, καὶ οἱ ἕτεροι ἐς αὐτὸν τὸν βυθὸν ἐπεισέβαινον. |
| 60 | κἀν τούτῳ ἠσπάζοντό τε ἀλλήλους ἅμα νηχόμενοι καὶ περιέβαλλον κολυμβῶντες. μετὰ δὲ ταῦτα ἀνθειστίων ἀλλήλους, πρότερος μὲν ὁ Σέξτος ἐν τῇ νηί, ἔπειτα δὲ ὁ Καῖσαρ, ὅ τε Ἀντώνιος ἐν τῇ ἠπείρῳ. δυνηθεὶς δ’ ἂν ὁ Σέξτος καὶ ἀμφοτέρους ἐν τῷ σκάφει σὺν ὀλίγοις παρόντας, ὥσπερ που καὶ Μηνᾶς αὐτῷ συνεβούλευε, φονεῦσαι, οὐκ ἠθέλησε. πρὸς δὲ τὸν Ἀντώνιον, ἐπειδὴ τὴν οἰκίαν αὐτοῦ τὴν πατρῴαν τὴν ἐν ταῖς Καρίναις κατεῖχε (τόπος δέ τις τῆς Ῥώμης αἱ Καρῖναι), τρόπον τινὰ ἥδιστον ἀπέσκωψε· ταῖς γὰρ τροπίσι ταῖς τῶν νεῶν τῆς αὐτῆς ὀνομασίας οὔσης, ἐν ταῖς Καρίναις αὐτοὺς ἑστιᾶν ἔφη. τὴν δὲ θυγατέρα Μάρκῳ Μαρκέλλῳ τῷ τοῦ Καίσαρος ἀδελφῷ ἐνεγγύησεν. οὗτος μὲν οὖν ὁ πόλεμος ἀνεβέβλητο. Ἀντώνιος δὲ ἐς τὴν Ἑλλάδα ἀπὸ τῆς Ἰταλίας ἐπανελθὼν ἄλλα τε πολλὰ ἔξω τῶν πατρίων ἐξεδιῃτήθη, τάς τε πόλεις ἅμα κακῶν καὶ τὰς ἐπιθυμίας ἀποπιμπλάς, καὶ Διόνυσον αὑτὸν ὀνομάζεσθαι ἠξίου. ἐπειδή τε οἱ Ἀθηναῖοι πρὸς τοῦτο τὴν Ἀθηνᾶν αὐτῷ κατηγγύησαν, δέχεσθαί τε τὸν γάμον ἔφη καὶ προῖκα μυριάδας ἑκατὸν παρ’ αὐτῶν ἐξέπραξεν. αὐτὸς μὲν οὖν περὶ ταῦτα εἶχε, τὸν δὲ δὴ Οὐεντίδιον τὸν Πούπλιον ἐς τὴν Ἀσίαν προύπεμψε. καὶ ὃς τούς τε Πάρθους ἐν ὀχυρῷ χωρίῳ ἐστρατοπεδευμένους, ἐπιθεμένους αὐτῷ παρὰ γνώμην τοῦ Λαβιήνου διὰ τὰ πρῴην εὐημερήματα, κατὰ κράτος ἐτρέψατο καὶ τῆς Συρίας ἐξήλασεν, αὐτόν τε τὸν Λαβιῆνον ἐχειρώσατο. καὶ ἐπὶ τούτῳ θρίαμβον ἐν τῇ Ῥώμῃ μετὰ ταῦτα καταγαγὼν ἄλλα τε τοῖς ἀναλώμασιν ἐλαμπρύνατο, καὶ τὸ βασίλειον κατακαυθὲν ἀνοικοδομήσας εἰκόσιν ἃς παρὰ τοῦ Καίσαρος ὡς καὶ ἀποδώσων ᾐτήσατο κατεκόσμησε. |
| 61 | καὶ αὐτὰς ἀπαιτηθεὶς ὕστερον οὐκ ἀπέδωκεν, εὐτραπελίᾳ χρησάμενος· ὡς γὰρ οὐκ ἔχων ἱκανοὺς ὑπηρέτας “πέμψον τινας” ἔφη “καὶ ἆρον αὐτάς”, καὶ οὕτως ἐκεῖνος ὀκνήσας τὴν ἱεροσυλίαν ἀνακεῖσθαί σφας εἴασε. ταῦτά τε οὖν ἐγένετο καὶ ὁ Καῖσαρ τὴν Λιβίαν ἔγημε, πάλαι αὐτῆς ἐρῶν. ἦν δὲ γυνὴ τοῦ Νέρωνος, μεθ’ οὗ συνδιέφυγεν, ὥσπερ εἴρηται· καὶ ἐκύει γε ἐξ αὐτοῦ μῆνα ἕκτον. ἐξέδωκε δὲ αὐτὴν αὐτὸς ὁ ἀνὴρ ὥσπερ τις πατήρ. καί τι καὶ τοιοῦτον ἐν τῇ ἑστιάσει σφῶν συνηνέχθη· παιδίον τι τῶν ψιθύρων, οἷα αἱ γυναῖκες γυμνὰ ὡς πλήθει ἀθύρουσαι τρέφουσιν, ἰδὸν χωρὶς μὲν τὴν Λιβίαν μετὰ τοῦ Καίσαρος χωρὶς δὲ τὸν Νέρωνα μεθ’ ἑτέρου τινὸς κατακείμενον, προσῆλθεν αὐτῇ καὶ ἔφη “τί ποιεῖς ἐνταῦθα, κυρία; ὁ γὰρ ἀνήρ σου” δείξας αὐτόν “ἐκεῖ κατάκειται”. συνοικοῦσα δὲ ἤδη τῷ Καίσαρι τίκτει Κλαύδιον Δροῦσον Νέρωνα. καὶ αὐτὸν ὁ Καῖσαρ ἀνείλετο καὶ τῷ πατρὶ ἔπεμψε. καὶ ἐκεῖνος τελευτῶν οὐ πολλῷ ὕστερον ἐπίτροπον καὶ τούτῳ καὶ τῷ Τιβερίῳ αὐτὸν τὸν Καίσαρα κατέλιπεν. ὁ δ’ οὖν ὅμιλος ἄλλα τε ἐπὶ τούτῳ πολλὰ διεθρύλλει καὶ τοῖς εὐτυχοῦσι τρίμηνα παιδία γεννᾶσθαι ἔλεγεν, ὥστε καὶ ἐς παροιμίαν τὸ ἔπος χωρῆσαι. τὸν δὲ Μηνᾶν αὐτομολήσαντα πρὸς αὐτὸν ὁ Καῖσαρ οὔτε ἐξέδωκε τῷ Σέξτῳ ἐξαιτηθέντα καὶ προσέτι καὶ διὰ τιμῆς ἦγε, καὶ ἐς τὸ τῶν ἱππέων τέλος ἐσέγραψε δακτυλίοις τε χρυσοῖς ἐκόσμησε. τὸ δὲ δὴ τῶν δακτυλίων τοιόνδε ἐστίν. οὐδενὶ τῶν πάλαι Ῥωμαίων δακτυλίοις χρυσοῖς, πλὴν τῶν βουλευτῶν καὶ τῶν ἱππέων, χρῆσθαι ἐξῆν· καὶ διὰ τοῦτο τοῖς ἐξελευθέροις παρὰ μόνου δίδοται τοῦ τὸ κράτος ἔχοντος, ὁ δὲ δὴ Σέξτος διά τε τοῦτο καὶ ὅτι πολλὰ αὐτῷ τῶν ὁμολογηθέντων οὐκ ἐγίνετο, ἀντεγκαλοῦντος ἅμα αὐτῷ καὶ τοῦ Καίσαρος παράβασιν ἐν ἐνίοις τῶν συνθηκῶν ἔλυσε τὴν εἰρήνην. |
| 62 | καὶ ὁ Καῖσαρ τόν τε Λέπιδον καὶ τὸν Ἀντώνιον εἰς τὸν κατ’ αὐτοῦ πόλεμον μετεπέμψατο· οἱ δὲ οὐκ εὐθὺς ὑπήκουσαν· ὅθεν ὁ Καῖσαρ μόνος ἐπολέμει τῷ Σέξτῳ, καὶ τήν γε πρώτην κακῶς ἔπραξεν· ἔν τε γὰρ ναυμαχίαις τισὶ σφαλεὶς ἔτυχε, καὶ ὑπὸ χειμώνων σφοδρῶν τὰ πολλὰ τῶν πλοίων ἀπέβαλε. τοῦ δὲ Σέξτου τοῖς προτερήμασιν ἐπηρμένου, καὶ τὴν Ἰταλίαν φέροντός τε καὶ ἄγοντος, υἱόν τε τοῦ Ποσειδῶνος ἑαυτὸν ὀνομάζοντος, πλοῖα ὁ Καῖσαρ κατὰ πᾶσαν ὡς εἰπεῖν τὴν Ἰταλίαν ἐναυπηγεῖτο, καὶ ἐρέτας συνέλεγεν ὁπλίτας τε κατελέγετο, καὶ χρήματα ἤθροιζε. καὶ δύο ἐνιαυτοὺς ἔς τε τὴν ναυπηγίαν ἔς τε τὴν τῶν χρημάτων ἄθροισιν καὶ ἐς τὴν τῶν ἐρετῶν ἄσκησιν κατανάλωσεν, αὐτὸς μὲν ἐφορῶν καὶ διατάττων ταῦτά τε καὶ τὰ ἄλλα τὰ ἐν τῇ Ἰταλίᾳ καὶ Γαλατίᾳ, Μάρκῳ δὲ Οὐιψανίῳ Ἀγρίππᾳ τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἐγχειρίσας. τοὺς γὰρ Γαλάτας αὐτὸν προσπολεμούμενον, ὅτεπερ καὶ τὸν Ῥῆνον δεύτερος δὴ Ῥωμαίων ἐπὶ πολέμῳ διέβη, μετεπέμψατο, καὶ τῇ τε δόσει τῶν νικητηρίων ἐτίμησε καὶ ἐκπονῆσαί τε καὶ ἐξασκῆσαι τὸ ναυτικὸν ἐκέλευσε. καὶ ὅς (ὑπάτευε δὲ μετὰ Λουκίου Γάλλου) τὰ μὲν ἐπινίκια οὐκ ἔπεμψεν, αἰσχρὸν εἶναι νομίσας τοῦ Καίσαρος κακῶς πεπραγότος γαυρωθῆναι, τὸ δὲ δὴ ναυτικὸν πάνυ προθύμως ἐξειργάσατο. ἀλιμένων δὲ τῶν ταύτῃ χωρίων ὄντων, ἔργον μεγαλοπρεπὲς ἐξεπόνησεν. ἐν γὰρ τῇ Κύμῃ τῇ Καμπανίδι χωρίον τι μεταξὺ Μισηνοῦ καὶ Πουτεόλων μηνοειδές ἐστιν· ὄρεσί τε γὰρ μικροῖς καὶ ψιλοῖς, πλὴν βραχέων περιείληπται, καὶ θάλασσαν τριπλῆν κολπώδη ἔχει. |
| 63 | ταύτην ὁ Ἀγρίππας συντρήσας λιμένας ναυλοχωτάτους ἀπέδειξεν. ἃ δὲ ἐν τῷ τόπῳ ἐκείνῳ ἀξιαφήγητα ἐθεασάμην, φράσω. τὰ ὄρη ταῦτα πρὸς ταῖς ἔνδον θαλάσσαις ὄντα πηγὰς πυρός τε ἅμα πολλοῦ καὶ ὕδατος συμμιγεῖς ἔχει, καὶ αὐτὸ μὲν καθ’ ἑαυτὸ ἑκάτερον οὐδαμοῦ εὑρίσκεται, οὔτε γὰρ πῦρ αὐτὸ οὔθ’ ὕδωρ ψυχρὸν αὐτὸ φαίνεται, ἐκ δὲ δὴ τῆς ὁμιλίας σφῶν τό τε ὕδωρ θερμαίνεται καὶ τὸ πῦρ ὑγραίνεται· καὶ ἐκεῖνο μὲν πρὸς τὴν θάλασσαν διὰ τῶν προπόδων εἰς τὰς δεξαμενὰς χωρεῖ, τὴν δ’ ἀτμίδα αὐτοῦ ἔς τε οἰκήματα μετέωρα διὰ σωλήνων ἀνάγουσι, κἀνταῦθα αὐτῇ πυριῶνται. ὅσα γὰρ ἂν ἐπὶ πλεῖον ἀπό τε τῆς γῆς καὶ ἀπὸ τοῦ ὕδατος ἀναδράμῃ, ξηρότερα γίνεται. κατασκευαί τε οὖν περὶ ἀμφότερα πολυτελεῖς ἤσκηνται, καὶ ἔστιν ἔς τε βίου διαγωγὴν καὶ ἐς ἄκεσιν ἐπιτήδεια. ταῦτά τε οὖν τὸ ὄρος ἐκεῖνο καὶ προσέτι καὶ γῆς φύσιν τοιάνδε παρέχεται. τοῦ πυρὸς τὸ μὲν καίειν οὐκ ἔχοντος, ὑπὸ γὰρ τῆς τοῦ ὕδατος συνουσίας πᾶν τὸ φλογῶδες αὐτοῦ σβέννυται, διακρίνειν δὲ δὴ καὶ διατήκειν τὰ προστυχόντα οἱ καὶ ὣς δυναμένου, συμβαίνει τῆς γῆς τὸ μὲν λιπαρὸν ἐκτήκεσθαι ὑπ’ αὐτοῦ, τὸ δὲ τραχὺ καὶ ὀστῶδες ὡς εἰπεῖν ὑπολείπεσθαι. σηραγγώδεις τε οὖν οἱ ὄγκοι ἐξ ἀνάγκης γίνονται, καὶ αὐχμῷ μὲν δοθέντες ἐς κόνιν διαλύονται, ὕδατι δὲ σὺν κονίᾳ φυραθέντες συνίστανται, καὶ ἐφ’ ὅσον γ’ ἂν ἐν τῷ ὑγρῷ ὦσι, πήγνυνταί τε καὶ τεφροῦνται. αἴτιον δὲ ὅτι τὸ μὲν κραῦρον αὐτῶν ὑπὸ μὲν τοῦ πυρὸς ὁμοφυοῦς οἱ ὄντος ἐπιτείνεταί τε καὶ θραύεται, τῇ δὲ δὴ συμμίξει τῆς νοτίδος ἀναψύχεται, κἀκ τούτου εἴσω διὰ παντὸς συμπιληθὲν ἄλυτον γίνεται. |
| 64 | τοιαῦται μὲν αἱ Βαῖαί εἰσι, καὶ ἐς αὐτὰς τότε ὁ Ἀγρίππας ἐπειδὴ τάχιστα τούς τε εἴσπλους ἐξεποίησε, τάς τε ναῦς καὶ τοὺς ἐρέτας ἤθροισεν. ἐς δὲ τὴν Ῥώμην σημεῖα ἄλλα τε συχνὰ ἐξηγγέλθη, καὶ ὅτι δελφῖνες πολλοὶ περὶ τὴν Ἀσπίδα τὴν τῆς Ἀφρικῆς πόλιν ἐμαχέσαντό τε ἀλλήλοις καὶ διεφθάρησαν. καί τι καὶ αὐτοῦ πρὸς τῷ ἄστει αἷμα ἐκ τοῦ οὐρανοῦ ῥυὲν ὄρνιθες διεφόρησαν. τὸ δὲ τῇ Λιβίᾳ συμβὰν καὶ σφόδρα αὐτῇ καθ’ ἡδονὴν ἐγένετο. λευκὴν γὰρ ὄρνιθα, κλωνίον δάφνης ἐγκάρπου φέρουσαν, ἀετὸς ἐς τὸν κόλπον αὐτῆς ἐνέβαλε. καὶ ἐδόκει γὰρ οὐ μικρὸν τὸ σημεῖον εἶναι, τήν τε ὄρνιθα δι’ ἐπιμελείας ἦγε καὶ τὴν δάφνην ἐφύτευσεν, ὥστε καὶ τοῖς τὰ ἐπινίκια πέμπουσιν ἐπὶ πλεῖστον ἐξαρκέσαι, ἥ τε Λιβία ἐγκολπώσασθαι καὶ τὴν τοῦ Καίσαρος ἰσχὺν καὶ ἐν πᾶσιν αὐτοῦ κρατήσειν ἔμελλε. καὶ τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ ὁ Ἀντώνιος ἦλθε μὲν εἰς τὴν Ἰταλίαν αὖθις ἐκ τῆς Συρίας, πρόφασιν ὡς καὶ τοῦ Σεξτείου πολέμου διὰ τὰς τοῦ Καίσαρος συμφορὰς μεθέξων· εἰς διαφορὰν δὲ ἐλθὼν τῷ Καίσαρι, καὶ μικροῦ πολεμῆσαι αὐτῷ δεήσας, συνηλλάγη αὖθις διὰ τῆς Ὀκταουίας αὐτῷ, ἣν ἀδελφὴν τοῦ Καίσαρος οὖσαν ἐγεγαμήκει. ἐπὶ ταῖς προτέραις διαλλαγαῖς Ἀντώνιος μὲν ἐκείνῳ ναῦς ἔδωκεν, αὐτὸς δὲ παρ’ ἐκείνου στρατιώτας ἀντέλαβεν, ὡς καὶ ἐπὶ τοὺς Πάρθους χρησόμενος. ταῦτα δὲ πρὸς ἀλλήλους ἐπλάσσοντο· οὐ γάρ που καὶ κατ’ εὔνοιαν ἐποίουν ταῦτα, ἀλλὰ ἐς τὴν χρείαν τῶν παρόντων σφίσι πραγμάτων ὑπεκρίνοντο. ἀμέλει καὶ τὴν Ὀκταουίαν εὐθὺς ἐκ τῆς Κερκύρας ὁ Ἀντώνιος ἐς τὴν Ἰταλίαν ἀπέπεμψε. Καῖσαρ δέ, ἐπεὶ καὶ τὸ ναυτικὸν παρεσκεύαστο, εἰς τὴν Σικελίαν ἐπεραιώθη, καὶ τῷ Ἀγρίππᾳ ναυμαχεῖν ἐπιτρέψας, αὐτὸς ἐκ τῆς ἠπείρου τὸν στρατὸν ἔχων ἔβλεπε τὰ γινόμενα. |
| 65 | ὁμοίως δὲ καὶ ὁ Σέξτος Δημοχάρει τινὶ τὰς ναῦς παραδοὺς ἐκ τῆς γῆς ἐθεᾶτο τὴν μάχην. συμβαλόντων δὲ ἀλλήλοις τοῦ τε Ἀγρίππου καὶ τοῦ Δημοχάρους, καὶ τοῦ ἀγῶνος ἐπὶ πολὺν χρόνον ἰσορρόπου γεγενημένου, ὀψέ ποτε καὶ πρὸς νύκτα ἤδη οἱ τοῦ Καίσαρος ἐκράτησαν (ἐγένετο δὲ ἡ μάχη ἐν Μύλαις τῆς Σικελίας) οὐ μέντοι καὶ ἐπεδίωξάν τινα, ὡς μὲν ἐμοὶ δοκεῖ καὶ τὸ εἰκὸς συμβάλλεται, ὅτι μήτε καταλαβεῖν αὐτοὺς ἐδύναντο διὰ τὸ ὑπερπαχῆ τε καὶ ὑπερμεγέθη τὰ πλοῖά σφισιν εἶναι, καὶ ἐς τὴν γῆν βράχη ἔχουσαν, ὧν ἄπειροι ἦσαν, ἐφοβήθησαν ἐξοκεῖλαι· ὡς δέ τινες λέγουσιν, ὁ Ἀγρίππας ἅτε καὶ ὑπὲρ τοῦ Καίσαρος, οὐχ ὑπὲρ ἑαυτοῦ μαχόμενος, ἐξαρκεῖν οἱ τὸ τρέψαι τοὺς ἀντιπάλους ἡγεῖτο. καὶ γὰρ εἰώθει λέγειν πρὸς τοὺς πάνυ ἑταίρους ὅτι οἱ πλείους τῶν ἐν ταῖς δυναστείαις ὄντων οὐδένα ἐθέλουσι κρείττω σφῶν εἶναι, ἀλλὰ τὰ μὲν πλείω, ὅσα γε καὶ πρόχειρον τὴν νίκην ἔχει, αὐτοὶ δι’ ἑαυτῶν ποιοῦνται, τὰ δὲ δὴ χείρω καὶ ἀτοπώτερα ἄλλοις προστάσσουσιν. κἂν ἄρα ποτὲ τῶν ἀμεινόνων τι ἀναγκασθῶσί σφισιν ἐπιτρέψαι, βαρύνονταί τε καὶ ἄχθονται τῇ εὐδοξίᾳ αὐτῶν· ἡττᾶσθαι μὲν γάρ σφας καὶ κακῶς πράττειν οὐκ εὔχονται, οὐ μέντοι καὶ παντελῶς τι καταπράξαντας τὴν δόξαν αὐτοὺς λαβεῖν αἱροῦνται. δεῖν οὖν παρῄνει τὸν ἄνδρα τὸν σωθησόμενον τῆς μὲν δυσχερείας αὐτοὺς καὶ τῶν πραγμάτων ἀπαλλάττειν, τὴν δὲ δὴ κατόρθωσίν σφων ἐκείνοις φυλάττειν. ταῦτα μὲν ὁ Ἀγρίππας καὶ ἔλεγε, καὶ ἐποίει. ἐν ᾧ δὲ ἡ ναυμαχία ἐγίνετο, ὁ Καῖσαρ ὡς τάχιστα τόν τε Σέξτον ἐκ τῆς Μεσήνης ἀπεληλυθότα καὶ τὸν πορθμὸν ἔρημον φυλακῆς ὄντα ᾔσθετο, τὸ μὲν καινὸν τοῦ πολέμου οὐ παρέλιπεν, ἀλλ’ εὐθὺς ἐπιβὰς τῶν Ἀντωνείων νεῶν ἐς τὴν Μεσήνην ἀφίκετο, οὐ μὴν καὶ ἐν τύχῃ αὐτῷ ἐχρήσατο. |
| 66 | ὁ γὰρ Σέξτος σπουδῇ ὑποστρέψας ταῖς τε ναυσὶν αὐτῷ καὶ τοῖς ὁπλίταις κατὰ γῆν προσέμιξε. καὶ ὁ Καῖσαρ ὡς καὶ προηττημένων αὐτῶν καταφρονήσας, καὶ συμβαλών, τοῦ τε ναυτικοῦ τὸ πλέον ἀπέβαλε καὶ αὐτὸς ὀλίγου προσδιεφθάρη. οὔκουν οὐδ’ ἠδυνήθη πρὸς τοὺς ἑαυτοῦ τοὺς ἐν τῇ Σικελία ὄντας διαφυγεῖν, ἀλλ’ ἀγαπητῶς ἐς τὴν ἤπειρον ἀπεσώθη. καὶ αὐτὸς μὲν ἐν ἀσφαλεῖ ἦν, ὁρῶν δὲ τὸ στράτευμα ἐν τῇ νήσῳ ἀπειλημμένον δεινῶς ἤχθετο. καὶ οὐ πρότερον ἀνεθάρρησε πρὶν ἰχθύν τινα ἐκ τῆς θαλάσσης αὐτόματον ἀναθορόντα πρὸς τοὺς πόδας αὐτοῦ προσπεσεῖν, καὶ τοὺς μάντεις αὐτῷ εἰπεῖν ὅτι δουλώσεται αὐτήν. ὁ δὲ Κορνιφίκιος (οὗτος γὰρ ἦρχεν αὐτῷ τοῦ ἐν Σικελίᾳ στρατοῦ) ἐκινδύνευσε μὲν κατὰ χώραν μένων ὑπὸ λιμοῦ ἐκπολιορκηθῆναι· προχωρήσας δὲ καὶ πανωλεθρίᾳ δεήσας, τῶν ἐναντίων ἐπικειμένων καὶ βαλόντων πόρρωθεν, ἐν δὲ τοῖς ἐπικαίροις τῶν τόπων καὶ ἐπιτιθεμένων σφίσι, διαφθαρῆναι, ὅμως τοῦ Ἀγρίππου περαιωθέντος εἰς Σικελίαν, καὶ τὰς Μύλας κατειληφότος, καὶ διὰ τοῦτο πρὸς ἐκεῖνον ἐκ τῆς διώξεως ὑποστρέψαντος, παραδόξως ἐσώθη. καὶ τοσοῦτον ὁ Κορνιφίκιος ἐπὶ τῇ τῶν στρατιωτῶν σωτηρίᾳ ἐφρόνει, ὥστε καὶ ἐν τῇ Ῥώμῃ ἐπὶ ἐλέφαντος, ὁσάκις ἔξω τῆς οἰκίας ἐδείπνει, ἀνακομίζεσθαι. τότε μὲν οὕτως ὁ Καῖσαρ ἡττηθεὶς τῆς Σικελίας ἐξέπεσε. μετὰ δὲ ταῦτα προσγινομένου αὐτῷ καὶ τοῦ Λεπίδου, περαιωθεὶς εἰς αὐτὴν καὶ συνάψας μάχας οὐ δι’ ἑαυτοῦ, ἀλλὰ διὰ τοῦ Ἀγρίππου τῷ Σέξτῳ κατὰ θάλατταν κατὰ κράτος ἐνίκησε. |
| 67 | καὶ ὁ μὲν Σέξτος ἀπογνοὺς τῆς Σικελίας, καὶ διαπεφευγὼς εἰς τὴν Ἀσίαν, ὑπὸ τοῦ Ἀντωνίου πέμψαντος ἐπ’ αὐτὸν ὡς νεώτερα πράσσοντα ἀνῃρέθη. ὑπὸ μέντοι τοῦ Καίσαρος οὐ παραχρῆμα, οὔτε μὴν ὕστερον ἐδιώχθη στασιάσαντος πρὸς τὸν Λέπιδον. ὁ μὲν γὰρ ἐκ τοῦ ἴσου πάντα αὐτῷ διοικεῖν, ὡς καὶ συνάρχων, ἠξίου· ὁ δὲ Καῖσαρ εἰς πάντα αὐτῷ ὡς ὑποστρατήγῳ ἐχρῆτο, καὶ διὰ τοῦτο τότε μὲν κοινολογηθέντος πρὸς τὸν Σέξτον δι’ ἀπορρήτων ὑποτοπήσας οὐκ ἤλεγξεν, ἵνα μὴ ἐκ τοῦ φανεροῦ αὐτὸν πολεμώσηται. συνάψας δὲ θᾶττον ἢ ἐβούλετο, πρίν τι καὶ φανερῶς νεωτερίσαι τὸν Λέπιδον, μάχην τῷ Σέξτῳ, καὶ νικήσας, ὡς εἴρηται, τότε καὶ πρὸς τὸν Λέπιδον φανερῶς διηνέχθη. ὁ μὲν γὰρ τά τε ἄλλα ἀπῄτει ὅσα αὐτῷ κατὰ τὴν πρώτην σφῶν συνωμοσίαν ἐδέδοτο, καὶ τῆς Σικελίας ὡς καὶ συγκαταστρεψάμενος αὐτὴν ἀντεποιεῖτο, ἔς τε δίκην τὸν Καίσαρα προυκαλεῖτο, εἶχε δὲ τὰς δυνάμεις ἃς ἐκ τῆς Λιβύης ἐπῆκτο. Καῖσαρ δὲ πρὸς μὲν ταῦτα οὐδὲν ἀντεῖπε, νομίσας δὲ τὰ δίκαια παρὰ τοῖς ὅπλοις, ἅτε καὶ ἰσχυρότερος αὐτοῦ ὤν, ἔχειν, εὐθὺς ἐπ’ αὐτὸν μετ’ ὀλίγων τινῶν ὥρμησεν ὡς καταπλήξων αὐτόν, οἷα μηδὲν δραστήριον ἔχοντα. καὶ εἰσῆλθε μὲν εἰρηνικῶς ἐς τὸ στρατόπεδον τοῦ Λεπίδου καὶ πρὸς τοὺς στρατιώτας εἶπέ τινα· ὡς δ’ οὐδὲν κατὰ γνώμην αὐτοῖς ἔλεξε, παρωξύνθησαν καὶ ἐπέθεντο αὐτῷ, καί τινας τῶν σὺν αὐτῷ ἀπέκτειναν· ἐκεῖνος γὰρ ἐν τάχει βοηθείας τυχὼν ἐσώθη. καὶ μετὰ τοῦτ’ ἐπῆλθεν αὐτοῖς μετὰ παντὸς τοῦ στρατοῦ· καὶ οἵ τε στρατιῶται τοῦ Λεπίδου προσεχώρησαν αὐτῷ, καὶ ἐκεῖνος ἐν ἐσθῆτι φαιᾷ ἱκέτης αὐτοῦ γέγονε. καὶ ὁ μὲν ἐκ τούτου τῆς τε ἐξουσίας πάσης παρελύθη, καὶ δίαιταν ἐν τῇ Ἰταλίᾳ οὐκ ἄνευ φυλακῆς εἶχεν. |
| 68 | Ἀντωνίου δὲ κατὰ τὴν Ἑλλάδα ὄντος, Οὐεντίδιος ὁ ὑποστράτηγος αὐτοῦ Πάκορον τὸν Ὑρώδου τοῦ Πάρθων βασιλέως παῖδα μάχῃ νικήσας αὐτόν τε ἀπέκτεινεν ὅμοια τοῖς μάλιστα τῶν πώποτε βασιλευσάντων ἐπὶ δικαιοσύνῃ καὶ πρᾳότητι ἀγαπηθέντα, καὶ τοὺς Πάρθους, ὅσοι μὴ ἐν τῇ μάχῃ ἔπεσον, ἐκ τῆς Συρίας ἀπήλασεν. οὗτος ὁ Οὐεντίδιος ἐφθονήθη μὲν ἐφ’ οἷς κατώρθωσεν ὑπὸ τοῦ Ἀντωνίου, καὶ διὰ τοῦτο τῆς τε στρατηγίας παραχρῆμα ἐπαύθη, καὶ ἐς οὐδὲν ἔτι αὐτῷ ἐκεῖνος ἐχρήσατο. μετὰ θάνατον μέντοι τοῦ Ἀντωνίου τὰ ἐπινίκια τῶν Πάρθων πρῶτος Ῥωμαίων ἤγαγεν· ἐψηφίσατο γὰρ αὐτῷ ἡ βουλή, ἅτε καὶ τὴν συμφορὰν τὴν ἐπὶ τοῦ Κράσσου σφίσι γενομένην ἐν τῇ αὐτῇ ἡμέρᾳ ἑκατέρου τοῦ ἔτους ἀνταποδεδωκότι τοῖς Πάρθοις, καὶ δόξαν ἔκ τε τούτου καὶ ἐκ τοῦ παραλόγου ἔσχεν ὁ Οὐεντίδιος· ἐν γὰρ τοῖς τοῦ Πομπηίου τοῦ Στράβωνος πομπεύσας θριάμβοις μετὰ τῶν λοιπῶν αἰχμαλώτων ἀπὸ τῶν Πάρθων τότε αὐτὸς ἐθριάμβευσε. Γάιον δὲ Σώσιον ὁ Ἀντώνιος τῆς τε Συρίας καὶ τῆς Κιλικίας ἀπέδειξεν ἄρχοντα· ὃς ἄλλα τε κατώρθωσε καὶ τὰ Ἱεροσόλυμα παρεστήσατο· ἑάλωσαν γὰρ πρότερον μὲν οἱ ὑπὲρ τοῦ τεμένους τοῦ θεοῦ ἀμυνόμενοι, ἔπειτα δὲ καὶ οἱ ἄλλοι ἐν τῇ τοῦ Κρόνου αὖθις ἡμέρᾳ ὠνομασμένῃ. καὶ τοσοῦτόν γε τῆς θρησκείας αὐτοῖς περιῆν ὥστε τοὺς προτέρους τοὺς μετὰ τοῦ ἱεροῦ χειρωθέντας παραιτήσασθαί τε τὸν Σώσιον, ἐπειδὴ ἡμέρα αὖθις ἡ τοῦ Κρόνου ἐνέστη, καὶ ἀνελθόντας ἐς αὐτὸ ποιῆσαι τὰ νομιζόμενα. ἐκείνους μὲν οὖν Ἡρώδῃ τινὶ ὁ Ἀντώνιος ἄρχειν ἐπέτρεψε, τὸν δ’ Ἀντίγονον, ὃς αὐτῶν τέως ἦρχεν, ἐμαστίγωσε σταυρῷ προσδήσας, ὃ μηδεὶς ἄλλος βασιλεὺς ἐπεπόνθει ὑπὸ Ῥωμαίων. |
| 69 | μετὰ ταῦτα ὁ Ἀντώνιος ἐξεστράτευσεν ἐπὶ Πάρθους, καὶ πρὸς τοῖς Πραεύποις γενόμενος ἐπολιόρκει αὐτά, μηδὲν μὲν αὐτὸς μέγα πράττων, πολλὰ δὲ παρὰ τῶν ἔξω βαρβάρων κακούμενος. προσκαθημένου δ’ οὖν καὶ ὡς αὐτοῦ τῇ πόλει, ὑποπέμψας τινὰς ὁ Φραάτης ἔπεισεν αὐτὸν ἐπικηρυκεύσασθαί οἱ, ὡς καὶ ῥᾷστα τῶν σπονδῶν τευξόμενον. κἀκ τούτου τοῖς πεμφθεῖσιν ὑπ’ αὐτοῦ ἐχρημάτισεν ἐπί τε χρυσοῦ δίφρου καθήμενος καὶ τὴν νευρὰν τοῦ τόξου ψάλλων καὶ καταδραμὼν αὐτοὺς πολλὰ τέλος τὴν εἰρήνην, ἐάν γε παραχρῆμα ἀποστρατοπεδεύσωνται, δώσειν ὑπέσχετο. ἦν δὲ οὗτος ὁ Φραάτης ἀνθρώπων ἀνοσιώτατος· τούς τε γὰρ ἀδελφοὺς αὐτοῦ καὶ τὸν πατέρα Ὀρώδην ἀποκτείνας τὴν τῶν Πάρθων βασιλείαν ἔσχεν. ἀκούσας οὖν τὰ παρ’ αὐτοῦ ὁ Ἀντώνιος, καὶ φοβηθεὶς τὴν μεγαλαυχίαν αὐτοῦ, ἀπανέστη, καὶ ὑποχωρῶν ἐγγὺς ἦλθε διαφθαρῆναι πανστρατιᾷ, παραδόξως δ’ οὖν ἠδυνήθη διασωθῆναι· τά τε γὰρ ἄλλα οἱ στρατιῶται αὐτοῦ καρτερικοὶ ἐγένοντο, καὶ ὁπότε ἐς ἐνέδραν περιπεσόντες τήν τε χελώνην ἐξαπιναίως συνασπίσαντες ἐποίησαν καὶ τὰ γόνατα σφῶν τὰ ἀριστερὰ πρὸς τὴν γῆν ἤρεισαν. νομίσαντες οὖν αὐτοὺς οἱ βάρβαροι ἀπειρηκέναι τε ὑπὸ τῶν τραυμάτων καὶ μιᾶς ἐπικοπῆς εἶναι, τὰ μὲν τόξα ἀπέρριψαν καὶ ἀπὸ τῶν ἵππων ἀπεπήδησαν, τοὺς δ’ ἀκινάκας σπασάμενοι ἐγγύς σφισιν ὡς καὶ ἐπισφάξοντες αὐτοὺς προσῆλθον. κἀν τούτῳ ἐξαναστάντες οἱ Ῥωμαῖοι πᾶσάν τε ἀπὸ παραγγέλσεως τὴν φάλαγγα ἅμα ἀνέπτυξαν, καὶ προσπεσόντες παμπληθεῖς αὐτῶν, οἷα γυμνοὺς ὡπλισμένοι, ἀπροσδοκήτους παρεσκευασμένοι, τοξότας ὁπλῖται, βαρβάρους Ῥωμαῖοι κατέκοψαν. |
| 70 | ἔστι δὲ ἡ χελώνη τοιάδε τις· τὰ μὲν σκευοφόρα καὶ οἱ ψιλοὶ οἵ τε ἱππεῖς ἐν μέσῳ τετάχαται· τῶν δ’ ὁπλιτῶν οἱ μὲν ταῖς προμήκεσιν ἀσπίσι χρώμενοι περί τε τὰ ἔσχατα ὥσπερ ἐν πλινθίῳ τινὶ τάσσονται, καὶ τοὺς λοιποὺς περιέχουσιν· οἱ δ’ ἕτεροι οἱ τὰς πλατείας ἀσπίδας ἔχοντες ἔν τε τῷ μέσῳ συσπείρονται καὶ ἐκείνας καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν ἄλλων ὑπεραίρουσιν, ὥστε μήτ’ ἄλλο τι πλὴν τῶν ἀσπίδων ὁρᾶσθαι, καὶ ἐν σκέπῃ τῶν βελῶν πάντας αὐτοὺς ὑπὸ τῆς πυκνότητος τῆς συντάξεως γίνεσθαι. οὕτω γάρ τοι δεινῶς ἰσχυρίζεται ὥστε καὶ βαδίζειν τινὰς ἐπάνω αὐτῆς, καὶ προσέτι καὶ ἵππους καὶ ὀχήματα, ὁσάκις ἂν ἐν κοίλῳ τινὶ καὶ στενῷ χωρίῳ γένωνται, ἐλαύνεσθαι· καὶ διὰ τοῦτο καὶ τὴν τῆς χελώνης ἐπίκλησιν, πρός τε τὸ ἰσχυρὸν καὶ πρὸς τὸ εὐσκέπαστον αὐτῆς, εἴληφε. χρῶνται δ’ αὐτῇ διχῇ· ἢ γὰρ πρὸς φρούριόν τι προσμίσγοντες προσπορεύονται, καὶ πολλάκις καὶ ἐπ’ αὐτὸ τὸ τεῖχος ἀναβιβάζουσί τινας, ἢ ὑπὸ τοξοτῶν ποτε περιστοιχηθέντες κυπτάζουσι πάντες ἅμα, καὶ γὰρ καὶ οἱ ἵπποι ὀκλάζειν καὶ κατακλίνεσθαι διδάσκονται, κἀν τούτῳ δόκησίν σφισιν ὡς καὶ κεκμηκότες παρασχόντες ἐξεγείρονται πελασάντων αὐτῶν ἐξαίφνης, καὶ ἐς ἔκπληξίν σφας καθιστᾶσιν. ταῦτα μὲν οὕτω γίνεται. Ἀντώνιος δὲ τὸν βασιλέα τῶν Ἀρμενίων δόλῳ καὶ ἀπάτῃ ἑλών, ὅτι μὴ συνεμάχησέν οἱ κατὰ τῶν Πάρθων, ἀργυραῖς ἁλύσεσι περιῆγεν, εἶτα καὶ χρυσαῖς τῇ Κλεοπάτρᾳ προσῆγε, καὶ τοῦ λοιποῦ τὰ ὅπλα ῥίψας συνετρύφα αὐτῇ, τοὺς παῖδας αὐτῆς βασιλέων τε βασιλέας προσαγορεύων, καὶ χώρας αὐτοῖς οὐχ ὅτι τὴν Ἀρμενίων καὶ ἃς εἶχεν, ἀλλὰ καὶ τὴν Ἰνδῶν καὶ τὴν Πάρθων ἀπονέμων. Καῖσαρ δὲ τὸν στρατὸν ἤσκει, τούς τε Πανονίους χειρούμενος καὶ τοὺς Δαλμάτας καταδουλούμενος, καί που καὶ κινδυνεύων ἐν αὐτοῖς τοῖς ἀγῶσι καὶ πόνοις καὶ τιτρωσκόμενος. |
| 71 | Ἀγρίππας δὲ τὸ ἐν τῇ Ῥώμῃ ὕδωρ ἐκλεῖπον φθορᾷ τῶν ὀχετῶν καὶ ἀνεκτήσατο δαπάνῃ οἰκείᾳ καὶ ἐπὶ πολλὰ τῆς πόλεως ἐπωχέτευσε. καὶ πρὸς τούτῳ πάντα μὲν τὰ οἰκοδομήματα τὰ κοινά, πάσας δὲ τὰς ὁδούς, μηδὲν ἐκ τοῦ δημοσίου λαβών, ἐπεσκεύασε, τούς τε ὑπονόμους ἐξεκάθηρε, καὶ ἐς τὸν Τίβεριν δι’ αὐτῶν ὑπέπλευσε. κἀν τῷ ἱπποδρόμῳ σφαλλομένους τοὺς ἀνθρώπους περὶ τὸν τῶν διαύλων ἀριθμὸν ὁρῶν τούς τε δελφῖνας καὶ τὰ ᾠοειδῆ δημιουργήματα κατεστήσατο, ὅπως δι’ αὐτῶν αἱ περίοδοι τῶν περιδρόμων ἀναδεικνύωνται. καὶ προσέτι καὶ ἔλαιον καὶ ἅλας πᾶσι δέδωκε, τά τε βαλανεῖα προῖκα δι’ ἔτους καὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ λούεσθαι παρέσχε· καὶ τοὺς κουρέας ἐν ταῖς πανηγύρεσιν ἐμισθώσατο, ἵνα μηδεὶς μηδὲν αὐτοῖς ἀναλώσῃ. καὶ τέλος σύμβολά τέ τινα ἐς τὸ θέατρον κατὰ κορυφὴν ἔρριψε, τῷ μὲν ἀργύριον τῷ δὲ ἐσθῆτα τῷ δὲ ἄλλο τι φέροντα, καὶ ἄλλα πάμπολλα ὤνια ἐς τὸ μέσον καταθεὶς διαρπάσαι σφίσιν ἐπέτρεψε, τούς τε ἀστρολόγους καὶ τοὺς γόητας ἐκ τῆς πόλεως ἐξήλασε. καὶ Ἀγρίππας μὲν ταῦτα ἐν τῷ τῆς ἀγορανομίας αὐτοῦ χρόνῳ ἔπραξε. τοῦ δὲ Μήδων βασιλέως ἡττηθέντος ὑπὸ τῶν Πάρθων καὶ ἡ Ἀρμενία σὺν τῇ Μηδίᾳ τῶν Πάρθων ἐγένετο. μετὰ δέ τινα χρόνον καὶ ὁ Ἀντώνιος καὶ ὁ Καῖσαρ ἐπολέμησαν ἀλλήλοις, ἐγκλήματα κατ’ ἀλλήλων κατασκευάσαντες, ὁ μὲν ὅτι καὶ τὰ Ῥωμαίων ὁ Ἀντώνιος τῇ Κλεοπάτρᾳ ἐδίδου καὶ ἐχαρίζετο καταγεγοητευμένος καὶ δεδουλωμένος αὐτῇ, ὥσπερ ἀνδράποδον, καὶ διὰ τοῦτο οὐδὲ ἄντικρυς πρὸς αὐτόν, ἀλλὰ πρὸς τὴν Κλεοπάτραν δῆθεν τὸν πόλεμον ἐψηφίσατο· ὁ δὲ Ἀντώνιος ὡς ὑβρισθεὶς ὑπ’ αὐτοῦ τὰς διαθήκας τὰς ἑαυτοῦ ἔτι ζῶντος ἀνοίξαντός τε καὶ πᾶσιν ἐκφήναντος, καὶ δι’ ἄλλα τινά· οὐ γὰρ ἔμελλον ἀπορήσειν αἰτιῶν πάλαι πολεμῆσαι διεγνωκότες. |
| 72 | ἐγένετο δὲ ἡ πᾶσα τοῦ πολέμου παρασκευὴ πολὺ τῶν πρὸ αὐτῆς μεγίστη. ἔθνη γὰρ τοσάδε ἑκατέρῳ τόνδε τὸν πόλεμον συνήρατο. Καίσαρι μὲν ἥ τε Ἰταλία καὶ Γαλατία τό τε Ἰβηρικὸν καὶ τὸ Ἰλλυρικόν, καὶ Λίβυες οἵ τε ἐκ τοῦ πρὶν ῥωμαΐζοντες πλὴν τῶν περὶ τὴν Κυρήνην καὶ οἱ τοῦ Βογόου τοῦ τε Βόκχου γεγονότες, Σαρδώ τε καὶ Σικελία καὶ αἱ ἄλλαι νῆσοι αἱ ταῖς εἰρημέναις ἠπείροις προσεχεῖς συνεμάχησαν, τῷ δ’ Ἀντωνίῳ τὰ ἐν τῇ Ἀσίᾳ τῶν Ῥωμαίων ἀκούοντα καὶ τὰ ἐν τῇ Θρᾴκῃ, ἥ τε Ἑλλὰς καὶ ἡ Μακεδονία, καὶ οἱ Αἰγύπτιοι οἵ τε Κυρηναῖοι μετὰ τῶν περιχώρων, καὶ οἱ νησιῶται οἱ προσοικοῦντές σφισιν οἵ τε βασιλεῖς καὶ δυνάσται πάντες ὡς εἰπεῖν οἱ τῇ τῶν Ῥωμαίων ἀρχῇ γειτνιῶντες τῇ ὑπὸ τὸν Ἀντώνιον οὔσῃ, οἱ μὲν αὐτοὶ οἱ δὲ καὶ δι’ ἑτέρων. ὁ δὲ Ἀντώνιος πρὸ τοῦ πολέμου ὤμοσε πρὸς τοὺς αὑτοῦ στρατιώτας τήν τε ἀρχὴν ἐντὸς δύο μηνῶν μετὰ τὴν νίκην ἀφήσειν καὶ τὸ πᾶν αὐτῆς κράτος τῇ γερουσίᾳ καὶ τῷ δήμῳ ἀποδώσειν. μόλις τε δῆθέν τινες ἔπεισαν ἕκτῳ μηνὶ τοῦτο ποιῆσαι, ἵνα δὴ κατὰ σχολὴν τὰ πράγματα καταστήσηται. σημεῖα δὲ πρὸ τοῦ πολέμου ἔδοξε γεγονέναι ὅ τε βύας ὁ ἐπὶ τὸν τῆς Ὁμονοίας ναὸν ἐπιπτάμενος καὶ ἐπὶ τοὺς ἄλλους ἐπικαθήμενος, εἰ μήτι γελοῖος ὁ Δίων τηλικούτων πολέμων καὶ συμφορῶν βυῶν τε πτήσεις καὶ πιθήκων εἰς ναοὺς εἰσελεύσεις καὶ ἄλλ’ ἄττα τοιαῦτα προλέγων τε καὶ προσημειούμενος, καὶ τὸ τῆς Αἴτνης πῦρ πλεῖστον ῥυὲν καὶ πόλεις λυμηνάμενον. |
| 73 | τὸ δὲ τοῦ δικεφάλου δράκοντος τοῦ ἐν τῇ Τυρσηνίδι φανέντος καὶ ἐς πέντε καὶ ὀγδοήκοντα πόδας ἐξικνουμένου, πολλά τε κακώσαντος, εἶτα κεραυνωθέντος, εἰ ἀληθές ἐστι, καὶ θαυμαστὸν πάντως ἐστίν. ἐν δὲ τῇ Ῥώμῃ οἱ παῖδες δίχα γενόμενοι μηδενὸς κελεύσαντος, καὶ οἱ μὲν Ἀντωνείους οἱ δὲ Καισαρείους σφᾶς ἐπικαλέσαντες, συνέμιξαν ἀλλήλοις ἐπὶ δύο ἡμέραις, καὶ ἡττήθησαν οἱ τὸ τοῦ Ἀντωνίου ὄνομα φέροντες· καὶ τοῦτο μὲν τὴν ἧτταν αὐτοῦ προεσήμηνε, τὸν δ’ ὄλεθρον εἰκών τις αὐτοῦ ἐν τῷ Ἀλβανῷ ἀνακειμένη· λιθίνη γὰρ οὖσα αἷμα πολὺ ἀνῆκεν. καὶ ἐγένετο ἡ μάχη κατὰ τὸ καλούμενον Ἄκτιον, ἔνθα νῦν ἡ Νικόπολίς ἐστι, παρούσης καὶ τὸ Ἀντωνίῳ καὶ συμπολεμούσης τῆς Κλεοπάτρας, δι’ ἣν καὶ μάλιστα τοῖς τε φίλοις προσκέκρουκε καὶ κατὰ τὴν μάχην ἐσφάγη. γέγονε δὲ ἡ ναυμαχία τοιαύτη· τὰ μὲν σκάφη τῷ Ἀντωνίῳ πολὺ τῶν ἐναντίων ὑπερέχοντα ἦν· τριήρεις μὲν γὰρ ὀλίγας, τετρήρεις δὲ καὶ δεκήρεις καὶ τὰ λοιπὰ τὰ διὰ μέσου πάντα ἐξεποίησε, καὶ ἐπ’ αὐτὰ πύργους τε ὑψηλοὺς ἐπικατεσκεύασε, καὶ πλῆθος ἀνθρώπων ἐπανεβίβασε· καὶ διὰ τοῦτο καὶ ὁ ἀγὼν οὐχ ὁμοιότροπος αὐτοῖς ἐγίνετο. οἱ μὲν γὰρ τοῦ Καίσαρος, ἅτε καὶ μικροτέρας καὶ ταχυτέρας τὰς ναῦς ἔχοντες, ῥοθίῳ τε ἐχρῶντο καὶ ἐνέβαλλον πεφραγμένοι πάντῃ τοῦ μὴ τιτρώσκεσθαι· καὶ εἰ μὲν κατέδυσάν τινα, εἰ δὲ μή, ἀνεκρούοντο πρὶν ἐς χεῖρας ἐλθεῖν, καὶ ἤτοι τοῖς αὐτοῖς αὖθις ἐξαίφνης ἐνέβαλλον, ἢ τοὺς μὲν εἴων ἐπ’ ἄλλους δὲ ἐτρέποντο, καί τι καὶ τούτους ὡς διὰ βραχέος ἐργασάμενοι πρὸς ἄλλους καὶ πάλιν μάλα ἄλλους ἐχώρουν, ὅπως ὡς μάλιστα ἀπροσδοκήτοις τισὶ προσφέρωνται. |
| 74 | οἷα γὰρ φοβούμενοι μὲν τὴν ἐκ πολλοῦ αὐτῶν ἀλκήν, φοβούμενοι δὲ καὶ τὴν ἐν χερσὶ μάχην, οὔτε ἐν τῷ πρόσπλῳ οὔτε ἐν τῇ συμμίξει ἐνεχρόνιζον, ἀλλ’ ὑποδραμόντες ἂν αἰφνίδιον ὥστε τὴν τοξείαν σφῶν φθῆναι, καὶ τρώσαντές τινα ἢ καὶ συνταράξαντες μόνον ὥστε τὴν κάθεξιν ἐκφυγεῖν, ἀνεχώρουν ἔξω βέλους. οἱ δ’ ἕτεροι τούς τε προσπλέοντάς σφισι πολλοῖς καὶ πυκνοῖς καὶ λίθοις καὶ τοξεύμασιν ἔβαλλον, καὶ ἐς τοὺς προσμιγνύοντας χεῖρας σιδηρᾶς ἐπερρίπτουν. καὶ εἰ μὲν ἐπιτύχοιεν αὐτῶν, κρείττους ἐγίνοντο, εἰ δ’ ἁμάρτοιεν, τρωθέντων ἄν σφισι τῶν σκαφῶν ἐβαπτίζοντο, ἢ καὶ περὶ τὸ μὴ παθεῖν τοῦτο ἀποδιατρίβοντες εὐεπιθετώτεροι ἄλλοις τισὶν ἐγίνοντο· δύο τε γὰρ ἢ καὶ τρεῖς ἅμα τῇ αὐτῇ νηὶ προσπίπτουσαι αἱ μὲν ἔδρων ὅσα ἐδύναντο, αἱ δὲ ἔπασχον. ἐπονοῦντο δὲ καὶ ἔκαμνον τοῖς μὲν οἵ τε κυβερνῆται καὶ οἱ ἐρέται μάλιστα, τοῖς δὲ οἱ ἐπιβάται· καὶ ἐῴκεσαν οἱ μὲν ἱππεῦσι τοτὲ μὲν ἐπελαύνουσι τοτὲ δὲ ἐξαναχωροῦσι διὰ 〈τὸ〉 τούς τε ἐπίπλους καὶ τὰς ἀνακρούσεις ἐπ’ αὐτοῖς εἶναι, οἱ δὲ ὁπλίταις. κἀκ τούτου ἐπλεονέκτουν τε ἀλλήλων καὶ ἠλαττοῦντο. οἱ μὲν ἔς τε τοὺς ταρσοὺς τῶν νεῶν ὑποπίπτοντες καὶ τὰς κώπας συναράσσοντες, οἱ δὲ ἄνωθεν αὐτοὺς καὶ πέτραις καὶ μηχανήμασι βαπτίζοντες. ἀγχωμάλου οὖν ἐπὶ πολὺ τῆς μάχης οὔσης τέλος τοιόνδε τι ἐγένετο. ἡ Κλεοπάτρα κατόπιν τῶν μαχομένων ἀποσαλεύουσα οὐκ ἤνεγκε τὴν πολλὴν καὶ ἄκριτον τοῦ ἀδήλου μέλλησιν, ἀλλὰ ἀποκναισθεῖσα, ἀπό τε τοῦ γυναικείου καὶ ἀπὸ τοῦ Αἰγυπτίου, τῇ τε ἐπὶ πολὺ μετεώρῳ ἀγωνίᾳ καὶ τῇ ἀεὶ ἐφ’ ἑκάτερα περιδεεῖ προσδοκίᾳ αὐτή τε ἐς φυγὴν ὥρμησε καὶ τοῖς ἄλλοις τοῖς ὑπηκόοις σημεῖον ἦρε. |
| 75 | καὶ οὕτω τά τε ἱστία αὐτῶν εὐθὺς ἀραμένων καὶ ἐς τὸ πέλαγος ἀφέντων, ἀνέμου τινὸς φοροῦ κατὰ τύχην συμβάντος, ὁ Ἀντώνιος ἰδὼν ἐφέσπετό σφισι. γενομένου δὲ τούτου καὶ οἱ λοιποὶ στρατιῶται καὶ ἠθύμησαν καὶ ἐταράχθησαν. καὶ οὕτω λοιπὸν τὰ τοῦ Καίσαρος ἐπικρατέστερα πάντῃ ἐγένετο. τοιαύτη μέν τις ἡ ναυμαχία αὐτῶν τῇ δευτέρᾳ τοῦ Σεπτεμβρίου ἐγένετο. τοῦτο δὲ οὐκ ἄλλως εἶπον, οὐδὲ γὰρ εἴωθα αὐτὸ ποιεῖν, ἀλλ’ ὅτι τότε πρῶτον ὁ Καῖσαρ τὸ κράτος πᾶν μόνος ἔσχεν, ὥστε καὶ τὴν ἀπαρίθμησιν τῶν τῆς μοναρχίας αὐτοῦ ἐτῶν ἀπ’ ἐκείνης τῆς ἡμέρας ἀκριβοῦσθαι. ὁ δὲ Καῖσαρ πόλιν τε ᾠκοδόμησεν ἐν τῷ τόπῳ καθ’ ὃν ἐνίκησε, Νικόπολιν αὐτὴν ὀνομάσας, τό τε χωρίον ἐν ᾧ ἐσκήνωσε, λίθοις τετραπέδοις ἐκρηπίδωσε καὶ τοῖς ἁλοῦσιν ἐμβόλοις ἐκόσμησεν, ἕδος τι ἐν αὐτῷ τοῦ Ἀπόλλωνος ὑπαίθριον ἱδρυσάμενος. ἐν δὲ τῷ πολέμῳ τούτῳ πολλὰ καὶ μεγάλα ὁ Ἀγρίππας αὐτῷ συνεβάλετο, πόλεις τε τοῦ Ἀντωνίου τινὰς ἐξελών, ἐν αἷς ἐκεῖνος τὰς πλείστας εἶχε τοῦ πολέμου παρασκευάς, καὶ τοὺς ἀντιταχθέντας αὐτῷ πολλάκις νικήσας. ὁ δ’ οὖν Καῖσαρ τοσαύτην εἰς πάντα ἐκείνῳ τε καὶ τῷ Μαικήνᾳ ἐξουσίαν ἔδωκεν ὥστε σφᾶς καὶ τὰς ἐπιστολάς, ἃς τῇ τε βουλῇ καὶ τοῖς ἄλλοις ἔγραφε, προαναγινώσκειν, κἀκ τούτου καὶ μεταγράφειν ὅσα ἐβούλοντο· καὶ διὰ τοῦτο καὶ δακτύλιον ἔλαβον παρ’ αὐτοῦ, ἵν’ ἐπισφραγίζεσθαι αὐτὰς ἔχωσι. διπλῆν γὰρ δὴ σφραγῖδα, ᾗ μάλιστα τότε ἐχρῆτο, ἐπεποίητο, σφίγγα ἐν ἑκατέρᾳ ὁμοίαν ἐκτυπώσας. |
| 76 | ὕστερον γὰρ τὴν εἰκόνα τὴν ἑαυτοῦ ἐγγλύψας ἐκείνῃ τὰ πάντα ἐσημαίνετο. καὶ αὐτῇ καὶ οἱ μετὰ ταῦτα αὐτοκράτορες, πλὴν Γάλβου, ἐχρήσαντο· οὗτος γὰρ προγονικῷ τινι σφραγίσματι, κύνα ἐκ πρῴρας νεὼς, προκύπτοντα ἔχοντι, χρήσασθαι λέγεται. ΜΟΝΑΡΧΙΑ ΑΥΓΟΥΣΤΟΥ ΚΑΙΣΑΡΟΣ. |
| 77 | Μετὰ δὲ τὴν ναυμαχίαν ὁ Ἀντώνιος φυγὼν μετὰ τῆς Κλεοπάτρας εἰς Αἴγυπτον, ὡς ὁ Καῖσάρ τε ἐπανῆλθε καὶ ὑπὸ τῶν φίλων ὑπό τε τῶν συμμάχων ἐγκατελείφθη, ἔσφαξεν ἑαυτόν, ἔν τε τοῖς κόλποις τῆς Κλεοπάτρας ἀπέθανε. τοῦ δὲ Καίσαρος ἔχοντος ἤδη τὴν Ἀλεξάνδρειαν, αὐτήν τε τὴν Κλεοπάτραν ἐν φυλακῇ ἀδέσμῳ καὶ ἐν τοῖς βασιλείοις τηροῦντος, ἱκέτευεν αὐτὸν ἐκείνη εἰς ὄψιν αὐτῇ ἐλθεῖν, ὥς τι πρὸς αὐτὸν βουλομένη διαλεχθῆναι. τοῦ δὲ κατανεύσαντος, ἠμελημένως πως κοσμήσασα ἑαυτήν, καὶ γὰρ ἐν τῷ πενθίμῳ σχήματι δεινῶς ἐνέπρεπεν, ἐκαθέζετο ἐπὶ τῆς κλίνης, πολλὰς μὲν εἰκόνας τοῦ πατρὸς αὐτῷ, φημὶ δὴ τοῦ Ἰουλίου Καίσαρος, καὶ παντοδαπὰς παραθεμένη, πάσας δὲ τὰς ἐπιστολὰς τὰς παρ’ ἐκείνου πεμφθείσας αὐτῇ ἐς τὸν κόλπον λαβοῦσα. καὶ μετὰ τοῦτο εἰσελθόντος τοῦ Καίσαρος ἀνεπήδησέ τε ἠρυθριασμένη, καὶ ἔφη “χαῖρε, ὦ δέσποτα· σοὶ μὲν γὰρ τοῦτο θεὸς ἔδωκεν, ἐμὲ δὲ ἀφείλετο. ἀλλ’ ὁρᾷς μέν που καὶ αὐτὸς τὸν πατέρα σου τοῦτον οἷος πολλάκις πρὸς ἐμὲ ἐσῆλθεν, ἀκούεις δὲ ὅπως τά τε ἄλλα ἐτίμησέ με καὶ δὴ καὶ βασιλίδα τῶν Αἰγυπτίων ἐποίησεν. ἵνα δ’ οὖν τι καὶ αὐτοῦ ἐκείνου περὶ ἐμοῦ πύθῃ, λάβε καὶ ἀνάγνωθι τὰ γράμματα ἅ μοι αὐτοχειρίᾳ ἐπέστειλε”. ταῦτά τε ἔλεγε, τά τε βλέφαρα ἐς τὸν Καίσαρα ἐπενέκλα, καὶ ἐμμελῶς ἀνωλοφύρετο, θρυπτικόν τέ τι προσεφθέγγετο, καὶ ἄλλοτε μὲν λέγουσα “ποῦ μοι, Καῖσαρ, ταῦτά σου τὰ γράμματα;” ἄλλοτε δὲ ὅτι “ἀλλ’ ἐν τούτῳ καὶ σύ μοι ζῇς”, εἶτα αὖθις “εἴθε σου προετεθνήκειν”, καὶ μάλα αὖθις “ἀλλὰ καὶ τοῦτον ἔχουσα σὲ ἔχω”. |
| 78 | ὁ οὖν Καῖσαρ συνίει μὲν αὐτῆς, οὐ μέντοι καὶ προσεποιεῖτο, ἀλλ’ εἰς γῆν τοὺς ὀφθαλμοὺς ἐρείσας τοῦτο μόνον εἶπεν “θάρσει, ὦ γύναι, καὶ θυμὸν ἔχε ἀγαθόν· οὐδὲν γὰρ κακὸν πείσῃ”. καὶ ὁ μὲν Καῖσαρ ἐπιθυμῶν αὐτὴν εἰς τὴν Ῥώμην ἀγαγεῖν, ἵνα θριαμβεύων αἰχμάλωτον δείξῃ Ῥωμαίοις τὴν περίπυστον Κλεοπάτραν, ἐλπίδας τε αὐτῇ ἐνίει χρηστάς, ἐν ἐπιμελείᾳ τε ἐποιεῖτο καὶ τῆς θεραπείας οὐδὲν ἀφῃρεῖτο. ἡ δέ, ἅτε μὴ ἄκακος οὖσα γυνή, ἀλλὰ δραστηρία καὶ συνετή, τοῦτό τε ὑπετόπησε καὶ τὴν ἐσθῆτα τὴν περικαλλεστάτην ἐνδῦσα καὶ ἑαυτὴν εὐπρεπέστατα εὐθετήσασα, ἀνατεθεῖσά τε ἐπὶ τῆς κλίνης, ἀπέθανεν, ἀσπίδος αὐτῇ ἐν ὑδρίᾳ εἰσκομισθείσης· οἱ δέ, ὅτι βελόνῃ, ᾗ τὰς τρίχας ἀνεῖρεν, ἰὸν ἔχοντι ὠκύμορον, τὸν βραχίονα κεντήσασα. ἀκούσας δὲ ὁ Καῖσαρ τὴν τελευτὴν αὐτῆς ἐξεπλάγη, καὶ τό τε σῶμα αὐτῆς εἶδε, καὶ φάρμακα αὐτῷ καὶ ψύλλους, εἴ πως ἀνασφήλειε, προσήνεγκεν. οἱ δὲ δὴ ψύλλοι οὗτοι ἄνδρες μέν εἰσι, γυνὴ γὰρ οὐ γίνεται ψύλλα, δύνανται δὲ πάντα τε ἰὸν παντὸς ἑρπετοῦ παραχρῆμα, πρὶν θνήσκειν τινά, ἐκμυζᾶν, καὶ αὐτοὶ μηδὲν ὑπὸ μηδενὸς αὐτῶν δηχθέντες βλάπτεσθαι. φύονται δὲ ἐξ ἀλλήλων, καὶ δοκιμάζουσι τὰ γεννηθέντα ἤτοι μετ’ ὄφεών που εὐθὺς ἐμβληθέντα ἢ καὶ τῶν σπαργάνων αὐτῶν ἐπιβληθέντων τισίν· οὔτε γὰρ τῷ παιδίῳ τι λυμαίνονται, καὶ ὑπὸ τῆς ἐσθῆτος αὐτοῦ ναρκῶσι. |
| 79 | τοῦτο μὲν δὴ τοιοῦτόν ἐστιν, ὁ δὲ δὴ Καῖσαρ μηδένα τρόπον ἀναβιώσασθαι τὴν Κλεοπάτραν δυνηθεὶς ἐκείνην μὲν καὶ ἐθαύμασε καὶ ἠλέησεν, αὐτὸς δὲ ἰσχυρῶς ἐλυπήθη ὡς καὶ πάσης τῆς ἐπὶ τῇ νίκῃ δόξης ἐστερημένος. καὶ τὰ μὲν τοῦ Ἀντωνίου καὶ τῆς Κλεοπάτρας τοιαύτης ἔτυχε τελευτῆς. Καῖσαρ δὲ τῆς Ἀλεξανδρείας διά τε τὸν οἰκιστὴν αὐτῆς Ἀλέξανδρον, καὶ διὰ τὸν φιλόσοφον Ἄρειον, ᾧ που φιλοσοφοῦντι ἐχρῆτο, φεισάμενος, τὸ δὲ ἀληθές, ὅτι οὐκ ἠξίωσε τοσούτους τε αὐτοὺς ὄντας καὶ χρησιμωτάτους τοῖς Ῥωμαίοις ἐς πολλὰ ἂν γενομένους ἀνήκεστόν τι δρᾶσαι, ἠθέλησε τὸ τοῦ Ἀλεξάνδρου σῶμα ἰδεῖν, καὶ εἶδεν αὐτὸ καὶ προσήψατο, ὥστε τι καὶ τῆς ῥινός, ὥς φασι, θραυσθῆναι. τὰ δὲ δὴ τῶν Πτολεμαίων, καίτοι τῶν Ἀλεξανδρέων σπουδῇ βουληθέντων αὐτῷ δεῖξαι, οὐκ ἐθεάσατο, εἰπὼν ὅτι “βασιλέα ἀλλ’ οὐ νεκροὺς ἰδεῖν ἐπεθύμησα”. κἀκ τῆς αὐτῆς ταύτης αἰτίας οὐδὲ τῷ Ἄπιδι ἐντυχεῖν ἠθέλησε, λέγων θεοὺς ἀλλ’ οὐχὶ βοῦς προσκυνεῖν εἰθίσθαι. ἐκ δὲ τούτου τήν τε Αἴγυπτον ὑποτελῆ ἐποίησε καὶ τῷ Γάλλῳ τῷ Κορνηλίῳ ἐπέτρεψε. βουλευτῇ γὰρ οὐχ ὅπως ἐγχειρίσαι αὐτὴν ἐτόλμησεν, ἀλλ’ οὐδὲ ἐνεπιδημεῖν αὐτῇ ἐξουσίαν ἔδωκεν, ἂν μή τινι αὐτὸς ὀνομαστὶ συγχωρήσῃ. ἐκ δὲ τῶν ληφθέντων χρημάτων οἵ τε στρατιῶται πάμπολλα ἔλαβον τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη. Αἴγυπτος μὲν οὕτως ἐδουλώθη, ὥς που καὶ τὸ δαιμόνιον ἐναργέστατα προϋπέδειξεν. ὗσέ τε γὰρ οὐχ ὅπως ὕδατι, ἔνθα μηδὲ ἐψέκασέ ποτε, ἀλλὰ καὶ αἵματι, καί τις δράκων ὑπερμεγέθης ἐξαίφνης σφίσιν ὀφθεὶς ἀμήχανον ὅσον ἐξεσύρισε. κἀν τούτῳ καὶ ἀστέρες κομῆται ἑωρῶντο, καὶ νεκρῶν εἴδωλα ἐφαντάζετο, τά τε ἀγάλματα ἐσκυθρώπασε, καὶ ὁ Ἆπις ὀλοφυρτικόν τι ἐμυκήσατο καὶ ἐδάκρυσε. |
| 80 | Καῖσαρ δὲ εἰς τὴν Ῥώμην ἐλθών, καὶ πολλῶν αὐτῷ καὶ ὑπερόγκων, ἃ τί χρή με λέγειν, παρὰ τῆς βουλῆς ψηφισθέντων, τὰ νικητήρια λαμπρῶς κατήγαγε τά τε τῆς Κλεοπάτρας κοσμήματα τοῖς ἱεροῖς ἀνέθηκε· καὶ οὕτως ἡ Κλεοπάτρα καὶ ἡττηθεῖσα καὶ ἁλοῦσα ὅμως ἐδοξάσθη, καὶ αὐτὴ ἐν τῷ Ἀφροδισίῳ χρυσῆ ὁρᾶται. καὶ Καῖσαρ μὲν ἐπὶ τούτοις ἑορτὰς ἦγεν ἐφ’ ἡμέρας συχνάς· καὶ ἵππος ποτάμιος καὶ ῥινόκερως τότε πρῶτον εἰσήχθησαν εἰς τὸ θέατρον. ὁ δὲ ῥινόκερως ἐλέφαντί πῃ προσέοικε, κέρας δέ τι κατ’ αὐτὴν τὴν ῥῖνα προσέχει, καὶ διὰ τοῦτο οὕτω κέκληται. Κράσσος δὲ Μάρκος ἐν τούτῳ τῷ χρόνῳ διὰ τῆς Ἑλλάδος καὶ Μακεδονίας ἐπὶ τὸν Ἴστρον πεμφθεὶς Μυσούς τε καὶ Βαστέρνας κατεστρέψατο μάχαις συχναῖς, καὶ τόν γε βασιλέα αὐτῶν Δέλδωνα αὐτὸς ὁ Κράσσος ἀπέκτεινε. καὶ μετὰ τοῦτο καὶ τοὺς Θρᾷκας ἐχειρώσατο καὶ Γέτας ἐκάκωσε, καὶ Καίσαρι καὶ ὑπὲρ τούτων τιμαὶ ἐψηφίζοντο. ταῦτα μὲν ἔν τε τῇ βασιλείᾳ καὶ ἐν τῇ δημοκρατίᾳ ταῖς τε δυναστείαις, πέντε καὶ εἴκοσι καὶ ἑπτακοσίοις ἔτεσι, καὶ ἔπραξαν οἱ Ῥωμαῖοι καὶ ἔπαθον· ἐκ δὲ τούτου αὖθις μοναρχεῖσθαι ἀκριβῶς ἤρξαντο, καίτοι τοῦ Καίσαρος βουλευσαμένου τά τε ὅπλα καταθέσθαι καὶ τὰ πράγματα τῇ γερουσίᾳ καὶ τῷ δήμῳ ἐπιτρέψαι. ἐποιήσατο δὲ τὴν διάγνωσιν μετὰ τοῦ Ἀγρίππου καὶ τοῦ Μαικήνου· τούτοις γὰρ πάντα τὰ ἀπόρρητα ἀνεκοίνου· καὶ τοῦ Ἀγρίππου συμβουλεύοντος τὰ δικαιότερα (ἀποθέσθαι γὰρ ἠξίου τὴν δυναστείαν καὶ ποιῆσαι πάλιν ἰσηγορίαν), τοῦ δὲ Μαικήνου τὰ συμφέροντα (συμφέρειν γὰρ μᾶλλον τῷ μεγέθει τοῦ πολιτεύματος μοναρχίαν βασιλικήν τε καὶ ἔννομον), προσέθετο τῷ Μαικήνᾳ ὁ Καῖσαρ, καὶ τὴν μοναρχίαν ἔτι μᾶλλον ἐβεβαιώσατο· τήν τε τοῦ αὐτοκράτορος ἐπίκλησιν (λέγω δὲ οὐ τὴν ἐπὶ ταῖς νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισίν, ἀλλὰ τὴν τὸ κράτος διασημαίνουσαν) ἐπέθετο, ὥσπερ τῷ τε πατρὶ αὐτοῦ τῷ Καίσαρι καὶ τοῖς παισὶ καὶ τοῖς ἐγγόνοις ἐψήφιστο. |
| 81 | καὶ μετὰ ταῦτα τιμητεύσας σὺν τῷ Ἀγρίππᾳ τήν τε βουλὴν ἀνεκάθηρεν, αὐτὸς μὲν οὐδένα αὐτῶν ἀπαλείψας, προτρεψάμενος δέ σφας ἐκ τοῦ συνειδότος τοῦ τε γένους καὶ τοῦ βίου δικαστὰς ἑαυτοῖς γενέσθαι· καὶ προσαπεῖπε τοῖς βουλεύουσι μὴ ἐκδημεῖν ἔξω τῆς Ἰταλίας, ἂν μὴ αὐτός τινι κελεύσῃ ἢ καὶ ἐπιτρέψῃ, καὶ τοῦτο καὶ δεῦρο ἀεὶ φυλάσσεται· πλὴν γὰρ ὅτι ἐς τὴν Σικελίαν καὶ Γαλατίαν τὴν περὶ Νάρβωνα, οὐδαμόσε ἄλλοσε βουλευτῇ ἀποδημῆσαι ἔξεστιν. ἐκεῖσε γὰρ διά τε τὸ σύνεγγυς καὶ διὰ τὸ ἄοπλον τῶν ἀνθρώπων δέδοται καὶ ἄνευ παραιτήσεως ἀπιέναι. τῷ δὲ Ἀγρίππα ὁ Καῖσαρ τήν τε ἀδελφὴν τὴν ἰδίαν συνῴκισε, καὶ σκηνήν, ὁπότε συστρατεύοιτο, ὁμοίαν τῆς αὑτοῦ παρεῖχε, τό τε σύνθημα παρ’ ἀμφοτέρων σφῶν ἐδίδοτο. συνέβη δὲ τοῖς Ῥωμαίοις μετὰ τὸ τέλος τῶν ἐμφυλίων πολέμων καλῶς ὑπὸ τοῦ Καίσαρος καὶ σωφρόνως ἀρχθῆναι, καὶ οἱ πολλοὶ τῶν συνετωτέρων ἀνδρῶν οὐκέτι ἐμίσουν ὡς μόναρχον, ἀλλ’ ἐφίλουν ὡς ἄριστον. τήν τε γὰρ πόλιν κοινῇ σύμπασαν εὐηργέτησεν, ἐπισκευάζων αὐτῆς τὰ πεπονηκότα καὶ ἀνακτώμενος καὶ τὴν πολιτείαν πρὸς τὸ βέλτιστον χειρίζων καὶ διεξάγων, καὶ ἰδίᾳ τοὺς ἀνθρώπους εὐποιίαις ὅτι μάλιστα ἀνηρτᾶτο, καὶ διὰ τοῦτο καὶ ἠγαπᾶτο. ἐθάρρησε γοῦν ποτε τούτοις ὁμοῦ καὶ καλλωπιζόμενος καὶ θαρρῶν τὸ συνέδριόν τε τῆς γερουσίας συναγαγεῖν καὶ παρελθὼν εἰς τὸ μέσον τήν τε μοναρχίαν ἀποθέσθαι καὶ τὰ πράγματα τῇ βουλῇ ἐγχειρίσαι· συνέβη δὲ αὐτῷ πᾶν τοὐναντίον, εἰ μή τις εἴποι συμβῆναι αὐτῷ μᾶλλον τὸ κατὰ γνώμην διὰ τὸ πεπλασμένον καὶ μὴ ὁλόψυχον τῶν τοιούτων παραιτήσεων. |
| 82 | ἣν γὰρ ἀδίκως καὶ κατὰ βίαν ἔχουσί τινες μοναρχίαν, παρ’ ἑκόντων πολιτῶν δοκεῖν ἔχειν ἐθέλοντες εἰς τὰς τοιαύτας ἀρεσκείας καὶ ὑποκρίσεις χωροῦσι. καὶ τότε δ’ οὖν οἱ μὲν ἐκ παρασκευῆς, οἱ δ’ ἐκ φόβου, ἅτε καὶ ὑποπτεύοντες τὸ γινόμενον, οἱ δέ τινες τῶν σωφρονεστέρων ἀνδρῶν, καὶ ὡς εἰπεῖν ἐκ ψυχῆς καὶ μεταξὺ αὐτοῦ λέγοντος διεβόων, καὶ μετὰ τοῦτο μοναρχεῖσθαί τε δεόμενοι καὶ πάντα τὰ ἐς τοῦτο φέροντα ἐπιλέγοντες, μέχρις οὗ κατηνάγκασαν δῆθεν αὐτὸν αὐταρχῆσαι. τό τε γὰρ δημοτικὸν ἤδη τινὲς ὡς καὶ στασιῶδες ἐμίσουν, καὶ τῇ μεταστάσει τῆς πολιτείας ἠρέσκοντο, τῷ τε Καίσαρι ἔχαιρον. τοῖς γοῦν δορυφορήσουσιν αὐτὸν διπλάσιον τὸν μισθὸν τοῦ τοῖς ἄλλοις στρατιώταις διδομένου δοθῆναι διεπράξοντο, ὅπως ἀκριβῆ τὴν φρουρὰν ἔχῃ. τὴν μὲν οὖν ἡγεμονίαν τούτῳ τῷ τρόπῳ καὶ παρὰ τῆς γερουσίας τοῦ τε δήμου ἐβεβαιώσατο. βουληθεὶς δὲ δὴ καὶ ὣς δημοτικός τις εἶναι δόξαι, τὴν μὲν φροντίδα τήν τε προστασίαν τῶν κοινῶν πᾶσαν ὡς καὶ ἐπιμελείας τινὸς δεομένων ὑπεδέξατο, οὔτε δὲ πάντων αὐτὸς τῶν ἐθνῶν ἄρχειν, οὔθ’ ὅσων ἂν ἄρξῃ, διὰ παντὸς τοῦτο ποιήσειν ἔφη, ἀλλὰ τὰ μὲν ἀσθενέστερα ὡς καὶ εἰρηναῖα καὶ ἀπόλεμα ἀπέδωκε τῇ βουλῇ, τὰ δὲ ἰσχυρότερα ὡς καὶ σφαλερὰ καὶ ἐπικίνδυνα, κατέσχε, λόγῳ μὲν ὅπως ἡ μὲν γερουσία ἀδεῶς τὰ κάλλιστα τῆς ἀρχῆς καρπῷτο, αὐτὸς δὲ τούς τε πόνους καὶ τοὺς κινδύνους ἔχῃ, ἔργῳ δὲ ἵνα ἐπὶ τῇ προφάσει ταύτῃ ἐκεῖνοι μὲν καὶ ἄοπλοι καὶ ἀπόλεμοι ὦσιν, αὐτὸς δὲ δὴ μόνος καὶ ὅπλα ἔχῃ καὶ στρατιώτας τρέφῃ. |
| 83 | ὁ δὲ Καῖσαρ καὶ καταθέσθαι τελέως τὴν μοναρχίαν καὶ ἀποδοῦναι καὶ τὸ προσκληρωθέντα τῶν ἐθνῶν τῇ βουλῇ μετὰ δεκαετίαν ὑπέσχετο, οὐ μὴν καὶ ἔργῳ ἐποίησε τοῦτο· τῆς γοῦν δεκαετίας ἐξελθούσης, ἄλλα αὐτῷ δέκα ἔτη καὶ πάλιν ἄλλα προσεψηφίσθη· ὥστε τῇ τῶν δεκετηρίδων διαδοχῇ διὰ βίου αὐτὸν μοναρχῆσαι, καὶ διὰ τοῦτο οἱ μετὰ ταῦτα αὐτοκράτορες, καίτοι μηκέτ’ ἐς τακτὸν χρόνον, ἀλλ’ ἐς πάντα καθάπαξ τὸν βίον ἀποδεικνύμενοι, ὅμως διὰ τῶν δέκα ἀεὶ ἐτῶν ἑώρτασαν ὡς καὶ τὴν ἡγεμονίαν αὖθις τότε ἀνανεούμενοι. καὶ πολλὰ μὲν ἐψηφίσθη τῷ Καίσαρι ἐπὶ τούτοις. καὶ γὰρ τὸ τὰς δάφνας πρὸ τῶν βασιλείων αὐτοῦ προτίθεσθαι, καὶ τὸν στέφανον τὸν δρύινον ὑπὲρ αὐτοῦ ἀρτᾶσθαι ὡς καὶ ἀεὶ τούς τε πολεμίους νικῶντι καὶ τοὺς πολίτας σώζοντι ἐψηφίσθη. καλεῖται δὲ τὰ βασίλεια παλάτιον, οὐχ ὅτι καὶ ἔδοξέ ποτε οὕτως αὐτὰ ὀνομάζεσθαι, ἀλλ’ ὅτι ἔν τε τῷ Παλατίῳ ὁ Καῖσαρ ᾤκει καὶ ἐκεῖ τὸ στρατήγιον εἶχε. Παλάτιον δὲ ἐλέγετο ἡ τοῦ Ῥωμύλου οἰκία ἀπὸ τοῦ τόπου ἐν ᾧ ᾠκοδόμητο, οὕτως ὠνομασμένου, καὶ διὰ τοῦτο κἂν ἄλλοθί που ὁ αὐτοκράτωρ καταλύῃ, τὴν τοῦ παλατίου ἐπίκλησιν ἡ καταγωγὴ αὐτοῦ ἔχει. μετὰ δὲ ταῦτα Αὔγουστον αὐτὸν ἥ τε βουλὴ καὶ ὁ δῆμος προσεῖπεν. ὁ γὰρ Καῖσαρ ἐπεθύμει μὲν ἰσχυρῶς Ῥωμύλος ὀνομασθῆναι, αἰσθόμενος δὲ ὅτι ὑποπτεύεται ἐκ τούτου τῆς βασιλείας ἐπιθυμεῖν, οὐκέτ’ αὐτοῦ ἀντεποιήσατο, ἀλλ’ Αὔγουστος ὡς καὶ πλεῖόν τι ἢ κατὰ ἀνθρώπους ὢν ἐπεκλήθη· πάντα γὰρ τὰ ἐντιμότατα καὶ ἱερώτατα αὔγουστα προσαγορεύεται. |
| 84 | ἐξ οὗπερ καὶ σεβαστὸν αὐτὸν ἑλληνίζοντες, ὡς ἄν τινα σεπτόν, προσεῖπον· καὶ ταύτην τὴν πρόσρησιν καὶ οἱ μετ’ ἐκεῖνον πάντες, ὥσπερ καὶ τὴν τοῦ αὐτοκράτορος, πρὸς δήλωσιν τῆς αὐτοτελοῦς σφων ἐξουσίας, ἀντὶ τῆς τοῦ βασιλέως τοῦ τε δικτάτωρος ἐπικλήσεως ἔχουσιν. αὐτὰς μὲν γὰρ ἐκείνας οὐ τίθενται, ἐπειδήπερ ἅπαξ ἐκ τῆς πολιτείας ἐξέπεσον, τὸ δὲ δὴ ἔργον αὐτῶν τῇ τοῦ αὐτοκράτορος προσηγορίᾳ βεβαιοῦνται. καὶ ἐκ μὲν τούτων τῶν ὀνομάτων καταλόγους τε ποιεῖσθαι καὶ χρήματα ἀθροίζειν πολέμους τε ἀναιρεῖσθαι καὶ εἰρήνην σπένδεσθαι, θανατοῦν τε βουλευτὰς δύνασθαι λαμβάνουσιν. ἐκ δὲ δὴ τοῦ τιμητεύειν τούς τε βίους καὶ τοὺς τρόπους ἡμῶν ἐξετάζουσι, καὶ ἀπογραφὰς ποιοῦνται καὶ τοὺς μὲν καταλέγουσι τοὺς δὲ ἀπαλείφουσιν, ὅπως ἂν αὐτοῖς δόξῃ. ἔκ τε τοῦ ἐν πάσαις ταῖς ἱερωσύναις ἱερῶσθαι καὶ προσέτι καὶ τοῖς ἄλλοις τὰς πλείους διδόναι, καὶ τῶν ἱερέων κυριεύουσιν. ἥ τε ἐξουσία ἡ δημαρχικὴ καλουμένη δίδωσιν αὐτοῖς πρὸς τοῖς ἄλλοις τὸ μὴ ὑβρίζεσθαι, κἂν ἄρα τι καὶ τὸ βραχύτατον μὴ ὅτι ἔργῳ ἀλλὰ καὶ λόγῳ ἀδικεῖσθαι δόξωσι, καὶ ἄκριτον τὸν ποιήσαντα αὐτὸ ὡς καὶ ἐναγῆ ἀπολλύναι. ταῦτα μὲν οὕτω τε καὶ διὰ τούτων τῶν ὀνομάτων εἰλήφασιν ὅπως μηδὲν ἄνευ δόσεώς τινος ἔχειν δοκῶσιν· ἤδη δὲ καὶ ἕτερόν τι, ὃ μηδενὶ τῶν πάλαι Ῥωμαίων ἐδόθη, προσεκτήσαντο· λέλυνται γὰρ δὴ τῶν νόμων, ὡς αὐτὰ τὰ Λατῖνα ῥήματα λέγει, τουτέστιν ἐλεύθεροι ἀπὸ πάσης ἀναγκαίας νομίσεώς εἰσι καὶ οὐδενὶ τῶν γεγραμμένων ἐνέχονται, καὶ πᾶσαν μὲν τὴν τῆς βασιλείας ἰσχὺν περιβέβληνται, πλὴν τοῦ κατὰ τοὔνομα φορτικοῦ. ἡ γὰρ δὴ τοῦ Καίσαρος ἥ τε τοῦ Αὐγούστου πρόσρησις δύναμιν μὲν οὐδεμίαν αὐτοῖς οἰκείαν προστίθησι, δηλοῖ δ’ ἄλλως τὸ μὲν τὴν τοῦ γένους σφῶν διαδοχήν, τὸ δὲ τὴν τοῦ ἀξιώματος λαμπρότητα. |
| 85 | ἡ δὲ τοῦ πατρὸς ἐπωνυμία τάχα μὲν καὶ ἐξουσίαν τινὰ αὐτοῖς, ἥν ποτε οἱ πατέρες ἐπὶ τοὺς παῖδας ἔσχον, κατὰ πάντων ἡμῶν δίδωσιν, οὐ μέντοι καὶ ἐπὶ τούτῳ ἀρχὴν ἐγένετο ἀλλ’ ἐς τιμὴν καὶ ἐς παραίνεσιν, ἵνα αὐτοί τε τοὺς ἀρχομένους ὡς καὶ παῖδας ἀγαπῷεν καὶ ἐκεῖνοί σφας ὡς πατέρας αἰδῶνται. ἡ μὲν οὖν πολιτεία οὕτω τότε πρός τε τὸ βέλτιον καὶ πρὸς τὸ σωτηριωδέστερον μετεκοσμήθη· καὶ γάρ που καὶ παντάπασιν ἀδύνατον ἦν δημοκρατουμένους αὐτοὺς σωθῆναι. οὐ μέντοι καὶ ὁμοίως τοῖς πρόσθεν τὰ μετὰ ταῦτα πραχθέντα λεχθῆναι δύναται. πρότερον μὲν γὰρ ἔς τε τὴν βουλὴν καὶ ἐς τὸν δῆμον πάντα, εἰ καὶ πόρρω που συμβαίη, ἐσεφέρετο· καὶ διὰ τοῦτο πάντες τε αὐτὰ ἐμάνθανον καὶ πολλοὶ συνέγραφον, ἔν τε τοῖς ὑπομνήμασι τοῖς δημοσίοις ἡ ἀλήθεια εὑρίσκετο. ἐκ δὲ δὴ τοῦ χρόνου ἐκείνου τὰ μὲν πλείω κρύφα καὶ δι’ ἀπορρήτου γίγνεσθαι ἤρξατο, εἰ δέ πού τινα καὶ δημοσιευθείη, ἀλλὰ ἀνεξέλεγκτά γε ὄντα ἀπιστεῖται· καὶ γὰρ λέγεσθαι καὶ πράττεσθαι πάντα πρὸς τὰ τῶν ἀεὶ κρατούντων τῶν τε παραδυναστευόντων σφίσι βουλήματα ὑποπτεύεται. καὶ κατὰ τοῦτο πολλὰ μὲν οὐ γιγνόμενα θρυλλεῖται, πολλὰ δὲ καὶ πάνυ συμβαίνοντα ἀγνοεῖται, πάντα δὲ ὡς εἰπεῖν, ἄλλως πως ἢ ὡς πράττεται διαθροεῖται. καὶ μέντοι καὶ τὸ τῆς ἀρχῆς μέγεθος τό τε τῶν πραγμάτων πλῆθος δυσχερεστάτην αὐτοῖς παρέχεται τὴν ἀκρίβειαν. ἔν τε γὰρ τῇ Ῥώμῃ συχνὰ καὶ ἔξω ταύτης παρὰ τῇ ὑπηκόῳ ὡς εἰπεῖν καθ’ ἡμέραν γίγνεταί τινα, περὶ ὧν τὸ μὲν σαφὲς οὐδεὶς ῥᾳδίως ἔξω τῶν πραττόντων αὐτὰ γινώσκει, πλεῖστοι δ’ ὅσοι οὐδ’ ἀκούουσι τὴν ἀρχὴν ὅτι γέγονεν. |
| 86 | ὅθενπερ καὶ ἐγὼ πάντα τὰ ἑξῆς, εἴτ’ ὄντως εἴτε καὶ ἑτέρως ἔχει, φράσω. προσέσται μέντοι τι αὐτοῖς καὶ τῆς ἐμῆς δοξασίας, ὅσον ἐνδέχεται, ἐν οἷς ἄλλο τι μᾶλλον ἢ τὸ θρυλλούμενον ἠδυνήθην ἐκ πολλῶν ὧν ἀνέγνων ἢ καὶ ἤκουσα ἢ καὶ εἶδον τεκμήρασθαι, Αὔγουστος μὲν δὴ ὁ Καῖσαρ, ὥσπερ εἶπον, ἐπωνομάσθη, καὶ αὐτῷ σημεῖον οὐ μικρὸν εὐθὺς τότε τῆς νυκτὸς ἐπεγένετο· ὁ γὰρ Τίβερις πελαγίσας καὶ πᾶσαν τὴν ἐν τοῖς πεδίοις Ῥώμην κατέλαβεν ὥστε πλεῖσθαι, καὶ ἀπ’ αὐτοῦ οἱ μάντεις ὅτι τε ἐπὶ μέγα αὐξήσοι καὶ ὅτι πᾶσαν τὴν πόλιν ὑποχειρίαν ἕξοι προέγνωσαν. Αὔγουστος δὲ τά τε ἄλλα τὰ τῇ ἀρχῇ δὴ προσήκοντα προθυμότερον ἔπραττεν, ὡς καὶ ἐθελοντὶ δὴ παρὰ πάντων αὐτὴν εἰληφώς, καὶ ἐνομοθέτει πολλὰ οὐκ ἰδιογνωμονῶν ἐν τούτῳ τῷ μέρει, ἀλλ’ ἔστι μὲν ἃ καὶ εἰς τὸ δημόσιον προτιθεὶς καὶ παρρησίαν νέμων πολλὴν τοῖς διορθοῦν δυναμένοις, τὰ πολλὰ δὲ μετὰ τῶν ὑπάτων ἢ μετὰ τῶν ἀρίστων ἐπισκοπούμενος· καὶ γὰρ καὶ πεντεκαίδεκα τῶν βουλευτῶν τοὺς κλήρῳ λαχόντας συμβούλους ἐς ἑξάμηνον παρελάμβανε, καὶ ἔστιν ὅτε καὶ ἐδίκαζε μετ’ αὐτῶν. ἔκρινε μὲν γὰρ καὶ καθ’ ἑαυτὴν ἡ βουλὴ ὡς καὶ πρότερον, καί τισι καὶ πρεσβείαις καὶ κηρυκείαις καὶ δήμων καὶ βασιλέων ἐχρημάτιζεν, ὅ τε δῆμος ἐς τὰς ἀρχαιρεσίας καὶ τὸ πλῆθος αὖ συνελέγετο· οὐ μέντοι καὶ ἐπράττετό τι, ὃ μὴ ἐκεῖνον ἤρεσκε. τοὺς γοῦν ἄρξοντας τοὺς μὲν αὐτὸς ἐκλεγόμενος προεβάλλετο, τοὺς δὲ καὶ ἐπὶ τῷ δήμῳ τῷ τε ὁμίλῳ κατὰ τὸ ἀρχαῖον ποιούμενος ἐπεμελεῖτο, ὅπως μήτ’ ἀνεπιτήδειοι μήτ’ ἐκ παρακελεύσεως ἢ καὶ δεκασμοῦ ἀποδεικνύωνται. |
| 87 | τὸ μὲν οὖν σύμπαν οὕτω τὴν ἀρχὴν διῴκησε, λέξω δὲ καὶ καθ’ ἕκαστον ὅσα ἀναγκαῖόν ἐστι καὶ νῦν μάλιστα, διὰ τὸ πάμπολυ ἀπηρτῆσθαι τῶν καιρῶν ἐκείνων τὸν καθ’ ἡμᾶς βίον καὶ τὸ πολίτευμα μνημονεύεσθαι· λέγω γὰρ τοῦτο οὐκέτι ὡς ὁ Δίων ὁ Προυσαεὺς ὁ ἐπὶ τοῦ Σευήρου καὶ Ἀλεξάνδρου τῶν αὐτοκρατόρων γενόμενος, ἀλλ’ ὡς Ἰωάννης ὁ Ξιφιλῖνος ἀδελφόπαις ὢν Ἰωάννου τοῦ πατριάρχου, ἐπὶ δὲ Μιχαὴλ αὐτοκράτορος τοῦ Δούκα τὴν ἐπιτομὴν ταύτην τῶν πολλῶν βιβλίων τοῦ Δίωνος συνταττόμενος. ὁ μὲν οὖν Αὔγουστος εὐδοκιμῶν ἦν ἐπὶ τοῖς παρ’ αὐτοῦ διοικουμένοις καὶ νομοθετουμένοις. ὁ δὲ δὴ Γάλλος Κορνήλιος ὁ τὴν Αἴγυπτον ἐπιτετραμμένος καὶ ἐξύβρισεν ὑπὸ τῆς τιμῆς. πολλὰ μὲν γὰρ καὶ μάταια ἐς τὸν Αὔγουστον ἀπελήρει πολλὰ δὲ καὶ ἐπαίτια παρέπραττεν. εἰκόνας τε γὰρ ἑαυτοῦ παρ’ ὅλην ὡς εἰπεῖν τὴν Αἴγυπτον ἔστησε, καὶ τὰ ἔργα ὅσα ἐπεποιήκει ἐς τὰς πυραμίδας ἐσέγραψεν. οὗτος μὲν οὖν ὑπό τινος τῶν φίλων αὐτοῦ Λάργου κατηγορηθεὶς ἠτιμώθη τε καὶ τὴν οὐσίαν ἀπέβαλε, καὶ ταύτην ὁ μὲν Καῖσαρ ἔλαβε κατὰ ψήφισμα τῆς βουλῆς· Γάλλος δὲ ἑαυτὸν διεχρήσατο· καὶ πρὸς τὸν Λάργον οἱ πολλοὶ ἀπέκλιναν, αὐξανόμενον βλέποντες, οὐ μέντοι καὶ οἱ ἄριστοι τῶν Ῥωμαίων. Προκούλιος μὲν γὰρ ἀπαντήσας αὐτῷ τήν τε ῥῖνα καὶ τὸ στόμα τὸ ἑαυτοῦ τῇ χειρὶ ἐπέσχεν, ἐνδεικνύμενος τοῖς συνοῦσιν ὅτι μηδ’ ἀναπνεῦσαί τινι παρόντος αὐτοῦ ἀσφάλεια εἴη. ἄλλος δέ τις προσῆλθέ τε αὐτῷ, καίπερ ἀγνὼς ὤν, μετὰ μαρτύρων, καὶ ἐπήρετο εἰ γνωρίζοι ἑαυτόν· ἐπειδή τε ἐξηρνήσατο, ἐς γραμματεῖον τὴν ἄρνησιν αὐτοῦ ἐσέγραψεν, ὥσπερ οὐκ ἐξὸν τῷ κακῷ καὶ ὃν οὐκ ᾔδει πρότερον συκοφαντῆσαι. |
| 88 | Αὔγουστος δὲ καὶ Ἄστυρας καὶ Καντάβρους Κελτικὰ ἔθνη διά τε Τερεντίου Οὐάρωνος καὶ Τίτου Καρισίου ἐνίκησε, καὶ πολλὰ τούτων πολίσματα παρεστήσατο· καὶ τὸ τοῦ Ἰανοῦ τεμένισμα ἀνοιχθὲν δι’ αὐτοὺς ἔκλεισεν, ὡς εἰρήνης οὔσης παντελοῦς τοῖς Ῥωμαίοις. ἐπειδή τε ἡ οἰκία ἡ πρότερον μὲν τοῦ Ἀντωνίου γενομένη, ὕστερον δὲ τοῦ τε Ἀγρίππα καὶ τῷ Μεσσάλᾳ δοθεῖσα κατεφλέχθη, τῷ μὲν Μεσσάλᾳ ἄλλην ἐχαρίσατο, τὸν δὲ Ἀγρίππαν σύνοικον ἐποιήσατο. Πούπλιος δέ τις Σερουίλιος ἐν τούτῳ τῷ χρόνῳ ὄνομα ἔλαβεν, ὅτι στρατηγῶν ἄρκτους τε τριακοσίους καὶ Λιβυκὰ ἕτερα θηρία ἴσα ἐν πανηγύρει τινὶ ἀπέκτεινε. τὸν δὲ Καίσαρα ἡ βουλὴ τιμῶντα αὐτήν, καὶ ἀνακοινούμενον οὐκ ὀλίγα τῆς διοικήσεως, ἀντιθεραπεύουσα πάσης τῆς τῶν νόμων ἀνάγκης ἀνήλλαξεν ὑπὸ δόγματι, ἵν’ ὡς αὐτοκράτωρ τῶν νόμων αὐτῶν, πάνθ’ ὅσα βούλοιτο ποιοίη καὶ μὴ ποιοίη ὅσα μὴ βούλοιτο. ἐν ᾧ δὲ ταῦτα ἐγίγνετο, καὶ ἄλλη τις στρατιὰ καινὴ ἀρχήν τε ἅμα καὶ τέλος ἔσχεν. ἐπὶ γὰρ Ἀρραβίαν τὴν εὐδαίμονα καλουμένην, ἧς Σαβὼς ἐβασίλευε, Λάργος ὁ τῆς Αἰγύπτου ἄρχων ἐπεστράτευσε. καὶ ἐς μὲν ὄψιν οὐδεὶς αὐτῷ τήν γε πρὸς πόλεμον τῆς χώρας ἐκείνης προσεχώρει. ἡ δέ γε ἐρημία καὶ ὁ ἥλιος τά τε ὕδατα φύσιν τινὰ ἄτοπον ἔχοντα πάνυ αὐτὸν ἐταλαιπώρησεν, ὥστε καὶ τὸ πλεῖον τοῦ στρατοῦ φθαρῆναι .. τὸ δὲ δὴ νόσημα οὐ τοῖς συνήθεσι νόσοις ὅμοιον ἐγίγνετο, ἀλλ’ ἐς τὴν κεφαλὴν ἐνσκῆψαν ἐξήραινεν αὐτήν, καὶ τοὺς νοσοῦντας αὐτίκα ἀπώλλυε, τῶν δὲ περιγιγνομένων ἔς τε τὰ σκέλη κατῄει πᾶν ἕτερον μέρος τοῦ σώματος ὑπερβάν, καὶ ἐκεῖνά τε ἐλυμαίνετο ἴαμά τε αὐτοῦ οὐδὲν ἦν ἕτερον ἢ ἔλαιον οἴνῳ μεμιγμένον, ὃ ἔπιε καὶ ἠλείψατο. |
| 89 | ὅπερ που πάνυ ὀλίγοις σφῶν προσῆν. οὔτε γὰρ ἡ χώρα οὐδέτερον αὐτῶν φέρει οὔτε ἐκεῖνοι ἄφθονα αὐτὰ ἐπεφέροντο. κἀν τῷ πόνῳ τούτῳ καὶ οἱ βάρβαροί σφισι προσεπέθεντο. τέως γοῦν ἐλάττους, ὁπότε γε καὶ προσμίξειαν αὐτοῖς, ἐγίνοντο, καί τινα καὶ χωρία ἀπέβαλον, ἐπεὶ δὲ συμμάχῳ τῇ νόσῳ αὐτῶν χρησάμενοι τά τε σφέτερα ἐκομίσαντο καὶ ἐκείνων τοὺς περιλειφθέντας ἐξήλασαν ἐκ τῆς χώρας. πρῶτοι μὲν δὴ Ῥωμαίων οὗτοι, νομίζω δ’ ὅτι καὶ μόνοι, τοσοῦτον ἐπὶ πολέμῳ τῆς Ἀρραβίας ταύτης ἐπῆλθον· μέχρι γὰρ τῶν Ἐπιβούλων καλουμένων, χωρίου τινὸς ἐπιφανοῦς, ἐχώρησαν, ὁ δ’ Αὔγουστος ἐνόσησε μὲν ἐπισφαλῶς πολλάκις καὶ πρότερον, τότε δὲ ἑνδέκατον μετὰ Καλπουρνίου Πείσωνος ὑπατεύσας ἠρρώστησεν αὖθις, ὥστε μηδεμίαν ἐλπίδα σωτηρίας σχεῖν· πάντα γοῦν ὡς καὶ τελευτήσων διέθετο, καὶ τάς τε ἀρχὰς καὶ τοὺς πρώτους ἄνδρας ἀθροίσας διάδοχον μὲν οὐδένα ἀπέδειξε, καίτοι τὸν Μάρκελλον πάντων προκριθήσεσθαι ἐς τοῦτο προσδοκώντων, διαλεχθεὶς δέ τινα αὐτοῖς περὶ τῶν δημοσίων πραγμάτων τῷ μὲν Πείσωνι τῷ ὑπάτῳ τάς τε δυνάμεις καὶ τὰς προσόδους τὰς κοινὰς ἐς βιβλίον ἐγγράψας ἔδωκε, τῷ δὲ Ἀγρίππᾳ τὸν δακτύλιον ἐνεχείρισε. καὶ αὐτὸν μηδὲν μηδὲ τῶν πάνυ ἀναγκαίων ποιεῖν δυνάμενον Ἀντώνιός τις Μούσας καὶ ψυχροποσίαις καὶ ψυχρολουσίαις ἀνέσωσε· καὶ χρήματα διὰ τοῦτο καὶ δακτύλιον χρυσοῦν, (ἦν γὰρ ἀπελεύθερος) οὐχ ἑαυτῷ μόνον, ἀλλὰ καὶ τοῖς ὁμοτέχνοις, οὐχ ὅτι τοῖς τότε οὖσιν ἀλλὰ καὶ τοῖς ἐσομένοις ἔλαβεν. ἀλλ’ ἔδει γὰρ αὐτὸν τὰ τῆς τύχης ἔργα, ὡς δ’ ἐγώ φημι τὰ τοῦ θεοῦ, προσποιούμενον, παρὰ πόδας ἁλῶναι. |
| 90 | ὁ γὰρ Μάρκελλος νοσήσας οὐ πολλῷ ὕστερον, καὶ τὸν αὐτὸν ἐκεῖνον ὑπ’ αὐτοῦ Μούσα τρόπον θεραπευόμενος, ἀπέθανε. τότε μέντοι πάντες ἐθαύμαζον, ὅτι τὸν Μάρκελλον (ἦν δὲ Μαρκέλλου τοῦ τῷ Ἀννίβᾳ προσπολεμήσαντος ἔγγονος) καὶ ὡς γαμβρὸν καὶ ὡς ἀδελφιδοῦν ἀγαπῶν, καὶ οὕτω τιμῶν, ὥστε καὶ ἀγορανομοῦντος αὐτοῦ τὴν ἀγορὰν ἐν παντὶ τῷ θέρει παραπετάσμασι κατὰ κορυφὴν διαλαβεῖν, ὅμως τὴν μοναρχίαν οὐκ ἐπίστευσεν· οὕτως, ὡς ἔοικεν, οὐδέπω τῇ τοῦ μειρακίου γνώμῃ ἐθάρρει, ἀλλ’ ἤτοι τὸν δῆμον τὴν ἐλευθερίαν κομίσασθαι ἢ καὶ τὸν Ἀγρίππαν τὴν ἡγεμονίαν παρ’ ἐκείνου λαβεῖν ἠθέλησεν· ᾔδει γὰρ προσφιλῆ αὐτὸν ὄντα τῷ δήμῳ. ῥαΐσας δ’ οὖν, καὶ μαθὼν τὸν Μάρκελλον οὐκ ἐπιτηδείως τῷ Ἀγρίππᾳ διὰ τοῦτ’ ἔχοντα, ἐς τὴν Συρίαν εὐθὺς τὸν Ἀγρίππαν, μὴ καὶ διατριβή τις καὶ ἁψιμαχία ἐν ταὐτῷ οὖσι συμβῇ, ἔστειλε. καὶ ὃς ἐκ μὲν τῆς πόλεως εὐθὺς ἐξώρμησεν, οὐ μέντοι καὶ ἐς τὴν Συρίαν ἀφίκετο, ἀλλ’ ἔτι καὶ μᾶλλον μετριάζων, ἐκεῖσε μὲν τοὺς ὑποστρατήγους ἔπεμψεν, αὐτὸς δ’ ἐν τῇ Λέσβῳ διέτριψε. καὶ τοῦτο δὲ τοῦ Καίσαρος ἐπαινούμενον, ὅτι Λούκιον Σήστιον, οὐ μόνον σπουδάσαντα πάλαι τῷ Βρούτῳ καὶ συστρατεύσαντα, ἀλλ’ ἔτι καὶ τότε καὶ μνημονεύοντα αὐτοῦ καὶ εἰκόνας ἔχοντα καὶ ἐπαίνους ποιούμενον, ὕπατον ἀνθ’ ἑαυτοῦ ποτε εἵλετο. δικτάτορα δὲ αὐτὸν τοῦ δήμου αἱρουμένου, καί, ὡς οὐκ ἐπείθετο, ἀναγκάζοντος, καὶ τὰς εἰκοσιτέσσαρας ῥάβδους προσφέροντος, διέρρηξε τὴν ἐσθῆτα, ὀρθῶς τό τε ἐπίφθονον καὶ τὸ μισητὸν τῆς κλήσεως φυλαττόμενος· τὴν γὰρ ἐξουσίαν καὶ τὴν τιμὴν ὑπὲρ τοὺς δικτάτωρας εἶχε. |
| 91 | Μάρκου δέ τινος Πρίμου 〈αἰτίαν ἔχοντοσ〉 ὅτι τῆς Μακεδονίας ἄρχων Ὀδρύσαις ἐπολέμησε, καὶ λέγοντος ἐν τῷ δικαστηρίῳ ποτὲ μὲν τῇ τοῦ Αὐγούστου, ποτὲ δὲ τῇ τοῦ Μαρκέλλου γνώμῃ τοῦτο πεποιηκέναι, ἐς τὸ δικαστήριον αὐτεπάγγελτος ἦλθε, καὶ ἐπερωτηθεὶς ὑπὸ τοῦ στρατηγοῦ εἰ προστάξειε τῷ Πρίμῳ πολεμῆσαι, ἔξαρνος ἐγένετο. τοῦ δὲ συναγορεύοντος τῷ Πρίμῳ Λικινίου Μουρήνου ἄλλα τε εἰς αὐτὸν 〈οὐκ〉 ἐπιτήδεια ἀπορρίψαντος, καὶ πυθομένου “τί δὴ ἐνταῦθα ποιεῖς, καὶ τίς σε ἐκάλεσε”; τοσοῦτον μόνον ἀπεκρίνατο, ὅτι “τὸ δημόσιον”. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν οἱ Αἰθίοπες οἱ ὑπὲρ Αἰγύπτου οἰκοῦντες προσεχώρησαν ἄχρι τῆς χώρας τῆς Ἐλεφαντίνης ὠνομασμένης, πάντα τὰ ἐν ποσὶ πολιορκοῦντες, συμπαρούσης αὐτοῖς καὶ τῆς βασιλίσσης αὐτῶν Κανδάκης. Γαΐου δὲ Πετρωνίου τοῦ τῆς Αἰγύπτου ἄρχοντος ἐπ’ αὐτοὺς ἐξορμήσαντος, ὥρμησαν μὲν ὡς καὶ διαφευξόμενοι, καταληφθέντες δὲ ἐν τῇ ὁδοιπορίᾳ ἐς τὴν οἰκείαν αὐτὸν ἐπεσπάσαντο. καὶ καλῶς ἐκεῖ ἀγωνισάμενος τὴν Τανάπην τὸ βασίλειον αὐτῶν ἔλαβε. καὶ ἐκείνη μὲν κατασχεθεῖσα ἐν φρουρᾷ κατελείφθη· ὁ γὰρ Πετρώνιος μήτε περαιτέρω βουληθεὶς προελθεῖν μήτε κατὰ χώραν μεῖναι δυνηθεὶς ἀνεχώρησε· κἀν τούτῳ τῶν Αἰθιόπων τοῖς καταλειφθεῖσιν ἐπιθεμένων αὖθίς τε ἐπ’ αὐτοὺς ἐστράτευσε, καὶ τοὺς σφετέρους ἐρρύσατο, αὐτούς τε τὴν οἰκείαν καταλαβεῖν ἠνάγκασε. τοῦ δὲ Καίσαρος ἐς Σικελίαν ἐκδημήσαντος, ὅπως ἐκείνην τε καὶ τὰ ἐν αὐτῇ πάντα καταστήσηται, ἐστασίασεν ὁ δῆμος περὶ τὰς τῶν ὑπάτων ἀρχαιρεσίας, ὅτι ἀδύνατον ἦν δημοκρατουμένους σωθῆναι, μικροῦ γοῦν τινος κυριεῦσαι καιροῦ. ἀγανακτήσας οὖν ἐπὶ τούτῳ ὁ Αὔγουστος, καὶ μήτε μόνῃ τῇ Ῥώμῃ σχολάζειν δυνάμενος μήτε ἄναρχον αὐτὴν καταλιπεῖν τολμῶν, μετεπέμψατο τὸν Ἀγρίππαν, καὶ τὴν Ἰουλίαν αὐτῷ τὴν ἀδελφὴν ἀνδρὸς χηρεύουσαν δοὺς ἀπέστειλεν αὐτὸν εἰς τὴν Ῥώμην Μαικήνου, ὡς λέγεται, συμβουλευσαμένου, ὅτι “τηλικοῦτον αὐτὸν πεποίηκας ὥστε ἢ γαμβρόν σου γενέσθαι ἢ φονευθῆναι”. |
| 92 | περαιωθεὶς δὲ εἰς Ἑλλάδα τοὺς μὲν Λακεδαιμονίους ἐτίμησε διὰ τὸ φεύγουσάν ποτε μετὰ Νέρωνος τοῦ ἀνδρὸς τὴν Λιβίαν ἐκεῖ διατρῖψαι· τοὺς δὲ Ἀθηναίους ἐκάκωσεν Αἴγιναν ἀφελόμενος. Κυζικηνοὺς δὲ καὶ ἄλλας πόλεις, ὅτι περί τινας τῶν Ῥωμαίων πλημμελῆσαί τι ἔδοξαν, ἐδουλώσατο. ἐν τούτῳ ὁ Φραάτης φοβηθεὶς μὴ καὶ ἐπιστρατεύσῃ οἱ, τά τε σημεῖα τοῦ Κράσσου καὶ τοὺς αἰχμαλώτους ἀπέπεμψεν αὐτῷ, καὶ ἐπὶ τούτοις ὁ Καῖσαρ ἐγαυροῦτο, ὡς ἀκονιτὶ λαβὼν ἃ πολέμοις ἄλλοι ἀπέβαλλον. ἀμέλει καὶ θυσίας ἐπ’ αὐτοῖς ἐπετέλεσε, καὶ προσέτι καὶ ἐπὶ κέλητος ἐς τὴν πόλιν ἐσήλασεν. ἐπῃνεῖτο δὲ καὶ ἐφ’ οἷς οὐκ ἠξίου ἕτερόν τι προσκτήσασθαι, ἀλλ’ ἀκριβῶς ἀρκεῖσθαι τοῖς ὑπάρχουσιν ἐδικαίου. ὄντι δὲ αὐτῷ κατὰ τὴν Ἀσίαν, καὶ βασιλείας καὶ δυναστείας τὰς μέν τισι βεβαιοῦντι, τὰς δὲ εἰς ἑτέρους μετατιθέντι, τοὺς δέ τινας τῶν βασιλέων καὶ δικαιοῦντι, τοὺς δὲ ἐπαινοῦντι καὶ φίλους ποιουμένῳ, πάμπολλαι πρεσβεῖαι πρὸς αὐτὸν ἀφίκοντο. καὶ γὰρ καὶ Ἰνδοὶ προκηρυκευσάμενοι πρότερον φιλίαν τότε ἐσπείσαντο, δῶρα πέμψαντες ἀλλά τε καὶ τίγρεις, πρῶτον τότε Ῥωμαίοις ὀφθείσας, καί τι καὶ μειράκιον ἄνευ ὤμων αὐτῷ ἐδωρήσαντο. καὶ μέντοι καὶ τοιοῦτον ὂν ἐκεῖνο ἐς πάντα τοῖς ποσὶν ἅτε καὶ χερσὶν ἐχρῆτο, τόξον τε αὐτοῖς ἐπέτεινε καὶ βέλη ἠφίει καὶ ἐσάλπιζεν, οὐκ οἶδ’ ὅπως, γράφω γὰρ τὰ λεγόμενα. τότε καὶ ὁ σοφιστὴς Ζάμαρκος ὁ Ἰνδός, εἴτε ὑπὸ φιλοτιμίας εἴτε ὑπὸ τοῦ γήρως, κατὰ τὸν πάτριον νόμον πυρὶ ἑαυτὸν ζῶντα ἐξέδωκεν. |
| 93 | ἐπεὶ δὲ ἐπανιόντι εἰς τὴν Ῥώμην οἱ ἄλλοι προαπαντῆσαι παρεσκευάζοντο, νύκτωρ ἐς τὴν πόλιν ἐσεκομίσθη, καθὼς ἀεὶ ἔν τε ταῖς ἐκδημίαις καὶ ταῖς εἰσόδοις ἐποίει, λανθάνειν ἐν ἀμφοτέροις σπεύδων, ἵνα μηδενὶ ὀχληρὸς εἴη. τὴν δὲ βουλὴν αὖθις εἰς βραχύτερον συστέλλων τε καὶ ὁρίζων, καὶ τοὺς πολλοὺς ἐκ τούτου λυπῶν, καὶ ἐπεβουλεύετο παρὰ πολλῶν καὶ πολλοὺς ἠνάγκαζεν ἑαυτοὺς διαχρήσασθαι· 〈ἐν οἷσ〉 καὶ Μουρήνας ὁ παρρησιασάμενός ποτε πρὸς αὐτόν. ἄλλους μὲν οὖν τινας ἐδίκασε, καὶ τὸν Λεπίδου υἱόν· αὐτὸν δὲ τὸν Λέπιδον προεπηλάκιζε μέν, ἔς τε τὴν πόλιν καὶ ἄκοντα ἐκ τῶν ἀγρῶν κατιέναι κελεύων καὶ ἐς τὰς συνόδους ἀεὶ ἐσάγων, ὅπως ὅτι πλείστην καὶ χλευασίαν καὶ ὕβριν πρός τε τὴν τῆς ἰσχύος καὶ πρὸς τὴν τῆς ἀξιώσεως μεταβολὴν ὀφλισκάνῃ· οὐ μὴν ἀπέκτεινεν, ἀλλὰ καὶ ἀρχιερέα ὄντα τὴν ἀρχιερωσύνην, ἕως περιῆν, οὐκ ἀφείλετο. λόγων δέ ποτε ἐν βουλῇ γενομένων ὡς χρεὼν εἴη τὸν Αὔγουστον ἐκ διαδοχῆς σφας φρουρεῖν, Ἀντίστιος μήτε ἀντειπεῖν τολμῶν μήτε συγκαταθέσθαι ὑπομένων (ἦν γὰρ τῶν γενναιοτέρων) ἔφη ὅτι “ῥέγχω καὶ οὐ δύναμαι αὐτοῦ προκοιτῆσαι”, ἀλλ’ ὅμως τοῦτον καὶ ἐν ἄλλοις οὐ κεχαρισμένα αὐτῷ πράξαντα ὁ Καῖσαρ οὐ μετῆλθε. περὶ δὲ εὐκοσμίας γυναικῶν καὶ σωφροσύνης ἀνδρῶν παραινεῖν ἐπιχειρῶν ἐχλευάζετο, μὴ ἔχων περὶ τούτων ἀφ’ ἑστίας τὴν παρρησίαν, ἅτε πολλαῖς μὲν αὐτὸς συγγινόμενος, τῇ δὲ Λιβίᾳ, ὥς φασιν, ὑποκείμενος· καὶ αὐτὴν δὲ ταύτην ζῶντος τοῦ ἀνδρὸς αὐτῆς γήμας. καί ποτε προσήγαγέ τις αὐτᾷ νεανίσκον γυναῖκα ἐκ μοιχείας γεγαμηκότα, καὶ ὁ μὲν κατηγόρει τοῦ νεανίσκου, ὁ δὲ Καῖσαρ διηπορήθη, μήτε παριδεῖν τὸ πρᾶγμα μήτ’ ἐπιτιμῆσαι τολμήσας, ὀψὲ δέ ποτε ἀνενεγκών “πολλά” ἔφη “καὶ δεινὰ αἱ στάσεις ἤνεγκαν, ὥστε ἐκείνων μὲν ἀμνημονῶμεν, τοῦ δὲ δὴ λοιποῦ προνοῶμεν ὅπως μηδὲν τοιοῦτο γίγνηται”. |
| 94 | Πυλάδου δὲ καὶ Βαθύλλου τῶν ὀρχηστῶν ἀνθούντων τότε, καὶ τοῦ δήμου περὶ αὐτοὺς στασιάζοντος, ἐπειδὴ ὁ Καῖσαρ ὠργίζετο τῷ Πυλάδῃ, εἰπεῖν ἐκεῖνος λέγεται “ἀλλὰ συμφέρει σοι Καῖσαρ, περὶ ἡμᾶς τὸν δῆμον ἀποδιατρίβεσθαι”. τῷ δὲ Μαικήνᾳ διὰ τὴν γυναῖκα οὐκέθ’ ὁμοίως ἔχαιρεν· οὕτω γὰρ πάνυ αὐτῆς ἤρα (ὠνομάζετο δὲ Τερεντίνα) ὥστε καὶ ἀγωνίσασθαί ποτε αὐτὴν περὶ τοῦ κάλλους πρὸς τὴν Λιβίαν. κατὰ δὲ τὸν καιρὸν τοῦτον κῆτός τι πλάτος μὲν ποδῶν εἴκοσι, μῆκος δὲ τριπλάσιον ἔχον, καὶ γυναικὶ πλὴν τῆς κεφαλῆς ἐοικός, ἐς τὴν Κελτικὴν γῆν ἐκ τοῦ ὠκεανοῦ ἐξώκειλε. Λικίνιος δέ τις Ἰουλίου Καίσαρος ἐξελεύθερος, ἐπίτροπος τῆς Γαλατίας ὑπὸ τοῦ Αὐγούστου κατασταθείς, καὶ πλεονεξίᾳ μὲν βαρβαρικῇ ἀξιώσει δὲ Ῥωμαϊκῇ χρώμενος, πλεῖστα τοὺς Γαλάτας κατελυμήνατο, καὶ ἐς τοσοῦτόν γε κακοτροπίας ἐχώρησεν ὥστε καί, ἐπειδή τινες εἰσφοραὶ παρ’ αὐτοῖς ἐγίνοντο, τεσσαρεσκαίδεκα τοὺς μῆνας ποιῆσαι. τῶν δὲ Γαλατῶν καταβοώντων αὐτοῦ πρὸς τὸν Καίσαρα, καὶ δεινὰ ποιουμένων, ὥστε καὶ ἐκεῖνον τὰ μὲν συνάχθεσθαί σφισι, τὰ δὲ καὶ παραιτεῖσθαι, ἀγνοεῖν τέ τινα λέγειν, καὶ προσποιεῖσθαι ἕτερα μὴ πιστεύειν, καὶ ἔστιν ἃ καὶ συγκρύπτειν, αἰσχυνόμενον ὅτι τοιούτῳ ἐπιτρόπῳ ἐκέχρητο, τοιόνδε τι τεχνασάμενος ὁ Λικίνιος πάντων αὐτῶν κατεγέλασεν. ἐπειδὴ γὰρ χαλεπῶς οἱ τὸν Αὔγουστον ἔχοντα ᾔσθετο καὶ κολασθήσεσθαι ἔμελλεν, ἔς τε τὴν οἰκίαν αὐτὸν ἐσήγαγε, καὶ πολλοὺς μὲν καὶ ἀργυρίου καὶ χρυσίου θησαυρούς, πολλὰ δὲ καὶ τἄλλα σωρηδὸν συνηνωμένα αὐτῷ δείξας “ὦ δέσποτα” ἔφη “ὑπὲρ σοῦ καὶ ὑπὲρ τῶν ἄλλων Ῥωμαίων ταῦτα ἤθροισα, ἵνα μὴ τοσούτων χρημάτων ἐγκρατεῖς οἱ ἐπιχώριοι ὄντες ἀποστῶσιν. |
| 95 | ἀμέλει καὶ ἐτήρησά σοι πάντα αὐτὰ καὶ δίδωμι”. καὶ ὁ μὲν οὕτως, ὡς καὶ ὑπὲρ τοῦ Αὐγούστου τὴν τῶν βαρβάρων ἰσχὺν ἐκνενευρικώς, ἐσώθη. τὸν δὲ δὴ Τιβέριον καὶ τὸν Δροῦσον τῆς γυναικὸς αὑτοῦ παῖδας ὁ Καῖσαρ ἐπὶ τοὺς πολεμίους ἔπεμπε, καὶ κατεστρέφοντο οὗτοι τούς τε παριστρίους αὐτῷ βαρβάρους καὶ τοὺς παρωκεανείους Κελτούς. ἀλλ’ ὁ μὲν Δροῦσος νέος κομιδῇ μετήλλαξε· Τιβέριος δὲ καὶ ἐβίω χρόνον πολύν, καὶ τὸ τοῦ Αὐγούστου διεδέξατο κράτος, καίτοι γε τοῦ Καίσαρος Γάιόν τε καὶ Λούκιον τοὺς ἐκ τῆς θυγατρὸς αὐτοῦ Ἰουλίας τῷ Ἀγρίππᾳ τεχθέντας καὶ ποιησαμένου καὶ αὐτοκράτορας ἀναδείξαντος, ἵνα ἧττον ἐπιβουλεύοιτο, μηδὲ ἀναμείνας σφᾶς ἀνδρωθῆναι, ἀλλ’ αὐτόθεν διαδόχους τῆς ἀρχῆς ἀποδείξας· βραχὺ γάρ τι καὶ σμικρὸν τὸν θώρακα, ὃν ὑπὸ τῇ στολῇ πολλάκις καὶ ἐς αὐτὸ τὸ συνέδριον ἐσιὼν εἶχεν, ἐπικουρήσειν ἑαυτῷ ἐνόμιζεν. καίτοι γε οἱ Ῥωμαῖοι ἀργύριον, οἱ μὲν πλεῖον, οἱ δὲ ἔλαττον, αὐτῷ ἐκείνῳ προσιόντες ὑπὸ εὐνοίας ἐν τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ ἐδίδοσαν, καὶ ὃς προσθεὶς ἂν εἴτε τοσοῦτον ἢ καὶ πλέον ἀντεδίδου οὐχ ὅπως τοῖς βουλευταῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις. ἦν δὲ καὶ περὶ τοὺς φίλους οὕτω θερμὸς ὡς καὶ τοῦ Μαικήνου καὶ τοῦ Ἀπουλίου κακῶς ἐν δικαστηρίῳ ποτὲ ἀκουσάντων, ὅτι μοιχῷ τινι συνηγόρουν, ἐλθεῖν τε εἰς τὸ δικαστήριον καὶ ἐν τῇ τοῦ στρατηγοῦ καθέδρᾳ ἱζήσας δεινὸν μὲν οὐδὲν πρᾶξαι, ἀπειπὼν δὲ τῷ κατηγόρῳ μήτε τοὺς φίλους αὐτοῦ μήτε τοὺς συγγενεῖς αὐτοῦ προπηλακίζειν, εὐθὺς ἀναστῆναι. |
| 96 | Κορνηλίου δέ τινος αἰτίαν παρ’ αὐτοῦ ἐπὶ τῷ τῆς γυναικὸς βίῳ σχόντος, καὶ ἐν τῷ συνεδρίῳ εἰπόντος ὅτι καὶ εἰδότος καὶ συμβουλεύσαντος αὐτοῦ ἠγάγετο αὐτήν, περιοργής τε ἐγένετο καὶ εἶπε μὲν οὐδὲν οὐδὲ ἔπραξε δεινόν, ἐκπηδήσας δὲ ἐκ τοῦ βουλευτηρίου ἔπειτα μετ’ ὀλίγον ἐπανῆλθεν, ἑλόμενος, ὡς πρὸς τοὺς φίλους εἶπε, τοῦτο μᾶλλον καίπερ οὐκ ὀρθῶς ἔχον ποιῆσαι ἢ κατὰ χώραν μένων ἀναγκασθῆναί τι κακὸν δρᾶσαι. μνησθήσομαι δὲ καὶ Οὐιδίου Πωλίωνος ἐν τούτῳ τῷ καιρῷ μεταλλάξαντος, ἄλλως μὲν οὐδὲν μνήμης ἄξιον παρασχομένου (καὶ γὰρ ἐξ ἀπελευθέρου ἐγεγόνει) ἐπὶ δὲ δὴ τῷ πλούτῳ τῇ τε ὠμότητι ὀνομαστοτάτου γεγενημένου, ὥστε καὶ ἐς ἱστορίας λόγον ἐλθεῖν. οὗτος γὰρ τὰ μὲν ἄλλα ὅσα ἔπραττε, δι’ ὄχλου ἂν λεγόμενα γένοιτο, μυραίνας δὲ δεδιδαγμένας ἀνθρώπους ἐσθίειν ἐν δεξαμεναῖς τρέφων τοὺς δούλους αὐταῖς οὓς ἐθανάτου παρέβαλλε. καί ποτε τὸν Αὔγουστον ἑστιῶν, εἶτ’ ἐπειδὴ ὁ οἰνοχόος κύλικα κρυσταλλίνην κατέαξεν, ἐς τὰς μυραίνας αὐτὸν ἐμβληθῆναι προσέταξεν. ὁ οὖν Αὔγουστος, προσπεσόντος οἱ τοῦ παιδὸς καὶ ἱκετεύσαντος αὐτόν, τὰ μὲν πρῶτα πείθειν τὸν Πωλίωνα ἐπειρᾶτο μηδὲν τοιοῦτο δρᾶσαι. ὡς δ’ οὐχ ὑπήκουσεν αὐτῷ, “φέρε” ἔφη “τἄλλα πάντα ἐκπώματα ὅσα ποτὲ τοιουτότροπα ἢ καὶ ἕτερά τινα ἔντιμα κέκτησαι, ἵνα αὐτοῖς χρήσωμαι”. καὶ αὐτὰ κομισθέντα συντριβῆναι ἐκέλευσεν. ἰδὼν δὲ τοῦτο ἐκεῖνος, καὶ ὑπὸ τῆς μείζονος καταπλήξεως τὴν ἐπὶ τῷ ἑνὶ ἐκπώματι ὀργὴν ἐκκρουσθείς, ἡσυχίαν καὶ ἄκων ἤγαγε. τελευτήσας δὲ ὁ Πωλίων τῷ Αὐγούστῳ τὴν οἰκίαν καὶ τὸν Παυσίλυπον τὸ χωρίον τὸ μεταξὺ Νέας τε πόλεως καὶ τῶν Πουτιόλων κατέλιπεν. |
| 97 | ὁ δὲ Αὔγουστος τὴν οἰκίαν αὐτοῦ ἐς ἔδαφος, ὅπως μηδὲν μνημόσυνον ἐν τῇ πόλει ἔχοι, καταβαλὼν περίστῳον ᾠκοδομήσατο, καὶ τὸ τῆς Λιβίας αὐτῷ ἐπέγραψεν ὄνομα. πόλεις μέντοι συχνὰς ὁ Καῖσαρ ἄλλῃ τε πανταχῇ καὶ κατὰ τὴν Ἰβηρίαν καὶ Γαλατίαν ἀπῴκισεν. ᾠκοδόμησε δὲ καὶ τῷ Κυρίνῳ ναόν, ἓξ καὶ ἑβδομήκοντα τοῦτον κίοσι κοσμήσας· καὶ ἐπειδὴ καὶ τοσαῦτα ἔτη τὰ πάντα ἐβίωσε, τὸ πρᾶγμα ἔδοξέ τισιν οὐ κατὰ τύχην αὐτῷ γεγενῆσθαι, ἀλλ’ ἐξεπίτηδες καὶ κατὰ πρόγνωσιν. Δροῦσος δὲ ὁ τοῦ Τιβερίου ἀδελφὸς κατὰ Κελτῶν τῶν ἐπέκεινα τοῦ Ῥήνου οἰκούντων πεμφθείς, καὶ τὰ ἐν ποσὶν οὐκ ἀταλαιπώρως χειρούμενος, μέχρι τοῦ Ἀλβίου προεχώρησεν ποταμοῦ. ῥεῖ δὲ οὗτος ἐκ τῶν Οὐανδαλικῶν ὀρῶν καὶ ἐς τὸν ὠκεανὸν τὸν προσάρκτιον πολλῷ μεγέθει ἐκδίδωσιν. ἐνταῦθα δὲ γυνή τις αὐτῷ μείζων ἢ κατὰ ἀνθρώπου φύσιν ἀπαντῆσαί τε καὶ εἰπεῖν λέγεται “ποῖ δῆτα ἐπείγῃ, Δροῦσε ἀκόρεστε; οὐ πάντα σοι ταῦτα ἰδεῖν πέπρωται. ἀλλ’ ἄπιθι· καὶ γάρ σοι καὶ τῶν ἔργων καὶ τοῦ βίου τελευτὴ ἤδη πάρεστι.” καὶ ὁ μὲν ὑποστρέφων ἐκ τοῦδε σπουδῇ ἐν τῇ ὁδῷ νόσῳ τινὶ ἐτελεύτησεν. ἡ δὲ δὴ Λιβία εἰκόνων τε ἐπὶ παραμυθίᾳ ἔτυχε, καὶ ἐς τὰς μητέρας τὰς τρὶς τεκούσας ἐσεγράφη. δίδωσι γὰρ ὁ νόμος ἐν χάριτος μέρει πρότερον μὲν διὰ τῆς βουλῆς, νῦν δὲ διὰ τοῦ αὐτοκράτορος, τὰ τῶν τοσαυτάκις γεγεννηκότων τισὶ δικαιώματα, ὥστε σφᾶς μήτε τοῖς τῆς ἀπαιδίας ἐπιτιμίοις ἐνέχεσθαι καὶ τὰ τῆς πολυπαιδίας ἆθλα πλὴν ὀλίγων τινῶν καρποῦσθαι. καὶ αὐτὰ οὐκ ἄνθρωποι μόνον ἀλλὰ καὶ θεοὶ εὑρίσκονται, ἵν’ ἄν τίς τι αὐτοῖς τελευτῶν καταλίπῃ λαμβάνωσι. |
| 98 | τοῦτο μὲν δὴ τοιοῦτόν ἐστι, Καῖσαρ δὲ τά τε ὀνόματα συμπάντων τῶν βουλευτῶν ἐς λεύκωμα ἀναγράψας ἐξέθηκε, καὶ ἐξ ἐκείνου καὶ νῦν κατ’ ἔτος καὶ τοῦτο ποιεῖται, καὶ τὰ ζημιώματα τοῖς μὴ δι’ εὔλογόν τινα αἰτίαν τῆς συνεδρίας ἀπολειπομένοις ἐπηύξησεν. ἐπειδή τε πολλὰ τῶν τοιούτων ὑπὸ τοῦ πλήθους τῶν ὑπευθύνων ἀτιμώρητα εἴωθε γίνεσθαι, κληροῦσθαί τε αὐτοὺς εἰ συχνοὶ τοῦτο ποιήσειαν, καὶ τὸν ἀεὶ πέμπτον λαχόντα ὀφλισκάνειν αὐτὰ ἐκέλευσεν. ἀπόντος δὲ αὐτοῦ, ἐβουλεύοντο μὲν καὶ ἡ γνώμη συνεγράφετο, οὐ μέντοι καὶ τέλος τι ὡς κεκυρωμένη ἐλάμβανεν, ἀλλὰ καὶ αὐκτώριτας ἐγίνετο, ὅπως φανερὸν τὸ βούλημα αὐτῶν ᾖ. τοιοῦτον γάρ τι ἡ δύναμις τοῦ ὀνόματος τούτου δηλοῖ· ἑλληνίσαι γὰρ αὐτὸ καθάπαξ ἀδύνατόν ἐστιν. οὕτω δὲ δημοκρατικὸς ἠξίου εἶναι ὥστε τινὸς τῶν συστρατευσαμένων ποτὲ αὐτῷ συνηγορήματος παρ’ αὐτοῦ δεηθέντος τὸ μὲν πρῶτον τῶν φίλων τινά, ὡς καὶ ἐν ἀσχολίᾳ ὤν, συνειπεῖν αὐτῷ κελεῦσαι, ἔπειτ’ ἐπειδὴ ἐκεῖνος ὀργισθεὶς ἔφη “ἐγὼ μέντοι, ὁσάκις ἐπικουρίας χρείαν ἔσχες, οὐκ ἄλλον τινὰ ἀντ’ ἐμαυτοῦ σοι ἔπεμψα, ἀλλ’ αὐτὸς πανταχοῦ προεκινδύνευσά σου”, ἔς τε τὸ δικαστήριον συνελθεῖν καὶ συνηγορῆσαί οἱ. φίλῳ τέ τινι δίκην φεύγοντι συνεξητάσθη, ἐπικοινώσας αὐτὸ τοῦτο τῇ γερουσίᾳ· καὶ ἐκεῖνόν τε ἔσωσε, καὶ τὸν κατήγορον αὐτοῦ οὐχ ὅπως δι’ ὀργῆς ἔσχε καίπερ πάνυ πολλῇ παρρησίᾳ χρησάμενον, ἀλλὰ καὶ εὐθυνόμενον ἐπὶ τοῖς τρόποις ἀφῆκεν, εἰπὼν ὅτι ἀναγκαία σφίσιν ἡ παρρησία αὐτοῦ διὰ τὴν τῶν πολλῶν πονηρίαν εἴη. ἄλλους γε μὴν ἐπιβουλεύειν οἱ μηνυθέντας ἐκόλασεν. οὐκ ἐξὸν δ’ ὂν δοῦλον κατὰ δεσπότου βασανισθῆναι ἐκέλευσεν, ὁσάκις ἂν χρεία τοιούτου τινὸς γένηται, τῷ δημοσίῳ αὐτὸν ἢ καὶ ἑαυτῷ πιπράσκεσθαι, ὅπως ὡς ἀλλότριος τοῦ κρινομένου ὢν ἐπεξετάζηται· τοῦτο δ’ οἱ μὲν ᾐτιῶντο, ὅτι ὁ νόμος τῇ τοῦ δεσπότου μεταλλαγῇ καταλύεσθαι ἔμελλεν, οἱ δ’ ἀναγκαῖον αὐτὸ ἔφασκον εἶναι, ὅτι πολλοὶ διὰ τούτων καὶ ἐπ’ αὐτῷ ἐκείνῳ καὶ ἐπὶ ταῖς ἀρχαῖς συνίσταντο. |
| 99 | μετὰ δὲ δὴ ταῦτα τὴν ἡγεμονίαν, καίπερ ἀφιείς, ὡς ἔλεγεν, ἐπειδὴ τὰ δέκα ἔτη τὰ δεύτερα ἐξεληλύθει, ἄκων δῆθεν αὖθις ὑπέστη, καὶ τὸν μὲν μῆνα τὸν Σεξτίλιον καλούμενον Αὔγουστον ἀντωνόμασε, καίτοι κατὰ τὸν Σεπτέμβριον γεννηθείς, ὅτι καὶ ὕπατος ἐν αὐτῷ τὸ πρῶτον ἐγένετο καὶ μάχας πολλὰς καὶ μεγάλας ἐνενικήκει. ἐπὶ μὲν οὖν τούτοις ἐγαυροῦτο, τοῦ δὲ δὴ Μαικήνου τελευτήσαντος ἤλγησε. πολλὰ μὲν γὰρ καὶ ἄλλα αὐτοῦ ἀπώνατο, μάλιστα δὲ ὁσάκις ἀκρατοτέρῳ τῷ θυμῷ ἐχρῆτο· τῆς τε γὰρ ὀργῆς αὐτὸν παρέλυε καὶ ἐς τὸ ἠπιώτερον μεθίστη. τεκμήριον δέ· δικάζοντι αὐτῷ προστὰς καὶ ἰδὼν ὅτι πολλοὺς θανατώσειν μέλλοι, ἐπεχείρησε μὲν διώσασθαι τοὺς περιεστηκότας καὶ ἐγγὺς αὐτῷ προσελθεῖν, μὴ δυνηθεὶς δὲ ἔγραψεν ἐς γραμματεῖον “ἀνάστηθι ἤδη ποτέ, δήμιε,” καὶ αὐτὸ ὡς καὶ ἕτερόν τι ἔχον ἐς τὸν κόλπον αὐτοῦ ἔρριψεν, ὥστ’ ἐκεῖνον μήτ’ ἀποκτεῖναί τινα καὶ εὐθὺς ἐξαναστῆναι. οὐ γὰρ ὅπως ἠγανάκτει τοῖς τοιούτοις, ἀλλὰ καὶ ἔχαιρεν ὅτι ὅσα αὐτὸς ὑπό τε τῆς ἑαυτοῦ φύσεως καὶ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης καὶ παρὰ τὸ προσῆκον ἐθυμοῦτο, ταῦτα τῇ τῶν φίλων παρρησίᾳ διωρθοῦτο. ὁ δ’ οὖν Μαικήνας καὶ κληρονόμον αὐτόν, καίπερ ἐπὶ τῇ γυναικὶ δυσκολαίνων, κατέλιπε. πρῶτος δὲ οὗτος ὁ Μαικήνας κολυμβήθραν θερμοῦ ὕδατος ἐν τῇ πόλει κατεσκεύασε, καὶ πρῶτος σημεῖά τινα γραμμάτων πρὸς τάχος ἐξεῦρε, καὶ αὐτὰ διὰ Ἀκύλα ἀπελευθέρου συχνοὺς ἐξεδίδαξεν. |
| 100 | ἔτυχον δὲ διὰ τοὺς γενομένους ἐμπρησμοὺς τηνικαῦτα καὶ οἱ στενωποὶ ἐπιμελητῶν τινων ἐκ τοῦ δήμου, οὓς καὶ στενωπάρχους καλοῦμεν· καί σφισι καὶ τῇ ἐσθῆτι τῇ ἀρχικῇ καὶ ῥαβδούχοις δύο, ἐν αὐτοῖς τοῖς στενωποῖς ὧν ἄρχουσι, χρῆσθαι ἐδόθη. τοῦ δὲ Γαΐου καὶ τοῦ Λουκίου τῶν ἐκ τῆς θυγατρὸς αὐτοῦ τῷ Ἀγρίππᾳ τεχθέντων οὐχ ὅτι ἁβρότερον διαγόντων, ἀλλὰ καὶ θρασυνομένων, ὥστε καὶ τὸν Γάιον μηδὲ ἐς ἐφήβους πω τελοῦντα ὑπατείαν μετιέναι, ἠγανάκτησέ τε καὶ προσεπεύξατο μηδεμίαν τοιαύτην καιρῶν ἀνάγκην ὁποία ποτὲ αὐτὸν κατέλαβε γενέσθαι, ὥστε τινὰ νεώτερον εἰκοσιετοῦς ὑπατεῦσαι. ἐπειδή τε καὶ ὣς ἐπέκειντό οἱ, τότε ἔφη χρῆναί τινα τὴν ἀρχὴν ταύτην λαμβάνειν, ὅταν μήτε τι αὐτὸς ἁμαρτάνειν καὶ ταῖς τοῦ δήμου σπουδαῖς ἀνθίστασθαι δύνηται. βουληθεὶς δὲ δὴ μᾶλλον αὐτοὺς σωφρονίσαι, τῷ Τιβερίῳ τήν τε ἐξουσίαν τὴν δημαρχικὴν ἐς πέντε ἔτη ἔνειμε καὶ τὴν Ἀρμενίαν ἀλλοτριουμένην προσῆξε. συνέβη δ’ αὐτῷ καὶ ἐκείνοις καὶ τῷ Τιβερίῳ μάτην προσκροῦσαι, τοῖς μὲν ὅτι παρεωρᾶσθαι ἔδοξαν, τῷ δὲ ὅτι τὴν ὀργὴν αὐτῶν ἐφοβήθη. ἀμέλει καὶ ἐς Ῥόδον ὡς καὶ παιδεύσεώς τινος δεόμενος ἐστάλη, μήτ’ ἄλλους τινὰς μήτε τὴν θεραπείαν πᾶσαν ἐπαγόμενος, ἵν’ ἐκποδών σφισι καὶ τῇ ὄψει καὶ τοῖς ἔργοις γένηται. λόγον δέ τινα ἔχει καὶ διὰ τὴν γυναῖκα τὴν Ἰουλίαν, ὅτι μηκέτ’ αὐτὴν φέρειν ἐδύνατο, τοῦτο ποιῆσαι· κατέλιπε γοῦν αὐτὴν ἐν τῇ Ῥώμῃ. ὁ δὲ Αὔγουστος τὸ τοῦ δήμου τοῦ σιτοδοτουμένου πλῆθος ἀόριστον ὂν ἐς εἴκοσι μυριάδας κατέκλεισε, καὶ ὥς γέ τινες λέγουσι, καθ’ ἕνα ἑξήκοντα δραχμὰς ἔδωκε· θέας τε ποιῶν ἐς τὸν Φλαμίνιον ἱππόδρομον ὕδωρ ἐσήγαγε, καὶ ἐν αὐτῷ ἓξ καὶ τριάκοντα κροκόδειλοι κατεκόπησαν. |
| 101 | τότε δὲ πρῶτον καὶ ἐπάρχους τῶν δορυφόρων δύο ἀπέδειξεν. οὕτως γάρ τοι αὐτοὺς καὶ ἐγὼ μόνους τῶν ἐπαρχόντων τινός, ἐπειδήπερ ἐκνενίκηκεν, ὀνομάζω. τὴν μέντοι Ἰουλίαν τὴν θυγατέρα ἀσελγαίνουσαν οὕτως ὥστε καὶ ἐν τῇ ἀγορᾷ καὶ ἐπ’ αὐτοῦ γε τοῦ βήματος καὶ κωμάζειν νύκτωρ καὶ συμπίνειν, ὀψέ [δὲ] ποτε φωράσας ὑπερωργίσθη. κατείκαζε μὲν γὰρ καὶ πρότερον οὐκ ὀρθῶς βιοῦν αὐτήν, οὐ μέντοι καὶ ἐπίστευεν· οἱ γάρ τοι τὰς ἡγεμονίας ἔχοντες πάντα μᾶλλον ἢ τὰ σφέτερα γινώσκουσι, καὶ οὔτ’ αὐτοὶ τοὺς συνόντας ὧν ποιοῦσι λανθάνουσιν οὔτε τὰ ἐκείνων ἀκριβοῦσι. τότε δ’ οὖν τοσούτῳ θυμῷ ἐχρήσατο ὥστε μηδ’ οἴκοι αὐτὸν κατασχεῖν ἀλλὰ καὶ τῇ γερουσίᾳ κοινῶσαι. κἀκ τούτου ἐκείνη μὲν ἐς Πανδατερίαν τὴν πρὸς Καμπανίᾳ νῆσον ὑπερωρίσθη, καὶ αὐτῇ καὶ ἡ Σκριβωνία ἡ μήτηρ ἑκοῦσα συνεξέπλευσε· τῶν δὲ δὴ χρησαμένων αὐτῇ ὁ μὲν Ἰούλιος Ἀντώνιος, ὡς καὶ ἐπὶ τῇ μοναρχίᾳ τοῦτο πράξας, ἀπέθανε μετ’ ἄλλων τινῶν ἐπιφανῶν ἀνδρῶν, οἱ δὲ λοιποὶ ἐς νήσους ὑπερωρίσθησαν. πολλῶν δὲ καὶ ἄλλων γυναικῶν ἐφ’ ὁμοίοις τισὶν αἰτίαν λαβουσῶν οὐ πάσας τὰς δίκας ἐδέξατο, ἀλλὰ καὶ χρόνον τινὰ ἀφώρισεν ὥστε τὰ πρὸ ἐκείνου πραχθέντα μὴ πολυπραγμονεῖσθαι. ἐπὶ γὰρ τῆς θυγατρὸς μηδὲν μετριάσας, ἀλλὰ καὶ φήσας ὅτι Φοίβης πατὴρ μᾶλλον ἢ ἐκείνης γεγονέναι ἤθελε, τῶν ἄλλων ἐφείδετο. ἡ δὲ δὴ Φοίβη ἐξελευθέρα τε τῆς Ἰουλίας καὶ συνεργὸς οὖσα προαπέθανεν ἑκουσία, διόπερ καὶ ὁ Αὔγουστος αὐτὴν ἐπῄνεσε. τοῦ δὲ Γαΐου σταλέντος εἰς τὸν πρὸς Ἀρμενίους πόλεμον, ὁ Τιβέριος εἰς Χίον ἐλθὼν αὐτὸν ἐθεράπευσεν· ἐταπείνου τε γὰρ ἑαυτὸν καὶ ὑπέπιπτεν οὐχ ὅτι τῷ Γαΐῳ, ἀλλὰ τοῖς μετ’ αὐτοῦ οὖσι. |
| 102 | Φρατάκτου δὲ τοῦ τῶν Πάρθων βασιλέως ἐπιστείλαντος περὶ εἰρήνης τῷ Καίσαρι, καὶ τοῦ Καίσαρος ἀντεπιστείλαντος αὐτῷ Φρατάκτῃ ἁπλῶς ἄνευ τῆς τοῦ βασιλέως ἐπικλήσεως, καὶ τῆς Ἀρμενίας ἀποστῆναι προστάξαντος οὐχ ὅσον ἐκεῖνος οὐ κατέπτηξεν, ἀλλὰ καὶ ἀντέγραψέν οἱ τά τε ἄλλα ὑπερηφάνως, καὶ αὑτὸν μὲν βασιλέα βασιλέων, ἐκεῖνον δὲ Καίσαρα μόνον ὀνομάσας· ὅμως ὕστερον κατηλλάγη ἐπὶ τῷ τῆς Ἀρμενίας ἀποστῆναι, ἐπειδὴ τόν τε Γάιον ἐν τῇ Συρίᾳ παρόντα ἔμαθε καὶ τὰ οἰκεῖα ταραττόμενα μίσει αὐτοῦ ὑπετόπασε. συνέβη δὲ εὐθὺς μετὰ ταῦτα καὶ τὸν Τιβέριον ἐκ Ῥόδου εἰς τὴν Ῥώμην ἀφικέσθαι, Λουκίου καὶ Γαΐου τελευτησάντων. αὐτός τε γὰρ ἐμπειρότατος τῆς διὰ τῶν ἄστρων μαντικῆς ὤν, καὶ Θράσυλλον ἄνδρα πάσης ἀστρολογίας διαπεφυκότα ἔχων, πάντα καὶ τὰ ἑαυτῷ καὶ 〈τὰ〉 ἐκείνοις πεπρωμένα ἀκριβῶς ἠπίστατο· καὶ λόγος γε ἔχει ὅτι μελλήσας ποτὲ ἐν τῇ Ῥόδῳ τὸν Θράσυλλον ἀπὸ τοῦ τείχους ὤσειν, ἐπειδὴ μόνος αὐτῷ πάνθ’ ὅσα ἐνενόει συνῄδει, ὡς εἶδεν αὐτὸν σκυθρωπάσαντα, ἤρετο διὰ τί συννένοφεν· εἰπόντος δὲ κίνδυνόν τινα ὑποπτεύειν, θαυμάσας οὐκέτ’ αὐτὸ ἐποίησεν. οὕτω γάρ που πάντα ἐκεῖνος σαφῶς ᾔδει ὥστε καὶ τὸ πλοῖον τὸ τὴν ἀγγελίαν τῷ Τιβερίῳ τῆς ἐς τὴν Ῥώμην ἀνακομιδῆς παρά τε τῆς μητρὸς καὶ παρὰ τοῦ Αὐγούστου φέρον πόρρωθεν κατιδὼν προσπλέον, προειπεῖν αὐτῷ ἃ ἀγγέλλειν ἔμελλε. τοῦ δὲ Λουκίου τοῦ τε Γαΐου τὰ σώματα διά τε τῶν χιλιάρχων καὶ διὰ τῶν ἐφ’ ἑκάστης πόλεως πρώτων ἐς τὴν Ῥώμην ἐκομίσθη, καὶ αἱ πέλται τά τε δόρατα ἃ παρὰ τῶν ἱππέων ἐς τοὺς ἐφήβους ἐσιόντες χρυσᾶ εἰλήφεσαν, ἐς τὸ βουλευτήριον ἀνετέθη. |
| 103 | δεσπότης δέ ποτε ὁ Αὔγουστος ὑπὸ τοῦ δήμου ὀνομασθεὶς οὐχ ὅπως ἀπεῖπε μηδένα τούτῳ πρὸς ἑαυτὸν τῷ προσρήματι χρήσασθαι, ἀλλὰ καὶ πάνυ διὰ φυλακῆς αὐτὸ ἐποιήσατο. πληρωθείσης δέ οἱ καὶ τῆς τρίτης δεκαετίας τὴν ἡγεμονίαν καὶ τότε τὸ τέταρτον, ἐκβιασθεὶς δῆθεν, ὑπεδέξατο, πρᾳότερός τε καὶ ὀκνηρότερος ὑπὸ τοῦ γήρως πρὸς τὸ τῶν βουλευτῶν τισιν ἀπεχθάνεσθαι γεγονὼς οὐδενὶ ἔτ’ αὐτῶν προσκρούειν ἤθελεν. ἐμπρησμοῦ δέ ποτε τὸ παλάτιον διαφθείραντος, καὶ πολλῶν αὐτῷ πολλὰ διδόντων, οὐδὲν ἔλαβεν ἢ μόνον παρὰ μὲν τῶν δήμων χρυσοῦν παρὰ δὲ τῶν ἰδιωτῶν δραχμήν. χρυσοῦν γὰρ δὴ καὶ ἐγὼ τὸ νόμισμα τὸ τὰς πέντε καὶ εἴκοσι δραχμὰς δυνάμενον κατὰ τὸ ἐπιχώριον ὀνομάζω· καὶ τῶν Ἑλλήνων δέ τινες, ὧν τὰ βιβλία ἐπὶ τῷ ἀττικίζειν ἀναγινώσκομεν, οὕτως αὐτὸ ἐκάλεσαν. ὁ δὲ Αὔγουστος τὴν οἰκίαν οἰκοδομήσας ἐδημοσίωσε πᾶσαν, εἴτε δὴ διὰ τὴν συντέλειαν τὴν παρὰ τοῦ δήμου οἱ γενομένην, εἴτε καὶ ὅτι ἀρχιέρεως ἦν, ἵν’ ἐν τοῖς ἰδίοις ἅμα καὶ ἐν τοῖς κοινοῖς οἰκοίη. τοῦ δὲ δήμου σφόδρα ἐγκειμένου τῷ Αὐγούστῳ, ἵνα καταγάγῃ τὴν θυγατέρα αὐτοῦ, θᾶσσον ἔφη πῦρ ὕδατι μιχθήσεσθαι ἢ ἐκείνην καταχθήσεσθαι. καὶ ὁ δῆμος πυρὰ ἐς τὸν Τίβεριν πολλὰ ἐνέβαλε· καὶ τότε μὲν οὐδὲν ἤνυσεν, ὕστερον δὲ ἐξεβιάσατο ὥστε ἐς γοῦν τὴν ἤπειρον αὐτὴν ἐκ τῆς νήσου κομισθῆναι. τῷ δὲ Καίσαρι ἐπεβούλευσαν ἄλλοι τε καὶ Γναῖος Κορνήλιος θυγατριδοῦς τοῦ Μεγάλου Πομπηίου ὤν, οὔτε δὲ ἀποκτεῖναί σφας ἐθέλοντι, οὐδὲν γὰρ πλέον πρὸς ἀσφάλειαν ἐκ τῶν ἀπολλυμένων ἑώρα οἱ γιγνόμενον, οὔτ’ ἀπολῦσαι, μὴ καὶ ἑτέρους ἐκ τούτου ἐφ’ ἑαυτὸν ἐπισπάσηται, καὶ διὰ τοῦτ’ ἀποροῦντι, καὶ οὔτε μεθ’ ἡμέραν ἀφροντιστεῖν οὔτ’ αὖ νύκτωρ ἀτρεμεῖν δυναμένῳ ἔφη ποτὲ ἡ Λιβία “τί ἐστι τοῦτο, ὦ ἄνερ; διὰ τί οὐ καθεύδεις”; καὶ ὁ Αὔγουστος “καὶ τίς ἄν” εἶπεν “ὦ γύναι, κἂν ἐλάχιστον ἀπομερμηρίσειε τοσούτους τε ἀεὶ ἐχθροὺς ἔχων καὶ συνεχῶς οὕτως ἄλλοτε ὑπ’ ἄλλων ἐπιβουλευόμενος; ἢ οὐχ ὁρᾷς ὅσοι καὶ ἐμοὶ καὶ τῇ ἀρχῇ ἡμῶν ἐπιτίθενται; καὶ αὐτοὺς οὐδὲ αἱ τιμωρίαι τῶν δικαιουμένων ἀναστέλλουσιν, ἀλλὰ καὶ πᾶν τοὐναντίον, ὥσπερ ἐπ’ ἀγαθόν τι ἐπειγόμενοι, σπεύδουσι καὶ οἱ λοιποὶ προσαπόλλυσθαι. |
| 104 | ” ἀκούσασα οὖν τούτων ἡ Λιβία “τὸ μὲν ἐπιβουλεύεσθαί σε” ἔφη “οὔτε θαυμαστὸν οὔτε ἔξω τοῦ ἀνθρωπείου τρόπου ἐστί· καὶ γὰρ πράσσεις πολλὰ ἅτε τηλικαύτην ἀρχὴν ἔχων, καὶ λυπεῖς, ὥσπερ εἰκός, συχνούς. οὐ γάρ που καὶ πᾶσιν οἷόν τε τὸν ἄρχοντά τινων ἀρέσκειν, ἀλλὰ καὶ ἀπεχθάνεσθαι πολλοῖς καὶ τὸν πάνυ ὀρθῶς βασιλεύοντα ἀνάγκη. πολλῷ τε γὰρ πλείους τῶν δίκαιόν τι πραττόντων οἱ ἀδικεῖν ἐθέλοντές εἰσιν, ὧν ἀδύνατόν ἐστι τὰς ἐπιθυμίας ἀποπιμπλάναι· 〈καὶ〉 αὐτῶν τῶν ἀρετήν τινα ἐχόντων οἱ μὲν καὶ πολλῶν καὶ μεγάλων, ὧν οὐ δύνανται τυχεῖν, ἐπορέγονται, οἱ δὲ καὶ ἑτέρων ἐλαττωθέντες ἄχθονται, καὶ οὕτως ἀμφότεροι τὸν κρατοῦντα αἰτιῶνται, ὥστε ἔκ τε τούτων μὴ εἶναι κακοῦ ἁμαρτάνειν, καὶ προσέτι καὶ ἐκ τῶν ἐπιτιθεμένων οὔτι γε σοὶ ἀλλὰ τῇ ἡγεμονίᾳ. σὲ μὲν γὰρ ἰδιωτεύοντα οὐδ’ ἂν εἷς ἐθελοντὴς κακόν τι, μηδέν γε προπαθών, ἐποίησε· τῆς δὲ δὴ ἀρχῆς καὶ τῶν ἀγαθῶν τῶν ἐν αὐτῇ πάντες, καὶ οἵ γε ἐν δυνάμει τινὶ ὄντες πολὺ μᾶλλον τῶν ὑποδεεστέρων, ὀριγνῶνται. |
| 105 | τοῦτο γὰρ ἔστι μὲν ἀδίκων ἀνθρώπων καὶ ἥκιστα νοῦν ἐχόντων ποιεῖν, οὐ μὴν ἀλλ’ ἔν τε τῇ φύσει αὐτῶν καθάπερ τι καὶ ἄλλο ἔνεστιν, 〈καὶ〉 οὐχ οἷόν τέ ἐστι τὰ τοιαῦτα οὔτε πείθοντα οὒτ’ ἀναγκάζοντα ἐξελέσθαι τινῶν· οὐδεὶς γὰρ οὔτε νόμος οὔτε φόβος κρείττων τῶν φύσει πεφυκότων γίνεται. ταῦτα οὖν λογιζόμενος τὰς μὲν τῶν ἄλλων ἁμαρτίας μὴ δυσχέραινε, φυλακὴν δ’ ἀκριβῆ καὶ σεαυτοῦ καὶ τῆς μοναρχίας ποιοῦ, ἵνα αὐτὴν μὴ ἐκ τοῦ σφόδρα κολάζειν τινὰς ἀλλ’ ἐκ τοῦ σφόδρα φυλάσσειν ἀσφαλῶς ἔχωμεν.” πρὸς οὖν ταῦτα ὁ Αὔγουστος “ἀλλ’ οἶδα μὲν καὶ ἐγώ, ὦ γύναι, ὅτι οὔτ’ ἄλλο τι τῶν μεγάλων ἔξω φθόνου καὶ ἐπιβουλῆς καθέστηκεν, ἥκιστα δὲ αὐταρχία· καὶ γὰρ ἂν καὶ ἰσόθεοι ἦμεν, εἰ μὴ καὶ πράγματα καὶ φροντίδας καὶ φόβους ὑπὲρ πάντας τοὺς ἰδιωτεύοντας εἴχομεν. ἐμὲ δὲ δὴ καὶ αὐτὸ τοῦτο λυπεῖ, ὅτι καὶ ἀναγκαῖόν ἐστι ταῦθ’ οὕτω γίνεσθαι καὶ ἀδύνατον θεραπείαν τινὰ αὐτῶν εὑρεθῆναι.” “ἀλλ’ ἐπειδή γέ τινες τοιοῦτοί εἰσιν οἷοι πάντως ἀδικεῖν ἐθέλειν” εἶπεν ἡ Λιβία “ἡμεῖς γε αὐτοὺς φυλαττώμεθα. ἔχομεν δὲ καὶ στρατιώτας πολλούς, ὧν οἱ μὲν πρὸς τοὺς πολεμίους ἀντιτεταγμένοι οἱ δὲ καὶ περὶ σὲ ὄντες φρουροῦσιν ἡμᾶς, καὶ θεραπείαν πολλήν, ὥστε καὶ οἴκοι καὶ ἔξω δι’ αὐτοὺς ἀσφαλῶς ζῆν”. ὑπολαβὼν οὖν ὁ Αὔγουστος “ὅτι μὲν πολλοὶ πολλάκις καὶ ὑπ’ αὐτῶν τῶν συνόντων ἐφθάρησαν οὐδέν” ἔφη “δέομαι λέγειν· πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοῦτ’ ἐν ταῖς μοναρχίαις χαλεπώτατόν ἐστιν ὅτι μὴ μόνον τοὺς πολεμίους, ὥσπερ καὶ οἱ ἄλλοι, ἀλλὰ καὶ [ἐς] τοὺς φίλους φοβούμεθα. καὶ πολύ γε πλείους ὑπὸ τῶν τοιούτων, ἅτε καὶ ἀεί, καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ, καὶ γυμνουμένοις σφίσι καὶ καθεύδουσι, σιτία τε καὶ ποτὰ ὑπ’ αὐτῶν παρεσκευασμένα λαμβάνουσι συγγιγνομένων, ἐπεβουλεύθησαν ἢ ὑπὸ τῶν μηδὲν προσηκόντων. |
| 106 | τά τε γὰρ ἄλλα, καὶ πρὸς μὲν ἐκείνους ἔστι τούτους ἀντιτάξαι, πρὸς δὲ τούτους αὐτοὺς οὐκ ἔστιν ἄλλῳ τινὶ συμμάχῳ χρήσασθαι. ὥσθ’ ἡμῖν διὰ πάντων δεινὸν μὲν τὴν ἐρημίαν δεινὸν δὲ καὶ τὸ πλῆθος, καὶ φοβερὸν μὲν τὴν ἀφυλαξίαν, φοβερωτάτους δὲ αὐτοὺς τοὺς φύλακας, καὶ χαλεποὺς μὲν τοὺς ἐχθροὺς χαλεπωτέρους δὲ τοὺς φίλους εἶναι· φίλους γὰρ ἀνάγκη πάντας σφᾶς, κἂν μὴ ὦσι, καλεῖσθαι. εἰ δ’ οὖν τις καὶ χρηστῶν αὐτῶν τύχοι, ἀλλ’ οὔτι γε οὕτω πιστεύσειεν ἄν σφισιν ὥστε καθαρᾷ καὶ ἀφροντίστῳ καὶ ἀνυπόπτῳ τῇ ψυχῇ προσομιλεῖν. τοῦτό τε οὖν καὶ τὸ τοὺς ἄλλους τοὺς ἐπιβουλεύοντας ἀναγκαῖον εἶναι ἀμύνεσθαι πάνδεινόν ἐστι· τὸ γάρ τοι τιμωρεῖσθαί τε καὶ κολάζειν ἀεί τινας ἀναγκάζεσθαι μεγάλην ἀχθηδόνα ἀγαθοῖς ἀνδράσι φέρει.” “ἀλλ’ ὀρθῶς λέγεις” ἀπεκρίνατο ἡ Λιβία, “καί σοι γνώμην δοῦναι ἔχω, ἄν γε καὶ προσδέξασθαι αὐτὴν ἐθελήσῃς, καὶ μὴ διαμέμψῃ ὅτι γυνὴ οὖσα τολμῶ σοι συμβουλεῦσαί τι οἷον οὐδ’ ἂν εἷς ἄλλος οὐδὲ τῶν πάνυ φίλων παραινέσειεν, οὐχ ὅτι οὐκ ἴσασιν αὐτό, ἀλλ’ ὅτι οὐ θαρροῦσιν εἰπεῖν.” “λέγε” ἦ δ’ ὃς ὁ Αὔγουστος “ὅ, τι δή ποτε τοῦτό ἐστιν”. ἡ δ’ οὖν Λιβία “φράσω” ἔφη “μηδὲν κατοκνήσασα, ἅτε καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἐκ τοῦ ἴσου ἔχουσα, καὶ σωζομένου μέν σου καὶ αὐτὴ τὸ τήμερον ἄρχουσα, δεινὸν δέ τι παθόντος, ὃ μὴ γένοιτο, συναπολουμένη. εἰ γάρ τοι ἥ τε φύσις ἡ ἀνθρωπίνη πάντως τι ἁμαρτάνειν τινὰς ἀναπείθει, καὶ ἀμήχανόν ἐστιν αὐτὴν πρᾶξαί τι ὡρμημένην ἐπισχεῖν, καὶ ἤδη γε καὶ αὐτὰ τὰ δοκοῦντά τισιν ἀγαθὰ εἶναι, ἵνα μὴ τὰς τῶν πολλῶν κακίας εἴπω, καὶ πάνυ συχνοὺς ἀδικεῖν ἐπαίρει (καὶ γὰρ γένους αὔχημα καὶ πλούτου φρόνημα τιμῆς τε μέγεθος καὶ ἐπ’ ἀνδρίᾳ θράσος ἐξουσίας τε ὄγκος πολλοὺς ἐξοκέλλειν ποιεῖ), καὶ μήτε τὸ γενναῖον δυσγενὲς μήτε τὸ ἀνδρεῖον δειλὸν μήτε τὸ ἔμφρον ἄνουν ἔστι ποιῆσαι (ἀδύνατον γάρ), μήτ’ αὖ τὰς περιουσίας τινῶν περικόπτειν ἢ τὰς φιλοτιμίας ταπεινοῦν μηδέν γε πλημμελούντων χρή (ἄδικον γάρ), τό τ’ ἀμυνόμενον ἢ καὶ προκαταλαμβάνοντά τινας ἀνιᾶσθαι καὶ κακοδοξεῖν ἀναγκαῖόν ἐστι, φέρε μεταβαλώμεθα καί τινος αὐτῶν φεισώμεθα. |
| 107 | καί μοι γὰρ δοκεῖ πολλῷ πλείω φιλανθρωπίᾳ ἤ τινι ὠμότητι κατορθοῦσθαι. τοὺς μὲν γὰρ συγγνώμονας οὐ μόνον οἱ ἐλεηθέντες ὑπ’ αὐτῶν φιλοῦσιν, ὥστε καὶ ἀμείβεσθαί σφας σπουδάζειν, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες καὶ αἰδοῦνται καὶ σέβουσιν, ὥστε μὴ εὐτολμεῖν αὐτοὺς ἀδικεῖν· τοὺς δ’ ἀπαραιτήτοις ὀργαῖς χρωμένους οὐκ ἐκεῖνοι μόνοι οἵ τι φοβούμενοι μισοῦσιν, ἀλλὰ καὶ οἱ λοιποὶ πάντες δυσχεραίνουσι, καὶ ἐκ τούτων καὶ ἐπιβουλεύουσιν αὐτοῖς, ἵνα μὴ προαπόλωνται. ἢ οὐχ ὁρᾷς ὅτι καὶ οἱ ἰατροὶ τὰς μὲν τομὰς καὶ τὰς καύσεις σπανιώτατά τισι προσφέρουσιν, ἵνα μὴ ἐξαγριαίνωσιν αὐτῶν τὰ νοσήματα, τοῖς δὲ αἰονήμασι καὶ τοῖς ἠπίοις φαρμάκοις τὰ πλείω μαλθάσσοντες θεραπεύουσι; μὴ γὰρ ὅτι ἐκεῖνα μὲν τῶν σωμάτων, ταῦτα δὲ τῶν ψυχῶν παθήματά ἐστι, διαφέρειν τι νομίσῃς αὐτὰ ἀλλήλων. πάμπολλα γὰρ ὅμοια τρόπον τινὰ καὶ ταῖς γνώμαις τῶν ἀνθρώπων, κἂν τὰ μάλιστα ἀσώματοι ὦσιν, ἃ καὶ τοῖς σώμασι συμβαίνει· συστέλλονταί τε γὰρ ὑπὸ φόβου καὶ ἐξοιδοῦσιν ὑπὸ θυμοῦ, λύπη τέ τινας κολούει καὶ θάρσος ὀγκοῖ, ὥστ’ ὀλίγον σφόδρα τὸ παραλλάττον εἶναι, καὶ διὰ τοῦτο καὶ παραπλησίων ἰαμάτων αὐτὰ δεῖσθαι. |
| 108 | λόγος γὰρ ἤπιός τῳ λεχθεὶς πᾶν τὸ ἀγριαῖνον αὐτοῦ χαλᾷ, καθάπερ τραχὺς ἕτερος καὶ τὸ ἀνειμένον ὀργίζει, καὶ συγγνώμη δοθεῖσα καὶ τὸν πάνυ θρασὺν διαχεῖ, καθάπερ ἡ τιμωρία καὶ τὸν πάνυ πρᾷον χαλεπαίνει. αἱ μὲν γὰρ βίαιοι πράξεις ἀεὶ πάντας, κἂν δικαιόταται ὦσι, παροξύνουσιν, αἱ δὲ ἐπιεικεῖς ἡμεροῦσιν. καὶ διὰ τοῦτο πεισθεὶς ἄν τις ῥᾷον καὶ τὰ δεινότατα 〈ἑκὼν ἢ βιασθεὶσ〉 ὑπομείνειε. καὶ οὕτω γε φύσει τινὶ ἀναγκαίως ἑκάτερον αὐτῶν χρῆται, ὥστε καὶ τῶν ἀλόγων ζῴων τῶν μηδένα νοῦν ἐχόντων πολλὰ μὲν καὶ τῶν ἰσχυροτάτων καὶ ἀγριωτάτων θωπείαις τέ τισι τιθασσεύεται καὶ δελεάσμασι χειροῦται, πολλὰ δὲ τῶν δειλοτάτων καὶ ἀσθενεστάτων λυπήμασί τε καὶ φόβοις ἐκταράττεται καὶ παροξύνεται. καὶ οὐ λέγω τοῦτο ὅτι δεῖ πάντων ἁπλῶς τῶν ἀδικούντων φείδεσθαι, ἀλλ’ ὅτι τὸν μὲν ἴτην καὶ πολυπράγμονα καὶ κακοήθη καὶ κακόβουλον καὶ ἀνηκέστῳ τινὶ καὶ διαρκεῖ πονηρίᾳ συνόντα ἐκκόπτειν ὥσπερ που καὶ τὰ πάνυ ἀνίατα μέρη τῶν σωμάτων, τῶν δὲ δὴ ἄλλων ὅσοι τι νεότητι ἢ ἀμαθίᾳ ἢ ἀγνοίᾳ ἢ ἑτέρᾳ τινὶ συντυχίᾳ οἱ μὲν ἑκόντες, οἱ δὲ καὶ ἄκοντες ἁμαρτάνουσι, τοὺς μὲν λόγοις νουθετεῖν, τοὺς δὲ ἀπειλαῖς σωφρονίζειν, τοὺς δὲ καὶ ἕτερόν τινα τρόπον μετρίως πως μεταχειρίζεσθαι, καθάπερ καὶ ἐπὶ τῶν τἄλλα τοὺς μὲν μείζοσι τοὺς δὲ ἐλάττοσι πάντες κολάζουσιν. ὥστε καὶ τὰ κατὰ τούτους ἀκινδύνως μετριάζειν ἔξεστί σοι, τοὺς μὲν φυγῇ τοὺς δὲ ἀτιμίᾳ τοὺς δὲ χρήμασι ζημιοῦντι, ἑτέρους ἐς χωρία ἑτέρους ἐς πόλεις τινὰς κατατιθεμένῳ. καὶ ἤδη γέ τινες καὶ ὑπὸ τοῦ μὴ τυχεῖν ὧν ἤλπιζον καὶ ὑπὸ τοῦ διαμαρτεῖν ὧν ἐφίεντο ἐσωφρονίσθησαν. ἕδραι τε ἄτιμοι καὶ στάσεις ἐπονείδιστοι, τό τε προλυπηθῆναι καὶ τὸ προφοβηθῆναι συχνοὺς βελτίους ἐποίησε· καίτοι καὶ ἀποθανεῖν ἕλοιτ’ ἄν τις εὖ τε γεγονὼς καὶ ἀνδρεῖος ὢν ἢ τοιοῦτό τι παθεῖν. |
| 109 | ἐξ οὖν τούτων ἐκείνοις μὲν οὐδὲν ῥᾴων ἡ τιμωρία, ἀλλὰ καὶ χαλεπωτέρα γίγνοιτ’ ἄν· ἡμῖν δὲ δὴ τὸ μήτε τινὰ ἐπηγορίαν ἔχειν καὶ ἀσφαλῶς ζῆν ὑπάρξειεν. ὡς νῦν γε πολλοὺς δὲ ἐπιθυμίᾳ χρημάτων, ἄλλους ἀνδρίας φόβῳ, καὶ μάλα ἄλλους ἀρετῆς τινος φθόνῳ κτείνειν δοκοῦμεν. οὐδεὶς γὰρ ῥᾳδίως πιστεύει ὅτι τις ἔν τε ἐξουσίᾳ καὶ ἐν δυνάμει τοσαύτῃ ὢν ὑπ’ ἰδιώτου τινὸς ἀνόπλου ἐπιβουλευθῆναι δύναται, ἀλλ’ οἱ μὲν ταῦτα λογοποιοῦσιν, οἱ δὲ ὅτι ψευδῆ πολλὰ ἀκούομεν καὶ πολλοῖς μάτην ὡς καὶ ἀληθέσι προσέχομεν. τοὺς γάρ τοι διοπτεύοντας καὶ ὠτακουστοῦντας τὰ τοιαῦτα, τοὺς μὲν ἔχθρᾳ τοὺς δὲ ὀργῇ, ἄλλους ἀργύριον παρὰ τῶν ἐχθρῶν αὐτῶν λαβόντας, ἄλλους παρ’ αὐτῶν ἐκείνων 〈μὴ〉 λαβόντας, πολλὰ καὶ ψευδῆ σκευωρεῖσθαί φασιν, οὐ μόνον ὅτι 〈τι〉 δεινὸν ἔπραξάν τινες ἢ καὶ ποιήσειν μέλλουσι λέγοντας, ἀλλὰ καὶ ὅτι ὁ μὲν ἐφθέγξατο τοιόνδε τι, ὁ δὲ ἀκούσας ἐσιώπησεν, ἄλλος ἐγέλασεν, ἄλλος ἐδάκρυσε. μυρία ἂν τοιουτότροπα εἰπεῖν ἔχοιμι, ἃ εἰ καὶ τὰ μάλιστα ἀληθῆ εἴη, ἀλλ’ οὔτι γε καὶ προσήκοντά ἐστιν οὔτε πολυπραγμονεῖσθαι παρ’ ἐλευθέροις ἀνθρώποις οὔτε σοι διαγγέλλεσθαι. λαθόντα μὲν γὰρ τὰ τοιαῦτα οὐδὲν ἄν σε βλάψειεν, ἀκουσθέντα δὲ παροξύνειε καὶ ἄκοντα, ὅπερ ἥκιστα χρὴ ἄλλως τε καὶ ἄρχοντί τινων συμβαίνειν. συχνοὺς γοῦν ἐκ τούτου, τοὺς μὲν ἀκρίτους τοὺς δὲ καὶ ἐσκευωρημένῃ τινὶ καταγνώσει δικαστηρίου, ἀδίκως ἀπόλλυσθαι νομίζουσιν· οὔτε γὰρ τὰς μαρτυρίας οὔτε τὰς βασάνους οὔτε ἄλλο τι τῶν τοιούτων ὡς καὶ ἀληθὲς ὂν κατ’ αὐτῶν προσίενται. |
| 110 | ταῦτα γὰρ οὕτως, εἰ καὶ μὴ δικαίως ἔστιν ἃ αὐτῶν, ἀλλ’ ἐπὶ πάντων γε εἰπεῖν τῶν οὕτω θανατουμένων θρυλλεῖται. καὶ δεῖ σε, ὦ Αὔγουστε, μὴ μόνον μηδὲν ἀδικεῖν, ἀλλὰ μηδὲ δοκεῖν. ἰδιώτῃ μὲν γὰρ ἀρκεῖ μηδὲν πλημμελεῖν, ἄρχοντι δὲ προσήκει μηδὲ δόκησίν τινα αὐτοῦ λαμβάνειν. ἀνθρώπων γάρ, ἀλλ’ οὐ θηρίων ἡγεμονεύεις· καὶ μόνως ἂν οὕτως εὐνοεῖν σοι αὐτοὺς ἀληθῶς ποιήσειας, ἂν πανταχόθεν σφᾶς καὶ διὰ πάντων ὁμοίως πείσῃς ὅτι μήτε ἑκών τινα μήτε ἄκων ἀδικήσειας ἄν. φοβεῖσθαι μὲν γάρ τινα ἀναγκασθῆναί τις δύναται, φιλεῖν δὲ πεισθῆναι ὀφείλει. πείθεται δὲ ἐξ ὧν ἂν αὐτός τε εὖ πάθῃ καὶ ἑτέρους εὐεργετουμένους ἴδῃ. ὁ δ’ ὑποτοπήσας μὴ δικαίως τινὰ ἀπολωλέναι καὶ φοβεῖται μήποτέ τι ὅμοιον πάθῃ, καὶ μισεῖν τὸν δράσαντα αὐτὸ ἀναγκάζεται. τὸ δὲ δὴ μισεῖσθαι ὑπὸ τῶν ἀρχομένων, πρὸς τῷ μηδ’ ἄλλως καλῶς ἔχειν, ἀλυσιτελέστατόν ἐστιν. καὶ γὰρ καὶ νομίζουσιν οἱ πολλοὶ τοῖς μὲν ἄλλοις ἀναγκαῖον εἶναι πάντας τοὺς καὶ ὁτιοῦν ἀδικήσαντας 〈σφᾶσ〉 ἀμύνεσθαι, ἵνα μήτε καταφρονῶνται μήτε ἐκ τούτου πλεονεκτῶνται, τοὺς δ’ ἄρχοντας τοῖς μὲν τὸ κοινὸν ἀδικοῦσιν ἐπεξιέναι χρῆναι, τοὺς δ’ ἰδίᾳ τι ἐς αὐτοὺς πλημμελεῖν δοκοῦντας φέρειν. μήτε γὰρ ἐκ καταφρονήσεως μήτ’ ἐξ ἐπιδρομῆς ἀδικηθῆναί σφας δύνασθαι διὰ τὸ πολλὰ τὰ προφυλάσσοντα αὐτοὺς εἶναι. ὥστ’ ἔγωγε ταῦτά τε ἀκούουσα καὶ πρὸς ταῦτα ἀποβλέπουσα κινδυνεύω καὶ παντελῶς ἀπειπεῖν σοι μηδένα διὰ τοιοῦτό τι ἀποκτιννύναι. αἵ τε γὰρ προστασίαι ἐπί τε τῇ τῶν ἀρχομένων σωτηρίᾳ καθίστανται, ὅπως μηδὲν μήθ’ ὑπ’ ἀλλήλων μήθ’ ὑπὸ τῶν ἀλλοφύλων βλάπτωνται, οὐ μὰ Δία οὐχ ὅπως ὑπ’ αὐτῶν ἐκείνων τι λυπῶνται· καὶ εὐκλεέστατόν ἐστιν οὐ τὸ πολλοὺς τῶν πολιτῶν ἀναιρεῖν, ἀλλὰ τὸ πολλοὺς τῶν πολιτῶν σώζειν δύνασθαι. |
| 111 | παιδεύειν μὲν γὰρ αὐτοὺς καὶ νόμοις καὶ εὐεργεσίαις καὶ νουθεσίαις δεῖ, ὅπως σωφρονῶσι, καὶ προσέτι καὶ τηρεῖν καὶ φυλάττειν, ἵνα κἂν ἀδικεῖν ἐθελήσωσι μὴ δυνηθῶσιν· ἂν δὲ δὴ νοσήσῃ τι, θεραπεύειν τε τρόπον τινὰ αὐτὸ καὶ ἐπανορθοῦν, ἵνα μὴ παντελῶς φθαρῇ. τό τε γὰρ φέρειν τὰ τῶν πολλῶν ἁμαρτήματα καὶ πάνυ μεγάλης καὶ φρονήσεως καὶ δυνάμεως ἔργον ἐστίν· ἄν τέ τις πάντα ἁπλῶς τὰ τοιαῦτα κατὰ τὴν ἀξίαν κολάζῃ, λήσει τοὺς πλείους τῶν ἀνθρώπων ἀπολέσας. ὅθεν καὶ διὰ ταῦτα γνώμην σοι δίδωμι θανάτῳ μὲν μηδένα τῶν τοιούτων τιμωρεῖσθαι, ἑτέρως δέ πως αὐτούς, ὥστε μηδὲν ἔτι δεινὸν δρᾶσαι, σωφρονίζειν. τί γὰρ ἂν ἀδικήσειέ τις εἰς νῆσον κατακλεισθεὶς ἢ καὶ ἐν ἀγρῷ πόλει τέ τινι, οὐχ ὅπως ἄνευ πλήθους οἰκετῶν ἢ χρημάτων, ἀλλὰ καὶ μετὰ φρουρᾶς ὤν, ἄν γε καὶ τούτου δεήσῃ; εἰ μὲν γὰρ ἐγγύς που ἐνταῦθα οἱ πολέμιοι ἦσαν, ἢ καὶ τῆς θαλάσσης ταύτης ἀλλότριόν τι ἦν, ὥστε τινὰ αὐτῶν διαδράσαντα πρὸς ἐκείνους κακόν τι ἡμᾶς ἐργάσασθαι, πόλεις τέ τινες ἐν τῇ Ἰταλίᾳ ἐχυραὶ καὶ τείχη καὶ ὅπλα ἔχουσαι ὑπῆρχον, ὥστε τινὰ καταλαβόντα αὐτὰς φοβερὸν ἡμῖν γενέσθαι, ἕτερος ἂν ἦν λόγος· ἀόπλων δὲ δὴ πάντων τῶν ταύτῃ καὶ ἀτειχίστων ὡς πρὸς πόλεμον ὄντων, καὶ τῶν πολεμίων παμπληθὲς ἀφεστηκότων (πολλὴ μὲν γὰρ θάλασσα, πολλὴ δὲ καὶ γῆ, καὶ ὄρη καὶ ποταμοὺς δυσβάτους ἔχουσα, διὰ μέσου ἐστί), τί ἄν τις φοβηθείη τὸν δεῖνα ἢ τὸν δεῖνα, γυμνούς, ἰδιωτεύοντας, ἐνταῦθά που ἐν μέσῃ τῇ σῇ ἀρχῇ ὄντας, καὶ ἐντὸς τῶν σῶν ὅπλων κατακεκλεισμένους; ἐγὼ μὲν γὰρ οὔτ’ ἂν ἐννοῆσαί τινα τοιοῦτον οὐδέν, οὐδ’ ἂν καὶ τὰ μάλιστα μανείη τις, δύνασθαί γέ τι πρᾶξαι νομίζω. |
| 112 | πεῖραν οὖν ἀπ’ αὐτῶν τούτων ἀρξάμενοι ποιησώμεθα. τάχα γὰρ ἂν καὶ αὐτοὶ μεταβάλοιντο καὶ τοὺς ἄλλους ἀμείνους ποιήσειαν· καὶ γὰρ ὁρᾷς ὅτι καὶ ὁ Κορνήλιος καὶ εὐγενὴς καὶ ὀνομαστός ἐστι. δεῖ δέ που καὶ ταῦτα ἀνθρωπίνως λογίζεσθαι. οὐ πάντα τοι τὸ ξίφος διαπράττεται (μέγα γὰρ ἦν ἀγαθόν, εἰ σωφρονίζειν τέ τινας καὶ πείθειν ἢ καταναγκάζειν φιλεῖν τινα ἀληθῶς ἐδύνατο), ἀλλὰ τὸ μὲν σῶμά τινος φθείρειεν ἄν, τὰς δὲ δὴ τῶν ἄλλων ψυχὰς ἀλλοτριώσειεν· οὐ γὰρ ἐξ ὧν ἂν ἕτεροι τιμωρηθῶσι, προσφιλέστεροί τινι, ἀλλ’ ἐξ ὧν ἂν αὐτοὶ φοβηθῶσιν, ἐχθίους γίνονται. καὶ ταῦτα μὲν οὕτως ἔχει, οἱ δὲ δὴ συγγνώμης τινὸς τυχόντες καὶ μετανοοῦσιν, αἰσχυνόμενοι αὖθίς τι τοὺς εὐεργέτας ἀδικῆσαι, καὶ πολλὰ αὐτοῖς ἀνθυπουργοῦσιν, ἐλπίζοντες πλείω ἀνθυποίσεσθαι· ὑφ’ οὗ γὰρ ἄν τις ἀδικηθέντος τι σωθῇ, τοῦτον εὖ παθόντα οὐδὲν ὅ, τι οὐκ εὐεργετήσειν ἑαυτὸν ἡγεῖται. πείσθητι οὖν μοι, φίλτατε, καὶ μεταβαλοῦ. οὕτω μὲν γὰρ καὶ τἄλλα τὰ δυσχερῆ πάντα ἀνάγκῃ πεποιηκέναι δόξεις· οὐ γὰρ ἔστιν πόλιν τηλικαύτην ἐκ δημοκρατίας πρὸς μοναρχίαν ἄγοντα ἀναιμωτὶ μεταστῆσαι· ἂν δὲ ἐπὶ τοῖς αὐτοῖς ἐπιμένῃς, καὶ ἐκεῖνα γνώμῃ δεδρακέναι νομισθήσῃ.” ταῦτα τῆς Λιβίας εἰπούσης ὁ Αὔγουστος ἐπείσθη τε αὐτῇ, καὶ ἀφῆκε μὲν πάντας τοὺς ὑπαιτίους λόγοις τισὶ νουθετήσας, τὸν δὲ δὴ Κορνήλιον καὶ ὕπατον ἀπέδειξε. κἀκ τούτου καὶ ἐκεῖνον καὶ τοὺς λοιποὺς ἀνθρώπους οὕτως ᾠκειώσατο ὥστε μηδένα ἔτ’ αὐτῷ τῶν ἄλλων μήτ’ ὄντως ἐπιβουλεῦσαι μήτε δόξαι. ἐπὶ γοῦν τῆς ὑπατείας τοῦ τε δηλωθέντος Κορνηλίου καὶ Οὐαλερίου Μεσσάλου σεισμοί τε ἐξαίσιοι συνέβησαν, καὶ ὁ Τίβερις τήν τε γέφυραν κατέσυρε καὶ πλωτὴν τὴν πόλιν ἐπὶ ἑπτὰ ἡμέρας ἐποίησε. |
| 113 | τρία δὲ δὴ τότε καὶ εἴκοσι στρατόπεδα πολιτικὰ ἐτρέφετο. νῦν μὲν γὰρ ἐννεακαίδεκα ἐξ αὐτῶν μόνα διαμένει, τό τε δεύτερον τὸ Αὐγούστειον τὸ ἐν Βρεττανίᾳ τῇ ἄνω χειμάζον, καὶ τὰ τρία τὰ τρίτα, τό τε ἐν Φοινίκῃ τὸ Γαλατικόν, καὶ τὸ ἐν Ἀρραβίᾳ τὸ Κυρηναϊκόν, τό τε ἐν Νουμιδίᾳ τὸ Αὐγούστειον. τέταρτον Σκυθικὸν ἐν Συρίᾳ, πέμπτον Μακεδονικὸν ἐν Δακίᾳ, ἕκτα δύο, ὧν τὸ μὲν ἐν Βρεττανίᾳ τῇ κάτω, τὸ τῶν νικητόρων, τὸ δὲ ἐν Ἰουδαίᾳ, τὸ σιδηροῦν, τέτακται· καὶ οἱ ἕβδομοι ἐν τῇ Μυσίᾳ τῇ ἄνω, εἰ καὶ τὰ μάλιστα Κλαυδίειοι ὠνομάδαται. οἵ τε ὄγδοοι Αὐγούστειοι ἐν τῇ Γερμανία τῇ ἄνω ὄντες. καὶ οἱ δέκατοι οἱ ἐν Πανονίᾳ τῇ ἄνω οἱ δίδυμοι· δίδυμοι δ’ ἐπεκλήθησαν, ὅτι ἐκ δύο ταγμάτων ἀναμιχθέντων ἀλλήλοις ὑπῆρχον. τό τε ἑνδέκατον τὸ Κλαυδίειον τὸ ἐν τῇ Μυσίᾳ τῇ κάτω· οὕτω γὰρ τὰ δύο στρατόπεδα ἐπεκεκλήθη, ὅτι αὐτῷ ἐν τῇ τοῦ Καμίλλου ἐπαναστάσει οὐκ ἀντεπολέμησε. καὶ τὸ δωδέκατον τὸ ἐν Καππαδοκίᾳ τὸ κεραυνοφόρον, τό τε τρίτον καὶ δέκατον τὸ ἐν Δακίᾳ τὸ δίδυμον, καὶ τὸ τέταρτον καὶ δέκατον τὸ ἐν τῇ Πανονίᾳ τῇ ἄνω, τό τε πεντεκαιδέκατον τὸ Ἀπολλώνειον τὸ ἐν Καππαδοκίᾳ. καὶ οἱ εἰκοστοὶ οἱ καὶ Οὐαλερίειοι καὶ νικήτορες ὠνομασμένοι· ταῦτ’ ἐκ τῶν Αὐγουστείων στρατοπέδων σώζεται· τὰ γὰρ δὴ λοιπὰ τὰ μὲν παντελῶς διελύθη, τὰ δὲ καὶ ἑτέροις τισὶν ἀνεμίχθη, ἀφ’ οὗπερ καὶ δίδυμα ὠνομασμένα νενόμισται. πρὸς τούτοις δὲ καὶ οἱ σωματοφύλακες 〈μύριοι〉 ὄντες καὶ δεκαχῇ τεταγμένοι, καὶ οἱ τῆς πόλεως φρουροὶ ἑξακισχίλιοί τε ὄντες καὶ τετραχῇ νενεμημένοι. |
| 114 | ξένοι τε ἱππεῖς ἐπίλεκτοι, οἷς τὸ τῶν Βαταούων ἀπὸ τῆς Βαταούας τῆς ἐν τῷ Ῥήνῳ νήσου ὄνομα, ὅτι δὴ κράτιστοι ἱππεύειν εἰσί, κεῖται. διὰ τὸ πλῆθος οὖν τῶν στρατευμάτων ὁ Αὔγουστος πολλῶν χρημάτων δεόμενος τὴν εἰκοστὴν τῶν τε κλήρων καὶ τῶν δωρεῶν, ἃς ἂν οἱ τελευτῶντές τισι πλὴν τῶν πάνυ συγγενῶν ἢ καὶ πενήτων, καταλείπωσι, κατεστήσατο, ὡς καὶ ἐν τοῖς τοῦ Καίσαρος ὑπομνήμασιν τὸ τέλος τοῦτο γεγραμμένον εὑρών. ταῦτά τε οὖν Ῥωμαίους ἐλύπει, καὶ προσέτι καὶ λιμὸς ἰσχυρός, ὥσθ’ ὑπ’ αὐτοῦ τούς τε μονομαχοῦντας καὶ τὰ ἀνδράποδα τὰ ὤνια ὑπὲρ πεντήκοντα καὶ ἑπτακοσίους σταδίους ἐξωσθῆναι, ἔκ τε τῆς θεραπείας καὶ τὸν Αὔγουστον καὶ τοὺς ἄλλους τὸ πλεῖον ἀποπέμψασθαι, καὶ δικῶν ἀνοχὰς γενέσθαι. λωφήσαντος δέ ποτε τοῦ λιμοῦ, ἐπί τε τῷ τοῦ Γερμανικοῦ ὀνόματι, ὃς ἦν τοῦ Δρούσου παῖς, καὶ ἐπὶ τῷ τοῦ ἀδελφοῦ αὐτοῦ, ἱπποδρομίας ἐποίησε, καὶ ἐν αὐταῖς ἐλέφας τε ῥινοκέρωτα κατεμαχέσατο, καὶ ἀνὴρ ἱππεὺς πλούτῳ ποτὲ προενεγκὼν ἐμονομάχησε. καὶ ἐπειδὴ καὶ τῷ γήρᾳ καὶ τῇ τοῦ σώματος ἀσθενείᾳ ἔκαμνεν, ὥστε μὴ δύνασθαι πᾶσι τοῖς δεομένοις τι αὐτοῦ χρηματίζειν, τὰ μὲν ἄλλα αὐτὸς μετὰ τῶν συνέδρων καὶ διεσκόπει καὶ ἐδίκαζεν, ἐν τῷ παλατίῳ ἐπὶ βήματος προκαθήμενος. τὰς δὲ δὴ πρεσβείας τάς τε παρὰ τῶν δήμων καὶ τὰς παρὰ τῶν βασιλέων ἀφικνουμένας τρισὶ τῶν ὑπατευκότων ἐπέτρεψεν, ὥστ’ αὐτοὺς χωρὶς ἕκαστον καὶ διακούειν τινῶν, καὶ ἀπόκρισιν αὐτοῖς διδόναι, πλὴν τῶν ὅσα ἀναγκαῖον ἦν τήν τε βουλὴν καὶ ἐκεῖνον ἐπιδιακρίνειν. κατὰ δὲ τὸν καιρὸν τοῦτον Γερμανικοῦ τοῦ ὑέος Δρούσου ἐν Δελματίᾳ ἐστρατευμένου, καὶ πόλει τινὶ ὀχυρᾷ προσκαθημένου, καὶ μὴ οἵου τε γιγνομένου ταύτην ἑλεῖν, Πουλίων ἱππεὺς Κελτὸς λίθον ἐς τὸ τεῖχος ἀφεὶς οὕτω τὴν ἔπαλξιν διέσεισεν ὥστε αὐτὴν αὐτίκα πεσεῖν καὶ τὸν ἄνδρα τὸν ἐπικεκλιμένον οἱ συγκατασπάσαι. |
| 115 | γενομένου δὲ τούτου ἐκπλαγέντες οἱ ἄλλοι καὶ φοβηθέντες τό τε τεῖχος ἐκεῖνο ἐξέλιπον καὶ ἐς τὴν ἀκρόπολιν ἀνέδραμον, καὶ μετὰ τοῦτο καὶ ταύτην καὶ ἑαυτοὺς παρέδοσαν. τοῦ δὲ Βάτωνος, ὃς πολλὰ τοὺς Ῥωμαίους ἀποστήσας τοὺς Δελμάτους ἐκάκωσε, καθ’ ὁμολογίαν ποτὲ τῷ Τιβερίῳ προσκεχωρηκότος, καὶ τῇ ὑστεραίᾳ ἐπὶ βήματος αὐτῷ καθημένῳ προσενεχθέντος, ὁ μὲν Τιβέριος ἠρώτησεν αὐτὸν “τί ὑμῖν ἔδοξε καὶ ἀποστῆναι καὶ ἐπὶ τοσοῦτον ἡμῖν χρόνον ἀντιπολεμῆσαι;” ὁ δ’ ἔφη ὅτι “ὑμεῖς τούτων αἴτιοί ἐστε· ἐπὶ γὰρ τὰς ἀγέλας ὑμῶν φύλακας οὐ κύνας οὐδὲ νομέας ἀλλὰ λύκους πέμπετε”. ἡ μὲν οὖν Δελματία προσεχώρησε τοῖς Ῥωμαίοις. κατὰ δὲ τὴν Κελτικὴν δεινὸν αὐτοῖς συνεκύρησε πάθημα· ἦρχε μὲν γὰρ αὐτῆς Οὔαρος Κυιντίλιος· οἱ δὲ Κελτοί, ἕως μὲν κατὰ βραχὺ καὶ ὁδῷ τινι μετὰ φυλακῆς τὰ πάτρια μετεμάνθανον οὔτε ἐβαρύνοντο τῇ τοῦ βίου μεταβολῇ 〈καὶ〉 ἐλάνθανόν σφας ἀλλοιούμενοι· ἐπεὶ δ’ ὁ Οὔαρος μετὰ τὴν τῶν Σύρων ἀρχὴν τήν τε ἡγεμονίαν τῆς Γερμανίας λαβὼν καὶ τὰ παρ’ ἐκείνοις ἐκ τῆς ἀρχῆς διοικῶν ἔσπευσεν αὐτοὺς ἀθροώτερον μεταστῆσαι, καὶ τά τε ἄλλα ὡς καὶ δουλεύουσί σφισιν ἐπέταττεν καὶ χρήματα ὡς καὶ παρ’ ὑπηκόων ἐσέπρασσεν, οὐκ ἠνέσχοντο· καὶ ἐκ μὲν τοῦ φανεροῦ οὐκ ἀπέστησαν, προσποιησάμενοι δὲ εὐνοεῖν αὐτῷ, ἔπειτα στρατευσαμένῳ ἐπί τινας τῶν βαρβάρων, προσελθόντες ἀθρόοι ὡς συμμαχήσοντες, καὶ ἔν τισι δυσχωρίαις αὐτὸν περισχόντες μηδὲν προϊδόμενον περιστάντες τε πάντοθεν ἔβαλλον, ἕως ἅπαν τὸ Ῥωμαϊκὸν στράτευμα μηδὲ ἀμύνασθαι δυνάμενον, μηδὲ φυγῆς ἔχον τόπον, διέφθειραν· Οὔαρος δὲ καὶ ὅσοι τῶν ἐλλογιμωτέρων αὐτῷ συνῆσαν, διεχρήσαντό σφας. |
| 116 | μαθὼν δὲ ὁ Αὔγουστος τὰ τῷ Οὐάρῳ συμβεβηκότα τήν τε ἐσθῆτα περιερρήξατο, καὶ πένθος μέγα ἐπί τε τοῖς ἀπολωλόσι καὶ ἐπὶ τῷ περὶ τῶν Γαλατιῶν δέει ἐποιήσατο· ἤλπιζε δὲ καὶ ἐπὶ τὴν Ἰταλίαν τήν τε Ῥώμην αὐτὴν ὁρμήσειν αὐτούς, καὶ οὔτε πολιτικὴ οἱ ἡλικία ἀξιόλογος ὑπελέλειπτο καὶ τὰ συμμαχικά, ὧν τι καὶ ὄφελος ἦν, ἐκεκάκωτο. ὅμως δ’ οὖν τά τε ἄλλα ὡς ἐκ τῶν παρόντων παρεσκευάσατο, καὶ ἐπειδὴ μηδεὶς τῶν τὴν στρατεύσιμον ἡλικίαν ἐχόντων καταλεχθῆναι ἠθέλησεν, ἐκλήρωσεν αὐτούς, καὶ τῶν 〈μὲν〉 μηδέπω πέντε καὶ τριάκοντα ἔτη γεγονότων τὸν πέμπτον, τῶν δὲ πρεσβυτέρων τὸν δέκατον ἀεὶ λαχόντα τήν τε οὐσίαν ἀφείλετο καὶ ἠτίμωσε. καὶ τέλος, ὡς καὶ πάνυ πολλοὶ οὐδ’ οὕτω τι αὐτοῦ προετίμων, ἀπέκτεινέ τινας. ἀποκληρώσας δὲ ἔκ τε τῶν ἐστρατευμένων ἤδη καὶ ἐκ τῶν ἐξελευθέρων ὅσους ἠδυνήθη, κατέλεξε, καὶ εὐθὺς σπουδῇ μετὰ τοῦ Τιβερίου ἐς τὴν Γερμανίαν ἔπεμψεν. μετὰ δὲ τοῦτο ἀκούσας ὅτι τῶν τε στρατιωτῶν τινες ἐσώθησαν τό τε πολέμιον οὐδὲ ἐπὶ τὸν Ῥῆνον ἐλθεῖν ἐτόλμησεν, ἀπηλλάγη τῆς ταραχῆς. τότε δ’ οὖν ταῦτά τε οὕτως ἐπράχθη, καὶ τοῖς μάντεσιν ἀπηγορεύθη μήτε κατὰ μόνας τινὶ μήτε περὶ θανάτου, μηδ’ ἂν ἄλλοι συμπαρῶσίν οἱ, χρᾶν· καίτοι οὕτως οὐδὲν τῷ Αὐγούστῳ τῶν καθ’ ἑαυτὸν ἔμελεν ὥστε καὶ ἐκ προγραφῆς πᾶσι τὴν τῶν ἀστέρων διάταξιν, ὑφ’ ὧν ἐγεγένητο, φανερῶσαι. ὡς δὲ ἐπὶ γήρως ὢν τόν τε Γερμανικὸν τῇ βουλῇ καὶ ταύτην τῷ Τιβερίῳ παρακατέθετο. ἀνέγνω δὲ τὸ βιβλίον οὐκ αὐτός, οὐ γὰρ οἷός τ’ ἦν γεγωνίσκειν, ἀλλ’ ὁ Γερμανικός, ὥσπερ εἰώθει. |
| 117 | καὶ μετὰ τοῦτ’ ᾐτήσατο παρ’ αὐτῶν, ἐπὶ τῇ τοῦ Κελτικοῦ πολέμου προφάσει, μήτ’ οἴκοι αὐτὸν ἀσπάζεσθαι μήτ’ ἀγανακτεῖν εἰ μηκέτι συσσιτοίη σφίσι· τὸ μὲν γὰρ πλεῖστον, ἄλλως τε καὶ ὁσάκις ἕδρα αὐτῶν ἐγίγνετο, ἔν τε τῇ ἀγορᾷ, καὶ ἐν αὐτῷ γε ἔστιν ὅτε τῷ συνεδρίῳ καὶ ἐσιόντα αὐτὸν καὶ ἀπιόντα αὖθις ἠσπάζοντο, ἤδη δὲ καὶ ἐν τῷ παλατίῳ, καὶ καθήμενόν γε, ἔστι δ’ ὅτε καὶ κατακείμενον, οὐχ ὅτι ἡ γερουσία ἀλλὰ καὶ οἱ ἱππεῖς τοῦ τε δήμου πολλοί. Λευκίου δὲ δὴ Μουνατίου καὶ Γαΐου Σιλίου ἐς τοὺς ὑπατεύοντας ἐσγραφέντων, [καὶ] τήν τε προστασίαν τῶν κοινῶν τὴν δεκαέτιν τὴν πέμπτην ἄκων ἤδη ὁ Αὔγουστος ἔλαβε, καὶ συμβούλους ὑπὸ τοῦ γήρως, ὑφ’ οὗπερ οὐδὲ ἐς τὸ βουλευτήριον ἔτι πλὴν σπανιώτατα συνεφοίτα, εἴκοσιν ἐτησίους ᾐτήσατο· πρότερον γὰρ καθ’ ἕκμηνον πεντεκαίδεκα προσετίθετο. ἐπεί τε ἐπὶ τῇ εἰκοστῇ πάντες ὡς εἰπεῖν ἐβαρύνοντο καὶ ἐδόκει τι νεώτερον ἔσεσθαι, ἐσέπεμψε βιβλίον ἐς τὴν βουλήν, κελεύων ἄλλους τινὰς αὐτὴν πόρους ζητῆσαι. τοῦτο δὲ οὐχ ὡς καὶ ἐκεῖνο τὸ τέλος καταλύσων ἐποίησεν, ἀλλ’ ἵνα μηδενὸς ἄλλου αἱρετωτέρου σφίσι φανέντος καὶ ἄκοντες αὐτὸ ἄνευ τῆς αὐτοῦ διαβολῆς βεβαιώσωσι. καὶ ὅπως γε μὴ τοῦ Γερμανικοῦ τοῦ τε Δρούσου γνώμην τινὰ εἰπόντων, ὑποτοπήσωσί τε ἐκ τῆς αὐτοῦ ἐντολῆς τοῦτο γεγονέναι, καὶ ἀνεξέταστον αὐτὴν ἕλωνται, προσέταξε μηδέτερον αὐτῶν μηδὲν εἰπεῖν. καὶ ἐλέχθη μὲν πολλά, καί τινα καὶ διὰ βιβλίων τῷ Αὐγούστῳ ἐδηλώθη· καταμαθὼν δὲ ἐξ αὐτῶν πάντα μᾶλλον ἢ ἐκεῖνο ἑτοίμους σφᾶς ὑπομεῖναι ὄντας, ἐπί τε τοὺς ἀγροὺς καὶ ἐπὶ τὰς οἰκίας τὴν συντέλειαν ἤγαγε, καὶ παραχρῆμα μηδὲν εἰπών, μήθ’ ὅσον μήθ’ ὅπως αὐτῷ δώσουσιν, ἔπεμψεν ἄλλους ἄλλῃ τά τε τῶν ἰδιωτῶν καὶ τὰ τῶν πόλεων κτήματα ἀπογραψομένους, ἵν’ ὡς καὶ μειζόνως ζημιωθησόμενοι δείσωσι καὶ τὴν εἰκοστὴν τελεῖν ἀνθέλωνται. |
| 118 | ὃ καὶ ἐγένετο. καὶ ταῦτα μὲν ὧδέ πῃ τῷ Αὐγούστῳ διῳκεῖτο. ἐν δὲ τῇ τῶν Αὐγουσταλίων θέᾳ, ἥτις ἐπὶ τοῖς αὐτοῦ γενεθλίοις ἐγίνετο, ἀνήρ τις ἐμμανὴς ἔς τε τὸν δίφρον τὸν τῷ Καίσαρι τῷ Ἰουλίῳ κείμενον ἐνιδρύνθη καὶ τὸν στέφανον αὐτοῦ λαβὼν περιέθετο. καὶ ἐδόκει ἐς τὸν Αὔγουστόν τι σημαίνεσθαι. ὅπερ καὶ ἀληθὲς ἦν· τῷ γὰρ ἐχομένῳ ἔτει, ἐν ᾧ Σέξτος τε Ἀπουίλιος καὶ Σέξτος Πομπήιος ὑπάτευσαν, ἐξωρμήθη τε ἐς τὴν Καμπανίαν ὁ Αὔγουστος, καὶ τὸν ἀγῶνα τὸν ἐν τῇ Νεαπόλει διαθεὶς ἔπειτα ἐν Νώλῃ μετήλλαξε. τέρατα δὲ ἄρα ἐς τοῦτο αὐτῷ φέροντα οὔτε ἐλάχιστα οὔτε δυσσύμβλητα ἐγεγένητο· ὅ τε γὰρ ἥλιος πᾶς ἐξέλιπε, καὶ τοῦ οὐρανοῦ τὸ πολὺ καίεσθαι ἔδοξε, ξύλα τε διάπυρα ἀπ’ αὐτοῦ πίπτοντα ἐφαντάσθη, καὶ ἀστέρες κομῆται καὶ αἱματώδεις ὤφθησαν. βουλῆς τε ἐπὶ τῇ νόσῳ αὐτοῦ ἐπαγγελθείσης, ἵν’ εὐχὰς ποιήσωνται, τό τε συνέδριον κεκλεισμένον εὑρέθη, καὶ βύας ὑπὲρ αὐτοῦ καθήμενος ἔβυξε. καὶ κεραυνὸς ἐς εἰκόνα αὐτοῦ ἐν τῷ Καπιτωλίῳ ἑστῶσαν ἐμπεσὼν τὸ γράμμα τὸ πρῶτον τοῦ ὀνόματος τοῦ Καίσαρος ἠφάνισεν, ὅθεν οἱ μάντεις τῇ μετὰ τοῦτο αὐτὸν ἡμέρᾳ θείας τινὸς μοίρας μεταλήψεσθαι ἔφασαν, τεκμαιρόμενοι ὅτι τό τε στοιχεῖον ἐκεῖνο τὸν τῶν ἑκατὸν ἀριθμὸν παρὰ τοῖς Λατίνοις καὶ τὸ λοιπὸν πᾶν ὄνομα θεὸν παρὰ τοῖς Τυρσηνοῖς νοεῖ. ὁ δ’ οὖν Αὔγουστος νοσήσας μετήλλαξε, καί τινα ὑποψίαν τοῦ θανάτου αὐτοῦ, ἐμοὶ γοῦν οὐ πιστήν, ἡ Λιβία ἔλαβε. |
| 119 | δείσασα γάρ, ὥς φασι, μὴ τὸν τοῦ Ἀγρίππου υἱὸν Ἀγρίππαν ἐπὶ τῇ μοναρχίᾳ καταγάγῃ, (ὑπερώριστο γὰρ τῆς Ῥώμης ἔν τινι νήσῳ) σῦκά τινα ἐπὶ δένδροις ἔτ’ ἐπόντα, ἀφ’ ὧν ὁ Αὔγουστος αὐτοχειρίᾳ συκάζειν εἰώθει, φαρμάκῳ ἔχρισε, καὶ αὐτή τε ἅμα τὰ ἀνήλιφα ἤσθιε καὶ ἐκείνῳ τὰ πεφαρμαγμένα προσέβαλεν. εἴτ’ οὖν ἐκ τούτου εἴτε καὶ ἄλλως ἀρρωστήσας τούς τε ἑταίρους συνεκάλεσε, καὶ εἰπὼν αὐτοῖς ὅσα ἔχρῃζεν, τέλος ἔφη ὅτι “τὴν Ῥώμην γηίνην παραλαβὼν λιθίνην ὑμῖν καταλείπω”. τοῦτο μὲν οὖν οὐ πρὸς τὸ τῶν οἰκοδομημάτων αὐτῆς ἀκριβὲς ἀλλὰ πρὸς τὸ τῆς ἀρχῆς ἰσχυρὸν ἐνεδείξατο· κρότον δὲ δή τινα παρ’ αὐτῶν ὁμοίως τοῖς γελωτοποιοῖς, ὡς καὶ ἐπὶ μίμου τινὸς τελευτῇ, αἰτήσας καὶ πάνυ πάντα τὸν τῶν ἀνθρώπων βίον διέσκωψε. καὶ ὁ μὲν οὕτω τῇ ἐννεακαιδεκάτῃ τοῦ Αὐγούστου, ἐν ᾗ ποτε τὸ πρῶτον ὑπάτευσε, μετήλλαξε, ζήσας μὲν πέντε καὶ ἑβδομήκοντα ἔτη καὶ μῆνας δέκα καὶ ἡμέρας ἓξ καὶ εἴκοσι, τῇ γὰρ τρίτῃ καὶ εἰκοστῇ τοῦ Σεπτεμβρίου ἐγεγέννητο, μοναρχήσας δὲ ἀφ’ οὗ πρὸς τῷ Ἀκτίῳ ἐνίκησε τέσσαρα καὶ τεσσαράκοντα ἔτη, δεκατριῶν ἡμερῶν δέοντα. οὐ μέντοι καὶ ἐκφανὴς εὐθὺς ὁ θάνατος αὐτοῦ ἐγένετο· ἡ γὰρ Λιβία, φοβηθεῖσα μὴ τοῦ Τιβερίου ἐν τῇ Δελματίᾳ ἔτ’ ὄντος νεωτερισθῇ τι, συνέκρυψεν αὐτὸν μέχρις οὗ ἐκεῖνος ἀφίκετο. τὸ δὲ σῶμα τὸ τοῦ Αὐγούστου ἐκ μὲν τῆς Νώλης οἱ πρῶτοι καθ’ ἑκάστην πόλιν ἐκ διαδοχῆς ἐβάστασαν, πρὸς δὲ δὴ τῇ Ῥώμῃ γενόμενον οἱ ἱππεῖς παραλαβόντες νυκτὸς ἐς τὸ ἄστυ ἐσεκόμισαν. τῇ τε ὑστεραίᾳ βουλὴ ἐγένετο, καὶ ἐς αὐτὴν οἱ μὲν ἄλλοι τὴν ἱππάδα στολὴν ἐνδεδυκότες συνῆλθον, οἱ δ’ ἄρχοντες τὴν βουλευτικὴν πλὴν τῶν ἱματίων τῶν περιπορφύρων· ὁ δὲ δὴ Τιβέριος καὶ ὁ Δροῦσος ὁ υἱὸς αὐτοῦ φαιάν, τὸν ἀγοραῖον τρόπον πεποιημένην, εἶχον. |
| 120 | καὶ τοῦ μὲν λιβανωτοῦ καὶ αὐτοὶ ἔθυσαν, τῷ δ’ αὐλητῇ οὐκ ἐχρήσαντο. ἐκαθέζοντο δὲ οἱ μὲν πολλοὶ ὥς που ἕκαστος εἰώθει, οἱ δ’ ὕπατοι κάτω ἐν τοῖς βάθροις ὁ μὲν τῷ τῶν στρατηγῶν ὁ δὲ τῷ τῶν δημάρχων. καὶ μετὰ τοῦτο τὰς διαθήκας αὐτοῦ Πολύβιός τις Καισάρειος ἀνέγνω ὡς μὴ πρέπον βουλευτῇ τοιοῦτόν τι ἀναλέγεσθαι. κατελέλειπτο δὲ ἐν αὐταῖς τὰ μὲν δύο μέρη τοῦ κλήρου τῷ Τιβερίῳ, τὸ δὲ λοιπὸν τῇ Λιβίᾳ, ὥς τινες λέγουσιν. ἵνα γάρ τι καὶ ἐκείνη τῆς οὐσίας αὐτοῦ ἀπόνηται, παρὰ τῆς βουλῆς ᾐτήσατο τοσοῦτον αὐτῇ καὶ παρὰ τὸν νόμον καταλιπεῖν δυνηθῆναι. κληρονόμοι μὲν δὴ οὗτοι ἐγεγράφατο· κτήματα δὲ καὶ χρήματα πολλὰ πολλοῖς καὶ τῶν προσηκόντων οἱ καὶ τῶν ἀλλοτρίων, οὐχ ὅπως βουλευταῖς καὶ ἱππεῦσιν ἀλλὰ καὶ βασιλεῦσι, τῷ τε δήμῳ χιλίας μυριάδας, καὶ τοῖς στρατιώταις τοῖς μὲν δορυφόροις κατὰ πεντήκοντα καὶ διακοσίας δραχμάς, τοῖς δ’ ἀστικοῖς τὴν ἡμίσειαν, τῷ τε λοιπῷ τῷ πολιτικῷ πλήθει πέντε καὶ ἑβδομήκοντα δοθῆναι ἐκέλευσε. καὶ προσέτι καὶ τοῖς παισὶν ὧν μικρῶν ἔτι ὄντων τοὺς πατέρας τῶν οὐσιῶν ἐκεκληρονομήκει, προσέταξε πάντα μετὰ τῶν προσόδων, ἐπειδὰν ἀνδρωθῶσιν, ἀποδοθῆναι. ὅπερ που καὶ ζῶν ἐποίει· εἰ γάρ τινα τέκνα ἔχοντα διεδέξατο, τοῖς παισὶν αὐτοῦ πάντως, εἰ μὲν ἤδη τότε τέλειοι ἦσαν, εὐθύς, εἰ δὲ μή, μετὰ τοῦτο πάντα ἀπεδίδου. τοιοῦτος μέντοι περὶ τοὺς ἀλλοτρίους παῖδας ὢν τὴν θυγατέρα οὔτε κατήγαγε, καίπερ καὶ δωρεῶν ἀξιώσας, καὶ ταφῆναι ἐν τῷ αὑτοῦ μνημείῳ ἀπηγόρευσε. |
| 121 | τοσαῦτα μὲν αἱ διαθῆκαι ἐδήλουν. ἐσεκομίσθη δὲ καὶ βιβλία τέσσαρα· καὶ αὐτὰ ὁ Δροῦσος ἀνέγνω. ἐγέγραπτο δὲ ἐν μὲν τῷ πρώτῳ ὅσα τῆς ταφῆς εἴχετο, ἐν δὲ τῷ δευτέρῳ τὰ ἔργα ἃ ἔπραξε πάντα, ἃ καὶ ἐς χαλκᾶς στήλας πρὸς τῷ ἡρῴῳ αὐτοῦ σταθείσας ἀναγραφῆναι ἐκέλευσε· τὸ τρίτον τά τε τῶν στρατιωτῶν καὶ τὰ τῶν προσόδων τῶν τε ἀναλωμάτων τῶν δημοσίων, τό τε πλῆθος τῶν ἐν τοῖς θησαυροῖς χρημάτων, καὶ ὅσα ἄλλα τοιουτότροπα ἐς τὴν ἡγεμονίαν φέροντα ἦν, εἶχε, καὶ τὸ τέταρτον ἐντολὰς καὶ ἐπισκήψεις τῷ Τιβερίῳ καὶ τῷ κοινῷ, ἄλλας τε καὶ ὅπως μήτ’ ἀπελευθερῶσι πολλούς, ἵνα μὴ παντοδαποῦ ὄχλου τὴν πόλιν πληρώσωσι, μήτ’ αὖ ἐς τὴν πολιτείαν συχνοὺς ἐσγράφωσιν, ἵνα πολὺ τὸ διάφορον αὐτοῖς πρὸς τοὺς ὑπηκόους ᾖ. τά τε κοινὰ πᾶσι τοῖς δυναμένοις καὶ εἰδέναι καὶ πράττειν ἐπιτρέπειν, καὶ ἐς μηδένα ἀναρτᾶν αὐτὰ παρῄνεσέ σφισιν, ὅπως μήτε τυραννίδος τις ἐπιθυμήσῃ, μήτ’ αὖ πταίσαντος ἐκείνου τὸ δημόσιον σφαλῇ. γνώμην τε αὐτοῖς ἔδωκε τοῖς τε παροῦσιν ἀρκεσθῆναι καὶ μηδαμῶς ἐπὶ πλεῖον τὴν ἀρχὴν ἐπαυξῆσαι ἐθελῆσαι· δυσφύλακτόν τε γὰρ αὐτὴν ἔσεσθαι καὶ κινδυνεύσειν ἐκ τούτου καὶ τὰ ὄντα ἀπολέσαι ἔφη. τοῦτο γὰρ καὶ αὐτὸς ὄντως ἀεί ποτε οὐ λόγῳ μόνον, ἀλλὰ καὶ ἔργῳ ἐτήρησε· παρὸν γοῦν αὐτῷ πολλὰ ἐκ τοῦ βαρβαρικοῦ προσκτήσασθαι οὐκ ἠθέλησε. ταῦτα μὲν αἱ ἐντολαὶ εἶχον, μετὰ δὲ τοῦτο ἡ ἐκφορὰ αὐτοῦ ἐγένετο. κλίνη ἦν ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ πεποιημένη καὶ στρώμασιν ἁλουργοῖς διαχρύσοις κεκοσμημένη· καὶ ἐν αὐτῇ τὸ μὲν σῶμα κάτω που ἐν θήκῃ συνεκέκρυπτο, εἰκὼν δὲ δή τις αὐτοῦ κηρίνη ἐν ἐπινικίῳ στολῇ ἐξεφαίνετο, καὶ αὕτη μὲν ἐκ τοῦ παλατίου πρὸς τῶν ἐς νέωτα ἀρχόντων, ἑτέρα δὲ ἐκ τοῦ βουλευτηρίου χρυσῆ, καὶ ἑτέρα αὖ ἐφ’ ἅρματος πομπικοῦ ἤγετο. |
| 122 | καὶ μετὰ ταύτας αἵ τε τῶν προπατόρων αὐτοῦ καὶ αἱ τῶν ἄλλων συγγενῶν τῶν τεθνηκότων, πλὴν τῆς τοῦ Καίσαρος ὅτι ἐς τοὺς ἥρωας ἐσεγέγραπτο, αἵ τε τῶν ἄλλων Ῥωμαίων τῶν καθ’ ὁτιοῦν πρωτευσάντων, ἀπ’ αὐτοῦ τοῦ Ῥωμύλου ἀρξάμεναι, ἐφέροντο. καί τις καὶ τοῦ Πομπηίου τοῦ Μεγάλου εἰκὼν ὤφθη, τά τε ἔθνη πάνθ’ ὅσα προσεκτήσατο, ἐπιχωρίως σφίσιν ὡς ἕκαστα ἀπεικασμένα ἐπέμφθη. προτεθείσης δὲ τῆς κλίνης ἐπὶ τοῦ δημηγορικοῦ βήματος, ἀπὸ μὲν ἐκείνου ὁ Δροῦσός τι ἀνέγνω, ἀπὸ δὲ τῶν ἑτέρων ἐμβόλων τῶν Ἰουλείων ὁ Τιβέριος δημόσιον δή τινα κατὰ δόγμα λόγον ἐπ’ αὐτῷ ἐπελέξατο. μετὰ δὲ τοῦτο τήν τε κλίνην οἱ αὐτοὶ οἵπερ καὶ πρότερον ἀράμενοι διὰ τῶν ἐπινικίων πυλῶν κατὰ τὰ τῇ βουλῇ δόξαντα διεκόμισαν. παρῆν δὲ καὶ συνεξέφερεν αὐτὸν ἥ τε γερουσία καὶ ἡ ἱππάς, αἵ τε γυναῖκες αὐτῶν καὶ τὸ δορυφορικόν, οἵ τε λοιποὶ πάντες ὡς εἰπεῖν οἱ ἐν τῇ πόλει τότε ὄντες. ἐπεὶ δὲ εἰς τὴν πυρὰν τὴν ἐν τῷ Ἀρείῳ πεδίῳ ἀνετέθη, πρῶτον μὲν οἱ ἱερεῖς πάντες περιῆλθον αὐτήν, ἔπειτα δὲ οἵ τε ἱππεῖς, οἵ τε ἐκ τοῦ τέλους καὶ οἱ ἄλλοι, καὶ τὸ ὁπλιτικὸν τὸ φρουρικὸν περιέδραμον, πάντα τὰ νικητήρια ὅσα τινὲς αὐτῶν ἐπ’ ἀριστείᾳ ποτὲ παρ’ αὐτοῦ εἰλήφεσαν, ἐπιβάλλοντες αὐτῷ. κἀκ τούτου δᾷδας ἑκατόνταρχοι λαβόντες, ὑφῆψαν αὐτήν· καὶ ἡ μὲν ἀνηλίσκετο, ἀετὸς δέ τις ἐξ αὐτῆς ἀφεθεὶς ἀνίπτατο ὡς καὶ δὴ τὴν ψυχὴν αὐτοῦ ἐς τὸν οὐρανὸν ἀναφέρων. πραχθέντων δὲ τούτων, οἱ μὲν ἄλλοι ἀπηλλάγησαν, ἡ δὲ δὴ Λιβία κατὰ χώραν πέντε ἡμέρας μετὰ τῶν πρώτων ἱππέων μείνασα τά τε ὀστᾶ αὐτοῦ συνελέξατο καὶ ἐς τὸ μνημεῖον κατέθετο. τὸ δὲ δὴ πένθος τὸ μὲν ἐκ τοῦ νόμου οἱ μὲν ἄνδρες οὐ πολλαῖς ἡμέραις αἱ δὲ γυναῖκες ἐνιαυτῷ ὅλῳ κατὰ ψήφισμα ἐποίησαν, τὸ δ’ ἀληθὲς ἐν μὲν τῷ παραχρῆμα οὐ πολλοὶ ὕστερον δὲ πάντες ἔσχον. |
| 123 | εὐπρόσοδός τε γὰρ πᾶσιν ὁμοίως ἦν καὶ ἐς χρήματα πολλοῖς ἐπήρκει, τούς τε φίλους ἰσχυρῶς ἐτίμα, καὶ ταῖς παρρησίαις αὐτῶν ὑπερέχαιρε. τεκμήριον δὲ πρὸς τοῖς εἰρημένοις ὅτι τοῦ Ἀθηνοδώρου ἐν δίφρῳ ποτὲ καταστέγῳ ἐς τὸ δωμάτιον αὐτοῦ, ὡς γυναικός τινος, εἰσκομισθέντος, καὶ ἐξ αὐτοῦ ξιφήρους ἐκπηδήσαντος, καὶ προσεπειπόντος “οὐ φοβῇ μή τίς σε οὕτως εἰσελθὼν ἀποκτείνῃ;” οὐχ ὅπως ὠργίσθη, ἀλλὰ καὶ χάριν αὐτῷ ἐπέγνω. ταῦτά τε οὖν αὐτοῦ ἀνεμιμνήσκοντο, καὶ ὅτι καὶ τοῖς λυπήσασί τι αὐτὸν οὐκ ἀκρατῶς ὠργίζετο, τήν τε πίστιν καὶ πρὸς τοὺς 〈οὐκ〉 ἀξίους αὐτῆς ἐτήρει· Κορακόταν γοῦν τινα λῃστὴν ἐν Ἰβηρίᾳ ἀκμάσαντα τὸ μὲν πρῶτον οὕτω δι’ ὀργῆς ἔσχεν ὥστε καὶ τῷ ζωγρήσαντι αὐτὸν πέντε καὶ εἴκοσι μυριάδας ἐπικηρύξαι, ἔπειτ’ ἐπειδὴ ἑκών οἱ προσῆλθεν, οὔτε τι κακὸν εἰργάσατο καὶ προσέτι καὶ τῷ ἀργυρίῳ ἐκείνῳ ἐπλούτισε. διά τε οὖν ταῦτα, καὶ ὅτι τὴν μοναρχίαν τῇ δημοκρατίᾳ μίξας τό τε ἐλεύθερόν σφισιν ἐτήρησε καὶ τὸ κόσμιον τό τε ἀσφαλὲς προσπαρεσκεύασεν, ὥστ’ ἔξω μὲν τοῦ δημοκρατικοῦ θράσους, ἔξω δὲ καὶ τῶν τυραννικῶν ὕβρεων ὄντας, ἔν τε ἐλευθερίᾳ σώφρονι καὶ ἐν μοναρχίᾳ ἀδεεῖ ζῆν, βασιλευομένους τε ἄνευ δουλείας καὶ δημοκρατουμένους ἄνευ διχοστασίας, δεινῶς αὐτὸν ἐπένθουν. εἰ γάρ τινες καὶ τῶν προτέρων τῶν ἐν τοῖς ἐμφυλίοις πολέμοις γενομένων ἐμνημόνευον, ἐκεῖνα μὲν τῇ τῶν πραγμάτων ἀνάγκῃ ἀνετίθεσαν, τὴν δὲ δὴ γνώμην αὐτοῦ ἐξ οὗ τὸ κράτος ἀναμφίβολον ἔσχεν, ἐξετάζειν ἠξίουν· οὐκ ἐλάχιστον δ’ αὐτῷ πρὸς εὐδοξίαν καὶ τὸ πολυχρόνιον τῆς ἡγεμονίας συνήρατο. |
| 124 | τῶν μὲν γὰρ ἐκ τῆς δημοκρατίας ἀνδρῶν καὶ οἱ πλείους καὶ οἱ δυνατώτεροι ἀπολώλεσαν· οἱ δ’ ὕστεροι ἐκείνης μὲν οὐδὲν εἰδότες, τοῖς δὲ παροῦσι μόνοις ἢ καὶ μάλιστα ἐντραφέντες, οὐ μόνον οὐκ ἤχθοντο αὐτοῖς ἅτε καὶ συνήθεσιν οὖσιν, ἀλλὰ καὶ ἔχαιρον καὶ βελτίω καὶ ἀδεέστερα αὐτὰ ὧν ἤκουον ὁρῶντες ὄντα. ταῦτα δὲ ἠπίσταντο μὲν καὶ ζῶντος αὐτοῦ, ἐπὶ πλεῖον δὲ ὅμως μεταλλάξαντος ἔγνωσαν· καὶ γὰρ φιλεῖ πως τὸ ἀνθρώπινον οὐχ οὕτω τι εὐπαθοῦν τῆς εὐδαιμονίας αἰσθάνεσθαι ὡς δυστυχῆσαν ποθεῖν αὐτήν. ὅπερ που καὶ τότε περὶ τὸν Αὔγουστον συνέβη· τοῦ γὰρ Τιβερίου μετ’ αὐτὸν οὐχ ὁμοίου πειραθέντες ἐκεῖνον ἐζήτουν. τοσοῦτον δ’ οὖν τὸ σύμπαν ἀλλήλων διήνεγκαν ὥστε τινὰς καὶ ἐς τὸν Αὔγουστον ὑποπτεῦσαι ὅτι ἐξεπίτηδες τὸν Τιβέριον, καίπερ εὖ εἰδὼς ὁποῖος ἦν, διάδοχον ἀπέδειξεν, ἵνα αὐτὸς εὐδοξήσῃ. τότε δ’ οὖν ἀθανατίσαντες αὐτὸν ἱέρειαν τὴν Λιβίαν, Αὐγούσταν ἤδη καλουμένην, ἀπέδειξαν. ἐκείνη δὲ Νουμερίῳ τινὶ Ἀττικῷ, βουλευτῇ ἐστρατηγηκότι, πέντε καὶ εἴκοσι μυριάδας ἐχαρίσατο, ὅτι τὸν Αὔγουστον ἐς τὸν οὐρανόν, κατὰ τὰ περί τε τοῦ Πρόκλου καὶ περὶ τοῦ Ῥωμύλου λεγόμενα, ἀνιόντα ἑωρακέναι ὤμοσε, καὶ αὐτῷ ἔν τε τῇ Ῥώμῃ ἡρῷον ἐψηφίσθη μὲν ὑπὸ τῆς γερουσίας, οἰκοδομηθὲν δὲ ὑπό τε τῆς Λιβίας καὶ ὑπὸ τοῦ Τιβερίου ἐποιήθη. καὶ ἄλλοθι πολλαχόθι τὰ μὲν ἑκόντων δὴ τῶν δήμων τὰ δὲ καὶ ἀκόντων [καὶ] οἰκοδομουμένων. καὶ οἱ καὶ ἡ ἐν τῇ Νώλῃ οἰκία, ἐν ᾗ μετήλλαξεν, ἐτεμενίσθη. καὶ ἐψηφίσθη ὅπως μήτ’ εἰκὼν αὐτοῦ ἐν ἐκφορᾷ τινος πομπεύῃ, τά τε Αὐγουστάλια οἱ δήμαρχοι ὡς καὶ ἱεροπρεπεῖς ὄντες διατιθῶσι. ταῦτα μὲν κατὰ Αὔγουστον ἐγένετο. ΤΙΒΕΡΙΟΣ. |
| 125 (1t) | Τιβέριος δὲ εὐπατρίδης μὲν ἦν καὶ ἐπεπαίδευτο, φύσει δὲ ἰδιωτάτῃ ἐκέχρητο. οὔτε γὰρ ὧν ἐπεθύμει προσεποιεῖτό τι, καὶ ὧν ἔλεγεν οὐδὲν ὡς εἰπεῖν ἐβούλετο, ἀλλ’ ἐναντιωτάτους τῇ προαιρέσει τοὺς λόγους ποιούμενος πᾶν τε ὃ ἐπόθει ἠρνεῖτο καὶ πᾶν ὃ ἐμίσει προετείνετο· ὠργίζετό τε ἐν οἷς ἥκιστα ἐθυμοῦτο, καὶ ἐπιεικὴς ἐν οἷς μάλιστα ἠγανάκτει ἐδόκει εἶναι· ἠλέει τε δῆθεν οὓς σφόδρα ἐκόλαζε, καὶ ἐχαλέπαινεν οἷς συνεγίνωσκε· τόν τε ἔχθιστον ὡς οἰκειότατον ἔστιν ὅτε ἑώρα, καὶ τῷ φιλτάτῳ ὡς ἀλλοτριωτάτῳ προσεφέρετο. τό τε σύμπαν οὐκ ἠξίου τὸν αὐταρχοῦντα κατάδηλον ὧν φρονεῖ εἶναι. καὶ εἰ μὲν μόνον ταῦτ’ εἶχεν, εὐφύλακτος ἂν τοῖς εἰς πεῖραν αὐτοῦ ἐλθοῦσιν ἦν· πρὸς γάρ τοι τὸ ἐναντιώτατον πάντα ἂν λαμβάνοντες ἐκ τοῦ ἴσου τό τε μὴ βούλεσθαι δή τι αὐτὸν τὸ πάνυ ποθεῖν καὶ τὸ ὀρέγεσθαί τινος τὸ μὴ ἐφίεσθαι ἐνόμιζον. νῦν δὲ ὠργίζετο εἴ τις αὐτοῦ συνεὶς φανερὸς ἐγένετο, καὶ πολλοὺς οὐδὲν ἄλλο σφίσιν ἢ ὅτι συνενόησαν αὐτὸν ἐγκαλέσαι ἔχων ἀπέκτεινε. μόνος οὖν, ὡς εἰπεῖν, ὅπερ που σπανιώτατόν ἐστι, διεγένετο, 〈ὃσ〉 οὔτ’ ἠγνόησε τὴν φύσιν αὐτοῦ οὔτ’ ἤλεγξεν· οὕτω γὰρ οὔτε πιστεύσαντες αὐτῷ ἠπατήθησαν, οὔτε ἐνδειξάμενοι νοεῖν ἃ ἔπραττεν ἐμισήθησαν. τοιοῦτος οὖν δή τις ὢν ἔς τε τὰ στρατόπεδα καὶ ἐς τὰ ἔθνη πάντα ὡς αὐτοκράτωρ εὐθὺς ἀπὸ τῆς Ῥώμης ἀπέστειλε, μὴ λέγων αὐτοκράτωρ εἶναι· ψηφισθὲν γὰρ αὐτῷ καὶ τοῦτο μετὰ τῶν ἄλλων ὀνομάτων, οὐκ ἐδέξατο, καὶ τὸν κλῆρον τοῦ Αὐγούστου λαβὼν τὴν ἐπίκλησιν αὐτοῦ ταύτην οὐκ ἔθετο. |
| 126 | τούς τε σωματοφύλακας ἀμφ’ αὑτὸν ἤδη ἔχων ἐδεῖτο δὴ τῆς γερουσίας συνάρασθαί οἱ ὥστε μηδὲν βίαιον παθεῖν· καὶ ἐπειδή γε κομψευσάμενός τις ἐπὶ τούτῳ φρουρὰν αὐτῷ ὡς οὐκ ἔχοντι δοθῆναι ἐσηγήσατο, τόν τε χλευασμὸν αὐτοῦ συνῆκε, καὶ ἔφη ὅτι “καὶ οἱ στρατιῶται οὐκ ἐμοὶ ἀλλὰ δημόσιοί εἰσι.” ταῦτά τε οὖν οὕτως ἔπρασσε, καὶ τὰ τῆς ἀρχῆς ἔργῳ πάντα διοικῶν ἠρνεῖτο μηδὲν αὐτῆς δεῖσθαι, καὶ τὸ μὲν πρῶτον καὶ πᾶσαν αὐτὴν διά τε τὴν ἡλικίαν (ἓξ γὰρ καὶ πεντήκοντα ἔτη ἐγεγόνει) καὶ δι’ ἀμβλυωπίαν (πλεῖστον γὰρ τοῦ σκότους βλέπων ἐλάχιστα τῆς ἡμέρας ἑώρα) ἐξίστασθαι ἔλεγεν· ἔπειτα δὲ κοινωνούς τέ τινας καὶ συνάρχοντας, οὔτι γε καὶ πάντων καθάπαξ, ὥσπερ ἐν ὀλιγαρχίᾳ, ἀλλ’ ἐς τρία μέρη νέμων αὐτὴν ᾔτει, καὶ τὸ μὲν αὐτὸς ἔχειν ἠξίου, τῶν δὲ ἑτέρων ἄλλοις παρεχώρει. ἦν δὲ ταῦτα ἓν μὲν ἥ τε Ῥώμη καὶ ἡ ἄλλη Ἰταλία, ἕτερον δὲ τὰ στρατόπεδα καὶ ἕτερον οἱ λοιποὶ ὑπήκοοι. ὡς οὖν πολὺς ἐνέκειτο, οἱ μὲν ἄλλοι καὶ ὣς ἀντέλεγον δῆθεν καὶ ἐδέοντο αὐτοῦ ἄρχειν πάντων, Ἀρσίνιος δὲ δὴ Γάλλος παρρησίᾳ ἀεί ποτε πατρῴᾳ καὶ ὑπὲρ τὸ συμφέρον αὐτῷ χρώμενος “ἑλοῦ” ἔφη “ἣν ἂν θελήσῃς μοῖραν.” καὶ ὁ Τιβέριος “καὶ πῶς οἷόν τέ ἐστιν” εἶπεν “τὸν αὐτὸν καὶ νέμειν τι καὶ αἱρεῖσθαι;” συνεὶς οὖν ὁ Γάλλος ἐν ᾧ κακοῦ ἐγεγόνει, τῷ μὲν λόγῳ ἐθεράπευσεν αὐτόν, ὑπολαβὼν ὅτι “οὐχ ὡς καὶ τὸ τρίτον ἕξοντός σου, ἀλλ’ ὡς ἀδύνατον ὂν τὴν ἀρχὴν διαιρεθῆναι, τοῦτό σοι προέτεινα”, οὐ μέντοι καὶ τῷ ἔργῳ ἐτιθάσευσεν. ἀλλὰ πολλὰ καὶ δεινὰ προπαθὼν μετὰ ταῦτα ἀπεσφάγη. |
| 127 | καὶ γὰρ καὶ τὴν γυναῖκα αὐτοῦ τὴν προτέραν ἐγεγαμήκει, τόν τε Δροῦσον ὡς υἱὸν προσεποιεῖτο, ὅθενπερ καὶ πρότερον διὰ μίσους αὐτῷ ἦν. οἱ δὲ ἐν τῇ Γερμανίᾳ στρατιῶται τὸν Γερμανικὸν καὶ Καίσαρα καὶ πολὺ τοῦ Τιβερίου κρείττω ὁρῶντες ὄντα, τόν τε Τιβέριον ἐκακηγόρησαν, κἀκεῖνον αὐτοκράτορα ἐπεκάλεσαν. ἐπειδή τε ἐκεῖνος πολλὰ εἰπὼν καὶ μὴ δυνηθεὶς αὐτοὺς καταστῆσαι, τέλος τὸ ξίφος, ὡς ἑαυτὸν καταχρησόμενος, ἐσπάσατο, τῶν τις στρατιωτῶν τὸ ἑαυτοῦ ξίφος ἀνατείνας “τοῦτο” ἔφη “λάβε. τοῦτο γὰρ ὀξύτερόν ἐστιν”. ὅμως δ’ οὖν σὺν χρόνῳ καὶ μόλις ἠδυνήθη σφᾶς καταστῆσαι. τηνικαῦτα καὶ Γάϊος ὁ Καλλιγόλας υἱὸς ὢν αὐτοῦ, προσωνομάσθη δὲ οὕτως, ὅτι ἐν τῷ στρατοπέδῳ τὸ πλεῖστον τραφεὶς τοῖς στρατιωτικοῖς ὑποδήμασιν ἀντὶ τῶν ἀστικῶν ἐχρῆτο, ὑπ’ αὐτῶν κατεσχέθη. καὶ Γερμανικὸς μὲν δυνηθεὶς ἂν τὴν αὐτοκράτορα ἀρχὴν λαβεῖν (ἡ γὰρ εὔνοια πάντων ἁπλῶς τῶν τε Ῥωμαίων καὶ τῶν ὑπηκόων σφῶν ἐς αὐτὸν ἐποίει) οὐκ ἠθέλησε. Τιβέριος δὲ ἐπῄνεσε μὲν αὐτὸν ἐπὶ τούτῳ καὶ τὴν γυναῖκα αὐτοῦ Ἀγριππῖναν· ὑπετόπει δὲ καὶ ἀμφοτέρους· ἦν γὰρ κἀκείνη φρονηματώδης γυνή. ἐφ’ ὅσον μὲν οὖν ὁ Γερμανικὸς ἔζη, μετριώτερον ἦρχεν· αὐτὸς μὲν γὰρ καθ’ ἑαυτὸν ἤ τι ἢ οὐδὲν ἔπραττε, πάντα δὲ δὴ καὶ τὰ σμικρότατα ἔς τε τὴν γερουσίαν ἐσέφερε καὶ ἐκοίνου αὐτῇ, καὶ συμβούλους δὲ ἀεὶ κατὰ τὸν Αὔγουστον παρελάμβανε· καὶ ἐς τὸ μέσον τὴν ἑαυτοῦ γνώμην τιθεὶς οὐχ ὅπως ἀντειπεῖν αὐτῇ παντί τῳ παρρησίαν ἔνεμεν, ἀλλὰ καὶ τἀναντία πολλάκις ψηφιζομένων τινῶν ἔφερε. τὰ μὲν γὰρ ἄντικρυς ἀπεφαίνετο, τὰ δὲ δὴ πλείω, ἵνα μὴ δοκῇ τὴν παρρησίαν αὐτῶν ἀφαιρεῖσθαι, ἔλεγεν ὅτι “εἰ γνώμην ἐποιούμην, τὰ καὶ τὰ ἂν ἐπεδειξάμην”. |
| 128 | ἐδίκαζε δὲ καὶ ἐπεφοίτα καὶ ἐπὶ τὰ τῶν ἀρχόντων δικαστήρια, παρακαλούμενος ὑπ’ αὐτῶν καὶ ἀπαράκλητος, καὶ ἐκείνους μὲν ἐν τῇ αὑτῶν χώρᾳ καθῆσθαι εἴα, αὐτὸς δὲ ἐπὶ τοῦ βάθρου τοῦ κατ’ ἀντικρύ σφων κειμένου καθίζων ἔλεγεν ὅσα ἐδόκει αὐτῷ ὡς πρόεδρος. καὶ οὔτε δεσπότην ἑαυτὸν τοῖς ἐλευθέροις οὔτε αὐτοκράτορα πλὴν τοῖς στρατιώταις καλεῖν ἐφίει, τό τε τοῦ πατρὸς τῆς πατρίδος ὄνομα παντελῶς διεώσατο, πρόκριτος δὲ τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον ἤθελεν ὀνομάζεσθαι, καὶ πολλάκις γε ἔλεγεν ὅτι δεσπότης μὲν τῶν δούλων, αὐτοκράτωρ δὲ τῶν στρατιωτῶν, τῶν δὲ δὴ λοιπῶν πρόκριτός εἰμι· ηὔχετό τε τοσοῦτον καὶ ζῆσαι καὶ ἄρξαι χρόνον, ὅσον ἂν τῷ δημοσίῳ συμφέρῃ. καὶ οὕτω γε διὰ πάντων ὁμοίως δημοτικὸς ἦν ὥστε οὔτε ἐν τοῖς γενεθλίοις αὐτοῦ γίνεσθαί τι παρὰ τὸ καθεστηκὸς ἐπέτρεπεν οὔτ’ ὀμνύναι τοῖς ἀνθρώποις τὴν αὐτοῦ τύχην συνεχώρει, οὔτ’ εἰ καὶ ὀμόσας τις αὐτὴν αἰτίαν ὡς καὶ ἐπιωρκηκὼς ἔλαβεν, ἐπεξῄει. ταῦτά τε οὖν δημοτικῶς διῴκει, καὶ ὅτι οὔτε τεμένισμα αὐτῷ ἐτεμενίσθη, οὔτ’ εἰκόνα ἐξῆν αὐτοῦ οὐδενὶ στῆσαι· ἄντικρυς γὰρ ἀπηγόρευσε μήτε πόλει μήτ’ ἰδιώτῃ τοῦτο ποιεῖν. προσέθηκε μὲν γὰρ τῇ ἀπορρήσει ὅτι ἂν μὴ ἐγὼ ἐπιτρέψω, προσεπεῖπε δὲ ὅτι οὐκ ἐπιτρέψω. ἐπεὶ τό γε ὑβρίσθαι πρός τινος ἢ καὶ τὸ ἠσεβῆσθαι πρός τινος, ἀσέβειάν τε γὰρ ἤδη τὸ τοιοῦτον ὠνόμαζον, καὶ δίκας ἐπ’ αὐτῷ πολλὰς ἐσῆγον, ἥκιστα προσεποιεῖτο, οὐδὲ ἔστιν ἥντινα τοιαύτην ἐφ’ ἑαυτῷ γραφὴν προσεδέξατο, καίπερ τὸν Αὔγουστον καὶ ἐν τούτῳ σεμνύνων. τὸ μὲν γὰρ πρῶτον οὐδένα οὐδὲ τῶν ἐπ’ ἐκείνῳ τινὰ αἰτίαν λαβόντων ἐκόλασε, προϊόντος δὲ τοῦ χρόνου καὶ πάνυ πολλοὺς ἐθανάτωσε. |
| 129 | καὶ ἔν τε τούτῳ τὸν Αὔγουστον ἤγαλλε, καὶ ὅτι τά τε οἰκοδομήματα, ἃ προκατεβάλλετο μέν, οὐκ ἐξετέλεσε δέ, ἐκποιῶν τὸ ὄνομα αὐτοῦ ἐπέγραφέ σφισι, τά τε ἀγάλματα καὶ τὰ ἡρῷα αὐτοῦ, τὰ μὲν αὐτὸς καθιέρου, τὰ δὲ τῶν ποντιφίκων τισὶ προσέτασσε· πάντα δὲ τὰ πεπονηκότα τῆς Ῥώμης ἀνακτησάμενος, αὐτὸς γὰρ οὐδὲν τὸ παράπαν ἐκ καινῆς, πλὴν τοῦ Αὐγουστείου, κατεσκευάσατο, οὐδὲν αὐτῶν ἰδιώσατο, ἀλλὰ 〈τὰ〉 τῶν πρώτων οἰκοδομησάντων ὀνόματά σφισιν ἀπέδωκεν. ἐλάχιστα γὰρ ἐς ἑαυτὸν δαπανῶν πλεῖστα ἐς τὸ κοινὸν ἀνήλισκε, πάντα μὲν ὡς εἰπεῖν τὰ δημόσια ἔργα τὰ μὲν ἀνοικοδομῶν τὰ δὲ ἐπικοσμῶν, πολλὰ δὲ καὶ πόλεσι καὶ ἰδιώταις ἐπαρκῶν. πᾶν τε ὃ ἐδωρεῖτό τισιν, εὐθὺς καὶ ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἠριθμεῖτο· ἐπεὶ γὰρ ἐπὶ τοῦ Αὐγούστου μεγάλα ἐκ τῶν τοιούτων οἱ δοτῆρες αὐτῶν ἀπετέμνοντο, δεινῶς ἐφυλάττετο μὴ καὶ ἐφ’ ἑαυτοῦ τοῦτο γίνεσθαι. καὶ ταῦτα μέντοι πάντα ἐκ τῶν νενομισμένων προσόδων ἐδαπάνα. οὔτε γὰρ ἀπέκτεινε χρημάτων ἕνεκα οὐδένα, οὔτ’ οὐσίαν τινὸς τότε γε ἐδήμευσεν, ἀλλ’ οὐδὲ ἐξ ἐπηρείας τι ἠργυρολόγησεν. Αἰμιλίῳ γοῦν Ῥήκτῳ χρήματά ποτε αὐτῷ πλείω παρὰ τὸ τεταγμένον ἐκ τῆς Αἰγύπτου ἧς ἦρχε πέμψαντι ἀντεπέστειλεν ὅτι κείρεσθαί μου τὰ πρόβατα, ἀλλ’ οὐκ ἀποξύρεσθαι βούλομαι. καὶ μέντοι καὶ εὐπρόσοδος καὶ εὐπροσήγορος ἰσχυρῶς ἦν. τοὺς γοῦν βουλευτὰς ἀθρόους ἀσπάζεσθαι αὑτὸν ἐκέλευσεν, ἵνα μὴ ὠστίζωνται. τό τε σύμπαν τοσαύτην ἐπιείκειαν ἤσκει ὥστε, ἐπειδή ποτε οἱ Ῥοδίων ἄρχοντες ἐπιστείλαντές τι αὐτῷ οὐχ ὑπέγραψαν τῇ ἐπιστολῇ τοῦτο δὴ τὸ νομιζόμενον, εὐχὰς αὐτῷ ποιούμενοι, μετεπέμψατο μέν σφας σπουδῇ, ὡς καὶ κακόν τι δράσων, ἐλθόντας δὲ οὐδὲν δεινὸν εἰργάσατο, ἀλλ’ ὑπογράψαντας τὸ ἐνδέον ἀπέπεμψε. |
| 130 | τούς τε ἄρχοντας ὡς ἐν δημοκρατίᾳ ἐτίμα, καὶ τοῖς ὑπάτοις καὶ ὑπανίστατο· ὁπότε τε αὐτοὺς δειπνίζοι, τοῦτο μὲν ἐσιόντας σφᾶς πρὸς τὰς θύρας ἐξεδέχετο, τοῦτο δὲ καὶ ἀπιόντας προέπεμπεν. εἴ τέ ποτε ἐπὶ τοῦ δίφρου κομίζοιτο, οὐδένα οἱ τῶν βουλευτῶν ἢ τῶν ἱππέων παρακολουθεῖν εἴα. συνεχέστατα δὲ καὶ ἐπὶ τὰς θέας ἀπήντα, τῆς τε τιμῆς τῶν ἐπιτελούντων αὐτὰς ἕνεκα καὶ τῆς τοῦ πλήθους εὐκοσμίας τοῦ τε συνεορτάζειν σφίσι δοκεῖν. οὐ γὰρ ἐσπούδασέ ποτε τὸ παράπαν τῶν τοιούτων οὐδέν, οὔτε δόξαν τινὰ ὡς καὶ συσπεύδων τινὶ ἔσχε· καὶ ὀρχηστὴν δέ ποτε τοῦ δήμου ἐλευθερωθῆναι βουληθέντος οὐ πρότερον συνεπῄνεσε πρὶν τὸν δεσπότην αὐτοῦ καὶ πεισθῆναι καὶ τὴν τιμὴν λαβεῖν. τοῖς τε ἑταίροις ὡς καὶ ἐν ἰδιωτείᾳ συνῆν· καὶ γὰρ δικαζομένοις σφίσι συνηγωνίζετο καὶ θύουσι συνεώρταζε, νοσοῦντάς τε ἐπεσκέπτετο μηδεμίαν φρουρὰν ἐπεισαγόμενος, καὶ ἐφ’ ἑνί γέ τινι αὐτῶν τελευτήσαντι τὸν ἐπιτάφιον αὐτὸς εἶπεν. ἔν τε ταῖς πανηγύρεσι καὶ ἐν τοῖς θεάτροις ἐξ οἰκίας τινὸς τῶν Καισαρείων ἢ τῶν ἐξελευθέρων ἐθεᾶτο, ὅπως ἐξ ἑτοιμοτάτου καὶ ἀπονωτάτου τοῖς ἀνθρώποις ἐντυγχάνειν αὐτῷ γίγνοιτο. καὶ μέντοι καὶ τὴν μητέρα τὴν Λιβίαν ἐς τὸ μετριώτερον ἦγε καὶ ἀτυφότερον. πάνυ γὰρ μέγα καὶ ὑπὲρ πάσας τὰς πρόσθεν γυναῖκας ὤγκωτο, ὥστε καὶ τὴν βουλὴν καὶ τοῦ δήμου τοὺς ἐθέλοντας οἴκαδε ἀσπασομένους εἰσδέχεσθαι, καὶ τοῦτο καὶ ἐς τὰ δημόσια ὑπομνήματα ἐσγράφεσθαι. αἵ τε ἐπιστολαὶ τοῦ Τιβερίου καὶ τὸ ἐκείνης ὄνομα χρόνον τινὰ ἔσχον, τά τε ἄλλα πάντα ὡς καὶ αὐταρχοῦσα διοικεῖν ἐπεχείρει. |
| 131 | ἐπί τε γὰρ τοῦ Αὐγούστου μέγιστον ἠδυνήθη καὶ τὸν Τιβέριον αὐτὴ αὐτοκράτορα πεποιηκέναι ἔλεγε, καὶ διὰ τοῦτο οὐχ ὅσον ἐξ ἴσου ἄρχειν, ἀλλὰ καὶ πρεσβεύειν αὐτοῦ ἤθελε. καὶ διὰ τοῦτο καὶ οἱ κολακεύοντες αὐτὴν ἄλλα τε πολλὰ ἐψηφίζοντο, καὶ τὸν Τιβέριον ἀπ’ αὐτῆς ἐπικαλεῖσθαι, ὥσπερ οἱ Ἕλληνες πατρόθεν, οὕτω καὶ ἐκεῖνον μητρόθεν ἐσηγοῦντο. ἀγανακτῶν οὖν ἐπὶ τούτοις οὔτε τὰ ψηφιζόμενα αὐτῇ πλὴν ἐλαχίστων ἐπεκύρου, καὶ τῶν δημοσίων παντάπασιν αὐτὴν ἀπήλλαξε, τὰ δ’ οἴκοι διοικεῖν αὐτῇ ἐφείς, εἶθ’ ὡς καὶ ἐν τούτοις ἐπαχθὴς ἦν, ἀποδημίας τε ἐστέλλετο καὶ πάντα τρόπον αὐτὴν ἐξίστατο, ὥστε καὶ ἐς τὴν Καπρίαν δι’ ἐκείνην οὐχ ἥκιστα μεταστῆναι. τῷ δὲ δὴ Δρούσῳ τῷ υἱεῖ καὶ ἀσελγεστάτῳ καὶ ὠμοτάτῳ ὄντι, ὥστε καὶ τὰ ὀξύτατα τῶν ξιφῶν Δρουσιανὰ ἀπ’ αὐτοῦ κληθῆναι, καὶ ἤχθετο, καὶ ἐπετίμα καὶ ἰδίᾳ καὶ δημοσίᾳ πολλάκις. καί ποτε αὐτῷ καὶ ἄντικρυς πολλῶν παρόντων εἶπεν ὅτι “ζῶντός μου οὐδὲν οὔτε βίαιον οὔθ’ ὑβριστικὸν πράξεις· ἂν δέ τι καὶ τολμήσῃς, οὐδὲ τελευτήσαντος”. σωφρονέστατα γὰρ χρόνον τινὰ διεγένετο, καί γε τῶν ἄλλων οὐδενὶ ἀσελγαίνειν ἐφίει, ἀλλὰ καὶ συχνοὺς ἐπὶ τούτῳ ἐκόλαζε. καὶ ἐπειδή γε πολλοὶ ἐσθῆτι ἁλουργεῖ καίπερ ἀπαγορευθὲν πρότερον ἐχρῶντο, διεμέμψατο μὲν οὐδένα οὐδὲ ἐζημίωσεν οὐδένα, ὑετοῦ δὲ ἐν πανηγύρει τινὶ γενομένου φαιὰν μανδύην ἐπενέδυ, κἀκ τούτου οὐκέτ’ οὐδεὶς ἀλλοῖον ἔσθημα λαβεῖν ἐτόλμησε. ταῦθ’ οὕτω πάντα μέχρι γε καὶ ὁ Γερμανικὸς ἔζη ἐποίει· μετὰ γὰρ τοῦτο συχνὰ μετέβαλεν, ἐπειδὴ τοῦ τῇ ἡγεμονίᾳ ἐφεδρεύοντος ἀπηλλάγη, τὰ δὲ καταλειφθέντα τῷ δήμῳ ὑπὸ τοῦ Αὐγούστου μὴ εὐθὺς ἀποδοὺς ἀπέδωκεν ὕστερον ἐκ τοιᾶσδέ τινος ἀφορμῆς. |
| 132 | ἐπειδὴ προσελθών τις πρὸς νεκρὸν διὰ τῆς ἀγορᾶς ἐκφερόμενον καὶ πρὸς τὸ οὖς αὐτοῦ προσκύψας ἐψιθύρισέ τι, καὶ ἐρομένων τινῶν ἰδόντων ὅ,τι εἰρήκοι, ἐντετάλθαι ἔφη τῷ Αὐγούστῳ ὅτι οὐδέπω οὐδὲν ἐκομίσαντο. ἐκεῖνον μὲν αὐτίκα ἀπέκτεινεν, ἵνα αὐτάγγελος αὐτῷ 〈ὥς που〉 καὶ ἐπισκώπτων εἶπε, γένηται, τοὺς δ’ ἄλλους οὐκ ἐς μακρὰν ἀπήλλαξε, κατὰ πέντε καὶ ἑξήκοντα δραχμὰς διανείμας. ἱππέων δέ τινων ἐν τοῖς ἀγῶσι μονομαχῆσαι ἐθελησάντων, τὸν μὲν ἀγῶνα αὐτῶν οὐκ εἶδε, σφαγέντος δὲ τοῦ ἑτέρου τὸν ἕτερον οὐκέτ’ εἴασεν ὁπλομαχῆσαι. κἀν τούτῳ τοῦ ἐγγόνου αὐτοῦ, ὃν ἐκ τοῦ Δρούσου εἶχε, τελευτήσαντος, οὐδὲν ὅ, τι τῶν συνήθων οὐκ ἔπραξε, μήτ’ ἄλλως ἀξιῶν τὸν ἄρχοντά τινων πρὸς τὰς ἰδίας συμφορὰς τῆς τῶν κοινῶν ἐπιμελείας ἐξίστασθαι. ὁ δὲ δὴ Δροῦσος ὑπατευκὼς τὰ μὲν τῇ ὑπατείᾳ προσήκοντα ἐξ ἴσου τῷ συνάρχοντι ὥσπερ τις ἰδιώτης διετέλεσε, καὶ κληρονόμος τε ὑπό τινος καταλειφθεὶς τὸ σῶμα αὐτοῦ συνεξήνεγκε, τῇ μέντοι ὀργῇ οὕτω χαλεπῇ ἐχρῆτο ὥστε καὶ πληγὰς ἱππεῖ ἐπιφανεῖ δοῦναι καὶ διὰ τοῦτο καὶ Κάστωρ παρωνύμιον ἔλαβε. τῇ τε μέθῃ κατακορὴς οὕτως ἐγίγνετο ὥστε ποτὲ νυκτὸς ἐμπρησθεῖσί τισιν ἐπικουρῆσαι μετὰ τῶν δορυφόρων ἀναγκασθείς, ὕδωρ αὐτῶν αἰτούντων, θερμόν σφισιν ἐγχέαι κελεῦσαι. Στατιλίου δὲ Ταύρου μετὰ Λουκίου Λίβωνος ὑπατεύσαντος ὁ Τιβέριος ἀπεῖπε μὲν ἐσθῆτι σηρικῇ μηδένα ἄνδρα χρῆσθαι, ἀπεῖπε δὲ καὶ χρυσῷ σκεύει μηδένα πλὴν πρὸς τὰ ἱερὰ νομίζειν. ἐπεί τε διηπόρησάν τινες εἰ καὶ τὰ ἀργυρᾶ τὰ χρυσοῦν τι ἔμβλημα ἔχοντα ἀπηγορευμένον σφίσιν εἴη κεκτῆσθαι, βουληθεὶς καὶ περὶ τούτου τι δόγμα ποιῆσαι, ἐκώλυσεν ἐς αὐτὸ τὸ ὄνομα τὸ τοῦ ἐμβλήματος ὡς καὶ Ἑλληνικὸν ἐμβληθῆναι, καίτοι μὴ ἔχων ὅπως ἐπιχωρίως αὐτὸ ὀνομάσῃ. |
| 133 | καὶ ἑκατοντάρχου δὲ ἑλληνιστὶ ἐν τῷ συνεδρίῳ μαρτυρῆσαί τι θελήσαντος οὐκ ἠνέσχετο, καίπερ πολλὰς μὲν δίκας ἐν τῇ διαλέκτῳ ταύτῃ καὶ ἐκεῖ λεγομένας ἀκούων, πολλὰς δὲ καὶ αὐτὸς ἐπερωτῶν. τοῦτο μὲν οὖν οὐχ ὁμολογούμενον ἔπραξεν. Οὐιουίῳ δὲ Ῥούφῳ οὔτε ἐνεκάλεσέ τι ἀρχὴν ὅτι τῷ τοῦ Καίσαρος δίφρῳ, ἐφ’ οὗ ἀεί ποτε ἐκαθέζετο καὶ ἐφ’ οὗ ἐσφάγη, ἐχρῆτο. τοῦτό τε γὰρ ἔπραττε, καὶ τῇ τοῦ Κικέρωνος γυναικὶ συνῴκει, σεμνυνόμενος ἐφ’ ἑκατέρῳ ὥσπερ ἢ διὰ τὴν γυναῖκα ῥήτωρ ἢ διὰ τὸν δίφρον Καῖσαρ ἐσόμενος. οὐ μὴν οὔτε αἰτίαν τινὰ ἐπὶ τούτῳ ἔσχε καὶ προσέτι καὶ ὑπάτευσε. τοὺς μέντοι ἀστρολόγους καὶ τοὺς γόητας τοὺς μὲν ξένους ἐθανάτωσε, τοὺς δὲ πολίτας ὑπερώρισε, καίτοι τῷ Θρασύλλῳ ἀεὶ συνὼν καὶ μαντείᾳ καθ’ ἑκάστην ἡμέραν χρώμενος, αὐτός τε ἀκριβῶν οὕτω τὸ πρᾶγμα, ὥστε ποτὲ ὄναρ δοῦναί τινι ἀργύριον κελευσθεὶς συνεῖναί τε ὅτι δαίμων τις ἐκ γοητείας αὐτῷ ἐπιπέμπεται καὶ τὸν ἄνθρωπον ἀποκτεῖναι. Κλήμης δέ τις οἰκέτης τοῦ Ἀγρίππου γεγονώς, καί πῃ καὶ προσεοικὼς αὐτῷ, πλασάμενός τε αὐτὸς ἐκεῖνος εἶναι, καὶ πολλοὺς ἐκ τούτου προσποιησάμενος, τέλος ὑπὸ τοῦ Τιβερίου κατεφωράθη, καὶ πυθομένου τοῦ Τιβερίου “πῶς Ἀγρίππας ἐγένου;” ἀπεκρίνατο ὅτι “οὕτως ὡς καὶ σὺ Καῖσαρ”. ἔν τινι δέ ποτε δόγματι ῥήματι μὴ Λατίνῳ χρησάμενος ἐνεθυμήθη νυκτὸς περὶ τούτου, πάντας τε τοὺς τὰ τοιαῦτα ἀκριβοῦντας μετεπέμψατο· πάνυ γὰρ δὴ ἔμελεν αὐτῷ τοῦ καλῶς διαλέγεσθαι. καί τινος Ἀτείου Καπίτωνος εἰπόντος ὅτι “εἰ καὶ μηδεὶς πρόσθεν τὸ ὄνομα τοῦτ’ ἐφθέγξατο, ἀλλὰ νῦν γε πάντως διὰ σὲ εἰς τὰ ἀρχαῖα αὐτὸ καταριθμήσομεν”, Πόρκελλός τις ὑπολαβὼν ἔφη “σύ. |
| 134 | Καῖσαρ, ἀνθρώποις μὲν πολιτείαν Ῥωμαίων δύνασαι δοῦναι, ῥήμασι δὲ οὔ.” ἐκεῖνον μὲν οὖν οὐδὲν ἐπὶ τούτῳ κακόν, καίπερ ἀκρατῶς παρρησιασάμενον, ἔδρασε· τὸν δὲ δὴ Ἀρχέλαον τὸν τῆς Καππαδοκίας βασιλέα δι’ ὀργῆς σχών, μετεπέμψατο ὡς καὶ νεωτερίζοντά τι, καὶ τῇ τῆς γερουσίας ψήφῳ παρέδωκεν, οὐ μόνον ὑπέργηρων ὄντα, ἀλλὰ καὶ δεινῶς ποδαγρῶντα. κἂν ἐθανατώθη, εἰ μὴ καταμαρτυρῶν τις αὐτοῦ ἔφη ποτὲ αὐτὸν εἰρηκέναι ὅτι “ἐπειδὰν οἴκαδε ἐπανέλθω, δείξω αὐτῷ οἷα νεῦρα ἔχω”. γέλωτος γὰρ ἐπὶ τούτῳ, διὰ τὸ τὸν ἄνθρωπον μὴ ὅτι στῆναι ἀλλὰ μηδὲ καθίζεσθαι δύνασθαι, πολλοῦ γενομένου οὐκέτ’ αὐτὸν ὁ Τιβέριος ἀπέκτεινε. τότε μὲν οὕτως ὁ Ἀρχέλαος ἐσώθη· οὐ πολλῷ δὲ ὕστερον ἀπέθανε, κἀκ τούτου καὶ ἡ Καππαδοκία τῶν Ῥωμαίων ἐγένετο καὶ ἱππεῖ ἐπετράπη. ὁ μέντοι Τιβέριος τῶν ἀλλοτρίων ἰσχυρῶς, μέχρι γε καὶ τὴν ἄλλην ἀρετὴν ἐπετήδευεν, ἀπεχόμενος, μήτε τὰς κληρονομίας ἅς τινες αὐτῷ συγγενεῖς ἔχοντες κατέλιπον προσιέμενος, πάμπολλα εἴς τε τὰς πόλεις καὶ τοὺς ἰδιώτας ἀνήλισκε, καὶ οὔτε τιμὴν οὔτε ἔπαινον οὐδένα ἐπ’ αὐτοῖς προσεδέχετο. ταῖς τε πρεσβείαις ταῖς παρὰ τῶν πόλεων ἢ καὶ τῶν ἐθνῶν οὐδέποτε μόνος ἐχρημάτιζεν, ἀλλὰ πολλούς, καὶ μάλιστα τοὺς ἄρξαντάς ποτε αὐτῶν, κοινωνοὺς τῆς διαγνώμης ἐποιεῖτο. Γερμανικὸς δὲ τῇ ἐπὶ τοὺς Κελτοὺς στρατείᾳ φερόμενος εὖ μέχρι τε τοῦ ὠκεανοῦ προεχώρησε, καὶ τοὺς βαρβάρους κατὰ τὸ καρτερὸν νικήσας τά τε ὀστᾶ τῶν σὺν τῷ Οὐάρῳ πεσόντων συνέλεξέ τε καὶ ἔθαψε, καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ ἀνεκτήσατο. |
| 135 | τῷ δὲ Τιβερίῳ τῆς βουλῆς ἐγκειμένης, καὶ τὸν γοῦν μῆνα τὸν Νοέμβριον, ἐν ᾧ τῇ ἕκτῃ ἐπὶ δέκα ἐγεγένητο, Τιβέριον καλεῖσθαι ἀξιούσης “καὶ τί” ἔφη “ποιήσετε, ἂν δεκατρεῖς Καίσαρες γένωνται;” Μάρκου δὲ δὴ Ἰουνίου Λουκίου τε Νωρβανοῦ μετὰ ταῦτα ἀρξάντων τέρας ἐν αὐτῇ τῇ νουμηνίᾳ οὐ σμικρὸν ἐγένετο, ὅπερ που ἐς τὸ Γερμανικοῦ πάθος ἀπεσήμαινεν· ὁ γὰρ Νωρβανὸς ὁ ὕπατος σάλπιγγι ἀεὶ προσκείμενος, καὶ ἐρρωμένως τὸ πρᾶγμα ἀσκῶν, ἠθέλησε καὶ τότε ὑπὸ τὸν ὄρθρον πολλῶν ἤδη πρὸς τὴν οἰκίαν αὐτοῦ παρόντων σαλπίσαι. καὶ τοῦτό τε πάντας ὁμοίως ἐξετάραξε καθάπερ ἐμπολέμιόν τι σύνθημα τοῦ ὑπάτου σφίσι παραγγείλαντος, καὶ ὅτι καὶ τὸ τοῦ Ἰανοῦ ἄγαλμα κατέπεσε. λόγιόν τέ τι ὡς καὶ Σιβύλλειον, ἄλλως μὲν οὐδὲν τῷ τῆς πόλεως χρόνῳ προσῆκον, πρὸς δὲ τὰ παρόντα ᾀδόμενον, οὐχ ἡσυχῇ σφας ἐκίνει. ἔλεγε γὰρ ὅτι “τρὶς δὲ τριηκοσίων περιτελλομένων ἐνιαυτῶν Ῥωμαίους ἔμφυλος ἑλεῖ στάσις καὶ ἁ Συβαρῖτις ἀφροσύνα”. ὁ οὖν Τιβέριος ταῦτά τε τὰ ἔπη ὡς καὶ ψευδῆ ὄντα διέβαλε, καὶ τὰ βιβλία πάντα τὰ μαντείαν τινὰ ἔχοντα ἐπεσκέψατο, καὶ τὰ μὲν ὡς οὐδενὸς ἄξια ἀπέκρινε τὰ δὲ ἐνέκρινε. τοῦ δὲ δὴ Γερμανικοῦ τελευτήσαντος ὁ μὲν Τιβέριος καὶ ἡ Λιβία πάνυ ἥσθησαν, οἱ δὲ δὴ ἄλλοι πάντες δεινῶς ἐλυπήθησαν. κάλλιστος μὲν τὸ σῶμα ἄριστος δὲ καὶ τὴν ψυχὴν ἔφυ, παιδεία τε ἅμα καὶ ῥώμῃ διέπρεπε, πρᾳότατός τε καὶ σωφρονέστατος ἦν· οὐδὲν δὲ οὔτε πρὸς τὸν Δροῦσον ἐπίφθονον οὔτε πρὸς τὸν Τιβέριον ἐπαίτιον ἔπραξε. δυνηθεὶς γοῦν πολλάκις τὴν αὐτοκράτορα λαβεῖν ἀρχὴν οὐκ ἠθέλησεν. ἀπέθανε δὲ ἐν Ἀντιοχείᾳ ὑπό τε τοῦ Πίσωνος καὶ ὑπὸ τῆς Πλαγκίνης ἐπιβουλευθείς· ὀστᾶ γὰρ ἀνθρώπων ἐν τῇ οἰκίᾳ ἐν ᾗ ᾤκει κατορωρυγμένα καὶ ἐλασμοὶ μολίβδινοι ἀράς τινας μετὰ τοῦ ὀνόματος αὐτοῦ ἔχοντες ζῶντος ἔθ’ εὑρέθη. |
| 136 | ὁ δὲ Πίσων ἐς τὸ βουλευτήριον ἐπὶ τῷ φόνῳ ὑπ’ αὐτοῦ τοῦ Τιβερίου εἰσαχθεὶς ἀναβολήν τινα ἐποιήσατο καὶ ἑαυτὸν κατεχρήσατο. Τιβέριος δὲ ἐπεὶ τὸ ἐφεδρεῦον οὐκέτ’ εἶχεν, ἐς πᾶν τοὐναντίον τῶν πρόσθεν εἰργασμένων αὐτῷ, πολλῶν ὄντων καὶ καλῶν, περιέστη. τά τε γὰρ ἄλλα ἀγρίως ἦρξε, καὶ ταῖς τῆς ἀσεβείας δίκαις, εἴ τις οὐχ ὅσον ἐς τὸν Αὔγουστον ἀλλὰ καὶ ἐς αὐτὸν ἐκεῖνον τήν τε μητέρα αὐτοῦ πράξας τι ἢ καὶ εἰπὼν ἀνεπιτήδειον ἐπεκλήθη, δεινῶς ἐπεξῄει. ἐβασανίζοντο δὲ οὐχὶ οἰκέται μόνον κατὰ τῶν ἰδίων δεσποτῶν, ἀλλὰ καὶ ἐλεύθεροι καὶ πολῖται. οἵ τε κατηγορήσαντες ἢ καὶ καταμαρτυρήσαντές τινων τὰς οὐσίας τῶν ἁλισκομένων διελάγχανον, καὶ προσέτι καὶ ἀρχὰς καὶ τιμὰς προσελάμβανον. πολλοὺς δὲ καὶ τὴν ἡμέραν καὶ ὥραν ἐν ᾗ ἐγεγένηντο ἐξετάζων, καὶ ἐκεῖθεν καὶ τὸν τρόπον καὶ τὴν τύχην αὐτῶν διασκοπῶν, ἀπεκτίννυεν· εἰ γάρ τῳ ὑπέρογκόν τι καὶ εὔελπι πρὸς δυναστείαν ἐνεῖδε, πάντως ἀπώλλυεν. οὕτω δ’ οὖν τὸ πεπρωμένον ἑκάστῳ τῶν πρώτων καὶ ἐξήταζε καὶ ἠπίστατο ὥστε καὶ τῷ Γάλβᾳ τῷ μετὰ ταῦτα αὐταρχήσαντι ἀπαντήσας, γυναῖκα ἐγγεγυημένῳ, εἰπεῖν ὅτι “καὶ σύ ποτε τῆς ἡγεμονίας γεύσῃ”. ἐφείσατο γὰρ αὐτοῦ, ὡς μὲν ἐγὼ δοκῶ, ὅτι καὶ τοῦτ’ αὐτῷ εἱμαρμένον ἦν, ὡς δ’ αὐτὸς ἔλεγεν, ὅτι καὶ ἐν γήρᾳ καὶ μετὰ πολὺ τῆς τελευτῆς αὐτοῦ ἄρξοι. συνήρατο δὲ καὶ συγκατειργάσατο αὐτῷ πάντα προθυμότατα Λούκιος Αἴλιος Σιανός, υἱὸς μὲν τοῦ Στράβωνος ὤν, παιδικὰ δέ ποτε Μάρκου Γαβίου Ἀπικίου γενόμενος, Ἀπικίου ἐκείνου ὃς πάντας ἀνθρώπους ἀσωτίᾳ ὑπερεβάλετο οὕτως ὥστε, ἐπειδὴ μαθεῖν ποτε ἐθελήσας ὅσα τε ἤδη καταναλώκει καὶ ὅσα ἔτ’ εἶχεν, ἔγνω ὅτι διακόσιαι καὶ πεντήκοντα αὐτῷ μυριάδες περιεῖεν, ἐλυπήθη τε ὡς καὶ λιμῷ τελευτήσειν μέλλων καὶ ἑαυτὸν διέφθειρεν. |
| 137 | οὗτος οὖν ὁ Σιανὸς χρόνῳ μέν τινι μετὰ τοῦ πατρὸς τῶν δορυφόρων ἦρξεν· ἐπεὶ δὲ ἐκείνου ἐς τὴν Αἴγυπτον πεμφθέντος μόνος τὴν προστασίαν αὐτῶν ἔσχε, τά τε ἄλλα συνέστησεν αὐτήν, καὶ τοὺς λόχους ἰδίᾳ καὶ χωρὶς ἀλλήλων, ὥσπερ τοὺς τῶν νυκτοφυλάκων, ὄντας ἐς ἓν τεῖχος συνήγαγεν, ὥστε τὰ παραγγέλματα καὶ ἀθρόους καὶ διὰ ταχέων λαμβάνειν, καὶ φοβεροὺς πᾶσιν ἅτε καὶ ἐν ἑνὶ τείχει ὄντας εἶναι. τοῦτον οὖν ὁ Τιβέριος ἐκ τῆς τῶν τρόπων ὁμοιότητος προσλαβὼν ταῖς τε στρατηγικαῖς τιμαῖς ἐκόσμησεν, ὃ μήπω πρότερον μηδενὶ τῶν ὁμοίων αὐτῷ ἐγεγόνει, καὶ σύμβουλον καὶ ὑπηρέτην πρὸς πάντα ἐποιεῖτο. ἐπεὶ δὲ ὁ Τιβέριος τὴν ὕπατον ἀρχὴν ἦρξε μετὰ τοῦ Δρούσου, εὐθὺς οἱ ἄνθρωποι τὸν ὄλεθρον τῷ Δρούσῳ ἐξ αὐτοῦ τούτου προεμαντεύσαντο· οὐ γὰρ ἔστιν ὅστις τῶν ὑπατευσάντων ποτὲ μετ’ αὐτοῦ οὐ βιαίως ἀπέθανεν, ἀλλὰ τοῦτο μὲν ὁ Οὔαρος ὁ Κυιντίλιος, τοῦτο δὲ ὁ Πίσων ὁ Γναῖος ὅ τε Γερμανικὸς αὐτὸς κακῶς ἀπώλοντο. τοιούτῳ τινί, ὡς ἔοικε, διὰ βίου δαίμονι συγκεκλήρωτο. ἀμέλει καὶ ὁ Δροῦσος τότε καὶ ὁ Σιανὸς μετὰ ταῦτα συνάρξαντές οἱ ἐφθάρησαν. ἐκδημοῦντος δὲ τοῦ Τιβερίου Γάιος Λουτώριος Πρίσκος ἱππεύς, ἄλλως τε μέγα ἐπὶ ποιήσει φρονῶν καὶ ἐπιτάφιον ἐπὶ τῷ Γερμανικῷ ἐπιφανῆ συγγράψας, ὥστε καὶ χρήματα δι’ αὐτὸν πολλὰ λαβεῖν, αἰτίαν ἔσχεν ὡς καὶ ἐπὶ τῷ Δρούσῳ ποίημα παρὰ τὴν νόσον αὐτοῦ συντεθεικώς, καὶ ἐκρίθη τε διὰ τοῦτο ἐν τῇ βουλῇ καὶ κατεδικάσθη καὶ ἀπέθανεν. |
| 138 | ὁ οὖν Τιβέριος ἀγανακτήσας, οὐχ ὅτι ἐκεῖνος ἐκολάσθη ἀλλ’ ὅτι τις ὑπὸ τῶν βουλευτῶν ἄνευ τῆς ἑαυτοῦ γνώμης ἐθανατώθη, ἐπετίμησέ τε αὐτοῖς, καὶ δόγματι παραδοθῆναι ἐκέλευσε μήτ’ ἀποθνήσκειν ἐντὸς δέκα ἡμερῶν τὸν καταψηφισθέντα ὑπ’ αὐτῶν, μήτε τὸ γράμμα τὸ ἐπ’ αὐτῷ γενόμενον ἐς τὸ δημόσιον ἐντὸς τοῦ αὐτοῦ χρόνου ἀποτίθεσθαι, ὅπως καὶ ἀποδημῶν προπυνθάνηται τὰ δόξαντα σφισι καὶ ἐπιδιακρίνῃ. καὶ μετὰ τοῦτο ἐξελθούσης αὐτῷ τῆς ὑπατείας ἔς τε τὴν Ῥώμην ἦλθε, καὶ τοὺς ὑπάτους συναγορεύειν τισὶν ἐκώλυσεν, εἰπὼν ὅτι “εἰ ὑπάτευον, οὐκ ἂν ἐποίησα τοῦτο”. ἐπειδή τε τῶν στρατηγούντων τις αἰτίαν, ὡς καὶ ἀσεβές τι ἐς αὐτὸν εἰρηκὼς ἢ καὶ πεποιηκώς, λαβὼν ἐξῆλθέ τε ἐκ τοῦ συνεδρίου καὶ τὴν ἀρχικὴν στολὴν ἐκδὺς ἐπανῆλθέ τε καὶ κατηγορηθῆναι παραχρῆμα ὡς καὶ ἰδιωτεύων ἠξίωσε, δεινῶς τε ἤλγησε, καὶ οὐκέτ’ αὐτοῦ ἥψατο. τοὺς δὲ ὀρχηστὰς τῆς τε Ῥώμης ἐξήλασε καὶ μηδαμόθι τῇ τέχνῃ χρῆσθαι προσέταξεν, ὅτι τάς τε γυναῖκας ᾔσχυνον καὶ στάσεις ἤγειρον. ἄλλους μὲν δὴ οὖν καὶ πολλούς γε τῶν τελευτώντων καὶ ἀνδριᾶσι καὶ δημοσίαις ταφαῖς ἐτίμα, τὸν δὲ δὴ Σιανὸν ζῶντα ἐν τῷ θεάτρῳ χαλκοῦν ἔστησε. κἀκ τούτου πολλαὶ μὲν ὑπὸ πολλῶν εἰκόνες αὐτοῦ ἐποιήθησαν, πολλοὶ δὲ καὶ ἔπαινοι καὶ παρὰ τῷ δήμῳ καὶ παρὰ τῇ βουλῇ ἐγίγνοντο, ἔς τε τὴν οἰκίαν αὐτοῦ οἵ τε ἄλλοι οἱ ἐλλόγιμοι καὶ οἱ ὕπατοι αὐτοὶ ὑπὸ τὸν ὄρθρον συνεχῶς ἐφοίτων, καὶ τά τε ἴδια αὐτῷ πάντα, ὅσα τινὲς ἀξιώσειν παρὰ τοῦ Τιβερίου ἔμελλον, καὶ τὰ κοινά, ὑπὲρ ὧν χρηματισθῆναι ἔδει, ἐπεκοίνουν. καὶ συνελόντι εἰπεῖν οὐδὲν ἔτι χωρὶς αὐτοῦ τῶν τοιούτων ἐπράττετο. |
| 139 | κατὰ δὲ τὸν χρόνον τοῦτον καὶ στοὰ μεγίστη ἐν τῇ Ῥώμῃ, ἐπειδὴ ἑτεροκλινὴς ἐγένετο, θαυμαστὸν δή τινα τρόπον ὠρθώθη. ἀρχιτέκτων τις, οὗ τὸ ὄνομα οὐδεὶς οἶδε (τῇ γὰρ θαυματοποιίᾳ αὐτοῦ φθονήσας ὁ Τιβέριος οὐκ ἐπέτρεψεν αὐτὸ ἐς τὰ ὑπομνήματα ἐσγραφῆναι) οὗτος οὖν ὅστις ποτὲ ὠνομάζετο, τούς τε θεμελίους αὐτῆς πέριξ κρατύνας ὥστε μὴ συγκινηθῆναι, καὶ τὸ λοιπὸν πᾶν πόκοις τε καὶ ἱματίοις παχέσι περιλαβών, σχοίνοις τε πανταχόθεν αὐτὴν διέδησε καὶ ἐς τὴν ἀρχαίαν ἕδραν ἀνθρώποις τε πολλοῖς καὶ μηχανήμασιν ὀνευσάμενος ἐπανήγαγε. τότε μὲν οὖν ὁ Τιβέριος καὶ ἐθαύμασεν αὐτὸν καὶ ἐζηλοτύπησε, καὶ διὰ μὲν ἐκεῖνο χρήμασιν ἐτίμησε, διὰ δὲ τοῦτο ἐκ τῆς πόλεως ἐξήλασε· μετὰ δὲ ταῦτα προσελθόντος οἱ αὐτοῦ καὶ ἱκετείαν ποιουμένου, κἀν τούτῳ ποτήριόν τι ὑαλοῦν καταβαλόντος τε ἐξεπίτηδες καὶ θλασθέν πως ἢ συντριβὲν ταῖς τε χερσὶ διατρίψαντος καὶ ἄθραυστον παραχρῆμα ἀποφήναντος, ὡς καὶ συγγνώμης διὰ τοῦτο τευξομένου, καὶ ἀπέκτεινεν αὐτόν. Δροῦσος δὲ ὁ παῖς αὐτοῦ φαρμάκῳ διώλετο. ὁ γὰρ Σιανὸς ἐπί τε τῇ ἰσχύι καὶ ἐπὶ τῷ ἀξιώματι ὑπερμαζήσας τά τε ἄλλα ὑπέρογκος ἦν, καὶ τέλος καὶ ἐπὶ τὸν Δροῦσον ἐτράπετο καί ποτε πὺξ αὐτῷ ἐνέτεινε. φοβηθείς τε ἐκ τούτου καὶ ἐκεῖνον καὶ τὸν Τιβέριον, καὶ ἅμα καὶ προσδοκήσας, ἂν τὸν νεανίσκον ἐκποδὼν ποιήσηται, καὶ τὸν γέροντα ῥᾷστα μεταχειριεῖσθαι, φάρμακόν τι αὐτῷ διά τε τῶν ἐν τῇ θεραπείᾳ αὐτοῦ ὄντων καὶ διὰ τῆς γυναικὸς αὐτοῦ, ἥν τινες Λουίλαν ὀνομάζουσιν, ἔδωκε· καὶ γὰρ καὶ ἐμοίχευεν αὐτήν. αἰτίαν μὲν γὰρ ὁ Τιβέριος ἔλαβεν, ὅτι μήτε νοσοῦντος τοῦ Δρούσου μήτ’ ἀποθανόντος ἔξω τι τῶν συνήθων ἔπραξε, μήτε τοῖς ἄλλοις ποιῆσαι ἐπέτρεψεν, οὐ μέντοι καὶ πιστὸς ὁ λόγος. |
| 140 | τοῦτό τε γὰρ ἀπὸ γνώμης ἐπὶ πάντων ὁμοίως ἔπραττε, καὶ τῷ υἱεῖ ἅτε καὶ μόνῳ καὶ γνησίῳ ὄντι προσέκειτο, τούς τε χειρουργήσαντας τὸν ὄλεθρον αὐτοῦ, τοὺς μὲν εὐθὺς τοὺς δὲ μετὰ ταῦτα, ἐκόλασε. τότε δ’ οὖν ἐσῆλθέ τε ἐς τὸ συνέδριον, καὶ τὸν προσήκοντα ἐπὶ τῷ παιδὶ ἔπαινον ποιησάμενος οἴκαδε ἐκομίσθη. ἀπεῖπε δὲ ὁ Τιβέριος τοῖς πυρὸς καὶ ὕδατος εἰρχθεῖσι μὴ διατίθεσθαι· καὶ τοῦτο καὶ νῦν φυλάττεται. Αἴλιον δὲ Σατωρνῖνον, ὡς καὶ ἔπη τινὰ ἐς αὐτὸν οὐκ ἐπιτήδεια ἀπορρίψαντα, ὑπό τε τὴν βουλὴν ὑπήγαγε καὶ ἁλόντα ἀπὸ τοῦ Καπιτωλίου κατεκρήμνισε. πολλὰ δ’ ἂν καὶ ἄλλα τοιουτότροπα γράφειν ἔχοιμι, εἰ πάντα ἐπεξίοιμι. τοῦτό τε οὖν ἐν κεφαλαίῳ εἰρήσθω ὅτι συχνοὶ διὰ τὰ τοιαῦτα ὑπ’ αὐτοῦ ἀπώλοντο, καὶ ἐκεῖνο ὅτι ζητῶν καθ’ ἓν ἕκαστον ἀκριβῶς ὅσα τινὲς ᾐτιάζοντο φλαύρως περὶ αὐτοῦ εἰρηκέναι, αὐτὸς ἑαυτὸν πάντα τὰ ἐξ ἀνθρώπων κακὰ ἔλεγε. καὶ γὰρ εἰ ἐν ἀπορρήτῳ τις καὶ πρὸς ἕνα διελέχθη τι, καὶ τοῦτο ἐδημοσίευεν ὥστε καὶ ἐς τὰ κοινὰ ὑπομνήματα ἐσγράφεσθαι. καὶ πολλάκις ἃ μηδ’ εἶπέ τις, ὡς εἰρημένα, ἐξ ὧν ἑαυτῷ συνῄδει προσκατεψεύδετο, ὅπως ὡς δικαιότατα ὀργίζεσθαι νομισθείη. κἀκ τούτου συνέβαινεν αὐτῷ πάντα τε ἐκεῖνα, ἐφ’ οἷς τοὺς ἄλλους ὡς ἀσεβοῦντας ἐκόλαζεν, αὐτὸν ἐς ἑαυτὸν πλημμελεῖν, καὶ προσέτι καὶ χλευασμὸν ὀφλισκάνειν· ἃ γὰρ ἀπηρνοῦντό τινες μὴ λελαληκέναι, ταῦτα αὐτὸς διισχυριζόμενος εἰρῆσθαι καὶ κατομνύων ἀληθέστερον ἑαυτὸν ἠδίκει. ἀφ’ οὗ δὴ καὶ ἐξεστηκέναι τινὲς αὐτὸν τῶν φρενῶν ὑπώπτευσαν. οὐ μέντοι καὶ ὄντως παραφρονεῖν ἐκ τούτου ἐπιστεύετο· τὰ γὰρ ἄλλα καὶ πάνυ πάντα δεόντως διῴκει. τοῦτο μὲν γὰρ βουλευτῇ τινι ἀσελγῶς ζῶντι ἐπίτροπον ὥσπερ τινὶ ὀρφανῷ προσέταξε· τοῦτο δὲ τὸν Καπίτωνα τὸν τὴν Ἀσίαν ἐπιτροπεύσαντα ἐς τὸ συνέδριον ἐσήγαγε, καὶ ἐγκαλέσας αὐτῷ ὅτι καὶ στρατιώταις ἐχρήσατο καὶ ἄλλα τινὰ ὡς καὶ ἀρχὴν ἔχων ἔπραξεν, ἐφυγάδευσεν. |
| 141 | οὐ γὰρ ἐξῆν τότε τοῖς τὰ αὐτοκρατορικὰ χρήματα διοικοῦσι πλέον οὐδὲν ποιεῖν ἢ τὰς νενομισμένας προσόδους ἐκλέγειν, καὶ περὶ τῶν διαφορῶν ἔν τε τῇ ἀγορᾷ καὶ κατὰ τοὺς νόμους ἐξ ἴσου τοῖς ἰδιώταις δικάζεσθαι. τοσοῦτον μὲν δὴ τὸ διαλλάττον ἐν ταῖς Τιβερίου πράξεσιν ἦν. διελθόντων δὲ τῶν δέκα ἐτῶν τῆς ἀρχῆς αὐτοῦ, ψηφίσματος μὲν ἐς τὴν ἀνάληψιν αὐτῆς οὐδενὸς ἐδεήθη· οὐδὲ γὰρ ἐδεῖτο κατατέμνων αὐτήν, ὥσπερ ὁ Αὔγουστος, ἄρχειν. ἡ μέντοι πανήγυρις ἡ δεκαετηρὶς ἐποιήθη. Κρεμούλιος δὲ δὴ Κόρδος αὐτόχειρ ἑαυτοῦ γενέσθαι, ὅτι τῷ Σιανῷ προσέκρουσεν, ἠναγκάσθη· οὕτω γὰρ οὐδὲν ἔγκλημα ἐπαίτιον λαβεῖν ἠδυνήθη (καὶ γὰρ ἐν πύλαις ἤδη γήρως ἦν καὶ ἐπιεικέστατα ἐβεβιώκει) ὥστε ἐπὶ τῇ ἱστορίᾳ, ἣν πάλαι ποτὲ περὶ τῶν τῷ Αὐγούστῳ πραχθέντων συνετεθείκει καὶ ἣν αὐτὸς ἐκεῖνος ἀνεγνώκει, κριθῆναι, ὅτι τόν τε Κάσσιον καὶ τὸν Βροῦτον ἐπῄνεσε, καὶ τοῦ δήμου τῆς τε βουλῆς καθήψατο, τόν τε Καίσαρα καὶ τὸν Αὔγουστον εἶπε μὲν κακὸν οὐδέν, οὐ μέντοι καὶ ὑπερεσέμνυνε. ταῦτά τε γὰρ ᾐτιάθη, καὶ διὰ ταῦτα αὐτός τε ἀπέθανε, καὶ τὰ συγγράμματα αὐτοῦ τότε μὲν ἐν τῇ πόλει εὑρεθέντα πρὸς τῶν ἀγορανόμων καὶ τὰ ἔξω πρὸς τῶν ἑκασταχόθι ἀρχόντων ἐκαύθη, ὕστερον δὲ ἐξεδόθη τε αὖθις (ἄλλοι τε γὰρ καὶ μάλιστα ἡ θυγάτηρ αὐτοῦ Μαρκία συνέκρυψεν αὐτά) καὶ πολὺ ἀξιοσπουδαστότερα ὑπ’ αὐτῆς τῆς τοῦ Κόρδου συμφορᾶς ἐγένετο. ἐν δ’ οὖν τῷ τότε ὁ Τιβέριος τὴν τοῦ δορυφορικοῦ γυμνασίαν τοῖς βουλευταῖς, ὥσπερ ἀγνοοῦσι τὴν δύναμιν αὐτῶν, ἐπέδειξεν, ὅπως καὶ πολλούς σφας καὶ ἐρρωμένους ἰδόντες μᾶλλον αὐτὸν φοβῶνται. |
| 142 | τὸν μὲν οὖν χρόνον ἐκεῖνον ταῦτά τε ἐς ἱστορίας ἀπόδειξιν ἐγένετο, καὶ Κυζικηνῶν ἡ ἐλευθερία αὖθις, ὅτι τε Ῥωμαίους τινὰς ἔδησαν καὶ ὅτι καὶ τὸ ἡρῷον ὃ τῷ Αὐγούστῳ ποιεῖν ἤρξαντο οὐκ ἐξετέλεσαν, ἀφῃρέθη. πάντως δ’ ἂν καὶ τὸν συμπωλήσαντα τῇ οἰκίᾳ τὸν ἀνδριάντα αὐτοῦ καὶ ἐπὶ τούτῳ κριθέντα ἀπεκτόνει, εἰ μὴ ὁ ὕπατος αὐτὸν ἐκεῖνον τὴν γνώμην πρῶτον ἀνήρετο· αἰδεσθεὶς γὰρ μὴ καὶ ἑαυτῷ τι χαρίζεσθαι δόξῃ, τὴν ἀπολύουσαν ἔθετο. Λεντούλου δέ τινος βουλευτοῦ φύσει τε ἐπιεικοῦς καὶ τότε ἐν γήρᾳ πολλῷ ὄντος κατηγόρησέ τις ὡς ἐπιβεβουλευκότος τῷ αὐτοκράτορι· καὶ ὁ μὲν Λέντουλος (παρῆν γάρ) ἀνεκάγχασεν· ὁ δὲ Τιβέριος, ἐπιθορυβησάσης τι πρὸς τοῦτο τῆς γερουσίας “οὐδὲ ζῆν ἔτ’” ἔφη “ἄξιός εἰμι, εἴγε καὶ Λέντουλός με μισεῖ.” ἀπεδήμησε δὲ κατὰ τὸν καιρὸν τοῦτον ἐκ τῆς Ῥώμης, καὶ οὐκέτι τὸ παράπαν ἐς τὴν πόλιν ἀνεκομίσθη, καίτοι μέλλων τε ἀεὶ καὶ ἐπαγγελλόμενος. Ῥατιάριος δέ τις ἑταῖρος Σαβίνου ἀνδρὸς τῶν πρώτων ἐν Ῥώμῃ, τῷ Σιανῷ χαριζόμενος, ἐς τὴν τοῦ οἰκήματος ἐν ᾧ διῃτᾶτο ὀροφὴν βουλευτὰς κατακρύψας ὑπηγάγετο τὸν Σαβῖνον ἐς λόγους, καί τι εἰπὼν ὧν εἰώθει. ἐπεσπάσατο καὶ ἐκεῖνον πάνθ’ ὅσα ἐφρόνει ἐκλαλῆσαι. τῶν γάρ τοι συκοφαντεῖν ἐθελόντων ἔργον ἐστὶ λοιδορίας τέ τινος προκατάρχεσθαι καὶ ἀπόρρητόν τι ἐκφαίνειν, ἵνα ἀκούσας τι αὐτὸς ἢ καὶ ὅμοιόν τι εἰπὼν αἰτιαθῇ· τοῖς μὲν γάρ, ἅτε ἐκ παρασκευῆς τοῦτο δρῶσιν, ἀκίνδυνός ἐστιν ἡ παρρησία, οὐ γὰρ ὡς καὶ φρονοῦντές τινα, ἀλλ’ ὡς ἑτέρους ἐλέγξαι βουλόμενοι λέγειν αὐτὰ πιστεύονται. |
| 143 | οἱ δ’ ὅ,τι ἂν καὶ τὸ βραχύτατον ἔξω τοῦ καθεστηκότος εἴπωσι, κολάζονται· ὅπερ καὶ τότε ἐγένετο· ἔς τε γὰρ τὸ δεσμωτήριον αὐθημερὸν ὁ Σαβῖνος κατετέθη, καὶ μετὰ τοῦτο ἀκρίτως ἐφθάρη, τό τε σῶμα αὐτοῦ κατὰ τῶν ἀναβασμῶν ἐρρίφη καὶ ἐς τὸν ποταμὸν ἐνεβλήθη. ἐδείνωσε δ’ ἐπὶ πλέον τὸ πάθος αὐτοῦ κύων τις τοῦ Σαβίνου συνεισελθών τε αὐτῷ εἰς τὸ οἴκημα καὶ ἀποθανόντι παραμείνας καὶ τέλος καὶ εἰς τὸν ποταμὸν συνεισπεσών. τοῦτο μὲν τοιοῦτον ἐγένετο, ἐν δὲ τῷ αὐτῷ τούτῳ χρόνῳ ἡ Λιβία μετήλλαξεν, ἓξ καὶ ὀγδοήκοντα ἔτη ζήσασα. καὶ αὐτὴν ὁ Τιβέριος οὔτε νοσοῦσαν ἐπεσκέψατο οὔτ’ ἀποθανοῦσαν αὐτὸς προέθετο. οὐ μὴν οὐδὲ ἐς τιμὴν ἄλλο τι αὐτῇ πλὴν τῆς δημοσίας ἐκφορᾶς καὶ εἰκόνων ἑτέρων τέ τινων οὐδενὸς ἀξίων ἔνειμεν, ἀθανατισθῆναι δὲ αὐτὴν ἄντικρυς ἀπηγόρευσεν. οὐ μέντοι καὶ μόνα οἱ ἡ βουλή, ὅσα ἐκεῖνος ἐπέστειλεν, ἐψηφίσατο, ἀλλὰ πένθος αὐτῇ παρ’ ὅλον τὸν ἐνιαυτὸν ταῖς γυναιξὶν ἐπήγγειλαν, καίπερ τὸν Τιβέριον ἐπαινέσαντες ὅτι τῆς τῶν κοινῶν διοικήσεως οὐδὲ τότε ἀπέσχετο· καὶ προσέτι καὶ ἁψῖδα αὐτῇ, ὃ μηδεμιᾷ ἄλλῃ γυναικί, ἐψηφίσαντο, ὅτι τε οὐκ ὀλίγους σφῶν ἐσεσώκει, καὶ ὅτι παῖδας πολλῶν ἐτετρόφει κόρας τε πολλοῖς συνεξεδεδώκει, ἀφ’ οὗ γε καὶ μητέρα αὐτὴν τῆς πατρίδος τινὲς ἐπωνόμαζον. ἐν δὲ τῷ μνημείῳ ἐτάφη τῷ τοῦ Αὐγούστου. καὶ αὐτῆς ἄλλα τε καλῶς εἰρημένα ἀποφθέγματα φέρεται, καὶ ὅτι γυμνούς ποτε ἄνδρας ἀπαντήσαντας αὐτῇ καὶ μέλλοντας διὰ τοῦτο θανατωθήσεσθαι ἔσωσεν, εἰποῦσα ὅτι οὐδὲν ἀνδριάντων ταῖς σωφρονούσαις οἱ τοιοῦτοι διαφέρουσι. πυθομένου τέ τινος αὐτῆς πῶς καὶ τί δρῶσα οὕτω τοῦ Αὐγούστου κατεκράτησεν, ἀπεκρίνατο ὅτι “αὐτή τε ἀκριβῶς σωφρονοῦσα, καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα, καὶ μήτε ἄλλο τι τῶν ἐκείνου πολυπραγμονοῦσα, καὶ τὰ ἀφροδίσια αὐτοῦ ἀθύρματα 〈μήτε ἀκούειν〉 μήτε αἰσθάνεσθαι προσποιουμένη”. |
| 144 | τοιαύτη μὲν ἡ Λιβία ἐγένετο, ἡ μέντοι ψηφισθεῖσα αὐτῇ ἁψὶς οὐκ ᾠκοδομήθη διὰ τὸ τὸν Τιβέριον τοῖς ἑαυτοῦ τέλεσι κατασκευάσειν αὐτὴν ὑποσχέσθαι· κατοκνήσας γὰρ τῷ λόγῳ τὸ δόγμα λῦσαι, τοῦτον τὸν τρόπον ἀνέτρεψεν αὐτό, μήτ’ ἐκ τῶν δημοσίων χρημάτων ἐπιτρέψας τὸ ἔργον γενέσθαι μήτ’ αὐτὸς ποιήσας. ὁ δὲ δὴ Σιανὸς ἔτι καὶ μᾶλλον ᾔρετο, καὶ ἐψηφίσθη ὅπως τὰ γενέθλια αὐτοῦ δημοσίᾳ ἑορτάζηται. τὸ γάρ τοι πλῆθος τῶν ἀνδριάντων ὧν ἥ τε βουλὴ καὶ ἡ ἱππὰς αἵ τε φυλαὶ καὶ οἱ ἄνδρες οἱ πρῶτοι ἔστησαν αὐτοῦ, οὐδὲ ἐξηρίθμησεν ἄν τις· πρέσβεις τε ἰδίᾳ μὲν ἡ γερουσία ἰδίᾳ δὲ οἱ ἱππεῖς τό τε πλῆθος ἔκ τε τῶν δημάρχων καὶ ἐκ τῶν ἀγορανόμων τῶν σφετέρων πρὸς ἀμφοτέρους αὐτοὺς ἔπεμπον, καὶ εὔχοντο ὑπὲρ ἀμφοῖν ὁμοίως καὶ ἔθυον, τήν τε τύχην αὐτῶν ὤμνυσαν. τῷ δὲ δὴ Γάλλῳ ὁ Τιβέριος, τῷ τήν τε γυναῖκα αὐτοῦ ἀγομένῳ καὶ τῇ περὶ τῆς ἀρχῆς παρρησίᾳ χρησαμένῳ καιρὸν λαβὼν ἐπέθετο. προσιόντα γάρ οἱ κατὰ πρεσβείαν ἑστιάσας τε καὶ φιλοφρόνως δεξιωσάμενος ἔγραψε κατ’ αὐτοῦ τῇ βουλῇ, ὥστε συμβῆναι αὐτῷ πρᾶγμα παραδοξότατον, καὶ ὃ μηδενὶ ἄλλῳ συνηνέχθη· ἐν γὰρ τῇ αὐτῇ ἡμέρᾳ παρά τε τῷ Τιβερίῳ εἱστιάθη καὶ φιλοτησίας ἔπιε, καὶ ἐν τῷ βουλευτηρίῳ κατεψηφίσθη, ὥστε καὶ στρατηγὸν τὸν δήσοντά τε αὐτὸν καὶ πρὸς τὴν τιμωρίαν ἄξοντα πεμφθῆναι. καὶ μέντοι τοῦθ’ οὕτως ὁ Τιβέριος πράξας οὐδ’ ἀποθανεῖν αὐτῷ ἐθελήσαντι, ἐπειδὴ τάχιστα τῶν δεδογμένων ᾔσθετο, ἐπέτρεψεν, ἀλλ’ ἐκείνῳ τε, ἵνα ἐπὶ πλεῖστον κακωθείη, θαρσεῖν ἐνετείλατο, ὅπως ἐν φυλακῇ ἀδέσμῳ ᾖ, μέχρις ἂν αὐτὸς ἐς τὴν πόλιν ἀφίκηται, ἵν’, ὅπερ εἶπον, ἐπὶ μακρότατον καὶ τῇ ἀτιμίᾳ ἅμα καὶ τῷ φόβῳ ταλαιπωρήσειε. |
| 145 | καὶ ἔσχεν οὕτως· πρός τε γὰρ τῶν ἀεὶ ὑπάτων ἐτηρεῖτο, ἔξω τῆς τοῦ Τιβερίου ἀρχῆς· τότε γὰρ πρὸς τῶν στρατηγῶν ἐφυλάχθη, οὐχ ἵνα μὴ φύγῃ, ἀλλ’ ἵνα μὴ τελευτήσῃ, καὶ οὔτε ἑταῖρός τις οὔτ’ οἰκέτης αὐτῷ συνεγίγνετο, οὔτ’ ἐλάλει τινί, οὐχ ἑώρα τινά, πλὴν ὁπόταν τροφὴν λαβεῖν ἠναγκάζετο. καὶ ἦν αὕτη τοιαύτη καὶ τοσαύτη ὥστε μήτε τινὰ ἡδονὴν ἢ καὶ ῥώμην αὐτῷ παρασχεῖν μήτ’ ἀποθανεῖν αὐτὸν ἐᾶν· τοῦτο γὰρ ἦν τὸ δεινότατον, ὃ καὶ ἐπ’ ἄλλων συχνῶν ὁ Τιβέριος ἐποίει· δήσας γοῦν τινα τῶν ἑταίρων, ἔπειτα λόγου περὶ τῆς θανατώσεως αὐτοῦ γενομένου ἔφη ὅτι “οὐδέπω αὐτῷ διήλλαγμαι”. ἕτερον μέντοι τινὰ καὶ πάνυ ἰσχυρῶς βασανίσας, ἔπειτα γνοὺς ὅτι ἀδίκως κατηγορήθη, καὶ πάνυ σπουδῇ ἀπέκτεινεν, εἰπὼν ὅτι “χαλεπωτέρως ὕβρισται ἢ ὥστε καλῶς δύνασθαι ζῆν”. Συριακὸς δ’ οὔτ’ ἀδικήσας τι οὔτ’ αἰτιαθείς, ἀλλὰ καὶ ἐπὶ παιδείᾳ ἐλλόγιμος ὤν, ἐσφάγη διὰ τοῦτο μόνον ὅτι φίλον αὐτὸν τοῦ Γάλλου ὁ Τιβέριος εἶπεν εἶναι. ὁ δὲ δὴ Σιανὸς καὶ μείζων καὶ φοβερώτερος ἀεὶ ἐγίνετο, ὥστε καὶ τοὺς βουλευτὰς καὶ τοὺς ἄλλους ἐκείνῳ μὲν ὡς καὶ αὐτοκράτορι προσέχειν, τὸν δὲ Τιβέριον ἐν ὀλιγωρίᾳ ποιεῖσθαι. μαθὼν οὖν ταῦτα ὁ Τιβέριος οὔτε ἐν ἐλαφρῷ τὸ πρᾶγμα ἐποιήσατο, φοβηθεὶς μὴ καὶ αὐτοκράτορα ἄντικρυς αὐτὸν ἀποδείξωσιν, οὔτε ἠμέλησεν. ἐκ μὲν δὴ οὖν τοῦ προφανοῦς οὐδὲν ἔδρασε· τό τε γὰρ δορυφορικὸν πᾶν ἰσχυρῶς ᾠκείωτο, καὶ τῶν βουλευτῶν τὸ μὲν εὐεργεσίαις τὸ δὲ ἐλπίσι τὸ δὲ καὶ φόβῳ προσεπεποίητο, τούς τε περὶ τὸν Τιβέριον ὄντας οὕτω πάντας προσηταίριστο ὥστε τὰ μὲν ἐκείνου πάντα ἁπλῶς, καὶ ὅσα ἔλεγε καὶ ὅσα ἔπραττε, παραυτίκα οἱ ἀγγέλλεσθαι, τὰ δ’ ὑπ’ αὐτοῦ δρώμενα μηδένα τῷ Τιβερίῳ δηλοῦν. |
| 146 | ἄλλως οὖν αὐτὸν μετεπορεύετο, καὶ ὕπατόν τε αὐτὸν ἀπέδειξε καὶ κοινωνὸν τῶν φροντίδων ὠνόμαζε, Σιανός τε ὁ ἐμὸς πολλάκις ἐπαναλαμβάνων ἔλεγε, καὶ τοῦτο καὶ γράφων πρός τε τὴν βουλὴν καὶ πρὸς τὸν δῆμον ἐδήλου. τούτοις οὖν οἱ ἄνθρωποι ἀπατώμενοι καὶ πιστεύοντες χαλκοῦς τε αὐτοὺς ἁπανταχοῦ ἐκ τοῦ ἴσου ἵστασαν, κἀν ταῖς γραφαῖς συνέγραφον, δίφρους τε ἐπιχρύσους ἐς τὰ θέατρα ἀμφοῖν ἐσέφερον· καὶ τέλος ἐψηφίσθη ὑπάτους τέ σφας διὰ πέντε ἐτῶν ἅμα ἀποδείκνυσθαι, καὶ ἀπάντησιν, ὁπότε ἐς τὴν Ῥώμην ἐσίοιεν, ἀμφοτέροις ὁμοίως γίνεσθαι. καὶ τέλος καὶ ταῖς εἰκόσιν αὐτοῦ ὥσπερ καὶ ταῖς τοῦ Τιβερίου ἔθυον. καὶ τὰ μὲν περὶ τὸν Σιανὸν τοιαῦτ’ ἦν. τῶν δὲ ἄλλων πολλοὶ καὶ ὀνομαστοὶ ἐφθάρησαν, ὧν ἦν καὶ Γάιος Ῥοῦφος Γεμίνιος. ἀσεβείας γὰρ ἐς τὸν Τιβέριον ἐγκληθεὶς τὰς διαθήκας ἔς τε τὸ συνέδριον ἐσεκόμισε καὶ ἀνέγνω, δηλῶν ὅτι τὸν κλῆρον ἐξ ἴσου τοῖς τέκνοις καὶ ἐκείνῳ καταλελοιπὼς ἦν· καὶ μαλακίας αἰτιαθεὶς ἀπῆλθεν οἴκαδε πρὶν ψηφισθῆναί τι, καὶ μαθὼν τὸν ταμίαν ἐπὶ δικαιώσει αὐτοῦ παρόντα αὐτός τε ἑαυτὸν ἔτρωσε, καὶ ἐκείνῳ τὸ τραῦμα δείξας “ἀπάγγειλον” ἔφη “τῇ γερουσίᾳ ὅτι ἀνὴρ οὕτως ἀποθνήσκει”. καὶ ἡ γυνὴ δὲ αὐτοῦ Πουπλία Πρίσκα ἔγκλημά τι λαβοῦσα εἰσῆλθέ τε εἰς τὸ βουλευτήριον, κἀνταῦθα ἑαυτὴν ἐγχειριδίῳ τινί, ὃ λάθρᾳ ἐσεκεκομίκει, ἔσφαξεν. ὁ δὲ Σιανὸς τοσοῦτος ἦν τῇ ὑπεροχῇ τε τοῦ φρονήματος καὶ τῷ μεγέθει τῆς ἐξουσίας ὥστε συνελόντι εἰπεῖν αὐτὸν μὲν αὐτοκράτορα, τὸν δὲ Τιβέριον νησίαρχόν τινα εἶναι δοκεῖν διὰ τὸ ἐν τῇ νήσῳ τῇ λεγομένῃ Καπρίᾳ τὰς διατριβὰς ποιεῖσθαι. |
| 147 | σπουδαί τε καὶ ὠθισμοὶ περὶ τὰς θύρας αὐτοῦ ἐγίνοντο ἐκ τοῦ δεδιέναι μὴ μόνον μὴ οὐκ ὀφθῇ τις αὐτῷ, ἀλλὰ μὴ καὶ ἐν τοῖς ὑστάτοις φανῇ· πάντα γὰρ ἀκριβῶς, καὶ μάλιστα τὰ τῶν πρώτων, ἐτηρεῖτο καὶ τὰ ῥήματα καὶ τὰ νεύματα. οἱ μὲν γὰρ οἰκείᾳ ἀξιώσει προύχοντες οὔτε τὰ δεξιώματα παρά τινων πάνυ ἀπαιτοῦσι, κἂν ἄρα καὶ ἐκλειφθῇ τι αὐτῶν, οὐκ ἐγκαλοῦσί σφισιν, ἅτε καὶ ἑαυτοῖς συνειδότες ὅτι μὴ καταφρονοῦνται· οἱ δὲ ἐπακτῷ καλλωπίσματι χρώμενοι πάντα ἰσχυρῶς τὰ τοιαῦτα, ὡς καὶ εἰς τὴν τοῦ ἀξιώματός σφων πλήρωσιν ἀναγκαῖα, ἐπιζητοῦσι, κἂν μὴ τύχωσιν αὐτῶν, ἄχθονταί τε ὡς διαβαλλόμενοι καὶ ὀργίζονται ὡς ὑβριζόμενοι. καὶ διὰ τοῦτο μᾶλλον περὶ τοὺς τοιούτους ἢ περὶ αὐτοὺς ὡς εἰπεῖν τοὺς αὐτοκράτορας σπουδάζουσιν, ὅτι τοῖς μέν, κἂν πλημμεληθῇ τι, ἀρετὴν τὸ συγγνῶναί τῳ φέρει· τοῖς δὲ τοῦτο μὲν τὴν ἀσθένειάν σφων ἐλέγχειν δοκεῖ, τὸ δὲ ἐπεξελθεῖν καὶ τιμωρήσασθαι βεβαίωσιν τοῦ μέγα δύνασθαι ἔχειν νομίζεται. ἐν δέ τινι νουμηνίᾳ πάντων συνιόντων εἰς τὴν οἰκίαν τοῦ Σιανοῦ ἥ τε κλίνη ἡ ἐν τῷ δωματίῳ, ἐν ᾧ ἠσπάζετο, κειμένη πᾶσα ὑπὸ τοῦ ὄχλου τῶν ἱζησάντων συνετρίβη, καὶ προϊόντος αὐτοῦ ἐκ τῆς οἰκίας γαλῆ διὰ μέσων σφων διῇξεν. ἐπειδή τε καὶ ἐν τῷ Καπιτωλίῳ θύσας ἐς τὴν ἀγορὰν κατῄει, οἱ οἰκέται αὐτοῦ οἱ δορυφόροι διά τε τῆς ὁδοῦ τῆς ἐς τὸ δεσμωτήριον ἀγούσης ἐξετράποντο, μὴ δυνηθέντες αὐτῷ ὑπὸ τοῦ ὄχλου ἐπακολουθῆσαι, καὶ κατὰ τῶν ἀναβασμῶν καθ’ ὧν οἱ δικαιούμενοι ἐρριπτοῦντο κατιόντες ὤλισθον καὶ κατέπεσον. οἰωνιζομένου τε μετὰ τοῦτο αὐτοῦ τῶν μὲν αἰσίων ὀρνίθων ἐπεφάνη οὐδείς, κόρακες δὲ δὴ πολλοὶ περιιπτάμενοι καὶ περικρώξαντες αὐτὸν ἀπέπταντο ἀθρόοι πρὸς τὸ οἴκημα καὶ ὑπὲρ αὐτοῦ ἐκαθέζοντο. |
| 148 | τούτων οὖν τῶν τεράτων οὔθ’ ὁ Σιανὸς οὔτ’ ἄλλος τις ἐνθύμιον ἐποιήσατο· πρὸς γὰρ τὴν τῶν παρόντων ὄψιν οὐδ’ ἂν εἰ σαφῶς θεός τις προέλεγεν ὅτι τοσαύτη δι’ ὀλίγου μεταβολὴ γενήσοιτο, ἐπίστευσεν ἄν τις, τήν τε οὖν τύχην αὐτοῦ κατακορεῖς ὤμνυσαν, καὶ συνάρχοντα τοῦ Τιβερίου, οὐκ ἐς τὴν ὑπατείαν ἀλλ’ ἐς τὸ κράτος ὑποσημαίνοντες, ἐπεκάλουν. Τιβέριος δὲ ἠγνόει μὲν οὐδὲν ἔτι τῶν κατ’ αὐτόν, βουλευόμενος δὲ ὅντινα τρόπον αὐτὸν ἀποκτείνῃ, καὶ οὐχ εὑρίσκων ὅπως ἀσφαλῶς ἐκ τοῦ φανεροῦ τοῦτο ποιήσει, θαυμαστὸν δή τινα τρόπον καὶ αὐτῷ ἐκείνῳ καὶ τοῖς ἄλλοις, ὥστε τὴν γνώμην αὐτῶν ἀκριβῶς μαθεῖν, ἐχρήσατο. περί τε γὰρ ἑαυτοῦ πολλὰ καὶ ποικίλα καὶ τῷ Σιανῷ καὶ τῇ βουλῇ συνεχῶς ἐπέστελλε, νῦν μὲν λέγων [ὅτι] φλαύρως ἔχειν καὶ ὅσον οὐκ ἤδη τελευτήσειν, νῦν δὲ καὶ σφόδρα ὑγιαίνειν, καὶ αὐτίκα δὴ μάλα ἐς τὴν Ῥώμην ἀφίξεσθαι, καὶ τὸν Σιανὸν τοτὲ μὲν πάνυ ἐπῄνει, τοτὲ δὲ πάνυ καθῄρει, τῶν τε ἑταίρων αὐτοῦ τοὺς μὲν ἐτίμα δι’ ἐκεῖνον τοὺς δ’ ἠτίμαζεν. ὥστε ὁ Σιανὸς ἐν τῷ μέρει καὶ τοῦ ὑπερόγκου καὶ τοῦ ὑπερφόβου πληρούμενος ἀεὶ μετέωρος ἦν· οὔτε γὰρ δεδιέναι αὐτῷ καὶ διὰ τοῦτο καὶ νεοχμῶσαί τι ἐπῄει (καὶ γὰρ ἐτιμᾶτο), οὔτ’ αὖ θαρρεῖν καὶ ἀπ’ αὐτοῦ καὶ ἐπιτολμῆσαί τι (καὶ γὰρ ἐκολούετο). καὶ μέντοι καὶ οἱ λοιποὶ πάντες ἐναλλὰξ καὶ δι’ ὀλίγου τὰ ἐναντιώτατα ἀκούοντες, καὶ μήτε τὸν Σιανὸν θαυμάζειν ἔτι ἢ καὶ καταφρονεῖν ἔχοντες, ἔς τε τὸν Τιβέριον ὡς καὶ τεθνήξοντα ἢ καὶ ἥξοντα ὑποπτεύοντες, ἐν ἀμφιβόλῳ ἐγίγνοντο. Σιανὸν μὲν οὖν ταῦτά τε ἐτάραττε, καὶ πολλῷ μᾶλλον ὅτι ἐξ ἀνδριάντος τινὸς αὐτοῦ τὰ μὲν πρῶτα καπνὸς πολὺς ἀνέθορεν, ἔπειτα δὲ ἀφαιρεθείσης τῆς κεφαλῆς ὅπως τὸ γιγνόμενον ἴδωσιν, ὄφις μέγας ἀνεπήδησεν, ἑτέρας τε εὐθὺς ἀντεπιτεθείσης αὐτῷ, καὶ διὰ τοῦτ’ ἐκείνου τε θύσειν ἑαυτῷ μέλλοντος (τά τε γὰρ ἄλλα 〈καὶ〉 ἑαυτῷ ἔθυε) σχοινίον περὶ τὸν αὐχένα αὐτοῦ περικείμενον εὑρέθη. |
| 149 | ἐπ’ οὖν τούτοις ἔτι καὶ μᾶλλον αὐτοῦ κατεφρόνησαν, ὥστε καὶ φανερώτερον ἢ λανθάνειν καὶ ἐξίστασθαι αὐτὸν καὶ ἐγκαταλείπειν. μαθὼν οὖν ταῦτα ὁ Τιβέριος, καὶ θαρσήσας, ὡς καὶ τὸν δῆμον καὶ τὴν βουλὴν συμμάχους ἕξων, ἐπεχείρησεν αὐτῷ· καὶ προκαθεὶς λόγον ὅτι καὶ τὴν ἐξουσίαν αὐτῷ τὴν δημαρχικὴν δώσοι, ὅπως ἀπροσδόκητον αὐτὸν ὅτι μάλιστα λάβοι, ἐπέστειλε κατ’ αὐτοῦ τῷ συνεδρίῳ διὰ Ναιβίου Σερτωρίου Μάκρωνος, ἄρχειν τε αὐτὸν τῶν σωματοφυλάκων κρύφα προκαταστήσας, καὶ πάνθ’ ὅσα ἐχρῆν πραχθῆναι προδιδάξας. καὶ ὃς νύκτωρ ἐς τὴν Ῥώμην ὡς καὶ κατ’ ἄλλο τι ἐλθών, τά τε ἐπεσταλμένα αὐτῷ Μεμμίῳ τε Ῥηγούλῳ τῷ ὑπατεύοντι (ὁ γὰρ συνάρχων αὐτοῦ τὰ τοῦ Σιανοῦ ἐφρόνει) καὶ Γρακίνῳ Λάκωνι τῷ τῶν νυκτοφυλάκων ἄρχοντι ἐπεκοίνωσε. καὶ ἀναβὰς ἅμα [τε] τῇ ἕῳ ἐς τὸ παλάτιον (τῆς γὰρ βουλῆς ἕδρα ἐν τῷ Ἀπολλωνίῳ γενήσεσθαι ἔμελλε) τῷ τε Σιανῷ μήπω εἰσεληλυθότι περιέπεσε, καὶ ἰδὼν αὐτὸν ταραττόμενον ὅτι μηδὲν αὐτῷ ὁ Τιβέριος ἐπεστάλκει, παρεμυθήσατο εἰπὼν ἰδίᾳ καὶ ἐν ἀπορρήτῳ ὅτι τὴν ἐξουσίαν αὐτῷ τὴν δημαρχικὴν φέροι. καὶ ὁ μὲν περιχαρὴς ἐπὶ τούτῳ γενόμενος ἐς τὸ βουλευτήριον ἐσεπήδησε· Μάκρων δὲ τοὺς μὲν δορυφόρους τοὺς περί τε ἐκεῖνον καὶ τὸ συνέδριον ὄντας ἐς τὸ στρατόπεδον ἀπέπεμψε, τήν τε ἡγεμονίαν σφίσι τὴν ἑαυτοῦ ἐκφήνας καὶ γράμματα παρὰ τοῦ Τιβερίου γέρα τινὰ αὐτοῖς διδόντα φέρειν φήσας, τοὺς δὲ δὴ νυκτοφύλακας ἀντ’ αὐτῶν περὶ τὸν ναὸν περιστήσας, εἰσῆλθέ τε εἰς αὐτὸν καὶ τὴν ἐπιστολὴν τοῖς ὑπάτοις δοὺς ἐξῆλθε πρὶν καὶ ὁτιοῦν ἀναγνωσθῆναι, αὐτῷ τε τῷ Λάκωνι τἀνταῦθα φυλάττειν προστάξας αὐτὸς ἐς τὸ στρατόπεδον, μὴ καὶ νεωτερισθείη τι, ὥρμησε. |
| 150 | κἀν τούτῳ ἡ ἐπιστολὴ ἀνεγνώσθη. ἦν δὲ μακρά, καὶ οὐδὲν ἀθρόον κατὰ τοῦ Σιανοῦ εἶχεν, ἀλλὰ τὰ μὲν πρῶτα ἄλλο τι, εἶτα μέμψιν κατ’ αὐτοῦ βραχεῖαν, καὶ μετ’ αὐτὴν ἕτερόν τι, καὶ κατ’ ἐκείνου ἄλλο· καὶ ἐπὶ τελευτῆς δύο τε βουλευτὰς τῶν ᾠκειωμένων οἱ κολασθῆναι καὶ αὐτὸν ἐν φρουρᾷ γενέσθαι δεῖν ἔλεγεν. ἄντικρυς γὰρ ἀποθανεῖν αὐτὸν ὁ Τιβέριος οὐ προσέταξεν· ἐφοβήθη γὰρ μὴ ταραχή τις ἐκ τούτου γένηται. τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου, παρῆν δὲ καὶ ἀκοῦσαι ἐπ’ αὐτῇ καὶ ἰδεῖν πολλὰ καὶ ποικίλα. πρότερον μὲν γὰρ πρὶν ἀναγινώσκεσθαι αὐτήν, ἐπαίνους τε αὐτοῦ ἐποιοῦντο καὶ ἐπιβοήμασιν ἐχρῶντο, προλαμβάνοντες ὅσα ἤλπιζον· ἐπεὶ δ’ οὐδὲν τοιοῦτον εὑρίσκετο, ἀλλὰ καὶ πᾶν τοὐναντίον ἢ προσεδόκων ἤκουον, ἐν ἀπορίᾳ πολλῇ καὶ κατηφείᾳ ἐγίνοντο. καί τινες καὶ ἐξανέστησαν τῶν συγκαθημένων αὐτῷ. κἀκ τούτου καὶ στρατηγοὶ καὶ δήμαρχοι περιέσχον αὐτόν, ἵνα μὴ συνταράξῃ τι ἐκπηδήσας· ὅπερ πάντως ἂν ἐπεποιήκει, εἰ κατ’ ἀρχὰς ἀθρόῳ τινὶ ἀκούσματι ἐπέπληκτο. νῦν δὲ τό τε ἀεὶ ἀναγινωσκόμενον ὡς καὶ κοῦφον καὶ μόνον ὂν παρορῶν, καὶ μάλιστα μὲν μηδὲν ἄλλο, εἰ δὲ 〈μή〉, μήτοι γε καὶ ἀνήκεστόν τι ἐπεστάλθαι περὶ αὐτοῦ ἐλπίζων, διετρίβη καὶ κατὰ χώραν ἔμεινε. κἀν τούτῳ προσκαλεσαμένου αὐτὸν τοῦ Ῥηγούλου οὐχ ὑπήκουσεν, οὐχ ὅτι ὑπερεφρόνησεν (ἤδη γὰρ ἐτεταπείνωτο) ἀλλ’ ὅτι ἀήθης τοῦ προστάττεσθαι ἦν. |
| 151 | ὡς δὲ καὶ δεύτερον καὶ τρίτον ἐκεῖνος ἐμβοήσας αὐτῷ καὶ τὴν χεῖρα ἅμα ἐκτείνας εἶπε “Σιανέ, δεῦρο ἐλθέ,” ἐπηρώτησεν αὐτὸν αὐτὸ τοῦτο, “ἐμὲ καλεῖς;” ὀψὲ δ’ οὖν ἀναστάντι αὐτῷ καὶ ὁ Λάκων ἐπεισελθὼν προσέστη. καὶ τέλος διαναγνωσθείσης τῆς ἐπιστολῆς, πάντες ἀπὸ μιᾶς γλώττης κατεβόων αὐτοῦ καὶ δεινὰ ἔλεγον, οἱ μὲν ἠδικημένοι οἱ δὲ πεφοβημένοι, ἄλλοι τὴν φιλίαν τὴν πρὸς αὐτὸν ἐπηλυγαζόμενοι, ἄλλοι τῇ μεταβολῇ αὐτοῦ ἐπιχαίροντες. ὁ οὖν Ῥήγουλος ἐξήγαγέ τε αὐτὸν ἐκ τοῦ συνεδρίου καὶ ἐς τὸ δεσμωτήριον μετὰ τῶν λοιπῶν ἀρχόντων κατήγαγεν. ἔνθα δὴ καὶ μάλιστα ἄν τις τὴν ἀνθρωπίνην ἀσθένειαν κατεῖδεν, ὥστε μηδαμῇ μηδαμῶς φυσᾶσθαι. ὃν γὰρ τῇ ἕῳ πάντες ὡς καὶ κρείττω σφῶν ὄντα ἐς τὸ βουλευτήριον παρέπεμψαν, τοῦτον τότε ἐς τὸ οἴκημα ὡς μηδενὸς βελτίω κατέσυρον, τούτῳ τότε δεσμὰ περιέθεσαν· ὃν δὲ ἐδορυφόρουν ὡς δεσπότην, τοῦτον ἐφρούρουν ὡς δραπέτην καὶ ἀπεκάλυπτον ἐπικαλυπτόμενον. καὶ αὐτῷ ὁ δῆμος προσπίπτων πολλὰ μὲν ἐπὶ τοῖς ἀπολωλόσιν ὑπ’ αὐτοῦ ἐπεβόα, πολλὰ δὲ καὶ ἐπὶ τοῖς ἐλπισθεῖσιν ἐπέσκωπτε. τάς τε εἰκόνας αὐτοῦ πάσας κατέβαλλον καὶ κατέκοπτον καὶ κατέσυρον ὡς καὶ αὐτὸν ἐκεῖνον, αἰκιζόμενοι· καὶ οὕτω θεατὴς ὧν πείσεσθαι ἔμελλεν ἐγίγνετο. ὕστερον δ’ οὐ πολλῷ, ψήφῳ τῆς γερουσίας κατά τε τῶν ἀναβασμῶν ἐρρίφη, καὶ αὐτὸν ὁ ὅμιλος τρισὶν ὅλαις ἡμέραις ἐλυμήνατο, καὶ μετὰ τοῦτο ἐς τὸν ποταμὸν ἐνέβαλε. τά τε παιδία αὐτοῦ κατὰ δόγμα ἀπέθανε, τῆς κόρης, ἣν τῷ τοῦ Κλαυδίου υἱῷ ἐνεγγεγυήκει, προδιαφθαρείσης ὑπὸ τοῦ δημίου, ὡς οὐχ ὅσιον ὂν παρθενευομένην τινὰ ἐν τῷ δεσμωτηρίῳ διολέσθαι· θόρυβός τε πολὺς ἐν τῇ πόλει συνηνέχθη. |
| 152 | ὁ γὰρ δῆμος εἴ πού τινα τῶν μέγα παρὰ τῷ Σιανῷ δυνηθέντων καὶ δι’ αὐτὸν ὑβρισάντων κατεφώρα, ἐφόνευε· καὶ οἱ στρατιῶται ἀγανακτοῦντες ὅτι αὐτοί τε ἐς τὴν τοῦ Σιανοῦ εὔνοιαν ὑπωπτεύθησαν καὶ οἱ νυκτοφύλακές σφων ἐς τὴν τοῦ αὐτοκράτορος πίστιν προετιμήθησαν, ἐμπρήσεις τε καὶ ἁρπαγὰς ἐποιοῦντο· ἡ μέντοι βουλὴ ἐψηφίσατο Ἐλευθερίας ἄγαλμα ἐς τὴν ἀγορὰν ἀνατεθῆναι, καὶ τὴν ἡμέραν ἐν ᾗ ἐτελεύτησε καὶ ἵππων ἀγῶσι καὶ θηρίων σφαγαῖς ἐτησίοις ἀγάλλεσθαι, ὃ οὐδέποτε ἐπεποίητο, καὶ μήτε τιμὰς μηδενὶ ὑπερόγκους δίδοσθαι μήτε τοὺς ὅρκους ἐπ’ ἄλλου τινὸς πλὴν τοῦ αὐτοκράτορος ποιεῖσθαι. ταῦτα δὲ οὕτω ψηφισάμενοι καὶ τὸν Μάκρωνα καὶ τὸν Λάκωνα κολακεύειν οὐ πολλῷ ὕστερον ἤρξαντο· οὐ μέντοι καὶ ἐκεῖνοι ἐδέχοντο τὰς τιμάς· τὸ γὰρ παράδειγμά σφας ὑπόγυιον ὂν ἐθορύβει. ὁ δὲ δὴ Τιβέριος πρόφασιν τὰ Σιανὰ ἐγκλήματα ποιησάμενος πολλοὺς πάνυ ἀπώλλυε, τοὺς μὲν δημίων χερσὶ παραδιδοὺς τοὺς δὲ καὶ αὐτόχειρας ἑαυτῶν γίνεσθαι ἀναγκάζων· ἤρκει δὲ καὶ μόνον πρὸς κατηγορίαν τινὸς τὸ τοῦ Σιανοῦ φίλον ἢ γενέσθαι ἢ δόξαι, ὥσπερ οὐ καὶ αὐτοῦ Τιβερίου φιλήσαντος αὐτὸν καὶ δι’ ἐκεῖνον καὶ τῶν ἄλλων οὕτω σπουδασάντων. ὡς δ’ οὖν ἐν τηλικαύτῃ ὠμότητι ἔδοξέ τι καὶ φιλανθρωπεύσασθαι, ὅτι Κασιανοῦ ἐφείσατο Λουκίου τε Σιανοῦ στρατηγοῦ καὶ Μάρκου Τερεντίου ἱππέως. ὁ μὲν γὰρ Σιανὸς ἔν τινι θέᾳ τά τε ἄλλα πάντα διὰ φαλακρῶν ἕωθεν μέχρι νυκτὸς ἐπὶ τῇ τοῦ Τιβερίου χλευασίᾳ ἐποίησεν (ἦν γὰρ φαλακρὸς ὁ Τιβέριος) καὶ φῶς τοῖς ἀπιοῦσιν ἐκ τοῦ θεάτρου διὰ πεντακισχιλίων παίδων ἀπεξυρημένων παρέσχε. τοσοῦτον γὰρ ἐδέησε δι’ ὀργῆς αὐτῷ γενέσθαι ὥστ’ οὐδὲ προσεποιήσατο τὴν ἀρχὴν ὅτι περὶ αὐτῶν ἠκηκόει, καίπερ Σιανῶν ἐξ ἐκείνου πάντων τῶν φαλακρῶν ὀνομασθέντων. |
| 153 | ὁ δὲ δὴ Τερέντιος ἐπὶ τῇ τοῦ Σιανοῦ φιλίᾳ κρινόμενος οὐχ ὅσον οὐκ ἠρνήσατο, ἀλλὰ καὶ ἔφη καὶ σπουδάσαι μάλιστα αὐτὸν καὶ θεραπεῦσαι, ἐπειδὴ καὶ ὑπ’ αὐτοῦ τοῦ Τιβερίου οὕτως ἐτιμᾶτο, “ὥστ’ εἰ μὲν ἐκεῖνος ὀρθῶς” εἶπεν “ἐποίει τοιούτῳ φίλῳ χρώμενος, οὐδὲ ἐγώ τι ἠδίκηκα· εἰ δ’ ὁ αὐτοκράτωρ ὁ πάντα ἀκριβῶς εἰδὼς ἐπλανήθη, τί θαυμαστὸν εἰ καὶ ἐγὼ αὐτῷ συνεξηπατήθην; καὶ γάρ τοι προσήκει ἡμῖν πάντας τοὺς ὑπ’ αὐτοῦ τιμωμένους ἀγαπᾶν, μὴ πολυπραγμονοῦσιν ὁποῖοί τινές εἰσιν, ἀλλ’ ἕνα ὅρον τῆς φιλίας σφῶν ποιουμένους τὸ τῷ αὐτοκράτορι αὐτοὺς ἀρέσκειν.” οὐ γὰρ ὅτι ἀφῆκεν αὐτὸν ἡ βουλή, ἀλλὰ καὶ τοῖς κατηγορήσασιν αὐτοῦ προετίμησεν, οἷς καὶ ὁ Τιβέριος συγκατέθετο. καὶ ἐπὶ τούτῳ μὲν ἐπῃνεῖτο, καὶ μάλιστα ὅτι τοὺς ἐπιβοητοτάτους τῶν τὰς κατηγορίας ποιουμένων ἀποθανεῖν ἐν μιᾷ ἡμέρᾳ ἐκέλευσεν. ἐκ δὲ δὴ τῶν ἐρώτων, οἷς ἀνέδην καὶ τῶν εὐγενεστάτων καὶ ἀρρένων καὶ θηλειῶν ὁμοίως ἐχρῆτο, διεβάλλετο· ὧν ἑνὸς δεῖγμα ἐρῶ. Μάρκος Σέξτος ἦν φίλος αὐτοῦ τοσοῦτον καὶ πλουτήσας καὶ δυνηθεὶς ὥστ’, ἐπειδὴ γείτονί τινι ὠργίσθη, δειπνίσαι τε αὐτὸν ἐπὶ δύο ἡμέρας, καὶ τῇ μὲν προτεραίᾳ τὴν ἔπαυλιν αὐτοῦ πᾶσαν κατασκάψαι, τῇ δ’ ὑστεραίᾳ ἐπί τε τὸ μεῖζον καὶ ἐπὶ τὸ λαμπρότερον αὐτὴν ἀνοικοδομῆσαι, ἀγνοοῦντί τε αὐτῷ τοὺς ταῦτα πεποιηκότας ἑκάτερον ὁμολογῆσαι, καὶ παραδείξαντα εἰπεῖν ὅτι “οὕτω καὶ ἀμύνεσθαί τινα καὶ ἀμείβεσθαι καὶ οἶδα καὶ δύναμαι”· οὗτος οὖν τὴν θυγατέρα εὐπρεπῆ οὖσαν ὑπεκπέμψας ποι, ἵνα μὴ ὁ Τιβέριος αὐτὴν αἰσχύνῃ, αἰτίαν ἔσχεν ὡς συνὼν αὐτῇ, καὶ διὰ τοῦτο συναπώλετο. |
| 154 | ἦν δὲ τῷ Τιβερίῳ ἔκγονος μὲν τοῦ Δρούσου παῖς ὁ Τιβέριος ἔτι παιδίον τὴν ἡλικίαν, προσήκων δὲ ἄλλος ὁ τοῦ Γερμανικοῦ παῖς ὁ Γάιος, ᾧ καὶ ὡς μοναρχήσοντι προσεῖχεν, ἅτε ἀκριβῶς καὶ τὰ κατ’ ἀμφοτέρους εἰδώς. λέγεται γὰρ εἰπεῖν ποτε τῷ Γαΐῳ διαφερομένῳ πρὸς τὸν Τιβέριον ὅτι “σύ τε τοῦτον ἀποκτενεῖς καὶ σὲ ἄλλοι”· ἀλλ’ οὔτε ἕτερόν τινα μᾶλλον προσήκοντα ἔχων, καὶ ἐκεῖνον κάκιστον εἰδὼς ἐσόμενον, ἀσμένως, ὥς φασι, τὴν ἀρχὴν αὐτῷ ἔδωκεν, ὅπως τά τε ἑαυτοῦ τῇ τοῦ Γαΐου ὑπερβολῇ συγκρυφθῇ, καὶ τὸ πλεῖον τό τε εὐγενέστατον τῆς λοιπῆς βουλῆς καὶ μετ’ αὐτὸν φθαρῇ. λέγεται γοῦν πολλάκις ἀναφθέγξασθαι τοῦτο δὴ τὸ ἀρχαῖον “ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί,” πολλάκις δὲ καὶ τὸν Πρίαμον μακαρίσαι ὅτι ἄρδην καὶ μετὰ τῆς πατρίδος καὶ μετὰ τῆς βασιλείας ἀπώλετο. καὶ τεκμαίρονταί γε ἀληθῆ ταῦτα περὶ αὐτοῦ γεγράφθαι τοῖς τότε γενομένοις. τοσοῦτο γὰρ πλῆθος τῶν τε ἄλλων καὶ τῶν βουλευτῶν ἐξώλετο ὥστε τοὺς ἄρχοντας τοὺς κληρωτοὺς τοὺς μὲν ἐστρατηγηκότας ἐπὶ τρία τοὺς δὲ ὑπατευκότας ἐπὶ ἓξ ἔτη τὰς ἡγεμονίας τῶν ἐθνῶν ἀπορίᾳ τῶν διαδεξομένων αὐτοὺς σχεῖν. ἐν δ’ οὖν τοῖς τότε ἀποθανοῦσι καὶ Γάλλος ἐγένετο· τότε γὰρ αὐτῷ μόλις, ὡς αὐτὸς εἶπε, κατηλλάγη. οὕτω που παρὰ τὸ νομιζόμενον καὶ τὴν ζωὴν τιμωρίαν τισὶ καὶ τὸν θάνατον εὐεργεσίαν ἐποίει. καὶ Μάρκος γοῦν Αἰμίλιος Σκαῦρος μηδὲν ἀδικήσας ἑάλω διὰ τραγῳδίαν καὶ παθήματι δεινοτέρῳ οὗ συνέγραψε, περιέπεσεν. Ἀτρεὺς μὲν τὸ ποίημα ἦν, παρῄνει δὲ τῶν ἀρχομένων τινὶ ὑπ’ αὐτοῦ, κατὰ τὸν Εὐριπίδην, ἵνα τὴν τοῦ κρατοῦντος ἀβουλίαν φέρῃ. |
| 155 | μαθὼν οὖν τοῦτο ὁ Τιβέριος ἐφ’ ἑαυτῷ τε τὸ ἔπος εἰρῆσθαι ἔφη, Ἀτρεὺς εἶναι διὰ τὴν μιαιφονίαν προσποιησάμενος, καὶ ὑπειπὼν ὅτι “καὶ ἐγὼ οὖν Αἴαντα αὐτὸν ποιήσω”, ἀνάγκην αὐτῷ προσήγαγεν αὐτοεντεὶ ἀπολέσθαι. οὐ μὴν καὶ ἐπὶ τούτῳ κατηγορήθη, ἀλλ’ ὡς τὴν Λιουίλλαν μεμοιχευκώς· πολλοὶ γὰρ δὴ καὶ ἄλλοι δι’ αὐτὴν ἐκολάσθησαν· εἰ δέ τι καὶ τὰ Αἰγύπτια πρὸς τοὺς Ῥωμαίους προσήκει, ὁ φοῖνιξ ἐκείνῳ τῷ ἔτει ὤφθη· καὶ ἔδοξε τὸν θάνατον τῷ Τιβερίῳ προσημαίνειν. ἐν γὰρ τῷ ἑξῆς ἔτει ἐνόσησε μὲν χαλεπῶς, δείσας δὲ ὁ Γάιος μὴ ἄρα ἀνασωθῇ, οὔτε ἐμφαγεῖν τι αἰτήσαντι αὐτῷ ὡς καὶ βλαβησομένῳ ἔδωκε, καὶ ἱμάτια πολλὰ καὶ παχέα ὡς καὶ θερμασίας τινὸς δεομένῳ προσέβαλε, καὶ οὕτως ἀπέπνιξεν αὐτόν, συναραμένου πῃ αὐτῷ καὶ τοῦ Μάκρωνος· ἅτε γὰρ κακῶς ἤδη τοῦ Τιβερίου νοσοῦντος τὸν νεανίσκον ἐθεράπευε, καὶ μάλισθ’ ὅτι ἐς ἔρωτα αὐτὸν τῆς ἑαυτοῦ γυναικὸς Ἐννίας Θρασύλης ὑπῆκτο. ὅπερ καὶ ὁ Τιβέριος ὑποπτεύσας ποτὲ “εὖ γε” ἔφη “τὸν δυόμενον ἐγκαταλιπὼν πρὸς τὸν ἀνατέλλοντα ἐπείγῃ.” Τιβέριος μὲν δὴ πλείστας μὲν ἀρετὰς πλείστας δὲ κακίας ἔχων, καὶ ἑκατέραις αὐταῖς ὡς καὶ μόναις κεχρημένος, οὕτω μετήλλαξεν. ἐβίω δὲ ἑπτὰ καὶ ἑβδομήκοντα ἔτη καὶ μῆνας τέσσαρας καὶ ἡμέρας ἐννέα, ἀφ’ ὧν ἐμονάρχησεν ἔτη δύο καὶ εἴκοσι μῆνάς τε ἑπτὰ καὶ ἡμέρας ἑπτά. καὶ δημοσίας ταφῆς ἔτυχε καὶ ἐπῃνέθη ὑπὸ τοῦ Γαΐου. ΓΑΙΟΣ ΚΑΛΛΙΓΟΛΑΣ. |
| 156 (8t) | Γάιος δὲ τὴν δυναστείαν παραλαβὼν τάς τε διαθήκας τοῦ Τιβερίου ἐς τὸ συνέδριον πέμψας ἀκύρους ἐποίησεν, ὡς καὶ παραφρονήσαντος αὐτοῦ, ὅτι τὸν ἔγγονον αὐτοῦ τὸν Τιβέριον ἐν αὐταῖς παῖδα κομιδῇ ὄντα, ᾧ μηδὲ εἰσελθεῖν ἐς τὸ βουλευτήριον ἐξῆν, αὐτοκράτορα σὺν αὐτῷ ἀπέδειξε· κἀκεῖνον μετ’ ὀλίγον ἀπέκτεινε. τοὺς δὲ ὀρχηστὰς ἐπαναγαγών, καὶ ἔς τε τούτους καὶ τοὺς ἵππους τούς τε μονομάχους καὶ τἄλλα τὰ τοιουτότροπα ἀπλήστως δαπανῶν τοὺς θησαυροὺς μεγάλους γενομένους διὰ βραχυτάτου ἐξεκένωσε. πέντε γοῦν μυριάδας μυριάδων καὶ ἑπτακοσίας καὶ ἑπτακισχιλίας τεθησαυρισμένας εὑρὼν οὐδὲ ἐς τὸ τρίτον ἔτος μέρος ἀπ’ αὐτῶν διέσωσεν. μοιχικώτατός τε ἀνδρῶν γεγενημένος, καὶ γυναῖκα μίαν μὲν ἐκδεδομένην ἀνδρὶ ἁρπάσας, ἄλλας δὲ συνοικούσας τισὶν ἀποσπάσας, ἔπειτα αὐτὰς πλὴν μιᾶς ἁπάσας ἐμίσησε· πάντως δ’ ἂν καὶ ἐκείνην ἤχθηρεν, εἰ ἐπὶ πλεῖον ἐβεβιώκει. ἀνοσιώτατος δὲ ἀνθρώπων καὶ περὶ τὴν τηθὴν καὶ περὶ τὰς ἀδελφὰς ἐγένετο· κἀκείνην γὰρ ἐπιτιμήσασάν τι αὐτῷ ἐς ἀνάγκην ἑκουσίου θανάτου κατέστησε, καὶ τὰς ἀδελφὰς πάσας διαφθείρας ἐς νῆσον τὰς δύο κατέκλεισεν· ἡ γὰρ τρίτη προαπέθανε. τοσαύτης δὲ ἀνωμαλίας πεπλήρωτο, καὶ μετὰ τηλικαύτης τῆς ἐμπληξίας τοῖς πράγμασι προσεφέρετο, ὥστε μηδένα μήθ’ ὅ,τι εἰπεῖν μήθ’ ὅ, τι ποιῆσαι χρὴ πρὸς αὐτὸν εἰδέναι, ἀλλ’ ὅσοι τι καὶ κατώρθωσαν, ἐκ συντυχίας μᾶλλον ἢ γνώμης τυχεῖν αὐτοῦ· πλήθει τε γὰρ ἀνθρώπων καὶ ἐρημίᾳ αὖ ἔχαιρεν, αἰτούμενός τέ τι καὶ μὴ αἰτούμενος ὠργίζετο. |
| 157 | ὀξύτατά τε πρὸς πράξεις τινὰς ἐφέρετο, καὶ νωθέστατα ἔστιν ἃ αὐτῶν μετεχειρίζετο. τά τε χρήματα καὶ ἀφειδέστατα ἀνήλισκε καὶ ῥυπαρώτατα ἠργυρολόγει, τοῖς τε θωπεύουσιν αὐτὸν καὶ τοῖς παρρησιαζομένοις τι καὶ ἤχθετο ὁμοίως καὶ ἥδετο. καὶ πολλοὺς μὲν μεγάλα ἀδικήσαντας οὐκ ἐκόλασε, πολλοὺς δὲ καὶ μηδὲν ἀδικήσαντας ἀπέσφαξε. τῶν τε ἑταίρων τοὺς μὲν ὑπερεκολάκευσε τοὺς δὲ ὑπερύβριζε. τοιούτῳ μὲν τότε αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν, ὥστε τὰ τοῦ Τιβερίου ἔργα, καὶ χαλεπώτατα δόξαντα γεγονέναι, τοσοῦτον παρὰ τὰ Γαΐου ὅσον τὰ τοῦ Αὐγούστου παρ’ ἐκεῖνα παρενεγκεῖν. τὸ μὲν οὖν πρῶτον οὕτως ἐδεδούλωτο καὶ τοῖς ὀρχησταῖς καὶ τοῖς ἄλλοις τοῖς περὶ τὴν σκηνὴν ἔχουσιν ὡς καὶ τὸν Ἀπελλῆν τὸν εὐδοκιμώτατον τῶν τότε τραγῳδῶν καὶ δημοσίᾳ αὐτῷ συνόντα ἔχειν. προϊόντος δὲ δὴ τοῦ χρόνου καὶ ἐς ζήλωμα καὶ ἐς ἀγώνισμα πολλῶν προῆλθεν· ἅρματά τε γὰρ ἤλασε καὶ ἐμονομάχησεν, ὀρχήσει τε ἐχρήσατο καὶ τραγῳδίαν ὑπεκρίνατο. ἅπαξ δέ ποτε τοὺς πρώτους τῆς γερουσίας σπουδῇ νυκτὸς ὡς καὶ ἐπ’ ἀναγκαῖόν τι βούλευμα μεταπεμψάμενος ὠρχήσατο. κατ’ ἀρχὰς μὲν οὖν πάνυ μετρίως διειλέχθη τῇ γερουσίᾳ· τήν τε γὰρ ἀρχὴν κοινώσειν σφίσιν ὑπέσχετο, καὶ υἱὸς καὶ τρόφιμος αὐτῶν λέγων εἶναι. ἦγε δὲ πέμπτον καὶ εἰκοστὸν ἔτος, ἡμερῶν τεσσάρων καὶ μηνῶν πέντε ἀποδέον. ἔπειτα τοὺς ἐν τῷ δεσμωτηρίῳ ὄντας ἀπέλυσεν, ὧν εἷς ἦν Κύιντος Πομπώνιος ἑπτὰ ὅλοις ἔτεσιν ἐν τῷ οἰκήματι μεθ’ ὑπατείαν κακωθείς· ἦρξε δὲ τὴν ὕπατον ἀρχὴν τὸν Κλαύδιον τὸν θεῖον προσλαβών· οὗτος γὰρ ἔν τε τοῖς ἱππεῦσι μέχρι τότε ἐξεταζόμενος, καὶ πρεσβευτὴς πρὸς τὸν Γάιον μετὰ τὸν τοῦ Τιβερίου θάνατον ὑπὲρ τῆς ἱππάδος πεμφθείς, τότε πρῶτον, καίπερ ἓξ καὶ τεσσαράκοντα ἔτη βεβιωκώς, καὶ ὑπάτευσεν ἅμα καὶ ἐβασίλευσεν. |
| 158 | ὁ δ’ οὖν Γάιος ταῦτά τε ἐπιεικῶς ποιῆσαι ἔδοξε, καὶ τοιαῦτα ἐν τῷ βουλευτηρίῳ ἐδημηγόρησεν ὥστε τὴν γερουσίαν, φοβηθεῖσαν μὴ μεταβάληται, δόγμα ποιῆσαι κατ’ ἔτος αὐτὰ ἀναγινώσκεσθαι. θέαι τε παντοδαπαὶ ἐγένοντο καὶ ἄρκτους τετρακοσίας μεθ’ ἑτέρων Λιβυκῶν θηρίων ἴσων ἀπέκτεινε, καὶ τὸ ἅρμα τὸ πομπικὸν ἐφ’ οὗ ἤχθη ἓξ ἵπποι εἵλκυσαν· ὃ μηπώποτε ἐγεγόνει. τά τε προσκεφάλαια τοῖς βουλευταῖς, ὅπως μὴ ἐπὶ γυμνῶν τῶν σανίδων καθίζωνται, πρῶτον τότε ὑπετέθη· καὶ πίλους σφίσι τὸν Θετταλικὸν τρόπον ἐς τὰ θέατρα φορεῖν, ἵνα μὴ τῇ ἡλιάσει ταλαιπωρῶνται, ἐπετράπη. καὶ εἴ γέ ποτε ἐς ὑπερβολὴν ἐπέφλεξε, τῷ διριβετωρίῳ ἀντὶ τοῦ θεάτρου ἰκριωμένῳ ἐχρῶντο. μετὰ δὲ τοῦτο νοσήσας αὐτὸς μὲν οὐκ ἀπέθανε, τὸν δὲ δὴ Τιβέριον τὸν τοῦ Τιβερίου ἔκγονον ἀνεχρήσατο, ἔγκλημα αὐτῷ ἐπαγαγὼν ὡς καὶ τελευτῆσαι αὐτὸν καὶ εὐξαμένῳ καὶ προσδοκήσαντι. ἀφ’ οὗ καὶ ἄλλους συχνοὺς ἐφόνευσε. Πούπλιος δὲ Ἀφράνιος Ποτῖτος δημότης τε ὢν καὶ ὑπὸ μωρᾶς κολακείας οὐ μόνον ἐθελοντὴς ἀλλὰ καὶ ἔνορκος, ἄν γε ὁ Γάιος σωθῇ, τελευτήσειν ὑποσχόμενος, Ἀτάνιός τέ τις Σεκοῦνδος ἱππεύς τε ὢν καὶ μονομαχήσειν ἐπαγγειλάμενος, ἀντὶ τῶν χρημάτων ἃ ἤλπιζον παρ’ αὐτοῦ ὡς καὶ ἀντίψυχοί οἱ ἀποθανεῖν ἐθελήσαντες λήψεσθαι, ἀποδοῦναι τὴν ὑπόσχεσιν ἠναγκάσθησαν, ἵνα μὴ ἐπιορκήσωσι. |
| 159 | καὶ τούτοις μὲν αὕτη αἰτία τοῦ θανάτου ἐγένετο· ὁ δὲ δὴ πενθερὸς αὐτοῦ Μάρκος Σιλανὸς οὔθ’ ὑποσχόμενός τι οὔτε κατομόσας, ἐπειδὴ βαρὺς αὐτῷ ὑπό τε τῆς ἀρετῆς καὶ ὑπὸ τῆς συγγενείας ἦν καὶ διὰ τοῦτο περιυβρίζετο, ἑαυτὸν κατεχρήσατο. ὁ μὲν γὰρ Τιβέριος οὕτως αὐτὸν ἐτίμησεν ὥστε μήτε ἔκκλητόν ποτε ἀπ’ αὐτοῦ δικάσασθαι ἐθελῆσαι, ἀλλ’ ἐκείνῳ πάντα αὖθις τὰ τοιαῦτα ἐγχειρίσαι. ὁ δὲ δὴ Γάιος τά τε ἄλλα προεπηλάκιζε, καὶ χρυσοῦν αὐτὸν πρόβατον ὠνόμαζεν, τήν τε θυγατέρα αὐτοῦ ἐκβαλὼν ἔγημε Κορνηλίαν Ὀρεστίναν, ἣν ἥρπασεν ἐν αὐτοῖς τοῖς γάμοις οὓς τῷ ἐγγεγυημένῳ αὐτὴν Γαΐῳ Καλπουρνίῳ Πίσωνι συνεώρταζε. πρὶν δὲ δύο μῆνας ἐξελθεῖν, ἀμφοτέρους σφᾶς ὡς καὶ συγγινομένους ἀλλήλοις ἐξώρισε· καὶ τῷ γε Πίσωνι δέκα δούλους ἐπάγεσθαι ἐπιτρέψας, εἶτ’ ἐπειδὴ πλείονας ᾐτήσατο, ἐφῆκεν ὅσοις ἂν ἐθελήσῃ χρήσασθαι, εἰπὼν ὅτι καὶ στρατιῶται τοσοῦτοι συνέσονται. ἔν τινι δὲ νουμηνίᾳ Μαχάων τις δοῦλος ἐπί τε τὴν κλίνην τοῦ Διὸς τοῦ Καπιτωλίου ἐπανέβη, κἀντεῦθεν πολλὰ καὶ δεινὰ ἀπομαντευσάμενος κυνίδιόν τέ τι ὃ ἐσενηνόχει ἀπέκτεινε καὶ ἑαυτὸν ἔσφαξεν. τῆς τε τοῦ αἵματος θέας ἀπλήστως ἔχων ὁ Γάιος πλείστους ὅσους ὁπλομαχεῖν ἐποίει. καὶ γὰρ καὶ καθ’ ἕνα καὶ ἀθρόους, ὥσπερ ἐν παρατάξει τινί, συνέβαλλέ σφας, ὥστε καὶ τῶν ἱππέων ποτὲ ἓξ καὶ εἴκοσιν ἐν μιᾷ ἡμέρᾳ σφαγῆναι. ὑπὸ δὲ δὴ τῆς αὐτῆς ὠμότητος ἐπιλιπόντων ποτὲ τῶν τοῖς θηρίοις ἐκ καταδίκης διδομένων, ἐκέλευσεν ἐκ τοῦ ὄχλου τοῦ τοῖς ἰκρίοις προσεστηκότος συναρπασθῆναί τινας καὶ παραβληθῆναί σφισι, καὶ ὅπως γε μήτ’ ἐπιβοήσασθαι μήτ’ αἰτιάσασθαί τι δυνηθῶσι, τὰς γλώσσας αὐτῶν προαπέτεμε. τῶν τε ἱππέων τινὰ τῶν ἐπιφανῶν μονομαχῆσαί τε ὡς καὶ ὑβρίσαντα τὴν μητέρα αὐτοῦ τὴν Ἀγριππῖναν ἠνάγκασε, καὶ νικήσαντα κατηγόροις παρέδωκε καὶ ἀπέσφαξε, τόν τε πατέρα αὐτοῦ μηδὲν ἀδικήσαντα ἔς τε γαλεάγραν, ὥσπερ καὶ ἄλλους συχνούς, καθεῖρξε κἀνταῦθα διέφθειρεν. |
| 160 | ἐποίησε δὲ τοὺς ἀγῶνας τούτους τὰ μὲν πρῶτα ἐν τοῖς σέπτοις, πᾶν τὸ χωρίον ἐκεῖνο διορύξας καὶ ὕδατος πληρώσας, ἵνα μίαν ναῦν ἐσαγάγῃ, ἔπειτα δὲ καὶ ἑτέρωθι, πλεῖστά τε καὶ μέγιστα οἰκοδομήματα καθελὼν καὶ ἰκρία πηξάμενος. τούτων τε οὖν ἕνεκα καὶ διὰ τὰς δαπάνας καὶ τοὺς φόνους στυγητὸς ἦν, καὶ ὅτι τὸν Μάκρωνα μετὰ τῆς Ἐννίας, μήτε τοῦ ταύτης ἔρωτος μήτε τῶν ἐκείνου εὐεργετημάτων μνησθείς, ἔς τε ἑκουσίου δὴ θανάτου ἀνάγκην καὶ ἐς αἰσχύνην, ἧς αὐτὸς τὸ πλεῖστον μετεῖχε, κατέστησε· προαγωγείας γὰρ ἔγκλημα αὐτῷ πρὸς τοῖς ἄλλοις ἐπήγαγεν. ἐφόνευε δὲ ὅτι πλείστους, ἄλλα μὲν αἰτιώμενος, τὸ δ’ ἀληθὲς διὰ τὰς οὐσίας, ἅτε χρημάτων δεόμενος οἵ τε γὰρ θησαυροὶ ἐξανάλωντο καὶ οὐδὲν αὐτῷ ἐξήρκει. διαλιπὼν δὲ ὀλίγας ἡμέρας ἔγημε Λολλίαν Παυλῖναν, αὐτὸν τὸν ἄνδρα αὐτῆς Μέμμιον Ῥήγουλον ἐγγυῆσαί οἱ τὴν γυναῖκα ἀναγκάσας, μὴ καὶ ἀνέγγυον αὐτὴν παρὰ τοὺς νόμους λάβῃ. καὶ εὐθύς γε καὶ ἐκείνην ἐξήλασε. πηλὸν δέ ποτε πολὺν ἐν στενωπῷ τινι ἰδὼν ἐκέλευσεν αὐτὸν ἐς τὸ τοῦ Οὐεσπασιανοῦ τοῦ Φλαβίου ἱμάτιον, ἀγορανομοῦντος τότε καὶ τῆς τῶν στενωπῶν καθαρειότητος ἐπιμελουμένου, ἐμβληθῆναι. καὶ τοῦτο οὕτω πραχθὲν παραχρῆμα μὲν ἐν οὐδενὶ λόγῳ ὤφθη, ὕστερον δὲ τοῦ Οὐεσπασιανοῦ τὰ πράγματα τεταραγμένα καὶ πεφυρμένα παραλαβόντος τε καὶ καταστησαμένου ἔδοξεν οὐκ ἀθεεὶ γεγονέναι, ἀλλ’ ἄντικρυς αὐτῷ τὴν πόλιν ὁ Γάιος πρὸς ἐπανόρθωσιν ἐγκεχειρικέναι. |
| 161 | πότε δὲ τοῦ δήμου βοήσαντος “νεανίσκε Αὔγουστε”, ὑβρισθῆναι νομίσας, πλείστους ὅσους ἀπέκτεινε, τοὺς μὲν μεταξὺ θεωμένους κατασπάσας, συχνοὺς δὲ καὶ ἀπαλλαττομένους ἐκ τοῦ θεάτρου συλλαβών. καὶ τοῦτο μὲν πολλάκις ἐποίει· ποτὲ δὲ παντὶ τῷ δήμῳ ἀπειλῶν ἔφη “εἴθε ἕνα αὐχένα εἴχετε”. ἐν δὲ θέᾳ τινὶ ἐπ’ αὐτοῦ ἄρκτοι πεντακόσιαι ἐν μιᾷ ἡμέρᾳ ἐσφάγησαν καὶ τῇ μετὰ ταύτην ἴσα Λιβυκὰ θηρία. σπουδάζων δέ, ὡς ἔφην, περὶ τοὺς ἡνιόχους τε καὶ τοὺς ἵππους, πολλοὺς τῶν ἀντιστασιωτῶν τοὺς μὲν φανερῶς τοὺς δὲ φαρμάκῳ διέφθειρεν. ἰσχυρῶς γὰρ τῷ τὴν βατραχίδα ἐνδύοντι καὶ διὰ τοῦτ’ ἀπὸ τοῦ χρώματος τῷ πρασίνῳ καλουμένῳ προσέκειτο, ὥστε καὶ νῦν ἔτι Γαϊανὸν ἐπ’ αὐτοῦ τὸ χωρίον ἐν ᾧ τὰ ἅρματα ἤσκει καλεῖσθαι. καὶ ἕνα γε τῶν ἵππων, ὃν Ἰγκίτατον ὠνόμαζε, καὶ ἐπὶ δεῖπνον ἐκάλει, χρυσᾶς τε αὐτῷ κριθὰς παρέβαλλε, καὶ οἶνον ἐν χρυσοῖς ἐκπώμασι προύπινε, τήν τε σωτηρίαν αὐτοῦ καὶ τὴν τύχην ὤμνυε καὶ προσυπισχνεῖτο καὶ ὕπατον αὐτὸν ἀποδείξειν. καὶ πάντως ἂν καὶ τοῦτ’ ἐπεποιήκει, εἰ πλείω χρόνον ἐζήκει. ἔν τινι δὲ ἐκκλησίᾳ λόγον εἰσήνεγκε, Τιβερίου μὲν ἔπαινον ἔχοντα, τῶν βουλευτῶν δὲ κατηγορίαν μακράν· εἶπε γάρ που πρὸς τοῖς ἄλλοις καὶ ταῦτα “ἀλλ’ ὑμεῖς καὶ ἐκεῖνον ἐμπλήκτως μετεχειρίσασθε, καὶ τὸν Σιανὸν φυσήσαντες καὶ διαφθείραντες ἀπεκτείνατε, ὥστε δεῖ καὶ ἐμὲ μηδὲν χρηστὸν παρ’ ὑμῶν προσδέχεσθαι.” τοιαῦτα ἄττα εἰπὼν αὐτὸν τὸν Τιβέριον τῷ λόγῳ παρήγαγε, λέγοντά οἱ ὅτι καὶ καλῶς καὶ ἀληθῶς ταῦτα πάντα εἴρηκας, καὶ διὰ τοῦτο μήτε φιλήσῃς τινὰ αὐτῶν μήτε φείσῃ τινός. πάντες γὰρ μισοῦσί σε καὶ πάντες ἀποθανεῖν εὔχονται· οὐδεὶς γὰρ ἀνθρώπων ἑκὼν ἄρχεται, ἀλλ’ ἐφ’ ὅσον μὲν φοβεῖται, θεραπεύει τὸν ἰσχυρότερον, ὅταν δὲ δὴ θαρσήσῃ, τιμωρεῖται τὸν ἀσθενέστερον. |
| 162 | ταῦτ’ εἰπών, ἐκ τοῦ βουλευτηρίου ἐξεπήδησεν, ἔς τε τὸ προάστειον αὐθημερὸν ἐξώρμησεν· ἡ δὲ γερουσία τότε μὲν ὑπ’ ἐκπλήξεως καὶ ὑπὸ δέους οὐδὲ φθέγξασθαι ἠδυνήθησαν· τῇ δ’ ὑστεραίᾳ αὖθις ἀθροισθέντες ἐπαίνους τε αὐτοῦ πολλοὺς ἐποιήσαντο, χάριν αὐτῷ μεγάλην ἔχοντες ὅτι μὴ προσαπώλοντο· καὶ τῇ φιλανθρωπίᾳ αὐτοῦ βουθυτεῖν κατ’ ἔτος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ταῦτα ἀνεγνώκει ἐψηφίσαντο. καὶ μετὰ τοῦτο κατὰ πᾶσαν ὡς εἰπεῖν ἀφορμὴν πάντως τι αὐτῷ προσετίθεσαν. Γάιος δὲ τούτων μὲν οὐδὲν προετίμησε, τὰ δὲ τῆς θαλάττης τρόπον τινὰ διιππεῦσαι ἐπεθύμησε, γεφυρώσας τὸ μεταξὺ τῶν τε Πουτεόλων καὶ τῶν Βαύλων. τὸ γὰρ χωρίον τοῦτο κατ’ ἀντιπέραν τῆς πόλεώς ἐστι, διέχον αὐτῆς σταδίους ἓξ καὶ εἴκοσι. πλοῖα δὲ ἐς τὴν γέφυραν τὰ μὲν ἠθροίσθη τὰ δὲ κατεσκευάσθη· οὐ γὰρ ἐξήρκεσε τὰ συλλεγέντα. ἐζεύχθη δὲ οὐχ ἁπλῶς δίοδός τις, ἀλλὰ καὶ ἀνάπαυλαι ἐν αὐτῇ καὶ καταλύσεις, ὥστε καὶ ὕδωρ αὐτὰς πότιμον ἐπίρρυτον ἔχειν, ἐποιήθησαν. ἐπειδὴ δὲ ἕτοιμα ἦν, τόν τε θώρακα τοῦ Ἀλεξάνδρου, ὡς ἔλεγε, καὶ ἐπ’ αὐτῷ χλαμύδα σηρικὴν ἁλουργῆ πολὺ μὲν χρυσίον πολλοὺς δὲ καὶ λίθους Ἰνδικοὺς ἔχουσαν ἐπενέδυ, ξίφος τε παρεζώσατο καὶ ἀσπίδα ἔλαβε καὶ δρυῒ ἐστεφάνωτο. κἀκ τούτου τῷ τε Ποσειδῶνι Φθόνῳ τε θύσας, μὴ καὶ βασκανία τις αὐτῷ, ὡς ἔφασκε, γένηται, ἔς τε τὸ ζεῦγμα ἀπὸ τῶν Βαύλων ἐσέβαλε, παμπληθεῖς καὶ ἱππέας καὶ πεζοὺς ὡπλισμένους ἐπαγόμενος, καὶ σπουδῇ καθάπερ ἐπὶ πολεμίους τινὰς ἐς τὴν πόλιν ἐσέπλευσε. |
| 163 | κἀνταῦθα τῆς ὑστεραίας ἀναπαυσάμενος ὥσπερ ἐκ μάχης, ἀνεκομίσθη διὰ τῆς αὐτῆς γεφύρας ἐφ’ ἅρματος, χιτῶνα χρυσόπαστον ἐνδύς· ἦγον δὲ αὐτὸν ἀθληταὶ ἵπποι ἀξιονικότατοι. καὶ ἄλλα τε αὐτῷ πολλὰ ὡς καὶ λάφυρα συνηκολούθει, καὶ Δαρεῖος ἀνὴρ Ἀρσακίδης, ἐν τοῖς ὁμηρεύουσι τότε τῶν Πάρθων ὤν· καὶ ἔδει γὰρ αὐτόν, οἷα ἔν τε στρατείᾳ τοιαύτῃ καὶ ἐπὶ νίκῃ τηλικαύτῃ, καὶ δημηγορῆσαί τι, ἀνέβη τε ἐπὶ βῆμα ἐπὶ πλοίων καὶ αὐτὸ κατὰ μέσην που τὴν γέφυραν πεποιημένον, καὶ πρῶτα μὲν ἑαυτὸν ὡς καὶ μεγάλων τινῶν ἔργων ἐπιχειρητὴν ἀπεσέμνυνεν, ἔπειτα δὲ τοὺς στρατιώτας ὡς καὶ πεπονηκότας καὶ κεκινδυνευκότας ἐπῄνεσεν, ἄλλα τε καὶ αὐτὸ τοῦτο εἰπών, ὅτι πεζῇ διὰ τῆς θαλάσσης διέδραμον. καὶ μετὰ τοῦτ’ αὐτός τε ἐπὶ τῆς γεφύρας, ὥσπερ ἐν νήσῳ τινί, καὶ ἐκεῖνοι ἐν ἑτέροις πλοίοις περιορμοῦντες, τό τε λοιπὸν τῆς ἡμέρας καὶ τὴν νύκτα πᾶσαν εἱστιάθησαν, πολλοῦ μὲν αὐτόθεν φωτὸς πολλοῦ δὲ ἐκ τῶν ὀρῶν ἐπιλάμψαντός σφισι. τοῦ γὰρ χωρίου μηνοειδοῦς ὄντος πῦρ πανταχόθεν, καθάπερ ἐν θεάτρῳ τινί, ἐδείχθη. ὑπερκορὴς δὲ σίτου καὶ μέθης γενόμενος, συχνοὺς μὲν τῶν ἑταίρων ἐς τὴν θάλασσαν ἀπὸ τῆς γεφύρας ἔρριψε, συχνοὺς δὲ καὶ τῶν ἄλλων ἐν πλοίοις ἐμβόλους ἔχουσι περιπλεύσας κατέδυσεν, ὥστε καὶ ἀπολέσθαι τινάς· οἱ γὰρ πλείους καίπερ μεθύοντες ἐσώθησαν. αἴτιον δὲ ὅτι καὶ λειοτάτη καὶ στασιμωτάτη ἡ θάλασσα ἐγεγόνει. καί τι καὶ ἀπὸ τούτων ὠγκώθη, λέγων ὅτι καὶ ὁ Ποσειδῶν αὐτὸν ἐφοβήθη, ἐπεὶ ἔς γε τὸν Δαρεῖον καὶ τὸν Ξέρξην οὐδὲν ὅ,τι οὐκ ἀπέσκωπτεν, ὡς καὶ πολλαπλάσιον αὐτῶν μέτρον τῆς θαλάσσης ζεύξας. ὧν δὲ ἀπέκτεινεν ἐπιφανῶν ἀνδρῶν πολὺ μὲν ἔργον ἀριθμῆσαι καὶ τὰ ὀνόματα, ῥητέον δὲ ὅμως ὀλίγους τινάς, ἐξ ὧν καὶ μάλιστα δειχθήσεται ἡ τοῦ Γαΐου μανία. |
| 164 | Ἰούνιος Πρίσκος στρατηγὸς ᾐτιάθη μὲν ἐπ’ ἄλλοις τισίν, ἀπέθανε δὲ ὡς πλούσιος. καὶ ἐπ’ αὐτῷ ὁ Γάιος, μαθὼν ὅτι οὐδὲν ἄξιον τοῦ θανάτου ἐκέκτητο, θαυμαστὸν λόγον ἐφθέγξατο, εἰπὼν “ἠπάτησέ με καὶ μάτην ἀπώλετο· ζῆν γὰρ ἠδύνατο.” Δομίτιος δὲ ὁ Ἆφρος καὶ κινδύνῳ παραδόξῳ καὶ σωτηρίᾳ θαυμασιωτέρᾳ ἐχρήσατο. ἡ μὲν γὰρ Ἀγριππῖνα ἡ τοῦ Γαΐου μήτηρ συναντήσασά ποτε αὐτῷ ἐπὶ τοῦ Τιβερίου, καὶ μαθοῦσα ὅτι ἐξέστη τῆς ὁδοῦ δι’ αἰσχύνην, ὅτι γυναικός τινος αὐτῇ προσηκούσης κατηγορήκει, προσεκαλέσατό τε αὐτὸν καὶ ἔφη “θάρρει, Δομίτιε· οὐ γὰρ σύ μοι αἴτιος εἶ, ἀλλ’ Ἀγαμέμνων.” τότε δὲ ἐπειδὴ εἰκόνα τινὰ τοῦ Γαΐου στήσας ἐπίγραμμα αὐτῇ ἐπέγραψε δηλῶν ὅτι ἕβδομον καὶ εἰκοστὸν ἔτος ἄγων δεύτερον ὑπατεύοι, ἠγανάκτησεν ὡς καὶ προφέροντος αὐτοῦ τὸ μειρακιῶδες καὶ τὸ παράνομον, καὶ εὐθὺς ἐπὶ τούτῳ, ἐφ’ ᾧ καὶ τιμηθήσεσθαι προσεδόκησεν, ἔς τε τὸ συνέδριον αὐτὸν ἐσήγαγε καὶ λόγον κατ’ αὐτοῦ μακρὸν ἀνέγνω· ἄλλως τε γὰρ προέχειν ἁπάντων τῶν ῥητόρων ἠξίου καὶ ἐκεῖνον δεινότατον εἰπεῖν εἰδὼς ὄντα, ὑπερβαλεῖν ἐσπούδασε. πάντως δ’ ἂν αὐτὸν ἀπέκτεινεν, εἰ καὶ ἐφ’ ὁποσονοῦν ἀντεπεφιλοτίμητο. νῦν δὲ ἀντεῖπε μὲν οὐδέν, θαυμάζειν δὲ δὴ καὶ καταπεπλῆχθαι τὴν δεινότητα τοῦ Γαΐου προσποιησάμενος, τήν τε κατηγορίαν καθ’ ἓν ἕκαστον ἐπιλέγων, ὥσπερ τις ἀκροατὴς ἀλλ’ οὐχὶ ὑπεύθυνος ὤν, ἐπῄνει, καὶ ἐπειδὴ ὁ λόγος αὐτῷ ἐδόθη, πρὸς ἀντιβολίαν καὶ ὀλοφυρμὸν ἐτράπετο, καὶ τέλος ἔς τε τὴν γῆν κατέπεσε καὶ χαμαὶ κείμενος ἱκέτευσεν ὡς καὶ τὸν ῥήτορα αὐτοῦ μᾶλλον ἢ τὸν Καίσαρα φοβούμενος. |
| 165 | ἐφ’ οἷς ἐκεῖνος διεχύθη, πιστεύσας ὄντως τῇ τῶν λόγων παρασκευῇ κεκρατηκέναι αὐτοῦ· καὶ διά τε τοῦτο καὶ διὰ Κάλλιστον τὸν ἀπελεύθερον, ὃν αὐτός τε ἐτίμα καὶ ὁ Δομίτιος ἐτεθεραπεύκει, ἐπαύσατο ὀργιζόμενος. καὶ τῷ γε Καλλίστῳ αἰτιασαμένῳ αὐτὸν ὕστερον ὅτι καὶ τὴν ἀρχὴν αὐτοῦ κατηγόρησεν, ἀπεκρίνατο ὅτι “οὐκ ἔδει με τοιοῦτον λόγον ἀποκεκρύφθαι”. Δομίτιος μὲν δὴ καταγνωσθεὶς μηκέτι δεινὸς εἶναι λέγειν ἐσώθη· ὁ δὲ δὴ Σεννέκας ὁ Ἄνιος Λούκιος, ὁ πάντας μὲν τοὺς καθ’ ἑαυτὸν Ῥωμαίους πολλοὺς δὲ καὶ ἄλλους σοφίᾳ ὑπεράρας, διεφθάρη παρ’ ὀλίγον μήτ’ ἀδικήσας τι μήτε δόξας, ὅτι δίκην τινὰ ἐν τῷ συνεδρίῳ παρόντος αὐτοῦ καλῶς εἶπε. τοῦτον μὲν οὖν ἀποθανεῖν κελεύσας ἀφῆκε, γυναικί τινι ὧν ἐχρῆτο πιστεύσας ὅτι φθόῃ τε ἔχοιτο κακῶς καὶ οὐκ ἐς μακρὰν τελευτήσοι· τὸν δὲ Δομίτιον ὕπατον εὐθὺς ἀπέδειξε, τοὺς τότε ἄρχοντας καταλύσας, ὅτι ἐπὶ ταῖς τοῦ Αὐγούστου νίκαις ἃς τὸν Ἀντώνιον νενικήκει ἑορτήν, ὥσπερ εἴθιστο, ἤγαγον. ἵνα γὰρ συκοφαντήσῃ αὐτούς, τοῦ Ἀντωνίου μᾶλλον ἢ τοῦ Αὐγούστου ἀπόγονος δοκεῖν εἶναι ἠθέλησε· καὶ προεῖπέ γε οἷς καὶ τὰ ἄλλα ἀνεκοίνου ὅτι πάντως ὁπότερον ἄν τι ποιήσωσιν ἁμαρτήσουσιν, ἄν τε ἐπὶ τῇ τοῦ Ἀντωνίου συμφορᾷ βουθυτήσωσιν, ἄν τε ἐπὶ τῇ τοῦ Αὐγούστου νίκῃ ἄθυτοι γένωνται. Καρίναν δὲ Σεκοῦνδον ῥήτορα ἐφυγάδευσεν, ὅτι λόγον τινὰ ἐν γυμνασίᾳ κατὰ τυράννων εἶπεν. ἐπεὶ δὲ τὰ ἐν Ῥώμῃ καὶ Ἰταλίᾳ χρήματα ἀναλώκει, ἐς τὴν Γαλατίαν ἀφώρμησεν, ὅπως καὶ τὰ ἐκείνων ἀνθοῦντα τοῖς πλούτοις καὶ τὰ τῶν Ἰβήρων ἐκχρηματίσηται, πολλοὺς μὲν [οὖν] ὀρχηστὰς πολλοὺς δὲ μονομάχους, ἵππους, γυναῖκας, τὴν ἄλλην τρυφὴν ἐπαγόμενος. |
| 166 | καὶ ἦν δημόσιον ἔγκλημα πᾶσι τὸ πλουτεῖν. καὶ αὐτῶν τὰ κτήματα αὐτὸς πιπράσκων πολλῷ καὶ ἐκ τούτου πλείω ἠργυρολόγει· πάντες γὰρ ἠναγκάζοντο καὶ πολύ γε ὑπὲρ τὴν ἀξίαν ὠνεῖσθαι. ἀφ’ οὗπερ καὶ τὰ τῆς μοναρχίας κειμήλια τὰ κάλλιστα καὶ τιμιώτατα μεταπεμψάμενος ἀπεκήρυξεν. ἐπέλεγε δ’ ἐφ’ ἑκάστῳ “τοῦτό μου ὁ πατὴρ ἐκτήσατο, τοῦτο ἡ μήτηρ, τοῦτο ὁ πάππος, τοῦτο ὁ πρόπαππος· Ἀντωνίου τοῦτο Αἰγύπτιον, Αὐγούστου τὸ νικητήριον.” οὐ μέντοι καὶ περιεποιεῖτό τι, ἀλλ’ ἔς τε τὰ ἄλλα ἐδαπάνα ὥσπερ εἰώθει, καὶ ἐς τὰ στρατεύματα· πέντε γὰρ καὶ εἴκοσι μυριάδας στρατιωτῶν ἤθροισεν, ὧν καὶ πολὺ μέρος ἀνάλωσε, τοὺς μὲν καθ’ ἑκάστους κατακόπτων, τοὺς δὲ ἀθρόους ἅμα πάντας φονεύων. ἰδὼν γάρ ποτε ὄχλον εἴτε δεσμωτῶν εἴτε καὶ ἄλλων τινῶν, προσέταξε τοῦτο δὴ τὸ λεγόμενον ἀπὸ τοῦ φαλακροῦ μέχρι τοῦ φαλακροῦ πάντας αὐτοὺς σφαγῆναι. κυβεύων δέ ποτε, καὶ μαθὼν ὅτι οὐκ εἴη αὐτῷ ἀργύριον, ᾔτησέ τε τὰς τῶν Γαλατῶν ἀπογραφάς, καὶ ἐξ αὐτῶν τοὺς πλουσιωτάτους θανατωθῆναι κελεύσας ἐπανῆλθέ τε πρὸς τοὺς συγκυβευτὰς καὶ ἔφη ὅτι “ὑμεῖς περὶ ὀλίγων δραχμῶν ἀγωνίζεσθε, ἐγὼ δὲ εἰς μυρίας καὶ πεντακισχιλίας μυριάδας ἤθροισα”. καὶ οὗτοι μὲν οὐδενὶ λόγῳ ἀπώλοντο· ἀμέλει εἷς τις αὐτῶν Ἰούλιος Σακερδὼς ἄλλως μὲν εὖ χρημάτων ἥκων, οὐ μέντοι καὶ ὑπερπλουτῶν, ὥστε καὶ ἐπιβουλευθῆναι δι’ αὐτά, ὅμως ἐξ ἐπωνυμίας ἀπεσφάγη· οὕτως ἀκρίτως πάντα ἐγίνετο. καὶ τὸν Κλαύδιον δὲ ἀπέκτεινεν ἄν, εἰ μὴ κατεφρόνησεν αὐτοῦ τὰ μὲν τῇ φύσει τὰ δὲ ἐκ προνοίας πολλὴν νωθείαν προσποιουμένου. ἐς δὲ τὸν ὠκεανὸν ἐλθὼν ὡς καὶ ἐν τῇ Βρεττανίᾳ στρατεύσων, καὶ πάντας τοὺς στρατιώτας ἐν τῇ ᾐόνι παρατάξας, τριήρους τε ἐπέβη, καὶ ὀλίγον ἀπὸ τῆς γῆς ἀπάρας ἀνέπλευσε, καὶ μετὰ τοῦτο ἐπὶ βήματος ὑψηλοῦ ἱζήσας καὶ σύνθημα τοῖς στρατιώταις ὡς ἐς μάχην δούς, τοῖς τε σαλπιγκταῖς ἐξοτρύνας αὐτούς, εἶτ’ ἐξαίφνης ἐκέλευσέ σφισι τὰ κογχύλια συλλέξασθαι. |
| 167 | λαβών τε τὰ σκῦλα ταῦτα (καὶ γὰρ λαφύρων δηλονότι πρὸς τὴν τῶν ἐπινικίων πομπὴν ἐδεῖτο) μέγα τε ἐφρόνησεν ὡς καὶ τὸν ὠκεανὸν αὐτὸν δεδουλωμένος, καὶ τοῖς στρατιώταις πολλὰ ἐδωρήσατο. καὶ ὁ μὲν ἐς τὴν Ῥώμην τὰ κογχύλια ἀνεκόμισεν, ἵνα καὶ ἐκείνοις τὰ λάφυρα δείξῃ· ἡ δὲ βουλὴ οὔθ’ ὅπως ἐπὶ τούτοις ἡσυχάζοι εἶχεν, ὅτι μεγαλοφρονούμενον αὐτὸν ἐπυνθάνετο, οὔθ’ ὅπως αὐτὸν ἐπαινέσειεν· ἂν γάρ τις ἐπὶ μηδεμιᾷ ἢ μικρᾷ τινι ἀνδραγαθίᾳ ἤτοι ἐπαίνους μεγάλους ἢ καὶ τιμὰς ἐξαισίους ποιῆται, διαμωκᾶσθαί τε καὶ διασιλλοῦν αὐτὴν ὑποπτεύεται. ὅμως εἰσελθὼν ἐς τὴν πόλιν τὴν μὲν βουλὴν ὀλίγου ἐδέησεν ἀπολέσαι πᾶσαν, ὅτι μὴ τὰ ὑπὲρ ἄνθρωπον αὐτῷ ἐψηφίσατο, τὸν δὲ δῆμον ἀθροίσας πολὺ μὲν ἀργύριον ἐκ μετεώρου τινὸς πολὺ δὲ χρυσίον ἔρριψε, καὶ πολλοὶ ἀπώλοντο διαρπάζοντες· σιδήρια γὰρ μικρὰ ἄττα αὐτοῖς, ὥς φασί τινες, ἀνεμέμικτο. Βετιλῖνον δὲ Κάσσον ἀποσφαγῆναι κελεύσας, καὶ τὸν πατέρα αὐτοῦ Καπίτωνα παρεῖναι φονευομένῳ αὐτῷ κατηνάγκασε μήτ’ ἀδικοῦντά τι μήτ’ εἰσηγγελμένον. πυθομένου τε αὐτοῦ εἰ μύσαι γε οἱ ἐπιτρέπει, προσέταξε καὶ ἐκεῖνον σφαγῆναι. ἦν δέ τις Πρωτογένης πρὸς πάντα αὐτῷ τὰ χαλεπώτατα ὑπηρετῶν, ὥστε καὶ βιβλία ἀεὶ δύο περιφέρειν καὶ αὐτῶν τὸ μὲν ξίφος τὸ δὲ ἐγχειρίδιον ὀνομάζειν. οὗτος ἐσῆλθέ ποτε ἐς τὸ συνέδριον ὡς καὶ κατ’ ἄλλο τι, καὶ πάντων, οἷα εἰκός, προσειπόντων τε αὐτὸν καὶ δεξιουμένων δριμύ τέ τι Σκριβωνίῳ Πρόκλῳ ἐνεῖδε καὶ ἔφη “καὶ σύ με ἀσπάζῃ, μισῶν οὕτω τὸν αὐτοκράτορα;” ἀκούσαντες δὲ τοῦτο οἱ παρόντες περιέσχον τε τὸν συμβουλευτὴν καὶ διέσπασαν. |
| 168 | ἡσθέντος τε ἐπὶ τούτῳ τοῦ Γαΐου, καὶ φήσαντος αὐτοῖς κατηλλάχθαι, ἐψηφίσαντο ὅπως καὶ βήματι ὑψηλῷ καὶ ἐν αὐτῷ τῷ βουλευτηρίῳ, ὥστε μηδένα ἐξικνεῖσθαι, καὶ φρουρᾷ στρατιωτικῇ καὶ ἐκεῖ χρῷτο. ἀνακαλούντων δὲ αὐτὸν τῶν μὲν ἥρωα τῶν δὲ θεόν, δεινῶς ἐξεφρόνησεν. ἠξίου μὲν γὰρ καὶ πρότερον ὑπὲρ ἄνθρωπον νομίζεσθαι, καὶ τῇ τε σελήνῃ συγγίνεσθαι καὶ ὑπὸ τῆς νίκης στεφανοῦσθαι· Ζεύς τε εἶναι ἐπλάττετο, καὶ κατὰ τοῦτο καὶ γυναιξὶν ἄλλαις τε πολλαῖς καὶ ταῖς ἀδελφαῖς μάλιστα συνεῖναι προεφασίσατο. Ἥρα τε καὶ Ἄρτεμις καὶ Ἀφροδίτη πολλάκις ἐγίγνετο. πρὸς γὰρ δὴ τὴν τῶν ὀνομάτων μετάθεσιν καὶ τὸ ἄλλο σχῆμα πᾶν τὸ προσῆκόν σφισιν ἐλάμβανε, καὶ ποτὲ μὲν θηλυδριώδης ὡρᾶτο καὶ κρατῆρα καὶ θύρσον εἶχε, ποτὲ δὲ ἀρρενωπὸς ῥόπαλον καὶ λεοντὴν ἐφόρει. λειογένειος αὖ καὶ μετὰ τοῦτο πωγωνίας ἐφαντάζετο, τρίαινάν τε ἔστιν ὅτε ἐκράτει, καὶ κεραυνὸν αὖθις ἀνέτεινε. παρθένῳ τε πολεμικῇ ὡμοιοῦτο, καὶ μετ’ οὐ πολὺ ἐγυναίκιζεν. οὕτω που καὶ τῷ ῥυθμῷ τῆς στολῆς καὶ τοῖς προσθέτοις τοῖς τε περιθέτοις ἀκριβῶς ἐποικίλλετο, καὶ πάντα μᾶλλον δοκεῖν ἢ ἄνθρωπος εἶναι ἤθελε. καί ποτέ τις ἀνὴρ Γαλάτης ἰδὼν αὐτὸν ἐπὶ βήματος ὑψηλοῦ ἐν Διὸς εἴδει χρηματίζοντα ἐγέλασεν. ὁ δὲ Γάιος ἐκάλεσέ τε αὐτὸν καὶ ἀνήρετο “τί σοι δοκῶ εἶναι;” καὶ ὃς ἀπεκρίνατο, ἐρῶ γὰρ αὐτὸ τὸ λεχθέν, ὅτι “μέγα παραλήρημα”. καὶ οὐδὲν μέντοι δεινὸν ἔπαθε· σκυτοτόμος γὰρ ἦν. οὕτω που ῥᾷον τὰς τῶν τυχόντων ἢ τὰς τῶν ἐν ἀξιώσει τινὶ ὄντων παρρησίας οἱ τοιοῦτοι φέρουσι. |
| 169 | ταῦτα μὲν οὖν τὰ σχήματα, ὁπότε τις θεὸς ἐπλάττετο εἶναι, ἐλάμβανε, καὶ αὐτῶν καὶ ἱκετεῖαι καὶ εὐχαὶ θυσίαι τε κατὰ τὸ πρόσφορον προσήγοντο· ἄλλως δὲ δὴ ἔν τε τῇ σηρικῇ καὶ ἐν τῇ νικητηρίᾳ σκευῇ ὡς πλήθει ἐδημοσίευσεν. ἐφίλει τε ὀλιγίστους. τοῖς γὰρ πλείστοις καὶ τῶν βουλευτῶν ἢ τὴν χεῖρα ἢ τὸν πόδα προσκυνεῖν ὤρεγε, καὶ διὰ τοῦθ’ οἱ φιληθέντες ὑπ’ αὐτοῦ χάριν αὐτῷ καὶ ἐν τῇ γερουσίᾳ ἐγίνωσκον, καίτοι τοὺς ὀρχηστὰς καθ’ ἡμέραν φιλοῦντι πάντων ὁρώντων. ἐκολάκευον δ’ αὐτὸν καὶ οἱ πάνυ δοκοῦντές τι εἶναι. ὁ δ’ οὖν Βιτέλιος ὁ Λούκιος οὔτ’ ἀγενὴς οὔτ’ ἄφρων ὤν, ἀλλὰ καὶ ἐκ τῆς ἐν τῇ Συρίᾳ ἀρχῆς ὀνομαστὸς γενόμενος (τά τε γὰρ ἄλλα λαμπρῶς ἡγεμόνευσε, καὶ τὸν Ἀρτάβανον καὶ ἐκείνῃ ἐπιβουλεύοντα, ἐπειδὴ μηδεμίαν τιμωρίαν ἐπὶ τῇ Ἀρμενίᾳ ἐδεδώκει, κατέπληξέ τε ἀπαντήσας αὐτῷ ἐξαπιναίως περὶ τὸν Εὐφράτην ἤδη ὄντι, καὶ ἔς τε λόγους αὐτὸν ὑπηγάγετο καὶ θῦσαι ταῖς τοῦ Αὐγούστου τοῦ τε Γαΐου εἰκόσιν ἠνάγκασε, σπονδάς τε αὐτῷ πρὸς τὸ τῶν Ῥωμαίων σύμφορον δοὺς καὶ προσέτι καὶ παῖδας αὐτοῦ ὁμήρους λαβών)—οὗτος οὖν ὁ Βιτέλιος μετεπέμφθη μὲν ὑπὸ τοῦ Γαΐου ὡς καὶ ἀπολούμενος· ἐφ’ οἷς γὰρ οἱ Πάρθοι τὸν βασιλέα σφῶν ἐξήλασαν, ἐπὶ τούτοις ἐκεῖνος αἰτίαν ἔσχε, μισηθείς τε ὑπὸ τοῦ φθόνου καὶ ἐπιβουλευθεὶς ὑπὸ τοῦ φόβου· ἐσώθη δὲ σχηματίσας πως ἑαυτὸν ὥστε καὶ ἐλάττων αὐτῷ τῆς δόξης φανῆναι, καὶ πρός τε τοὺς πόδας αὐτοῦ προσπεσὼν καὶ δάκρυσι κλαύσας, κἀν τούτῳ καὶ θειάσας αὐτὸν πολλὰ καὶ προσκυνήσας, καὶ τέλος εὐξάμενος, ἂν περισωθῇ, θύσειν αὐτῷ ἐκείνῳ. ἐκ γὰρ τούτων οὕτως αὐτὸν ἐτιθάσσευσε καὶ ἱλεώσατο ὥστε μὴ μόνον περιγενέσθαι, ἀλλὰ καὶ ἐν τοῖς πάνυ φίλοις αὐτοῦ νομισθῆναι. |
| 170 | καί ποτε τοῦ Γαΐου συγγίνεσθαί τε τῇ Σελήνῃ λέγοντος, καὶ ἐρωτήσαντος αὐτὸν εἰ ὁρῴη τὴν θεὸν συνοῦσαν αὐτῷ, κάτω τε ὡς καὶ τεθηπὼς ἔβλεπεν ὑποτρέμων, καὶ σμικρόν τι φθεγξάμενος “ὑμῖν” ἔφη “τοῖς θεοῖς, δέσποτα, μόνοις ἀλλήλοις ὁρᾶν ἔξεστι.” Βιτέλιος μὲν οὖν ἐκεῖθεν ἀρξάμενος πάντας καὶ μετὰ τοῦτο τοὺς ἄλλους κολακείᾳ ὑπερεβάλετο, Γάιος δὲ ἐπὶ πλέον ἐξαχθείς, καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ ναὸν ἑαυτοῦ κατεσκεύασεν. ἐτεκτήνατο μὲν γὰρ καὶ ἐν τῷ Καπιτωλίῳ κατάλυσίν τινα, ἵν’, ὡς ἔλεγε, τῷ Διὶ συνοικοίη· ἀπαξιώσας δὲ δὴ τὰ δευτερεῖα ἐν τῇ συνοικήσει αὐτοῦ φέρεσθαι, καὶ προσεγκαλέσας αὐτῷ ὅτι τὸ Καπιτώλιον κατέλαβεν, οὕτω δὴ ἕτερόν τε νεὼν ἐν τῷ παλατίῳ σπουδῇ ᾠκοδομήσατο, καὶ ἄγαλμα ἐς αὐτὸν ἠθέλησε τὸ τοῦ Διὸς τοῦ Ὀλυμπίου ἐς τὸ ἑαυτοῦ εἶδος μεταρυθμίσαι. μὴ δυνηθεὶς δέ, τό τε γὰρ πλοῖον τὸ πρὸς τὴν κομιδὴν αὐτοῦ ναυπηγηθὲν κεραυνοῖς ἐφθάρη, καὶ γέλως, ὁσάκις τινὲς ὡς καὶ τοῦ ἕδους ἐφαψόμενοι προσῆλθον, πολὺς ἐξηκούετο, ἐκείνῳ μὲν ἐπηπείλει, αὐτὸς δὲ ἕτερον ἐνέστησε. τό τε Διοσκούριον τὸ ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ ὂν διατεμὼν διὰ μέσου τῶν ἀγαλμάτων εἴσοδον δι’ αὐτοῦ ἐς τὸ παλάτιον ἐποιήσατο, ὅπως καὶ πυλωροὺς τοὺς Διοσκόρους, ὥς γε καὶ ἔλεγεν, ἔχῃ. Διάλιόν τε αὑτὸν ὀνομάσας, τήν τε Κασωνίαν τὴν γυναῖκα καὶ τὸν Κλαύδιον ἄλλους τε τοὺς πλουσιωτάτους ἱερέας προσέθετο, πεντήκοντα καὶ διακοσίας ἐπὶ τούτῳ παρ’ ἑκάστου μυριάδας λαβών. καὶ αὐτὸς ἑαυτῷ ἱερᾶτο, τόν τε ἵππον συνιερέα ἀπέφηνε· καὶ ὄρνιθες αὐτῷ ἁπαλοί τέ τινες καὶ πολυτίμητοι καθ’ ἑκάστην ἡμέραν ἐθύοντο. ταῖς τε βρονταῖς ἐκ μηχανῆς τινος ἀντεβρόντα καὶ ταῖς ἀστραπαῖς ἀντήστραπτε· καὶ ὁπότε κεραυνὸς καταπέσοι, λίθον ἀντηκόντιζεν, ἐπιλέγων ἐφ’ ἑκάστῳ τὸ τοῦ Ὁμήρου, “ἤ μ’ ἀνάειρε ἢ ἐγώ σε. |
| 171 | ” οὗτος οὖν ὁ θεός, οὗτος ὁ Ζεύς, ἵνα τις τά τε ἄλλα τὰ αἴσχιστα ἐξ ὧν ἠργυρίζετο παραλίπῃ, ἀλλὰ τά γε οἰκήματα τὰ ἐν αὐτῷ τῷ παλατίῳ ἀποδειχθέντα καὶ τὰς γυναῖκας τὰς τῶν πρώτων τούς τε παῖδας τοὺς τῶν σεμνοτάτων, οὓς ἐς αὐτὰ καθίζων ὕβριζεν, ἐκκαρπούμενος ἐπ’ αὐτοῖς πάντας ἁπλῶς, τοὺς μὲν ἐθελοντὰς τοὺς δὲ καὶ ἄκοντας, ὅπως μὴ καὶ δυσχεραίνειν τι νομισθῶσι, πῶς ἄν τις σιωπήσειεν; ἔς γέ τοι τὸ χρυσίον καὶ τὸ ἀργύριον τὸ συλλεγόμενον ἀπ’ αὐτῶν ἐμβάλλων ἑκάστοτε ἑαυτὸν ἐκαλινδεῖτο. ὡς οὖν πάντα τρόπον ἐξεμαίνετο, ἐπεβούλευσαν αὐτῷ Κάσσιός τε Χαιρέας καὶ Κορνήλιος Σαβῖνος, καίτοι χιλιαρχίας ἐν τῷ δορυφορικῷ ἔχοντες. συνώμοσαν μὲν γὰρ πλείονες καὶ συνῄδεσαν τὸ πραττόμενον, ἐν οἷς ἦν ὅ τε Κάλλιστος καὶ ὁ ἔπαρχος· οἱ δὲ αὐτόχειρες αὐτοῦ γενόμενοι ἐκεῖνοι ἦσαν. ἄλλως τε γὰρ ἀρχαιότροπός τις ἀνὴρ ὁ Χαιρέας ἦν, καί τινα καὶ ἰδίαν τῆς ὀργῆς αἰτίαν ἔσχε· γύννιν τε γὰρ αὐτὸν καίπερ ἐρρωμενέστατον ἀνδρῶν ὄντα ὁ Γάιος ἐπεκάλει, καὶ τὸ σύνθημα αὐτῷ, ὁπότε ἐς ἐκεῖνον καθήκοι, πόθον ἢ Ἀφροδίτην ἢ ἕτερόν τι τοιοῦτον ἐδίδου, θεοπρόπιον δέ τι τῷ Γαΐῳ ὀλίγον ἔμπροσθεν ἐγεγόνει φυλάττεσθαι Κάσσιον· καὶ ὁ μὲν ἐς Γάιον Κάσσιον τὸν τότε τῆς Ἀσίας ἄρχοντα, ἐπειδὴ τὸ γένος ἀπὸ τοῦ Κασσίου ἐκείνου τοῦ τὸν Καίσαρα ἀποκτείναντος εἶχεν, ὑποπτεύσας, μετεπέμψατο αὐτὸν δεδεμένον, προέλεγε δ’ ἄρα αὐτῷ τὸ δαιμόνιον τοῦτον τὸν Κάσσιον τὸν Χαιρέαν. Ἀπολλώνιός τέ τις Αἰγύπτιος οἴκοι τε τὸ συμβὰν αὐτῷ προεῖπε, καὶ πεμφθεὶς διὰ τοῦτ’ ἐς τὴν Ῥώμην προσήχθη τε αὐτῷ ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ τελευτήσειν ἔμελλε, καὶ ἀναβληθεὶς ὡς καὶ μετ’ ὀλίγον κολασθησόμενος ἐσώθη. |
| 172 | ἐπράχθη δὲ ὧδε. ἑορτήν τινα ἐν τῷ παλατίῳ ἦγε καὶ θέαν ἐπετέλει, κἀν τούτῳ καὶ αὐτὸς καὶ ἤσθιε καὶ ἔπινε καὶ τοὺς ἄλλους εἱστία, ὅτε δὴ καὶ Πομπώνιος Σεκοῦνδος ὁ τότε ὑπατεύων ἐνεφορεῖτό τε ἅμα τῶν σιτίων, παρὰ τοῖς ποσὶν αὐτοῦ καθήμενος, καὶ ἐπικύπτων συνεχῶς αὐτοὺς κατεφίλει. ὡς δὲ καὶ αὐτὸς ὁ Γάιος καὶ ὀρχήσασθαι καὶ τραγῳδίαν ὑποκρίνασθαι ἠθέλησεν, οὐκέθ’ οἱ περὶ τὸν Χαιρέαν ὑπέμειναν, ἀλλὰ τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐξελθόντα ἵνα τοὺς παῖδας θεάσηται, οὓς ἐκ τῆς Ἑλλάδος καὶ τῆς Ἰωνίας τῶν πάνυ εὐγενῶν ἐπὶ τῷ τὸν ὕμνον τὸν εἰς ἑαυτὸν πεποιημένον ᾆσαι μεταπέπεμπτο δῆθεν, ἀπέκτειναν ἐν στενωπῷ τινι ἀπολαβόντες. καὶ αὐτοῦ πεσόντος οὐδεὶς τῶν παρόντων ἀπέσχετο, ἀλλὰ καὶ νεκρὸν αὐτὸν ὄντα ὠμῶς ἐτίτρωσκον· καί τινες καὶ τῶν σαρκῶν αὐτοῦ ἐγεύσαντο. τήν τε γυναῖκα καὶ τὴν θυγατέρα εὐθὺς ἔσφαξαν. Γάιος μὲν δὴ ταῦτα ἐν ἔτεσι τρισὶ καὶ μησὶν ἐννέα ἡμέραις τε ὀκτὼ καὶ εἴκοσι πράξας τοῖς ἔργοις αὐτοῖς ὡς οὐκ ἦν θεὸς ἔμαθεν. ἐμνημόνευόν τε οἱ παρόντες τοῦ λεχθέντος ποτὲ ὑπ’ αὐτοῦ πρὸς τὸν δῆμον “εἴθε ἕνα αὐχένα εἴχετε”, ἐπιδεικνύντες αὐτῷ ὅτι ἐκεῖνος μὲν αὐχένα ἕνα, σφεῖς δὲ δὴ χεῖρας πολλὰς ἔχοιεν. ἐπεὶ δὲ τὸ δορυφορικὸν ἐταράττετο, καὶ διαθέοντες ἐπυνθάνοντο “τίς Γάιον ἔσφαξεν,” Οὐαλέριος Ἀσιατικὸς ἀνὴρ ὑπατευκὼς θαυμαστὸν δή τινα τρόπον αὐτοὺς ἡσύχασεν, ἀνελθὼν ἐς περιφανές τι χωρίον καὶ ἐκβοήσας “εἴθε ἐγὼ αὐτὸν ἀπεκτόνειν.” καταπλαγέντες γὰρ ἐπαύσαντο τοῦ θορύβου. ΚΛΑΥΔΙΟΣ. |
| 173 (8t) | Κλαύδιος δὲ αὐτοκράτωρ ὧδε ἐγένετο. μετὰ γὰρ τὴν ἀναίρεσιν τοῦ Γαΐου φύλακας ἑκασταχόσε τῆς πόλεως οἱ ὕπατοι διαπέμψαντες τήν τε βουλὴν ἐς τὸ Καπιτώλιον ἤθροισαν, καὶ πολλαὶ καὶ ποικίλαι γνῶμαι ἐλέχθησαν· τοῖς μὲν γὰρ δημοκρατεῖσθαι τοῖς δὲ μοναρχεῖσθαι ἐδόκει, καὶ οἱ μὲν τὸν οἱ δὲ τὸν ᾑροῦντο. καὶ διὰ τοῦτο τὴν ἡμέραν τὴν λοιπὴν καὶ τὴν νύκτα πᾶσαν κατέτριψαν μηδὲν τελειώσαντες. κἀν τούτῳ στρατιῶταί τινες εἰς τὸ παλάτιον, ὅπως τι συλήσωσιν, εἰσελθόντες εὗρον τὸν Κλαύδιον ἐν γωνίᾳ που σκοτεινῇ κατακεκρυμμένον. συνῆν τε γὰρ τῷ Γαΐῳ, καὶ τότε τὴν ταραχὴν φοβηθεὶς ὑπέπτηξε. καὶ αὐτὸν τὸ μὲν πρῶτον, ὡς καὶ ἄλλον τινὰ ὄντα ἢ ἔχοντά τι ἐξείλκυσαν, ἔπειτα δὲ γνωρίσαντες αὐτοκράτορα προσηγόρευσαν καὶ ἐς τὸ στρατόπεδον αὐτὸν ἤγαγον. κἀκ τούτου μετὰ τῶν ἄλλων πᾶν τὸ κράτος αὐτῷ, οἷα τοῦ τε βασιλικοῦ γένους ὄντι καὶ ἐπιεικεῖ νομιζομένῳ, ἔδωκαν. οἱ δ’ ὕπατοι τέως ἄλλους μὲν καὶ δημάρχους πέμποντες ἀπηγόρευον αὐτῷ μηδὲν τοιοῦτον ποιεῖν, ἀλλ’ ἐπί τε τῷ δήμῳ καὶ τῇ βουλῇ καὶ τοῖς νόμοις γενέσθαι· ἐπεὶ δὲ αὐτοὺς οἱ συνόντες σφίσι στρατιῶται ἐγκατέλιπον, τότε δὴ καὶ αὐτοὶ ὡμολόγησαν, καὶ τὰ λοιπὰ ὅσα ἐς τὴν αὐταρχίαν αὐτοῦ ἥκοντα ἦν αὐτῷ ἐψηφίσαντο. οὕτω μὲν Τιβέριος Κλαύδιος Νέρων Γερμανικός, ὁ τοῦ Δρούσου τοῦ τῆς Λιβίας παιδὸς υἱός, τὴν αὐτοκράτορα ἀρχὴν ἔλαβε, μὴ πρὶν ἐν ἡγεμονίᾳ τινὶ τὸ παράπαν ἐξητασμένος, πλὴν ὅτι μόνον ὑπάτευσεν· ἦγε δὲ πεντηκοστὸν ἔτος τῆς ἡλικίας. |
| 174 | οὗτος τὴν μὲν ψυχὴν οὐ φαῦλος ἐγένετο, ἀλλὰ καὶ ἐν παιδείᾳ ἤσκητο, ὥστε καὶ συγγράψαι τινά, τὸ δὲ δὴ σῶμα νοσώδης, ὥστε καὶ τῇ κεφαλῇ καὶ ταῖς χερσὶν ὑποτρέμειν, καὶ διὰ τοῦτο καὶ τῷ φωνήματι ἐσφάλλετο. καὶ μέντοι καὶ δίφρῳ καταστέγῳ πρῶτος Ῥωμαίων ἐχρήσατο, καὶ ἐξ ἐκείνου καὶ νῦν οὐχ ὅτι οἱ αὐτοκράτορες ἀλλὰ καὶ ἡμεῖς οἱ ὑπατευκότες διφροφορούμεθα· πρότερον δὲ ἄρα ὅ τε Αὔγουστος καὶ ὁ Τιβέριος ἐν σκιμποδίοις, ὁποίοις αἱ γυναῖκες ἔτι καὶ νῦν νομίζουσιν ἔστιν ὅτε, ἐφέροντο. Κλαύδιος δὲ τὰ μὲν ἄλλα οὐ κακὸς ἦν, περιφανέστατα δὲ τῶν ὁμοίων ἐδουλοκρατήθη τε ἅμα καὶ ἐγυναικοκρατήθη· ἅτε γὰρ ἐκ παίδων ἐν τῇ νοσηλείᾳ καὶ ἐν φόβῳ τραφεὶς καὶ διὰ τοῦτο ἐπὶ πλεῖον τῆς ἀληθείας εὐήθειαν προσποιούμενος, ὅπερ που καὶ αὐτὸς ἐν τῇ βουλῇ ὡμολόγησε, καὶ προσέτι καὶ ἐν συνουσίαις γυναικῶν πλείοσι γενόμενος, οὐδὲν ἐλευθεροπρεπὲς ἐκέκτητο. ἐπετίθεντο δ’ αὐτῷ ἔν τε τοῖς πότοις μάλιστα καὶ ταῖς μίξεσι· πάνυ γὰρ ἀπλήστως ἀμφοτέροις τούτοις προσέκειτο, καὶ ἦν ἐν τῷ καιρῷ τούτῳ εὐαλωτότατος. πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ’ ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. καὶ αὐτοῦ καὶ τοῦτο προσλαμβάνοντες οὐκ ἐλάχιστα κατειργάζοντο· καὶ ἐκεῖνον τε γὰρ φοβοῦντες ἐξεκαρποῦντο, καὶ τοῖς ἄλλοις τοσοῦτο δέος ἐνέβαλλον ὥσθ’, ἵνα συλλαβὼν εἴπω, πολλοὶ ἐπὶ δεῖπνον ἐν τῇ αὐτῇ ἡμέρᾳ ὑπό τε τοῦ Κλαυδίου καὶ ὑπ’ αὐτῶν καλούμενοι τὸν μὲν ὡς καὶ κατ’ ἄλλο τι παρίεντο, πρὸς δὲ ἐκείνους ἐφοίτων. |
| 175 | οὐ μὴν ἀλλ’ εἴ τις ὑπεξέλοι τοῦ Κλαυδίου τὰ δι’ αὐτοὺς ἁμαρτήματα, τἄλλα δεόντως ἦρξε. τὸν μέντοι Χαιρέαν καί τινας ἄλλους ἀπέκτεινε, πόρρωθεν τὸ καθ’ ἑαυτὸν ἀσφαλὲς προορώμενος. ἔπραξε δὲ τοῦτο οὐχ ὡς τῷ Γαΐῳ τιμωρῶν, ἀλλ’ ὡς ἑαυτῷ ἐπιβουλεύοντας τούτους λαβών. καὶ μέντοι καὶ περὶ τὰ χρήματα θαυμαστὸς ἐγένετο, παντὸς ἀπεχόμενος ἀργυρισμοῦ ῥυπαροῦ, τήν τε τοῦ δήμου εὐκοσμίαν καὶ σωφροσύνην περὶ πολλοῦ ποιησάμενος καὶ τὴν ἐπὶ τοῦ Γαΐου ἐπιπολάσασαν τρυφὴν ἐξαίρων, ἄλλα τε ἐνομοθέτησεν εἰς τοῦτο συντείνοντα· τά τε καπηλεῖα εἰς ἃ συνιόντες ἔπινον, κατέλυσε, καὶ προσέταξε μήτε κρέας που ἑφθὸν μήθ’ ὕδωρ θερμὸν πιπράσκεσθαι, τοὺς μὴ πειθαρχοῦντας κολάζων. λιμοῦ δὲ ἰσχυροῦ γενομένου οὐ μόνον τοῖς ἐν τῷ τότε παροῦσιν ἀφθονίας τῶν τροφῶν, ἀλλὰ καὶ τοῖς ἐς πάντα τὸν μετὰ ταῦτα αἰῶνα πρόνοιαν ἐποιήσατο. ἐπεισάκτου γὰρ παντός, ὡς εἰπεῖν, τοῦ σίτου τοῖς Ῥωμαίοις ὄντος, ἡ χώρα ἡ πρὸς ταῖς τοῦ Τιβέριδος ἐκβολαῖς οὔτε κατάρσεις ἀσφαλεῖς οὔτε λιμένας ἐπιτηδείους ἔχουσα ἀνωφελές σφισι τὸ κράτος τῆς θαλάσσης ἐποίει· ἔξω γὰρ τῇ τε ὥρᾳ εἰσκομισθέντων καὶ ἐς τὴν ἀποθήκην ἀναχθέντων, οὐδὲν τὴν χειμερινὴν εἰσεφοίτα, ἀλλ’ εἴ τις παρεκινδύνευσε, κακῶς ἀπήλλασσε. ταῦτ’ οὖν συνιδὼν λιμένα κατασκευάσαι ἐπεχείρησεν, οὐδ’ ἀπετράπη, καίπερ τῶν ἀρχιτεκτόνων εἰπόντων αὐτῷ πυθομένῳ πόσον τὸ ἀνάλωμα ἔσοιτο, ὅτι οὐ θέλεις αὐτὸν ποιῆσαι. οὕτως ὑπὸ τοῦ πλήθους τοῦ δαπανήματος ἀναχαιτισθῆναι αὐτόν, εἰ προπύθοιτο, ἤλπισαν, ἀλλὰ καὶ ἐνεθυμήθη πρᾶγμα καὶ τοῦ φρονήματος καὶ τοῦ μεγέθους τοῖς Ῥωμαίοις ἄξιον. τοῦτο μὲν γὰρ ἐξορύξας τῆς ἠπείρου χωρίον οὐ σμικρὸν τὸ πέριξ πᾶν ἐκρηπίδωσε καὶ τὴν θάλασσαν εἰς αὐτὸ εἰσεδέξατο, τοῦτο δὲ ἐν αὐτῷ τῷ πελάγει χώματα ἑκατέρωθεν αὐτοῦ μεγάλα χώσας θάλατταν ἐνταῦθα πολλὴν περιέβαλε, καὶ νῆσον ἐπ’ αὐτῇ, πύργον τε ἐπ’ ἐκείνῃ φρυκτωρίαν ἔχοντα κατεστήσατο· ὠνόμασται δὲ τοῦθ’ ὅπερ ἐστὶ κατὰ τὴν ἐπιχώριον γλῶτταν λιμήν. |
| 176 | ἐτίθει δὲ συνεχῶς μονομαχίας ἀγῶνας· πάνυ γάρ σφισιν ἔχαιρε. τά τε γὰρ ἄλλα καὶ τοὺς διὰ μέσου τῆς θέας παρὰ τὸν τοῦ ἀρίστου καιρὸν κατακοπτομένους ἥδιστα ἐθεώρει, καίτοι λέοντα δεδιδαγμένον ἀνθρώπους ἐσθίειν καὶ πάνυ γε διὰ τοῦτο τῷ πλήθει ἀρέσκοντα ἀποκτείνας ὡς οὐ προσῆκον· ὂν τοιοῦτόν τι θέαμα ὁρᾶν Ῥωμαίους. ἐθισθεὶς δ’ οὖν αἵματος καὶ φόνων ἀναπίμπλασθαι προπετέστερον καὶ ταῖς ἄλλαις σφαγαῖς ἐχρήσατο. αἴτιοι δὲ τούτου ἐγένοντο οἵ τε Καισάρειοι καὶ ἡ γυνὴ αὐτοῦ ἡ Μεσαλῖνα διενεγκοῦσα τὰς κατ’ αὐτὴν ἁπάσας ἀκολασίᾳ καὶ θράσει. ὁπότε γὰρ ἀποκτεῖναί τινα ἐθελήσειαν, ἐξεφόβουν αὐτόν, κἀκ τούτου πάνθ’ ὅσα ἐβούλοντο ποιεῖν ἐπετρέποντο. καὶ πολλάκις γε ἐξαπιναίως ἐκπλαγεὶς καὶ κελεύσας τινὰ ἐκ τοῦ παραχρῆμα περιδεοῦς ἀπολέσθαι, ἔπειτα ἀνενεγκὼν καὶ ἀναφρονήσας ἐπεζήτει τε αὐτόν, καὶ μαθὼν τὸ γεγονὸς ἐλυπεῖτό τε καὶ μετεγίνωσκεν. ἤρξατο δὲ τῶν φόνων τούτων ἀπὸ Γαΐου Ἀππίου Σιλουανοῦ. τοῦτον γὰρ εὐγενέστατον ὄντα μεταπεμψάμενος ἔσφαξεν, ὅτι τῇ Μεσαλίνῃ προσέκρουσεν, οὐκ ἐθελήσας αὐτῇ συγγενέσθαι πορνικωτάτῃ τε καὶ ἀσελγεστάτῃ οὔσῃ, καὶ τῷ Ναρκίσσῳ τῷ ἀπελευθέρῳ αὐτοῦ δι’ ἐκείνην. καὶ συνέπλασεν ὄναρ ὁ Νάρκισσος ὡς σφαττόμενον τὸν Κλαύδιον ὑπ’ αὐτοῦ αὐτοχειρὶ ἰδών, ἔτι τε ἐν τῇ εὐνῇ ὄντι αὐτῷ τὸ ὄναρ ὑπότρομος διηγήσατο, καὶ ἡ Μεσαλῖνα παραλαβοῦσα ἐδείνωσε. |
| 177 | καὶ ὁ μὲν οὕτως ἐξ ἐνυπνίου παραπώλετο, τελευτήσαντος δ’ αὐτοῦ οὐκέτι χρηστὴν ἐλπίδα οἱ Ῥωμαῖοι τοῦ Κλαυδίου ἔσχον· ὅθεν αὐτῷ καὶ Ἄνιος Οὐνικιανὸς καὶ Φρούριος Κάμιλος ἐπαρχιῶν ἄρχοντες ἐπανέστησαν· ἀλλ’ οὗτοι μὲν εἰς μέγιστον φόβον τὸν Κλαύδιον ἐμβαλόντες, ὡς μικροῦ δεῖν καὶ ἐθελοντὴν ἐκστῆναι τοῦ κράτους αὐτοῖς, ἔπειτα ὑπὸ τῶν στρατιωτῶν ἐγκαταλειφθέντες ἀπώλοντο. πολλοὶ δὲ διὰ τὴν πρόφασιν ταύτην οὐχ ὅτι ἄνδρες, ἀλλὰ καὶ γυναῖκες ἐφθάρησαν· ὑπὸ γὰρ τῆς συνεχείας τῶν κακῶν εἰς τοῦτο τὰ πράγματα προεληλύθει ὥστ’ ἀρετὴν μηκέτ’ ἄλλο μηδὲν ἢ τὸ γενναίως ἀποθανεῖν νομίζεσθαι. ὁ δ’ οὖν Κλαύδιος καὶ σύνθημα τοῖς στρατιώταις τὸ ἔπος τοῦτο συνεχῶς ἐδίδου, τὸ ὅτι χρὴ ἄνδρ’ ἀπαμύνασθαι ὅτε τις πρότερον χαλεπήνῃ. πολλὰ δὲ καὶ πρὸς τὴν βουλὴν τοιουτότροπα ἑλληνιστὶ παρεφθέγγετο. τοῖς δὲ Λυκίοις χρηματίζων, ἐπυνθάνετο τῇ Λατίνων γλώττῃ τῶν πρεσβευτῶν τινος, Λυκίου μὲν τὸ ἀρχαῖον ὄντος Ῥωμαίου δὲ γεγονότος· καὶ αὐτόν, ἐπειδὴ μὴ συνῆκε τὸ λεχθέν, τὴν πολιτείαν ἀφείλετο, εἰπὼν μὴ δεῖν Ῥωμαῖον εἶναι τὸν μὴ καὶ τὴν διάλεξίν σφων ἐπιστάμενον. ἐπειδὴ γὰρ ἐν πᾶσιν ὡς εἰπεῖν οἱ Ῥωμαῖοι τῶν ξένων προτετίμηντο, πολλοὶ αὐτὴν παρά τε αὐτοῦ ἐκείνου ᾐτοῦντο καὶ παρὰ Μεσαλίνης τῶν τε Καισαρείων ὠνοῦντο· καὶ διὰ τοῦτο μεγάλων τὸ πρῶτον λημμάτων πραθεῖσα, ἔπειθ’ οὕτως ὑπὸ τῆς εὐχερείας ἐπευωνίσθη ὥστε καὶ λογοποιηθῆναι ὅτι κἂν ὑάλινά 〈τισ〉 σκεύη δῷ συντετριμμένα τινί, πολίτης ἔσται. Μεσαλῖνα δὲ αὐτή τε ἠσέλγαινε καὶ τὰς ἄλλας γυναῖκας ἀκολασταίνειν ὁμοίως ἠνάγκαζε, καὶ πολλάς γε καὶ ἐν αὐτῷ τῷ παλατίῳ, τῶν ἀνδρῶν παρόντων καὶ ὁρώντων, μοιχεύεσθαι ἐποίει, καὶ ἐκείνους μὲν καὶ ἐφίλει καὶ ἠγάπα, τιμαῖς τε καὶ ἀρχαῖς ἤγαλλε, τοὺς δ’ ἄλλους τοὺς μὴ συγκαθιέντας εἰς τοῦτό σφας καὶ ἐμίσει καὶ πάντα τρόπον ἀπώλλυε. |
| 178 | καὶ τὸν Κλαύδιον ἕως πολλοῦ τινος ταῦτα ἐλάνθανεν. ἡ γὰρ Μεσαλῖνα ἐκείνῳ μὲν θεραπαινίδιά τινα παρακατέκλινε, καὶ οὓς ὑπώπτευε μηνῦσαί τι αὐτῷ τοὺς μὲν εὐεργεσίαις τοὺς δὲ καὶ τιμωρίαις προκατελάμβανε. τῶν δὲ στρατιωτῶν τι στασιασάντων, ἐπέμφθη μὲν ὁ Νάρκισσος ὑπὸ τοῦ Κλαυδίου καταστῆσαι αὐτούς, καὶ ἐπὶ βῆμα ὡς καὶ δημηγορήσων ἀνέβη· οἱ δὲ πολλῷ μᾶλλον ἐπὶ τούτῳ αὐτῷ ἀχθεσθέντες ἐξαίφνης τοῦτο τὸ θρυλλούμενον ἀνεβόησαν “ἰὼ Σατουρνάλια”, ἐπειδήπερ ἐν τοῖς Κρονίοις οἱ δοῦλοι τὸ τῶν δεσποτῶν σχῆμα μεταλαμβάνοντες ἑορτάζουσι, καὶ οὕτω διὰ τὴν ἀπαξίωσιν τοῦ Ναρκίσσου τῷ τε στρατηγῷ σφων τῷ Πλαυτίῳ ἐπείσθησαν καὶ εἰς τὴν Βρεττανίαν ἐπεραιώθησαν, ὅτε καὶ Οὐεσπασιανὸς τῶν ὑποστρατηγούντων ὢν τῷ Πλαυτίῳ εὖ ἠνέχθη ἐν τῷ Βρεττανικῷ τούτῳ πολέμῳ, εἰς ὃν καὶ ὁ Κλαύδιος ἀπὸ τῆς Ῥώμης ἀφικόμενος καὶ τοὺς εἰς χεῖρας ἐλθόντας αὐτῷ τῶν πολεμίων τρεψάμενος, τά τε βασίλεια αὐτῶν χειρωσάμενος, Βρεττανικὸς ἐπωνομάσθη. ἡ δὲ Μεσαλῖνα τοῦ Μνηστῆρος τοῦ ὀρχηστοῦ ἐρῶσα, καὶ μηδένα τρόπον συγγενέσθαι οἱ πεῖσαι δυναμένη, διελέχθη τῷ ἀνδρί, ἀξιοῦσα αὐτὸν πειθαρχεῖν αὐτῇ ἀναγκάσαι τὸν Μνηστῆρα, ὡς καὶ ἐπ’ ἄλλο τι αὐτοῦ δεομένῃ· 〈καὶ〉 οὕτως εἰπόντος αὐτῷ τοῦ Κλαυδίου πάνθ’ ὅσα ἂν προστάσσηται ὑπὸ τῆς Μεσαλίνης ποιεῖν, συνῆν αὐτῇ ὡς καὶ τοῦθ’ ὑπ’ ἐκείνου κεκελευσμένος. τὸ δ’ αὐτὸ τοῦτο καὶ πρὸς ἄλλους συχνοὺς ἔπραττεν· ὡς γὰρ εἰδότος τοῦ Κλαυδίου τὰ γινόμενα καὶ συγχωροῦντος αὐτῇ ἀκολασταίνειν ἐμοιχεύετο. |
| 179 | Κλαύδιος δέ, ἐπειδὴ ὁ ἥλιος ἐν τῇ τῶν γενεθλίων αὐτοῦ ἡμέρᾳ ἐκλείψειν ἔμελλεν, ἐφοβήθη τε μή τις ἐκ τούτου ταραχὴ γένηται, καὶ προέγραψεν οὐ μόνον ὅτι ἐκλείψει καὶ πότε καὶ ἐφ’ ὁπόσον, ἀλλὰ καὶ τὰς αἰτίας δι’ ἃς ἀναγκαίως γενήσεσθαι τοῦτο ἔμελλεν. εἰσὶ δὲ αἵδε. ἡ σελήνη τὴν κάτω τοῦ ἡλίου περιφοράν, ὥσπερ που πεπίστευται, εἴτ’ οὖν ἐφεξῆς αὐτοῦ εἴτε καὶ μετὰ τὸν Ἑρμῆν αὐτὸν τήν τε Ἀφροδίτην ἔχει, κινήσεις κινεῖται μὲν κατὰ μῆκος, ὥσπερ καὶ ἐκεῖνος, κινεῖται δὲ καὶ κατὰ βάθος, ὥσπερ ἴσως καὶ ἐκεῖνος, κινεῖται δὲ καὶ ἐν τῷ πλάτει, ὅπερ οὐδαμῇ οὐδαμῶς τῷ ἡλίῳ ὑπάρχει. ὅταν οὖν κατά τε τὴν αὐτὴν αὐτῷ εὐθυωρίαν ὑπὲρ τὴν ἡμετέραν ὄψιν γένηται καὶ ὑπὸ τὴν φλόγα αὐτοῦ ὑποδράμῃ, τότε τὴν αὐγὴν αὐτοῦ τὴν εἰς τὴν γῆν καθήκουσαν τοῖς μὲν ἐπὶ πλεῖον τοῖς δ’ ἐπ’ ἔλαττον διεσκέπασεν, οὐδὲ ἐπὶ βραχύτατον ἀποκρύπτει· ἴδιον γὰρ ἀεὶ φῶς ὁ ἥλιος ἔχων οὐκ ἔστιν ὅτε αὐτοῦ ἀπαλλάττεται, καὶ διὰ τοῦθ’ οἷς ἂν ἡ σελήνη μὴ ἐπίπροσθεν, ὥστ’ αὐτὸν συσκιάζεσθαι, γένοιτο, ὁλόκληρος ἀεὶ φαίνεται. περὶ μὲν δὴ τὸν ἥλιον ταῦτα συμβαίνει. ἡ δὲ σελήνη, οὐ γάρ ἐστιν ἀποτρόπαιον καὶ τὸ κατ’ ἐκείνην εἰπεῖν, ἐπειδήπερ ἅπαξ τοῦ λόγου τούτου προσηψάμην, ὁσάκις ἂν κατ’ ἀντικρὺ τῷ ἡλίῳ γενομένη, ἐν γὰρ ταῖς πανσελήνοις μόνως αὐτῇ τοῦτο, ὥσπερ καὶ ἐκείνῳ ἐν ταῖς νουμηνίαις, συμβαίνει, εἰς τὸ τῆς γῆς σκίασμα κωνοειδὲς ὂν ἐμπέσῃ, γίνεται δὲ τοῦτο ὅταν διὰ τῶν μέσων ἐν τῇ τοῦ πλάτους κινήσει περιφέρηται, στέρεται γὰρ τοῦ ἡλιοειδοῦς φωτὸς καὶ αὐτὴ καθ’ ἑαυτήν, ὁποία ἐστί, φαντάζεται. ταῦτα μὲν δὴ τοιαῦτά ἐστιν. ἡ Μεσαλῖνα δὲ τὸν Μνηστῆρα ἀποσπάσασα ἀπὸ τοῦ θεάτρου εἶχε, καὶ ὁπότε λόγος τις ἐν τῷ δήμῳ περὶ αὐτοῦ ὅτι μὴ ὀρχοῖτο γίγνοιτο, θαῦμά τε ὁ Κλαύδιος ἐποιεῖτο, ὀμνὺς ὅτι μὴ συνείη αὐτῷ. |
| 180 | πιστεύοντες δὲ ἀγνοεῖν αὐτὸν τὰ γιγνόμενα, ἐλυποῦντο μὲν ὅτι μόνος οὐκ ἠπίστατο τὰ ἐν τῷ βασιλείῳ δρώμενα, ὅσα καὶ ἐς τοὺς πολεμίους ἤδη διαπεφοιτήκει· οὐ μὴν καὶ ἐξελέγχειν αὐτὰ ἤθελον, τὸ μέν τι τὴν Μεσαλῖναν αἰδούμενοι, τὸ δὲ καὶ τοῦ Μνηστῆρος φειδόμενοι· ὅσον γὰρ ἐκείνῃ διὰ τὸ κάλλος, τοσοῦτον τῷ δήμῳ διὰ τὴν τέχνην ἤρεσκεν. οὕτω γάρ που δεινὸς σοφιστὴς ἐν τῇ ὀρχήσει ἦν ὥστε τοῦ ὁμίλου μεγάλῃ ποτὲ σπουδῇ δρᾶμά τι αὐτὸν ἐπιβόητον ὀρχήσασθαι δεομένου, παρακῦψαί τε ἐκ τῆς σκηνῆς καὶ εἰπεῖν ὅτι “οὐ δύναμαι τοῦτο ποιῆσαι· τῷ γὰρ Ὀρέστῃ συγκεκοίμημαι”. ἐν δὲ τῷ ἑξῆς ἔτει ὅ τε Κλαύδιος τὸ τέταρτον καὶ Βιτέλιος Λούκιος τὸ τρίτον, ὀκτακοσιοστοῦ τῇ Ῥώμῃ ἔτους ὄντος, ὑπάτευσαν. |
| S142 | καὶ ἐξήλασε μὲν ὁ Κλαύδιός τινας καὶ ἐκ τῆς βουλῆς, ὧν οἱ πλείονες οὐκ ἄκοντες ἐξέπεσον ἀλλ’ ἐθελονταὶ διὰ πενίαν παρέμενοι, ἀντεισήγαγε δὲ ὁμοίως πολλούς. ἐπειδή τε Σουρδίνιός τις Γάλλος βουλεῦσαι δυνάμενος ἐς τὴν Καρχηδόνα ἐξῴκησε, σπουδῇ τε αὐτὸν μετεπέμψατο, καὶ ἔφη ὅτι “χρυσαῖς σε πέδαις δήσω”. καὶ ὁ μὲν οὕτω τῷ ἀξιώματι πεδηθεὶς κατὰ χώραν ἔμεινε· τοὺς μέντοι ἀλλοτρίους ἀπελευθέρους ὁ Κλαύδιος, εἴ που κακουργοῦντας λάβοι, δεινῶς τιμωρῶν, τοῖς ἰδίοις οὕτω προσέκειτο ὥσθ’ ὑποκριτοῦ τινος ἐν τῷ θεάτρῳ ποτὲ τοῦτο δὴ τὸ θρυλλούμενον εἰπόντος ὅτι “ἀφόρητός ἐστιν εὐτυχῶν μαστιγίας,” καὶ τοῦ τε δήμου παντὸς ἐς Πολύβιον τὸν ἀπελεύθερον αὐτοῦ ἀποβλέψαντος, καὶ ἐκείνου ἐκβοήσαντος ὅτι ὁ αὐτὸς μέντοι ποιητὴς εἶπεν ὅτι “βασιλεῖς ἐγένοντο οἱ πρὶν ὄντες αἰπόλοι”, οὐδὲν δεινὸν αὐτὸν εἰργάσατο. μηνυθέντων δὲ τινῶν ὡς ἐπιβουλεύοιεν αὐτῷ, τοὺς μὲν ἄλλους ἐν οὐδενὶ λόγῳ ἐποιήσατο, εἰπὼν ὅτι “οὐ τὸν αὐτὸν χρὴ τρόπον ψύλλαν τε καὶ θηρίον ἀμύνεσθαι”, ὁ δὲ Ἀσιατικὸς ἐκρίθη μὲν παρ’ αὐτῷ, καὶ ὀλίγου δὲ δεῖν ἀπέφυγεν. ἀρνουμένου γὰρ αὐτοῦ καὶ λέγοντος ὅτι “οὐκ οἶδα οὐδὲ γνωρίζω τῶν καταμαρτυρούντων μου τούτων οὐδένα”, ἐρωτηθεὶς ὁ στρατιώτης ὁ φάσκων αὐτῷ συγγεγονέναι ὅστις ὁ Ἀσιατικὸς εἴη, φαλακρόν τινα προσεστῶτα κατὰ τύχην ἔδειξε· τοῦτο γὰρ αὐτοῦ τὸ σύμβολον μόνον ἠπίστατο. γέλωτος οὖν ἐπὶ τούτῳ πολλοῦ γενομένου, καὶ τοῦ Κλαυδίου ἀπολύειν αὐτὸν μέλλοντος, ὁ Βιτέλιος τῇ Μεσαλίνῃ χαριζόμενος παρακεκλῆσθαι ἔφη ὑπ’ αὐτοῦ ἵν’ ὅπως ἂν βουληθῇ ἀποθάνῃ. ἀκούσας δὲ τοῦτ’ ἐκεῖνος ἐπίστευσέ τε αὐτὸν ὄντως ἑαυτοῦ διὰ τὸ συνειδὸς κατεγνωκέναι, καὶ κατεχρήσατο. ἀνεφάνη δὲ καὶ νησίδιόν τι ἐν τῷ ἔτει τούτῳ παρὰ τῇ Θήρᾳ τῇ νήσῳ, οὐκ ὂν πρότερον. ἐπειδή τε πολλοὶ δούλους ἀρρωστοῦντας οὐδεμιᾶς θεραπείας ἠξίουν, ἀλλὰ καὶ ἐκ τῶν οἰκιῶν ἐξέβαλλον, ἐνομοθέτησε πάντας τοὺς ἐκ τοῦ τοιούτου περιγενομένους ἐλευθέρους εἶναι. ἐν δὲ τῇ Βρεττανίᾳ περιστοιχηθέντος τοῦ Οὐεσπασιανοῦ ὑπὸ τῶν βαρβάρων ποτὲ καὶ κινδυνεύοντος φθαρῆναι, ὁ Τίτος ὁ υἱὸς αὐτοῦ περὶ τῷ πατρὶ δείσας τήν τε περίσχεσιν αὐτῶν παραλόγῳ τόλμῃ διέρρηξε, κἀκ τούτου φεύγοντάς σφας ἐπιδιώξας ἔφθειρεν. |
| S143 | ὁ δὲ Πλαύτιος ἀπὸ τοῦ Βρεττανικοῦ πολέμου, ὡς καὶ καλῶς αὐτὸν χειρίσας καὶ κατορθώσας, καὶ ἐπῃνέθη ὑπὸ τοῦ Κλαυδίου καὶ ἐθριάμβευσε. Γναῖος δὲ Δομίτιος Κουρβούλων ἐν τῇ Κελτικῇ στρατηγῶν τά τε στρατεύματα συνεκρότησε, καὶ τῶν βαρβάρων ἄλλους τε καὶ οὓς ἐκάλουν Καύχους ἐκάκωσε. καὶ αὐτὸν ἐν τῇ πολεμίᾳ ὄντα ὁ Κλαύδιος ἀνεκάλεσε· τήν τε γὰρ ἀρετὴν αὐτοῦ καὶ τὴν ἄσκησιν μαθὼν οὐκ ἐπέτρεψεν αὐτῷ ἐπὶ πλέον αὐξηθῆναι. πυθόμενος δὲ τοῦτο ὁ Κουρβούλων ἐπανῆλθε, τοσοῦτο μόνον ἀναβοήσας “ὦ μακάριοι οἱ πάλαι ποτὲ στρατηγήσαντες” ἐς δήλωσιν ὅτι τοῖς μὲν ἀκινδύνως ἀνδραγαθίζεσθαι ἐξῆν, αὐτὸς δ’ ὑπὸ τοῦ αὐτοκράτορος διὰ τὸν φθόνον ἐνεποδίσθη. τῶν μέντοι ἐπινικίων καὶ ὣς ἔτυχε. πιστευθεὶς δὲ πάλιν τὸ στράτευμα καὶ οὐδὲν ἧττον ἤσκει αὐτό, καὶ ἐπειδή γε εἰρήνουν, διετάφρευσε δι’ αὐτῶν πᾶν τὸ μεταξὺ τοῦ τε Ῥήνου καὶ τοῦ Μόσου, σταδίους ἑβδομήκοντα καὶ ἑκατὸν μάλιστα, ἵνα μὴ οἱ ποταμοὶ ἐν τῇ τοῦ ὠκεανοῦ πλημμυρίδι ἀναρρέοντες πελαγίζωσιν. ἡ Μεσαλῖνα δέ, ὥσπερ οὐκ ἐξαρκοῦν αὐτῇ ὅτι καὶ ἐμοιχεύετο καὶ ἐπορνεύετο (ἤδη γὰρ καὶ ἔπ’ οἰκήματος ἐν τῷ παλατίῳ αὐτή τε ἐκαθέζετο καὶ τὰς ἄλλας τὰς πρώτας ἐκάθιζεν), ἐπεθύμησε δὲ καὶ ἄνδρας, τοῦτο δὴ τὸ τοῦ νόμου, πολλοὺς ἔχειν. διὸ καὶ τὸν Σίλιον τὸν Γάιον ἄνδρα ἐπεγράψατο, καὶ τούς τε γάμους πολυτελῶς εἱστίασε καὶ οἰκίαν αὐτῷ βασιλικὴν ἐχαρίσατο, πάντα τὰ τιμιώτατα τῶν τοῦ Κλαυδίου κειμηλίων συμφορήσασα ἐς αὐτήν, καὶ τέλος ὕπατον ἀπέφηνε. ταῦτ’ οὖν καὶ ὑπὸ πάντων ἀκουόμενα καὶ ὁρώμενα τὸν γοῦν Κλαύδιον ἐλάνθανεν· ὡς δ’ οὗτός τε ἐς τὰ Ὄστια πρὸς ἐπίσκεψιν σίτου κατέβη, καὶ ἐκείνη ἐν τῇ Ῥώμῃ, προφάσει ὡς καὶ νοσοῦσα, ὑπελείφθη, συμπόσιόν τι περιβόητον συνεκρότησε καὶ κῶμον ἀσελγέστατον ἐκώμασεν, ἐνταῦθα ὁ Νάρκισσος μονωθέντι τῷ Κλαυδίῳ μηνύει διὰ τῶν παλλακῶν αὐτοῦ πάντα τὰ γιγνόμενα. ὅθεν ὑποστρέψας παραχρῆμα ἐς τὴν πόλιν ἄλλους τε πολλοὺς καὶ τὸν Μνηστῆρα ἐθανάτωσε, καὶ μετὰ τοῦτο καὶ τὴν Μεσαλῖναν ἀπέσφαξε. καὶ μετ’ ὀλίγον τὴν ἀδελφιδῆν Ἀγριππῖναν ἔγημε, τὴν τοῦ Δομιτίου τοῦ Νέρωνος ἐπονομασθέντος μητέρα· καὶ γὰρ καλὴ ἦν καὶ συνεχῶς αὐτῷ προσεφοίτα, μόνη τε ὡς καὶ θείῳ συνεγίγνετο, καὶ τρυφερώτερον ἢ καὶ ἀδελφιδῆ προσεφέρετο. |
| S144 | ὡς δ’ ἅπαξ ἐν τῇ βασιλείᾳ ἡ Ἀγριππῖνα ἐγένετο, τόν τε Κλαύδιον ἐσφετερίσατο, δεινοτάτη που οὖσα πράγμασι χρήσασθαι, καὶ τούς τινα αὐτοῦ εὔνοιαν ἔχοντας τὰ μὲν φόβῳ τὰ δὲ εὐεργεσίαις ᾠκειώσατο. τόν τε υἱὸν εἰσποιήσασθαι τὸν Κλαύδιον ἀναπείσασα καίτοι παῖδας ἔχοντα ἐς τὸ κράτος ἐξήσκει καὶ παρὰ τῷ Σεννέκᾳ ἐξεπαίδευε, πλοῦτόν τε ἀμύθητον αὐτῷ συνέλεγεν, οὐδὲν οὔτε τῶν σμικροτάτων οὔτε τῶν ἀτιμοτάτων ἐπ’ ἀργυρισμῷ παραλείπουσα, ἀλλὰ πάντα μὲν καὶ τὸν ὁποσονοῦν εὐποροῦντα θεραπεύουσα, πολλοὺς δὲ καὶ δι’ αὐτὸ τοῦτο φονεύουσα. ἤδη δέ τινας καὶ τῶν ἐπιφανῶν γυναικῶν ζηλοτυπήσασα ἔφθειρε, καὶ τήν γε Παυλῖναν τὴν Λολλίαν ἐπειδὴ ἐλπίδα τινὰ ἐς τὴν τοῦ Κλαυδίου συνοίκησιν ἐσχήκει, ἀπέκτεινε. τήν τε κεφαλὴν αὐτῆς κομισθεῖσαν αὐτῇ μὴ γνωρίσασα τό τε στόμα αὐτῆς αὐτοχειρίᾳ ἠνέῳξε καὶ τοὺς ὀδόντας ἐπεσκέψατο ἰδίως πως ἔχοντας. καὶ ἡ μὲν ταχὺ καὶ αὐτὴ Μεσαλῖνα ἐγένετο, καὶ μάλιστα ὅτι καὶ τιμὰς ἄλλας τε καὶ τὸ καρπεντίῳ ἐν ταῖς πανηγύρεσι χρῆσθαι παρὰ τῆς βουλῆς ἔλαβεν. ὁπότε δὲ ὁ Κλαύδιος τὸν Νέρωνα τὸν υἱὸν αὐτῆς ἐσεποιήσατό τε καὶ γαμβρὸν ἐποιήσατο, τὴν θυγατέρα ἐς ἕτερόν τι γένος ἐκποιήσας ἵνα μὴ ἀδελφοὺς συνοικίζειν δοκῇ, τέρας οὐ μικρὸν ἐγένετο· καίεσθαι γὰρ ὁ οὐρανὸς τὴν ἡμέραν ἐκείνην ἔδοξεν. ἔν τινι δὲ λίμνῃ ναυμαχίαν ὁ Κλαύδιος ἐπεθύμησε ποιῆσαι, τεῖχός τε ξύλινον περὶ αὐτὴν κατεσκεύασε καὶ ἰκρία ἔπηξε, πλῆθός τε ἀναρίθμητον ἤθροισε. καὶ οἱ μὲν ἄλλοι ὥς που καὶ ἔδοξεν αὐτοῖς, ὁ δὲ δὴ Κλαύδιος ὅ τε Νέρων στρατιωτικῶς ἐστάλησαν, ἥ τε Ἀγριππῖνα χλαμύδι διαχρύσῳ ἐκοσμήθη. οἱ δὲ δὴ ναυμαχήσοντες θανάτῳ τε [δὴ] καταδεδικασμένοι ἦσαν καὶ πεντήκοντα ναῦς ἑκάτεροι εἶχον, οἱ μὲν Ῥόδιοι οἱ δὲ Σικελοὶ ὀνομασθέντες. καὶ τὸ μὲν πρῶτον συστραφέντες καὶ καθ’ ἓν γενόμενοι Κλαύδιον ἅμα προσηγόρευσαν οὕτω “χαῖρε, αὐτοκράτορ· οἱ ἀπολούμενοί σε ἀσπαζόμεθα·” ἐπεὶ δὲ οὐδὲν σωτήριον εὕροντο, ἀλλὰ ναυμαχεῖν καὶ ὣς ἐκελεύσθησαν, διέκπλοις τε ἁπλοῖς ἐχρήσαντο καὶ ἥκιστα ἀλλήλων ἥψαντο, μέχρις οὗ καὶ ἀνάγκῃ κατεκόπησαν. |
| S145 | ὁ δὲ δὴ Νάρκισσος οὕτως ἐνετρύφα τῷ Κλαυδίῳ ὥστε λέγεται, ἐπειδή ποτε οἱ Βιθυνοί, δικάζοντος τοῦ Κλαυδίου, Ἰουνίου Κίλωνος τοῦ ἄρξαντός σφων πολλὰ κατεβόησαν ὡς οὐ μετρίως δωροδοκήσαντος, καὶ ἤρετο ἐκεῖνος τοὺς παρεστηκότας ὅ τι καὶ λέγουσιν (οὐ γὰρ συνίει διὰ τὸν θόρυβον αὐτῶν), εἶπέ τε ὁ Νάρκισσος ψευσάμενος ὅτι χάριν τῷ Ἰουνίῳ γινώσκουσι, πιστεῦσαί τε αὐτῷ καὶ εἰπεῖν “οὐκοῦν ἐπὶ διετὲς ἔτι ἐπιτροπεύσει.” ἡ δὲ Ἀγριππῖνα καὶ δημοσίᾳ πολλάκις αὐτῷ καὶ χρηματίζοντι καὶ πρεσβείας ἀκροωμένῳ παρῆν, ἐπὶ βήματος ἰδίου καθημένη. καὶ ἦν καὶ τοῦτο οὐδενὸς ἔλαττον θέαμα. Ἰουδαίῳ δέ τινι Γαλίκῳ ῥήτορι δίκην ποτὲ λέγοντι ὁ Κλαύδιος ἀχθεσθεὶς ἐκέλευσεν αὐτὸν ἐς τὸν Τίβεριν ἐμβληθῆναι· ἔτυχε γὰρ πλησίον αὐτοῦ δικάζων. ἐφ’ ᾧ δὴ ὁ Δομιτίος ὁ Ἆφρος, πλεῖστον τῶν καθ’ ἑαυτὸν ἐν τῷ συναγορεύειν τισὶν ἰσχύσας, κάλλιστα ἀπέσκωψε· δεηθέντος γάρ τινος ἀνθρώπου τῆς παρ’ αὐτοῦ βοηθείας, ἐπειδὴ ὑπὸ τοῦ Γαλίκου ἐγκατελείφθη, ἔφη πρὸς αὐτὸν ὅτι “καὶ τίς σοι εἶπεν ὅτι κρεῖττον ἐκείνου νήχομαι;” ὁ δὲ Κλαύδιος τοῖς ὑπὸ τῆς Ἀγριππίνης δρωμένοις, ὧν γε καὶ ᾐσθάνετο ἤδη, ἀχθόμενος, καὶ τὸν υἱὸν αὐτοῦ τὸν Βρεττανικὸν ἐπιζητῶν, ἐξ ὀφθαλμῶν αὐτῷ ἐπίτηδες ὑπ’ ἐκείνης τὰ πολλὰ γιγνόμενον, Νέρωνι, οἷα τῷ ἑαυτῆς παιδὶ ἐκ τοῦ πρότερον ἀνδρὸς αὐτῆς Δομιτίου, πάντα τρόπον περιποιουμένης τὸ κράτος, οὐκ ἤνεγκε τὸ γιγνόμενον, ἀλλ’ ἐκείνην τε καταλῦσαι καὶ τὸν υἱὸν διάδοχον τῆς ἀρχῆς ἀποδεῖξαι παρεσκευάζετο. μαθοῦσα δὲ ταῦτα ἡ Ἀγριππῖνα ἐφοβήθη, καὶ αὐτὸν προκαταλαβεῖν φαρμάκῳ ἠθέλησεν. ὡς δὲ ἐκεῖνος οὐδὲν ὑπὸ τοῦ οἴνου, ὃν πολὺν ἀεί ποτε ἔπινε, καὶ ὑπὸ τῆς ἄλλης διαίτης, ᾗ πρὸς φυλακήν σφων οἱ αὐτοκράτορες χρῶνται, κακοῦσθαι ἠδύνατο, Λουκοῦστάν τινα φαρμακίδα περιβόητον μετεπέμψατο, καὶ φάρμακόν τι ἄφυκτον προκατασκευάσασα ἔς τινα τῶν καλουμένων μυκήτων ἐνέβαλε. καὶ αὐτὴ μὲν ἐκ τῶν ἄλλων ἤσθιεν, ἐκεῖνον δὲ ἐκ τοῦ τὸ φάρμακον ἔχοντος (καὶ γὰρ μέγιστος καὶ κάλλιστος ἦν) φαγεῖν ἐποίησε. |
| S146 | καὶ ὁ μὲν οὕτως ἐπιβουλευθεὶς ἐκ μὲν τοῦ συμποσίου ὡς καὶ ὑπερκορὴς μέθης σφόδρα ὢν ἐξεκομίσθη, ὅπερ που καὶ ἄλλοτε πολλάκις ἐγεγόνει, τῆς δὲ νυκτὸς οὐδὲν οὔτ’ εἰπεῖν οὔτ’ ἀκοῦσαι δυνηθεὶς μετήλλαξε, τῇ τρίτῃ καὶ δεκάτῃ τοῦ Ὀκτωβρίου, ζήσας ἑξήκοντα καὶ τρία ἔτη, αὐταρχήσας δὲ ἔτη ιγʹ καὶ μῆνας ὀκτὼ καὶ ἡμέρας εἴκοσι. ταῦτα δὲ δὴ ἡ Ἀγριππῖνα ποιῆσαι ἠδυνήθη, ὅτι τὸν Νάρκισσον ἐς Καμπανίαν, προφάσει ὡς καὶ τοῖς ὕδασι τοῖς ἐκεῖ πρὸς τὴν ποδάγραν χρησόμενον, προαπέπεμψεν, ἐπεὶ παρόντος γε αὐτοῦ οὐκ ἄν ποτε αὐτὸ ἐδεδράκει· τοιοῦτός τις φύλαξ τοῦ δεσπότου ἦν. ἐπαπώλετο δὲ καὶ αὐτὸς τῷ Κλαυδίῳ, μέγιστον τῶν τότε ἀνθρώπων δυνηθείς· μυριάδας τε γὰρ πλείους μυρίων εἶχε, καὶ προσεῖχον αὐτῷ καὶ πόλεις καὶ βασιλεῖς. καὶ δῆτα καὶ τότε ἀποσφαγήσεσθαι μέλλων λαμπρὸν ἔργον διεπράξατο· τὰ γὰρ γράμματα τοῦ Κλαυδίου, ὅσα ἀπόρρητα κατά τε τῆς Ἀγριππίνης καὶ κατὰ ἄλλων τινῶν, οἷα τὰς ἐπιστολὰς αὐτοῦ διοικῶν, εἶχε, πάντα προκατέκαυσεν. οὕτω μὲν ὁ Κλαύδιος μετήλλαξεν, ἐς τοῦτό τε 〈ὅ τε〉 ἀστὴρ ὁ κομήτης ἐπὶ πλεῖστον ὀφθείς, καὶ ἡ ψεκὰς ἡ αἱματώδης, ὅ τε σκηπτὸς ὁ ἐς τὰ δορυφορικὰ σημεῖα ἐμπεσών, καὶ ἡ αὐτόματος τοῦ ναοῦ τοῦ Διὸς τοῦ Νικαίου ἄνοιξις, τό τε σμῆνος τὸ ἐν τῷ στρατοπέδῳ συστραφέν, καὶ ὅτι ἐξ ἁπασῶν τῶν ἀρχῶν εἷς ἀφ’ ἑκάστης ἐτελεύτησεν, ἔδοξε σημῆναι. ἔτυχε δὲ καὶ τῆς ταφῆς καὶ τῶν ἄλλων ὅσων ὁ Αὔγουστος. Ἀγριππῖνα δὲ καὶ ὁ Νέρων πενθεῖν προσεποιοῦντο ὃν ἀπεκτόνεισαν, ἔς τε τὸν οὐρανὸν ἀνήγαγον ὃν ἐκ τοῦ συμποσίου φοράδην ἐξενηνόχεσαν. ὅθενπερ Λούκιος Ἰούλιος Γαλίων ὁ τοῦ Σεννέκα ἀδελφὸς ἀστειότατόν τι ἀπεφθέγξατο. συνέθηκε μὲν γὰρ καὶ ὁ Σεννέκας σύγγραμμα, ἀποκολοκύντωσιν αὐτὸ ὥσπερ τινὰ ἀθανάτισιν ὀνομάσας· ἐκεῖνος δὲ ἐν βραχυτάτῳ πολλὰ εἰπὼν ἀπομνημονεύεται. ἐπειδὴ γὰρ τοὺς ἐν τῷ δεσμωτηρίῳ θανατουμένους ἀγκίστροις τισὶ μεγάλοις οἱ δήμιοι ἔς τε τὴν ἀγορὰν ἀνεῖλκον κἀντεῦθεν ἐς τὸν ποταμὸν ἔσυρον, ἔφη τὸν Κλαύδιον ἀγκίστρῳ ἐς τὸν οὐρανὸν ἀνενεχθῆναι. καὶ ὁ Νέρων δὲ οὐκ ἀπάξιον μνήμης ἔπος κατέλιπε· τοὺς γὰρ μύκητας θεῶν βρῶμα ἔλεγεν εἶναι, ὅτι καὶ ἐκεῖνος διὰ τοῦ μύκητος θεὸς ἐγεγόνει. ΝΕΡΩΝ. |
| S147 (8t) | ἀποθανόντος δὲ τοῦ Κλαυδίου κατὰ μὲν τὸ δικαιότατον ἡ ἡγεμονία τοῦ Βρεττανικοῦ ἦν (γνήσιος γὰρ τοῦ Κλαυδίου παῖς ἐπεφύκει, καὶ τῇ τοῦ σώματος ἀκμῇ καὶ ὑπὲρ τὸν τῶν ἐτῶν ἀριθμὸν ἤνθει), ἐκ δὲ δὴ τοῦ νόμου καὶ τῷ Νέρωνι διὰ τὴν ποίησιν ἐπέβαλλεν. ἀλλ’ οὐδὲν γὰρ δικαίωμα τῶν ὅπλων ἰσχυρότερόν ἐστι· πᾶς γὰρ ὁ δυνάμει προὔχων δικαιότερος ἀεὶ καὶ λέγειν καὶ πράττειν δοκεῖ. Νέρων οὖν τάς τε διαθήκας τοῦ Κλαυδίου ἠφάνισε καὶ τὴν ἀρχὴν πᾶσαν διεδέξατο, τόν τε Βρεττανικὸν καὶ τὰς ἀδελφὰς αὐτοῦ διεχρήσατο· τί γὰρ ἄν τις καὶ τὰ τῶν ἄλλων παθήματα κατοδύραιτο; σημεῖα δ’ αὐτῷ τῆς αὐταρχίας τάδε ἐγένετο. ἀκτῖνες γὰρ τικτόμενον αὐτὸν ὑπὸ τὴν ἕω ἐξ οὐδεμιᾶς τοῦ ἡλίου φανερᾶς προσβολῆς περιέσχον· καί τις ἀστρολόγος ἔκ τε τούτων καὶ ἐκ τῆς τῶν ἀστέρων φορᾶς τῆς ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ πρὸς ἀλλήλους ὁμιλίας δύο ἅμα περὶ αὐτοῦ ἐμαντεύσατο, ὅτι τε βασιλεύσει καὶ ὅτι τὴν μητέρα φονεύσει. ἀκούσασα δὲ ταῦθ’ ἡ Ἀγριππῖνα παραυτίκα μὲν οὕτως ἐξεφρόνησεν ὡς καὶ αὐτὸ τοῦτο ἀναβοῆσαι “ἀποκτεινάτω με, μόνον βασιλευσάτω,” ὕστερον δὲ καὶ πάνυ μετανοήσειν ἐπὶ τῇ εὐχῇ ἔμελλεν. ἐς γὰρ τοῦτο μωρίας ἀφικνοῦνταί τινες ὥστε, ἄν τι προσδοκήσωσιν ἀγαθὸν κακῷ μεμιγμένον λήψεσθαι, εὐθὺς μὲν ἐπιθυμίᾳ τοῦ κρείττονος καταφρονεῖν τοῦ χείρονος, ἐπειδὰν δὲ καὶ ἐκείνου ὁ καιρὸς ἔλθῃ, δυσκολαίνειν καὶ μὴ ἂν μηδὲ τὸ βέλτιστον εἰληφέναι βεβουλῆσθαι. καίτοι καὶ τὴν πονηρίαν καὶ τὴν ἀσέλγειαν τὴν τοῦ Νέρωνος καὶ ὁ Δομίτιος ὁ πατὴρ ἱκανῶς, οὐκ ἐκ μαντείας ἀλλ’ ἐκ τῶν τρόπων τῶν τε ἑαυτοῦ καὶ τῶν τῆς Ἀγριππίνης, προείδετο, καὶ εἶπε τε ὅτι “ἀδύνατόν ἐστιν ἄνδρα τινὰ ἀγαθὸν ἔκ τε ἐμοῦ καὶ ἐκ ταύτης γεννηθῆναι. |
| S148 | ” προϊόντος δὲ τοῦ χρόνου λεβηρὶς περὶ τὸν αὐχένα τοῦ Νέρωνος παιδίου ἔτ’ ὄντος εὑρεθεῖσα παρέδωκε τοῖς μάντεσι λέγειν ὅτι ἰσχὺν παρά του γέροντος μεγάλην λήψεται, ἐπειδὴ τὸ γῆρας διὰ ταῦθ’ οἱ ὄφεις ἐκδύεσθαι νομίζονται. ἑπτὰ δὲ καὶ δέκα ἔτη ἦγεν ὅτ’ ἦρξεν, ἔς τε τὸ στρατόπεδον εἰσῆλθε, καὶ ἀναγνοὺς ὅσα ὁ Σεννέκας ἐγεγράφει, ὑπέσχετο αὐτοῖς ὅσα ὁ Κλαύδιος ἐδεδώκει. τοσαῦτα δὲ καὶ πρὸς τὴν βουλήν, πρὸς τοῦ Σεννέκου καὶ αὐτὰ γραφέντα, ἀνέγνω ὥστε καὶ ἐς ἀργυρᾶν στήλην ἐγγραφῆναι καὶ ἐν ταῖς νέαις τῶν ἀεὶ ὑπάτων ἀρχαῖς ἀναγινώσκεσθαι ψηφισθῆναι. καὶ οἱ μὲν ἐκ τούτων ὡς καὶ κατὰ συγγραφήν τινα καλῶς ἀρχθησόμενοι παρεσκευάζοντο. καὶ τὸ μὲν πρῶτον ἡ Ἀγριππῖνα πάντα αὐτῷ τὰ τῇ ἀρχῇ προσήκοντα διῴκει, καὶ τὰς ἐξόδους ἅμα ἐποιοῦντο, πολλάκις μὲν καὶ ἐν τῷ αὐτῷ φορείῳ κατακείμενοι· τὸ δὲ δὴ πλεῖον ἡ μὲν ἐφέρετο ὁ δὲ συμπαρείπετο. ταῖς τε πρεσβείαις ἐχρημάτιζε, καὶ ἐπιστολὰς καὶ δήμοις καὶ ἄρχουσι καὶ βασιλεῦσιν ἐπέστελλεν. ὡς δὲ ἐπὶ πολὺ τοῦτ’ ἐγίνετο, ἐδυσχέρανεν ὅ τε Σεννέκας καὶ ὁ Βοῦρρος, φρονιμώτατοί τε ἅμα καὶ δυνατώτατοι τῶν περὶ τὸν Νέρωνα ὄντες ὁ μὲν ἔπαρχος τοῦ δορυφορικοῦ ὁ δὲ διδάσκαλος αὐτοῦ ὤν, καὶ ἔπαυσαν τὸ γινόμενον τοιᾶσδε ἀφορμῆς λαβόμενοι. πρεσβείας Ἀρμενίων ἐλθούσης καὶ ἡ Ἀγριππῖνα ἐπὶ τὸ βῆμα, ἀφ’ οὗ σφίσιν ὁ Νέρων διελέγετο, ἀναβῆναι ἠθέλησεν. ἰδόντες οὖν αὐτὴν ἐκεῖνοι πλησιάζουσαν ἔπεισαν τὸν νεανίσκον προκαταβῆναι καὶ προαπαντῆσαι τῇ μητρὶ ὡς καὶ ἐπὶ δεξιώσει τινί. πραχθέντος τε τούτου οὔτε τότε ἐπανῆλθον, ἐμβαλόντες τινὰ αἰτίαν, ὥστε μὴ καὶ ἐς τοὺς βαρβάρους τὸ νόσημα τῆς ἀρχῆς ἐκφῆναι, καὶ μετὰ τοῦτ’ ἔπραττον ὅπως μηδὲν ἔτ’ αὐτῇ τῶν κοινῶν ἐπιτρέπηται. κατεργασάμενοι δὲ τοῦτο αὐτοὶ τὴν ἀρχὴν ἅπασαν παρέλαβον, καὶ διῴκησαν ἐφ’ ὅσον ἠδυνήθησαν ἄριστα καὶ δικαιότατα. ὅ τε γὰρ Νέρων οὔτ’ ἄλλως φιλοπραγματίας ἦν καὶ ἔχαιρεν ἐν ῥᾳστώνῃ διάγων, καὶ αὐτοὶ τὸν Νέρωνα τρυφᾶν εἴων, ὅπως διακορής, ἄνευ μεγάλου τινὸς τῶν κοινῶν πάντων κακοῦ, ὧν ἐπεθύμει γενόμενος μεταβάληται, ὥσπερ οὐκ εἰδότες ὅτι ψυχὴ νέα τε καὶ αὐθάδης ἔν τε τρυφῇ ἀνεπιπλήκτῳ καὶ ἐν ἐξουσίᾳ αὐτοτελεῖ τραφεῖσα οὐχ ὅσον οὐ κόρον αὐτῶν ἴσχει, ἀλλὰ καὶ ἐξ αὐτῶν τούτων προσδιαφθείρεται. |
| S149 | ἀμέλει καὶ ὁ Νέρων τὰ μὲν πρῶτα ἁπλῶς πως δεῖπνά τε ἐποίει καὶ [περὶ] κώμους ἐκώμαζε καὶ ἐμέθυε καὶ ἤρα, ἔπειτα δὲ ὡς οὔτε ἐκείνῳ τις ἐπέπληττεν οὔτε τὰ κοινὰ χεῖρον παρὰ τοῦτο διεχειρίζετο, ἐπίστευσεν ὅτι καὶ καλῶς αὐτὰ ποιεῖ καὶ δύναται καὶ ἐπὶ πλεῖόν σφισι χρῆσθαι, καὶ μετὰ τοῦτο τὰ μὲν καταφρονήσας, οἷά που συνεχῶς παρὰ τῶν συνόντων ἀκούων “σὺ δὲ τούτων ἀνέχῃ; σὺ δὲ τούτους φοβῇ; οὐκ οἶσθα ὅτι Καῖσαρ εἶ καὶ σὺ ἐκείνων ἐξουσίαν, ἀλλ’ οὐκ ἐκεῖνοι σοῦ ἔχουσιν;” τὰ δὲ καὶ φιλονεικῶν μήτε τῆς μητρὸς ὡς καὶ κρείττονος ἐλαττοῦσθαι μήτε τοῦ Σεννέκου τοῦ τε Βούρρου ὡς καὶ φρονιμωτέρων ἡττᾶσθαι, τέλος ἀπηρυθρίασε, καὶ πάντα τὰ παραγγέλματα αὐτῶν συγχέας καὶ καταπατήσας πρὸς τὸν Γάιον ἔτεινεν. ὡς δ’ ἅπαξ ζηλῶσαι αὐτὸν ἐπεθύμησε, καὶ ὑπερεβάλετο νομίζων τῆς αὐτοκρατορικῆς καὶ τοῦτ’ ἰσχύος ἔργον εἶναι, τὸ μηδὲ ἐν τοῖς κακίστοις μηδενὸς ὑστερίζειν. ἐντεῦθεν πολλὰ μέν, ὡς εἰκὸς χρήματα ἀνηλίσκετο, πολλὰ δὲ ἀδίκως ἐπορίζετο, πολλὰ δὲ βιαίως ἡρπάζετο. ἦν μὲν γὰρ οὐδ’ ὅλως μικρόφρων· τεκμήριον δέ, Δορυφόρῳ τῷ τὰ τῆς ἀρχῆς αὐτοῦ βιβλία διέποντι πεντήκοντα ἅμα καὶ διακοσίας μυριάδας δοθῆναι κελεύσας, εἶτ’ ἐπειδὴ ἡ Ἀγριππῖνα ἐσώρευσεν αὐτὰς ἵνα ἀθρόον τὸ ἀργύριον ἰδὼν μεταβάληται, ἤρετο πόσον εἴη τὸ κείμενον, καὶ μαθὼν ἐδιπλασίασεν αὐτό, εἰπὼν ὅτι “ἠγνόησα ὀλίγον οὕτω κεχαρισμένος.” πολλῷ δὲ δῆλον καὶ ἐκ τοῦ πλήθους τῶν δαπανωμένων ταχὺ μὲν τοὺς ἐν τῷ βασιλικῷ κοιτῶνι θησαυροὺς ἐξήντλησε, ταχὺ δὲ πόρων καινῶν ἐδεήθη, καὶ τέλη τε οὐκ εἰθισμένα ἐξελέγετο καὶ αἱ οὐσίαι τῶν ἐχόντων τι ἐπολυπραγμονοῦντο, καὶ οἱ μὲν ἐκείνας ἐξ ἐπηρείας ἀπέβαλλον, οἱ δὲ καὶ αὐτοὶ προσαπώλλυντο. τοιοῦτος μὲν τὸ σύμπαν ὁ Νέρων ἐγένετο, λέξω δὲ καὶ καθ’ ἕκαστον. περὶ μὲν οὖν τὰς ἱπποδρομίας τοσαύτῃ σπουδῇ ὁ Νέρων ἐκέχρητο ὥστε καὶ τοὺς ἵππους τοὺς ἀγωνιστὰς τοὺς ἐπιφανεῖς τοὺς παρηβηκότας στολῇ τε ἀγοραίῳ ὡς ἄνδρας τινὰς κοσμῆσαι καὶ χρήμασιν ὑπὲρ σιτηρεσίου τιμῆσαι. |
| S150 | ἐπαιρομένων δὲ δὴ καὶ τῶν ἱπποτρόφων καὶ τῶν ἡνιόχων τῇ παρ’ αὐτοῦ σπουδῇ, καὶ δεινῶς τούς τε στρατηγοὺς καὶ τοὺς ὑπάτους ὑβριζόντων, Αὖλος Φαβρίκιος στρατηγῶν ἐκείνοις μὲν μὴ βουληθεῖσιν ἐπὶ μετρίοις τισὶν ἀγωνίσασθαι οὐκ ἐχρήσατο, κύνας δὲ διδάξας ἕλκειν ἅρματα ἀντὶ ἵππων ἐσήγαγε. γενομένου δὲ τούτου οἱ μὲν τῇ λευκῇ τῇ τε πυρρᾷ σκευῇ χρώμενοι τὰ ἅρματα εὐθὺς καθῆκαν, τῶν δὲ δὴ πρασίων τῶν τε οὐενετείων μηδ’ ὣς εἰσελθόντων ὁ Νέρων τὰ ἆθλα τοῖς ἵπποις αὐτὸς ἔθηκε, καὶ ἡ ἱπποδρομία ἐτελέσθη. ἐλυπεῖτο δὲ καὶ ἡ Ἀγριππῖνα μηκέτι τῶν ἐν τῷ παλατίῳ διὰ τὴν Ἀκτὴν μάλιστα κυριεύουσα. ἡ δὲ δὴ Ἀκτὴ ἐπέπρατο μὲν ἐκ τῆς Ἀσίας, ἀγαπηθεῖσα δὲ ὑπὸ τοῦ Νέρωνος ἔς τε τὸ τοῦ Ἀττάλου γένος ἐσήχθη καὶ πολὺ καὶ ὑπὲρ τὴν Ὀκταουίαν τὴν γυναῖκα αὐτοῦ ἠγαπήθη. ἡ οὖν Ἀγριππῖνα διά τε τἄλλα καὶ διὰ ταῦτ’ ἀγανακτοῦσα τὸ μὲν πρῶτον νουθετεῖν αὐτὸν ἐπειρᾶτο, καὶ τῶν συνόντων αὐτῷ τοὺς μὲν πληγαῖς ᾐκίζετο τοὺς δὲ ἐκποδὼν ἐποιεῖτο, ὡς δὲ οὐδὲν ἐπέραινεν, ὑπερήλγησε καὶ εἶπεν αὐτῷ ὅτι “ἐγώ σε αὐτοκράτορα ἀπέδειξα”, ὥσπερ ἀφελέσθαι τὴν μοναρχίαν αὐτοῦ δυναμένη· οὐ γὰρ ἠπίστατο ὅτι πᾶσα ἰσχὺς αὔταρχος, παρ’ ἰδιώτου δοθεῖσά τῳ, τοῦ τε δόντος αὐτὴν εὐθὺς ἀπαλλάττεται καὶ τῷ λαβόντι κατ’ ἐκείνου προσγίνεται. τὸν δὲ Βρεττανικὸν φαρμάκῳ δολοφονήσας ὁ Νέρων ἐπειδὴ πελιδνὸς ὑπὸ τοῦ φαρμάκου ἐγενήθη γύψῳ ἔχρισεν. ὑετὸς δὲ διὰ τῆς ἀγορᾶς αὐτοῦ διαγομένου πολύς, ὑγρᾶς ἔτι οὔσης τῆς γύψου, ἐπιπεσὼν πᾶσαν αὐτὴν ἀπέκλυσεν, ὥστε τὸ δεινὸν μὴ μόνον ἀκούεσθαι ἀλλὰ καὶ ὁρᾶσθαι. μετὰ δὲ τοῦτ’ ἐκφρονεῖν ἄντικρυς ἤρξατο καὶ πολλὰ μὲν οἴκοι πολλὰ δὲ ἐν τῇ ἄνω πόλει, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν, ἐπικρυπτόμενός πῃ ἠσέλγαινεν, καὶ ἔς τε καπηλεῖα εἰσῄει, καὶ πανταχόσε ὡς καὶ ἰδιώτης ἐπλανᾶτο. πληγαί τε ἐκ τούτων καὶ ὕβρεις συχναὶ ἐγίνοντο. καὶ τῇ μητρὶ δὲ ἤδη φανερῶς ἐκπεπολέμωτο. τὰ μὲν γὰρ ἄλλα ὅσα καθ’ ἑκάστην ὡς εἰπεῖν ἡμέραν καὶ ἔλεγον ἐς ἀλλήλους καὶ ἔπραττον, ἐξῄει μὲν ἐκ τοῦ παλατίου, οὐ μέντοι καὶ πάντα ἐδημοσιεύετο, ἀλλὰ κατείκαζον αὐτὰ καὶ ἐλογοποίουν ἄλλα ἄλλως· πρὸς γὰρ δὴ τὴν πονηρίαν τήν τε ἀσέλγειάν σφων τά τε ἐνδεχόμενα γενέσθαι ὡς γεγονότα διεθροεῖτο καὶ τὰ πιθανότητά τινα λεχθῆναι ἔχοντα ὡς καὶ ἀληθῆ ἐπιστεύετο· τότε δὲ πρῶτον ἰδόντες αὐτὴν ἄνευ δορυφόρων οἱ μὲν πολλοὶ ἐφυλάττοντο μηδ’ ἐκ συντυχίας αὐτῇ συμμῖξαι, εἰ δέ πού τις καὶ συνέτυχε, διὰ ταχέων ἄν, μηδὲν εἰπών, ἀπηλλάγη. |
| S151 | ἐν δέ τινι θέᾳ ἄνδρες ταύρους ἀπὸ ἵππων, συμπαραθέοντές σφισι, κατέστρεφον, τετρακοσίας τε ἄρκτους καὶ τριακοσίους λέοντας οἱ ἱππεῖς οἱ σωματοφύλακες τοῦ Νέρωνος κατηκόντισαν, ὅτε καὶ ἱππεῖς ἐκ τοῦ τέλους τριάκοντα ἐμονομάχησαν. ἐν μὲν δὴ οὖν τῷ φανερῷ ταῦτ’ ἐποίει, κρύφα δὲ νύκτωρ ἐκώμαζε κατὰ πᾶσαν τὴν πόλιν, ὑβρίζων ἐς τὰς γυναῖκας, ἀσελγαίνων ἐς τὰ μειράκια, ἀποδύων τοὺς ἀπαντῶντας, παίων τιτρώσκων φονεύων. καὶ ἐδόκει μέν πως λανθάνειν (καὶ γὰρ ἐσθῆσι ποικίλαις καὶ κόμαις περιθέτοις ἄλλοτε ἄλλως ἐχρῆτο), ἠλέγχετο δὲ ἔκ τε τῆς ἀκολουθίας καὶ ἐκ τῶν ἔργων· οὐδεὶς γὰρ ἂν τοσαῦτα καὶ τηλικαῦτα ἀδεῶς οὕτως ποιῆσαι ἐτόλμησεν. οὐδὲ γὰρ οὐδ’ οἴκοι μένειν ἀσφαλὲς οὐδενὶ ἐγίγνετο, ἀλλὰ καὶ ἐς ἐργαστήρια καὶ οἰκίας ἐσεπήδα. Ἰούλιος οὖν τις Μουντανὸς βουλευτής, ἀγανακτήσας ὑπὲρ τῆς γυναικός, προσέπεσέ τε αὐτῷ καὶ πληγὰς πολλὰς ἐνεφόρησεν, ὥσθ’ ὑπὸ τῶν ὑπωπίων συχναῖς αὐτὸν ἡμέραις κρυφθῆναι. καὶ ἔπαθεν ἂν ἐπὶ τούτῳ δεινὸν οὐδέν (ὁ γὰρ Νέρων ἐκ συντυχίας ἄλλως ὑβρίσθαι νομίσας οὐδεμίαν ὀργὴν ἐποιεῖτο), εἰ μὴ ἐπέστειλεν αὐτῷ συγγνώμην αἰτούμενος. ὡς γὰρ ἀναγνοὺς ὁ Νέρων τὰ γράμματα ἔφη “οὐκοῦν ᾔδει Νέρωνα τύπτων”, αὑτὸν κατεχρήσατο. ἐν δέ τινι θεάτρῳ θέας ἐπιτελῶν, εἶτα πληρώσας ἐξαίφνης τὸ θέατρον ὕδατος θαλασσίου ὥστε καὶ ἰχθύας καὶ κτήνη ἐν αὐτῷ νήχεσθαι, ναυμαχίαν τε ἐποίησε Περσῶν δή τινων καὶ Ἀθηναίων, καὶ μετ’ αὐτὴν τό τε ὕδωρ εὐθὺς ἐξήγαγε, καὶ ξηράνας τὸ δάπεδον πεζοὺς πάλιν οὐχ ὅπως ἕνα πρὸς ἕνα ἀλλὰ καὶ πολλοὺς ἅμα πρὸς ἴσους συνέβαλεν. ἐγένοντο δὲ μετὰ ταῦτα καὶ δικανικοὶ ἀγῶνες, ἐξ ὧν καὶ αὐτῶν συχνοὶ καὶ ἔφυγον καὶ ἀπέθανον. |
| S152 | ἐνεκλήθη δὲ καὶ ὁ Σεννέκας ἄλλ’ ἄττα καὶ ὅτι τῇ Ἀγριππίνῃ συνεγίνετο· οὐ μόνον δὲ καὶ ἐν τούτῳ ἀλλὰ καὶ ἐν ἄλλοις πάντα τὰ ἐναντιώτατα οἷς ἐφιλοσόφει ποιῶν ἠλέγχθη. καὶ γὰρ τυραννίδος κατηγορῶν τυραννοδιδάσκαλος ἐγίνετο, καὶ τῶν συνόντων τοῖς δυνάσταις κατατρέχων οὐκ ἀφίστατο τοῦ παλατίου, τούς τε κολακεύοντάς τινα διαβάλλων αὐτὸς καὶ τὰς βασιλίδας καὶ τοὺς ἐξελευθέρους ἐθώπευε· καί τινων καὶ ἐγκώμια συνετίθει, τοῖς τε πλουτοῦσιν ἐγκαλῶν οὐσίαν ἑπτακισχιλίων καὶ πεντακοσίων μυριάδων ἐκτήσατο, καὶ τὰς πολυτελείας τῶν ἄλλων αἰτιώμενος πεντακοσίους τρίποδας κεδρίνου ξύλου ἐλεφαντόποδας ἴσους καὶ ὁμοίους εἶχε, καὶ ἐπ’ αὐτῶν εἱστιᾶτο. τοῦτο γὰρ εἰπὼν καὶ τἄλλα τὰ ἀκόλουθα αὐτῷ δεδήλωκα, τάς τε ἀσελγείας, ἃς πράττων γάμον τε ἐπιφανέστατον ἔγημε καὶ μειρακίοις ἐξώροις ἔχαιρε, καὶ τοῦτο καὶ τὸν Νέρωνα ποιεῖν ἐδίδαξε, καίπερ τοσαύτῃ πρόσθεν αὐστηρότητι τρόπων χρώμενος ὥστε καὶ αἰτήσασθαι παρ’ αὐτοῦ μήτε φιλεῖν αὐτὸν μήτε συσσιτεῖν αὐτῷ. ἦν δέ τις Μάρκος Σαλούιος Ὄθων, ὃς οὕτως ἔκ τε τῆς ὁμοιότητος τῶν τρόπων καὶ τῆς κοινωνίας τῶν ἁμαρτημάτων τῷ Νέρωνι ᾠκείωτο ὥστε καὶ εἰπών ποτε πρὸς αὐτόν “οὕτω με Καίσαρα ἴδοις” οὐδὲν διὰ τοῦτο κακὸν ἔπαθεν, ἀλλὰ τοσοῦτον μόνον ἀντήκουσεν ὅτι “οὐδὲ ὕπατόν σε ὄψομαι”. τούτῳ τὴν Σαβῖναν, ἐξ εὐπατριδῶν οὖσαν, ἀπὸ τοῦ ἀνδρὸς ἀποσπάσας ἔδωκε, καὶ αὐτῇ ἀμφότεροι ἅμα ἐχρῶντο. φοβηθεῖσα οὖν ἡ Ἀγριππῖνα μὴ γήμηται τῷ Νέρωνι (δεινῶς γὰρ ἤδη αὐτῆς ἐρᾶν ἤρξατο), ἔργον ἀνοσιώτατον ἐτόλμησεν· ὥσπερ γὰρ οὐχ ἱκανὸν ἐς μυθολογίαν ὅτι τὸν θεῖον τὸν Κλαύδιον ἐς ἔρωτα αὐτῆς ταῖς τε γοητείαις ταῖς τε ἀκολασίαις καὶ τῶν βλεμμάτων καὶ τῶν φιλημάτων ὑπηγάγετο, ἐπεχείρησε καὶ τὸν Νέρωνα ὁμοίως καταδουλώσασθαι. ἀλλ’ ἐκεῖνο μὲν εἴτ’ ἀληθῶς ἐγένετο εἴτε πρὸς τὸν τρόπον αὐτῶν ἐπλάσθη οὐκ οἶδα· ἃ δὲ δὴ πρὸς πάντων ὡμολόγηται λέγω, ὅτι ἑταίραν τινὰ τῇ Ἀγριππίνῃ ὁμοίαν ὁ Νέρων δι’ αὐτὸ τοῦτο ἐς τὰ μάλιστα ἠγάπησε, καὶ αὐτῇ τε ἐκείνῃ προσπαίζων καὶ τοῖς ἄλλοις ἐνδεικνύμενος ἔλεγεν ὅτι καὶ τῇ μητρὶ ὁμιλοίη. μαθοῦσα δὲ ταῦθ’ ἡ Σαβῖνα ἀνέπεισε τὸν Νέρωνα ὡς καὶ ἐπιβουλεύουσάν οἱ αὐτὴν διολέσαι. |
| S153 | καὶ αὐτὸν καὶ ὁ Σεννέκας, ὡς πολλοῖς καὶ ἀξιοπίστοις ἀνδράσιν εἴρηται, παρώξυνεν, εἴτ’ οὖν τὸ ἔγκλημα τὸ καθ’ ἑαυτοῦ ἐπηλυγάσασθαι βουληθείς, εἴτε καὶ τὸν Νέρωνα ἐς μιαιφονίαν ἀνόσιον προαγαγεῖν ἐθελήσας, ἵν’ ὡς τάχιστα καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων ἀπόληται. ἐπεὶ δὲ καὶ ἐκ τοῦ προφανοῦς ὤκνουν τὸ ἔργον καὶ κρύφα διὰ φαρμάκων οὐκ εἶχον αὐτὴν ἀνελεῖν (πάντα γὰρ ἐκείνη ἰσχυρῶς ἐφυλάσσετο), ναῦν ἰδόντες ἐν τῷ θεάτρῳ διαλυομένην τε αὐτὴν ἐφ’ ἑαυτῆς καί τινα θηρία ἀφιεῖσαν, καὶ συνισταμένην αὖ πάλιν ὥστε καὶ ἐρρῶσθαι, τοιαύτην ἑτέραν ταχέως ἐναυπηγήσαντο. ὡς δὲ ἥ τε ναῦς ἐγεγόνει καὶ ἡ Ἀγριππῖνα ἐτεθεράπευτο (πάντα γὰρ τρόπον ἐκολάκευεν αὐτήν, ἵνα μή τι ὑποτοπήσασα φυλάξηται), ἐν μὲν τῇ Ῥώμῃ οὐδὲν ἐτόλμησε ποιῆσαι, μὴ καὶ ἐκδημοσιευθῇ τὸ μίασμα, πόρρω δὲ ἐς τὴν Καμπανίαν ἀπάρας καὶ παραλαβὼν τὴν μητέρα ἔπλευσεν ἐπ’ αὐτῆς ἐκείνης τῆς νεὼς λαμπρότατα κεκοσμημένης, ὡς καὶ ἐπιθυμίαν αὐτῇ ἐμβαλεῖν ἀεί ποτε τῇ νηὶ χρῆσθαι. ἐλθών τε εἰς Βαύλους δεῖπνά τε πολυτελέστατα ἐπὶ πολλὰς ἡμέρας ἐποίησε καὶ τὴν μητέρα ἐν αὐτοῖς φιλοφρόνως εἱστίασεν, ἀποῦσάν τε πάνυ ποθεῖν ἐπλάττετο καὶ παροῦσαν ὑπερησπάζετο, αἰτεῖν τε ἐκέλευεν ὅ τι βούλοιτο, καὶ μὴ αἰτούσῃ πολλὰ ἐχαρίζετο. ἐπεὶ δὲ ἐνταῦθα 〈ἦν〉, οὕτω δὴ ἀπὸ τοῦ δείπνου περὶ μέσας νύκτας περιλαμβάνει τε αὐτήν, καὶ πρὸς τὸ στέρνον προσαγαγών, καὶ φιλήσας καὶ τὰ ὄμματα καὶ τὰς χεῖρας, “μῆτέρ” τε εἰπών, “ἔρρωσό μοι καὶ ὑγίαινε· ἐν γὰρ σοὶ καὶ ἐγὼ ζῶ καὶ διὰ σὲ βασιλεύω”, παρέδωκεν αὐτὴν Ἀνικήτῳ ἀπελευθέρῳ ὡς καὶ κομιοῦντι οἴκαδε ἐπὶ τοῦ πλοίου οὗ κατεσκευάκει. ἀλλ’ οὐ γὰρ ἤνεγκεν ἡ θάλασσα τὴν μέλλουσαν ἐπ’ αὐτῇ τραγῳδίαν ἔσεσθαι, οὐδ’ ὑπέμεινε τὴν ψευδολογίαν τῆς ἀνοσιουργίας ἀναδέξασθαι, διελύθη μὲν ἡ ναῦς καὶ ἡ Ἀγριππῖνα ἐς τὸ ὕδωρ ἐξέπεσεν, οὐ μέντοι καὶ ἀπέθανεν, ἀλλὰ καίτοι καὶ ἐν σκότῳ καὶ διακορὴς μέθης οὖσα, τῶν τε ναυτῶν ταῖς κώπαις ἐπ’ αὐτὴν χρωμένων ὥστε καὶ Ἀκερωνίαν Πῶλλαν τὴν σύμπλουν αὐτῆς ἀποκτεῖναι, διεσώθη. καὶ ἐλθοῦσα οἴκαδε οὔτε προσεποιήσατο οὔτ’ ἐξέφηνε τὸ ἐπιβούλευμα, ἀλλὰ καὶ πρὸς τὸν υἱὸν ἔπεμψε κατὰ τάχος, καὶ τό τε συμβεβηκὸς αὐτῇ ὡς κατὰ τύχην συμπεπτωκὸς ἔλεγε, καὶ ὅτι σώζοιτο εὐηγγελίζετο δῆθεν αὐτῷ. |
| S154 | ἀκούσας δὲ ταῦθ’ ὁ Νέρων οὐκ ἐκαρτέρησεν, ἀλλὰ καὶ τὸν πεμφθέντα ὡς ἐπὶ τῇ αὑτοῦ σφαγῇ ἥκοντα ἐκόλασε, καὶ ἐπὶ τὴν μητέρα τὸν Ἀνίκητον εὐθὺς μετὰ τῶν ναυτῶν ἀπέστειλε· τοῖς γὰρ δοροφόροις οὐκ ἐπίστευσε τὸν θάνατον αὐτῆς. ἰδοῦσα δέ σφας ἐκείνη ἔγνω τε ἐφ’ ἃ ἥκουσι, καὶ ἀναπηδήσασα ἐκ τῆς κοίτης τήν τε ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα ἀπογυμνώσασα “παῖε” ἔφη “ταύτην, Ἀνίκητε, παῖε, ὅτι Νέρωνα ἔτεκεν.” οὕτω μὲν ἡ Ἀγριππῖνα ἡ τοῦ Γερμανικοῦ θυγάτηρ, ἡ τοῦ Ἀγρίππου ἔγγονος, ἡ τοῦ Αὐγούστου ἀπόγονος, ὑπ’ αὐτοῦ τοῦ υἱέος, ᾧ τὸ κράτος ἐδεδώκει, δι’ ὃν ἄλλους τε καὶ τὸν θεῖον ἀπεκτόνει, κατεσφάγη. μαθὼν δὲ ὁ Νέρων ὅτι τέθνηκεν, οὐκ ἐπίστευσεν· ὑπὸ γὰρ τοῦ μεγέθους τοῦ τολμήματος ἀπιστία αὐτῷ ὑπεχύθη· καὶ διὰ τοῦτο αὐτόπτης ἐπεθύμησε τοῦ πάθους γενέσθαι. καὶ αὐτήν τε πᾶσαν εἶδε γυμνώσας καὶ τὰ τραύματα αὐτῆς ἐπεσκέψατο, καὶ τέλος πολὺ καὶ τοῦ φόνου ἀνοσιώτερον ἔπος ἐφθέγξατο· εἶπε γὰρ ὅτι “οὐκ ᾔδειν ὅτι οὕτω καλὴν μητέρα εἶχον”. καὶ τοῖς τε δορυφόροις ἀργύριον ἔδωκεν, ἵνα δῆλον ὅτι πολλὰ τοιαῦτα γίνεσθαι εὔχωνται, καὶ τῇ γερουσίᾳ ἐπέστειλεν, ἄλλα τε ὅσα συνῄδει αὐτῇ καταριθμῶν, καὶ ὅτι ἐπεβούλευσέ τε αὐτῷ καὶ φωραθεῖσα ἑαυτὴν διεχρήσατο. καὶ τῇ μὲν βουλῇ ταῦτα ἐπέστειλεν, αὐτὸς δὲ ταῖς τε νυξὶν ἐξεταράττετο ὥστε καὶ ἐκ τῆς εὐνῆς ἐξαπιναίως ἀναπηδᾶν, καὶ μεθ’ ἡμέραν ὑπὸ σαλπίγγων δή τινων πολεμικόν τι καὶ θορυβῶδες ἐκ τοῦ χωρίου ἐν ᾧ τὰ τῆς Ἀγριππίνης ὀστᾶ ἔκειτο ἠχουσῶν ἐδειματοῦτο. διὸ καὶ ἄλλοσε ᾔει, καὶ ἐπειδὴ κἀνταῦθα τὰ αὐτὰ αὐτῷ συνέβαινεν, ἄλλοσε ἐμπλήκτως μεθίστατο. οἱ δὲ ἐν τῇ Ῥώμῃ ἄνθρωποι ἀκούσαντες ταῦτα, καίπερ ἀχθόμενοι, ἔχαιρον νομίζοντες αὐτὸν ἐκ τούτου γε πάντως ἀπολεῖσθαι. τῶν δὲ βουλευτῶν οἱ μὲν ἄλλοι πάντες προσεποιοῦντο χαίρειν ἐπὶ τοῖς γεγονόσι, καὶ συνήδοντο δῆθεν τῷ Νέρωνι, καὶ ἐψηφίζοντο πολλὰ οἷς ᾤοντο αὐτῷ χαριεῖσθαι· ὁ Πούπλιος δὲ δὴ Θρασέας Παῖτος ἦλθε μὲν ἐς τὸ συνέδριον καὶ τῆς ἐπιστολῆς ἐπήκουσεν, ἀναγνωσθείσης δὲ αὐτῆς ἐξανέστη τε εὐθὺς πρὶν καὶ ὁτιοῦν ἀποφήνασθαι καὶ ἐξῆλθε, διότι ἃ μὲν ἤθελεν εἰπεῖν οὐκ ἐδύνατο, ἃ δὲ ἠδύνατο οὐκ ἤθελεν. |
| S155 | ἐν δὲ τῷ αὐτῷ τρόπῳ καὶ τὰ ἄλλα πάντα διῆγεν· ἔλεγε γὰρ ὅτι “εἰ μὲν ἐμὲ μόνον ὁ Νέρων φονεύσειν ἔμελλε, πολλὴν ἂν εἶχον τοῖς ἄλλοις ὑπερκολακεύουσιν αὐτὸν συγγνώμην. εἰ δὲ καὶ ἐκείνων τῶν σφόδρα αὐτὸν ἐπαινούντων πολλοὺς τοὺς μὲν ἀνάλωκε τοὺς δὲ καὶ ἀπολέσει, τί χρὴ μάτην ἀσχημονοῦντα δουλοπρεπῶς φθαρῆναι, ἐξὸν ἐλευθερίως ἀποδοῦναι τῇ φύσει τὸ ὀφειλόμενον; ἐμοῦ μὲν γὰρ πέρι καὶ ἔπειτα λόγος τις ἔσται, τούτων δέ, πλὴν κατ’ αὐτὸ τοῦτο ὅτι ἐσφάγησαν, οὐδείς.” τοιοῦτος μὲν ὁ Θρασέας ἐγένετο, καὶ τοῦτο ἀεὶ πρὸς ἑαυτὸν ἔλεγεν “ἐμὲ Νέρων ἀποκτεῖναι μὲν δύναται, βλάψαι δὲ οὔ”. Νέρωνα δὲ μετὰ τὸν τῆς μητρὸς φόνον εἰσιόντα ἐς τὴν Ῥώμην δημοσίᾳ μὲν ἐθεράπευον, ἰδίᾳ δέ, ἐν ᾧ γε καὶ παρρησιάσασθαί τινες ἀσφαλῶς ἐδύναντο, καὶ μάλα αὐτὸν ἐσπάραττον. τοῦτο μὲν γὰρ μολγόν τέ τινα ἀπ’ ἀνδριάντος αὐτοῦ νύκτωρ ἀπεκρέμασαν, ἐνδεικνύμενοι ὅτι ἐς ἐκεῖνον αὐτὸν δέοι ἐμβεβλῆσθαι· τοῦτο δὲ παιδίον ἐς τὴν ἀγορὰν ῥίψαντες προσέδησαν αὐτῷ πινάκιον λέγον “οὐκ ἀναιροῦμαί σε, ἵνα μὴ τὴν μητέρα ἀποσφάξῃς.” καὶ ἦν μὲν καὶ ἀναγινώσκειν πολλαχόθι ὁμοίως γεγραμμένον “Νέρων Ὀρέστης Ἀλκμέων μητροκτόνοι”, ἦν δὲ καὶ ἀκούειν αὐτὸ τοῦτο λεγόντων ὅτι Νέρων τὴν μητέρα ἀνεχρήσατο· συχνοὶ γὰρ ὡς καὶ λελαληκότας τινὰς αὐτὸ εἰσήγγελον, οὐχ οὕτως ἵν’ ἐκείνους ἀπολέσωσιν, ὡς ἵνα τὸν Νέρωνα διαβάλωσιν. ὅθεν οὐδεμίαν τοιαύτην δίκην προσήκατο, ἤτοι μὴ βουλόμενος ἐπὶ πλεῖον δι’ αὐτῆς τὴν φήμην ἐπαυξῆσαι, ἢ καὶ καταφρονῶν ἤδη τῶν λεγομένων. ὁ μέντοι ἥλιος σύμπας ἐν μέσαις ταῖς θυσίαις ταῖς ἐπὶ τῇ Ἀγριππίνῃ κατὰ τὸ ψήφισμα γενομέναις ἐξέλιπεν, ὥστε καὶ ἀστέρας ἐκφῆναι· καὶ οἱ ἐλέφαντες οἱ τὴν τοῦ Αὐγούστου ἁρμάμαξαν ἄγοντες ἐς μὲν τὸν ἱππόδρομον ἐσῆλθον καὶ μέχρι τῆς τῶν βουλευτῶν ἕδρας ἀφίκοντο, γενόμενοι δὲ ἐνταῦθα ἔστησαν καὶ περαιτέρω οὐ προεχώρησαν. καὶ ὃ δὴ καὶ μάλιστα ἄν τις ἐτεκμήρατο ἐκ τοῦ δαιμονίου γεγονέναι, σκηπτός ποτε τὸ δεῖπνον αὐτοῦ πᾶν ἐσφερόμενόν οἱ κατέφλεξεν, ὥσπερ τις ἅρπυια τὰ σιτία αὐτοῦ ἀφελόμενος. |
| S156 | οὐ μὴν ἀλλ’ αὐτὸς καὶ Δομιτίαν τὴν τηθίδα φαρμάκῳ δολοφονήσας τὰ ἐν ταῖς Βαίαις τῇ τε Ῥαβενίδι θαλάσσῃ κτήματα αὐτῆς ἀφείλετο ἐν οἷς καὶ νικητήρια εὐθὺς μεγαλοπρεπῆ κατεσκεύασεν ἃ καὶ δεῦρο ἀνθεῖ. ἐπὶ δὲ δὴ τῇ μητρὶ καὶ ἑορτὴν μεγίστην δὴ καὶ πολυτελεστάτην ἐποίησεν, ὥστε ἐν πέντε ἢ καὶ ἓξ ἅμα θεάτροις ἐπὶ πολλὰς ἡμέρας πανηγυρίσαι, ὅτε δὴ καὶ ἐλέφας ἀνήχθη ἐς τὴν ἀνωτάτω τοῦ θεάτρου ἁψῖδα, καὶ ἐκεῖθεν ἐπὶ σχοινίων κατέδραμεν ἀναβάτην φέρων. ἐκεῖνο δὲ δὴ καὶ αἴσχιστον καὶ δεινότατον ἅμα ἐγένετο, ὅτι καὶ ἄνδρες καὶ γυναῖκες οὐχ ὅπως τοῦ ἱππικοῦ ἀλλὰ καὶ τοῦ βουλευτικοῦ ἀξιώματος ἐς τὴν ὀρχήστραν καὶ ἐς τὸν ἱππόδρομον τό τε θέατρον τὸ κυνηγετικὸν ἐσῆλθον ὥσπερ οἱ ἀτιμότατοι, καὶ ηὔλησάν τινες αὐτῶν καὶ ὠρχήσαντο τραγῳδίας τε καὶ κωμῳδίας ὑπεκρίναντο καὶ ἐκιθαρῴδησαν, ἵππους τε ἤλασαν καὶ θηρία ἀπέκτειναν καὶ ἐμονομάχησαν, οἱ μὲν ἐθελονταὶ οἱ δὲ καὶ πάνυ ἄκοντες. καὶ εἶδον οἱ τότε ἄνθρωποι τὰ γένη τὰ μεγάλα, τοὺς Φουρίους τοὺς Φαβίους τοὺς Πορκίους τοὺς Οὐαλερίους, τἄλλα πάντα ὧν τὰ τρόπαια ὧν οἱ ναοὶ ἑωρῶντο, κάτω τε ἑστηκότας καὶ τοιαῦτα δρῶντας ὧν ἔνια οὐδ’ ὑπ’ ἄλλων γινόμενα ἐθεώρουν. καὶ ἐδακτυλοδείκτουν γε αὐτοὺς ἀλλήλοις, καὶ ἐπέλεγον Μακεδόνες μὲν “οὗτός ἐστιν ὁ τοῦ Παύλου ἔκγονος”, Ἕλληνες δὲ “οὗτος τοῦ Μεμμίου”, Σικελιῶται “ἴδετε τὸν Κλαύδιον”, Ἠπειρῶται “ἴδετε τὸν Ἄππιον”, Ἀσιανοὶ τὸν Λούκιον, Ἴβηρες τὸν Πούπλιον, Καρχηδόνιοι Ἀφρικανόν, Ῥωμαῖοι δὲ πάντας. τοιαῦτα γάρ που προτέλεια τῆς αὐτοῦ ἀσχημοσύνης ποιῆσαι ἠθέλησεν. ὠλοφύροντο δὲ πάντες οἱ νοῦν ἔχοντες καὶ ἐπὶ τῷ πλήθει τῶν ἀναλισκομένων. πάντα μὲν γὰρ τὰ πολυτελέστατα ἃ ἄνθρωποι ἐσθίουσι, πάντα δὲ καὶ τὰ ἄλλα τὰ τιμιώτατα, ἵππους ἀνδράποδα ζεύγη χρυσίον ἀργύριον ἐσθῆτα ποικίλην, ἐδίδου διὰ συμβόλων· σφαιρία γὰρ μικρά, γεγραμμένα ὡς ἕκαστα αὐτῶν ἔχοντα, ἐς τὸν ὅμιλον ἐρρίπτει, καὶ ἐδίδοτο ὅ τι τις δι’ ἐκείνων ἥρπασεν. ἐνενόουν γὰρ ὅτι, ὁπότε τοσαῦτα ἀνήλισκεν ἵνα ἀσχημονήσῃ, οὐδενὸς τῶν ἀτοπωτάτων ἀφέξεται ἵνα τι κερδάνῃ. |
| S157 | τεράτων δέ τινων γεγονότων τότε οἱ μάντεις ὄλεθρον αὐτῷ ταῦτα φέρειν εἶπον, καὶ συνεβούλευσαν ἐς ἑτέρους τὸ δεινὸν ἀποτρέψασθαι. κἂν συχνοὺς εὐθὺς κατεχρήσατο, εἰ μὴ ὁ Σεννέκας ἔφη αὐτῷ ὅτι “ὅσους ἂν ἀποσφάξῃς, οὐ δύνασαι τὸν διάδοχόν σου ἀποκτεῖναι.” τότε μὲν δὴ τοσαῦτα σωτήρια, ὡς δὴ ἔλεγεν, ἑώρτασε, καὶ τὴν ἀγορὰν τῶν ὄψων, τὸ μάκελλον ὠνομασμένον, καθιέρωσε· μετὰ δὲ ταῦτα ἕτερον αὖ εἶδος ἑορτῆς ἤγαγεν, ἐπεκλήθη δὲ Ἰουβενάλια ὥσπερ τινὰ νεανισκεύματα, καὶ ἐτελέσθη ἐπὶ τῷ γενείῳ αὐτοῦ. καὶ γὰρ τοῦτο τότε πρῶτον ἐξύρατο, καὶ τάς γε τρίχας ἐς σφαιρίον τι χρυσοῦν ἐμβαλὼν ἀνέθηκε τῷ Διὶ τῷ Καπιτωλίῳ· καὶ ἐς τὴν ἑορτὴν οἵ τε ἄλλοι καὶ οἱ εὐγενέστατοι πάντως τι ἐπεδείξαντο. τεκμήριον δέ, Αἰλία Κατέλλα τοῦτο μὲν γένει καὶ πλούτῳ προήκουσα, τοῦτο δὲ καὶ ἡλικίᾳ προφέρουσα (ὀγδοηκοντοῦτις γὰρ ἦν) ὠρχήσατο, οἵ τε λοιποὶ οἱ διὰ γῆρας ἢ νόσον ἰδίᾳ μηδὲν ποιῆσαι δυνάμενοι ἐχορῴδησαν. ἤσκουν μὲν γὰρ πάντες ὅ τι τις καὶ ὁπωσοῦν οἷός τε ἦν, καὶ ἐς διδασκαλεῖα ἀποδεδειγμένα συνεφοίτων οἱ ἐλλογιμώτατοι, ἄνδρες γυναῖκες, κόραι μειράκια, γραῖαι γέροντες· εἰ δέ τις μὴ ἐδύνατο ἐν ἑτέρῳ τῳ θέαν παρασχεῖν, ἐς τοὺς χοροὺς κατεχωρίζετο. καὶ ἐπειδή γέ τινες αὐτῶν προσωπεῖα ὑπ’ αἰσχύνης, ἵνα μὴ γνωρίζωνται, περιέθεντο, περιεῖλεν αὐτὰ τοῦ δήμου δῆθεν ἀξιώσαντος, καὶ ἐπέδειξε καὶ τοῖς ὀλίγον ἔμπροσθεν ὑπ’ αὐτῶν ἀρχθεῖσιν ἀνθρώποις. καὶ τότε δὴ μάλιστα καὶ ἐκεῖνοι καὶ οἱ ἄλλοι τοὺς τεθνηκότας ἐμακάριζον· πολλοὶ γὰρ ἄνδρες τῶν πρώτων ἐν τῷ ἔτει τούτῳ ἐτελεύτησαν, ὧν ἐνίους καὶ τῷ Νέρωνι ἐπιβουλεύειν αἰτιαθέντας οἱ στρατιῶται περιστάντες ἐλιθοβόλησαν. καὶ ἔδει γὰρ καὶ τὸν κολοφῶνα ἄξιον τῶν πραττομένων ἐπενεχθῆναι, παρῆλθέ τε καὶ αὐτὸς ὁ Νέρων ἐς τὸ θέατρον, ὀνομαστὶ πρὸς τοῦ Γαλλίωνος ἐσκηρυχθείς, καὶ ἔστη τε ἐπὶ τῆς σκηνῆς ὁ Καῖσαρ τὴν κιθαρῳδικὴν σκευὴν ἐνδεδυκώς, καὶ “κύριοί μου, εὐμενῶς μου ἀκούσατε” εἶπεν ὁ αὐτοκράτωρ, ἐκιθαρῴδησέ τε Ἄττιν τινὰ ἢ Βάκχας ὁ Αὔγουστος, πολλῶν μὲν στρατιωτῶν παρεστηκόκων, παντὸς δὲ τοῦ δήμου, ὅσον αἱ ἕδραι ἐχώρησαν, καθημένου, καίτοι καὶ βραχὺ καὶ μέλαν, ὥς γε παραδέδοται, φώνημα ἔχων, ὥστε καὶ γέλωτα ἅμα καὶ δάκρυα πᾶσι κινῆσαι. |
| S158 | καὶ αὐτῷ καὶ ὁ Βοῦρρος καὶ ὁ Σεννέκας, καθάπερ τινὲς διδάσκαλοι, ὑποβάλλοντές τι παρειστήκεισαν, καὶ αὐτοὶ τάς τε χεῖρας καὶ τὰ ἱμάτια, ὁπότε φθέγξοιτό τι, ἀνέσειον, καὶ τοὺς ἄλλους προσεπεσπῶντο. ἦν μὲν γάρ τι καὶ ἴδιον αὐτῷ σύστημα ἐς πεντακισχιλίους στρατιώτας παρεσκευασμένον, Αὐγούστειοί τε ὠνομάζοντο καὶ ἐξῆρχον τῶν ἐπαίνων· ἠναγκάζοντο δέ σφισι καὶ οἱ ἄλλοι πάντες καὶ ἄκοντες, πλὴν τοῦ Θρασέα, ἐκβοᾶν. οὗτος μὲν γὰρ οὐδέποτε αὐτῷ συγκαθῆκεν, οἱ δὲ δὴ ἄλλοι, καὶ μάλισθ’ οἱ ἐπιφανεῖς, σπουδῇ καὶ ὀδυρόμενοι συνελέγοντο, καὶ πάνθ’ ὅσαπερ οἱ Αὐγούστειοι, ὡς καὶ χαίροντες, συνεβόων· καὶ ἦν ἀκούειν πως αὐτῶν λεγόντων “ὁ καλὸς Καῖσαρ, ὁ Ἀπόλλων, ὁ Αὔγουστος, εἷς ὡς Πύθιος. μά σε Καῖσαρ, οὐδείς σε νικᾷ.” ποιήσας δὲ ταῦτα ἐδείπνισε τὸν δῆμον ἐπὶ πλοίων ἐν τῷ χωρίῳ ἐν ᾧ ἡ ναυμαχία ὑπὸ τοῦ Αὐγούστου ἐγεγόνει· καὶ ἐξ αὐτοῦ νυκτὸς μεσούσης ἐς τὸν Τίβεριν διὰ τάφρου κατέπλευσε. ταῦτα μὲν ἐπὶ τῷ τὸ γένειον ψιλισθῆναι ἔπραξεν· ὑπὲρ δὲ δὴ τῆς σωτηρίας τῆς τε διαμονῆς τοῦ κράτους αὐτοῦ (οὕτω γάρ που προέγραψεν) ἀγῶνα πενταετηρικὸν κατεστήσατο, Νερώνεια αὐτὸν ὀνομάσας, καὶ ἐπ’ αὐτῷ καὶ τὸ γυμνάσιον ᾠκοδόμησεν, ἔλαιόν τε ἐν τῇ καθιερώσει αὐτοῦ καὶ τοῖς βουλευταῖς καὶ τοῖς ἱππεῦσι προῖκα ἔνειμε. τὸν μέντοι στέφανον τὸν τῶν κιθαρῳδῶν ἀνικεὶ ἔλαβε, πάντων ὡς καὶ ἀναξίων τῆς νίκης ἐκβληθέντων. κἀκ τούτου καὶ οἱ ἄλλοι αὐτῷ στέφανοι οἱ τῆς κιθαρῳδίας ἐξ ἁπάντων τῶν ἀγώνων ὡς καὶ μόνῳ ἀξιονίκῳ ἐπέμποντο. ἐν ᾧ δὲ ταῦτα ἐν τῇ Ῥώμῃ ἐπαίζετο, πάθος ἐν τῇ Βρεττανίᾳ δεινὸν συνηνέχθη· δύο τε γὰρ πόλεις ἐπορθήθησαν, καὶ μυριάδες ὀκτὼ τῶν τε Ῥωμαίων καὶ τῶν συμμάχων αὐτῶν ἐφθάρησαν, ἥ τε νῆσος ἠλλοτριώθη. καὶ ταῦτα μέντοι πάντα ὑπὸ γυναικὸς αὐτοῖς συνηνέχθη, ὥστε καὶ κατὰ τοῦτο πλείστην αὐτοῖς αἰσχύνην συμβῆναι, ὥς που καὶ τὸ θεῖον τὴν συμφορὰν αὐτοῖς προεσήμανεν· ἔκ τε γὰρ τοῦ βουλευτηρίου θροῦς νυκτὸς βαρβαρικὸς μετὰ γέλωτος καὶ ἐκ τοῦ θεάτρου θόρυβος μετ’ οἰμωγῆς ἐξηκούετο, μηδενὸς ἀνθρώπων μήτε φθεγγομένου μήτε στένοντος, οἰκίαι τέ τινες ἐν τῷ Ταμέσᾳ ποταμῷ ὕφυδροι ἑωρῶντο, καὶ ὁ ὠκεανὸς ὁ μεταξὺ τῆς τε νήσου καὶ τῆς Γαλατίας αἱματώδης ποτὲ ἐν τῇ πλημμυρίδι ηὐξήθη. |
| S159 | πρόφασις δὲ τοῦ πολέμου ἐγένετο ἡ δήμευσις τῶν χρημάτων ἃ Κλαύδιος τοῖς πρώτοις αὐτῶν ἐδεδώκει· καὶ ἔδει καὶ ἐκεῖνα, ὥς γε Δεκιανὸς Κάτος ὁ τῆς νήσου ἐπιτροπεύων ἔλεγεν, ἀναπόμπιμα γενέσθαι. διά τε οὖν τοῦτο, καὶ ὅτι ὁ Σεννέκας χιλίας σφίσι μυριάδας ἄκουσιν ἐπὶ χρησταῖς ἐλπίσι τόκων δανείσας ἔπειτ’ ἀθρόας τε ἅμα αὐτὰς καὶ βιαίως εἰσέπρασσεν ..... ἡ δὲ μάλιστα αὐτοὺς ἐρεθίσασα καὶ ἐναντία Ῥωμαίων πολεμεῖν ἀναπείσασα, τῆς τε προστατείας αὐτῶν ἀξιωθεῖσα καὶ τοῦ πολέμου παντὸς στρατηγήσασα, Βουδουῖκα ἦν, γυνὴ Βρεττανὶς γένους τοῦ βασιλείου, μεῖζον ἢ κατὰ γυναῖκα φρόνημα ἔχουσα. αὕτη γὰρ συνήγαγέ τε τὸ στράτευμα ἀμφὶ δώδεκα μυριάδας ὄν, καὶ ἀνέβη ἐπὶ βῆμα ἐκ γῆς ἑλώδους ἐς τὸν Ῥωμαϊκὸν τρόπον πεποιημένον. ἦν δὲ καὶ τὸ σῶμα μεγίστη καὶ τὸ εἶδος βλοσυρωτάτη τό τε βλέμμα δριμυτάτη, καὶ τὸ φθέγμα τραχὺ εἶχε, τήν τε κόμην πλείστην τε καὶ ξανθοτάτην οὖσαν μέχρι τῶν γλουτῶν καθεῖτο, καὶ στρεπτὸν μέγαν χρυσοῦν ἐφόρει, χιτῶνά τε παμποίκιλον ἐνεκεκόλπωτο, καὶ χλαμύδα ἐπ’ αὐτῷ παχεῖαν ἐνεπεπόρπητο. οὕτω μὲν ἀεὶ ἐνεσκευάζετο· τότε δὲ καὶ λόγχην λαβοῦσα, ὥστε καὶ ἐκ τούτου πάντας ἐκπλήττειν, ἔλεξεν ὧδε “πέπεισθε μὲν τοῖς ἔργοις αὐτοῖς ὅσον ἐλευθερία τῆς δουλείας διαφέρει, ὥστ’ εἰ καὶ πρότερόν τις ὑμῶν ὑπὸ τῆς τοῦ κρείττονος ἀπειρίας ἐπαγωγοῖς ἐπαγγέλμασι τῶν Ῥωμαίων ἠπάτητο, ἀλλὰ νῦν γε ἑκατέρου πεπειραμένοι μεμαθήκατε μὲν ὅσον ἡμαρτήκατε δεσποτείαν ἐπισπαστὸν πρὸ τῆς πατρίου διαίτης προτιμήσαντες, ἐγνώκατε δὲ ὅσῳ καὶ πενία ἀδέσποτος πλούτου δουλεύοντος προφέρει. τί μὲν γὰρ οὐ τῶν αἰσχίστων, τί δ’ οὐ τῶν ἀλγίστων, ἐξ οὗπερ ἐς τὴν Βρεττανίαν οὗτοι παρέκυψαν, πεπόνθαμεν; οὐ τῶν μὲν πλείστων καὶ μεγίστων κτημάτων ὅλων ἐστερήμεθα, τῶν δὲ λοιπῶν τέλη καταβάλλομεν; οὐ πρὸς τῷ τἄλλα πάντα καὶ νέμειν καὶ γεωργεῖν ἐκείνοις, καὶ τῶν σωμάτων αὐτῶν δασμὸν ἐτήσιον φέρομεν; καὶ πόσῳ κρεῖττον ἦν ἅπαξ τισὶ πεπρᾶσθαι μᾶλλον ἢ μετὰ κενῶν ἐλευθερίας ὀνομάτων κατ’ ἔτος λυτροῦσθαι; πόσῳ δὲ ἐσφάχθαι καὶ ἀπολωλέναι μᾶλλον ἢ κεφαλὰς ὑποτελεῖς περιφέρειν; καίτοι τί τοῦτο εἶπον; οὐδὲ γὰρ τὸ τελευτῆσαι παρ’ αὐτοῖς ἀζήμιόν ἐστιν, ἀλλ’ ἴστε ὅσον καὶ ὑπὲρ τῶν νεκρῶν τελοῦμεν· παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἀνθρώποις καὶ τοὺς δουλεύοντάς τισιν ὁ θάνατος ἐλευθεροῖ, Ῥωμαίοις δὲ δὴ μόνοις καὶ οἱ νεκροὶ ζῶσι πρὸς τὰ λήμματα. |
| S160 | τί δ’ ὅτι, κἂν μὴ ἔχῃ τις ἡμῶν ἀργύριον (πῶς γὰρ ἢ πόθεν), ἀποδυόμεθα καὶ σκυλευόμεθα ὥσπερ οἱ φονευόμενοι; τί δ’ ἂν προϊόντος τοῦ χρόνου μετριάσαιεν, οὕτως ἡμῖν κατὰ τὴν πρώτην εὐθύς, ὅτε πάντες καὶ τὰ θηρία τὰ νεάλωτα θεραπεύουσι, προσενηνεγμένοι; ἡμεῖς δὲ δὴ πάντων τῶν κακῶν τούτων αἴτιοι, ὥς γε τἀληθὲς εἰπεῖν, γεγόναμεν, οἵ τινες αὐτοῖς ἐπιβῆναι τὴν ἀρχὴν τῆς νήσου ἐπετρέψαμεν, καὶ οὐ παραχρῆμα αὐτούς, ὥσπερ καὶ τὸν Καίσαρα τὸν Ἰούλιον ἐκεῖνον, ἐξηλάσαμεν· οἵ τινες οὐ πόρρωθέν σφισιν, ὥσπερ καὶ τῷ Αὐγούστῳ καὶ τῷ Γαΐῳ τῷ Καλλιγόλᾳ, φοβερὸν τὸ καὶ πειρᾶσαι τὸν πλοῦν ἐποιήσαμεν. τοιγαροῦν νῆσον τηλικαύτην, μᾶλλον δὲ ἤπειρον τρόπον τινὰ περίρρυτον νεμόμενοι καὶ ἰδίαν οἰκουμένην ἔχοντες, καὶ τοσοῦτον ὑπὸ τοῦ ὠκεανοῦ ἀφ’ ἁπάντων τῶν ἄλλων ἀνθρώπων ἀφωρισμένοι ὥστε καὶ γῆν ἄλλην καὶ οὐρανὸν ἄλλον οἰκεῖν πεπιστεῦσθαι, καί τινας αὐτῶν καὶ τοὺς σοφωτάτους γε μηδὲ τὸ ὄνομα ἡμῶν ἀκριβῶς πρότερον ἐγνωκέναι, κατεφρονήθημεν καὶ κατεπατήθημεν ὑπ’ ἀνθρώπων μηδὲν ἄλλο ἢ πλεονεκτεῖν εἰδότων. ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν ἔτι, ὦ πολῖται καὶ φίλοι καὶ συγγενεῖς (πάντας γὰρ ὑμᾶς συγγενεῖς, ἅτε καὶ μιᾶς νήσου οἰκήτορας ὄντας καὶ ἓν ὄνομα κοινὸν κεκτημένους, νομίζω), τὰ προσήκοντα πράξωμεν, ἕως ἔτι τῆς ἐλευθερίας μνημονεύομεν, ἵνα καὶ τὸ πρόσρημα καὶ τὸ ἔργον αὐτῆς τοῖς παισὶ καταλίπωμεν. ἂν γὰρ ἡμεῖς τῆς συντρόφου εὐδαιμονίας παντελῶς ἐκλαθώμεθα, τί ποτε ἐκεῖνοι ποιήσουσιν ἐν δουλείᾳ τραφέντες; λέγω δὲ ταῦτα οὐχ ἵνα μισήσητε τὰ παρόντα (μεμισήκατε γάρ), οὐδ’ ἵνα φοβηθῆτε τὰ μέλλοντα (πεφόβησθε γάρ), ἀλλ’ ἵνα ἐπαινέσω τε ὑμᾶς ὅτι καὶ καθ’ ἑαυτοὺς πάνθ’ ὅσα δεῖ προαιρεῖσθε, καὶ χάριν ὑμῖν γνῶ ὅτι καὶ ἐμοὶ καὶ ἑαυτοῖς ἑτοίμως συναίρεσθε. |
| S161 | φοβεῖσθε δὲ μηδαμῶς τοὺς Ῥωμαίους· οὔτε γὰρ πλείους ἡμῶν εἰσιν οὔτ’ ἀνδρειότεροι. τεκμήριον δὲ ὅτι καὶ κράνεσι καὶ θώραξι καὶ κνημῖσιν ἐσκέπασθε καὶ προσέτι καὶ σταυρώμασι καὶ τείχεσι καὶ τάφροις ἐσκεύασθε πρὸς τὸ μήτι πάσχειν ἐξ ἐπιδρομῆς τῶν πολεμίων. τοῦτο γὰρ αἱροῦνται μᾶλλον ὑπὸ τῶν φόβων ἢ τὸ καὶ δρᾶσαί τι προχείρως ὥσπερ ἡμεῖς. τοσαύτῃ γὰρ περιουσίᾳ ἀνδρίας χρώμεθα ὥστε καὶ τὰς σκηνὰς ἀσφαλεστέρας τῶν τειχῶν καὶ τὰς ἀσπίδας πολυαρκεστέρας τῆς ἐκείνων πανοπλίας νομίζειν. ἐξ οὗπερ ἡμεῖς μὲν καὶ κρατοῦντες αἱροῦμεν αὐτοὺς καὶ βιασθέντες ἐκφεύγομεν, κἂν ἄρα καὶ ἀναχωρῆσαί ποι προελώμεθα, ἐς τοιαῦτα ἕλη καὶ ὄρη καταδυόμεθα ὥστε μήτε εὑρεθῆναι μήτε ληφθῆναι· ἐκεῖνοι δὲ οὔτε διῶξαί τινα ὑπὸ τοῦ βάρους οὔτε φυγεῖν δύνανται, κἂν ἄρα καὶ ἐκδράμωσί ποτε, ἔς τε χωρία ἀποδεδειγμένα καταφεύγουσι, κἀνταῦθα ὥσπερ ἐς γαλεάγρας κατακλείονται. ἔν τε οὖν τούτοις παρὰ πολὺ ἡμῶν ἐλαττοῦνται, καὶ ἐν ἐκείνοις, ὅτι οὔτε λιμὸν οὔτε δίψος, οὐ ψῦχος οὐ καῦμα ὑποφέρουσιν ὥσπερ ἡμεῖς, ἀλλ’ οἱ μὲν καὶ σκιᾶς καὶ σκέπης σίτου τε μεμαγμένου καὶ οἴνου καὶ ἐλαίου δέονται, κἂν ἄρα τι τούτων αὐτοὺς ἐπιλίπῃ διαφθείρονται, ἡμῖν δὲ δὴ πᾶσα μὲν πόα καὶ ῥίζα σῖτος ἐστί, πᾶς δὲ χυμὸς ἔλαιον, πᾶν δὲ ὕδωρ οἶνος, πᾶν δὲ δένδρον οἰκία. καὶ μὴν καὶ τὰ χωρία ταῦτα ἡμῖν μὲν συνήθη καὶ σύμμαχα, ἐκείνοις δὲ δὴ καὶ ἄγνωστα καὶ πολέμια· καὶ τοὺς ποταμοὺς ἡμεῖς μὲν γυμνοὶ διανέομεν, ἐκεῖνοι δὲ οὐδὲ πλοίοις ῥᾳδίως περαιοῦνται. ἄλλ’ ἴωμεν ἐπ’ αὐτοὺς ἀγαθῇ τύχῃ θαρροῦντες. δείξωμεν αὐτοῖς ὅτι λαγωοὶ καὶ ἀλώπεκες ὄντες κυνῶν καὶ λύκων ἄρχειν ἐπιχειροῦσιν.” ταῦτα εἰποῦσα λαγὼν μὲν ἐκ τοῦ κόλπου προήκατο μαντείᾳ τινὶ χρωμένη, καὶ ἐπειδὴ ἐν αἰσίῳ σφίσιν ἔδραμε, τό τε πλῆθος πᾶν ἡσθὲν ἀνεβόησε, καὶ ἡ Βουδουῖκα τὴν χεῖρα ἐς τὸν οὐρανὸν ἀνατείνασα εἶπε “χάριν τέ σοι ἔχω, ὦ Ἀνδράστη, καὶ προσεπικαλοῦμαί σε γυνὴ γυναῖκα, οὐκ Αἰγυπτίων ἀχθοφόρων ἄρχουσα ὡς Νίτωκρις, οὐδ’ Ἀσσυρίων τῶν ἐμπόρων ὡς Σεμίραμις (καὶ γὰρ ταῦτ’ ἤδη παρὰ τῶν Ῥωμαίων μεμαθήκαμεν), οὐ μὴν οὐδὲ Ῥωμαίων αὐτῶν ὡς πρότερον μὲν Μεσαλῖνα ἔπειτ’ Ἀγριππῖνα νῦν δὲ καὶ Νέρων (ὄνομα μὲν 〈γὰρ〉 ἀνδρὸς ἔχει, ἔργῳ δὲ γυνή ἐστι· σημεῖον δέ, ᾄδει καὶ κιθαρίζει καὶ καλλωπίζεται), ἀλλὰ ἀνδρῶν Βρεττανῶν, γεωργεῖν μὲν ἢ δημιουργεῖν οὐκ εἰδότων, πολεμεῖν δὲ ἀκριβῶς μεμαθηκότων, καὶ τά τε ἄλλα πάντα κοινὰ καὶ παῖδας καὶ γυναῖκας κοινὰς νομιζόντων, καὶ διὰ τοῦτο καὶ ἐκείνων τὴν αὐτὴν τοῖς ἄρρεσιν ἀρετὴν ἐχουσῶν. |
| S162 | τοιούτων οὖν ἀνδρῶν καὶ τοιούτων γυναικῶν βασιλεύουσα προσεύχομαί τέ σοι καὶ αἰτῶ νίκην καὶ σωτηρίαν καὶ ἐλευθερίαν κατ’ ἀνδρῶν ὑβριστῶν ἀδίκων ἀπλήστων ἀνοσίων, εἴ γε καὶ ἄνδρας χρὴ καλεῖν ἀνθρώπους ὕδατι θερμῷ λουομένους, ὄψα σκευαστὰ ἐσθίοντας, οἶνον ἄκρατον πίνοντας, μύρῳ ἀλειφομένους, μαλθακῶς κοιμωμένους, μετὰ μειρακίων, καὶ τούτων ἐξώρων, καθεύδοντας, κιθαρῳδῷ, καὶ τούτῳ κακῷ, δουλεύοντας. μὴ γάρ τοι μήτ’ ἐμοῦ μήθ’ ὑμῶν ἔτι βασιλεύσειεν ἡ Νερωνὶς ἡ Δομιτία, ἀλλ’ ἐκείνη μὲν Ῥωμαίων ᾄδουσα δεσποζέτω (καὶ γὰρ ἄξιοι τοιαύτῃ γυναικὶ δουλεύειν, ἧς τοσοῦτον ἤδη χρόνον ἀνέχονται τυραννούσης), ἡμῶν δὲ σὺ ὦ δέσποινα ἀεὶ μόνη προστατοίης.” τοιαῦτα ἄττα ἡ Βουδουῖκα δημηγορήσασα ἐπῆγε τοῖς Ῥωμαίοις τὴν στρατιάν· ἔτυχον γὰρ ἄναρχοι ὄντες διὰ τὸ Παυλῖνον τὸν ἡγεμόνα σφῶν εἰς νῆσόν τινα Μῶνναν ἀγχοῦ τῆς Βρεττανίας κειμένην ἐπιστρατεῦσαι. διὰ τοῦτο πόλεις τε δύο Ῥωμαϊκὰς ἐξεπόρθησε καὶ διήρπασε, καὶ φόνον ἀμύθητον, ὡς ἔφην, εἰργάσατο· τοῖς τε ἁλισκομένοις ἀνθρώποις ὑπ’ αὐτῶν οὐδὲν τῶν δεινοτάτων ἔστιν ὅ τι οὐκ ἐγίνετο. καὶ ὃ δὴ δεινότατον καὶ θηριωδέστατον ἔπραξαν· τὰς γὰρ γυναῖκας τὰς εὐγενεστάτας καὶ εὐπρεπεστάτας γυμνὰς ἐκρέμασαν, καὶ τούς τε μαστοὺς αὐτῶν περιέτεμον καὶ τοῖς στόμασί σφων προσέρραπτον, ὅπως ὡς καὶ ἐσθίουσαι αὐτοὺς ὁρῷντο, καὶ μετὰ τοῦτο πασσάλοις ὀξέσι διὰ παντὸς τοῦ σώματος κατὰ μῆκος ἀνέπειραν. καὶ ταῦτα πάντα θύοντές τε ἅμα καὶ ἑστιώμενοι καὶ ὑβρίζοντες, ἔν τε τοῖς ἄλλοις σφῶν ἱεροῖς καὶ ἐν τῷ τῆς Ἀνδάτης μάλιστα ἄλσει ἐποίουν· οὕτω τε γὰρ τὴν νίκην ὠνόμαζον, καὶ ἔσεβον αὐτὴν περιττότατα. |
| S163 | ὁ δὲ Παυλῖνος ἔτυχε μὲν ἤδη τὴν Μῶνναν παραστησάμενος, πυθόμενος δὲ τὴν Βρεττανικὴν συμφορὰν ἀπέπλευσεν εὐθὺς ἐς αὐτὴν ἐκ τῆς Μώννης. καὶ διακινδυνεῦσαι μὲν αὐτίκα πρὸς τοὺς βαρβάρους οὐκ ἤθελε, τό τε πλῆθος αὐτῶν καὶ τὴν ἀπόνοιαν φοβούμενος, ἀλλ’ ἐς ἐπιτηδειότερον καιρὸν τὴν μάχην ὑπερετίθετο· ἐπεὶ δὲ σίτου τε ἐσπάνιζε καὶ οἱ βάρβαροι ἐγκείμενοι οὐκ ἀνίεσαν, ἠναγκάσθη καὶ παρὰ γνώμην αὐτοῖς συμβαλεῖν. ἡ μὲν οὖν Βουδουῖκα ἐς τρεῖς καὶ εἴκοσι μυριάδας ἀνδρῶν στράτευμα ἔχουσα αὐτὴ μὲν ἐφ’ ἅρματος ὠχεῖτο, τοὺς δ’ ἄλλους ὡς ἑκάστους διέταξεν· ὁ δὲ δὴ Παυλῖνος μήτε ἀντιπαρατεῖναί οἱ τὴν φάλαγγα δυνηθείς (οὐδὲ γὰρ οὐδ’ εἰ ἐφ’ ἕνα ἐτάχθησαν ἐξικνοῦντο· τοσοῦτον ἠλαττοῦντο τῷ πλήθει) μήτ’ αὖ καθ’ ἓν συμβαλεῖν, μὴ καὶ περιστοιχηθεὶς κατακοπῇ, τολμήσας, τριχῇ τε ἔνειμε τὸν στρατὸν ὅπως πολλαχόθεν ἅμα μάχοιντο, καὶ ἐπύκνωσεν ἕκαστον τῶν μερῶν ὥστε δύσρηκτον εἶναι. συντάττων δ’ αὐτοὺς καὶ καθιστὰς προσπαρῄνει, λέγων “ἄγετε ἄνδρες συστρατιῶται, ἄγετε ἄνδρες Ῥωμαῖοι, δείξατε τοῖς ὀλέθροις τούτοις ὅσον καὶ δυστυχοῦντες αὐτῶν προφέρομεν· αἰσχρὸν γάρ ἐστιν ὑμῖν, ἃ μικρῷ πρόσθεν ὑπ’ ἀρετῆς ἐκτήσασθε, νῦν ἀκλεῶς ἀπολέσαι. πολλάκις τοι τῶν νῦν παρόντων ἐλάττους ὄντες πολὺ πλείονας ἀντιπάλους καὶ ἡμεῖς αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ἐνίκησαν. μήτ’ οὖν τὸ πλῆθος αὐτῶν φοβηθῆτε καὶ τὴν νεωτεροποιίαν (ἐκ γὰρ ἀόπλου καὶ ἀμελετήτου προπετείας θρασύνονται), μήθ’ ὅτι πόλεις τινὰς ἐμπεπρήκασιν· οὐ γὰρ κατὰ κράτος οὐδὲ ἐκ μάχης, ἀλλὰ τὴν μὲν προδοθεῖσαν τὴν δὲ ἐκλειφθεῖσαν εἷλον. ἀνθ’ ὧν νῦν τὴν προσήκουσαν παρ’ αὐτῶν δίκην λάβετε, ἵνα καὶ τοῖς ἔργοις αὐτοῖς ἐκμάθωσιν οἵους ὄντας ἡμᾶς οἷοι ὄντες ἠδικήκασι.” ταῦτά τισιν εἰπὼν ἐφ’ ἑτέρους ἦλθε, καὶ ἔφη “νῦν καιρὸς, ὦ συστρατιῶται, προθυμίας, νῦν τόλμης. ἂν τήμερον ἄνδρες ἀγαθοὶ γένησθε, καὶ τὰ προειμένα ἀναλήψεσθε· ἂν τούτων κρατήσητε, οὐκέτ’ οὐδεὶς ἡμῖν οὐδὲ τῶν ἄλλων ἀντιστήσεται. διὰ μιᾶς τοιαύτης μάχης καὶ τὰ ὑπάρχοντα βεβαιώσεσθε καὶ τὰ λοιπὰ προσκαταστρέψεσθε· πάντες γὰρ καὶ οἱ ἄλλοθί που ὄντες στρατιῶται ζηλώσουσιν ὑμᾶς καὶ ἐχθροὶ φοβηθήσονται. |
| S164 | ὥστε ἐν ταῖς χερσὶν ἔχοντες ἢ πάντων ἀνθρώπων ἀδεῶς ἄρχειν ὧν καὶ οἱ πατέρες ὑμῶν κατέλιπον καὶ αὐτοὶ ὑμεῖς προσεπεκτήσασθε, ἢ πάντως αὐτῶν στερηθῆναι, ἕλεσθε ἐλεύθεροι εἶναι ἄρχειν πλουτεῖν εὐδαιμονεῖν μᾶλλον ἢ τἀναντία αὐτῶν ῥαθυμήσαντες παθεῖν.” τοιαῦτα δὲ καὶ τούτοις εἰπὼν ἐπὶ τοὺς τρίτους ἐπιπαρῆλθε, καὶ ἔλεξε καὶ ἐκείνοις “ἠκούσατε μὲν οἷα ἡμᾶς οἱ κατάρατοι οὗτοι δεδράκασι, μᾶλλον δὲ ἔνια αὐτῶν καὶ εἴδετε· ὥσθ’ ἕλεσθε πότερον καὶ αὐτοὶ τὰ αὐτὰ ἐκείνοις παθεῖν καὶ προσέτι καὶ ἐκπεσεῖν παντελῶς ἐκ τῆς Βρεττανίας, ἢ κρατήσαντες καὶ τοῖς ἀπολωλόσι τιμωρῆσαι καὶ τοῖς ἄλλοις ἀνθρώποις ἅπασι παράδειγμα ποιῆσαι καὶ πρὸς τὸ πειθαρχοῦν εὐμενοῦς ἐπιεικείας καὶ πρὸς τὸ νεωτερίζον ἀναγκαίας τραχύτητος. μάλιστα μὲν οὖν ἔγωγε νικήσειν ἡμᾶς ἐλπίζω καὶ τῇ παρὰ τῶν θεῶν συμμαχίᾳ (τοῖς γὰρ ἀδικουμένοις ὡς τὸ πολὺ συναίρονται) καὶ τῇ πατρῴᾳ ἡμῶν ἀνδρίᾳ, Ῥωμαίους τε ὄντας καὶ ταῖς ἀρεταῖς ἁπάντων ἀνθρώπων κεκρατηκότας, καὶ ταῖς ἐμπειρίαις (καὶ γὰρ αὐτοὺς τούτους τοὺς νῦν ἀντικαθεστῶτας ἡττήσαντες κεχειρώμεθα), τῷ τε ἀξιώματι (οὐ γὰρ ἀντιπάλοις τισὶν ἀλλὰ δούλοις ἡμετέροις συμβαλοῦμεν, οὓς καὶ ἐλευθέρους καὶ αὐτονόμους ὄντας εἰάσαμεν)· ἂν δὲ δὴ παρ’ ἐλπίδα τι συμβῇ (οὐδὲ γὰρ τοῦτ’ εἰπεῖν ὀκνήσω), ἄμεινόν ἐστι μαχομένους ἡμᾶς ἀνδρείως πεσεῖν ἢ ἁλόντας ἀνασκολοπισθῆναι, τὰ σπλάγχνα τὰ ἑαυτῶν ἐκτμηθέντα ἰδεῖν, πασσάλοις διαπύροις ἀναπαρῆναι καὶ ὕδατι ζέοντι τηκομένους ἀπολέσθαι, καθάπερ ἐς θηρία τινὰ ἄγρια ἄνομα ἀνόσια ἐμπεπτωκότας. ἢ οὖν περιγενώμεθα αὐτῶν, ἢ ἐνταῦθα ἀποθάνωμεν. καλὸν τὸ μνημεῖον τὴν Βρεττανίαν ἕξομεν, κἂν πάντες οἱ λοιποὶ Ῥωμαῖοι ἐξ αὐτῆς ἐκπέσωσι· τοῖς γὰρ σώμασι τοῖς ἡμετέροις πάντως αὐτὴν ἀεὶ καθέξομεν.” τοιαῦτα καὶ παραπλήσια τούτοις εἰπὼν ἦρε τὸ σημεῖον τῆς μάχης· κἀκ τούτου συνῆλθον, οἱ μὲν βάρβαροι κραυγῇ τε πολλῇ καὶ ᾠδαῖς ἀπειλητικαῖς χρώμενοι, οἱ δὲ Ῥωμαῖοι σιγῇ καὶ κόσμῳ, μέχρις οὗ ἐς ἀκοντίου βολὴν ἀφίκοντο. ἐνταῦθα δὲ ἤδη βάδην τῶν πολεμίων προσιόντων σφίσιν ἐξᾴξαντες ἅμα ἀπὸ συνθήματος ἐπέδραμον αὐτοῖς ἀνὰ κράτος, καὶ ἐν μὲν τῇ προσμίξει ῥᾳδίως τὴν ἀντίταξίν σφων διέρρηξαν, περισχεθέντες δὲ τῷ πλήθει πανταχόθεν ἅμα ἐμάχοντο. |
| S165 | καὶ ἦν ὁ ἀγωνισμὸς αὐτῶν πολύτροπος· τοῦτο μὲν γὰρ οἱ ψιλοὶ τοὺς ψιλοὺς ἀντέβαλλον, τοῦτο δὲ οἱ ὁπλῖται τοῖς ὁπλίταις ἀνθίσταντο, οἵ τε ἱππεῖς τοῖς ἱππεῦσι συνεφέροντο, καὶ πρὸς τὰ ἅρματα τῶν βαρβάρων οἱ τοξόται τῶν Ῥωμαίων ἀντηγωνίζοντο. τούς τε γὰρ Ῥωμαίους οἱ βάρβαροι ῥύμῃ τοῖς ἅρμασι προσπίπτοντες ἀνέτρεπον, καὶ αὐτοὶ ὑπὸ τῶν τοξευμάτων, ἅτε καὶ δίχα θωράκων μαχόμενοι, ἀνεστέλλοντο· ἱππεύς τε πεζὸν ἀνέτρεπε, καὶ πεζὸς ἱππέα κατέβαλλε· πρός τε τὰ ἅρματα συμφραξάμενοί τινες ἐχώρουν, καὶ ἄλλοι ὑπ’ αὐτῶν ἐσκεδάννυντο· τούς τε τοξότας οἱ μὲν ὁμόσε σφίσιν ἰόντες ἔτρεπον, οἱ δὲ πόρρωθεν ἐφυλάσσοντο. καὶ ταῦτα οὐ καθ’ ἓν ἀλλὰ τριχῇ πάνθ’ ὁμοίως ἐγίνετο. ἠγωνίσαντο δὲ ἐπὶ πολὺ ὑπὸ τῆς αὐτῆς ἀμφότεροι προθυμίας καὶ τόλμης. τέλος δὲ ὀψέ ποτε οἱ Ῥωμαῖοι ἐνίκησαν, καὶ πολλοὺς μὲν ἐν τῇ μάχῃ καὶ πρὸς ταῖς ἁμάξαις τῇ τε ὕλῃ κατεφόνευσαν, πολλοὺς δὲ καὶ ζῶντας εἷλον. συχνοὶ δ’ οὖν καὶ διέφυγον, καὶ παρεσκευάζοντο μὲν ὡς καὶ αὖθις μαχούμενοι, ἀποθανούσης δὲ ἐν τούτῳ τῆς Βουδουίκης νόσῳ ἐκείνην μὲν δεινῶς ἐπένθησαν καὶ πολυτελῶς ἔθαψαν, αὐτοὶ δ’ ὡς καὶ τότε ὄντως ἡττηθέντες διεσκεδάσθησαν. καὶ τὰ μὲν Βρεττανικὰ ἐπὶ τοσοῦτον, ἐν δὲ τῇ Ῥώμῃ ὁ Νέρων Ὀκταβίαν τὴν Αὔγουσταν ἀπεπέμψατο μὲν πρότερον διὰ Σαβῖναν τὴν παλλακίδα ὕστερον δὲ καὶ ἀπέκτεινε, καίτοι τοῦ Βούρρου ἐναντιουμένου αὐτῷ καὶ κωλύοντος ἀποπέμψασθαι, καί ποτε εἰπόντος “οὐκοῦν καὶ τὴν προῖκα αὐτῇ” τοῦτ’ ἔστι τὴν ἡγεμονίαν “ἀπόδος.” οὕτω γάρ πως ἐρρωμένως αὐτῇ ἐχρῆτο ὥστε ποτὲ δεύτερον ἐρωτηθεὶς ὑπ’ αὐτοῦ γνώμην περὶ ὧν ἀπεφήνατο, εἶπεν ἄντικρυς ὅτι “περὶ ὧν ἂν ἅπαξ τι εἴπω, μηκέτι μου αὖθις πύθῃ.” τοῦτον μὲν οὖν φαρμάκῳ διώλεσε, Τιγελλῖνον δέ τινα Σωφρόνιον, ἀσελγείᾳ τε καὶ μιαιφονίᾳ πάντας τοὺς καθ’ ἑαυτὸν ἀνθρώπους ὑπεράραντα, σὺν ἑτέρῳ τινὶ ἐπὶ τὴν τῶν δορυφόρων ἀρχὴν κατέστησε. πρὸς τοῦτον καὶ τὸ τῆς Πυθιάδος ἀπόφθεγμα γενέσθαι λέγεται. ἐπεὶ γὰρ τῶν περὶ τὴν Ὀκταουίαν ὄντων οἱ ἄλλοι πάντες πλὴν Πυθιάδος συνεπέθεντο μετὰ τῆς Σαβίνης αὐτῇ, τῆς μέν, ὅτι ἐδυστύχει, καταφρονήσαντες, τὴν δέ, ὅτι ἴσχυε, κολακεύοντες, μόνη δ’ ἡ Πυθιὰς οὔτε τι κατεψεύσατο αὐτῆς, καίπερ πικρότατα βασανισθεῖσα, καὶ τέλος ὡς ὁ Τιγελλῖνος ἐνέκειτο αὐτῇ, προσέπτυσέ τε αὐτῷ καὶ εἶπε “καθαρώτερον ὦ Τιγελλῖνε τὸ αἰδοῖον ἡ δέσποινά μου τοῦ σοῦ στόματος ἔχει. |
| S166 | ” ὁ δὲ δὴ Νέρων καὶ γέλωτα καὶ σκώμματα τὰ τῶν γυναικῶν κακὰ ἐποιεῖτο. τὸν γοῦν Πλαῦτον ἀποκτείνας, ἔπειτα τὴν κεφαλὴν αὐτοῦ προσενεχθεῖσάν οἱ ἰδών, “οὐκ ᾔδειν” ἔφη “ὅτι μεγάλην ῥῖνα εἶχεν,” ὥσπερ φεισάμενος ἂν αὐτοῦ εἰ τοῦτο προηπίστατο. πάντα δὲ ὡς εἰπεῖν τὸν βίον ἐν καπηλικῇ διαίτῃ ποιούμενος ἀπεῖπε τοῖς ἄλλοις μηδὲν ἑφθὸν ἐν καπηλείῳ, πλὴν λαχάνων καὶ ἔτνους, πιπράσκειν. τὸν δὲ Πάλλαντα διεχρήσατο, ὅτι καὶ πλοῦτον πολὺν ἐκέκτητο, ὥστε καὶ ἐς μυρίας μυριάδας αὐτὸν ἀριθμεῖσθαι· καὶ δυσκολίᾳ τρόπων πολλῇ ἐχρῆτο, ὥστε μήτε τοῖς οἰκέταις μήτε τοῖς ἐξελευθέροις διαλέγεσθαί τι, ἀλλ’ ἐς γραμματεῖα πάνθ’ ὅσα ἐβούλετο καὶ προσέτασσέ σφισιν ἐσγράφειν. τοσαύτη δ’ ἦν ἡ τοῦ Νέρωνος ἀκολασία ὥστε καὶ ἅρματα δημοσίᾳ ἤλαυνε. καί ποτε θηρία ἀποκτείνας ὕδωρ τε εὐθὺς ἐς τὸ θέατρον ἐπωχέτευσε καὶ ναυμαχίαν ἐπετέλεσε, καὶ μετὰ τοῦτο τὸ ὕδωρ ἀφεὶς μονομαχίαν ἐπιδιέθηκε, καὶ τέλος εἰσαγαγὼν αὐτὸ αὖθις δεῖπνον δημοσίᾳ πολυτελὲς ἐδείπνισεν. ἑστιάτωρ μὲν ὁ Τιγελλῖνος ἀποδέδεικτο, καὶ παρασκευὴ πᾶσα πολλὴ ἐπεπόριστο· ἐσκευάσθη δὲ τόνδε τὸν τρόπον. ἐν μὲν τῷ μέσῳ καὶ ἐπὶ τῷ ὕδατι τά τε σκεύη τὰ οἰνηρὰ τὰ ξύλινα τὰ μεγάλα προκαθεῖτο, καὶ ἐπ’ αὐτῶν σανίδες ἐπεπήγεσαν, πέριξ δὲ περὶ αὐτὸ καπηλεῖα καὶ οἰκήματα ἐπεποίητο, ὥστε τὸν Νέρωνα καὶ τὸν Τιγελλῖνον τούς τε συσσίτους αὐτῶν τὸ μέσον ἔχοντας ἐπί τε ταπήτων πορφυρῶν καὶ ἐπὶ στρωμάτων ἁπαλῶν ἐπευωχεῖσθαι, τοὺς δὲ δὴ ἄλλους πάντας ἐν τοῖς καπηλείοις εὐθυμεῖσθαι. ἔς τε τὰ πορνεῖα εἰσῄεσαν, καὶ συνεγίνοντο πάσαις ἀνέδην ἁπλῶς ταῖς ἐνταῦθα καθημέναις· ἦσαν δὲ αἵ τε περικαλλέσταται καὶ ἐκφανέσταται, δοῦλαί τε καὶ ἐλεύθεραι, ἑταῖραι, παρθένοι, γαμεταί τινων, οὐχ ὅπως δημότιδες ἀλλὰ καὶ αὐταὶ αἱ εὐγενέσταται καὶ κόραι καὶ γυναῖκες. |
| S167 | καὶ ἦν ἐξουσία παντὶ τῷ βουλομένῳ σχεῖν ἣν ἤθελεν· οὐ γὰρ ἐξῆν αὐταῖς οὐδένα ἀπαρνήσασθαι. ὥστε, οἷα συρφετώδης ὅμιλος, ἀπλήστως τε ἅμα ἔπινον καὶ ἀσελγῶς ὕβριζον. καί τις καὶ δοῦλος τῇ δεσποίνῃ παρόντος τοῦ δεσπότου καὶ μονομάχος εὐγενεῖ κόρῃ ὁρῶντος τοῦ πατρὸς συνεγίνοντο. ὠθισμοί τε καὶ πληγαὶ καὶ θόρυβοι, τοῦτο μὲν ἀπ’ αὐτῶν τῶν ἐσιόντων, τοῦτο δὲ καὶ ἐκ τῶν ἔξωθεν περιεστηκότων, αἰσχροὶ συνέβαινον, καὶ ἄνδρες τε ἐκ τούτων συχνοὶ ἐφθάρησαν καὶ γυναῖκες, αἱ μὲν ἀποπνιγεῖσαι αἱ δὲ διαρπαγεῖσαι. μετὰ δὲ ταῦτα ἐπεθύμησεν (ὅπερ που ἀεὶ ηὔχετο) τήν τε πόλιν ὅλην καὶ τὴν βασιλείαν ζῶν ἀναλῶσαι· τὸν γοῦν Πρίαμον καὶ αὐτὸς θαυμαστῶς ἐμακάριζεν ὅτι καὶ τὴν πατρίδα ἅμα καὶ τὴν ἀρχὴν ἀπολομένας εἶδεν. λάθρᾳ γάρ τινας ὡς καὶ μεθύοντας ἢ καὶ κακουργοῦντάς τι ἄλλως διαπέμπων, τὸ μὲν πρῶτον ἕν που καὶ δύο καὶ πλείονα ἄλλα ἄλλοθι ὑπεμπίπρα, ὥστε τοὺς ἀνθρώπους ἐν παντὶ ἀπορίας γενέσθαι, μήτ’ ἀρχὴν τοῦ κακοῦ ἐξευρεῖν μήτε τέλος ἐπαγαγεῖν δυναμένους, ἀλλὰ πολλὰ μὲν ὁρῶντας πολλὰ δὲ ἀκούοντας ἄτοπα. οὔτε γὰρ θεάσασθαι ἄλλο τι ἦν ἢ πυρὰ πολλὰ ὥσπερ ἐν στρατοπέδῳ, οὔτε ἀκοῦσαι λεγόντων τινῶν ἢ ὅτι “τὸ καὶ τὸ καίεται· ποῦ; πῶς; ὑπὸ τίνος; βοηθεῖτε.” θόρυβός τε οὖν ἐξαίσιος πανταχοῦ πάντας κατελάμβανε, καὶ διέτρεχον οἱ μὲν τῇ οἱ δὲ τῇ ὥσπερ ἔμπληκτοι. καὶ ἄλλοις τινὲς ἐπαμύνοντες ἐπυνθάνοντο τὰ οἴκοι καιόμενα· καὶ ἕτεροι πρὶν καὶ ἀκοῦσαι ὅτι τῶν σφετέρων τι ἐμπέπρησται, ἐμάνθανον ὅτι ἀπόλωλεν. οἵ τε ἐκ τῶν οἰκιῶν ἐς τοὺς στενωποὺς ἐξέτρεχον ὡς καὶ ἔξωθεν αὐταῖς βοηθήσοντες, καὶ οἱ ἐκ τῶν ὁδῶν εἴσω ἐσέθεον ὡς καὶ ἔνδον τι ἀνύσοντες. καὶ ἦν ἥ τε κραυγὴ καὶ ὀλολυγὴ παίδων ὁμοῦ γυναικῶν ἀνδρῶν γερόντων ἄπλετος, ὥστε μήτε συνιδεῖν μήτε συνεῖναί τι ὑπὸ τοῦ καπνοῦ καὶ τῆς κραυγῆς δύνασθαι· καὶ διὰ ταῦθ’ ὁρᾶν ἦν τινας ἀφώνους ἑστῶτας ὥσπερ ἐνεοὺς ὄντας. κἀν τούτῳ πολλοὶ μὲν καὶ τὰ σφέτερα ἐκκομιζόμενοι, πολλοὶ δὲ καὶ τὰ ἀλλότρια ἁρπάζοντες ἀλλήλοις τε ἐνεπλάζοντο καὶ περὶ τοῖς σκεύεσιν ἐσφάλλοντο, καὶ οὔτε προϊέναι ποι οὔθ’ ἑστάναι εἶχον, ἀλλ’ ὤθουν ὠθοῦντο, ἀνέτρεπον ἀνετρέποντο. |
| S168 | καὶ συχνοὶ μὲν ἀπεπνίγοντο συχνοὶ δὲ συνετρίβοντο, ὥστε σφίσι μηδὲν ὅ τι τῶν δυναμένων ἀνθρώποις ἐν τῷ τοιούτῳ πάθει κακῶν συμβῆναι μὴ συνενεχθῆναι. οὐδὲ γὰρ οὐδ’ ἀποφυγεῖν που ῥᾳδίως ἠδύναντο· κἂν ἐκ τοῦ παρόντος τις περιεσώθη, εἰς ἕτερον ἐμπεσὼν ἐφθείρετο. καὶ ταῦτα οὐκ ἐν μιᾷ μόνον ἀλλ’ ἐπὶ πλείους καὶ ἡμέρας καὶ νύκτας ὁμοίως ἐγίνετο. καὶ πολλοὶ μὲν οἶκοι ἔρημοι τοῦ βοηθήσοντός σφισιν ἀπώλοντο, πολλοὶ δὲ καὶ ὑπ’ αὐτῶν τῶν ἐπικουρούντων προσκατεπρήσθησαν· οἱ γὰρ στρατιῶται, οἵ τε ἄλλοι καὶ οἱ νυκτοφύλακες, πρὸς τὰς ἁρπαγὰς ἀφορῶντες οὐχ ὅσον οὐ κατεσβέννυσάν τινα ἀλλὰ καὶ προσεξέκαιον. τοιούτων δὲ δὴ ἄλλων ἄλλοθι συμβαινόντων, ὑπέλαβέ ποτε τὸ πῦρ ἄνεμος καὶ ἐπὶ τὰ λοιπὰ ὁμοῦ πάντα ἤγαγεν, ὥστε σκευῶν μὲν πέρι ἢ οἰκιῶν μηδένα μηδὲν ἔτι φροντίσαι, πάντας δὲ τοὺς λοιποὺς ἑστῶτάς που ἐν ἀσφαλεῖ τινι ὁρᾶν ὥσπερ νήσους τινὰς καὶ πόλεις ἅμα πολλὰς φλεγομένας, καὶ ἐπὶ μὲν τοῖς σφετέροις μηδὲν ἔτι λυπεῖσθαι, τὸ δὲ δημόσιον ὀδυρομένους ἀναμιμνήσκεσθαι ὅτι καὶ πρότερόν ποτε οὕτως ὑπὸ τῶν Γαλατῶν τὸ πλεῖον τῆς πόλεως διεφθάρη. πάντων δὲ δὴ τῶν ἄλλων οὕτω διακειμένων, καὶ πολλῶν καὶ ἐς αὐτὸ τὸ πῦρ ὑπὸ τοῦ πάθους ἐμπηδώντων, ὁ Νέρων ἔς τε τὸ ἄκρον τοῦ παλατίου, ὅθεν μάλιστα σύνοπτα τὰ πολλὰ τῶν καιομένων, ἦν, ἀνῆλθε, καὶ τὴν σκευὴν τὴν κιθαρῳδικὴν λαβὼν ᾖσεν ἅλωσιν, ὡς μὲν αὐτὸς ἔλεγεν, Ἰλίου, ὡς δὲ ἑωρᾶτο, Ῥώμης. τοιούτῳ μὲν δὴ πάθει τότε ἡ πόλις ἐχρήσατο οἵῳ οὔτε πρότερόν ποτε οὔθ’ ὕστερον, πλὴν τοῦ Γαλατικοῦ. τό τε γὰρ Παλάτιον τὸ ὄρος σύμπαν καὶ τὸ θέατρον τοῦ Ταύρου τῆς τε λοιπῆς πόλεως τὰ δύο που μέρη ἐκαύθη, καὶ ἄνθρωποι ἀναρίθμητοι διεφθάρησαν. ὁ μέντοι δῆμος οὐκ ἔστιν ὅ τι οὐ κατὰ τοῦ Νέρωνος ἠρᾶτο, τὸ μὲν ὄνομα αὐτοῦ μὴ ὑπολέγων, ἄλλως δὲ δὴ τοῖς τὴν πόλιν ἐμπρήσασι καταρώμενοι, καὶ μάλισθ’ ὅτι αὐτοὺς ἡ μνήμη τοῦ λογίου 〈τοῦ〉 κατὰ τὸν Τιβέριόν ποτε ᾀσθέντος ἐθορύβει. ἦν δὲ τοῦτο, “τρὶς δὲ τριηκοσίων περιτελλομένων ἐνιαυτῶν Ῥωμαίους ἐμφύλιος ὀλεῖ στάσις. |
| S169 | ” ἐπειδή τε ὁ Νέρων παραμυθούμενος αὐτοὺς οὐδαμοῦ ταῦτα τὰ ἔπη εὕρασθαι ἔλεγε, μεταβαλόντες ἕτερον λόγιον ὡς καὶ Σιβύλλειον ὄντως ὂν ᾖδον· ἔστι δὲ τοῦτο, “ἔσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει.” καὶ ἔσχεν οὕτως, εἴτε καὶ ὡς ἀληθῶς θεομαντείᾳ τινὶ προλεχθέν, εἴτε καὶ τότε ὑπὸ τοῦ ὁμίλου πρὸς τὰ παρόντα θειασθέν· τελευταῖος γὰρ τῶν Ἰουλίων τῶν ἀπὸ Αἰνείου γενομένων ἐμονάρχησε. χρήματα δὲ ὁ Νέρων παμπληθῆ καὶ παρὰ τῶν ἰδιωτῶν καὶ παρὰ τῶν δήμων, τὰ μὲν βίᾳ ἐπὶ τῇ προφάσει τοῦ ἐμπρησμοῦ, τὰ δὲ καὶ παρ’ ἑκόντων δῆθεν ἠργυρολόγησε, καὶ τῶν Ῥωμαίων αὐτῶν τὸ σιτηρέσιον παρεσπάσατο. πράσσοντι δὲ αὐτῷ ταῦτα ἀγγελία ἐξ Ἀρμενίας καὶ δάφνη ἐπὶ τῇ νίκῃ αὖθις ἦλθεν. ὁ γάρ τοι Κορβούλλων συστήσας τε τὰ στρατιωτικὰ ἐσκεδασμένα καὶ ἀσκήσας ἠμελημένα, τόν τε Οὐολόγαισον τὸν βασιλέα τῶν Πάρθων καὶ τὸν Τηριδάτην τὸν τῆς Ἀρμενίας ἡγούμενον καὶ ἀγγελθεὶς μόνον ἐξεφόβησεν. ὅμοια γὰρ δὴ τοῖς πρώτοις Ῥωμαίων, οὐχ ὅτι τῷ γένει λαμπρὸς ἢ τῷ σώματι ἰσχυρός, ἀλλὰ καὶ τῇ ψυχῇ ἀρτίφρων ἦν, καὶ πολὺ μὲν τὸ ἀνδρεῖον πολὺ δὲ καὶ τὸ δίκαιον τό τε πιστὸν ἐς πάντας καὶ τοὺς οἰκείους καὶ τοὺς πολεμίους εἶχεν. ὑφ’ οὗπερ καὶ ὁ Νέρων ἐπὶ τὸν πόλεμον αὐτὸν ἀνθ’ ἑαυτοῦ ἀπέστειλε, καὶ δύναμιν αὐτῷ ὅσην ἄλλῳ οὐδενὶ ἐπέτρεψε, πιστεύσας ὁμοίως καὶ τοὺς βαρβάρους αὐτὸν κατεργάσασθαι καὶ αὑτῷ μὴ ἐπαναστήσεσθαι. καὶ ὁ μὲν οὐδέτερον τούτων ἐψεύσθη, τοὺς μέντοι ἄλλους ἀνθρώπους καθ’ ἓν τοῦτο μόνον ὁ Κορβούλλων ἐλύπησεν, ὅτι τὴν πρὸς τὸν Νέρωνα πίστιν ἐτήρησεν· οὕτω γὰρ αὐτὸν αὐτοκράτορα ἀντ’ ἐκείνου λαβεῖν ἤθελον ὥστε καὶ κακὸν τὸ μέρος τοῦτο μόνον γενέσθαι ἠξίουν. οὗτος οὖν ὁ Κορβούλλων ἀκονιτὶ τὰ Ἀρτάξατα λαβὼν τὴν πόλιν κατέσκαψε. πράξας δὲ τοῦτο πρὸς τὰ Τιγρανόκερτα ἤλασε, πάσης μὲν τῆς τῶν ἐνδιδόντων σφᾶς χώρας φειδόμενος, πάντα δὲ τὰ τῶν ἀνθισταμένων πορθῶν, καὶ ἔλαβε καὶ ἐκεῖνα ἐθελούσια. ἄλλα τε ἔπραξε λαμπρὰ καὶ ἐπίδοξα, ἐφ’ οἷς καὶ τὸν Οὐολόγαισον, καίτοι φοβερὸν ὄντα, ἐς διαλλαγὰς ἁρμοζούσας τῷ Ῥωμαίων ἀξιώματι ὑπηγάγετο. Κορβούλλων μὲν οὖν, καίτοι ἰσχὺν μεγάλην καὶ δόξαν οὐκ ἐλαχίστην ἔχων, καὶ δυνηθεὶς ἂν ῥᾷστα αὐτοκράτωρ, ἅτε καὶ τῶν ἀνθρώπων τῷ τε Νέρωνι δεινῶς ἀχθομένων καὶ ἐκεῖνον ἐς πάντα δὴ πάντως θαυμαζόντων, ἀποδειχθῆναι, οὔτε ἐνεωτέρισέ τι οὔτε ᾐτιάθη. |
| S170 | ἄλλα ἔτι καὶ μᾶλλον ἐμετρίαζεν. ὁ δὲ δὴ Σεννέκας καὶ ὁ Ῥοῦφος ὁ ἔπαρχος ἄλλοι τέ τινες τῶν ἐπιφανῶν ἐπεβούλευσαν τῷ Νέρωνι· οὔτε γὰρ τὴν ἀσχημοσύνην οὔτε τὴν ἀσέλγειαν οὒτε τὴν ὠμότητα αὐτοῦ ἔτι φέρειν ἠδύναντο. αὐτοί τε οὖν ἅμα τῶν κακῶν τούτων ἀπαλλαγῆναι κἀκεῖνον ἐλευθερῶσαι ἠθέλησαν, ὥσπερ ἄντικρυς Σουλπίκιός τε Ἄπρως ἑκατόνταρχος καὶ Σούβιος Φλάβιος χιλίαρχος, ἐκ τῶν σωματοφυλάκων ὄντες, καὶ πρὸς αὐτὸν τὸν Νέρωνα ὡμολόγησαν. ἐκεῖνός τε γὰρ ἐρωτηθεὶς ὑπ’ αὐτοῦ τὴν αἰτίαν τῆς ἐπιθέσεως εἶπεν “ὅτι ἄλλως σοι βοηθῆσαι οὐκ ἠδυνάμην,” καὶ ὁ Φλάβιος “καὶ ἐφίλησά σε” εἶπε “παντὸς μᾶλλον καὶ ἐμίσησα. ἐφίλησα μὲν ἐλπίσας ἀγαθὸν αὐτοκράτορα ἔσεσθαι, ἐμίσησα δὲ ὅτι τὰ καὶ τὰ ποιεῖς· οὔτε γὰρ ἁρματηλάτῃ οὔτε κιθαρῳδῷ δουλεύειν δύναμαι.” μηνύσεως οὖν γενομένης οὗτοί τε ἐκολάσθησαν καὶ ἄλλοι δι’ αὐτοὺς πολλοί. πᾶν γὰρ ὅ τι τις ἐγκαλέσαι τῳ ἐκ περιχαρείας καὶ λύπης ῥημάτων τε καὶ νευμάτων οἷός τε ἦν, καὶ ἐπεφέρετο καὶ ἐπιστεύετο· οὐδ’ ἔστιν ὅ τι τῶν ἐγκλημάτων, εἰ καὶ ἐπέπλαστο, ἀπιστεῖσθαι διὰ τὴν ἀλήθειαν τῶν τοῦ Νέρωνος ἔργων ἠδύνατο. καὶ διὰ τοῦτ’ ἐς τὰ μάλιστα οἵ τε φίλοι οἱ πονηροὶ καὶ οἰκέται τινῶν ἤνθησαν· τοὺς μὲν γὰρ ἀλλοτρίους τούς τε ἐχθροὺς ὑποπτεύοντες ἐφυλάσσοντο, πρὸς δὲ δὴ τοὺς συνόντας καὶ ἄκοντες ἐγυμνοῦντο. περὶ μὲν οὖν τῶν ἄλλων τῶν ἀπολωλότων πολὺ ἔργον εἰπεῖν· ὁ δὲ δὴ Σεννέκας ἠθέλησε μὲν καὶ τὴν γυναῖκα Παυλῖναν ἀποκτεῖναι, λέγων πεπεικέναι αὐτὴν τοῦ τε θανάτου καταφρονῆσαι καὶ τῆς σὺν αὐτῷ μεταλλαγῆς ἐπιθυμῆσαι, καὶ ἔσχισε καὶ τὰς ἐκείνης φλέβας, δυσθανατήσας δὲ δὴ καὶ πρὸς τὸν ὄλεθρον ὑπὸ τῶν στρατιωτῶν ἐπειχθεὶς προαπηλλάγη αὐτῆς, καὶ οὕτως ἡ Παυλῖνα περιεγένετο. οὐ μέντοι πρότερον ἑαυτοῦ ἥψατο πρὶν τό τε βιβλίον ὃ συνέγραφεν ἐπανορθῶσαι καὶ τἄλλα (ἐδεδίει γὰρ μὴ καὶ ἐς τὸν Νέρωνα ἐλθόντα φθαρῇ) παρακαταθέσθαι τισί. |
| S171 | καὶ ὁ μὲν οὕτως ἐτελεύτησε, καίπερ τήν τε συνουσίαν τὴν πρὸς αὐτὸν ὡς καὶ ἀσθενῶν προειμένος, καὶ πᾶσαν αὐτῷ τὴν οὐσίαν ἐπὶ τῇ τῶν οἰκοδομουμένων προφάσει κεχαρισμένος, καὶ οἱ ἀδελφοὶ ὕστερον ἐπαπώλοντο· ὁ δὲ δὴ Θρασέας καὶ ὁ Σωρανός, καὶ γένους καὶ πλούτου τῆς τε συμπάσης ἀρετῆς 〈ἐσ〉 τὰ πρῶτα ἀνήκοντες, ἐπιβουλῆς μὲν αἰτίαν οὐκ ἔσχον, ἀπέθανον δὲ καὶ αὐτοὶ τότε, ὅτι τοιοῦτοι ἦσαν. καὶ τοῦ γε Σωρανοῦ Πούπλιος Ἐγνάτιος Κέλερ φιλόσοφος κατεψευδομαρτύρησε. δύο γὰρ ἀνδρῶν συνόντων αὐτῷ, Κασπίου τε Ἀσκληπιοδότου Νικαέως καὶ ἐκείνου Βηρυτίου, ὁ μὲν Ἀσκληπιόδοτος οὐχ ὅπως κατεῖπέ τι αὐτοῦ, ἀλλὰ καὶ τοὐναντίον καλοκαγαθίαν οἱ προσεμαρτύρησε, καὶ διὰ τοῦτο τότε μὲν ἔφυγεν, ὕστερον δὲ ἐπὶ Γάλβου κατήχθη· ὁ δὲ δὴ Πούπλιος ἐπὶ μὲν τῇ συκοφαντίᾳ καὶ χρήματα καὶ τιμὰς ἔλαβε καθάπερ οἱ ἄλλοι οἱ τοιοῦτόν τι ποιήσαντες, μετὰ δὲ τοῦτο ἐξωρίσθη. Σωρανὸς μὲν οὖν ὡς καὶ μαγεύματί τινι διὰ τῆς θυγατρὸς κεχρημένος, ἐπειδὴ νοσήσαντος αὐτοῦ θυσίαν τινὰ ἐθύσαντο, ἐσφάγη, Θρασέας δὲ ὅτι οὔτε ἐς τὸ βουλευτήριον συνεχῶς ὡς οὐκ ἀρεσκόμενος τοῖς ψηφιζομένοις ἀπήντα οὔτ’ ἤκουσέ ποτε αὐτοῦ κιθαρῳδοῦντος, οὔτε ἔθυσε τῇ ἱερᾷ αὐτοῦ φωνῇ ὥσπερ οἱ ἄλλοι, οὔτε ἐπεδείξατο οὐδέν, καίτοι ἐν Παταβίῳ τῇ πατρίδι τραγῳδίαν κατά τι πάτριον ἐν ἑορτῇ τινι τριακονταετηρίδι ὑποκρινάμενος. ἐντεμὼν οὖν τὴν φλέβα ἀνέτεινε τὴν χεῖρα, καὶ ἔφη “σοὶ τοῦτο τὸ αἷμα, ὦ Ζεῦ Ἐλευθέριε, σπένδω.” καὶ τί ἄν τις θαυμάσειεν εἰ τοιαῦτα ... ἐπήχθη, ὁπότε τις, ὅτι πρὸς τῇ ἀγορᾷ ᾤκει καὶ ἐργαστήρια ἐξεμίσθου ἢ καὶ φίλους τινὰς εἰς αὐτὰ ὑπεδέχετο, καὶ ἄλλος, ὅτι τοῦ Κασσίου τοῦ τὸν Καίσαρα ἀποκτείναντος εἰκόνα εἶχε, καὶ ἐκρίθησαν καὶ ἐφονεύθησαν. ἄξιον δὲ μνησθῆναι καὶ γυναικός τινος Ἐπιχάριτος· αὕτη γὰρ ἔν τε τῇ συνωμοσίᾳ ἐξετασθεῖσα καὶ πᾶσαν αὐτὴν ἀκριβῶς πιστευθεῖσα οὐδὲν τὸ παράπαν, καίπερ πολλάκις ὑπὸ τῆς Τιγελλίνου δεινότητος βασανισθεῖσα, ἐξέφηνε. τί δ’ ἄν τις καταλέγοι ὅσα ἐπὶ τῇ ἐπιβουλῇ ταύτῃ ἢ τοῖς δορυφόροις ἐδόθη ἢ τῷ τε Νέρωνι καὶ τοῖς αὐτοῦ φίλοις ὑπέρογκα ἐψηφίσθη; Ῥοῦφος μέντοι Μουσώνιος ὁ φιλόσοφος ἐπὶ τούτοις ἐφυγαδεύθη, καὶ ἡ Σαβῖνα ὑπὸ τοῦ Νέρωνος τότε ἀπέθανε· κυούσῃ γὰρ αὐτῇ λάξ, εἴτε ἑκὼν εἴτε, καὶ ἄκων, ἀνέθορεν. |
| S172 | ἡ δὲ δὴ Σαβῖνα αὕτη οὕτως ὑπερετρύφησεν (ἐκ γὰρ τῶν βραχυτάτων πᾶν δηλωθήσεται) ὥστε τάς τε ἡμιόνους τὰς ἀγούσας αὐτὴν ἐπίχρυσα σπαρτία ὑποδεῖσθαι, καὶ ὄνους πεντακοσίας ἀρτιτόκους καθ’ ἡμέραν ἀμέλγεσθαι ἵν’ ἐν τῷ γάλακτι αὐτῶν λούηται· τήν τε γὰρ ὥραν καὶ τὴν λαμπρότητα τοῦ σώματος λαμπρῶς ἐσπουδάκει, καὶ διὰ τοῦτο οὐκ εὐπρεπῆ ποτε αὑτὴν ἐν κατόπτρῳ ἰδοῦσα ηὔξατο τελευτῆσαι πρὶν παρηβῆσαι. καὶ οὕτω γε αὐτὴν ὁ Νέρων ἐπόθησεν ὥστε καὶ παῖδα ἀπελεύθερον, ὃν Σπόρον ὠνόμαζεν ἐκτεμών, ἐπειδὴ τῇ Σαβίνῃ προσεῴκει, τά τε ἄλλα ὡς γυναικὶ αὐτῷ ἐχρῆτο καὶ προϊόντος τοῦ χρόνου καὶ ἔγημεν αὐτόν, καίπερ Πυθαγόρᾳ τινὶ ἐξελευθέρῳ γεγαμημένος, καὶ προῖκα αὐτῷ κατὰ συγγραφὴν ἔνειμε, καὶ τοὺς γάμους σφῶν δημοσίᾳ οἵ τε ἄλλοι καὶ αὐτοὶ οἱ Ῥωμαῖοι ἑώρτασαν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο· τότε δὲ πολλοὶ μέν, ὥσπερ εἶπον, ἐθανατώθησαν, πολλοὶ δὲ καὶ μεγάλων χρημάτων τὴν σωτηρίαν παρὰ τοῦ Τιγελλίνου ἐκπριάμενοι ἀπελύθησαν. ὁ δὲ Νέρων ἄλλα τε γελοῖα ἔπραττε, καί ποτε καὶ ἐπὶ τὴν τοῦ θεάτρου ὀρχήστραν ἐν πανδήμῳ τινὶ θέᾳ κατέβη καὶ ἀνέγνω Τρωϊκά τινα ἑαυτοῦ ποιήματα· καὶ ἐπ’ αὐτοῖς θυσίαι πολλαί, ὥσπερ καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασιν οἷς ἔπραττεν, ἐγένοντο. παρεσκευάζετο δὲ ὡς καὶ τὰς τῶν Ῥωμαίων πράξεις ἁπάσας συγγράψων ἐν ἔπεσι, καὶ περί γε τοῦ πλήθους τῶν βιβλίων, πρὶν καὶ ὁτιοῦν αὐτῶν συνθεῖναι, ἐσκέψατο, παραλαβὼν ἄλλους τε καὶ Ἀναῖον Κορνοῦτον εὐδοκιμοῦντα τότε ἐπὶ παιδείᾳ. καὶ αὐτὸν ὀλίγου μὲν καὶ ἀπέκτεινεν, ἐς νῆσον δ’ οὖν ἐνέβαλεν, ὅτι τινῶν τετρακόσια ἀξιούντων αὐτὸν βιβλία γράψαι, πολλά τε αὐτὰ εἶναι ἔφη καὶ μηδένα αὐτὰ ἀναγνώσεσθαι, καί τινος εἰπόντος “καὶ μὴν Χρύσιππος, ὃν ἐπαινεῖς καὶ ζηλοῖς, πολὺ πλείω συνέθηκεν” ἀπεκρίνατο ὅτι “ἀλλ’ ἐκεῖνα χρήσιμα τῷ τῶν ἀνθρώπων βίῳ ἐστίν.” ὁ μὲν οὖν Κορνοῦτος φυγὴν ἐπὶ τούτῳ ὦφλεν, ὁ δὲ δὴ Λουκιανὸς ἐκωλύθη ποιεῖν, ἐπειδὴ ἰσχυρῶς ἐπὶ τῇ ποιήσει ἐπῃνεῖτο. |
| S173 | ἐπὶ δὲ Γαΐου Τελεσίνου καὶ ἐπὶ Σουητωνίου Παυλίνου ὑπάτων εὐδοξότατόν τε ἅμα ἔργον καὶ ἕτερον αἴσχιστον ἐγένετο. ὅ τε γὰρ Νέρων ἐν τοῖς κιθαρῳδοῖς ἠγωνίσατο, καὶ νικητήρια αὐτῷ Μενεκράτους τοῦ τῆς κιθαρῳδίας διδασκάλου ἐν τῷ ἱπποδρόμῳ ποιήσαντος ἡνιόχησε· καὶ ὁ Τηριδάτης ἐς τὴν Ῥώμην, οὐχ ὅτι τοὺς ἑαυτοῦ παῖδας ἀλλὰ καὶ τοὺς τοῦ Οὐολογαίσου τοῦ τε Πακόρου καὶ τοῦ Μονοβάζου ἄγων, ἀνήχθη, καὶ ἐγένετο αὐτῶν πομπὴ διὰ πάσης τῆς ἀπὸ τοῦ Εὐφράτου γῆς ὥσπερ ἐν ἐπινικίοις. αὐτός τε γὰρ ὁ Τηριδάτης καὶ ἡλικίᾳ καὶ κάλλει καὶ γένει καὶ φρονήματι ἤνθει, καὶ ἡ θεραπεία ἥ τε παρασκευὴ ἡ βασιλικὴ πᾶσα αὐτῷ συνηκολούθει, τρισχίλιοί τε ἱππεῖς τῶν Πάρθων καὶ χωρὶς ἕτεροι Ῥωμαίων συχνοὶ συνείποντο. καὶ αὐτοὺς αἵ τε πόλεις λαμπρῶς κεκοσμημέναι καὶ οἱ δῆμοι πολλὰ καὶ χαρίεντα ἀναβοῶντες ὑπεδέχοντο· τά τε ἐπιτήδεια πάντα προῖκα εἶχον, ὥστε εἴκοσι μυριάδας τὸ ἡμερήσιον ἀνάλωμα τῷ δημοσίῳ λογισθῆναι. καὶ τοῦτο ἐπ’ ἐννέα μῆνας, οἷς ὡδοιπόρησαν, ὁμοίως ἐγένετο. ἵππευσε δὲ πανταχῇ μέχρι τῆς Ἰταλίας, καὶ αὐτῷ καὶ γυνὴ συμπαρίππευε, κράνος χρυσοῦν ἀντὶ καλύπτρας ἔχουσα, ὥστε μὴ ὁρᾶσθαι παρὰ τὰ πάτρια. ἐν δὲ τῇ Ἰταλίᾳ ζεύγεσι πεμφθεῖσιν ὑπὸ τοῦ Νέρωνος ἐκομίσθη, καὶ διὰ Πικεντῶν ἐς Νέαν πόλιν πρὸς αὐτὸν ἀφίκετο. οὐ μέντοι καὶ τὸν ἀκινάκην, ὅτε προσῄει αὐτῷ, καταθέσθαι καίπερ κελευσθεὶς ἠθέλησεν, ἀλλ’ ἥλοις αὐτὸν τῷ κολεῷ προσέπηξε, καίτοι καὶ ἐς γῆν τὸ γόνυ καθεὶς καὶ τὰς χεῖρας ἐπαλλάξας, δεσπότην τε αὐτὸν ὀνομάσας καὶ προσκυνήσας. ὁ οὖν Νέρων καὶ ἐπὶ τούτῳ αὐτὸν θαυμάσας τοῖς τε ἄλλοις ἐδεξιώσατο καὶ μονομαχίας ἐν Ποτόλοις ἔθετο. ἠγωνοθέτησε δὲ Πατρόβιος ἐξελεύθερος αὐτοῦ, καὶ τοσαύτῃ γε τῇ λαμπρότητι καὶ τῇ δαπάνῃ ἐχρήσατο ὥστε ἐν μιᾷ ἡμέρᾳ μηδένα ἄλλον πλὴν Αἰθιόπων καὶ ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων ἐς τὸ θέατρον εἰσελθεῖν. καὶ ἔδει γὰρ τῷ Πατροβίῳ τιμήν τινα διὰ ταῦτα γενέσθαι, ἐτόξευσεν ὁ Τηριδάτης ἄνωθεν ἐκ τῆς ἕδρας θηρία, καὶ δύο γε ταύρους μιᾷ ἅμα βολῇ, εἴ γέ τῳ πιστόν, διέτρωσεν καὶ ἀπέκτεινε. μετὰ δὲ τοῦτο ἔς τε τὴν Ῥώμην αὐτὸν ὁ Νέρων ἀνήγαγε καὶ τὸ διάδημα αὐτῷ ἐπέθηκε. |
| S174 | καὶ πᾶσα μὲν ἡ πόλις ἐκεκόσμητο καὶ φωσὶ καὶ στεφανώμασιν, οἵ τε ἄνθρωποι πολλοὶ πανταχοῦ ἑωρῶντο, μάλιστα δὲ ἡ ἀγορὰ ἐπεπλήρωτο· τὸ μὲν γὰρ μέσον αὐτῆς ὁ δῆμος λευχειμονῶν καὶ δαφνηφορῶν κατὰ τέλη εἶχε, τὰ δ’ ἄλλα οἱ στρατιῶται λαμπρότατα ὡπλισμένοι, ὥστε καὶ τὰ ὅπλα αὐτῶν καὶ τὰ σημεῖα ἀστράπτειν. οἵ τε κέραμοι καὶ αὐτοὶ πάντων τῶν τῇδε οἰκοδομημάτων ἐκρύπτοντο ὑπὸ τῶν ἀναβεβηκότων. τούτων δ’ οὕτως ἐκ νυκτὸς προπαρασκευασθέντων εἰσῆλθεν εἰς τὴν ἀγορὰν ὁ Νέρων ἅμα τῇ ἡμέρᾳ, τὴν ἐσθῆτα τὴν ἐπινίκιον ἐνδεδυκώς, σύν τε τῇ βουλῇ καὶ σὺν τοῖς δορυφόροις, καὶ ἐπί τε τὸ βῆμα ἀνέβη καὶ ἐπὶ δίφρου ἀρχικοῦ ἐκαθέζετο. καὶ μετὰ τοῦτο ὅ τε Τηριδάτης καὶ οἱ μετ’ αὐτοῦ διά τε στοίχων ὁπλιτῶν ἑκατέρωθεν παρατεταγμένων διῆλθον καὶ πρὸς τῷ βήματι προσστάντες προσεκύνησαν αὐτόν, ὥσπερ καὶ πρότερον. κραυγῆς τε ἐπὶ τούτῳ πολλῆς ξυμβάσης ἐξεπλάγη τε ὁ Τηριδάτης, καὶ ἄφωνος χρόνον τινὰ ὡς καὶ ἀπολούμενος ἐγένετο. ἔπειτα σιωπῆς κηρυχθείσης ἐπεθάρρησέ τε, καὶ ἐκβιασάμενος τὸ φρόνημα τῷ τε καιρῷ καὶ τῇ χρείᾳ ἐδούλευσε, μηδὲν φροντίσας εἴ τι ταπεινὸν φθέγξαιτο, πρὸς τὴν ἐλπίδα ὧν τεύξαιτο. εἶπε γὰρ οὕτως “ἐγώ, δέσποτα, Ἀρσάκου μὲν ἔκγονος, Οὐολογαίσου δὲ καὶ Πακόρου τῶν βασιλέων ἀδελφός, σὸς δὲ δοῦλός εἰμι. καὶ ἦλθόν τε πρὸς σὲ τὸν ἐμὸν θεόν, προσκυνήσων σε ὡς καὶ τὸν Μίθραν, καὶ ἔσομαι τοῦτο ὅ τι ἂν σὺ ἐπικλώσῃς· σὺ γάρ μοι καὶ μοῖρα εἶ καὶ τύχη.” ὁ δὲ Νέρων ἠμείψατο αὐτὸν ὧδε “ἀλλ’ εὖ τοι ἐποίησας αὐτὸς δεῦρο ἐλθών, ἵνα καὶ παρὼν παρόντος μου ἀπολαύσῃς· ἃ γάρ σοι οὔτε ὁ πατὴρ κατέλιπεν οὔτε οἱ ἀδελφοὶ δόντες ἐτήρησαν, ταῦτα ἐγὼ χαρίζομαι καὶ βασιλέα τῆς Ἀρμενίας ποιῶ, ἵνα καὶ σὺ καὶ ἐκεῖνοι μάθωσιν ὅτι καὶ ἀφαιρεῖσθαι βασιλείας καὶ δωρεῖσθαι δύναμαι.” ταῦτ’ εἰπὼν ἀνελθεῖν τε αὐτὸν κατὰ τὴν ἄνοδον τὴν ἐπ’ αὐτῷ τούτῳ ἔμπροσθεν τοῦ βήματος πεποιημένην ἐκέλευσε, καὶ καθιζηθέντι αὐτῷ ὑπὸ τὸν πόδα τὸ διάδημα ἐπέθηκε· βοαί τε καὶ ἐπὶ τούτῳ πολλαὶ καὶ παντοδαπαὶ ἐγένοντο. ἐγένετο δὲ κατὰ ψήφισμα καὶ πανήγυρις θεατρική. |
| S175 | καὶ τὸ θέατρον, οὐχ ὅτι ἡ σκηνὴ ἀλλὰ καὶ ἡ περιφέρεια αὐτοῦ πᾶσα ἔνδοθεν ἐκεχρύσωτο, καὶ τἄλλα ὅσα ἐσῄει χρυσῷ ἐκεκόσμητο· ἀφ’ οὗ καὶ τὴν ἡμέραν αὐτὴν χρυσῆν ἐπωνόμασαν. τά γε μὴν παραπετάσματα τὰ διὰ τοῦ ἀέρος διαταθέντα, ὅπως τὸν ἥλιον ἀπερύκοι, ἁλουργὰ ἦν, καὶ ἐν μέσῳ αὐτῶν ἅρμα ἐλαύνων ὁ Νέρων ἐνέστικτο, πέριξ δὲ ἀστέρες χρυσοῖ ἐπέλαμπον. ταῦτα μὲν οὕτως ἐγένετο, καὶ δῆλον ὅτι καὶ συμποσίῳ πολυτελεῖ ἐχρήσαντο· ὁ δὲ Νέρων ἐπὶ τούτοις καὶ ἐκιθαρῴδησε δημοσίᾳ καὶ ἡρματηλάτησε, τήν τε στολὴν τὴν πράσινον ἐνδεδυμένος καὶ τὸ κράνος τὸ ἡνιοχικὸν περικείμενος. ἐφ’ οἷς ὁ Τηριδάτης αὐτὸν μὲν δυσχεραίνων τὸν δὲ Κορβούλλωνα ἐπαινῶν ἓν αὐτοῦ τοῦτο μόνον ᾐτιᾶτο, ὅτι τοιοῦτον δεσπότην ἔχων ἔφερεν. οὔκουν οὐδὲ πρὸς αὐτὸν τὸν Νέρωνα ἀπεκρύψατο, ἀλλ’ εἶπέ ποτε αὐτῷ “ἀγαθόν, ὦ δέσποτα, ἀνδράποδον Κορβούλλωνα ἔχεις.” ταῦτα μὲν οὐδὲ συνιέντι αὐτῷ ἔλεγεν, ἐν δὲ δὴ τοῖς ἄλλοις καὶ ἐκολάκευσεν αὐτὸν καὶ ὑπέδραμε δεινότατα, καὶ διὰ τοῦτο δῶρά τε παντοδαπὰ πεντακισχιλίων μυριάδων ἄξια, ὥς φασιν, ἔλαβε, καὶ Ἀρτάξατα ἀνοικοδομῆσαι ἐπετράπη· δημιουργούς τε πρὸς τούτοις πολλούς, τοὺς μὲν παρ’ ἐκείνου λαβὼν τοὺς δὲ καὶ χρήμασι πείσας, ἐκ τῆς Ῥώμης ἐξήγαγεν. οὐ μέντοι καὶ πᾶσιν αὐτοῖς ὁ Κορβούλλων ἐς τὴν Ἀρμενίαν διαβῆναι ἐφῆκεν, ἀλλὰ μόνοις τοῖς ὑπὸ τοῦ Νέρωνος αὐτῷ δοθεῖσιν· ὅθεν καὶ ἔτι μᾶλλον ὁ Τηριδάτης τοῦτόν τε ἐθαύμασε καὶ ἐκείνου κατέγνω. ἀνεκομίσθη δὲ οὐχ ᾗπερ ἦλθε διὰ τοῦ Ἰλλυρικοῦ καὶ ὑπὲρ τὸν Ἰόνιον, ἀλλ’ ἐς τὸ Δυρράχιον ἐκ τοῦ Βρεντεσίου πλεύσας· καὶ εἶδε καὶ τὰς ἐν τῇ Ἀσίᾳ πόλεις, ὥστε καὶ ἐξ ἐκείνων τὴν τῶν Ῥωμαίων ἀρχὴν καταπλαγῆναι καὶ ἰσχύος ἕνεκα καὶ κάλλους. ὁ μὲν δὴ Τηριδάτης τὰ Ἀρτάξατα ἀνοικοδομήσας Νερώνεια προσηγόρευσεν· ὁ δὲ δὴ Οὐολόγαισος οὔτε ἐλθεῖν πρὸς τὸν Νέρωνα, καίτοι πολλάκις μεταπεμφθείς, ἠθέλησε, καὶ τέλος, ὡς ὀχληρὸς αὐτῷ ἐγίνετο, ἀντεπέστειλέν οἱ ὅτι “πολύ σοι ῥᾷον ἢ ἐμοί ἐστι τοσαύτην θάλασσαν πλεῦσαι. ἂν οὖν εἰς τὴν Ἀσίαν ἔλθῃς, τότε συνθησόμεθα συμβαλεῖν ἀλλήλοις”. Νέρων δὲ ἐπὶ μὲν ἐκεῖνον οὐκ ἔπλευσε, καίπερ ὀργὴν αὐτῷ ἔχων, οὐ μὴν οὐδὲ ἐπὶ τοὺς Αἰθίοπας ἢ τὰς πύλας τὰς Κασπίας, ὥσπερ ἐνενόει· τά τε γὰρ ἄλλα καὶ κατασκόπους ἑκατέρωσε ἔπεμψεν ἐς δὲ δὴ τὴν Ἑλλάδα ἐπεραιώθη, οὔτι γε ὡς Φλαμίνιος οὐδ’ ὡς Μέμμιος ἢ καὶ Ἀγρίππας καὶ Αὔγουστος οἱ πρόγονοι αὐτοῦ, ἀλλ’ ἐπί τε ἡνιοχήσει καὶ κιθαρῳδήσει κηρύξει τε καὶ τραγῳδίας ὑποκρίσει. |
| S176 | οὐ γὰρ ἤρκει αὐτῷ ἡ Ῥώμη, οὐδὲ τὸ τοῦ Πομπηίου θέατρον, οὐδ’ ὁ μέγας ἱππόδρομος, ἀλλ’ ἐδεήθη καὶ ἐκστρατείας τινός, ἵνα καὶ περιοδονίκης, ὡς ἔλεγε, γένηται. τοσοῦτόν γε πλῆθος οὐχ ὅτι τῶν Αὐγουστείων ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων ἐπηγάγετο ὅσον, εἴπερ ἐμπολέμιον ἦν, καὶ Πάρθους ἂν καὶ τὰ ἄλλα ἔθνη ἐχειρώσατο. ἀλλ’ ἦσαν οἷοι Νερώνειοι ἂν στρατιῶται γένοιντο, καὶ ὅπλα κιθάρας τε καὶ πλῆκτρα πρόσωπά τε καὶ ἐμβάτας ἔφερον. καὶ ἐνίκησε νίκας οἵας στρατοπέδῳ τοιούτῳ ἔπρεπε, καὶ κατέλυσε Τέρπνον καὶ Διόδωρον καὶ Παμμένην ὡς οἷα Φίλιππον ἢ Περσέα ἢ Ἀντίοχον. καὶ διὰ τοῦτό γε, ὡς ἔοικε, καὶ τὸν Παμμένην ἐκεῖνον ἐπὶ τοῦ Γαΐου ἀκμάσαντα κατηνάγκασε, καίτοι γέροντα ὄντα, ἀγωνίσασθαι, ἵνα αὐτοῦ τοὺς ἀνδριάντας κρατήσας αἰκίσηται. καὶ εἰ μὲν μόνα ταῦτα ἐπεπράχει, γέλωτα ἂν ὠφλήκει. καίτοι πῶς ἄν τις καὶ ἀκοῦσαι, μὴ ὅτι ἰδεῖν, ὑπομείνειεν αὐτοκράτορα Αὔγουστον ἔς τε τὸ λεύκωμα ἐν τοῖς ἀγωνισταῖς ἐγγραφόμενον καὶ τὴν φωνὴν ἀσκοῦντα, μελετῶντά τέ τινας ᾠδάς, καὶ τὴν μὲν κεφαλὴν κομῶντα τὸ δὲ γένειον ψιλιζόμενον, ἱμάτιον ἀναβαλλόμενον ἐν τοῖς δρόμοις, μεθ’ ἑνὸς ἢ δύο ἀκολούθων βαδίζοντα, τοὺς ἀντιπάλους ὑποβλέποντα καὶ ἀεί τι πρὸς αὐτοὺς μεθ’ ἁψιμαχίας λέγοντα, τοὺς ἀγωνοθέτας τούς τε μαστιγοφόρους φοβούμενον, καὶ χρήματα αὐτοῖς κρύφα ἅπασιν ἀναλίσκοντα μὴ καὶ ἐλεγχθεὶς μαστιγωθῇ, καὶ ταῦτα μέντοι πάντα ποιοῦντα ἵνα τὸν τῶν κιθαρῳδῶν ἀγῶνα νικήσας ἡττηθῇ τὸν τῶν Καισάρων. καὶ τί ἄν τις ταῦτα αὐτοῦ μόνα ὀδύραιτο, ὁπότε καὶ ἐπὶ τοὺς ἐμβάτας ἀναβαίνων κατέπιπτεν ἀπὸ τοῦ κράτους, καὶ τὸ προσωπεῖον ὑποδύνων ἀπέβαλλε τὸ τῆς ἡγεμονίας ἀξίωμα, ἐδεῖτο ὡς δραπέτης, ἐποδηγεῖτο ὡς τυφλός, ἔκυεν ἔτικτεν ἐμαίνετο, τόν τε Οἰδίποδα καὶ τὸν Θυέστην τόν τε Ἡρακλέα καὶ τὸν Ἀλκμαίωνα τόν τε Ὀρέστην ὡς πλήθει ὑποκρινόμενος. |
| S177 | καὶ τά γε πρόσωπα ποτὲ μὲν αὐτοῖς ἐκείνοις ποτὲ δὲ καὶ ἑαυτῷ εἰκασμένα ἔφερε· τὰ γὰρ τῶν γυναικῶν πάντα πρὸς τὴν Σαβῖναν ἐσκεύαστο, χρυσαῖς μέντοι ἁλύσεσιν ἐδεσμεύετο· καὶ γὰρ οὐκ ἔπρεπεν, ὡς ἔοικεν, αὐτοκράτορι Ῥωμαίων σιδηραῖς δεῖσθαι. καὶ ταῦτα μέντοι πάντα οἵ τε ἄλλοι πάντες καὶ οἱ στρατιῶται ὁρῶντες ἔφερον ἐπῄνουν, πυθιονίκην τε αὐτὸν καὶ Ὀλυμπιονίκην καὶ περιοδονίκην παντονίκην, πρὸς τοῖς ἄλλοις οἷς εἰώθεσαν, ἀπεκάλουν, συμμιγνύντες δῆλον ὅτι αὐτοῖς καὶ τὰ τῆς ἀρχῆς ὀνόματα, ὥστε ἐφ’ ἑκάστῳ τόν τε Καίσαρα καὶ τὸν Αὔγουστον ἀκροτελεύτιον εἶναι. οὐδὲ ἐτόλμησεν οὐδεὶς αὐτῶν οὔτε ἐλεῆσαι τὸν κακοδαίμονα οὔτε μισῆσαι, ἀλλ’ εἷς μέν τις στρατιώτης ἰδὼν αὐτὸν δεδεμένον ἠγανάκτησε καὶ προσδραμὼν ἔλυσεν, ἕτερος δὲ ἐρομένου τινὸς “τί ποιεῖ ὁ αὐτοκράτωρ” ἀπεκρίνατο ὅτι “τίκτει”. καὶ γὰρ τὴν Κανάκην ὑπεκρίνετο. ἔργον δ’ οὐδὲν ἄξιον Ῥωμαίων οὐδείς σφων ἐποίησε· τοσαῦτα γάρ που χρήματα διελάγχανον ὥστε καὶ εὔχεσθαι αὐτὸν πολλὰ τοιαῦτα δρᾶν, ἵν’ ἔτι πλείονα λαμβάνωσιν. ἀλλ’ εἰ μὲν ταῦτα μόνα οὕτως ἐγεγόνει, αἰσχύνη τε ἅμα καὶ χλευασία τὸ πρᾶγμα ἀκίνδυνος ἐνενόμιστο· νῦν δ’ ὡς ἀληθῶς, ὥσπερ ἐπὶ πολέμῳ σταλείς, πᾶσαν μὲν τὴν Ἑλλάδα ἐλεηλάτησε, καίπερ ἐλευθέραν ἀφείς, παμπληθεῖς δὲ ἐφόνευσεν. ἐπεὶ τάς γε οὐσίας ὅσας καὶ ζώντων τινῶν ἐδήμευσε, καὶ τὰ ἀναθήματα ὅσα καὶ ἐξ αὐτῶν τῶν ἐν τῇ Ῥώμῃ ναῶν ἐσύλησεν, οὐδὲ ἐξαριθμήσειεν ἄν τις. τοὺς μέντοι ἐν τῇ Ῥώμῃ καὶ τῇ Ἰταλίᾳ πάντας Ἡλίῳ τινὶ Καισαρείῳ ἐκδότους παρέδωκε· πάντα γὰρ ἁπλῶς αὐτῷ ἐπετέτραπτο, ὥστε καὶ δημεύειν καὶ φυγαδεύειν καὶ ἀποκτιννύναι, καὶ πρὶν δηλῶσαι τῷ Νέρωνι, καὶ ἰδιώτας ὁμοίως καὶ ἱππέας καὶ βουλευτάς. οὕτω μὲν δὴ τότε ἡ τῶν Ῥωμαίων ἀρχὴ δύο αὐτοκράτορσιν ἅμα ἐδούλευσε, Νέρωνι καὶ Ἡλίῳ. οὐδὲ ἔχω εἰπεῖν ὁπότερος αὐτῶν χείρων ἦν· τὰ μὲν γὰρ ἄλλα ἐκ τοῦ ὁμοίου πάντα ἔπραττον, ἐν ἑνὶ δὲ τούτῳ διήλλασσον, ὅτι ὁ μὲν τοῦ Αὐγούστου ἀπόγονος κιθαρῳδοὺς καὶ τραγῳδούς, ὁ δὲ τοῦ Κλαυδίου ἀπελεύθερος Καίσαρας ἐζήλου. τὸν γὰρ Τιγιλλῖνον ἐν προσθήκης μέρει τοῦ Νέρωνος, ὅτι σὺν αὐτῷ ἦν, τίθημι. |
| S178 | χωρὶς δὲ ὅ τε Πολύκλειτος καὶ Καλουία Κρισπινίλα ἦγον ἐπόρθουν ἐσύλων πάνθ’ ὅσα ἐνεδέχετο, ἐκεῖνος μὲν μετὰ τοῦ Ἡλίου ἐν τῇ Ῥώμῃ, αὕτη δὲ μετά τε τοῦ Νέρωνος καὶ μετὰ τῆς Σαβίνης τοῦ Σπόρου. τήν τε γὰρ φυλακὴν αὐτοῦ καὶ τὴν ἐπιτροπείαν τὴν περὶ ἐσθῆτα, καίπερ γυνὴ καὶ ἐπιφανὴς οὖσα, ἐπεπίστευτο, καὶ δι’ αὐτῆς πάντες ἀπεδύοντο. ὠνόμασε δὲ Σαβῖναν τὸν Σπόρον οὐ κατὰ τοῦτο μόνον ὅτι διὰ τὴν ὁμοιότητα αὐτῆς ἐξετέτμητο, ἀλλ’ ὅτι καὶ ἐγήματο αὐτῷ, ὥσπερ καὶ ἐκείνη, ἐν τῇ Ἑλλάδι κατὰ συμβόλαιον, ἐκδόντος αὐτὸν τοῦ Τιγελλίνου, ὥσπερ ὁ νόμος ἐκέλευε. καὶ τούς τε γάμους αὐτῶν πάντες οἱ Ἕλληνες ἑώρτασαν, τά τε ἄλλα οἷα εἰκὸς ἦν ἐπιλέγοντες, καὶ γνησίους σφίσι παῖδας γεννηθῆναι εὐχόμενοι. κἀκ τούτου συνεγίνοντο ἅμα τῷ Νέρωνι Πυθαγόρας μὲν ὡς ἀνήρ, Σπόρος δὲ ὡς γυνή· πρὸς γὰρ τοῖς ἄλλοις καὶ κυρία καὶ βασιλὶς καὶ δέσποινα ὠνομάζετο. καὶ τί τοῦτο θαυμάσειεν ἄν τις, ὁπότε καὶ μειράκια καὶ κόρας σταυροῖς γυμνὰς προσδέων θηρίου τέ τινος δορὰν ἀνελάμβανε καὶ προσπίπτων σφίσιν ἠσέλγαινεν ὥσπερ τι ἐσθίων. τοιαῦτα μὲν ὁ Νέρων ἠσχημόνει, τοὺς δὲ βουλευτὰς χιτώνιόν τι ἐνδεδυκὼς ἄνθινον καὶ σινδόνιον περὶ τὸν αὐχένα ἔχων ἠσπάσατο· καὶ γὰρ καὶ ἐν τούτοις ἤδη παρηνόμει, ὥστε καὶ ἀζώστους χιτῶνας ἐν τῷ δημοσίῳ ἐνδύεσθαι. λέγεται δ’ ὅτι καὶ οἱ ἱππεῖς οἱ ἐκ τοῦ τέλους ἐπὶ αὐτοῦ πρῶτον ἐφιππίοις ἐν τῇ ἐτησίᾳ σφῶν ἐξετάσει ἐχρήσαντο. ἐν δὲ τοῖς Ὀλυμπίοις ἅρμα ἐλάσας καὶ πεσὼν ἐξ αὐτοῦ καὶ ὀλίγου δεῖν συντριβεὶς ὅμως ἐστεφανώθη, καὶ διὰ τοῦτο καὶ τοῖς Ἑλλανοδίκαις τὰς πέντε καὶ εἴκοσι μυριάδας, ἃς ὕστερον Γάλβας παρ’ αὐτῶν ἀπῄτησεν, ἔδωκε. τοῦ δὲ δὴ Ἀπόλλωνος, εἴτ’ οὖν ἀγανακτήσας ὅτι λυπηρά τινα προεῖπεν αὐτῷ, εἴτε καὶ ἄλλως μανείς, τήν τε χώραν τὴν Κιρραίαν ἀφείλετο καὶ στρατιώταις ἔδωκε, καὶ τὸ μαντεῖον κατέλυσεν, ἀνθρώπους ἐς τὸ στόμιον ἐξ οὗ τὸ ἱερὸν πνεῦμα ἀνῄει σφάξας. ἠγωνίσατο δὲ ἐν πάσῃ ὁμοίως πόλει ἀγῶνα ἐχούσῃ, κήρυκι πρὸς πάντα τὰ κηρύξεως δεόμενα Κλουβίῳ Ῥούφῳ ἀνδρὶ ὑπατευκότι χρησάμενος, πλὴν Ἀθηνῶν καὶ Λακεδαίμονος· ταύταις γὰρ μόναις οὐδὲ ἐπεφοίτησε τὴν ἀρχήν, τῇ μὲν διὰ τοὺς Λυκούργου νόμους ὡς ἐναντίους τῇ προαιρέσει αὐτοῦ ὄντας, τῇ δὲ διὰ τὸν περὶ τῶν Ἐριννύων λόγον. |
| S179 | τὸ δὲ δὴ κήρυγμα ἦν “Νέρων Καῖσαρ νικᾷ τόνδε τὸν ἀγῶνα, καὶ στεφανοῖ τόν τε τῶν Ῥωμαίων δῆμον καὶ τὴν ἰδίαν οἰκουμένην.” ἔχων γάρ, ὡς ἔλεγεν, οἰκουμένην ἐκιθαρῴδει τε καὶ ἐκήρυττε καὶ ἐτραγῴδει. τὴν δὲ γερουσίαν οὕτως δεινῶς ἐμίσει ὥστε καὶ τῷ Οὐατωνίῳ ὡς μάλιστα χαίρειν, ὅτι ἔλεγεν ἀεί ποτε πρὸς αὐτόν “μισῶ σε, Καῖσαρ, ὅτι συγκλητικὸς εἶ”· χρήσομαι γὰρ αὐτῷ τῷ λεχθέντι ὑπ’ αὐτοῦ ῥήματι. ἐτηροῦντο δὲ ἀκριβῶς καὶ τούτων καὶ τῶν ἄλλων ἀεί ποτε καὶ αἱ εἴσοδοι καὶ αἱ ἔξοδοι τά τε σχήματα καὶ τὰ νεύματα καὶ τὰ ἐπιβοήματα, καὶ οἱ μὲν ἀεὶ συνόντες αὐτῷ καὶ σπουδαίως ἀκροώμενοι τορῶς τε ἐκβοῶντες ἐπῃνοῦντο καὶ ἐτιμῶντο, οἱ δὲ λοιποὶ καὶ ἠτιμάζοντο καὶ ἐκολάζοντο, ὥστε τινὰς μὴ δυναμένους ἐπὶ πολὺ ἀντέχειν (πολλάκις γὰρ καὶ μέχρι τῆς ἑσπέρας ἐξ ἑωθινοῦ παρετείνοντο) προσποιεῖσθαί τε ἐκθνήσκειν καὶ νεκρῶν δίκην ἐκ τῶν θεάτρων ἐκφέρεσθαι. πάρεργον δὲ δὴ τῆς ἐπιδημίας τῆς ἐν τῇ Ἑλλάδι ἐποιήσατο τὸν ἰσθμὸν τῆς Πελοποννήσου διορύξαι ἐπιθυμήσας, καὶ ἤρξατο τοῦ ἔργου καίπερ τῶν ἀνθρώπων ὀκνούντων· αἷμά τε γὰρ τοῖς πρώτοις ἁψαμένοις τῆς γῆς ἀνέβλυσεν, καὶ οἰμωγαὶ μυκηθμοί τέ τινες ἐξηκούοντο, καὶ εἴδωλα πολλὰ ἐφαντάζετο. λαβὼν δὲ αὐτὸς δίκελλαν καί τι καὶ ἀνασκάψας ἔπεισε καὶ τοὺς ἄλλους ἀνάγκῃ αὐτὸν μιμήσασθαι, καὶ πολὺ πλῆθος ἀνθρώπων ἐπὶ τοῦτο τὸ ἔργον καὶ ἐκ τῶν ἄλλων ἐθνῶν μετεπέμψατο. ἔς τε οὖν τἄλλα καὶ ἐς ταῦτα χρημάτων πολλῶν δεόμενος, καὶ μεγαλοπράγμων καὶ μεγαλόδωρος ὁμοίως ὤν, καὶ ἅμα φοβούμενος τοὺς δυνατωτάτους μὴ ἐπίθωνταί οἱ τοιαῦτα ποιοῦντι, πολλούς τε καὶ ἀγαθοὺς ἄνδρας ἔφθειρεν. ὧν ἐγὼ τοὺς μὲν ἄλλους ἐάσω (πᾶσί τε γὰρ παρ’ αὐτῷ δημόσιον ἔγκλημα ἦν ἀρετή τε καὶ πλοῦτος καὶ γένος, καὶ πάντες ἢ ἑαυτοὺς ἀπεκτίννυσαν ἢ ὑπ’ ἄλλων ἐφονεύοντο), τοῦ δὲ δὴ Κορβούλλωνος καὶ Σουλπικίων Σκριβωνίων, Ῥούφου τε καὶ Πρόκλου, μνημονεύσω, τούτων μὲν ὅτι ἀδελφοί τε καὶ ἡλικιῶται τρόπον τινὰ ὄντες, καὶ μηδὲν μηδέποτε ἄνευ ἀλλήλων πράξαντες, ἀλλ’ ὥσπερ τῷ γένει οὕτω καὶ τῇ προαιρέσει τῇ τε οὐσίᾳ συμπεφυκότες, καὶ τὰς Γερμανίας δὲ ἀμφοτέρας ἐπὶ πολὺ ἅμα διῴκησαν, ἦλθόν τε ἐς τὴν Ἑλλάδα μετάπεμπτοι ὥστε αὐτῶν τοῦ Νέρωνος δεομένου, καὶ ἐγκλήματα οἷα ὁ καιρὸς ἐκεῖνος ἔφερε λαβόντες, καὶ μήτε λόγου τυγχάνοντες μήτε ἐς ὀφθαλμοὺς τοῦ Νέρωνος ἀφικνούμενοι, καὶ διὰ τοῦθ’ ὑφ’ ἁπάντων ὁμοίως ἀτιμαζόμενοι, ἀποθανεῖν τε ἐπεθύμησαν καὶ ἐτελεύτησαν τὰς φλέβας αὐτῶν σχάσαντες, τοῦ δὲ δὴ Κορβούλλωνος ὅτι καὶ ἐκεῖνον ἐντιμότατα μεταπεμψάμενος, καὶ τά τε ἄλλα καὶ πατέρα καὶ εὐεργέτην αὐτὸν ἀεὶ ὀνομάζων, ἔπειτ’ ἐπειδὴ τῇ Κεγχρίᾳ προσέσχε, σφαγῆναι, πρὶν καὶ ἐς ὄψιν αὐτῷ ἐλθεῖν, προσέταξε· κιθαρῳδήσειν γὰρ ἤμελλεν, ὥς τινες λέγουσι, καὶ οὐχ ὑπέμεινεν αὐτῷ τὸ ὀρθοστάδιον ἔχων ὀφθῆναι. |
| S180 | καὶ ὃς ἐπειδὴ τάχιστα τὸ προστεταγμένον ἔγνω, ξίφος τε ἔλαβε, καὶ ἑαυτὸν ἐρρωμένως παίων ἔλεγεν “ἄξιος”· τότε γὰρ δή, τότε πρῶτον ἐπίστευσεν ὅτι κακῶς ἐπεποιήκει καὶ φεισάμενος τοῦ κιθαρῳδοῦ καὶ πρὸς αὐτὸν ἐλθὼν ἄνοπλος. ἐν μὲν δὴ τῇ Ἑλλάδι ταῦτ’ ἐπράττετο· τί γὰρ δεῖ λέγειν ὅτι καὶ τὸν Πάριν τὸν ὀρχηστὴν ἀποθανεῖν ἐκέλευσεν, ὅτι ὀρχεῖσθαι παρ’ αὐτῷ μαθεῖν ἐθελήσας οὐκ ἠδυνήθη; τί δ’ ὅτι Καικίνναν Τοῦσκον ὑπερώρισεν, ὅτι τῆς Αἰγύπτου ἄρχων ἐλούσατο ἐν τῷ βαλανείῳ ὃ ἐκείνῳ ὡς καὶ ἐς τὴν Ἀλεξάνδρειαν ἥξοντι ἐποιήθη; ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὸν αὐτὸν χρόνον ὁ Ἥλιος ἄλλα τε πολλὰ καὶ δεινὰ εἰργάσατο, καὶ Σουλπίκιον Καμερῖνον ἄνδρα τῶν πρώτων μετὰ τοῦ υἱέος ἀπέκτεινεν, ἐγκαλέσας σφίσιν ὅτι Πυθικοὶ ἐκ προγόνων ἐπικαλούμενοι οὐκ ἐπαύσαντο τὸ πρόσρημα τοῦτ’ ἔχοντες, ἀλλ’ ἐς τὰς τοῦ Νέρωνος νίκας τὰς Πυθικὰς ἐκ τῆς ὁμωνυμίας ἠσέβουν. τῶν δὲ Αὐγουστείων ἄγαλμα αὐτοῦ χιλίων λιτρῶν ποιήσειν ὑποσχομένων, πᾶν τὸ ἱππικὸν ἠναγκάσθη συντελέσαι σφίσι τὸ ἀνάλωμα. τὰ δὲ δὴ τῆς γερουσίας ἔργον καθ’ ἕκαστον ἐπεξελθεῖν· τοσαῦται γὰρ αἵ τε θυσίαι καὶ ἱερομηνίαι ἐπηγγέλθησαν ὥστε μηδ’ ὅλον τὸν ἐνιαυτὸν ἐξαρκέσαι. ὁ δὲ Ἥλιος πολλάκις μὲν καὶ πρότερον ἐπιστείλας αὐτῷ, παραινῶν ὅτι τάχιστα ἀνακομισθῆναι· ὡς δ’ οὐκ ἐπείθετο, ἦλθεν αὐτὸς ἐς τὴν Ἑλλάδα ἑβδόμῃ ἡμέρᾳ, καὶ ἐξεφόβησεν αὐτὸν εἰπὼν μεγάλην τινὰ ἐπιβουλὴν ἐν τῇ Ῥώμῃ παρασκευάζεσθαι κατ’ αὐτοῦ, ὥστε παρευθὺς ἐς τὴν Ἰταλίαν ἀποπλεῦσαι. |
| S181 | καὶ ἐγένετο μέν τις ἐλπὶς ὑπὸ χειμῶνος αὐτὸν φθαρήσεσθαι, μάτην δὲ πολλοὶ ἥσθησαν· ἐσώθη γάρ. καί τισι καὶ αὐτὸ τοῦτο ὀλέθρου αἴτιον ἐγένετο, ὅτι καὶ εὔξαντο καὶ ἤλπισαν αὐτὸν ἀπολεῖσθαι. ἐπεὶ δ’ οὖν ἐς τὴν Ῥώμην ἐσήλασε, τοῦ τε τείχους τι καθῃρέθη καὶ τῶν πυλῶν περιερράγη, νενομίσθαι τινῶν λεγόντων ἑκάτερον τοῖς ἐκ τῶν ἀγώνων στεφανηφόροις γίνεσθαι. καὶ ἐσεφοίτησαν πρῶτοι μὲν οἱ τοὺς στεφάνους οὓς ἀνῄρητο κομίζοντες, καὶ μετ’ αὐτοὺς ἕτεροι σανίδιά τε ἐπὶ δοράτων ἀνατείνοντες, ἐφ’ οἷς ἐπεγέγραπτο τό τε ὄνομα τοῦ ἀγῶνος καὶ τὸ εἶδος τοῦ ἀγωνίσματος, ὅτι τε Νέρων Καῖσαρ πρῶτος πάντων τῶν ἀπὸ τοῦ αἰῶνος Ῥωμαίων ἐνίκησεν αὐτό, ἔπειτα αὐτὸς ἐφ’ ἅρματος ἐπινικίου, ἐν ᾧ ποτε ὁ Αὔγουστος τὰ πολλὰ ἐκεῖνα νικητήρια ἐπεπόμφει, ἁλουργίδα χρυσόπαστον ἔχων καὶ κότινον ἐστεφανωμένος, τὴν Πυθικὴν δάφνην προτείνων· καὶ αὐτῷ ὁ Διόδωρος ὁ κιθαρῳδὸς παρωχεῖτο. καὶ οὕτω διά τε τοῦ ἱπποδρόμου καὶ διὰ τῆς ἀγορᾶς μετά τε τῶν στρατιωτῶν καὶ μετὰ τῶν ἱππέων τῆς τε βουλῆς διελθὼν ἐς τὸ Καπιτώλιον ἀνέβη, καὶ ἐκεῖθεν ἐς τὸ παλάτιον, πάσης μὲν τῆς πόλεως ἐστεφανωμένης καὶ λυχνοκαυτούσης καὶ θυμιώσης, πάντων δὲ τῶν ἀνθρώπων, καὶ αὐτῶν τῶν βουλευτῶν ὅτι μάλιστα, συμβοώντων “Ὀλυμπιονῖκα οὐᾶ, Πυθιονῖκα οὐᾶ, Αὔγουστε Αὔγουστε. Νέρωνι τῷ Ἡρακλεῖ, Νέρωνι τῷ Ἀπόλλωνι. ὡς εἷς περιοδονίκης, εἷς ἀπ’ αἰῶνος, Αὔγουστε Αὔγουστε. ἱερὰ φωνή· μακάριοι οἵ σου ἀκούοντες.” τί γὰρ δεῖ περιπλέκειν καὶ οὐκ αὐτὰ τὰ λεχθέντα δηλοῦν; οὐδὲ γὰρ οὐδ’ αἰσχύνην τινὰ τῇ συγγραφῇ τὰ ῥηθέντα, ἀλλὰ καὶ κόσμον τὸ μηδὲν αὐτῶν ἀποκρυφθῆναι φέρει. ἐκτελέσας δὲ ταῦτα ἱπποδρομίας ἐπήγγειλε, καὶ τοὺς στεφάνους, τούτους τε καὶ τοὺς ἄλλους πάντας ὅσους ἅρμασι νικήσας εἰλήφει, ἐς τὸν ἱππόδρομον ἐσήνεγκε καὶ τῷ ὀβελίσκῳ τῷ Αἰγυπτίῳ περιέθηκε· καὶ ἦσαν ὀκτὼ καὶ ὀκτακόσιοι καὶ χίλιοι. ποιήσας δὲ ταῦτα ἡνιόχησε. Λάρκιος δέ τις Λυδὸς προσῆλθεν αὐτῷ πέντε καὶ εἴκοσι μυριάδας προσφέρων ἵνα κιθαρῳδήσῃ· καὶ ὃς τὸ μὲν ἀργύριον οὐκ ἔλαβεν, ἀπαξιώσας μισθοῦ τι ποιῆσαι (καὶ διὰ τοῦτο Τιγελλῖνος αὐτὸ ἐσέπραξεν, ἵνα μὴ αὐτὸν ἀποκτείνῃ), ἐς μέντοι τὸ θέατρον καὶ ὣς εἰσελθὼν καὶ ἐκιθαρῴδησε καὶ ἐτραγῴδησεν, ἐπεὶ τοῖς γε ἵπποις οὐκ ἔστιν ὅτε οὐκ ἠμιλλᾶτο. |
| S182 | ἔστι δ’ ὅτε καὶ ἑκὼν ἡττᾶτο, ὅπως τά γε ἄλλα τὰ πλείω πιστεύηται ἐπ’ ἀληθείας κρατεῖν. ὁ μὲν οὖν Νέρων οὕτως τε ἔζη καὶ οὕτως ἐμονάρχει. λέξω δὲ καὶ ὅπως κατελύθη καὶ ἐκ τῆς ἀρχῆς ἐξέπεσεν. 〈ἦν τισ〉 Γαλάτης ἀνὴρ Γάιος Ἰούλιος Βίνδιξ, ἐκ μὲν προγόνων τοῦ βασιλικοῦ γένους, κατὰ δὲ τὸν πατέρα βουλευτὴς τῶν Ῥωμαίων, τό τε σῶμα ἰσχυρὸς καὶ τὴν ψυχὴν συνετός, τῶν τε πολεμικῶν ἔμπειρος καὶ πρὸς πᾶν ἔργον μέγα εὔτολμος· οὗτος ὁ Βίνδιξ συναθροίσας τοὺς Γαλάτας πολλὰ πεπονθότας τε ἐν ταῖς συχναῖς εἰσπράξεσι τῶν χρημάτων καὶ ἔτι πάσχοντας ὑπὸ Νέρωνος, καὶ ἀναβὰς ἐπὶ βῆμα μακρὰν διεξῆλθε κατὰ τοῦ Νέρωνος ῥῆσιν, λέγων δεῖν ἀποστῆναί τε αὐτοῦ καὶ ἅμα οἷ ἐπιστῆναι αὐτῷ, “ὅτι” φησὶ “πᾶσαν τὴν τῶν Ῥωμαίων οἰκουμένην σεσύληκεν, ὅτι πᾶν τὸ ἄνθος τῆς βουλῆς αὐτῶν ἀπολώλεκεν, ὅτι τὴν μητέρα τὴν ἑαυτοῖ καὶ ᾔσχυνε καὶ ἀπέκτεινε, καὶ οὐδ’ αὐτὸ τὸ σχῆμα τῆς ἡγεμονίας σώζει. σφαγαὶ μὲν γὰρ καὶ ἁρπαγαὶ καὶ ὕβρεις καὶ ὑπ’ ἄλλων πολλαὶ πολλάκις ἐγένοντο· τὰ δὲ δὴ λοιπὰ πῶς ἄν τις κατ’ ἀξίαν εἰπεῖν δυνηθείη; εἶδον, ὦ ἄνδρες φίλοι καὶ σύμμαχοι, πιστεύσατέ μοι, εἶδον τὸν ἄνδρα ἐκεῖνον, εἴγε ἀνὴρ ὁ Σπόρον γεγαμηκώς, ὁ Πυθαγόρᾳ γεγαμημένος, ἐν τῷ τοῦ θεάτρου κύκλῳ καὶ ἐν τῇ ὀρχήστρᾳ ποτὲ μὲν κιθάραν ἔχοντα καὶ ὀρθοστάδιον καὶ κοθόρνους, ποτὲ δὲ ἐμβάτας καὶ προσωπεῖον. ἤκουσα αὐτοῦ πολλάκις ᾄδοντος, ἤκουσα κηρύττοντος, ἤκουσα τραγῳδοῦντος. εἶδον αὐτὸν δεδεμένον, εἶδον συρόμενον, κύοντα δή, τίκτοντα δή, πάντα ὅσα μυθολογεῖται καὶ λέγοντα καὶ ἀκούοντα καὶ πάσχοντα καὶ δρῶντα. εἶτά τις τὸν τοιοῦτον Καίσαρα καὶ αὐτοκράτορα καὶ Αὔγουστον ὀνομάσει; μηδαμῶς· μηδεὶς ὑβριζέτω τὰ ἱερὰ ἐκεῖνα ὀνόματα. ταῦτα μὲν γὰρ Αὔγουστος καὶ Κλαύδιος ἔσχον, οὗτος δὲ δὴ Θυέστης τε καὶ Οἰδίπους Ἀλκμαίων τε καὶ Ὀρέστης δικαιότατ’ ἂν καλοῖτο· τούτους γὰρ ὑποκρίνεται, καὶ ταύτας ἀντ’ ἐκείνων τὰς ἐπωνυμίας ἀντεπιτέθειται. |
| S183 | ἀνάστητε οὖν ἤδη ποτέ, καὶ ἐπικουρήσατε μὲν ὑμῖν αὐτοῖς, ἐπικουρήσατε δὲ τοῖς Ῥωμαίοις, ἐλευθερώσατε πᾶσαν τὴν οἰκουμένην.” τοιαῦτά τινα τοῦ Βίνδικος εἰπόντος ἅπαντες συνεφρόνησαν. οὐχ ἑαυτῷ δὲ τὴν ἀρχὴν πράττων ὁ Βίνδιξ τὸν Γάλβαν τὸν Σερούιον τὸν Σουλπίκιον ἐπιεικείᾳ τε καὶ ἐμπειρίᾳ πολέμων διαπρέποντα καὶ τῆς Ἰβηρίας ἄρχοντα, δύναμίν τε οὐ μικρὰν ἔχοντα, ἐς τὴν ἡγεμονίαν προεχειρίσατο· κἀκεῖνος ὑπὸ τῶν στρατιωτῶν αὐτοκράτωρ ἀνηγορεύθη. λέγεται δὲ ὅτι τοῦ Νέρωνος διακοσίας καὶ πεντήκοντα μυριάδας ἐπικηρύξαντος τῷ Βίνδικι ἀκούσας ὁ Βίνδιξ ἔφη “ὅτι ὁ Νέρωνα ἀποκτείνας τήν τε κεφαλὴν αὐτοῦ κομίσας μοι τὴν ἐμὴν ἀντιλήψεται.” τοιοῦτος μέν τις ὁ Βίνδιξ ἐγένετο. Ῥοῦφος δὲ ἄρχων τῆς Γερμανίας ὥρμησε μὲν ὡς καὶ τῷ Βίνδικι πολεμήσων, γενόμενος δὲ ἐν Βεσοντίωνι ταύτην ἐπολιόρκει, πρόφασιν ἐπεὶ μὴ ἐδέξατο αὐτόν. τοῦ δὲ Βίνδικος πρὸς βοήθειαν τῆς πόλεως ἀντεπιόντος αὐτῷ καὶ οὐ πόρρω στρατοπεδεύσαντος ἀντεπέστειλαν μὲν ἀλλήλοις τινά, καὶ τέλος καὶ ἐς λόγους ἦλθον μόνοι καὶ [μηδενός] σφισι τῶν ἄλλων παρόντος, καὶ κατὰ τοῦ Νέρωνος, ὡς εἰκάζετο, συνέθεντο πρὸς ἀλλήλους. μετὰ δὲ τοῦτο ὁ Βίνδιξ ὥρμησε μετὰ τοῦ στρατοῦ ὡς τὴν πόλιν καταληψόμενος· καὶ αὐτοὺς οἱ τοῦ Ῥούφου στρατιῶται προσιόντας αἰσθόμενοι, καὶ νομίσαντες ἐφ’ ἑαυτοὺς ἄντικρυς χωρεῖν, ἀντεξώρμησαν αὐτοκέλευστοι, καὶ προσπεσόντες σφίσιν ἀπροσδοκήτοις τε καὶ ἀσυντάκτοις οὖσι παμπόλλους κατέκοψαν. ἰδὼν δὲ τοῦτο καὶ περιαλγήσας ὁ Βίνδιξ αὐτὸς ἑαυτὸν ἔσφαξε. καὶ τὸ μὲν ἀληθὲς οὕτως ἔχει, πολλοὶ δὲ δὴ μετὰ ταῦτα, τὸ σῶμα αὐτοῦ κατατρώσαντες, δόξαν τισὶ μάτην ὡς καὶ αὐτοὶ ἀπεκτονότες αὐτὸν παρέσχον. Ῥοῦφος δὲ τοῦτον μὲν ἰσχυρῶς ἐπένθησε, τὴν δὲ αὐτοκράτορα ἀρχήν, καίτοι τῶν στρατιωτῶν πολλάκις αὐτῷ ἐγκειμένων, οὐκ ἠθέλησε δέξασθαι, δυνηθεὶς ἂν ῥᾳδίως ἐπιτυχὴς αὐτῆς γενέσθαι· δραστήριός τε γὰρ ἀνὴρ ἦν καὶ ἰσχὺν μεγάλην καὶ πρόθυμον εἶχε, καὶ οἱ στρατιῶται τὰς μὲν τοῦ Νέρωνος εἰκόνας καθεῖλον καὶ συνέτριψαν, αὐτὸν δὲ Καίσαρα καὶ Αὔγουστον ὠνόμαζον. |
| S184 | ὡς δ’ οὐκ ἐπείθετο, ἐνταῦθα τῶν στρατιωτῶν τις ἑνὶ τῶν σημείων αὐτοῦ ταῦτα διὰ ταχέων ἐπέγραψε· καὶ ὃς ἐκεῖνά τε ἀπήλειψε, καὶ μόλις ποτὲ αὐτοὺς καταστήσας ἔπεισεν ἐπὶ τῇ βουλῇ καὶ τῷ δήμῳ ποιήσασθαι, εἴτ’ οὖν ὅτι οὐκ ἠξίου τοὺς στρατιώτας τινὶ τὸ κράτος διδόναι (τῇ τε γὰρ γερουσίᾳ καὶ τῷ δήμῳ προσήκειν τοῦτ’ ἔλεγεν), εἴτε καὶ παντελῶς μεγαλογνωμῶν, ὡς οὐδὲν τῆς αὐτοκρατορικῆς ἀρχῆς, ὑπὲρ ἧς καὶ οἱ ἄλλοι πάντα ἔπραττον, 〈καὶ αὐτὸς δεό〉μενος. Νέρων δὲ ἐπειδὴ τὴν ἄρχην ἤκουσε ταῦτα προσεποιεῖτο καταφρονεῖν αὐτῶν, καὶ διὰ τοῦτ’ ἐτρύφα καὶ ἔπαιζε τὰ συνήθη. καί ποτε νύκτωρ τοὺς πρώτους τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἐξαπίνης σπουδῇ, ὡς καὶ περὶ τῶν παρόντων σφίσι κοινωνήσων, μεταπέμψας “ἐξεύρηκα” ἔφη “πῶς ἡ ὕδραυλις” (αὐτὸ γὰρ τὸ ῥηθὲν γραφήσεται) “καὶ μεῖζον καὶ ἐμμελέστερον φθέγξεται.” τοιαῦτα καὶ τότε ἤθυρε, οὐδὲ ἔμελεν αὐτῷ ὅτι αἱ θύραι ἀμφότεραι, αἵ τε τοῦ μνημείου τοῦ αὐγουστείου καὶ αἱ τοῦ κοιτῶνος τοῦ ἐκείνου, αὐτόμαται ἐν τῇ αὐτῇ νυκτὶ ἀνεῴχθησαν, οὐδ’ ὅτι ἐν τῷ Ἀλβανῷ τοσούτῳ δή τινι αἵματι ὗσεν ὥστε καὶ ποταμοὺς ῥυῆναι, οὐδ’ ὅτι ἐκ τῆς Αἰγύπτου ὑπαναχωρήσασα ἐπὶ πολὺ ἡ θάλασσα μέρος μέγα τῆς Λυκίας κατέλαβεν· ἐπεὶ δὲ περί τε τοῦ Γάλβα ἤκουσεν ὅτι αὐτοκράτωρ ὑπὸ τῶν στρατιωτῶν ἀνερρήθη, περί τε τοῦ Ῥούφου ὅτι αὐτοῦ ἀπέστη, ἐν δέει τε μεγάλῳ ἐγένετο, καὶ αὐτός τε ἐν Ῥώμῃ παρεσκευάζετο καὶ ἐπ’ ἐκείνους Ῥούβριον Γάλλον καὶ ἄλλους τινὰς ἔπεμψεν. ὑπὸ πάντων δὲ ὁμοίως ἐγκαταλειφθεὶς ἐβουλεύσατο μὲν τούς τε βουλευτὰς ἀποκτεῖναι καὶ τὴν πόλιν καταπρῆσαι ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι, ὑπειπὼν ὅτι “ἂν καὶ τῆς ἀρχῆς ἐκπέσωμεν, ἀλλὰ τό γε τέχνιον ἡμᾶς ἐκεῖ διαθρέψει.” ἐς τοῦτο γὰρ ἀνοίας ἐληλύθει ὥστε καὶ πιστεῦσαι ὅτι ἄλλως τε ἰδιωτεῦσαι καὶ προσέτι καὶ κιθαρῳδεῖν δυνήσεται. ἐπεὶ δὲ ᾔσθετο ὅτι καὶ ὑπὸ τῶν σωματοφυλάκων ἐγκαταλέλειπται, (ἐν κήποις δέ τισιν ἐτύγχανε καθεύδων) φυγεῖν ἐπεχείρησεν. ἐσθῆτά τε οὖν φαύλην ἔλαβε καὶ ἐπὶ ἵππον οὐδὲν βελτίονα ἀνέβη, καὶ ἐπ’ αὐτοῦ κατακεκαλυμμένος πρὸς χωρίον τι Φάωνος Καισαρείου, μετά τε αὐτοῦ ἐκείνου καὶ μετὰ Ἐπαφροδίτου τοῦ τε Σπόρου, νυκτὸς ἐπιούσης ἤλασε. |
| S185 | καὶ αὐτοῦ ταῦτα πράσσοντος σεισμὸς ἐξαίσιος ἐγένετο, ὥστε καὶ δόκησιν παρασχεῖν ὅτι ἥ τε γῆ πᾶσα διαρρήγνυται καὶ αἱ τῶν πεφονευμένων ὑπ’ αὐτοῦ ψυχαὶ πᾶσαι ἅμα ἐπ’ αὐτὸν ἀναθορνύουσι. γνωρισθεὶς οὖν καὶ ὣς ὑπό τινος, ὥς φασι, τῶν ἀπαντησάντων, καὶ αὐτοκράτωρ προσαγορευθεὶς ἔκ τε τῆς ὁδοῦ ἀπετράπη καὶ ἐς καλαμαδίαν τρόπον τινὰ κατεκρύφθη. καὶ ἐνταῦθα μέχρι τῆς ἡμέρας ὑπέμεινεν ἐρριμμένος, ὅπως ὡς ἥκιστα διορῷτο. καὶ πάντα μὲν τὸν παριόντα ὡς καὶ ἐφ’ ἑαυτὸν ἥκοντα ὑποπτεύων, πᾶσαν δὲ φωνὴν ὡς καὶ ἀναζητοῦσαν αὑτὸν ὑποτρέμων, εἴ τέ που κυνίδιον ὕλαξεν ἢ καὶ ὀρνίθιον ἐφθέγξατο ῥώπιόν τε καὶ κλάδος ὑπ’ αὔρας ἐσείσθη, δεινῶς ἐταράττετο, καὶ οὔθ’ ἡσυχάζειν ὑπ’ αὐτῶν ἠδύνατο, οὔτ’ αὖ λαλεῖν τινι τῶν παρόντων, μὴ καὶ ἕτερός τις ἀκούσῃ, ἐτόλμα, ἀλλ’ αὐτὸς καθ’ ἑαυτὸν τὴν τύχην καὶ ἐθρήνει καὶ ὠλοφύρετο. ἐλογίζετο γὰρ τά τε ἄλλα, καὶ προσέτι ὅτι πολυανθρωποτάτῃ ποτὲ θεραπείᾳ γαυρωθεὶς μετὰ τριῶν ἐξελευθέρων ἐκύπταζε. τοιοῦτον γὰρ δρᾶμα τότε τὸ δαιμόνιον αὐτῷ παρεσκεύασεν, ἵνα μηκέτι τοὺς ἄλλους μητροφόνους καὶ ἀλήτας ἀλλ’ ἤδη καὶ ἑαυτὸν ὑποκρίνηται· καὶ τότε μετεγίνωσκεν ἐφ’ οἷς ἐτετολμήκει, καθάπερ ἄπρακτόν τι αὐτῶν ποιῆσαι δυνάμενος. Νέρων μὲν δὴ τοιαῦτα ἐτραγῴδει, καὶ τὸ ἔπος ἐκεῖνο συνεχῶς ἐνενόει, “οἰκτρῶς θανεῖν μ’ ἄνωγε σύγγαμος πατήρ.” ὀψὲ δ’ οὖν ποτε, ἐπειδὴ μηδεὶς αὐτὸν ἀναζητῶν ἑωρᾶτο, μετῆλθεν εἰς τὸ ἄντρον, κἀνταῦθα καὶ ἔφαγε πεινήσας ἄρτον ὁποῖον οὐδεπώποτε ἐβεβρώκει, καὶ ἔπιε διψήσας ὕδωρ ὁποῖον οὐδεπώποτε πεπώκει. ἐφ’ ᾧ δυσανασχετήσας εἶπε “τοῦτό ἐστιν ἐκεῖνο τὸ ποτὸν τὸ ἐμὸν τὸ ἄφθονον.” καὶ ὁ μὲν ἐν τούτοις ἦν, ὁ δὲ δῆμος τῶν Ῥωμαίων ἐβουθύτει καὶ ὑπερέχαιρε καί τινες καὶ πίλα ὡς ἠλευθερωμένοι ἔφερον. καὶ τῷ Γάλβᾳ τὰ τῇ αὐτοκράτορι ἀρχῇ προσήκοντα ἐψηφίσαντο. παρὰ πάντα δὲ ζήτησιν αὐτοῦ τοῦ Νέρωνος ἐποιοῦντο, καὶ χρόνον μέν τινα ἠπόρησαν ὅπου ποτὲ ἀπεληλυθὼς εἴη, ἔπειτα μαθόντες ἔπεμψαν ἐπ’ αὐτὸν ἱππέας. καὶ οὕτως ἐκεῖνος προσιόντας αὐτοὺς αἰσθόμενος προσέταξε τοῖς παροῦσιν ἑαυτὸν ἀποκτεῖναι. |
| S186 | ἐπεί τε οὐχ ὑπήκουσαν ἀνεστέναξέ τε καὶ ἔφη “ἐγὼ μόνος οὔτε φίλον οὔτε ἐχθρὸν ἔχω.” κἀν τούτῳ πελασάντων αὐτῷ τῶν ἱππέων αὐτὸς ἑαυτὸν ἀπέκτεινε, τὸ θρυλλούμενον ἐκεῖνο εἰπών, “ὦ Ζεῦ, οἷος τεχνίτης παραπόλλυμαι.” καὶ αὐτὸν δυσθανατοῦντα ὁ Ἐπαφρόδιτος προσκατειργάσατο. ἐβίω δὲ ἔτη τριάκοντα καὶ μῆνας ἐννέα, ἀφ’ ὧν ἦρξεν ἔτη δεκατρία καὶ μῆνας ὀκτώ, ἔσχατος τῶν ἀπὸ τοῦ Αἰνείου καὶ ἀπὸ τοῦ Αὐγούστου γεγονότων, καθάπερ που σαφῶς καὶ αἱ δάφναι αἱ ὑπὸ τῆς Λιβίας φυτευθεῖσαι τό τε γένος τῶν λευκῶν ὀρνίθων προδιαφθαρέντα αὐτοῦ ἐσήμανεν. ΓΑΛΒΑΣ. οὕτω μὲν οὖν ὁ Γάλβας αὐτοκράτωρ ἀπεδείχθη, ὥσπερ που προεῖπε μὲν αὐτῷ καὶ ὁ Τιβέριος, φήσας ὅτι καὶ αὐτὸς τῆς ἡγεμονίας παραγεύσεται, προεῖπε δὲ καὶ σημεῖα ἐναργέστατα. τήν τε γὰρ Τύχην ἔδοξεν αὑτῷ λέγειν ὅτι χρόνον ἤδη συχνὸν αὐτῷ παραμένοι καὶ ὅτι οὐδεὶς αὐτὴν ἐς τὴν οἰκίαν αὐτοῦ εἰσδέχοιτο, καὶ δὴ ἐὰν ἐπὶ πλεῖον εἰρχθῇ, πρὸς ἕτερόν τινα μεταστήσεται· καὶ πλοῖα ὅπλων μεστὰ πρὸς Ἰβερίαν ὑπ’ αὐτὰς ἐκείνας τὰς ἡμέρας αὐτόματα, μηδενὸς ἀνθρώπων ἄγοντος αὐτά, προσωρμίσθη. ἡμίονός τε ἔτεκεν, ὅπερ αὐτῷ σύμβολον τοῦ κράτους ἔσεσθαι ἐτεθέσπιστο. καὶ παῖς λιβανωτὸν αὐτῷ θύοντι προσφέρων πολιὰς ἐξαίφνης ἔφυσε, καὶ οἱ μάντεις τὴν τοῦ νεωτέρου ἀρχὴν πρὸς τὸ γῆρας αὐτοῦ μεταστήσεσθαι ἔφησαν. |
| S187 | ταῦτα μὲν ἐς τὴν ἡγεμονίαν αὐτῷ φέροντα προεδείχθη· αὐτὸς δὲ τὰ μὲν ἄλλα μετρίως ἦρχε καὶ ἀνεπαχθὴς ἦν, νομίζων οὐκ εἰληφέναι τὴν ἀρχὴν ἀλλὰ δεδόσθαι αὐτῷ (τοῦτο γὰρ συνεχῶς ἔλεγε), πλὴν ὅτι χρήματά τε ἀπλήστως, ἅτε καὶ πολλῶν δεόμενος, ἤθροιζε, καὶ ἀπ’ αὐτῶν ἐλάχιστα ἀνήλισκεν, ὥστε μηδὲ δραχμὰς ἔστιν οἷς ἀλλ’ ὀβολοὺς χαρίζεσθαι, οἱ δὲ ἐξελεύθεροι αὐτοῦ πάμπολλα ἐπλημμέλουν, ὥστε καὶ ἐς ἐκεῖνον αὐτὰ ἀναφέρεσθαι. τοῖς μὲν γὰρ ἰδιώταις ἀπόχρη μηδὲν ἀδικεῖν, τοῖς δὲ δὴ τὰς ἡγεμονίας ἔχουσιν ἀνάγκη προνοεῖν ὅπως μηδ’ ἄλλος κακουργῇ· οὐδὲ γὰρ διαφέρει τι τοῖς κακῶς πάσχουσιν ὑφ’ ὅτου ἂν καὶ κακῶνται. ὥστ’ εἰ καὶ ἔξω τοῦ τι δεινὸν ποιεῖν ὁ Γάλβας ἦν, ἀλλ’ ὅτι ἐκείνοις ἀδικεῖν ἐπέτρεπεν ἢ ὅτι ἠγνόει τὰ γινόμενα, οὐ καλῶς ἤκουε. Νυμφίδιος δέ τις καὶ Καπίτων οὕτως ἐξεφρόνησαν ὑπ’ αὐτοῦ ὥστε ὁ Καπίτων, ἐφέντος τινὸς ἀπ’ αὐτοῦ ποτε δικάζοντος, μετεπήδησέ τε ἐπὶ δίφρον ὑψηλὸν καὶ ἔφη “λέγε τὴν δίκην παρὰ τῷ Καίσαρι,” διαγνούς τε ἀπέκτεινεν αὐτόν. τούτοις μὲν δὴ διὰ ταῦτα ὁ Γάλβας ἐπεξῆλθεν· ὡς δ’ ἐπλησίασε τῇ πόλει, ἀπήντησαν αὐτῷ οἱ δορυφόροι τοῦ Νέρωνος, καὶ ἠξίουν ἐν τῇ αὐτῇ στρατείᾳ φυλαχθῆναι. καὶ ὃς τὰ μὲν πρῶτα ἀνεβάλετο ὡς καὶ σκεψόμενος περὶ τούτου, ὡς δ’ οὐκ ἐπείθοντο ἀλλ’ ἐθορύβουν, ἐφῆκέ σφισι τὸ στράτευμα, καὶ οἱ μὲν παραχρῆμα ἐς ἑπτακισχιλίους ἀπέθανον, οἱ δὲ καὶ μετὰ τοῦτο δεκατευθέντες. οὕτως, εἰ καὶ τῇ ἡλικίᾳ τῇ τε νόσῳ ἐκεκμήκει, ἀλλὰ τῇ διανοίᾳ ἤκμαζεν, οὐδ’ ἠξίου τὸν αὐτοκράτορα ἀναγκαζόμενόν τι ποιεῖν. ἀμέλει καὶ τοῖς δορυφόροις αἰτοῦσι χρήματα οὐκ ἔδωκε, καὶ ἔφη γε ὅτι “καταλέγειν στρατιώτας ἀλλ’ οὐκ ἀγοράζειν εἴωθα.” τῷ δὲ δήμῳ σφόδρα ἀξιοῦντι τόν τε Τιγελλῖνον καὶ ἄλλους τινὰς τῶν πρότερον ὑβρισάντων ἀποθανεῖν οὐχ ὑπεῖξε, τάχα ἂν ἀποκτείνας αὐτοὺς εἰ μὴ ἐκεῖνοι τοῦτ’ ᾐτήκεσαν. τὸν μέντοι Ἥλιον καὶ τὸν Νάρκισσον τόν τε Πατρόβιον καὶ τὴν Λουκοῦσταν τὴν φαρμακίδα καὶ ἄλλους τινὰς τῶν ἐπὶ τοῦ Νέρωνος ἐπιπολασάντων κατά τε τὴν πόλιν πᾶσαν δεδεμένους περιαχθῆναι καὶ μετὰ τοῦτο κολασθῆναι ἐκέλευσε. καὶ ἐπὶ μὲν τούτοις ἐπῃνεῖτο, ὅτι δὲ ξίφος μέγα διὰ πάσης τῆς ὁδοῦ ἐξηρτᾶτο καὶ γέρων καὶ ἀσθενὴς τὰ νεῦρα ὤν, καὶ πάνυ πολὺν γέλωτα ὠφλίσκανε. |
| S188 | λέξω δὲ καὶ ὅπως αὐτῷ τὸ τέλος συνέβη. οἱ ἐν ταῖς Γερμανίαις στρατιῶται, οὓς εἶχε Ῥοῦφος, μηδεμίαν εὐεργεσίαν ὑπὸ τοῦ Γάλβα εὑράμενοι ἐπὶ πλεῖον ἐφλέγμηναν. τοῦ δὲ δὴ τέλους τῆς ἐπιθυμίας σφῶν ἁμαρτόντες ἐπὶ τοῦ Ῥούφου, ἐζήτουν αὐτὴν ἐφ’ ἑτέρου τινὸς ἀποπληρῶσαι, καὶ ἐποίησαν τοῦτο· προστησάμενοι γὰρ Αὖλον Βιτέλιον τῆς κάτω Γερμανίας ἄρχοντα ἐπανέστησαν, πρὸς μόνην τὴν εὐγένειαν αὐτοῦ ἀπιδόντες, ἐπεὶ ὅτι γε παιδικὰ τοῦ Τιβερίου ἐγεγόνει καὶ ὅτι ἀκολούθως τῇ ἀσελγείᾳ ταύτῃ ἔζη οὐκ ἐνενόησαν, ἢ καὶ μᾶλλον δι’ αὐτὸ τοῦτο ἁρμόζειν σφίσιν αὐτὸν ἐνόμισαν. ἀμέλει οὕτως οὐδ’ αὐτὸς λόγου τινὸς ἄξιον ἑαυτὸν ἔκρινεν εἶναι ὥστε διασκώπτων τοὺς ἀστρολόγους τεκμηρίῳ κατ’ αὐτῶν ἐχρῆτο, λέγων ὅτι “οὐδὲν ἐπίστανται οἵ γε καὶ ἐμὲ αὐτοκράτορά φασι γενήσεσθαι.” καὶ αὐτὸ καὶ ὁ Νέρων ἀκούσας ἐγέλασε καὶ κατεφρόνησεν αὐτοῦ, ὥστε μηδὲν δεινὸν αὐτὸν ἐργάσασθαι. ὁ οὖν Γάλβας τὴν ἐπανάστασιν αὐτοῦ πυθόμενος Λούκιον Πείσωνα, νεανίσκον εὐγενῆ ἐπιεικῆ φρόνιμον, ἐποιήσατο καὶ Καίσαρα ἀπέδειξεν. ὁ δὲ δὴ Ὄθων Μάρκος ὁ Σαλούιος, ἀγανακτήσας 〈ὅτι〉 μὴ αὐτὸς ὑπὸ τοῦ Γάλβα ἐπεποίητο, ἀρχὴν αὖθις μυρίων τοῖς Ῥωμαίοις κακῶν παρέσχε. καὶ οὕτως ὑπ’ αὐτοῦ ἐτιμᾶτο ὥστε καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐν ᾗ ἀπέθανε, θυομένῳ τι αὐτῷ μόνος τῶν βουλευτῶν παρέστη· ὑφ’ οὗπερ καὶ τὰ μάλιστα συνετύγχανεν. ἐπεὶ γὰρ ὁ ἱερόπτης ἐπιβουλευθήσεσθαι αὐτὸν ἔφη, καὶ διὰ τοῦτ’ αὐτὸν μηδαμῇ μηδαμῶς προελθεῖν παρῄνεσεν, ἀκούσας τοῦτ’ ἐκεῖνος κατέδραμέ τε εὐθὺς ὡς καὶ ἐπ’ ἄλλο τι, καὶ ὑπό τινων στρατιωτῶν ὀλίγων, οἳ συνωμωμόκεσαν αὐτῷ, ἐς τὸ τεῖχος ἐσήχθη, κἀνταῦθα καὶ τοὺς ἄλλους ἅτε καὶ ἀχθομένους τῷ Γάλβᾳ προσαναπείσας, μᾶλλον δὲ ἐκπριάμενος, παρά τε ἐκείνων τὴν ἀρχὴν παραχρῆμα ἔλαβε καὶ μετὰ τοῦτο καὶ παρὰ τῶν ἄλλων. μαθὼν δὲ ὁ Γάλβας τὰ πρασσόμενα ἔπεμψέ τινας ἐς τὸ στρατόπεδον ὡς καὶ μεταπεῖσαί σφας δυνησόμενος. κἀν τούτῳ στρατιώτης τις γυμνὸν τὸ ξίφος καὶ ᾑμαγμένον ἀνατείνων προσῆλθεν αὐτῷ, καὶ ἔφη “θάρσει, αὐτοκράτορ· Ὄθωνα γὰρ ἀπέκτεινα, καὶ ἔστι σοι δεινὸν ἔτι οὐδέν. |
| S189 | ” πιστεύσας οὖν ὁ Γάλβας πρὸς μὲν ἐκεῖνον εἶπε “καὶ τίς σοι τοῦτο ποιῆσαι ἐκέλευσεν;” αὐτὸς δὲ ἐς τὸ Καπιτώλιον ὡς καὶ θύσων ὥρμησε. καὶ αὐτῷ ἐν μέσῃ τῇ Ῥωμαίων ἀγορᾷ ἀπαντήσαντες ἱππεῖς καὶ πεζοὶ ἐνταῦθα τὸν γέροντα τὸν ἀρχιερέα τὸν αὐτοκράτορα, πολλῶν μὲν βουλευτῶν παμπόλλων δὲ δημοτῶν παρόντων, κατέκοψαν, καὶ τά τε ἄλλα τῷ σώματι αὐτοῦ ἐλυμήναντο, καὶ τὴν κεφαλὴν ἀποκόψαντες περὶ κοντὸν ἐνέπειραν. καὶ ὁ μὲν οὕτως ἀκοντισθεὶς ἐς αὐτὸν τὸν δίφρον ἐν ᾧ ἐφέρετο καὶ προκύψας ἐξ αὐτοῦ ἐτρώθη τοῦτο μόνον εἰπών, “καὶ τί κακὸν ἐποίησα;” καὶ αὐτῷ Σεμπρώνιος Δῆνσος ἑκατόνταρχος ἐπαμύνας ἐς ὅσον ἠδυνήθη, τέλος, ὡς οὐδὲν ἤνυσεν, ἐπεσφάγη. καὶ διὰ τοῦτό γε καὶ τὸ ὄνομα αὐτοῦ ἐνέγραψα, ὅτι ἀξιώτατός ἐστι μνημονεύεσθαι· ἀπέθανε μὲν γὰρ καὶ ὁ Πείσων καὶ ἄλλοι συχνοί, οὐ μέντοι καὶ ἐπικουροῦντες τῷ αὐτοκράτορι. ἔζησε δὲ Γάλβας ἔτη δύο καὶ ἑβδομήκοντα, ἀφ’ ὧν ἦρξε μῆνας ἐννέα καὶ ἡμέρας δεκατρεῖς. καὶ αὐτῷ καὶ ὁ Πείσων προσαπώλετο, τιμωρίαν ὑποσχὼν ὅτι Καῖσαρ ἀπεδείχθη. ὌΘΩΝ. |
| S190 | Γάλβᾳ μὲν δὴ τοῦτο τὸ τέλος ἐγένετο, ἔμελλε δὲ ἄρα καὶ τὸν Ὄθωνα ἡ δίκη οὐκ ἐς μακρὰν μεθήξειν, ὥς που παραχρῆμα ἔμαθε θύοντί τε γὰρ αὐτῷ τὴν θυσίαν τὴν πρώτην τὰ ἱερὰ πονηρὰ ὤφθη, ὥστ’ αὐτὸν μεταγνόντα ἐπὶ τοῖς πεπραγμένοις εἰπεῖν “τί γάρ με ἔδει μακροῖς αὐλοῖς αὐλεῖν;” ἔστι δὲ τοῦτο δημῶδες, ἐς παροιμίαν φέρον, ἐπὶ τῶν ἔξω τι τοῦ προσφόρου σφίσι ποιούντων. καὶ μετὰ τοῦτο τῆς νυκτὸς οὕτω δή τι ἐν τοῖς ὕπνοις ἐταράχθη ὥστε καὶ ἐκ τῆς εὐνῆς ἐκπεσεῖν τούς τε προκοιτοῦντας ἐκπλῆξαι· ἐσπηδήσαντες οὖν εὗρον αὐτὸν χαμαὶ κείμενον. ἀλλ’ οὐ γὰρ εἶχεν ἅπαξ ἐς τὴν ἀρχὴν εἰσελθὼν ἀναδῦναι, καὶ ἐνέμεινεν ἐν αὐτῇ καὶ δίκην ἔδωκε, καίτοι πολλὰ καὶ μέτρια πρὸς θεραπείαν τῶν ἀνθρώπων ποιήσας, οὐχ ὅτι οὕτως ἐπεφύκει, ἀλλ’ ὅτι οἰδούντων αὐτῷ διὰ Βιτέλιον τῶν πραγμάτων οὐκ ἤθελε καὶ τοὺς ἄλλους ἐκπολεμῶσαι. ἡ μέντοι βουλὴ πάντα τὰ πρὸς τὴν ἀρχὴν φέροντα ἐψηφίσατο· βεβιάσθαι μὲν γὰρ καὶ ἐς τὸ τεῖχος ἄκων ἐσῆχθαι κἀνταῦθα ἀντιλέγων κεκινδυνευκέναι ἔλεγε, καὶ τά τε ἄλλα ἐπιεικῶς ἐφθέγγετο, καὶ τῇ ὑποκρίσει τοῦ σχήματος ἐμετρίαζε, φιλήματά τε ὡς ἑκάστοις διὰ τῶν δακτύλων ἔπεμπε, καὶ ὑπισχνεῖτο πολλά. οὐκ ἐλάνθανε δὲ ὡς καὶ ἀσελγέστερον καὶ πικρότερον τοῦ Νέρωνος ἄρξειν ἔμελλε· τὸ γοῦν ὄνομα αὐτοῦ αὑτῷ εὐθὺς ἐπέθετο. πλὴν τότε καὶ τῶν βουλευτῶν συχνοῖς τοῖς μὲν καταδίκας ἀνίει τοῖς δὲ ἄλλα ἄττα ἐχαρίζετο, καὶ ἐς τὰ θέατρα συνεχῶς ἐσεφοίτα θωπεύων τὸ πλῆθος, τοῖς τε ξένοις πολιτείαν ἐδίδου καὶ ἄλλα πολλὰ ἐπηγγέλλετο. |
| S191 | οὐ μὴν καὶ οἰκειώσασθαι οὐδένα πλὴν ὀλίγων τινῶν ἠδυνήθη ὁμοίων αὐτῷ· ὅ τε γὰρ βίος αὐτοῦ καὶ ἡ δίαιτα, τό τε τῷ Σπόρῳ συνεῖναι καὶ τὸ τοῖς λοιποῖς τοῖς Νερωνείοις χρῆσθαι πάνυ πάντας ἐξεφόβει. τοὺς μέντοι στρατιώτας ἐς τοσοῦτον τόλμης καὶ παρανομίας προήγαγεν ἔκ τε ὧν ἐδίδου καὶ ὧν καθ’ ὑπερβολὴν ἐκολάκευεν, ὥστε καὶ ἐς τὸ παλάτιόν ποτε, ὥσπερ εἶχον, ἐσεβιάσαντο, ἐπειδὴ συχνοὶ τῶν βουλευτῶν ἐνταῦθα τῷ Ὄθωνι συνεδείπνουν, καὶ τέλος καὶ ἐς αὐτὸ τὸ συμπόσιον προαποκτείναντες τοὺς εἴργοντάς σφας ἐσεπήδησαν, καὶ πάντας ἂν τοὺς ἔνδον ὄντας ἐφόνευσαν, εἰ μὴ φθάσαντες ἐξανέστησαν καὶ κατεκρύφθησαν. καὶ οἱ μὲν καὶ ἐπὶ τούτῳ χρήματα, ὡς καὶ δι’ εὔνοιαν αὐτὸ τοῦ Ὄθωνος πεποιηκότες, ἔλαβον· ἑάλω δέ τις καὶ Νέρων εἶναι πλασάμενος κατὰ τόνδε τὸν καιρόν, οὗ τὸ ὄνομα τῷ Δίωνι ἠγνόηται, καὶ τὸ τέλος καὶ δίκην ἔδωκεν. ὁ δὲ Ὄθων ἐπειδὴ καὶ μὴ ἔπειθε τὸν Βιτέλιον, ἐς κοινωνίαν αὐτὸν τῆς ἀρχῆς πολλάκις παρακαλῶν, εἰς πόλεμον λοιπὸν φανερὸν καθίστατο καὶ στρατιώτας ἔπεμπεν, ἡγεμόσιν αὐτοὺς πλείοσι παραδούς· ὃ δὴ καὶ αἰτιώτατον τῶν σφαλμάτων αὐτῷ ἐγένετο. ἔπεσον δὲ τέσσαρες μυριάδες ἀνδρῶν ἑκατέρωθεν ἐν ταῖς μάχαις ταῖς πρὸς τῇ Κρεμῶνι γενομέναις· ὅπου γέ φασι πρὸ τῆς μάχης ἄλλα τε φανῆναι σημεῖα, καί τινα ὄρνιν ἐξαίσιον, ὁποῖον οὐπώποτε ἑωράκεσαν, ἐπὶ πολλὰς ἡμέρας ὀφθῆναι. ἐπεὶ δὲ οἱ τοῦ Ὄθωνος ἐκρατήθησαν, ἤγγειλε μὲν ἱππεύς τις τὸ πάθος τῷ Ὄθωνι· καὶ ἐπειδή γε ἠπιστεῖτο πρὸς τῶν παρόντων (ἔτυχον γὰρ πολλοὶ κατὰ τύχην ἠθροισμένοι) καὶ οἱ μὲν δραπέτην οἱ δὲ καὶ πολέμιον αὐτὸν ἀπεκάλουν, “εἴθε γάρ” ἔφη “ψευδῆ ταῦτα, Καῖσαρ, ἦν· ἥδιστα γὰρ ἂν νικῶντός σου ἐτελεύτησα. νῦν δὲ ἐγὼ μὲν πάντως οἰχήσομαι, ἵνα μή μέ τις ἐπὶ σωτηρίᾳ καταπεφευγέναι δόξῃ, σὺ δὲ βουλεύου, ὡς τῶν πολεμίων οὐκ ἐς μακρὰν ἡξόντων, ὅ τι χρὴ πρᾶξαι.” καὶ ὁ μὲν ταῦτ’ εἰπὼν ἑαυτὸν διεχρήσατο· πιστευσάντων δ’ αὐτῷ ἐκ τούτου πάντων καὶ ἑτοίμως ἐχόντων ἀναμαχέσασθαι (αὐτοί τε γὰρ συχνοὶ ἦσαν καὶ ἕτεροι ἐκ Πανονίας παρῆσαν· ὅ τε μέγιστον ἐν τοῖς τοιούτοις ἐστίν, ἐφίλουν τε τὸν Ὄθωνα καὶ πᾶσαν αὐτῷ εὔνοιαν οὐκ ἀπὸ τῆς γλώττης μόνον ἀλλὰ καὶ ἀπὸ τῆς ψυχῆς εἶχον) ἐπέσχε μέχρις οὗ καὶ οἱ λοιποὶ πρὸς τὴν ἀγγελίαν συνέδραμον, καί τι πρὸς ἑαυτὸν διαλαλήσας ἔπειτα πρὸς τοὺς στρατιώτας ἐδημηγόρησεν ἄλλα τε πολλὰ καὶ ταῦτα· “ἀρκεῖ τὰ γεγονότα, ἀρκεῖ. |
| S192 | μισῶ πόλεμον ἐμφύλιον, κἂν κρατῶ· φιλῶ πάντας Ῥωμαίους, κἂν μὴ ὁμολογῶσί μοι. νικάτω Βιτέλιος, ἐπεὶ τοῦτο τοῖς θεοῖς ἔδοξε· σωζέσθωσαν καὶ οἱ ἐκείνου στρατιῶται, ἐπεὶ τοῦτ’ ἐμοὶ δοκεῖ. πολὺ γάρ που καὶ κρεῖττον καὶ δικαιότερόν ἐστιν ἕνα ὑπὲρ πάντων ἢ πολλοὺς ὑπὲρ ἑνὸς ἀπολέσθαι, καὶ γὰρ ἐγὼ Μούκιος καὶ Δέκιος καὶ Κούρτιος καὶ Ῥήγουλος μᾶλλον ἂν ἑλοίμην ἢ Μάριος καὶ Κίννας καὶ Σύλας, ἵνα μὴ καὶ τοὺς ἄλλους εἴπω, γενέσθαι. μήτ’ οὖν βιάσησθέ με ἕνα τούτων ὧν μισῶ γενέσθαι, μήτε φθονήσητέ μοι ἕνα ἐκείνων ὧν ἐπαινῶ μιμήσασθαι· ἀλλ’ ὑμεῖς μὲν ἐπὶ τὸν κεκρατηκότα ἄπιτε καὶ ἐκεῖνον θεραπεύετε, ἐγὼ δ’ αὐτὸς ἐμαυτὸν ἐλευθερώσω, ὅπως καὶ τῷ ἔργῳ ἅπαντες ἄνθρωποι μάθωσιν ὅτι τοιοῦτον αὐτοκράτορα εἵλεσθε ὅστις οὐχ ὑμᾶς ὑπὲρ ἑαυτοῦ ἀλλ’ ἑαυτὸν ὑπὲρ ὑμῶν δέδωκε.” τοιαῦτα μὲν Ὄθων εἶπεν· οἱ δὲ δὴ στρατιῶται, ἐξ ὧν ἤκουον, καὶ ἐθαύμαζον ἅμα καὶ ἠλέουν εἴ τι πείσοιτο, καὶ δάκρυσί τε ἔκλαιον καὶ ἐθρήνουν, πατέρα τε ἀνακαλοῦντες καὶ παίδων καὶ γονέων φίλτερον ὀνομάζοντες. καὶ ταῦτα μὲν οὕτως ἐπὶ πλεῖστον τῆς ἡμέρας ἐλέχθη, τοῦ τε Ὄθωνος τελευτῆσαι δεομένου καὶ ἐκείνων μὴ ἐφιέντων αὐτῷ τοῦτο ποιῆσαι, πρὶν δὴ σιγάσας αὐτοὺς ἔφη “ἐγὼ μὲν οὐκ ἔστιν ὅπως χείρων τοῦ στρατιώτου τούτου γενήσομαι, ὃν αὐτοὶ ἑωράκατε ὅπως ἑαυτὸν διὰ τοῦτο μόνον ἀπέσφαξεν, ὅτι τὴν ἧτταν τῷ ἑαυτοῦ αὐτοκράτορι ἤγγειλεν· ἀλλ’ ἀκολουθήσω πάντως αὐτῷ, ἵνα μηδὲν ἔτι τοιοῦτον μήτε ἴδω μήτε ἀκούσω. ὑμεῖς δέ, εἴπερ ὄντως φιλεῖτέ με, ἐάσατέ με ἀποθανεῖν ὡς βούλομαι, καὶ μή με ζῆσαι ἄκοντα ἀναγκάσητε, ἀλλὰ πρός τε τὸν κεκρατηκότα ἄπιτε καὶ ἐκεῖνον κολακεύετε.” ταῦτ’ εἰπὼν ἔς τε τὸ δωμάτιον ἀνεχώρησε καί τι ξιφίδιον λαβὼν ἑαυτὸν διεχρήσατο. καὶ αὐτοῦ τὸ σῶμα οἱ στρατιῶται ἀνείλοντο πενθοῦντες καὶ ἔθαψαν, καί τινες ἑαυτοὺς ἐπέσφαξαν αὐτῷ. |
| S193 | τοῦτο τὸ τέλος τῷ Ὄθωνι ἐγένετο ζήσαντι μὲν ἑπτὰ καὶ τριάκοντα ἔτη, ἕνδεκα ἡμερῶν δέοντα, ἄρξαντι δὲ ἡμέρας ἐνενήκοντα. κάκιστά γε μὴν ἀνθρώπων ζήσας κάλλιστα ἀπέθανε, καὶ κακουργότατα τὴν ἀρχὴν ἁρπάσας ἄριστα αὐτῆς ἀπηλλάγη. ΒΙΤΕΛΙΟΣ. οἱ δ’ ἐν τῇ Ῥώμῃ ὡς ἤκουσαν τὸ τοῦ Ὄθωνος πάθος, παραχρῆμα, ὥσπερ εἰκὸς ἦν, μετεβάλοντο· τόν τε γὰρ Ὄθωνα, ὃν πρότερον ἐπῄνουν καὶ νικᾶν ηὔχοντο, ἐλοιδόρουν ὡς πολέμιον, καὶ τὸν Βιτέλιον, ᾧ κατηρῶντο, καὶ ἐπῄνουν καὶ αὐτοκράτορα ἀνηγόρευον. οὕτω που οὐδὲν πάγιόν ἐστι τῶν ἀνθρωπίνων, ἀλλ’ ὁμοίως οἵ τε ἐς τὰ μάλιστα ἀνθοῦντες καὶ οἱ ἐν τῷ ταπεινοτάτῳ ὄντες ἀστάθμητά τε αἱροῦνται, καὶ πρὸς τὰς τύχας σφῶν καὶ τοὺς ἐπαίνους καὶ τοὺς ψόγους τάς τε τιμὰς καὶ τὰς ἀτιμίας λαμβάνουσι. Βιτέλιος δὲ ἐπεὶ ἐν τῇ Ῥώμῃ ἐγένετο, τἄλλα τε διῴκει ὥς που καὶ ἐδόκει αὐτῷ, καὶ πρόγραμμα ἔθετο δι’ οὗ τοὺς ἀστρολόγους ἐξήλασε, προειπών σφισιν ἐντὸς τῆσδε τῆς ἡμέρας, ῥητήν τινα τάξας, ἐξ ἁπάσης τῆς Ἰταλίας χωρῆσαι. καὶ αὐτῷ ἐκεῖνοι νυκτὸς ἀντιπροθέντες γράμματα ἀντιπαρήγγειλαν ἀπαλλαγῆναι ἐκ τοῦ βίου ἐντὸς τῆς ἡμέρας ἐν ᾗ ἐτελεύτησε. καὶ οἱ μὲν οὕτως ἀκριβῶς τὸ γενησόμενον προέγνωσαν, αὐτὸς δὲ τῇ τε τρυφῇ καὶ τῇ ἀσελγείᾳ προσκείμενος οὐδὲν ἔτι τῶν ἄλλων οὔτε τῶν ἀνθρωπίνων οὔτε τῶν θείων ἐφρόντιζεν. ἦν μὲν γὰρ καὶ ἀπ’ ἀρχῆς τοιοῦτος ὁποῖος περί τε τὰ καπηλεῖα καὶ περὶ τὰ κυβευτήρια τούς τε ὀρχηστὰς καὶ τοὺς ἁρματηλάτας ἐσπουδακέναι, καὶ ἀμύθητα ἐς τὰ τοιαῦτα ἀνήλισκε, καὶ διὰ τοῦτο καὶ δανειστὰς πολλοὺς εἶχε· τότε δὲ καὶ μᾶλλον, ἅτε ἐν τοσαύτῃ ἐξουσίᾳ καθεστώς, ὕβριζε, καὶ τὸ πλεῖστον καὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐδαπάνα ἀπλήστως τε ἐμφορούμενος καὶ συνεχῶς πάντα ἐξεμῶν, ὡς μόνῃ τῇ παρόδῳ τῶν σιτίων τρέφεσθαι. |
| S194 | ἀφ’ οὗπερ καὶ ἀνταρκεῖν ἠδύνατο, ἐπεὶ οἵ γε συνδειπνοῦντες αὐτῷ πάντες κακῶς ἀπήλλασσον. ὅθεν χαριέστατον λόγον εἷς τις αὐτῶν Οὐίβιος Κρίσπας ἀρρωστήσας, καὶ διὰ τοῦτο ἡμέρας τινὰς ἀπολειφθεὶς τοῦ συσσιτίου, εἶπεν, ὅτι “εἰ μὴ ἐνενοσήκειν, πάντως ἂν ἀπολώλειν.” καὶ ἐγένετο ὁ χρόνος ὁ τῆς ἀρχῆς αὐτοῦ σύμπας οὐδὲν ἄλλο ἢ μέθαι τε καὶ κῶμοι· πάντα τε γὰρ τὰ τιμιώτατα καὶ ἀπ’ αὐτοῦ τοῦ ὠκεανοῦ, ἵνα μηδὲν εἴπω πλέον, καὶ ἐκ τῆς γῆς καὶ ἐκ τῆς θαλάσσης συνήγετο, καὶ πολυτελῶς οὕτως ἐσκευάζετο ὥστε Βιτελιανὰ καὶ νῦν ἐξ ἐκείνου καὶ πέμματα καὶ ἄλλα τινὰ βρώματα ὀνομάζεσθαι. καὶ τί ἄν τις καθ’ ἕκαστον αὐτῶν καταλέγοι, ὁπότε πρὸς πάντων ὁμοίως ὡμολόγηται δύο τε αὐτὸν μυριάδας μυριάδων καὶ δισχιλίας πεντακοσίας ἐν τῷ τῆς ἀρχῆς χρόνῳ ἐς τὰ δεῖπνα δεδαπανηκέναι. ἐπέλιπέ τε γὰρ πάντα τὰ πολυτίμητα δι’ ὀλίγου, καὶ ἔδει πάντως αὐτὰ εἶναι. μίαν γοῦν ποτε λοπάδα πέντε καὶ εἴκοσι μυριάδων ἐσκεύασε, γλώττας τε καὶ ἐγκεφάλους καὶ ἥπατα καὶ ἰχθύων καὶ ὀρνίθων τινῶν ἐμβαλών. καὶ ἐπειδὴ ἀδύνατον ἦν κεραμέαν τηλικαύτην γενέσθαι, ἀργύρου τε ἐποιήθη καὶ ἔμεινε πολὺν χρόνον ὥσπερ τι ἀνάθημα, μέχρις οὗ Ἀδριανὸς αὐτὴν ἰδὼν συνεχώνευσεν. ἐπειδὴ δ’ ἅπαξ τούτων ἐμνημόνευσα, καὶ ἐκεῖνο προσθήσω ὅτι οὐδὲ τῇ οἰκίᾳ τῇ τοῦ Νέρωνος τῇ χρυσῇ ἠρκεῖτο, ἀλλὰ καίτοι σφόδρα καὶ τὸ ὄνομα καὶ τὸν βίον τά τε ἐπιτηδεύματα αὐτοῦ πάντα ἀγαπῶν καὶ ἐπαινῶν, ὅμως ᾐτιᾶτο αὐτὸν κακῶς τε ᾠκηκέναι καὶ σκευῇ ὀλίγῃ καὶ ταπεινῇ χρῆσθαι λέγων· ἡ γυνὴ δὲ αὐτοῦ Γαλλερία ὡς ὀλίγου ἐν τῷ βασιλικῷ κόσμου εὑρεθέντος κατεγέλα. ἀλλ’ οὗτοι μὲν ἐκ τῶν ἀλλοτρίων ἀναλίσκοντες οὐδ’ ἠρίθμουν τι ἐκ τῶν δαπανωμένων, οἱ δὲ δειπνίζοντές σφας ἐν μεγάλῳ κακῷ ἐγίγνοντο. |
| S195 | καίπερ οὐδ’ ὅλης τῆς ἡμέρας οἱ αὐτοὶ εἱστίων αὐτόν, ἀλλ’ ἄλλοι μὲν ἀκρατίσασθαι παρεῖχον, ἄλλοι δὲ ἀριστῆσαι ἕτεροι δὲ δεῖπνον, ἕτεροι μεταδόρπιά τινα πλησμονῆς παραμύθια· ὥστε ὀλίγων ἡμερῶν διελθουσῶν ἑκατὸν εἰς τὸ δεῖπνον μυριάδας ἀναλῶσαι. γέλωτα μέντοι ὁ Βιτέλιος πολλοῖς παρεῖχεν· ὁρῶντες γὰρ ἄνδρα σεμνοπροσωποῦντα ἐν ταῖς δημοσίαις προσόδοις ὃν ᾔδεσαν πεπορνευκότα, καὶ ἐφ’ ἵππου βασιλικοῦ καὶ ἐν χλαμύδι πορφυρᾷ ὃν ἠπίσταντο τοὺς ἀγωνιστὰς ἵππους ἐν τῇ οὐενετίῳ ἐσθῆτι ψήχοντα, μετά τε ὄχλου στρατιωτῶν τοσούτου ἐς τὸ Καπιτώλιον ἀνιόντα ὃν οὐδεὶς οὐδὲ ἐν τῇ ἀγορᾷ πρότερον διὰ τὸ τῶν δανειστῶν πλῆθος ἰδεῖν ἐδύνατο, καὶ προσκυνούμενον πρὸς πάντων ὃν οὐδεὶς οὐδὲ φιλῆσαί ποτε ἡδέως ἠθέλησεν, οὐκ εἶχον ὅπως τὸν γέλωτα κατάσχωσιν. οἵ γε μὴν δεδανεικότες τι αὐτῷ ἐξορμῶντος μὲν αὐτοῦ ἐς τὴν Γερμανίαν ἐπελάβοντο καὶ μόλις ποτὲ κατεγγυηθέντα αὐτὸν ἀπέλυσαν· τότε δὲ οὐχ ὅσον οὐ κατεγέλων ἀλλὰ καὶ ἐθρήνουν καὶ κατεκρύπτοντο, καὶ αὐτοὺς ἀναζητῶν τήν τε σωτηρίαν σφίσιν ἐς τὸ ὀφειλόμενον ἀποδιδόναι ἔλεγε καὶ τὰ συμβόλαια ἀπῄτει. ἐπεφοίτα δὲ καὶ τοῖς θεάτροις συνεχῶς, ὥστε καὶ τὸν ὅμιλον ἀπ’ αὐτῶν ἀναρτᾶσθαι. συνεσίτει δὲ καὶ τοῖς δυνατωτάτοις ἁπλωϊζόμενος, ὥστε αὐτοὺς ἔτι καὶ μᾶλλον προσεταιρίζεσθαι· τῶν τε ἀρχαίων συμβιωτῶν ἰσχυρῶς ἐμέμνητο, καὶ πάνυ αὐτοὺς ἐτίμα, οὐκ ἀπαξιῶν γνωρίζειν τινὰ αὐτῶν δοκεῖν, ὥσπερ ἕτεροι· πολλοὶ γὰρ ἐπὶ μέγα παραλόγως ἀρθέντες μισοῦσι τοὺς συνειδότας σφίσι τὴν ἐν τῷ πρὶν ταπεινότητα. πράττοντι δ’ αὐτῷ ταῦτα σημεῖα πονηρὰ ἐγένετο. καὶ γὰρ κομήτης ἀστὴρ ἐφαντάσθη, καὶ ἡ σελήνη παρὰ τὸ καθεστηκὸς δὶς ἐκλελοιπέναι ἔδοξε· καὶ γὰρ τεταρταία καὶ ἑβδομαία ἐσκιάσθη. καὶ ἡλίους δύο ἅμα, ἔκ τε τῶν ἀνατολῶν καὶ ἐκ τῶν δυσμῶν, τοῦτον μὲν ἀσθενῆ καὶ ὠχρὸν ἐκεῖνον δὲ λαμπρὸν καὶ ἰσχυρόν, εἶδον. ἔν τε τῷ Καπιτωλίῳ ἴχνη πολλὰ καὶ μεγάλα δαιμόνων τινῶν ὡς καὶ κατεληλυθότων ἀπ’ αὐτοῦ ἑωράθη· καὶ ἔλεγον οἱ στρατιῶται οἱ τὴν νύκτα ἐκείνην αὐτῷ ἐγκεκοιτηκότες ὅτι ὁ τοῦ Διὸς ναὸς αὐτόματος σὺν πολλῷ κτύπῳ ἠνεῴχθη, ὥστε τινὰς τῶν φυλάκων ἐκπλαγέντας ἀποψῦξαι. |
| S196 | ἐπράχθη δὲ ταῦτα, καὶ ὁ Οὐεσπασιανὸς Ἰουδαίοις πολεμῶν, πυθόμενος τήν τε τοῦ Βιτελίου καὶ τὴν τοῦ Ὄθωνος ἐπανάστασιν, ἐβουλεύετο ὅ τι χρὴ πρᾶξαι· ἥ τε γὰρ τῶν ἀνθρώπων εὔνοια πολλὴ ἦν πρὸς αὐτόν (ἡ γὰρ ἐκ τῆς Βρεττανίας δόξα καὶ ἡ ἐκ τοῦ ἐν χερσὶ πολέμου εὔκλεια τό τε ἐπιεικὲς καὶ φρόνιμον αὐτοῦ πρὸς ἐπιθυμίαν σφᾶς ἦγεν τῆς παρ’ αὐτοῦ προστατείας), καὶ ὁ Μουκιανὸς ἰσχυρῶς προσέκειτο. ἐλπίσας τὸ μὲν ὄνομα τῆς ἀρχῆς ἐκεῖνον ἕξειν, [καὶ] αὐτὸς δὲ διὰ τὴν ἐπιείκειαν αὐτοῦ ἰσομοιρήσειν. αἰσθόμενοι δὲ οἱ στρατιῶται τούτων, καὶ περιστάντες τὴν σκηνὴν αὐτοῦ, ἀνεῖπον αὐτὸν αὐτοκράτορα. ἐγεγόνει μὲν οὖν καὶ σημεῖα καὶ ὄνειροι τῷ Οὐεσπασιανῷ τὴν μοναρχίαν ἐκ πολλοῦ δηλοῦντα, ἃ καὶ ἐν τῷ αὐτοῦ βίῳ λελέξεται· τηνικαῦτα δὲ τὸν μὲν Μουκιανὸν ἐς τὴν Ἰταλίαν ἐπὶ τὸν Βιτέλιον ἔπεμψεν, αὐτὸς δὲ τά τε ἐν τῇ Συρίᾳ ἐπιδὼν καὶ τὸν πόλεμον τὸν πρὸς Ἰουδαίους ἄλλοις τισὶ προστάξας ἐς τὴν Αἴγυπτον ἐκομίσθη καὶ συνέλεγε χρήματα, ὧν που καὶ τὰ μάλιστα ἔχρῃζε, καὶ σῖτον, ἵν’ ὅτι πλεῖστον ἐς τὴν Ῥώμην ἀποστείλῃ. οἱ δ’ ἐν τῇ Μυσίᾳ στρατιῶται τὰ κατ’ αὐτὸν πεπυσμένοι οὐδ’ ἀνέμειναν τὸν Μουκιανόν (ἐπυνθάνοντο γὰρ ἐν ὁδῷ εἶναι), ἀλλ’ Ἀντώνιον Πρῖμον, φυγόντα μὲν ἐκ καταδίκης ἐπὶ τοῦ Νέρωνος, καταχθέντα δὲ ὑπὸ τοῦ Γάλβα καὶ τοῦ Πανονικοῦ στρατοπέδου ἄρχοντα, εἵλοντο στρατηγόν. καὶ ἔσχεν οὗτος τὴν αὐτοτελῆ ἀρχὴν μήθ’ ὑπὸ τοῦ αὐτοκράτορος μήθ’ ὑπὸ τῆς γερουσίας αἱρεθείς. τοσαύτη τῶν στρατιωτῶν ἦν πρός τε τὸν Βιτέλιον ὀργὴ καὶ πρὸς τὰς ἁρπαγὰς ὁρμή· οὐ γάρ που καὶ ἐπ’ ἄλλο τι ταῦτα ἔπραττον ἢ ἵνα τὴν Ἰταλίαν διαρπάσωσιν. ὃ καὶ ἐγένετο. ἀκούσας δὲ ταῦτα ὁ Βιτέλιος αὐτὸς μὲν κατὰ χώραν ἔμεινε, τῇ τε ἄλλῃ τρυφῇ καὶ τότε χρώμενος καὶ ἀγῶνας μονομαχίας τιθείς (ἐν οἷς καὶ ὁ Σπόρος μέλλων ἐν κόρης ἁρπαζομένης σχήματι ἐς τὸ θέατρον εἰσαχθήσεσθαι οὐκ ἤνεγκε τὴν ὕβριν ἀλλ’ ἑαυτὸν προαπέσφαξε), τῷ δὲ δὴ Ἀλιηνῷ τὸν πόλεμον μεθ’ ἑτέρων προσέταξεν. Ἀλιηνὸς δὲ ἐς μὲν τὴν Κρεμῶνα ἀφίκετο καὶ προκατέσχεν αὐτήν, ὁρῶν δὲ τοὺς στρατιώτας τοὺς μὲν ἑαυτοῦ ἔκ τε τῆς τρυφῆς τῆς ἐν τῇ Ῥώμῃ ἐκδεδιῃτημένους καὶ ἐκ τῆς ἀγυμνασίας διατεθρυμμένους, τοὺς δὲ ἑτέρους καὶ τοῖς σώμασι γεγυμνασμένους καὶ ταῖς ψυχαῖς ἐρρωμένους, ἐφοβεῖτο· καὶ μετὰ τοῦτο ἐπειδὴ καὶ λόγοι αὐτῷ παρὰ τοῦ Πρίμου φίλιοι ἦλθον, συνεκάλεσε τοὺς στρατιώτας, καὶ τήν τε τοῦ Βιτελίου ἀσθένειαν καὶ τὴν τοῦ Οὐεσπασιανοῦ ἰσχὺν τόν τε ἑκατέρου τρόπον εἰπὼν μεταστῆναι ἔπεισε. |
| S197 | καὶ τότε μὲν τάς τε τοῦ Βιτελίου εἰκόνας ἀπὸ τῶν σημείων καθεῖλον καὶ ὑπὸ τοῦ Οὐεσπασιανοῦ ἀρχθήσεσθαι ὤμοσαν, διαλυθέντες δὲ καὶ ἐς τὰς σκηνὰς ἀναχωρήσαντες μετενόησαν, καὶ ἐξαίφνης σπουδῇ καὶ θορύβῳ πολλῷ συστραφέντες τὸν Βιτέλιον αὐτοκράτορα αὖθις ἀνεκάλουν καὶ τὸν Ἀλιηνὸν ὡς καὶ προδιδόντα σφᾶς ἔδησαν, οὐδὲν οὐδὲ τῆς ὑπατείας αὐτοῦ προτιμήσαντες· τοιαῦτα γὰρ τὰ τῶν πολέμων τῶν ἐμφυλίων μάλιστα ἔργα ἐστί. ταραχῆς οὖν καὶ κατὰ τοῦτο πολλῆς ἐν τῷ τοῦ Βιτελίου στρατοπέδῳ οὔσης, ἐπηύξησεν αὐτὴν ἡ σελήνη τῆς νυκτὸς ἐκλιποῦσα, οὐχ ὅτι καὶ ἐσκιάσθη (καίτοι τοῖς θορυβουμένοις καὶ τὰ τοιαῦτα φόβον φέρει) ἀλλ’ ὅτι καὶ αἱματώδης καὶ μέλαινα ἄλλα τέ τινα χρώματα φοβερὰ ἀφιεῖσα ὤφθη. οὐ μέντοι καὶ παρὰ τοῦτο οὔτε μετέθεντο οὔτε ἐνέδοσαν, ἀλλ’ ἐς χεῖρας ἀλλήλοις ἐλθόντες προθυμότατα ἠγωνίσαντο, καίπερ ἄναρκτοι, ὥσπερ εἶπον, οἱ Βιτέλειοι ὄντες. ὁ γὰρ Ἀλιηνὸς ἐν τῇ Κρεμῶνι ἐδέδετο. κἀκ τούτου καὶ ἴση καὶ ἀντίρροπος οὐκ ἐν τῇ ἡμέρᾳ μόνῃ ἀλλὰ καὶ ἐν τῇ νυκτὶ ἡ μάχη αὐτῶν ἐγένετο. καὶ 〈γὰρ〉 νὺξ αὐτὴν ἐπέλαβε, καὶ οὐδὲ ἐκείνη σφᾶς διέλυσε· τοσαύτῃ που καὶ ὀργῇ καὶ προθυμίᾳ, καίπερ καὶ γνωρίζοντες ἀλλήλους καὶ λαλοῦντες σφίσιν, ἐχρήσαντο. ὅθεν οὔθ’ ὁ λιμὸς αὐτοὺς οὔτε ὁ κάματος οὔτε τὸ ψῦχος οὔθ’ ὁ σκότος, οὐ τὰ τραύματα, οὐχ οἱ φόνοι, οὐ τὰ λείψανα τῶν νεκρῶν, οὐ τὸ πλῆθος τῶν ἀπολομένων ἐπράυνε· τοιαύτη τις μανία ἀμφοτέρους ὁμοίως κατέσχεν. οὔκουν οὐδὲ τῆς νυκτὸς ἐπελθούσης, ὥσπερ εἶπον, ἐνέδοσαν. καὶ ἦν ἰδεῖν, ὁσάκις γε καὶ ἡ σελήνη διέλαμψε (νέφη γὰρ αὐτὴν ἔσθ’ ὅτε συνέκρυπτεν), ἔστι μὲν ὅτε μαχομένους αὐτούς, ἔστι δ’ ὅτε ἑστηκότας ἢ καὶ ἐπὶ τὰ δόρατα ἐπερηρεισμένους καὶ καθημένους. καὶ τοτὲ μὲν κοινῇ συνεβόων, οἱ μὲν τὸν Οὐεσπασιανὸν οἱ δὲ τὸν Βιτέλιον ὀνομάζοντες, καὶ ἀντιπροεκαλοῦντο ἀλλήλους, λοιδοροῦντές τε καὶ ἐπαινοῦντες ἑκάτερον· τοτὲ δὲ καὶ ἰδίᾳ ἄλλος ἄλλῳ διελάλει· “συστρατιῶτα, πολῖτα, τί ποιοῦμεν; τί μαχόμεθα; δεῦρ’ ἧκε πρὸς ἐμέ. |
| S198 | ” “μὴ δῆτα, ἀλλὰ σὺ πρὸς ἐμέ.” καὶ τί ἄν τις τοῦτο θαυμάσειεν, ὁπότε καὶ σιτία καὶ ποτὰ αἵ τε γυναῖκες ἐκ τῆς πόλεως τοῖς τοῦ Βιτελίου στρατιώταις τῆς νυκτὸς ἐνεγκοῦσαι ἔδωκαν, καὶ ἐκεῖνοι αὐτοί τε ἔφαγον καὶ ἔπιον καὶ τοῖς ἀντιμαχομένοις ὤρεγον. καί τις αὐτῶν ὀνομαστὶ τὸν ἀντίπαλον ἀνακαλέσας (πάντες γὰρ ὡς εἰπεῖν ᾔδεσαν ἀλλήλους καὶ ἐγνώριζον) “λάβε” ἔφη, “συστρατιῶτα, καὶ φάγε· οὐ γὰρ ξίφος ἀλλ’ ἄρτον σοι δίδωμι. λάβε καὶ πίε· οὐ γὰρ ἀσπίδα ἀλλὰ κύλικά σοι προτείνω, ἵνα, ἄν τε σὺ ἀποκτείνῃς ἐμὲ ἄν τε καὶ ἐγὼ σέ, ῥᾷον ἀπαλλάξωμεν, μηδὲ ἐκλελυμένῃ καὶ ἀσθενεῖ τῇ χειρὶ μήτε σὺ ἐμὲ κατακόψῃς μήτε ἐγὼ σέ. ταῦτα γὰρ ἡμῖν ζῶσιν ἔτι τὰ ἐναγίσματα καὶ Βιτέλιος καὶ Οὐεσπασιανὸς διαμάχονται, ἵν’ ἡμᾶς τοῖς πάλαι νεκροῖς καταθύσωσι.” τοιαῦτα ἄν τινες πρὸς ἀλλήλους εἰπόντες, καὶ ἀναπαυσάμενοι χρόνον τινὰ καὶ ἐμφαγόντες, πάλιν ἂν ἐμαχέσαντο· εἶτ’ ἀνασχόντες αὖθις συνέβαλον. καὶ ταῦθ’ οὕτω δι’ ὅλης νυκτὸς μέχρι τῆς ἕω ἐγένετο. ἔνθα δὴ καὶ τοιόνδε τι δύο ἄνδρες τῶν Οὐεσπασιανείων ἔπραξαν· ἐπειδὴ γὰρ ἰσχυρῶς ἐκ μηχανήματός τινος ἐβλάπτοντο, ἀσπίδας τε ἐκ τῶν Βιτελείων σκύλων ἥρπασαν, καὶ τοῖς ἀντικαθεστηκόσι μιχθέντες ἔλαθον μέχρι τῆς μηχανῆς ἐλθόντες ὡς καὶ ἐκείνων ὄντες, καὶ τὰ σχοινία αὐτῆς διέκοψαν ὥστε μηδὲν ἔτι βέλος αὐτῆς ἀφεῖναι δυνηθῆναι. ἀνατείλαντος δὲ τοῦ ἡλίου, καὶ τῶν στρατιωτῶν ἐκ τοῦ τρίτου στρατοπέδου τοῦ Γαλατικοῦ καλουμένου καὶ ἐν τῇ Συρίᾳ χειμάζοντος, τότε δὲ κατὰ τύχην ἐν τῇ τοῦ Οὐεσπασιανοῦ μερίδι ὄντος, ἀσπασαμένων αὐτὸν ἐξαίφνης ὥσπερ εἰώθεσαν, ὑποτοπήσαντες οἱ τοῦ Βιτελίου τὸν Μινουκιανὸν παρεῖναι ἠλλοιώθησαν καὶ ἡττηθέντες ὑπὸ τῆς βοῆς ἔφυγον· οὕτω που καὶ τὰ βραχύτατα μεγάλως τοὺς προκεκμηκότας ἐκπλήσσει. καὶ ἐς τὸ τεῖχος ἀναχωρήσαντες χεῖράς τε προετείνοντο καὶ ἱκέτευον. καὶ ἐπεὶ μηδεὶς αὐτῶν εἰσήκουεν, ἔλυσαν τὸν ὕπατον, καὶ αὐτὸν τῇ τε ἐσθῆτι τῇ ἀρχικῇ καὶ ταῖς ῥάβδοις κοσμήσαντες ἔπεμψαν ἀνθ’ ἱκετηρίας, καὶ ἔτυχον τῶν σπονδῶν· ὁ γὰρ Ἀλιηνὸς διὰ τὸ ἀξίωμα καὶ διὰ τὴν συμφορὰν ἔπεισε ῥᾳδίως τὸν Πρῖμον τὴν ὁμολογίαν σφῶν δέξασθαι. |
| S199 | ὡς μέντοι αἵ τε πύλαι ἠνεῴχθησαν καὶ ἐν ἀδείᾳ πάντες ἐγένοντο, τότε δὴ ἐξαίφνης πανταχόθεν τε ἅμα εἰσέδραμον καὶ διήρπασαν πάντα καὶ ἐνέπρησαν. καὶ ἐγένετο καὶ τοῦτο τὸ πάθος οὐδενὸς τῶν δεινοτάτων σμικρότερον· ἥ τε γὰρ πόλις καὶ μεγέθεσι καὶ κάλλεσιν οἰκοδομημάτων ἤσκητο, καὶ χρήματα παμπληθῆ καὶ τῶν ἐπιχωρίων καὶ τῶν ξένων ἐς αὐτὴν συνεληλύθει. καὶ τά γε πλείω κακὰ οἱ Βιτέλειοι ἔδρασαν, ἅτε καὶ τὰς οἰκίας τῶν πλουσιωτάτων καὶ τὰς διεξόδους τῶν στενωπῶν ἀκριβῶς εἰδότες· οὐδὲ ἔμελεν αὐτοῖς εἰ ὧν ὑπερεμαχέσαντο, τούτους ἀπώλεσαν, ἀλλ’ ὡς καὶ αὐτοὶ καὶ ἠδικημένοι καὶ κεκρατηκότες ἔπαιον ἔσφαττον, ὥστε καὶ πέντε μυριάδας σὺν τοῖς ἐν τῇ μάχῃ πεσοῦσιν ἀπολέσθαι. Βιτέλιος δὲ ὡς ἐπύθετο τῆς ἥττης, τέως μὲν ἐθορυβεῖτο, τὸ μέν τι καὶ ὑπὸ σημείων ταραχθείς (θύσαντος γὰρ αὐτοῦ θυσίαν τινά, καὶ ἐπ’ αὐτῇ δημηγοροῦντος τοῖς στρατιώταις, γῦπες πολλοὶ προσπεσόντες τά τε ἱερὰ διεσκέδασαν καὶ ἐκεῖνον ἀπὸ τοῦ βήματος ὀλίγου δεῖν κατέβαλον), τὸ δὲ δὴ πλέον διὰ τὴν ἀγγελίαν τῆς ἥττης· καὶ τὸν μὲν ἀδελφὸν διὰ ταχέων εἰς Ταρακῖναν ἔπεμψε, καὶ δι’ αὐτοῦ τὴν πόλιν κατέσχεν ὀχυρὰν οὖσαν, τῶν δὲ δὴ τοῦ Οὐεσπασιανοῦ στρατηγῶν ἐπιόντων τῇ Ῥώμῃ ἐξεπλάγη τε καὶ ἐξέστη. ἓν μὲν γὰρ οὐδὲν οὔτε ἔπραττεν οὔτε ἐφρόνει, ἐμπλήκτως δὲ ἄνω καὶ κάτω ἐφέρετο ὥσπερ ἐν κλύδωνι. καὶ γὰρ ἀντείχετο τῆς ἡγεμονίας καὶ πάντως ὡς καὶ πολεμήσων παρεσκευάζετο, καὶ ἑκὼν αὐτὴν ἠφίει καὶ πάντως ὡς καὶ ἰδιωτεύσων ἡτοιμάζετο. καὶ ἔστι μὲν ὅτε τὴν χλαμύδα τὴν πορφυρᾶν ἐφόρει καὶ ξίφος παρεζώννυτο, ἔστι δ’ ὅτε ἐσθῆτα φαιὰν ἀνελάμβανεν. ἐδημηγόρει τε καὶ ἐν τῷ παλατίῳ καὶ ἐν τῇ ἀγορᾷ ἄλλοτε ἄλλα, ἐπί τε μάχην καὶ ἐπὶ διαλλαγὰς αὐτοὺς προτρεπόμενος· καὶ τοτὲ μὲν καὶ ἑαυτὸν ὑπὲρ τοῦ κοινοῦ δὴ ἐπεδίδου, τοτὲ δὲ καὶ τὸ παιδίον κατέχων καὶ φιλῶν προέβαλλεν αὐτοῖς ὡς ἐλεηθησόμενος. τούς τε δορυφόρους ἀπήλλαττε καὶ πάλιν· μετεπέμπετο, τό τε παλάτιον ἐκλιπὼν ἂν καὶ ἐς τὴν τοῦ ἀδελφοῦ οἰκίαν ἀπιὼν εἶτα ἀνεκομίζετο, ὥστε ἐκ τούτων καὶ τοὺς ἄλλους τοὺς πλείστους τῆς σπουδῆς παραλῦσαι. |
| S200 | ὁρῶντες γὰρ αὐτὸν δεῦρο καὶ ἐκεῖσε ἐμμανῶς ᾄττοντα οὔτε τι τῶν προστασσομένων σφίσιν ὁμοίως ἔπραττον, οὔτε τὰ ἐκείνου μᾶλλον ἢ τὰ σφῶν διεσκόπουν. καὶ τά τε ἄλλα αὐτὸν ἐκερτόμουν, καὶ μάλιστα ὁπότε τὸ ξίφος ἐν ταῖς ἐκκλησίαις τοῖς τε ὑπάτοις καὶ τοῖς ἄλλοις βουλευταῖς ὤρεγεν ὡς καὶ τὴν αὐτοκράτορα ἀρχὴν δι’ αὐτοῦ ἀποτεθειμένος· οὔτε γὰρ ἐκείνων τις λαβεῖν αὐτὸ ἐτόλμα, καὶ οἱ προσεστηκότες ἐχλεύαζον. πρὸς οὖν ταῦτα, ἄλλως τε καὶ πελάζοντος ἤδη τοῦ Πρίμου, συνελθόντες οἵ τε ὕπατοι Γάιος Κυΐντιος Ἀττικὸς καὶ Γναῖος Κεκίλιος Σίμπλιξ καὶ Σαβῖνος (συγγενὴς οὗτος Οὐεσπασιανοῦ) τῶν τε ἄλλων οἱ πρῶτοι γνώμας ἐποιήσαντο, καὶ εἰς τὸ παλάτιον ὥρμησαν σὺν τοῖς ὁμογνωμονοῦσί σφισι στρατιώταις ὡς ἢ πείσοντες ἢ καὶ καταναγκάσοντες τὸν Βιτέλιον τὴν ἀρχὴν ἀπειπεῖν. καὶ περιπεσόντες τοῖς Κελτοῖς τοῖς φρουροῦσιν αὐτὸν κακῶς ἀπήλλαξαν, κἀκ τούτου ἔς τε τὸ Καπιτώλιον ἀνέφυγον, κἀνταῦθα τὸν Δομετιανὸν τὸν τοῦ Οὐεσπασιανοῦ υἱὸν καὶ τοὺς συγγενεῖς αὐτοῦ μεταπεμψάμενοι ἐν φυλακῇ ἐποιήσαντο. τῇ δ’ ὑστεραίᾳ προσβαλόντων σφίσι τῶν ἐναντίων χρόνον μέν τινα ἀπεκρούσαντο αὐτούς, ἐμπρησθέντων δὲ τῶν περὶ τὸ Καπιτώλιον ἀνεκόπησαν ὑπὸ τοῦ πυρός. καὶ οὕτως ἐπαναβάντες οἱ τοῦ Βιτελίου στρατιῶται ἐκείνων τε συχνοὺς ἐφόνευσαν, καὶ διαρπάσαντες πάντα τὰ ἀνακείμενα κατέπρησαν ἄλλα τε καὶ τὸν ναὸν τὸν μέγαν, τόν τε Σαβῖνον καὶ τὸν Ἀττικὸν συλλαβόντες πρὸς τὸν Βιτέλιον ἔπεμψαν. Δομετιανὸς δὲ καὶ Σαβῖνος ὁ τοῦ Σαβίνου παῖς ἐν τῷ πρώτῳ θορύβῳ διαφυγόντες ἐκ τοῦ Καπιτωλίου καὶ ἐς οἰκίας τινὰς κατακρυφθέντες ἐλελήθεσαν. ὡς δὲ οἱ Οὐεσπασιάνειοι στρατιῶται πλησίον ἐγένοντο, οὓς ὅ τε Κύιντος Πετίλιος Κερεάλιος βουλευτὴς τῶν πρώτων καὶ τῷ Οὐεσπασιανῷ κατ’ ἐπιγαμίαν τινὰ προσήκων καὶ ὁ Πρίσκος ὁ Ἀντώνιος ἦγον (ὁ γὰρ Μουκιανὸς οὔπω ἐπεφθάκει), ἐν παντὶ δέους ὁ Βιτέλιος ἐγεγόνει. οὗτοι γὰρ πρῶτον μὲν δι’ ἀγγέλων τινῶν, ἔς τε λάρνακας μετὰ τῶν νεκρῶν καὶ ἐς ἀρίχους ὀπώραν ἔχοντας ἢ καὶ καλάμους ὀρνιθευτῶν τὰ γράμματα ἐμβάλλοντες, πάντα τὰ ἐν τῇ πόλει δρώμενα ἐμάνθανον καὶ πρὸς ἐκεῖνα ἐβουλεύοντο· τότε δ’ ἰδόντες τὸ πῦρ ἐκ τοῦ Καπιτωλίου ὥσπερ ἐκ φρυκτωρίας αἰρόμενον ἠπείχθησαν. |
| S201 | καὶ πρότερος τῇ πόλει μετὰ τοῦ ἱππικοῦ Κερεάλιος προσέβαλεν. ὁ δὲ Βιτέλιος τὴν βουλὴν συναγαγὼν πρέσβεις παρ’ αὐτῶν μετὰ τῶν ἀειπαρθένων πρὸς τὸν Κερεάλιον ἔπεμψεν. ὡς δ’ οὐδεὶς αὐτῶν εἰσήκουσεν, ἀλλ’ ὀλίγου καὶ ἀπέθανον, πρός τε τὸν Πρῖμον καὶ αὐτὸν ἤδη προσπελάζοντα ἦλθον, καὶ λόγου μὲν ἔτυχον, ἔπραξαν δὲ οὐδέν. οἱ γὰρ στρατιῶται ἐπ’ αὐτὸν ὀργῇ ἐχώρησαν, καὶ τήν τε φυλακὴν τῆς τοῦ Τιβέριδος γεφύρας ῥᾳδίως ἔλυσαν (ἐπειδὴ γὰρ ἐν στάντες ἐς αὐτὴν ἐκώλυσάν σφας διελθεῖν, διενήξαντο τὸν ποταμὸν οἱ ἱππεῖς καὶ κατὰ τοῦ νώτου σφίσιν ἐπέπεσον), καὶ μετὰ τοῦτο ἄλλοι ἄλλῃ ἐσβαλόντες οὐδὲν ὅ τι τῶν δεινοτάτων οὐκ ἐποίησαν· πάντα γὰρ ὅσα τῷ Βιτελίῳ καὶ τοῖς σὺν αὐτῷ οὖσιν ἐπεκάλουν, καὶ δι’ ἃ καὶ πολεμεῖν σφισιν ἐσκήπτοντο, ἔδρασαν, καὶ ἀπέκτειναν πολλούς. συχνοὶ δὲ καὶ αὐτῶν ἀπὸ τῶν τεγῶν τῷ κεράμῳ βαλλόμενοι καὶ ἐν ταῖς στενοχωρίαις ὑπὸ τοῦ πλήθους τῶν ἀνθισταμένων ὠθούμενοι ἐκόπτοντο, ὥστε πέντε μυριάδας ἀνθρώπων ὅλας ἐν ταῖς ἡμέραις ἐκείναις φθαρῆναι. τῆς οὖν πόλεως πορθουμένης, καὶ τῶν ἀνθρώπων τῶν μὲν μαχομένων τῶν δὲ φευγόντων, καὶ ἤδη καὶ αὐτῶν ἐκείνων, ὅπως τῶν ἐσεληλυθότων δόξαντες εἶναι σωθῶσι, καὶ ἁρπαζόντων τινὰ καὶ φονευόντων, ὁ Βιτέλιος φοβηθεὶς χιτωνίσκον τε ῥακώδη καὶ ῥυπαρὸν ἐνέδυ, καὶ ἐς οἴκημα σκοτεινόν, ἐν ᾧ ἐτρέφοντο κύνες, ἐκρύφθη, γνώμην ἔχων τῆς νυκτὸς ἐς τὴν Ταρακῖναν πρὸς τὸν ἀδελφὸν ἀποδρᾶναι. καὶ αὐτὸν ἀναζητήσαντες οἱ στρατιῶται καὶ ἐξευρόντες (οὐ γάρ που καὶ ἐπὶ πολὺ λαθεῖν ἀκριβῶς ἠδύνατο ἅτε αὐτοκράτωρ γεγονώς) συνέλαβον φορυτοῦ καὶ αἵματος ἀναπεπλησμένον (ὑπὸ γὰρ τῶν κυνῶν ἐλελύμαντο), κἀκ τούτου τὴν ἐσθῆτα αὐτοῦ περιρρήξαντες καὶ τὼ χεῖρε εἰς τοὐπίσω δήσαντες, τῷ τε αὐχένι σχοινίον περιθέντες, κατήγαγον ἐκ τοῦ παλατίου τὸν Καίσαρα τὸν ἐν αὐτῷ ἐντρυφήσαντα, καὶ διὰ τῆς ἱερᾶς ὁδοῦ ἔσυραν τὸν αὐτοκράτορα τὸν ἐν τῷ βασιλικῷ δίφρῳ πολλάκις σοβήσαντα, ἔς τε τὴν ἀγορὰν ἐσεκόμισαν τὸν Αὔγουστον ἐν ᾗ πολλάκις ἐδημηγόρησε. |
| S202 | καὶ οἱ μὲν ἐρράπιζον αὐτόν, οἱ δὲ τοῦ γενείου ἔτιλλον· πάντες δὲ ἔσκωπτον καὶ πάντες ὕβριζον, τά τε ἄλλα καὶ τὴν ἀσωτίαν αὐτοῦ ἐπιλέγοντες, ἐπειδὴ καὶ γαστροπίων ἦν. αἰσχυνομένου τε ἐπὶ τούτοις αὐτοῦ καὶ κάτω βλέποντος, οἱ στρατιῶται ξιφιδίοις αὐτὸν ὑπὸ τὸ γένειον ὑπεκέντουν, ἵνα καὶ ἄκων ἄνω βλέπῃ. ἰδὼν δὲ τοῦτο Κελτός τις οὐκ ἤνεγκεν, ἀλλ’ ἐλεήσας αὐτόν “ἐγώ σοι” ἔφη “βοηθήσω, ὡς μόνως δύναμαι.” καὶ ὁ μὲν ἐκεῖνόν τε ἔτρωσε καὶ ἑαυτὸν ἔσφαξεν, οὐ μέντοι καὶ ὁ Βιτέλιος ἀπέθανεν ἐκ τοῦ τραύματος, ἀλλ’ ἐσύρετο ἐς τὸ δεσμωτήριον ὥσπερ καὶ οἱ ἀνδριάντες αὐτοῦ, πολλῶν μὲν γελοίων πολλῶν δὲ καὶ αἰσχρῶν ἐπιλεγομένων σφίσιν. ἐπειδή τε καὶ ὑπεραλγήσας καὶ οἷς ἔπαθε καὶ οἷς ἤκουεν “ἀλλ’ ἔγωγε” ἔφη “αὐτοκράτωρ ποτὲ ὑμῶν ἐγενόμην”, ὀργισθέντες οἱ στρατιῶται πρός τε τοὺς ἀναβαθμοὺς αὐτὸν ἤγαγον, κἀνταῦθα κατέκοψαν, τήν τε κεφαλὴν αὐτοῦ ἀποτεμόντες κατὰ πᾶσαν τὴν πόλιν περιήγαγον. καὶ τοῦτον μὲν ὕστερον ἡ γυνὴ ἔθαψε, ζήσαντα μὲν ἐπὶ τέσσαρα ἔτη καὶ πεντήκοντα ἄρξαντα δὲ ἐνιαυτὸν ἡμερῶν δέκα ἀποδέοντα· ὁ δὲ ἀδελφὸς αὐτοῦ ὥρμησε μὲν ἐκ τῆς Ταρακίνης ὡς καὶ βοηθήσων αὐτῷ, μαθὼν δὲ κατὰ τὴν ὁδὸν ὅτι τέθνηκε, καὶ περιπεσὼν ἅμα τοῖς ἐπ’ αὐτὸν πεμφθεῖσιν, ὡμολόγησε μέν σφισιν ὡς καὶ σωθησόμενος, ἐσφάγη δ’ οὐ πολλῷ ὕστερον. καὶ αὐτῷ καὶ ὁ τοῦ Βιτελίου παῖς ἐπαπώλετο, καίτοι τοῦ Βιτελίου μηδένα μήτε τῶν τοῦ Ὄθωνος μήτε τῶν τοῦ Βεσπασιανοῦ συγγενῶν ἀποκτείναντος. πεπραγμένων δὲ τούτων ἤδη ὡς ἑκάστων ὁ Μουκιανὸς ἐπῆλθε, καὶ τά τε ἄλλα συνδιῴκει τῷ Δομιτιανῷ, καὶ ἐς τοὺς στρατιώτας αὐτὸν παραγαγὼν δημηγορῆσαι ἐποίησε καίπερ καὶ παιδίσκον ὄντα. καὶ πέντε καὶ εἴκοσι δραχμὰς τῶν στρατιωτῶν ἕκαστος ἔλαβεν. ΟΥΕΣΠΑΣΙΑΝΟΣ. |
| S203 (8t) | ταῦτα μὲν οὕτως ἔσχεν, αὐτοκράτωρ δὲ ἐπ’ αὐτοῖς ὁ Οὐεσπασιανὸς καὶ πρὸς τῆς βουλῆς ἀπεδείχθη, καὶ Καίσαρες ὅ τε Τίτος καὶ ὁ Δομιτιανὸς ἐπεδείχθησαν, τήν τε ὕπατον ἀρχὴν ὁ Οὐεσπασιανὸς καὶ ὁ Τίτος ἔλαβον, ὁ μὲν ἐν τῇ Αἰγύπτῳ ὁ δὲ ἐν τῇ Παλαιστίνῃ ὤν. ἐγεγόνει μὲν οὖν καὶ σημεῖα καὶ ὀνείρατα τῷ Οὐεσπασιανῷ τὴν μοναρχίαν ἐκ πολλοῦ προδηλοῦντα. βοῦς τε γὰρ ἐν τῷ ἀγρῷ ἐν ᾧ τὴν δίαιταν ὡς πλήθει ἐποιεῖτο, δειπνοῦντι προσελθὼν ὤκλασε καὶ τὴν κεφαλὴν ὑπὸ τοὺς πόδας ὑπέθηκε· καὶ κύων αὖθις, σῖτον αὐτοῦ καὶ τότε αἱρουμένου, χεῖρα ἀνθρωπίνην ὑπὸ τὴν τράπεζαν ὑπέβαλε. κυπάρισσός τε περιφανὴς πρόρριζος ὑπὸ σφοδροῦ πνεύματος ἀνατραπεῖσα, ἔπειτα τῇ ὑστεραίᾳ ὑφ’ ἑαυτῆς ἀνέστη καὶ ἀκμάζουσα διετέλεσε. καὶ παρ’ ὀνείρατος ἔμαθεν ὅτι, ὅταν ὁ Καῖσαρ Νέρων ὀδόντα ἀποβάλῃ, αὐταρχήσει· καὶ τοῦτό τε τὸ κατὰ τὸν ὀδόντα τῇ ἐπιούσῃ ἡμέρᾳ συνηνέχθη, καὶ αὐτὸς ὁ Νέρων ἔδοξέ ποτε ἐν τοῖς ὕπνοις τὸν τοῦ Διὸς ὄχον ἐς τὴν τοῦ Οὐεσπασιανοῦ οἰκίαν εἰσαγαγεῖν. ἀλλὰ ταῦτα μὲν ἑρμηνεύσεως ἔχρῃζεν, Ἰώσηπος δὲ ἀνὴρ Ἰουδαῖος ἀχθείς τε ὑπ’ αὐτοῦ πρότερον καὶ δεθεὶς ἐγέλασε καὶ ἔφη “νῦν μέν με δήσεις, μετ’ ἐνιαυτὸν δὲ λύσεις αὐτοκράτωρ γενόμενος.” οὕτω μὲν οὖν καὶ ὁ Οὐεσπασιανὸς εἰς τὴν ἀρχήν, ὡς καὶ ἄλλοι τινές, ἐγεγένητο, ἀπόντος δὲ αὐτοῦ ἔτι ἐν τῇ Αἰγύπτῳ ὁ Μουκιανὸς τὰ τοῦ κράτους πάντα μετὰ τοῦ Δομιτιανοῦ διῴκει. |
| S204 | μέγα γάρ τι, ὡς καὶ αὐτὸς τὴν ἡγεμονίαν τῷ Οὐεσπασιανῷ δεδωκώς, ἠγάλλετο διά τε τἄλλα καὶ ὅτι ἀδελφὸς ὑπ’ αὐτοῦ ὠνομάζετο, καὶ ὅτι ἐξουσίαν εἶχε πάνθ’ ὅσα ἐβούλετο καὶ ἄνευ τῆς αὐτοῦ προστάξεως διοικεῖν καὶ γράφειν, τὸ ὄνομα αὐτοῦ μόνον ἐπιγραφόμενος. καὶ διὰ τοῦτό γε καὶ δακτύλιον πεμφθέντα ἐφόρει, ἵνα τὸ αὐτοκρατορικὸν σφράγισμα τὰ σημαινόμενα λαμβάνῃ. τό τε σύμπαν οὕτω πάντα αὐτοὶ ὡς αὐταρχοῦντες ἐποίουν ὥστε τὸν Οὐεσπασιανὸν ἐπιστεῖλαί ποτε τῷ Δομιτιανῷ ὅτι “χάριν ἔχω σοι, τέκνον, ὅτι με ἐᾷς ἄρχειν καὶ οὐδέπω με καταλέλυκας. ὁ δὲ Μουκιανὸς καὶ χρήματα ἀμύθητα πανταχόθεν, ὅθεν ἐνεδέχετο, εἰς τὸ δημόσιον ἤθροιζεν ἑτοιμότατα, τὴν ἐπ’ αὐτῷ ἐπηγορίαν εἰς ἑαυτὸν ἀντὶ τοῦ Οὐεσπασιανοῦ ἀναδεχόμενος. νεῦρα γὰρ τῆς ἡγεμονίας τὰ χρήματα ἀεί ποτε εἶναι ἔλεγε, καὶ κατὰ τοῦτο καὶ ἐκείνῳ πανταχόθεν πορίζειν παρῄνει καὶ αὐτὸς ἀπ’ ἀρχῆς ἀργυρολογῶν διετέλεσε, καὶ μεγάλα μὲν καὶ τῇ βασιλείᾳ χρήματα παρεσκεύασε, μεγάλα δὲ καὶ αὐτὸς ἐκτήσατο. ἐν δὲ τῇ Γερμανίᾳ ἄλλαι τε κατὰ Ῥωμαίων ἐπαναστάσεις ἐγένοντο, οὐδὲν ἐς μνήμην ἐμοὶ γοῦν ὄφελος φέρουσαι, καί τι συνηνέχθη καὶ θαύματος ἄξιον. Ἰούλιος γάρ τις Σαβῖνος, ἀνὴρ πρῶτος τῶν Λιγγόνων, δύναμιν καὶ αὐτὸς ἰδίαν ἤθροισε καὶ Καῖσαρ ἐπωνομάσθη, λέγων ἔγγονος τοῦ Καίσαρος τοῦ Ἰουλίου εἶναι. ἡττηθεὶς δὲ μάχαις τισὶν ἔφυγεν εἰς ἀγρόν τινα, κἀνταῦθα ἐς μνημεῖον ὑπόγειον, προκαταπρήσας αὐτό, κατέδυ· καὶ οἱ μὲν ᾤοντο κἀκεῖνον ἀπολωλέναι, ὁ δὲ ἐκρύφθη τε ἐν αὐτῷ ἐννέα ἔτη μετὰ τῆς γυναικός, καὶ παῖδας ἐξ αὐτῆς δύο ἄρρενας ἐκύησε. καὶ τὰ μὲν ἐν Γερμανίᾳ Κερεάλιος μάχαις πολλαῖς κατεστήσατο, ὧν ἐν μιᾷ τοσοῦτον πλῆθος τῶν τε Ῥωμαίων καὶ τῶν βαρβάρων κατεκόπη ὥστε τὸν παραρρέοντα ποταμὸν ὑπὸ τῶν πεπτωκότων ἐπισχεθῆναι. ὁ δὲ Δομιτιανός, ἐξ ὧν ἔδρασε καὶ πολλῷ μᾶλλον ἐξ ὧν ἐπεχείρησεν (οὐδὲν γὰρ μικρὸν ἐπενόει) φοβηθεὶς τὸν πατέρα, πρός τε τῷ Ἀλβανῷ τῷ ὄρει τὰ πολλὰ διατρίβων καὶ τῷ ἔρωτι τῆς Δομιτίας τῆς Κουρβούλωνος θυγατρὸς προσέχων ἐτύγχανε· ταύτην γὰρ Λουκίου Λαμίου Αἰμιλιανοῦ τοῦ ταύτης ἀνδρὸς ἀποσπάσας τότε μὲν ἐν ταῖς ἐρωμέναις ἐποιήσατο, ὕστερον δὲ καὶ ἔγημεν. |
| S205 | ὁ δὲ Τίτος τῷ πρὸς Ἰουδαίους πολέμῳ ἐπιταχθεὶς τὰ Ἱεροσόλυμα εἷλε καὶ τὸν ναὸν ἐνέπρησε. τοῖς δὲ Ἰουδαίοις οὐχ ὅτι ὄλεθρος ἀλλὰ καὶ νίκη καὶ σωτηρία εὐδαιμονία τε εἶναι ἐδόκει, ὅτι τῷ ναῷ συναπώλοντο. ἑάλωσαν δ’ οὖν καὶ ὣς ἄλλοι τε καὶ ὁ Βαρπορᾶς ὁ ἄρχων αὐτῶν· καὶ μόνος γε οὗτος ἐν τοῖς ἐπινικίοις ἐκολάσθη. οὕτω μὲν τὰ Ἱεροσόλυμα ἐν αὐτῇ τῇ τοῦ Κρόνου ἡμέρᾳ, ἣν μάλιστα ἔτι καὶ νῦν Ἰουδαῖοι σέβουσιν, ἐξώλετο. καὶ ἀπ’ ἐκείνου δίδραχμον ἐτάχθη τοὺς τὰ πάτρια αὑτῶν ἔθη περιστέλλοντας τῷ Καπιτωλίῳ Διὶ κατ’ ἔτος ἀποφέρειν. καὶ ἐπ’ αὐτοῖς τὸ μὲν τοῦ αὐτοκράτορος ὄνομα ἀμφότεροι ἔλαβον, τὸ δὲ δὴ τοῦ Ἰουδαϊκοῦ οὐδέτερος ἔσχε· καίτοι τά τε ἄλλα αὐτοῖς, ὅσα ἐπὶ τηλικαύτῃ νίκῃ εἰκὸς ἦν, καὶ ἁψῖδες τροπαιοφόροι ἐψηφίσθησαν. τοῦ Οὐεσπασιανοῦ δὲ εἰς τὴν Ἀλεξάνδρειαν ἐσελθόντος ὁ Νεῖλος παλαιστῇ πλέον παρὰ τὸ καθεστηκὸς ἐν μιᾷ ἡμέρᾳ ἐπελάγισεν· ὅπερ οὐπώποτε πλὴν ἅπαξ γεγονέναι ἐλέγετο. καὶ Οὐεσπασιανὸς δὲ αὐτὸς τυφλόν τέ τινα καὶ ἕτερον οὐκ ἀρτίχειρα, προσελθόντας οἱ ἐξ ὄψεως ὀνειράτων, τοῦ μὲν τὴν χεῖρα πατήσας τοῦ δὲ τοῖν ὀφθαλμοῖν πηλὸν προσπτύσας, ὑγιεῖς ἀπέφηνε. τὸ μὲν θεῖον τούτοις αὐτὸν ἐσέμνυνεν, οὐ μέντοι καὶ οἱ Ἀλεξανδρεῖς ἔχαιρον αὐτῷ, ἀλλὰ καὶ πάνυ ἤχθοντο, ὥστε μὴ μόνον ἰδίᾳ ἀλλὰ καὶ δημοσίᾳ καὶ σκώπτειν αὐτὸν καὶ λοιδορεῖν. προσδοκήσαντες γὰρ μέγα τι παρ’ αὐτοῦ λήψεσθαι, ὅτι πρῶτοι αὐτὸν αὐτοκράτορα πεποιήκεσαν, οὐ μόνον οὐδὲν εὕροντο ἀλλὰ καὶ προσεπράσσοντο χρήματα. πολλὰ μὲν γὰρ καὶ ἄλλως παρ’ αὐτῶν ἐξέλεξε, μηδένα πόρον, μηδ’ εἰ ἐπαίτης τις ἦν, παραλιπών, ἀλλὰ καὶ ἐκ τῶν ἄλλων καὶ ἐκ τῶν ἱερῶν ὁμοίως χρηματιζόμενος· πολλὰ δὲ καὶ [τὰ] τέλη τὰ μέν τινα ἐκλελειμμένα ἀνενεώσατο, τὰ δὲ καὶ νομιζόμενα προσεπηύξησε. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐν τῇ ἄλλῃ ὑπηκόῳ ἔν τε τῇ Ῥώμῃ μετὰ τοῦτ’ ἐποίησεν. οἱ γοῦν Ἀλεξανδρεῖς ἄλλα τε ἐς αὐτὸν ἀπερρίπτουν καὶ ὅτι “ἓξ ὀβολοὺς προσαιτεῖς”, ὥστε καὶ τὸν Οὐεσπασιανὸν καίπερ ἐπιεικέστατον ὄντα χαλεπῆναι, καὶ κελεῦσαι μὲν καὶ τοὺς ἓξ ὀβολοὺς κατ’ ἄνδρα εἰσπραχθῆναι, βουλεύσασθαι δὲ καὶ τιμωρίαν αὐτῶν ποιήσασθαι· τοῦ γοῦν Τίτου ἐξαιτησαμένου αὐτοὺς οὐδὲν αὐτῶν ἐφείσατο. |
| S206 | ἐκεῖνοι δ’ αὐτοῦ οὐκ ἀπέσχοντο, ἀλλὰ μέγα πάνυ ἀθρόοι ἐν συνόδῳ τινὶ κοινῇ πρὸς τὸν Τίτον ἐξεβόησαν, εἰπόντες αὐτὸ τοῦτο “συγγινώσκομεν αὐτῷ· οὐ γὰρ οἶδε καισαρεύειν.” καὶ οἱ μὲν οὕτω τότ’ ἐριψοκινδύνουν, καὶ τῆς ἀσελγείας, ὑφ’ ἧς ἀεί ποτε κακῶς ἀπαλλάττουσιν, ἄδην ἐνεφοροῦντο, τῇ τοῦ αὐτοκράτορος ἐπιεικείᾳ ἀποχρώμενοι· ὁ δὲ Οὐεσπασιανὸς μετὰ ταῦτα ἐς τὴν Ῥώμην ἐσεληλύθει, καὶ Μουκιανῷ μὲν ἄλλοις τε τῶν πρώτων ἐν τῷ Βρεντεσίῳ ἐνέτυχε, Δομιτιανῷ δὲ ἐν Βενουέντῳ. ὑπὸ γὰρ τοῦ συνειδότος ὧν τε ἐφρόνει καὶ ὧν ἐπεποιήκει οὔτε ἐθάρσει, καὶ προσέτι καὶ μωρίαν ἔστιν ὅτε προσεποιεῖτο. ἐν γοῦν τῷ Ἀλβανῷ χωρίῳ τὰ πλεῖστα διάγων ἄλλα τε πολλὰ καὶ γελοῖα ἔπραττε, καὶ τὰς μυίας γραφείοις κατεκέντει. τοῦτο γὰρ εἰ καὶ ἀνάξιον τοῦ τῆς ἱστορίας ὄγκου ἐστίν, ἀλλ’ ὅτι γε ἱκανῶς τὸν τρόπον αὐτοῦ ἐνδείκνυται, ἀναγκαίως ἔγραψα, καὶ μάλισθ’ ὅτι καὶ μοναρχήσας ὁμοίως αὐτὸ ἐποίει. ὅθεν οὐκ ἀχαρίτως τις εἶπε πρὸς τὸν ἐρωτήσαντα “τί πράττει Δομετιανός,” ὅτι “ἰδιάζει τε, καὶ οὐδὲ μυῖα αὐτῷ παρακάθηται.” ὁ δὲ Οὐεσπασιανὸς ἐκείνου μὲν ἐταπείνου τὸ φρόνημα, τοὺς δὲ ἄλλους πάντας οὐχ ὡς αὐτοκράτωρ ἀλλ’ ὡς ἰδιώτης, μνήμῃ τῆς προτέρας αὐτοῦ τύχης, ἐδεξιοῦτο. τόν τε νεὼν τὸν ἐν τῷ Καπιτωλίῳ εὐθὺς οἰκοδομεῖν ἤρξατο, αὐτός τι τοῦ χοῦ πρῶτος ἐκφορήσας καὶ δῆλον ὅτι καὶ τοῖς ἄλλοις τοῖς ἐπιφανεστάτοις τὸ αὐτὸ τοῦτο ποιῆσαι κελεύσας, ἵνα καὶ τῷ λοιπῷ πλήθει ἀπαραίτητον τὸ διακόνημα γένηται. μεγαλοφρονέστατα δὲ ἀεί ποτε ἐς τὸ κοινὸν ὅσα ἐχρῆν ἀναλώσας, καὶ τὰς πανηγύρεις πολυτελέστατα διαθείς, εὐτελέστατα διῃτᾶτο καὶ οὐδὲν ἔξω τῶν πάνυ ἀναγκαίων ἐδαπάνα, καὶ διὰ τοῦτο οὐδὲ ἐν τοῖς καπηλείοις ἑφθόν τι πλὴν ὀσπρίων πιπράσκεσθαι ἐπέτρεπε. κἀκ τούτου καὶ τὰ μάλιστα διέδειξεν ὅτι τὰς συλλογὰς τῶν χρημάτων οὐκ εἰς τὰς ἑαυτοῦ ἡδονὰς ἀλλ’ ἐς τὰς τοῦ δήμου χρείας ἐποιεῖτο. καταστάσει δὲ τοῦ βίου τοιᾷδε ἐχρῆτο. ὀλίγα μὲν ἐν τῷ παλατίῳ ᾤκει, τὸ δὲ δὴ πλεῖστον ἐν τοῖς κήποις τοῖς καλουμένοις Σαλουστείοις διέτριβε, κἀνταῦθα τὸν βουλόμενον οὐχ ὅτι τῶν βουλευτῶν ἀλλὰ καὶ τῶν ἄλλων ἐσεδέχετο, καὶ τοῖς πάνυ φίλοις καὶ πρὸ τῆς ἕω ἐν τε τῇ εὐνῇ κείμενος συνεγίνετο, καὶ ἕτεροι ἐν ταῖς ὁδοῖς αὐτὸν ἠσπάζοντο. |
| S207 | αἵ τε θύραι τῶν βασιλείων ἠνεῳγμέναι διὰ πάσης τῆς ἡμέρας ἦσαν, καὶ φρουρὸς οὐδεὶς ἐν αὐταῖς ἐγκαθεστήκει. ἔς τε τὸ συνέδριον διὰ παντὸς ἐφοίτα, καὶ περὶ πάντων αὐτοῖς ἐπεκοίνου, κἀν τῇ ἀγορᾷ πολλάκις ἐδίκαζεν. ὅσα τε μὴ ἐδύνατο αὐτὸς ὑπὸ τοῦ γήρως ἀναλέγεσθαι, ἢ καὶ ὅσα ἀπὼν ἐπέστελλε τῇ βουλῇ, διὰ τῶν υἱέων αὐτοῦ ὡς τὸ πολὺ ἐκέλευεν ἀναγινώσκεσθαι, τιμῶν κἀν τούτῳ αὐτήν. συσσίτους τε ἔκ τε αὐτῶν ἐκείνων καὶ ἐκ τῶν ἄλλων καθ’ ἑκάστην ἡμέραν συχνοὺς ἐποιεῖτο, καὶ πολλάκις καὶ αὐτὸς παρὰ τοῖς πάνυ φίλοις ἐδείπνει. τό τε σύμπαν τῇ προνοίᾳ τῶν κοινῶν αὐτοκράτωρ ἐνομίζετο, ἐς δὲ δὴ τἄλλα πάντα κοινὸς καὶ ἰσοδίαιτός σφισιν ἦν. καὶ γὰρ ἔσκωπτε δημοτικῶς καὶ ἀντεσκώπτετο ἡδέως· εἴ τέ τινα γράμματα, οἷα εἴωθεν, ἀνώνυμα εἰς τοὺς αὐτοκράτορας, προπηλακισμὸν αὐτῷ φέροντα, ἐξετέθη ποτέ, ἀντεξετίθει τὰ πρόσφορα μηδὲν ταραττόμενος. τοῦ τε Φοίβου προσελθόντος αὐτῷ καὶ ἀπολογουμένου ὅτι ἐπὶ τοῦ Νέρωνος ἐσκυθρωπακότα ποτὲ αὐτὸν ἐπὶ τοῦ θεάτρου ἐν τῇ Ἑλλάδι, ἐφ’ οἷς ἀσχημονοῦντα ἑώρα τὸν αὐτοκράτορα, ἐκέλευσε πρὸς ὀργὴν ἀπελθεῖν, τοῦ δὲ ἐρομένου ὅποι “ἐς κόρακας” εἶπεν, ὑπὲρ τούτου οὖν ἀπολογουμένου τοῦ Φοίβου οὔτε τι κακὸν αὐτὸν εἰργάσατο, οὔτε ἀπεκρίνατο αὐτῷ ἄλλο οὐδὲν πλὴν αὐτὸ τοῦτο ὅτι “ἐς κόρακας ἄπελθε.” τοῦ δὲ Οὐολογαίσσου ἐπιστείλαντος αὐτῷ οὕτως “βασιλεὺς βασιλέων Ἀρσάκης Φλαβίῳ Οὐεσπασιανῷ χαίρειν,” οὔτε τι αὐτὸν ᾐτιάσατο, καὶ ἀντέγραψε τὸν αὐτὸν τρόπον, μηδὲν τῶν τῆς ἀρχῆς ὀνομάτων προσθείς. ἐπεὶ δὲ Πρίσκος Ἐλουίδιος ὁ τοῦ Θρασέου γαμβρός, τοῖς τε στωικοῖς δόγμασιν ἐντραφεὶς καὶ τὴν τοῦ Θρασέου παρρησίαν οὐ σὺν καιρῷ μιμούμενος, στρατηγῶν δὲ τηνικαῦτα, οὔτε τι πρὸς τιμὴν τοῦ αὐτοκράτορος ἔδρα καὶ προσέτι καὶ βλασφημῶν αὐτὸν οὐκ ἐπαύετο, καί ποτε διὰ τοῦτο οἱ δήμαρχοι συλλαβόντες αὐτὸν τοῖς ὑπηρέταις παρέδοσαν, συνεχύθη τε ὁ Οὐεσπασιανὸς καὶ δακρύσας ἐκ τοῦ βουλευτηρίου ἐξῆλθε, τοσοῦτον μόνον εἰπὼν ὅτι “ἐμὲ μὲν υἱὸς διαδέξεται, ἢ οὐδεὶς ἄλλος. |
| S208 | ” ὡς δ’ οὖν καὶ ἄλλοι πολλοὶ ἐκ τῶν στωικῶν καλουμένων λόγων προαχθέντες, μεθ’ ὧν καὶ Δημήτριος ὁ κυνικός, συχνὰ καὶ οὐκ ἐπιτήδεια τοῖς παροῦσι δημοσίᾳ, τῷ τῆς φιλοσοφίας προσχήματι καταχρώμενοι, διελέγοντο, κἀκ τούτου καὶ ὑποδιέφθειρόν τινας, ἔπεισεν ὁ Μινουκιανὸς τὸν Οὐεσπασιανὸν πάντας τοὺς τοιούτους ἐκ τῆς πόλεως ἐκβαλεῖν, εἰπὼν ὀργῇ μᾶλλον ἢ φιλολογίᾳ τινὶ πολλὰ κατ’ αὐτῶν. καὶ πάντας αὐτίκα τοὺς φιλοσόφους ὁ Οὐεσπασιανός, πλὴν τοῦ Μουσωνίου, ἐκ τῆς Ῥώμης ἐξέβαλε, τὸν δὲ δὴ Δημήτριον καὶ τὸν Ὀστιλιανὸν καὶ ἐς νήσους κατέκλεισε. καὶ ὁ μὲν Ὀστίλιος εἰ καὶ τὰ μάλιστα μὴ ἐπαύσατο περὶ τῆς φυγῆς ἀκούσας (ἔτυχε γὰρ διαλεγόμενός τινι) ἀλλὰ καὶ πολλῷ πλείω κατὰ τῆς μοναρχίας κατέδραμεν, ὅμως παραχρῆμα μετέστη· τῷ δὲ Δημητρίῳ μηδ’ ὣς ὑπείκοντι ἐκέλευσεν ὁ Οὐεσπασιανὸς λεχθῆναι ὅτι “σὺ μὲν πάντα ποιεῖς ἵνα σε ἀποκτείνω, ἐγὼ δὲ κύνα ὑλακτοῦντα οὐ φονεύω.” τότε δὲ καὶ Καινὶς ἡ τοῦ Οὐεσπασιανοῦ παλλακὴ μετήλλαξεν. ἐμνημόνευσα δὲ αὐτῆς ὅτι τε πιστοτάτη ἦν καὶ ὅτι μνήμης ἄριστα ἐπεφύκει. πρὸς γοῦν τὴν δέσποιναν τὴν Ἀντωνίναν τὴν τοῦ Κλαυδίου μητέρα, κρύφα τι δι’ αὐτῆς τῷ Τιβερίῳ περὶ τοῦ Σιανοῦ γράψασαν, καὶ αὐτὸ ἀπαλειφθῆναι εὐθύς, ὅπως μηδεὶς αὐτοῦ ἔλεγχος ὑπολειφθῇ, κελεύσασαν, “μάτην, ὦ δέσποινα,” ἔφη “τοῦτο προσέταξας· πάντα γὰρ καὶ ταῦτα, καὶ τὰ ἄλλα ὅσα ἂν ὑπαγορεύσῃς μοι, ἔν τε τῇ ψυχῇ ἀεὶ φέρω καὶ οὐδέποτε ἐξαλειφθῆναι δύναται.” τοῦτό τε οὖν αὐτῆς ἐθαύμασα, καὶ προσέτι ὅτι καὶ ὁ Οὐεσπασιανὸς αὐτῇ ὑπερέχαιρε, πλεῖστόν τε διὰ τοῦτο ἴσχυσε, καὶ πλοῦτον ἀμύθητον ἤθροισεν, ὥστε καὶ νομισθῆναι ὅτι δι’ αὐτῆς ἐκείνης ἐχρηματίζετο· πάμπολλα γὰρ παρὰ πολλῶν ἐλάμβανε, τοῖς μὲν ἀρχὰς τοῖς δὲ ἐπιτροπείας στρατείας ἱερωσύνας, ἤδη δέ τισι καὶ ἀποφάσεις αὐτοῦ πιπράσκουσα. ἀπέκτεινε μὲν γὰρ ὁ Οὐεσπασιανὸς χρημάτων ἕνεκα οὐδένα, ἔσωσε δὲ πολλοὺς τῶν διδόντων· καὶ ἡ μὲν λαμβάνουσα ἐκείνη ἦν, ὑπωπτεύετο δὲ ὁ Οὐεσπασιανὸς ἑκὼν αὐτῇ ἐπιτρέπειν τοῦτο ποιεῖν ἐκ τῶν ἄλλων ὧν ἔπραττεν, ὧν ὀλίγα δείγματος ἕνεκα διηγήσομαι. |
| S209 | ἀνδριάντα γὰρ πέντε καὶ εἴκοσι μυριάδων στῆσαί οἱ ψηφισαμένων τινῶν προέτεινε τὴν χεῖρα καὶ ἔφη “δότε μοι τὸ ἀργύριον· ἡ γὰρ βάσις αὐτοῦ αὕτη ἐστί.” καὶ πρὸς τὸν Τίτον ἀγανακτοῦντα τῷ τοῦ οὔρου τέλει, ὃ καὶ αὐτὸ μετὰ τῶν ἄλλων κατεδείχθη, εἶπε, λαβὼν ἐξ αὐτοῦ χρυσοῦς πεπορισμένους καὶ δείξας αὐτῷ, “ἰδού, τέκνον, εἴ τι ὄζουσιν.” ἐπὶ δὲ τοῦ Οὐεσπασιανοῦ ἕκτον καὶ ἐπὶ τοῦ Τίτου τέταρτον ἀρχόντων τὸ τῆς Εἰρήνης τέμενος καθιερώθη, ὅ τε κολοσσὸς ὠνομασμένος ἐν τῇ ἱερᾷ ὁδῷ ἱδρύθη· φασὶ δὲ αὐτὸν τό τε ὕψος ἑκατὸν ποδῶν καὶ τὸ εἶδος οἱ μὲν τὸ τοῦ Νέρωνος οἱ δὲ τὸ τοῦ Τίτου ἔχειν. σφαγὰς δὲ ὁ Οὐεσπασιανὸς θηρίων μὲν ἐποιεῖτο ἐν τοῖς θεάτροις, μονομαχίαις δὲ ἀνδρῶν 〈οὐ〉 πάνυ τι ἔχαιρε, καίτοι τοῦ Τίτου ἐν ταῖς τῶν νεανίσκων παιδιαῖς ταῖς ἐν τῇ πατρίδι αὐτοῦ τελουμέναις σκιαμαχήσαντός ποτε πρὸς τὸν Ἀλιηνὸν ὅπλοις. τοῖς δὲ Πάρθοις πολεμωθεῖσι πρός τινας καὶ τῆς παρ’ αὐτοῦ συμμαχίας δεηθεῖσιν οὐκ ἐβοήθησεν, εἰπὼν ὅτι οὐ προσήκει αὐτῷ τὰ ἀλλότρια πολυπραγμονεῖν. Βερονίκη δὲ ἰσχυρῶς τε ἤνθει καὶ διὰ τοῦτο καὶ ἐς τὴν Ῥώμην μετὰ τοῦ ἀδελφοῦ τοῦ Ἀγρίππα ἦλθε· καὶ ὁ μὲν στρατηγικῶν τιμῶν ἠξιώθη, ἡ δὲ ἐν τῷ παλατίῳ ᾤκησε καὶ τῷ Τίτῳ συνεγίγνετο. προσεδόκα δὲ γαμηθήσεσθαι αὐτῷ, καὶ πάντα ἤδη ὡς καὶ γυνὴ αὐτοῦ οὖσα ἐποίει, ὥστ’ ἐκεῖνον δυσχεραίνοντας τοὺς Ῥωμαίους ἐπὶ τούτοις αἰσθόμενον ἀποπέμψασθαι αὐτήν. ἄλλως τε γὰρ πολλὰ ἐθρυλλεῖτο, καί τινες καὶ τότε σοφισταὶ κύνειοι ἐς τὸ ἄστυ πως παραδύντες, Διογένης μὲν πρότερος ἐς τὸ θέατρον πλῆρες ἀνδρῶν ἐσῆλθε καὶ πολλὰ αὐτοὺς λοιδορήσας ἐμαστιγώθη, Ἠρᾶς δὲ μετ’ αὐτόν, ὡς οὐδὲν πλεῖον πεισόμενος πολλὰ καὶ ἄτοπα κυνηδὸν ἐξέκραγε, καὶ διὰ τοῦτο καὶ τὴν κεφαλὴν ἀπετμήθη. καθ’ ὃν δὴ καιρὸν καὶ ταῦτα ἐγένετο· οἶνός τε γὰρ ἐν καπηλείῳ τινὶ τοσοῦτος ὑπὲρ τὸ ἀγγεῖον ὑπερεχύθη ὥστε καὶ ἐς τὴν ὁδὸν προχωρῆσαι, καὶ ὁ Σαβῖνος ἐκεῖνος ὁ Γαλάτης ὁ Καίσαρά ποτε ἑαυτὸν ὀνομάσας καὶ ἐς ὅπλα χωρήσας ἡττηθείς τε καὶ ἐς τὸ μνημεῖον κατακρυφθεὶς ἐφωράθη τε καὶ ἐς τὴν Ῥώμην ἀνήχθη. συναπέθανε δὲ αὐτῷ καὶ ἡ γυνὴ Πεπονίλα, ἥπερ που καὶ διεσέσωστο αὐτόν, καίτοι καὶ τὰ παιδία τῷ Οὐεσπασιανῷ προβαλοῦσα καὶ ἐλεεινότατον ἐπ’ αὐτοῖς λόγον εἰποῦσα, ὅτι “ταῦτα, Καῖσαρ, καὶ ἐγέννησα ἐν τῷ μνημείῳ καὶ ἔθρεψα, ἵνα σε πλείονες ἱκετεύσωμεν. |
| S210 | ” δακρῦσαι μὲν γὰρ καὶ αὐτὸν καὶ τοὺς ἄλλους ἐποίησεν, οὐ μέντοι καὶ ἠλεήθησαν. κἀν τούτῳ ἐπεβουλεύθη μὲν ὑπό τε τοῦ Ἀλιηνοῦ καὶ ὑπὸ τοῦ Μαρκέλλου, καίπερ φίλους τε αὐτοὺς ἐν τοῖς μάλιστα νομίζων καὶ πάσῃ εἰς αὐτοὺς ἀφθονωτάτῃ τιμῇ χρώμενος, οὐ μὴν καὶ ὑπ’ ἐκείνων ἀπέθανε· φωραθέντες γὰρ Ἀλιηνὸς μὲν αὐτοῦ ἐν τῷ βασιλείῳ, ἐξαναστὰς ἐκ τοῦ συσσιτίου, εὐθὺς ἀπεσφάγη τοῦ Τίτου κελεύσαντος, μὴ καὶ φθάσῃ τι τῆς νυκτὸς νεοχμῶσαι (τῶν γὰρ στρατιωτῶν συχνοὺς προπαρεσκεύαστο), Μάρκελλος δὲ δὴ κριθεὶς ἐν τῷ συνεδρίῳ καὶ καταδικασθεὶς ἀπέτεμε τὸν λαιμὸν αὐτὸς ἑαυτῷ ξυρῷ. οὕτω που τοὺς φύσει κακοὺς οὐδὲ αἱ εὐεργεσίαι νικῶσιν, ὁπότε κἀκεῖνοι τῷ τοσαῦτα εὐηργετηκότι σφᾶς ἐπεβούλευσαν. ταῦτα μὲν οὕτως ἔσχεν, Οὐεσπασιανὸς δέ, ὡς μὲν ἡ ἀλήθεια ἔχει, νοσήσας οὐ τῇ ποδάγρᾳ τῇ συνήθει ἀλλὰ πυρετοῖς μετήλλαξεν ἐν τοῖς ὕδασι τῶν Σαβίνων τοῖς Κουτιλίοις ὠνομασμένοις, ὡς δέ τινες καταψευδόμενοι τοῦ Τίτου, ἄλλοι τε καὶ Ἀδριανὸς ὁ αὐτοκράτωρ, ἐφήμισαν, φάρμακον ἐν συμποσίῳ τινὶ λαβών. ἐγεγόνει δὲ σημεῖα αὐτῷ φέροντα εἰς τοῦτο ὅ τε ἀστὴρ κομήτης ἐπὶ πολὺ φαντασθεὶς καὶ τὸ μνημεῖον τὸ τοῦ Αὐγούστου αὐτόματον ἀνοιχθέν. τῶν δὲ ἰατρῶν ἐπιτιμώντων αὐτῷ ὅτι τῇ τε ἄλλῃ διαίτῃ ὁμοίᾳ νοσῶν ἐχρῆτο καὶ πάντα τὰ προσήκοντα τῇ ἀρχῇ ἔπραττε, “τὸν αὐτοκράτορα” ἔφη “ἑστῶτα δεῖ ἀποθνήσκειν.” καὶ πρὸς τοὺς περὶ τοῦ κομήτου τι διαλαλοῦντας “οὐκ ἔμοιγε” εἶπεν “ἀλλὰ τῷ τῶν Πάρθων βασιλεῖ προσημαίνει· ἐκεῖνος μὲν γὰρ κομᾷ, ἐγὼ δὲ φαλακρός εἰμι.” ἐπειδή τε ἐπίστευσεν ὅτι τελευτήσει, ἔφη “θεὸς ἤδη γίνομαι.” ἔζησε δὲ ἔτη ἐννέα καὶ ἑξήκοντα καὶ μῆνας ὀκτώ, ἐμονάρχησε δὲ ἔτη δέκα ἡμερῶν ἓξ δέοντα. κἀκ τούτου συμβαίνει ἐνιαυτόν τε καὶ δύο καὶ εἴκοσιν ἡμέρας ἀπὸ τοῦ θανάτου τοῦ Νέρωνος μέχρι τῆς τοῦ Οὐεσπασιανοῦ ἀρχῆς διελθεῖν. ἔγραψα δὲ τοῦτο τοῦ μή τινας ἀπατηθῆναι, τὴν ἐξαρίθμησιν τοῦ χρόνου πρὸς τοὺς τὴν ἡγεμονίαν ἔχοντας ποιουμένους. ἐκεῖνοι μὲν γὰρ οὐ διεδέξαντο ἀλλήλους, ἀλλὰ ζῶντός τε καὶ ἔτι ἄρχοντος ἑτέρου ἕκαστος αὐτῶν ἐπίστευσεν αὐτοκράτωρ, ἀφ’ οὗ γε καὶ ἐς τοῦτο παρέκυψεν, εἶναι· δεῖ δ’ οὐ πάσας σφῶν τὰς ἡμέρας ὡς καὶ ἐφεξῆς ἀλλήλαις ἐκ διαδοχῆς γενομένας ἀριθμεῖν, ἀλλ’ ἐφάπαξ πρὸς τὴν ἀκρίβειαν τοῦ χρόνου, καθάπερ εἴρηταί μοι, λογίζεσθαι. |
| S211 | ΤΙΤΟΣ. ὁ δὲ δὴ Τίτος οὐδὲν οὔτε φονικὸν οὔτε ἐρωτικὸν μοναρχήσας ἔπραξεν, ἀλλὰ χρηστὸς καίπερ ἐπιβουλευθεὶς καὶ σώφρων καίτοι καὶ τῆς Βερονίκης ἐς Ῥώμην αὖθις ἐλθούσης ἐγένετο. τάχα μὲν γὰρ 〈ὅτι〉 καὶ μετεβάλετο (οὐ γὰρ ὁμοίως ἄλλῳ τέ τινες παραδυναστεύουσι καὶ αὐτοὶ αὐταρχοῦσιν, ἀλλ’ ἐκεῖνοι μὲν ἀφροντιστοῦντες τῆς τοῦ κράτους δόξης τῇ τε ἐξουσίᾳ αὐτοῦ ἀπλήστως ἀποχρῶνται καὶ πολλὰ ἐπί τε φθόνῳ καὶ διαβολῇ αὐτοῦ ποιοῦσιν, οἱ δὲ ἐς αὑτοὺς πάντα ἀνακείμενα εἰδότες προνοοῦνταί τι καὶ τῆς εὐδοξίας· ὥσπερ που καὶ ὁ Τίτος πρός τινα, ὃν πρότερον ἐσπουδάκει, εἶπεν ὅτι οὐχ ὅμοιόν ἐστιν ἑτέρου τι δεῖσθαι καὶ αὐτὸν δικάζειν, οὐδὲ παρ’ ἄλλου τι αἰτεῖν καὶ αὐτὸν διδόναι τινί), ἤδη δὲ καὶ ὅτι ἐπὶ βραχύτατον, ὥς γε ἐς ἡγεμονίαν εἰπεῖν, ἐπεβίω, ὥστε μηδ’ ἁμαρτίαν τινὰ αὐτῷ ἐγγενέσθαι. δύο τε γὰρ ἔτη μετὰ τοῦτο καὶ μῆνας δύο ἡμέρας τε εἴκοσιν ἔζησεν [καὶ] ἐπ’ ἐννέα καὶ τριάκοντα ἔτεσι καὶ μησὶ πέντε καὶ ἡμέραις πέντε καὶ εἴκοσι. καὶ αὐτὸν ἐξ ἴσου κατὰ τοῦτο τῇ τοῦ Αὐγούστου πολυετίᾳ ἄγουσι, λέγοντες ὅτι οὔτ’ ἂν ἐκεῖνος ἐφιλήθη ποτὲ εἰ ἐλάττω χρόνον ἐζήκει, οὔτ’ ἂν οὗτος εἰ πλείονα, ὁ μὲν ὅτι τραχύτερος κατ’ ἀρχὰς διά τε τοὺς πολεμίους καὶ διὰ τὰς στάσεις γενόμενος ἠδυνήθη μετὰ ταῦτα εὐεργεσίαις ἐν τῷ χρόνῳ λαμπρύνεσθαι, ὁ δ’ ὅτι ἐπιεικῶς ἄρξας ἐν ἀκμῇ τῆς δόξης ἀπέθανε, τάχα ἂν ἐλεγχθείς, εἴγε ἐπὶ μακρὸν ἐβεβιώκει, ὅτι εὐτυχίᾳ πλείονι ἢ ἀρετῇ ἐχρήσατο. |
| S212 | οὐ μὴν ἀλλ’ ὁ Τίτος οὐδένα τῶν βουλευτῶν ἐν τῇ αὑτοῦ ἡγεμονίᾳ ἀπέκτεινεν, ἀλλ’ οὐδὲ ἄλλος τις αὐτῷ ἐπὶ τῆς αὐτοῦ ἀρχῆς ἐτελεύτησε. τάς τε δίκας τὰς τῆς ἀσεβείας οὔτ’ αὐτός ποτε ἐδέξατο οὔτ’ ἄλλοις ἐπέτρεψεν, λέγων ὅτι “ἐγὼ μὲν οὐδὲν οὔθ’ ὑβρισθῆναι οὔτε προπηλακισθῆναι δύναμαι· οὔτε γὰρ ἄξιόν τι ἐπηγορίας ποιῶ οὔτε μοι μέλει τῶν ψευδῶς λεγομένων· οἱ δὲ μετηλλαχότες τῶν αὐτοκρατόρων αὐτοὶ ἑαυτοῖς, ἄνπερ ὡς ἀληθῶς ἥρωές τε ὦσι καὶ δύναμίν τινα ἔχωσι, τιμωρήσουσιν ἄν τί τις αὐτοὺς ἀδικήσῃ.” πολλὰ δὲ καὶ ἄλλα πρός τε τὸ ἀσφαλὲς καὶ πρὸς τὸ ἄλυπον τῶν ἀνθρώπων κατεστήσατο· καὶ γὰρ γράμματα ἐξέθηκε βεβαιῶν πάντα τὰ ὑπὸ τῶν προτέρων αὐτοκρατόρων δοθέντα τισίν, ὥστε μὴ καθ’ ἑκάστους σφῶν αἰτοῦντας αὐτὸν πράγματα ἔχειν, τούς τε μηνυτὰς ἐξήλασεν ἐκ τῆς πόλεως. κἀν τούτῳ πολέμου αὖθις ἐν τῇ Βρεττανίᾳ γενομένου τά τε τῶν ἐκεῖ πολεμίων Γναῖος Ἰούλιος Ἀγρικόλας πάντα κατέδραμε, καὶ πρῶτός γε Ῥωμαίων ὧν ἡμεῖς ἴσμεν ἔγνω τοῦθ’ ὅτι ἡ Βρεττανία περίρρυτός ἐστι. στρατιῶται γάρ τινες στασιάσαντες, καὶ ἑκατοντάρχους χιλίαρχόν τε φονεύσαντες, ἐς πλοῖα κατέφυγον καὶ ἐξαναχθέντες περιέπλευσαν τὰ πρὸς ἑσπέραν αὐτῆς, ὥς που τό τε κῦμα καὶ ὁ ἄνεμος αὐτοὺς ἔφερε, καὶ ἔλαθον ἐκ τοῦ ἐπὶ θάτερα πρὸς τὰ στρατόπεδα τὰ ταύτῃ ὄντα προσχόντες. κἀκ τούτου καὶ ἄλλους ὁ Ἀγρικόλας πειράσοντας τὸν περίπλουν πέμψας ἔμαθε καὶ παρ’ ἐκείνων ὅτι νῆσός ἐστιν. ἐν μὲν τῇ Βρεττανίᾳ ταῦτ’ ἐγένετο, καὶ ἀπ’ αὐτῶν ὁ μὲν Τίτος αὐτοκράτωρ τὸ πεντεκαιδέκατον ἐπεκλήθη, ὁ δὲ Ἀγρικόλας ἔν τε ἀτιμίᾳ τὸ λοιπὸν τοῦ βίου καὶ ἐν ἐνδείᾳ, ἅτε καὶ μείζονα ἢ κατὰ στρατηγὸν καταπράξας, ἔζησε, καὶ τέλος ἐσφάγη δι’ αὐτὰ ταῦτα ὑπὸ Δομιτιανοῦ, καίπερ τὰς ἐπινικίους τιμὰς παρὰ τοῦ Τίτου λαβών. |
| S213 | ἐν δὲ τῇ Καμπανίᾳ φοβερά τινα καὶ θαυμαστὰ συνηνέχθη· πῦρ γὰρ μέγα κατ’ αὐτὸ τὸ φθινόπωρον ἐξαπιναίως ἐξήφθη. τὸ γὰρ ὄρος τὸ Βέσβιον ἔστι μὲν πρὸς τῇ θαλάσσῃ κατὰ Νέαν πόλιν, ἔχει δὲ πυρὸς πηγὰς ἀφθόνους, καὶ ἦν μέν ποτε πᾶν ὁμοίως ὑψηλόν, καὶ ἀπ’ αὐτοῦ μέσου τὸ πῦρ ἀνέτελλε· ταύτῃ γὰρ πεπύρωται μόνον, τὰ δὲ ἔξωθεν αὐτοῦ πάντα ἄπυρα καὶ νῦν ἔτι διαμένει. ἐκ δὲ τούτου, ἐκείνων μὲν ἀκαύστων ἀεὶ ὄντων, τῶν δὲ ἐν τῷ μέσῳ κραυρουμένων καὶ τεφρουμένων, αἱ πέριξ κορυφαὶ τὸ ἀρχαῖον ὕψος ἐς δεῦρο ἔχουσι, τὸ δὲ ἔμπυρον πᾶν δαπανηθὲν ἐν τῷ χρόνῳ κοῖλον ἐκ τοῦ συνίζειν γέγονεν, ὥστε κυνηγετικῷ τινι θεάτρῳ τὸ ὄρος σύμπαν, ὡς μικρὰ μεγάλοις εἰκάσαι, ἐοικέναι. καὶ αὐτοῦ τὰ μὲν ἄκρα καὶ δένδρα καὶ ἀμπέλους πολλὰς ἔχει, ὁ δὲ δὴ κύκλος ἀνεῖται τῷ πυρί, καὶ ἀναδίδωσι τῆς μὲν ἡμέρας καπνὸν τῆς δὲ νυκτὸς φλόγα, ὥστε δόξαι πολλὰ ἐν αὐτῷ καὶ παντοδαπὰ θυμιᾶσθαι θυμιάματα, καὶ τοῦτο μὲν οὕτως ἀεί, ποτὲ μὲν ἐπὶ μᾶλλον ποτὲ δὲ ἐπὶ ἧττον, γίνεται· πολλάκις δὲ καὶ τέφραν ἀναβάλλει, ὅταν ἀθρόον τι ὑφιζήσῃ, καὶ λίθους ἀναπέμπει ὅταν ὑπὸ πνεύματος ἐκβιασθῇ. ἠχεῖ τε καὶ βοᾷ, ἅτε μὴ συμπεπιλημένας ἀλλὰ ἀραιὰς καὶ λαθραίας τὰς ἀναπνοὰς ἔχων. τοιοῦτον μὲν τὸ Βέσβιόν ἐστι, καὶ ταῦτα ἐν αὐτῷ κατ’ ἔτος ὡς πλήθει γίγνεται. ἀλλὰ τὰ μὲν ἄλλα ὅσα ἐκείνῳ 〈ἐν〉 τῷ χρόνῳ συνηνέχθη, εἰ καὶ μεγάλα παρὰ τὸ καθεστηκὸς τοῖς ἀεὶ ὁρῶσιν αὐτὰ εἶναι ἔδοξε, σμικρὰ ἂν πρὸς τὰ τότε συμβάντα, καὶ τὰ πάντα εἰς ἓν συναχθέντα, νομισθείη. ἔσχε γὰρ οὕτως. ἄνδρες πολλοὶ καὶ μεγάλοι, πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ὑπερβεβληκότες, οἷοι οἱ γίγαντες γράφονται, τοῦτο μὲν ἐν τῷ ὄρει τοῦτο δὲ ἐν τῇ περὶ αὐτὸ χώρᾳ ταῖς τε πόλεσι μεθ’ ἡμέραν καὶ νύκτωρ ἐν τῇ γῇ περινοστοῦντες καὶ ἐν τῷ ἀέρι διαφοιτῶντες ἐφαντάζοντο. καὶ μετὰ τοῦτ’ αὐχμοί τε δεινοὶ καὶ σεισμοὶ ἐξαίφνης σφοδροὶ ἐγίγνοντο, ὥστε καὶ τὸ πεδίον ἐκεῖνο πᾶν ἀναβράττεσθαι καὶ τὰ ἄκρα ἀναπηδᾶν. ἠχαί τε αἱ μὲν ὑπόγειοι βρονταῖς ἐοικυῖαι αἱ δὲ καὶ ἐπίγειοι μυκηθμοῖς ὅμοιαι συνέβαινον, καὶ ἥ τε θάλασσα συνέβρεμε καὶ ὁ οὐρανὸς συνεπήχει. κἀκ τούτου κτύπος τε ἐξαίσιος ἐξαπιναίως ὡς καὶ τῶν ὀρῶν συμπιπτόντων ἐξηκούσθη, καὶ ἀνέθορον πρῶτον μὲν λίθοι ὑπερμεγέθεις, ὥστε καὶ ἐς αὐτὰ τὰ ἄκρα ἐξικέσθαι, ἔπειτα πῦρ πολὺ καὶ καπνὸς ἄπλετος, ὥστε πάντα μὲν τὸν ἀέρα συσκιασθῆναι, πάντα δὲ τὸν ἥλιον συγκρυφθῆναι καθάπερ ἐκλελοιπότα. |
| S214 | νύξ τε οὖν ἐξ ἡμέρας καὶ σκότος ἐκ φωτὸς ἐγένετο· καὶ ἐδόκουν οἱ μὲν τοὺς γίγαντας ἐπανίστασθαι (πολλὰ γὰρ καὶ τότε εἴδωλα αὐτῶν ἐν τῷ καπνῷ διεφαίνετο, καὶ προσέτι καὶ σαλπίγγων τις βοὴ ἠκούετο), οἱ δὲ καὶ ἐς χάος ἢ καὶ πῦρ τὸν κόσμον πάντα ἀναλίσκεσθαι. καὶ διὰ ταῦτ’ ἔφυγον οἱ μὲν ἐκ τῶν οἰκιῶν ἐς τὰς ὁδοὺς οἱ δὲ ἔξωθεν εἴσω, ἔκ τε τῆς θαλάσσης ἐς τὴν γῆν καὶ ἐξ ἐκείνης ἐς τὴν θάλασσαν, οἱ ἄλλοι τε ταραττόμενοι καὶ πᾶν τὸ ἀπὸ σφῶν ἀπὸν ἀσφαλέστερον τοῦ παρόντος ἡγούμενοι. ταῦτά τε ἅμα ἐγίγνετο, καὶ τέφρα ἀμύθητος ἐφυσήθη καὶ τήν τε γῆν τήν τε θάλασσαν καὶ τὸν ἀέρα πάντα κατέσχε, καὶ πολλὰ μὲν καὶ ἄλλα, ὥς που καὶ ἔτυχε, καὶ ἀνθρώποις καὶ χώραις καὶ βοσκήμασιν ἐλυμήνατο, τοὺς δὲ δὴ ἰχθύας τά τε ὄρνεα πάντα διέφθειρε, καὶ προσέτι καὶ πόλεις δύο ὅλας, τό τε Ἐρκουλάνεον καὶ τοὺς Πομπίους, ἐν θεάτρῳ τοῦ ὁμίλου αὐτῆς καθημένου, κατέχωσε. τοσαύτη γὰρ ἡ πᾶσα κόνις ἐγένετο ὥστ’ ἀπ’ αὐτῆς ἦλθε μὲν καὶ ἐς Ἀφρικὴν καὶ 〈ἐσ〉 Συρίαν καὶ ἐς Αἴγυπτον, ἦλθε δὲ καὶ ἐς τὴν Ῥώμην, καὶ τόν τε ἀέρα τὸν ὑπὲρ αὐτῆς ἐπλήρωσε καὶ τὸν ἥλιον ἐπεσκίασε. καὶ συνέβη κἀνταῦθα δέος οὐ μικρὸν ἐπὶ πολλὰς ἡμέρας οὔτ’ εἰδόσι τοῖς ἀνθρώποις τὸ γεγονὸς οὔτ’ εἰκάσαι δυναμένοις, ἀλλ’ ἐνόμιζον καὶ ἐκεῖνοι πάντα ἄνω τε καὶ κάτω καταστρέφεσθαι, καὶ τὸν μὲν ἥλιον ἐς τὴν γῆν ἀφανίζεσθαι, τὴν δὲ γῆν ἐς τὸν οὐρανὸν ἀνιέναι. ἡ μὲν οὖν τέφρα αὕτη οὐδὲν μέγα τότε κακὸν αὐτοὺς εἰργάσατο (ὕστερον γὰρ νόσον σφίσι λοιμώδη δεινὴν ἐνέβαλε), πῦρ δὲ δὴ ἕτερον ἐπίγειον τῷ ἑξῆς ἔτει πολλὰ πάνυ τῆς Ῥώμης, τοῦ Τίτου πρὸς τὸ πάθημα τὸ ἐν τῇ Καμπανίᾳ γενόμενον ἐκδημήσαντος, ἐπενείματο· καὶ γὰρ τὸ Σεραπεῖον καὶ τὸ Ἰσεῖον τά τε Σέπτα καὶ τὸ Ποσειδώνιον τό τε βαλανεῖον τὸ τοῦ Ἀγρίππου καὶ τὸ πάνθειον τό τε διριβετώριον καὶ τὸ τοῦ Βάλβου θέατρον καὶ τὴν Πομπηίου σκηνήν, καὶ τὰ Ὀκταουίεια οἰκήματα μετὰ τῶν βιβλίων, τόν τε νεὼν τοῦ Διὸς τοῦ Καπιτωλίου μετὰ τῶν συννάων αὐτοῦ κατέκαυσεν. |
| S215 | οὕτω τε τὸ κακὸν οὐκ ἀνθρώπινον ἀλλὰ δαιμόνιον ἐγένετο· πάρεστι γὰρ ἐκ τούτων ὧν κατέλεξα παντί τῳ τεκμήρασθαι καὶ τἄλλα τὰ ἀπολλύμενα. ὁ δ’ οὖν Τίτος τοῖς μὲν Καμπανοῖς δύο ἄνδρας ἐκ τῶν ὑπατευκότων οἰκιστὰς ἔπεμψε, καὶ χρήματα ἄλλα τε καὶ τὰ [χρήματα] τῶν ἄνευ κληρονόμων τεθνηκότων ἐδωρήσατο· αὐτὸς δὲ οὐδὲν οὔτε παρ’ ἰδιώτου οὔτε παρὰ πόλεως οὔτε παρὰ βασιλέως, καίτοι πολλῶν πολλὰ διδόντων αὐτῷ καὶ ὑπισχνουμένων, ἔλαβεν, ἀνέστησε μέντοι καὶ ἐκ τῶν ὑπαρχόντων πάντα. καὶ ἐπὶ μὲν τοῖς ἄλλοις οὐδὲν ἐξαίρετον ἔπραξε, τὸ δὲ δὴ θέατρον τὸ κυνηγετικὸν τό τε βαλανεῖον τὸ ἐπώνυμον αὐτοῦ ἱερώσας πολλὰ καὶ θαυμαστὰ ἐποίησε. γέρανοί τε γὰρ ἀλλήλοις ἐμαχέσαντο καὶ ἐλέφαντες τέσσαρες, ἄλλα τε ἐς ἐννακισχίλια καὶ βοτὰ καὶ θηρία ἀπεσφάγη, καὶ αὐτὰ καὶ γυναῖκες, οὐ μέντοι ἐπιφανεῖς, συγκατειργάσαντο. ἄνδρες τε πολλοὶ μὲν ἐμονομάχησαν, πολλοὶ δὲ καὶ ἀθρόοι ἔν τε πεζομαχίαις καὶ ἐν ναυμαχίαις ἠγωνίσαντο. τὸ γὰρ θέατρον αὐτὸ ἐκεῖνο ὕδατος ἐξαίφνης πληρώσας ἐσήγαγε μὲν καὶ ἵππους καὶ ταύρους καὶ ἄλλα τινὰ χειροήθη, δεδιδαγμένα πάνθ’ ὅσα ἐπὶ τῆς γῆς πράττειν καὶ ἐν τῷ ὑγρῷ, ἐσήγαγε δὲ καὶ ἀνθρώπους ἐπὶ πλοίων. καὶ οὗτοι μὲν ἐκεῖ, ὡς οἱ μὲν Κερκυραῖοι οἱ δὲ Κορίνθιοι ὄντες, ἐναυμάχησαν, ἄλλοι δὲ ἔξω ἐν τῷ ἄλσει τῷ τοῦ Γαΐου τοῦ τε Λουκίου, ὅ ποτε ὁ Αὔγουστος ἐπ’ αὐτὸ τοῦτ’ ὠρύξατο. καὶ γὰρ ἐνταῦθα τῇ μὲν πρώτῃ ἡμέρᾳ μονομαχία τε καὶ θηρίων σφαγή, κατοικοδομηθείσης σανίσι τῆς κατὰ πρόσωπον τῶν εἰκόνων λίμνης καὶ ἰκρία πέριξ λαβούσης, τῇ δὲ δευτέρᾳ ἱπποδρομία καὶ τῇ τρίτῃ ναυμαχία τρισχιλίων ἀνδρῶν καὶ μετὰ τοῦτο καὶ πεζομαχία ἐγένετο· νικήσαντες γὰρ οἱ Ἀθηναῖοι τοὺς Συρακουσίους (τούτοις γὰρ τοῖς ὀνόμασι χρησάμενοι ἐναυμάχησαν) ἐπεξῆλθον ἐς τὸ νησίδιον, καὶ προσβαλόντες τείχει τινὶ περὶ τὸ μνημεῖον πεποιημένῳ εἷλον αὐτό. ταῦτα μὲν ἐς ὄψιν ἥκοντα καὶ ἐφ’ ἑκατὸν ἡμέρας ἐγένετο, παρέσχε δέ τινα καὶ ἐς ὠφέλειαν φέροντα αὐτοῖς· σφαιρία γὰρ ξύλινα μικρὰ ἄνωθεν ἐς τὸ θέατρον ἐρρίπτει, σύμβολον ἔχοντα τὸ μὲν ἐδωδίμου τινὸς τὸ δὲ ἐσθῆτος τὸ δὲ ἀργυροῦ σκεύους, ἄλλο χρυσοῦ ἵππων ὑποζυγίων βοσκημάτων ἀνδραπόδων, ἃ ἁρπάσαντάς τινας ἔδει πρὸς τοὺς δοτῆρας αὐτῶν ἀπενεγκεῖν καὶ λαβεῖν τὸ ἐπιγεγραμμένον. |
| S216 | διατελέσας δὲ ταῦτα, καὶ τῇ γε τελευταίᾳ ἡμέρᾳ καταδακρύσας ὥστε πάντα τὸν δῆμον ἰδεῖν, οὐδὲν ἔτι μέγα ἔπραξεν, ἀλλὰ τῷ ἐπιγιγνομένῳ ἔτει, ἐπί τε τοῦ Φλαβίου καὶ ἐπὶ τοῦ Πωλίωνος τῶν ὑπάτων, καθιερώσας ὅσα εἴρηται, μετήλλαξεν ἐν τοῖς ὕδασιν ἐν οἷς καὶ ὁ πατὴρ αὐτοῦ, ὡς μὲν ἡ φήμη λέγει, πρὸς τοῦ ἀδελφοῦ ἀναλωθείς, ὅτι καὶ πρότερον ἐπεβεβούλευτο ὑπ’ αὐτοῦ, ὡς δέ τινες γράφουσι, νοσήσας· ἔμπνουν γάρ τοι αὐτὸν ὄντα καὶ τάχα περιγενέσθαι δυνάμενον ἐς λάρνακα χιόνος πολλῆς γέμουσαν ὁ Δομιτιανὸς ἐνέβαλεν, ἵνα θᾶσσον ἀποθάνῃ. ἔτι γοῦν ζῶντος αὐτοῦ ἔς τε τὴν Ῥώμην ἀφίππευσε καὶ ἐς τὸ στρατόπεδον ἐσῆλθε, τήν τε ἐπίκλησιν καὶ τὴν ἐξουσίαν τοῦ αὐτοκράτορος ἔλαβε, δοὺς αὐτοῖς ὅσονπερ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἐδεδώκει. ὁ δ’ οὖν Τίτος ἀποψύχων εἶπε μὲν ὅτι “ἓν μόνον ἐπλημμέλησα”, τί δὲ δὴ τοῦτο εἴη οὐ διεσάφησεν, ἀλλ’ οὐδ’ ἄλλος οὐδεὶς ἀκριβῶς ἀνέγνω. οἱ μὲν γὰρ τὸ οἱ δὲ τὸ κατείκασαν· κρατεῖ δ’ οὖν, ὡς μέν τινες λέγουσιν, ὅτι τὴν Δομιτίαν τὴν τοῦ ἀδελφοῦ γυναῖκα ἔσχεν, ὡς δ’ ἕτεροι, οἷς ἐγὼ πείθομαι, ὅτι τὸν Δομιτιανὸν σαφῶς ἐπιβουλεύσαντά οἱ λαβὼν οὐκ ἀπέκτεινεν, ἀλλ’ αὐτός τε ὑπ’ ἐκείνου παθεῖν τοῦτο μᾶλλον εἵλετο, καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀνδρὶ τοιούτῳ ἐξέδωκεν οἷον ἡ διέξοδος τοῦ λόγου δηλώσει. ἦρξε δὲ δύο ἔτη καὶ μῆνας δύο ἡμέρας τε εἴκοσιν, ὡς προείρηται. ΔΟΜΙΤΙΑΝΟΣ. |
| S217 (8t) | Δομιτιανὸς δὲ ἦν μὲν καὶ θρασὺς καὶ ὀργίλος, ἦν δὲ καὶ ἐπίβουλος καὶ κρυψίνους, ὥστε ἀφ’ ἑκατέρων τῶν μὲν τὸ προπετὲς τῶν δὲ τὸ δόλιον ἔχων, πολλὰ μὲν ὡς σκηπτὸς ὀξέως ἐμπίπτων τισὶν ἐλυμαίνετο, πολλὰ δὲ καὶ ἐκ παρασκευῆς ἐκακούργει. θεῶν μὲν γὰρ τὴν Ἀθηνᾶν ἐς τὰ μάλιστα ἤγαλλε, καὶ διὰ τοῦτο καὶ τὰ Παναθήναια μεγάλως ἑώρταζε, καὶ ἐν αὐτοῖς ἀγῶνας καὶ ποιητῶν καὶ λογογράφων μονομάχων τε κατ’ ἔτος ὡς εἰπεῖν ἐν τῷ Ἀλβανῷ ἐποίει· τοῦτο γὰρ τὸ χωρίον ὑπὸ τὸ ὄρος τὸ Ἀλβανόν, ἀφ’ οὗπερ οὕτως ὠνομάσθη, ὂν ὥσπερ τινὰ ἀκρόπολιν ἐξείλετο· ἄνθρωπον δὲ ἐφίλησε μὲν ἀληθῶς οὐδένα πλὴν γυναικῶν τινων, ἐπλάττετο δὲ ἀγαπᾶν αἰεὶ ὃν αἰεὶ μάλιστα ἀποσφάξαι ἤθελεν. οὕτω γὰρ ἄπιστος καὶ πρὸς αὐτοὺς τοὺς χαριζομένους τι ἔς τε τὰ δεινότατα ὑπηρετοῦντας αὐτῷ ἐγένετο ὥσθ’, ὁπότε τινὲς ἢ χρήματα αὐτῷ πολλὰ πορίσειαν ἢ ἀνθρώπους πολλοὺς συκοφαντήσειαν, πάντως αὐτοὺς ἔφθειρε, καὶ μάλιστα τοὺς δούλους τοὺς κατὰ δεσποτῶν μηνύσαντας. τοιοῦτος δὲ δὴ πρὸς πάντας παρ’ ὅλην τὴν ἡγεμονίαν γενόμενος πολὺ καὶ ἑαυτὸν ὑπερεβάλετο ἐν τῇ τῶν τοῦ πατρὸς τοῦ τε ἀδελφοῦ φίλων ἀτίμῳ τε καὶ ὀλεθρίῳ μεταχειρίσει. ἐμίσει τε γὰρ αὐτούς, ὅτι μὴ πάνθ’ ὅσα ᾔτει, πολλά τε καὶ οὐ προσήκοντα ὄντα, παρέσχον αὐτῷ, καὶ ὅτι ἐν τιμῇ τινι ἐγεγένηντο. καὶ διὰ τοῦτο καὶ αὐτὸς Ἐαρίνου τινὸς εὐνούχου ἐρῶν, ὅμως, ἐπειδὴ καὶ ὁ Τίτος ἰσχυρῶς περὶ τοὺς ἐκτομίας ἐσπουδάκει, ἀπηγόρευσεν ἐπὶ ἐκείνου ὕβρει μηδένα ἔτι ἐν τῇ τῶν Ῥωμαίων ἀρχῇ ἐκτέμνεσθαι. |
| S218 | τὸ δ’ ὅλον ἔλεγε τοὺς αὐτοκράτορας τοὺς μὴ πολλοὺς κολάζοντας οὐκ ἀγαθοὺς ἀλλ’ εὐτυχεῖς εἶναι. καίτοι καὶ σκηνοποιίᾳ τινὶ ἐοικὼς ἐγένετο. αὐτός τε γὰρ καὶ φιλεῖν τὸν ἀδελφὸν καὶ πενθεῖν προσεποιεῖτο, καὶ τούς τε ἐπαίνους τοὺς ἐπ’ αὐτῷ μετὰ δακρύων ἔλεξε, πάντα τὰ ἐναντιώτατα ὧν ἠβούλετο σκηπτόμενος (ἀμέλει καὶ τὴν ἱπποδρομίαν τὴν τῶν γενεσίων αὐτοῦ κατέλυσε)· καὶ οἱ ἄλλοι οὔθ’ ὅπως συνάχθοιντο οὔθ’ ὅπως συνήδοιντο ἀσφαλῶς εἶχον, τὸ μὲν ὅτι τὴν γνώμην αὐτοῦ λυπεῖν, τὸ δὲ ὅτι τὴν προσποίησιν ἐλέγχειν ἔμελλε. τὴν δὲ γυναῖκα τὴν Δομιτίαν ἐβουλεύσατο μὲν σφάξαι ἐπὶ μοιχείᾳ, παρακληθεὶς δὲ ὑπὸ τοῦ Οὔρσου ἀπεπέμψατο, τὸν Πάριν τὸν ὀρχηστὴν ἐν μέσῃ τῇ ὁδῷ δι’ αὐτὴν φονεύσας. ἐπειδὴ δὲ πολλοὶ καὶ ἄνθεσι καὶ μύροις τὸν τόπον ἐκεῖνον ἐτίμων, ἐκέλευσε τούτους σφάττεσθαι. κἀκ τούτου τῇ ἀδελφιδῇ τῇ ἰδίᾳ, ἤγουν τῇ Ἰουλίᾳ, ἀπαρακαλυπτότερον ὡς γαμετῇ συνῴκει. πολλοὺς δὲ τῶν πρώτων ἀνδρῶν κατὰ πολλὰς προφάσεις φόνοις τε καὶ ὑπερορίαις ἐκποδὼν ποιούμενος, οὐδὲ τῶν ἀειπαρθένων ἐφείσατο ἀλλ’ ὡς καὶ ἠνδρωμένας ἐτιμωρήσατο, ὅτε καὶ λέγεται, σκληρᾶς καὶ τραχείας τῆς περὶ αὐτὰς ἐξετάσεως γενομένης καὶ πολλῶν αἰτιαθέντων καὶ κολαζομένων, οὐκ ἐνεγκὼν εἷς τῶν ποντιφίκων Ἐλούιος Ἀγρίππας ἀλλ’ ἐκπλαγεὶς αὐτοῦ ἐν τῷ συνεδρίῳ, ὥσπερ εἶχεν, ἀποψύξαι. ἐκστρατεύσας δὲ εἰς τὴν Γερμανίαν, καὶ μηδ’ ἑωρακώς που πόλεμον ἐπανῆκε. τί γὰρ δεῖ καὶ λέγειν ἃ διὰ τοῦτο καὶ ἐκείνῳ τότε καὶ τοῖς ἄλλοις τοῖς ὁμοίοις αὐτῷ αὐτοκράτορσιν ἀεὶ ἐδόθη, ἵνα μὴ προσυποπτεύοντες ἔκ τε τῆς ὀλιγότητος καὶ ἐκ τῆς σμικρότητος τῶν τιμῶν ἐλέγχεσθαι χαλεπαίνωσι; καίτοι καὶ τοῦτο δεινότατον ἔσχεν, ὅτι καὶ κολακεύεσθαι ἤθελε, καὶ ἀμφοτέροις ὁμοίως ἤχθετο καὶ τοῖς θεραπεύουσι καὶ τοῖς μή, τοῖς μὲν ὅτι θωπεύειν τοῖς δὲ ὅτι καταφρονεῖν ἐδόκουν. οὐ μὴν ἀλλ’ ἐπὶ πλεῖον ἐπαρθεὶς ὑπ’ ἀνοίας ὕπατος μὲν ἔτη δέκα ἐφεξῆς, τιμητὴς δὲ διὰ βίου πρῶτος δὴ καὶ μόνος καὶ ἰδιωτῶν καὶ αὐτοκρατόρων ἐχειροτονήθη, ῥαβδούχοις τε τέσσαρσι καὶ εἴκοσι καὶ τῇ στολῇ τῇ ἐπινικίῳ, ὅταν ἐς τὸ βουλευτήριον ἐσίῃ, χρῆσθαι ἔλαβε. |
| S219 | τόν τε Ὀκτώβριον Δομιτιανὸν ἀντωνόμασεν, ὅτι ἐν αὐτῷ ἐγεγέννητο. τοῖς δὲ ἁρματηλάταις δύο γένη ἕτερα, τὸ μὲν χρυσοῦν τὸ δὲ ἀργυροῦν ὀνομάσας, προσκατέστησε. τοῖς τε θεωμένοις συχνὰ διὰ τῶν σφαιρίων ἐδίδου, καί ποτε καὶ ἐδείπνισεν αὐτοὺς κατὰ χώραν καθημένους, οἶνόν τέ σφισι πολλαχῇ ῥέοντα νυκτὸς παρέσχεν. ἃ δὴ τοῖς μὲν πολλοῖς ἐν ἡδονῇ, ὡς εἰκός, ἦν, τοῖς δὲ δυνατοῖς ὀλέθρου αἴτια καθίστατο· οὐ γὰρ ἔχων ὁπόθεν ἀναλώσει, συχνοὺς ἐφόνευε, τοὺς μὲν ἐσάγων ἐς τὸ βουλευτήριον, τῶν δὲ καὶ ἀπόντων κατηγορῶν. ἤδη δὲ καὶ ἐξ ἐπιβουλῆς ἐνίους λαθραίοις φαρμάκοις ἀπήλλασσε. μέγιστος δὲ δὴ πόλεμος Ῥωμαίοις τότε πρὸς τοὺς Δακοὺς ἐγένετο, ὧν τότε Δεκέβαλος ἐβασίλευε δεινὸς μὲν συνεῖναι τὰ πολέμια δεινὸς δὲ καὶ πρᾶξαι, ἐπελθεῖν εὔστοχος ἀναχωρῆσαι καίριος, ἐνέδρας τεχνίτης μάχης ἐργάτης, καὶ καλῶς μὲν νίκῃ χρήσασθαι καλῶς δὲ καὶ ἧτταν διαθεῖναι εἰδώς· ἀφ’ οὗ δὴ καὶ ἀνταγωνιστὴς ἀξιόμαχος ἐπὶ πολὺ τοῖς Ῥωμαίοις ἐγένετο. Δακοὺς δὲ αὐτοὺς προσαγορεύω, ὥσπερ που καὶ αὐτοὶ ἑαυτοὺς καὶ οἱ Ῥωμαῖοί σφας ὀνομάζουσιν, οὐκ ἀγνοῶν ὅτι Ἑλλήνων τινὲς Γέτας αὐτοὺς λέγουσιν, εἴτ’ ὀρθῶς εἴτε καὶ μὴ λέγοντες· ἐγὼ γὰρ οἶδα Γέτας τοὺς ὑπὲρ τοῦ Αἵμου παρὰ τὸν Ἴστρον οἰκοῦντας. ὁ Δομιτιανὸς μὲν οὖν ἐξεστρατεύσατο μὲν ἐπ’ αὐτούς, οὐ μέντοι καὶ τοῦ πολέμου προσήψατο· οὐ γὰρ ὅτι τό τε σῶμα ἄπονος καὶ τὴν ψυχὴν ἄτολμος, ἀλλὰ καὶ ἀσωτότατος καὶ ἀσελγέστατος καὶ πρὸς γυναῖκας καὶ πρὸς μειράκια ἦν. ἄλλους δὲ πέμπων εἰς τὸν πόλεμον στρατηγοὺς τὰ πλείω κακῶς ἀπήλλασσεν· ἐς δὲ τὴν Ῥώμην ὡς καὶ κεκρατηκὼς ἐπέστειλε. καὶ τοσαῦτα αὐτῷ ἐψηφίσθη ὥστε πᾶσαν ὀλίγου δεῖν τὴν οἰκουμένην τὴν ὑπ’ αὐτὸν οὖσαν εἰκόνων αὐτοῦ καὶ ἀνδριάντων καὶ ἀργυρῶν καὶ χρυσῶν ἐμπλησθῆναι. ἐποίησε δὲ καὶ θέαν πολυτελῆ, ἐν ᾗ ἄλλο μὲν οὐδὲν ἐς ἱστορίαν ἐπίσημον παρελάβομεν, πλὴν ὅτι καὶ παρθένοι τῷ δρομικῷ ἠγωνίσαντο· μετὰ δὲ ταῦτα ἑορτάς τινας νικητηρίους δῆθεν ἐπιτελῶν ἀγῶνας συχνοὺς ἐποίησε. τοῦτο μὲν γὰρ ἐν τῷ ἱπποδρόμῳ μάχας καὶ πεζῶν πρὸς ἀλλήλους καὶ ἱππέων αὖ συνέβαλε, τοῦτο δὲ καὶ ἐν καινῷ τινι χωρίῳ ναυμαχίαν ἐπετέλεσε. |
| S220 | καὶ ἀπέθανον ἐν αὐτῇ πάντες μὲν ὀλίγου δεῖν οἱ ναυμαχήσαντες, συχνοὶ δὲ καὶ ἐκ τῶν θεωμένων· ὑετοῦ γὰρ πολλοῦ καὶ χειμῶνος σφοδροῦ ἐξαίφνης γενομένου οὐδενὶ ἐπέτρεψεν ἐκ τῆς θέας ἀπαλλαγῆναι, ἀλλ’ αὐτὸς μανδύας ἀλλασσόμενος ἐκείνους οὐδὲν εἴασε μεταβαλεῖν, καὶ ἐκ τούτου ἐνόσησαν οὐκ ὀλίγοι καὶ ἐτελεύτησαν. ἐφ’ ᾧ που παραμυθούμενος αὐτοὺς δεῖπνόν σφισι δημοσίᾳ διὰ πάσης τῆς νυκτὸς παρέσχε. πολλάκις δὲ καὶ τοὺς ἀγῶνας νύκτωρ ἐποίει, καὶ ἔστιν ὅτε καὶ νάνους καὶ γυναῖκας συνέβαλλε. τὸ μὲν οὖν πλῆθος οὕτως τότε ἐδείπνισεν, αὖθις δὲ τοὺς πρώτους τῆς γερουσίας καὶ τῶν ἱππέων τόνδε τὸν τρόπον. οἶκον μελάντατον ἁπανταχόθεν ἔκ τε τῆς ὀροφῆς καὶ ἐκ τῶν τοίχων τοῦ τ’ ἐδάφους παρασκευάσας, καὶ κλισίας ἐπ’ αὐτοῦ τοῦ δαπέδου γυμνὰς ὁμοίας ἑτοιμάσας, ἐσεκάλεσεν αὐτοὺς μόνους νυκτὸς ἄνευ τῶν ἀκολούθων. καὶ πρῶτον μὲν στήλην ταφοειδῆ ἑκάστῳ σφῶν παρέστησε, τό τε ὄνομα αὐτοῦ ἔχουσαν καὶ λυχνοῦχον μικρόν, οἷος ἐν τοῖς μνημείοις κρεμάννυται· ἔπειτα παῖδες εὐπρεπεῖς γυμνοί, μέλανι καὶ αὐτοὶ κεχρισμένοι, ἐσῆλθον ὥσπερ εἴδωλα, καὶ περιελθόντες αὐτοὺς μετ’ ὀρχήσεώς τινος φοβερᾶς πρὸ ποδῶν ἱδρύθησαν· καὶ μετὰ τοῦτο πάνθ’ ὅσαπερ ἐν τοῖς ἐναγίσμασι καθαγίζεται, καὶ ἐκείνοις μέλανα ἐν σκεύεσιν ὁμοίοις προσηνέχθη, ὥστε καὶ φοβεῖσθαι καὶ τρέμειν καθ’ ἕκαστον αὐτῶν πάντας, ἀεί τε ὅσον οὐκ ἤδη σφαγήσεσθαι προσδέχεσθαι, ἄλλως τε καὶ ὅτι παρά τε τῶν ἄλλων σιωπὴ πολλὴ ὥσπερ ἐν τεθνηκόσιν ἤδη ἦν, καὶ αὐτὸς ὁ Δομιτιανὸς πάντα ἔς τε θανάτους καὶ ἐς σφαγὰς φέροντα διελάλει. τέλος δὲ ἀφῆκε μὲν αὐτούς, προαπαλλάξας δὲ δὴ τοὺς οἰκέτας σφῶν τοὺς ἐν τοῖς προθύροις ἑστηκότας, δι’ ἑτέρων τινῶν ἀγνώστων τοὺς μὲν ὀχήμασι τοὺς δὲ φορείοις παραδοὺς πολὺ πλέον δέος αὐτοῖς ἐνέβαλε. ἄρτι δὲ ἕκαστός σφων οἴκαδε ἐσεληλύθει καὶ τρόπον τινὰ ἀναπνεῖν ἤρχετο, καὶ αὐτῷ ἐσηγγέλθη ὅτι παρὰ τοῦ Αὐγούστου τις ἥκοι. προσδοκώντων τε ἐκ τούτου τότε δὴ πάντως ἀπολεῖσθαι, εἰσεκόμισέ τις τὴν στήλην ἀργυρᾶν οὖσαν, εἶτ’ ἄλλος ἄλλο τι καὶ ἕτερος ἕτερον τῶν σκευῶν τῶν ἐν τῷ δείπνῳ παρατεθέντων, πολυτελεστάτου τινὸς γένους πεποιημένα· καὶ τέλος ὁ παῖς ἐκεῖνος, τὸ δαιμόνιον ἑκάστῳ, λελουμένος τε καὶ κεκοσμημένος . |
| S221 | .. καὶ οὕτω διὰ πάσης τῆς νυκτὸς φοβούμενοι τὰ δῶρα ἔλαβον. ὁ μὲν οὖν Δομιτιανὸς τοιαῦτα νικητήρια, ἢ ὥς γε ὁ ὅμιλος ἔλεγε, τοιούτους ἐναγισμοὺς ἐπί τε τοῖς ἐν τῇ Δακίᾳ καὶ ἐπὶ τοῖς ἐν τῇ Ῥώμῃ τεθνηκόσιν ἐποίησε, καί τινας καὶ τότε τῶν πρώτων ἀπέσφαξε, τοῦ τε θάψαντος τὸ σῶμα ἑνὸς αὐτῶν, ὅτι ἐν τοῖς ἐκείνου χωρίοις ἐτεθνήκει, τὴν οὐσίαν ἀφείλετο· ἐν δὲ τῷ Δακικῷ πολέμῳ καὶ τάδε συνεκύρησεν ἀξιόλογα. ὁ γὰρ Ἰουλιανὸς ἐπιταχθεὶς ὑπὸ τοῦ αὐτοκράτορος τῷ πολέμῳ τἄλλα τε παρεσκευάσατο εὖ, καὶ τοὺς στρατιώτας τά τε ἑαυτῶν ὀνόματα καὶ τὰ τῶν ἑκατοντάρχων ἐπὶ τὰς ἀσπίδας ἐπιγράψαι ἐκέλευσεν, ἵνα ἐκφανέστεροι οἵ τι ἀγαθὸν αὐτῶν ἢ κακὸν ποιοῦντες γένωνται. συμβαλὼν δὲ ἐν ταῖς Τάπαις τοῖς πολεμίοις πλείστους αὐτῶν ἀπέκτεινεν· ἐν οἷς καὶ Οὐεζίνας, τὰ δεύτερα μετὰ Δεκέβαλον ἔχων, ἐπειδὴ οὐκ ἠδυνήθη διαφυγεῖν ζῶν, πέπτωκεν ἐξεπίτηδες ὡς καὶ τετελευτηκώς, κἀκ τούτου λαθὼν τῆς νυκτὸς ἔφυγε. δείσας οὖν ὁ Δεκέβαλος μὴ καὶ ἐπὶ τὰ βασίλεια αὐτοῦ οἱ Ῥωμαῖοι ἅτε κεκρατηκότες ὁρμήσωσι, τά τε δένδρα τὰ ἐπ’ αὐτοῖς ὄντα ἔκοψε καὶ ὅπλα τοῖς στελέχεσι περιέθηκεν, ἵνα φοβηθέντες ὡς καὶ στρατιωτῶν ὄντων ἀναχωρήσωσιν· ὃ καὶ ἐγένετο. Ἀντώνιος δέ τις ἐν Γερμανίᾳ ἄρχων κατὰ τοῦτον τὸν χρόνον τῷ Δομιτιανῷ ἐπανέστη, ὃν Λούκιος Μάξιμος κατηγωνίσατο καὶ καθεῖλεν· ὃς ἐπὶ μὲν τῇ νίκῃ οὐ πάνυ ἄξιος ἐπαινεῖσθαι· ὅτι δὲ τὰ γράμματα ὅσα ἐν τοῖς τοῦ Ἀντωνίου κιβωτίοις εὑρέθη, παρὰ βραχὺ τὴν ἑαυτοῦ ἀσφάλειαν πρὸς τὸ μηδένα ἐξ αὐτῶν συκοφαντηθῆναι θέμενος ἔκαυσεν, οὐχ ὁρῶ πῶς ἂν αὐτὸν ἀξίως ὑμνήσαιμι. ὁ δὲ Δομιτιανὸς ἀφορμῆς ἐντεῦθεν εὐπορήσας, ἐπὶ τοὺς φόνους καὶ τῶν γραμμάτων χωρὶς ὁρμήσας, οὐδ’ ἂν εἴποι τις ὅσους ἀπέκτεινεν. εἷς δ’ οὖν τις νεανίσκος Ἰούλιος Καλούεστρος, κεχιλιαρχηκὼς ἐς βουλείας ἐλπίδα, παραδοξότατα ἐσώθη. ἐπειδὴ γὰρ πολλάκις κατὰ μόνας συμμεμιχὼς ἠλέγχετο, καὶ οὐκ εἶχεν ὅπως ἄλλως τὴν αἰτίαν τῆς συνωμοσίας ἀπολύσηται, ἔφη κατ’ ἐρωτικὴν χρείαν αὐτῷ συγγεγονέναι· καὶ γὰρ ἦν οἷος ἐρᾶσθαι δύνασθαι. |
| S222 | καὶ ὁ μὲν οὕτως ἀφείθη, 〈ἐγὼ δ’〉 ἓν ἔτι τοῦτο εἰπὼν περὶ τῶν τότε γενομένων παύσομαι. Λουσιανὸς Πρόκλος βουλευτὴς γέρων, ἐν ἀγρῷ τὰ πολλὰ διατρίβων, συνεξῆλθε μὲν αὐτῷ ἐκ τῆς Ῥώμης καταναγκάσαντι, ἵνα μὴ δόξῃ κινδυνεύοντα αὐτὸν προλιπεῖν καὶ διὰ τοῦτο καὶ ἀποθάνῃ, τῆς δ’ ἀγγελίας ἐλθούσης ἔφη τε “ἐνίκησας, αὐτοκράτορ, ὥσπερ ηὐχόμην· ἀπόδος οὖν με τῷ ἀγρῷ”, καὶ ἐγκαταλιπὼν αὐτὸν ἀπῆλθεν εἰς τὸ χωρίον, καὶ οὐκέτι μετὰ τοῦτο, καίτοι πολὺν ἐπιζήσας χρόνον, προσῆλθεν αὐτῷ. ἐν δὲ τῷ χρόνῳ τούτῳ ἐπετήδευσάν τινες, φαρμάκῳ βελόνας χρίοντες, κεντεῖν αὐταῖς οὓς ἐβούλοντο· καὶ πολλοὶ μὲν ἐκείνων μηδὲ αἰσθόμενοι ἔθνησκον, πολλοὶ δὲ καὶ μηνυθέντες ἐτιμωρήθησαν. καὶ τοῦτο οὐκ ἐν τῇ Ῥώμῃ μόνον ἀλλὰ καὶ ἐν πάσῃ ὡς εἰπεῖν τῇ οἰκουμένῃ ἐγένετο. Τραϊανῷ δὲ δὴ τῷ Οὐλπίῳ καὶ Ἀκουλίῳ Γραυλίωνι ὑπατεύσασι τότε τὰ αὐτὰ σημεῖα λέγεται γενέσθαι· καὶ ἀπ’ αὐτῶν τῷ μὲν Γραυλίωνι ὄλεθρος, τῷ δὲ Τραϊανῷ ἡ τῆς αὐτοκρατορίας ἀρχὴ προερρέθη. γυνὴ δέ τις ὅτι ἀπεδύσατο ἐναντίον εἰκόνος τοῦ Δομετιανοῦ ἐκρίθη τε καὶ ἀπώλετο. ἐν δὲ τοῖς τότε τελευτήσασι πολλοῖς οὖσι καὶ Μέτιος Πομπουσιανὸς ἐγένετο, ὃν ὁ μὲν Οὐεσπασιανὸς μαθὼν ἐκ φήμης τινὸς ὅτι μοναρχήσει οὐδὲν κακὸν εἰργάσατο ἔτι 〈δὲ〉 καὶ ἐτίμα, λέγων ὅτι “πάντως μου μνημονεύσει καὶ πάντως με ἀντιτιμήσει”· ἐκεῖνος δὲ πρότερον μὲν ἐς Κύρνον ἐξώρισε, τότε δὲ καὶ ἐφόνευσεν, ἐγκληθέντα ἄλλα τε καὶ ὅτι τὴν οἰκουμένην ἐν τοῖς τοῦ κοιτῶνος τοίχοις εἶχεν ἐγγεγραμμένην, καὶ τὰς δημηγορίας τὰς τῶν βασιλέων τῶν τε ἄλλων ἀνδρῶν τῶν πρώτων, τὰς παρὰ τῷ Λιβίῳ γεγραμμένας, ἐξειλόχει τε καὶ ἀνεγίνωσκε. Μάτερνον δὲ σοφιστήν, ὅτι κατὰ τυράννων εἶπέ τι ἀσκῶν, ἀπέκτεινε. συνεγίνετο δὲ καὶ αὐτὸς τοῖς κατηγορήσουσι καὶ τοῖς καταμαρτυρήσουσι, καὶ συνέπλαττε καὶ συνετίθει πάνθ’ ὅσα λεχθῆναι ἔδει. καὶ πολλάκις καὶ τοῖς δεσμώταις κατὰ μόνας ἐλάλει, τὰ δεσμὰ αὐτῶν ἐν ταῖς χερσὶ κατέχων· οὔτε γὰρ ἄλλοις τὰ λεχθησόμενα ἐπίστευε, καὶ ἐκείνους καὶ δεδεμένους ἐδεδίει. ἔπραξε δέ τι καὶ ὡς τιμητὴς ἀξιόλογον· Κεκίλιον γὰρ Ῥουφῖνον ἀπήλασεν ἐκ τοῦ συνεδρίου, ὅτι ὠρχεῖτο, Κλαύδιόν τε Πακᾶτον τῷ δεσπότῃ καίπερ ἑκατονταρχηκότα ἀπέδωκεν, ὅτι ἠλέγχθη δοῦλος ὤν. |
| S223 | οὐ μὴν καὶ τὸ μέλλον ῥηθῆναι τούτοις ὅμοιόν ἐστιν, ὅπερ ὡς αὐτοκράτωρ ἐπεποιήκει· τὸν γὰρ δὴ Ῥούστικον τὸν Ἀρουλῖνον ἀπέκτεινεν ὅτι ἐφιλοσόφει καὶ ὅτι τὸν Θρασέαν ἱερὸν ὠνόμαζε, καὶ Ἀρρένιον Σενεκίωνα ὅτι τε οὐδεμίαν ἀρχὴν ἐν πολλῷ βίῳ μετὰ τὴν ταμιείαν ᾐτήκει καὶ ὅτι τοῦ Πρίσκου τοῦ Ἐλουιδίου τὸν βίον συνέγραψεν. ἄλλοι τε ἐκ τῆς αὐτῆς ταύτης τῆς κατὰ τὴν φιλοσοφίαν αἰτίας συχνοὶ διώλοντο, καὶ οἱ λοιποὶ πάντες ἐξηλάθησαν αὖθις ἐκ τῆς Ῥώμης. Ἰουβένιος μέντοι τις Κέλσος συνομόσας τε ἀνὰ πρώτους μετά τινων ἐπ’ αὐτῷ καὶ κατηγορηθεὶς ἐπὶ τούτῳ θαυμαστῶς ἐσώθη. μέλλων γὰρ ἁλίσκεσθαι ᾐτήσατο δι’ ἀπορρήτων εἰπεῖν τι αὐτῷ. κἀν τούτῳ προσκυνήσας αὐτῷ, δεσπότην τε καὶ θεόν, ἃ παρὰ τῶν ἄλλων ἤδη προσηγορεύετο, πολλάκις ὀνομάσας, “οὐδὲν μέν” ἔφη “πεποίηκα τοιοῦτον, ἂν δ’ ἀναβολὴν λάβω, πολυπραγμονήσω πάντα, καὶ συχνούς σοι καὶ μηνύσω καὶ ἐξελέγξω.” ἀφεθείς τε ἐπὶ τούτῳ οὔτε ἐνέδειξέ τινα, καὶ ἄλλοτε ἄλλας προφάσεις προτείνων διήγαγε μέχρις οὗ Δομιτιανὸς ἀπέθανεν. ἐν τούτῳ τῷ χρόνῳ ἡ ὁδὸς ἡ ἀπὸ Σινοέσης ἐς Ποτιόλους ἄγουσα λίθοις ἐστορέσθη. κἀν τῷ αὐτῷ ἔτει ἄλλους τε πολλοὺς καὶ τὸν Φάβιον Κλήμεντα ὑπατεύοντα, καίπερ ἀνεψιὸν ὄντα καὶ γυναῖκα καὶ αὐτὴν συγγενῆ ἑαυτοῦ Φλαβίαν Δομιτίλλαν ἔχοντα, κατέσφαξεν ὁ Δομιτιανός. ἐπηνέχθη δὲ ἀμφοῖν ἔγκλημα ἀθεότητος, ὑφ’ ἧς καὶ ἄλλοι ἐς τὰ τῶν Ἰουδαίων ἤθη ἐξοκέλλοντες πολλοὶ κατεδικάσθησαν, καὶ οἱ μὲν ἀπέθανον, οἱ δὲ τῶν γοῦν οὐσιῶν ἐστερήθησαν· ἡ δὲ Δομιτίλλα ὑπερωρίσθη μόνον εἰς Πανδατερίαν. τὸν δὲ δὴ Γλαβρίωνα τὸν μετὰ τοῦ Τραϊανοῦ ἄρξαντα, κατηγορηθέντα τά τε ἄλλα καὶ οἷα οἱ πολλοὶ καὶ ὅτι καὶ θηρίοις ἐμάχετο, ἀπέκτεινεν. ἐφ’ ᾧ που καὶ τὰ μάλιστα ὀργὴν αὐτῷ ὑπὸ φθόνου ἔσχεν, ὅτι ὑπατεύοντα αὐτὸν ἐς τὸ Ἀλβανὸν ἐπὶ τὰ Νεανισκεύματα ὠνομασμένα καλέσας λέοντα ἀποκτεῖναι μέγαν ἠνάγκασε, καὶ ὃς οὐ μόνον οὐδὲν ἐλυμάνθη ἀλλὰ καὶ εὐστοχώτατα αὐτὸν κατειργάσατο. ὑποπτεύων οὖν ἐκ τούτων πάντας ἀνθρώπους οὐκέτι οὐδὲ ἐν τοῖς ἐξελευθέροις, ὥσπερ οὐδὲ ἐν τοῖς ἐπάρχοις, οὕς γε καὶ παρ’ αὐτὴν τὴν ἡγεμονίαν κρίνεσθαι ἐποίει, ἐλπίδα ἀσφαλείας εἶχε. |
| S224 | καὶ τὸν Ἐπαφρόδιτον δὲ τὸν Νέρωνος πρότερον μὲν ἐξεδίωξε, τότε δὲ καὶ ἔσφαξεν, ἐπικαλέσας αὐτῷ ὅτι μὴ ἤμυνε τῷ Νέρωνι, ἵν’ ἐκ τῆς τιμωρίας, ἣν ὑπὲρ ἐκείνου ἐποιεῖτο, πόρρωθεν τοὺς ἰδίους ἐξελευθέρους ἐκφοβήσῃ μηδὲν τοιοῦτο τολμῆσαι. οὐ μὴν ὠφελήθη τι ἐκ τούτου, ἀλλὰ καὶ ἐπεβουλεύθη τῷ ἑξῆς ἔτει ἐπί τε Γαΐου Οὐάλεντος, ὃς ἐνενηκοστῷ ἔτει ὑπατεύσας ἐτελεύτησε, καὶ ἐπὶ Γαΐου Ἀντιστίου ὑπάτων, 〈καὶ〉 ἀπώλετο. ἐπέθεντο δὲ αὐτῷ καὶ συνεσκευάσαντο τὴν πρᾶξιν Παρθένιός τε ὁ πρόκοιτος αὐτοῦ, καίπερ οὕτω τιμώμενος παρ’ αὐτοῦ ὡς καὶ ξιφηφορεῖν, καὶ Σιγηρὸς ἐν τῇ προκοιτίᾳ καὶ αὐτὸς ὤν, Ἔντελλός τε ὁ τὰ τῆς ἀρχῆς βιβλία διέπων μετὰ Στεφάνου ἀπελευθέρου. καὶ αὐτὸ οὔτε ἡ Δομιτία ἡ γυνὴ αὐτοῦ οὔτε δὲ ὁ Νωρβανὸς ὁ ἔπαρχος οὐδ’ ὁ σύναρχος Πετρώνιος Σεκοῦνδος ἠγνόησαν, ὥς γε καὶ λέγονται· ἥ τε γὰρ Δομιτία ἀεί ποτε ὑπ’ αὐτοῦ ἐμισεῖτο καὶ διὰ τοῦτ’ ἐφοβεῖτο μὴ καὶ ἀποθάνῃ, καὶ οἱ ἄλλοι οὐκέτ’ αὐτὸν ἐφίλουν, οἱ μὲν ὅτι ἐνεκαλοῦντό τινα, οἱ δ’ ὅτι προσεδέχοντο. ἤκουσα δὲ ἔγωγε καὶ ἐκεῖνο, ὅτι πάντας ἅμα αὐτοὺς ὁ Δομιτιανὸς ὑποπτεύσας ἀποκτεῖναι ἠθέλησε, καί σφων τὰ ὀνόματα ἐς σανίδιον φιλύρινον δίθυρον ἐσγράψας ὑπὸ τὸ προσκεφάλαιον ἐν τῇ κλίνῃ ἐν ᾗ ἀνεπαύετο ὑπέθηκε, καὶ αὐτὸ παιδίον τι τῶν γυμνῶν τῶν ψιθύρων καθεύδοντος αὐτοῦ μεθ’ ἡμέραν ἀφελόμενον εἶχεν, οὐκ εἰδὸς ὅ τι φέροι, προστυχοῦσα δὲ αὐτῷ ἡ Δομιτία τά τε γεγραμμένα ἀνέγνω καὶ ἐμήνυσε καὶ ἐκείνοις, κἀκ τούτου καὶ ἄλλως διανοούμενοι συνετάχυναν τὴν ἐπιβουλήν. οὐ μέντοι πρότερον ἐπεχείρησαν ἔργῳ πρὶν τὸν διαδεξόμενον τὴν ἀρχὴν αὐτοῦ βεβαιώσασθαι. διελέξαντο μὲν δὴ καὶ ἄλλοις τισίν, μηδενὸς δὲ ἐκείνων δεξαμένου (πάντες γὰρ αὐτοὺς ὡς διαπειρωμένους σφῶν ἐφοβήθησαν) ἐπὶ τὸν Νερούαν ἦλθον, ἐπειδὴ καὶ εὐγενέστατος καὶ ἐπιεικέστατος ἦν, καὶ προσέτι καὶ ἐκινδύνευσε διαβληθεὶς ὑπ’ ἀστρολόγων, ἐξ οὗπερ ῥᾷον ἔπεισαν αὐτὸν ἀναδέξασθαι τὴν ἡγεμονίαν. πάντως γὰρ καὶ ὁ Δομιτιανὸς τῶν πρώτων τάς τε ἡμέρας καὶ τὰς ὥρας ἐν αἷς ἐγεγέννηντο διασκοπῶν, οὐκ ὀλίγους οὐδὲ ἐκ τούτων ἐλπιζόντων ἐν δυνάμει τινὶ ἔσεσθαι προανήλισκε· καὶ τόν γε Νερούαν ἀπέσφαξεν ἄν, εἰ μή τις τῶν ἀστρολόγων εὔνοιαν αὐτῷ ἔχων ἔφη ὅτι ἐντὸς ὀλίγων ἡμερῶν τελευτήσει. |
| S225 | καὶ οὐ γάρ ἐστιν οὐδὲν τῶν τηλικούτων ἀπρόοπτον, ἄλλα τε αὐτῷ σημεῖα ἐγένετο, καὶ αὐτὸς ἐν τῷ ὕπνῳ τόν τε Ῥούστικον ξίφει προσιέναι οἱ, καὶ τὴν Ἀθηνᾶν, ἣν ἐν τῷ κοιτῶνι ἱδρυμένην εἶχε, τὰ ὅπλα ἀποβεβληκέναι καὶ ἐπὶ ἅρματος ἵππων μελάνων ἐς χάσμα ἐσπίπτειν ἔδοξεν. ὃ δὲ δὴ μάλιστα διὰ πάντων ἄξιον θαυμάσαι ἐστί, Λαργεῖνός τις Πρόκλος δημοσίᾳ προειπὼν ἐν Γερμανίᾳ ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ ἀπέθανε τελευτήσει, ἀνεπέμφθη τε ἐς τὴν Ῥώμην ὑπὸ τοῦ ἄρχοντος, καὶ ἐσαχθεὶς πρὸς τὸν Δομιτιανὸν ἔφη καὶ τότε τοῦθ’ οὕτως ἕξειν, καὶ καταδικασθεὶς τὴν ἐπὶ θάνατον ἀνεβλήθη τε ὅπως διαφυγόντος αὐτοῦ τὸν κίνδυνον ἀποθάνῃ, κἀν τούτῳ τοῦ Δομιτιανοῦ σφαγέντος ἐσώθη καὶ δέκα μυριάδας δραχμῶν παρὰ τοῦ Νερούα ἔλαβεν. ἕτερός τέ τις πρότερόν ποτε εἰπὼν αὐτῷ καὶ ὁπότε καὶ ὅπως φθαρήσεται, ἔπειτα ἐρωτηθεὶς ὁποίῳ αὐτὸς τέλει τοῦ βίου χρήσεται, καὶ ἀποκρινάμενος ὅτι ὑπὸ κυνῶν ἀναλωθήσεται, ἐκελεύσθη μὲν ζῶν κατακαυθῆναι καὶ τὸ πῦρ αὐτῷ προσήχθη, ὑετοῦ δὲ ἐν τούτῳ πολλοῦ καταρρυέντος ἥ τε πυρὰ ἐσβέσθη καὶ ἐκεῖνον κύνες ὀπίσω τὼ χεῖρε δεδεμένον καὶ ἐπικείμενον ἐπ’ αὐτῆς εὑρόντες διεσπάραξαν. ἔχω δὲ καὶ ἄλλο τι εἰπεῖν παραδοξότατον, ὃ ἐπειδὰν περὶ τῆς τελευτῆς αὐτοῦ φράσω, σημανῶ. ἐπειδὴ γὰρ τάχιστα ἐκ τοῦ δικαστηρίου ἀνέστη καὶ ἀναπαύσεσθαι τὸ μεθημερινόν, ὥσπερ εἰώθει, ἔμελλε, πρῶτον μὲν τοῦ ξίφους, ὃ ἀεί ποτε ὑπὸ τῷ προσκεφαλαίῳ αὐτοῦ ἔκειτο, τὸ σιδήριον ὁ Παρθένιος ἐξεῖλεν, ὅπως μὴ χρήσηται, ἔπειτα τὸν Στέφανον ἐρρωμενέστερον τῶν ἄλλων ὄντα ἐσέπεμψε. καὶ ἐκεῖνος ἔπληξε μὲν τὸν Δομιτιανόν, οὐ μὴν καιρίαν, ἀλλὰ καταβληθεὶς ὑπ’ αὐτοῦ ἔκειτο. οὕτω δὲ δείσας μὴ διαφύγῃ, ἐπεσεπήδησεν, ἢ ὥς γέ τισι δοκεῖ, Μάξιμον ἐξελεύθερον ἐπεσέπεμψε. καὶ ὅ τε Δομιτιανὸς οὕτω κατεσφάγη, καὶ ὁ Στέφανος παραχρῆμα συνδραμόντων ἐπ’ αὐτὸν τῶν οὐ συμμετεσχηκότων τῆς συνωμοσίας. |
| S226 | ὃ δ’ εἶπον ὅτι ὑπὲρ πάντα τἄλλα θαυμάσας ἔχω, τόδ’ ἐστίν. Ἀπολλώνιός τις Τυανεὺς ἔν τε τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ὥρᾳ αὐτῇ ἐκείνῃ ἐν ᾗ ὁ Δομιτιανὸς ἐσφάττετο (τοῦτο γὰρ ὕστερον ἐκ τῶν ἑκατέρωθεν γενομένων ἠκριβώθη) ἀναβὰς ἐπί τινα λίθον ὑψηλὸν ἐν Ἐφέσῳ, ἢ καὶ ἑτέρωθι, καὶ συγκαλέσας τὸ πλῆθος ταῦτα εἶπε· “καλῶς Στέφανε, εὖ γε Στέφανε· παῖε τὸν μιαιφόνον· ἔπληξας, ἔτρωσας, ἀπέκτεινας.” τοῦτο μὲν οὕτως ἐγένετο, κἂν μυριάκις τις ἀπιστήσῃ· Δομιτιανὸς δὲ ἔζησε μὲν ἔτη τέσσαρα καὶ τεσσαράκοντα μῆνας δέκα καὶ ἡμέρας ἓξ καὶ εἴκοσιν, ἐμονάρχησε δὲ ἔτη πεντεκαίδεκα καὶ ἡμέρας πέντε. καὶ αὐτοῦ τὸ σῶμα Φυλλὶς ἡ τροφὸς κλέψασα ἔθαψεν. ΝΕΡΟΥΑΣ. Μετὰ δὲ Δομιτιανὸν Νερούαν Κοκκήιον οἱ Ῥωμαῖοι ἀπέδειξαν αὐτοκράτορα. μίσει δὲ τοῦ Δομιτιανοῦ αἱ εἰκόνες αὐτοῦ, πολλαὶ μὲν ἀργυραῖ πολλαὶ δὲ καὶ χρυσαῖ οὖσαι, συνεχωνεύθησαν, καὶ ἐξ αὐτῶν μεγάλα χρήματα συνελέγη· καὶ αἱ ἁψῖδες πλεῖσται δὴ ἑνὶ ἀνδρὶ ποιούμεναι καθῃρέθησαν. καὶ ὁ Νερούας τούς τε κρινομένους ἐπ’ ἀσεβείᾳ ἀφῆκε καὶ τοὺς φεύγοντας κατήγαγε, τούς τε δούλους καὶ τοὺς ἐξελευθέρους τοὺς τοῖς δεσπόταις σφῶν ἐπιβουλεύσαντας πάντας ἀπέκτεινε. καὶ τοῖς μὲν τοιούτοις οὐδ’ ἄλλο τι ἔγκλημα ἐπιφέρειν ἐπὶ τοὺς δεσπότας ἐφῆκε, τοῖς δὲ δὴ ἄλλοις οὔτ’ ἀσεβείας οὔτ’ Ἰουδαϊκοῦ βίου καταιτιᾶσθαί τινας συνεχώρησε. πολλοὶ δὲ καὶ τῶν συκοφαντησάντων θάνατον κατεδικάσθησαν· ἐν οἷς καὶ Σέρας ἦν ὁ φιλόσοφος. |
| S227 | ταραχῆς οὖν γενομένης οὐ τῆς τυχούσης ἐκ τοῦ πάντας πάντων κατηγορεῖν, λέγεται Φρόντωνα τὸν ὕπατον εἰπεῖν ὡς κακὸν μέν ἐστιν αὐτοκράτορα ἔχειν ἐφ’ οὗ μηδενὶ μηδὲν ἔξεστι ποιεῖν, χεῖρον δὲ ἐφ’ οὗ πᾶσι πάντα· καὶ ὁ Νερούας ἀκούσας ταῦτα ἀπηγόρευσε τοῦ λοιποῦ γίνεσθαι τὰ τοιαῦτα. ἦν δὲ ὁ Νερούας ὑπό τε τοῦ γήρως καὶ ὑπ’ ἀρρωστίας, ἀφ’ ἧς καὶ τὴν τροφὴν ἀεί ποτε ἤμει, ἀσθενέστερος. ἀπεῖπε δὲ καὶ ἀνδριάντας αὐτῷ χρυσοῦς ἢ ἀργυροῦς γίνεσθαι. τοῖς δὲ τῶν οὐσιῶν ἐπὶ τοῦ Δομιτιανοῦ μάτην ἐστερημένοις πάντα ἀπέδωκεν ὅσα ἐν τῷ βασιλείῳ ἔτι ὄντα εὑρέθη. τοῖς τε πάνυ πένησι τῶν Ῥωμαίων ἐς χιλιάδα καὶ πεντακοσίας μυριάδας γῆς κτῆσιν ἐχαρίσατο, βουλευταῖς τισι τήν τε ἀγορασίαν αὐτῶν καὶ τὴν διανομὴν προστάξας. χρημάτων δὲ ἀπορῶν πολλὰ μὲν ἱμάτια καὶ σκεύη καὶ ἀργυρᾶ καὶ χρυσᾶ, ἄλλα τε ἔπιπλα καὶ ἐκ τῶν ἰδίων καὶ τῶν βασιλικῶν, πολλὰ δὲ καὶ χωρία καὶ οἰκίας, μᾶλλον δὲ πάντα πλὴν τῶν ἀναγκαίων, ἀπέδοτο· οὐ μέντοι καὶ περὶ τὰς τιμὰς αὐτῶν ἐμικρολογήσατο, ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ πολλοὺς εὐηργέτησε. καὶ πολλὰς μὲν θυσίας πολλὰς δὲ ἱπποδρομίας ἄλλας τέ τινας θέας κατέλυσε, συστέλλων ὡς οἷόν τε τὰ δαπανήματα. ὤμοσε δὲ καὶ ἐν τῷ συνεδρίῳ μηδένα τῶν βουλευτῶν φονεύσειν, ἐβεβαίωσέ τε τὸν ὅρκον καίπερ ἐπιβουλευθείς. ἔπραττε δὲ οὐδὲν ὅ τι μὴ μετὰ τῶν πρώτων ἀνδρῶν. ἐνομοθέτησε δὲ ἄλλα τε καὶ περὶ τοῦ μὴ εὐνουχίζεσθαί τινα μηδὲ ἀδελφιδῆν γαμεῖν. τὸν δὲ Ῥοῦφον τὸν Οὐεργίνιον, καίπερ πολλάκις αὐτοκράτορα ὀνομασθέντα, οὐκ ὤκνησεν ὑπατεύσας συνάρχοντα προσλαβεῖν· ἐφ’ οὗ τῷ μνήματι τελευτήσαντος ἐπεγράφη ὅτι νικήσας Βίνδικα τὸ κράτος οὐχ ἑαυτῷ περιεποιήσατο ἀλλὰ τῇ πατρίδι. Νερούας δὲ οὕτως ἦρχε καλῶς ὥστε ποτὲ εἰπεῖν “οὐδὲν τοιοῦτον πεποίηκα ὥστε μὴ δύνασθαι τὴν ἀρχήν τε καταθέσθαι καὶ ἀσφαλῶς ἰδιωτεῦσαι.” Κράσσου τε Καλπουρνίου, τῶν Κράσσων ἐκείνων ἐγγόνου, ἐπιβεβουλευκότος μετὰ καὶ ἄλλων αὐτῷ, παρεκαθίσατό τε αὐτοὺς ἔν τινι θέᾳ ἀγνοοῦντας ἔτι ὅτι καταμεμήνυνται, καὶ ἔδωκεν αὐτοῖς ξίφη λόγῳ μὲν ἵν’ ἐπισκέψωνται αὐτά, ὅπερ εἴωθε γίνεσθαι, εἰ ὀξέα ἐστίν, ἔργῳ δὲ ἐπιδεικνύμενος ὅτι οὐδὲν αὐτῷ μέλει κἂν αὐτοῦ παραχρῆμα ἀποθάνῃ. |
| S228 | Αἰλιανὸς δὲ ὁ Κασπέριος ἄρχων καὶ ὑπ’ αὐτοῦ, καθάπερ ὑπὸ τοῦ Δομιτιανοῦ, τῶν δορυφόρων γενόμενος τοὺς στρατιώτας ἐστασίασε κατ’ αὐτοῦ, παρασκευάσας ἐξαιτῆσαί τινας ὥστε θανατωθῆναι. πρὸς οὓς ὁ Νερούας τοσοῦτον ἀντέσχεν ὥστε καὶ τὴν κλεῖν ἀπογυμνῶσαι καὶ τὴν σφαγὴν αὐτοῦ προδεῖξαι. οὐ μήν τι καὶ ἤνυσεν, ἀλλ’ ἀνῃρέθησαν οὓς ὁ Αἰλιανὸς ἐβουλήθη. ὅθεν ὁ Νερούας διὰ τὸ γῆρας οὕτω καταφρονούμενος ἀνέβη τε ἐς τὸ Καπιτώλιον, καὶ ἔφη γεγωνήσας “ἀγαθῇ τύχῃ τῆς τε βουλῆς καὶ τοῦ δήμου τῶν Ῥωμαίων καὶ ἐμοῦ αὐτοῦ Μάρκον Οὔλπιον Νερούαν Τραϊανὸν ποιοῦμαι.” καὶ μετὰ ταῦτα ἐν τῷ συνεδρίῳ Καίσαρά τε αὐτὸν ἀπέδειξε, καὶ ἐπέστειλεν αὐτῷ αὐτοχειρίᾳ (ἦρχε δὲ τῆς Γερμανίας ἐκεῖνος) “τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν”. οὕτω μὲν ὁ Τραϊανὸς Καῖσαρ καὶ μετὰ τοῦτο αὐτοκράτωρ ἐγένετο, καίτοι συγγενῶν τοῦ Νερούα ὄντων τινῶν. ἀλλ’ οὐ γὰρ τῆς τῶν κοινῶν σωτηρίας ὁ ἀνὴρ τὴν συγγένειαν προετίμησεν, οὐδ’ αὖ ὅτι Ἴβηρ ὁ Τραϊανὸς ἀλλ’ οὐκ Ἰταλὸς οὐδ’ Ἰταλιώτης ἦν, ἧττόν τι παρὰ τοῦτο αὐτὸν ἐποιήσατο, ἐπειδὴ μηδεὶς πρόσθεν ἀλλοεθνὴς τὸ τῶν Ῥωμαίων κράτος ἐσχήκει· τὴν γὰρ ἀρετὴν ἀλλ’ οὐ τὴν πατρίδα τινὸς ἐξετάζειν δεῖν ᾤετο. πράξας δὲ ταῦτα μετήλλαξεν, ἄρξας ἔτει ἑνὶ καὶ μησὶ τέσσαρσι καὶ ἡμέραις ἐννέα· προεβεβιώκει δὲ πέντε καὶ ἑξήκοντα ἔτη καὶ μῆνας δέκα καὶ ἡμέρας δέκα. ΤΡΑΙΑΝΟΣ. |
| S229 (8t) | Τραϊανῷ δὲ ὄναρ ἐγεγόνει, πρὶν αὐταρχῆσαι, τοιόνδε· ἐδόκει ἄνδρα πρεσβύτην ἐν ἱματίῳ καὶ ἐσθῆτι περιπορφύρῳ, ἔτι δὲ καὶ στεφάνῳ ἐστολισμένον, οἷά που καὶ τὴν γερουσίαν γράφουσι, δακτυλίῳ τινὶ σφραγῖδα αὐτῷ ἔς τε τὴν ἀριστερὰν σφαγὴν καὶ μετὰ τοῦτο καὶ ἐς τὴν δεξιὰν ἐπιβεβληκέναι. ὡς δὲ αὐτοκράτωρ ἐγένετο, ἐπέστειλε τῇ βουλῇ αὐτοχειρίᾳ ἄλλα τε καὶ ὡς οὐδένα ἄνδρα ἀγαθὸν ἀποσφάξοι ἢ ἀτιμάσοι, καὶ ταῦτα καὶ ὅρκοις οὐ τότε μόνον ἀλλὰ καὶ ὕστερον ἐπιστώσατο. Αἰλιανὸν δὲ καὶ τοὺς δορυφόρους τοὺς κατὰ Νερούα στασιάσαντας, ὡς καὶ χρησόμενός τι αὐτοῖς, μεταπεμψάμενος ἐκποδὼν ἐποιήσατο. εἰς δὲ τὴν Ῥώμην εἰσελθὼν πολλὰ ἐποίει πρός τε διόρθωσιν τῶν κοινῶν καὶ πρὸς χάριν τῶν ἀγαθῶν, ἐκείνων τε διαφερόντως ἐπιμελούμενος, ὡς καὶ ταῖς πόλεσι ταῖς ἐν Ἰταλίᾳ πρὸς τὴν τῶν παίδων τροφὴν πολλὰ χαρίσασθαι, καὶ τούτους εὐεργετῶν. Πλωτῖνα δὲ ἡ γυνὴ αὐτοῦ ὅτε πρῶτον ἐς τὸ παλάτιον ἐσῄει, ἐπὶ τοὺς ἀναβαθμοὺς καὶ πρὸς τὸ πλῆθος μεταστραφεῖσα εἶπε “τοιαύτη μέντοι ἐνταῦθα εἰσέρχομαι οἵα καὶ ἐξελθεῖν βούλομαι.” καὶ οὕτω γε ἑαυτὴν διὰ πάσης τῆς ἀρχῆς διήγαγεν ὥστε μηδεμίαν ἐπηγορίαν σχεῖν. διατρίψας δὲ ἐν τῇ Ῥώμῃ χρόνον τινὰ ἐστράτευσεν ἐπὶ Δακούς, τά τε πραχθέντα αὐτοῖς λογιζόμενος, τοῖς τε χρήμασιν ἃ κατ’ ἔτος ἐλάμβανον βαρυνόμενος, τάς τε δυνάμεις αὐτῶν αὐξανομένας καὶ τὰ φρονήματα ὁρῶν. |
| S230 | πυθόμενος δὲ ὁ Δεκέβαλος τὴν ὁρμὴν αὐτοῦ ἐφοβήθη, ἅτε καὶ εὖ εἰδὼς ὅτι πρότερον μὲν οὐ Ῥωμαίους ἀλλὰ Δομιτιανὸν ἐνενικήκει, τότε δὲ ὡς πρός τε Ῥωμαίους καὶ πρὸς Τραϊανὸν αὐτοκράτορα πολεμήσοι. πλεῖστον γὰρ ἐπί τε δικαιότητι καὶ ἐπ’ ἀνδρίᾳ τῇ τε ἁπλότητι τῶν ἠθῶν διέπρεψε. τῷ τε γὰρ σώματι ἔρρωτο (δεύτερον γὰρ καὶ τεσσαρακοστὸν ἔτος ἄγων ἦρξε), καὶ τῇ ψυχῇ ἤκμαζεν ὡς μήθ’ ὑπὸ νεότητος θρασύνεσθαι μήθ’ ὑπὸ γήρως ἀμβλύνεσθαι. καὶ οὔτε ἐφθόνει οὔτε καθῄρει τινά, ἀλλὰ καὶ πάνυ πάντας τοὺς ἀγαθοὺς ἐτίμα καὶ ἐμεγάλυνε, καὶ διὰ τοῦτο οὔτ’ ἐφοβεῖτό τινα αὐτῶν οὔτε ἐμίσει. διαβολαῖς τε ἥκιστα ἐπίστευε καὶ ὀργῇ ἥκιστα ἐδουλοῦτο, τῶν τε χρημάτων τῶν ἀλλοτρίων ἴσα καὶ φόνων τῶν ἀδίκων ἀπείχετο. καὶ ἐδαπάνα πάμπολλα μὲν ἐς τοὺς πολέμους πάμπολλα δὲ ἐς τὰ τῆς εἰρήνης ἔργα, καὶ πλεῖστα καὶ ἀναγκαιότατα καὶ ἐν ὁδοῖς καὶ ἐν λιμέσι καὶ ἐν οἰκοδομήμασι δημοσίοις κατασκευάσας οὐδενὸς αἷμα εἰς οὐδὲν αὐτῶν ἀνάλωσεν. οὕτως γάρ που καὶ μεγαλόφρων καὶ μεγαλογνώμων ἔφυ ὥστε καὶ τῷ ἱπποδρόμῳ ἐπιγράψαι ὅτι ἐξαρκοῦντα αὐτὸν τῷ τῶν Ῥωμαίων δήμῳ ἐποίησεν, ἐπειδὴ διαφθαρέντα πῃ καὶ μείζω καὶ περικαλλέστερον ἐξειργάσατο. φιλούμενός τε οὖν ἐπ’ αὐτοῖς μᾶλλον ἢ τιμώμενος ἔχαιρε, καὶ τῷ τε δήμῳ μετ’ ἐπιεικείας συνεγίνετο καὶ τῇ γερουσίᾳ σεμνοπρεπῶς ὡμίλει, ἀγαπητὸς μὲν πᾶσι, φοβερὸς δὲ μηδενὶ πλὴν πολεμίοις ὤν. καὶ γὰρ θήρας καὶ συμποσίων ἔργων τε καὶ βουλευμάτων σκωμμάτων τε συμμετεῖχε σφίσι, καὶ πολλάκις καὶ τέταρτος ὠχεῖτο, ἔς τε τὰς οἰκίας αὐτῶν καὶ ἄνευ γε φρουρᾶς ἔστιν ὧν εἰσιὼν εὐθυμεῖτο. παιδείας μὲν γὰρ ἀκριβοῦς, ὅση ἐν λόγοις, οὐ μετέσχε, τό γε μὴν ἔργον αὐτῆς καὶ ἠπίστατο καὶ ἐποίει. οὐδὲ ἔστιν ὅ τι οὐκ ἄριστον εἶχε. καὶ οἶδα μὲν ὅτι καὶ περὶ μειράκια καὶ περὶ οἶνον ἐσπουδάκει· ἀλλ’ εἰ μέν τι ἐκ τούτων ἢ αἰσχρὸν ἢ κακὸν ἢ ἐδεδράκει ἢ ἐπεπόνθει, ἐπηγορίαν ἂν εἶχε, νῦν δὲ τοῦ τε οἴνου διακόρως ἔπινε καὶ νήφων ἦν, ἔν τε τοῖς παιδικοῖς οὐδένα ἐλύπησεν. εἰ δὲ καὶ φιλοπόλεμος ἦν, ἀλλὰ τῇ τε κατορθώσει καὶ τοῦ ἐχθίστου μὲν καθαιρέσει τοῦ οἰκείου δὲ αὐξήσει ἠρκεῖτο. οὐδὲ γὰρ οὐδ’ ὅπερ εἴωθεν ἐν τοῖς τοιούτοις γίγνεσθαι, τὸ τοὺς στρατιώτας ἐξογκοῦσθαί τε καὶ ὑπερφρονεῖν, συνέβη ποτὲ ἐπ’ αὐτοῦ· οὕτως ἐγκρατῶς αὐτῶν ἦρχε. |
| S231 | διὰ ταῦτα μὲν οὖν οὐκ ἀπεικότως ὁ Δεκέβαλος αὐτὸν ἐδεδίει· στρατεύσαντι δὲ τῷ Τραϊανῷ κατὰ τῶν Δακῶν καὶ ταῖς Τάπαις, ἔνθα ἐστρατοπέδευον οἱ βάρβαροι, πλησιάσαντι μύκης μέγας προσεκομίσθη, γράμμασι Λατίνοις λέγων ὅτι ἄλλοι τε τῶν συμμάχων καὶ Βοῦρροι παραινοῦσι Τραϊανῷ ὀπίσω ἀπιέναι καὶ εἰρηνῆσαι. συμβαλὼν δὲ αὐτοῖς ὁ Τραϊανὸς πολλοὺς μὲν τῶν οἰκείων τραυματίας ἐπεῖδε, πολλοὺς δὲ τῶν πολεμίων ἀπέκτεινεν· ὅτε καὶ ἐπιλιπόντων τῶν ἐπιδέσμων οὐδὲ τῆς ἑαυτοῦ ἐσθῆτος λέγεται φείσασθαι, ἀλλ’ ἐς τὰ λαμπάδια ταύτην καταδεσμεῖν, τοῖς δὲ τελευτήσασι τῶν στρατιωτῶν ἐν τῇ μάχῃ βωμόν τε στῆσαι καὶ κατ’ ἔτος ἐναγίζειν κελεῦσαι. ὡς δὲ καὶ ἐς αὐτὰ τὰ ἔπακρα ἐπεχείρησεν ἀναβῆναι, λόφους ἐκ λόφων μετὰ κινδύνων καταλαμβάνων, καὶ τοῖς τῶν Δακῶν βασιλείοις ἐπέλασεν, ὅ τε Λούκιος ἑτέρωθι προσβαλὼν καὶ ἐφόνευσε πολλοὺς καὶ ἐζώγρησε πλείονας, τηνικαῦτα ὁ Δεκέβαλος πρέσβεις πέμψας τοὺς ἀρίστους τῶν πιλοφόρων καὶ δι’ αὐτῶν τοῦ αὐτοκράτορος δεηθείς. οὐδὲν ὅ τι οὐχ ἑτοίμως τῶν προταθέντων ἔσχε συνθέσθαι. τὰ γὰρ ὅπλα καὶ τὰ μηχανήματα τούς τε μηχανοποιοὺς παραδοῦναι καὶ τοὺς αὐτομόλους ἀποδοῦναι, τά τε ἐρύματα καθελεῖν καὶ τῆς χώρας τῆς ἑαλωκυίας ἀποστῆναι, τοὺς αὐτούς τε ἐχθροὺς καὶ φίλους τοῖς Ῥωμαίοις νομίζειν, καὶ ἄκων ὡμολόγησε, πρός τε τὸν Τραϊανὸν εἰσελθὼν καὶ ἐς τὴν γῆν πεσὼν καὶ προσκυνήσας αὐτῷ. Τραϊανὸς δὲ ἐπὶ τούτοις εἰς τὴν Ἰταλίαν ἀνεκομίσθη. καὶ οἱ παρὰ τοῦ Δεκεβάλου πρέσβεις εἰς τὸ συνέδριον ἐσήχθησαν, τά τε ὅπλα καταθέντες συνῆψαν τὰς χεῖρας ἐν αἰχμαλώτου σχήματι καὶ εἶπόν τέ τινα καὶ ἱκέτευσαν, καὶ οὕτω τήν τε εἰρήνην ἐσπείσαντο καὶ τὰ ὅπλα ἀπέλαβον. Τραϊανὸς δὲ τά τε νικητήρια ἤγαγε καὶ Δακικὸς ἐπωνομάσθη, ἔν τε τῷ θεάτρῳ μονομάχους συνέβαλε (καὶ γὰρ ἔχαιρεν αὐτοῖς), καὶ τοὺς ὀρχηστὰς ἐς τὸ θέατρον ἐπανήγαγε (καὶ γὰρ ἑνὸς αὐτῶν τοῦ Πυλάδου ἤρα), οὐ μέντοι, οἷα πολεμικὸς ἀνήρ, τἄλλα ἧττον διῆγεν ἢ καὶ ἧττον ἐδίκαζεν, ἀλλὰ τοτὲ μὲν ἐν τῇ ἀγορᾷ τοῦ Αὐγούστου, τοτὲ δ’ ἐν τῇ στοᾷ τῇ Ἰουλίᾳ ὠνομασμένῃ, πολλάκις δὲ καὶ ἄλλοθι ἔκρινεν ἐπὶ βήματος. |
| S232 | ἐπεὶ δὲ ὁ Δεκέβαλος πολλὰ παρὰ τὰς συνθήκας ἀπηγγέλλετο αὐτῷ ποιῶν, καὶ ὅπλα τε κατεσκευάζετο, καὶ τοὺς αὐτομολοῦντας ἐδέχετο, τά τε ἐρύματα ἐπεσκεύαζε, παρά τε τοὺς ἀστυγείτονας ἐπρεσβεύετο, καὶ τοῖς τἀναντία οἱ φρονήσασι πρότερον ἐλυμαίνετο, καὶ τῶν Ἰαζύγων καὶ χώραν τινὰ ἀπετέμετο (ἣν μετὰ ταῦτα ἀπαιτήσασιν αὐτοῖς Τραϊανὸς οὐκ ἀπέδωκεν), οὕτω δὴ καὶ αὖθις πολέμιον αὐτὸν ἡ βουλὴ ἐψηφίσατο, καὶ ὁ Τραϊανὸς δι’ ἑαυτοῦ καὶ αὖθις, ἀλλ’ οὐ δι’ ἑτέρων στρατηγῶν τὸν πρὸς ἐκεῖνον πόλεμον ἐποιήσατο. καὶ ὁ Δεκέβαλος κατὰ μὲν τὸ ἰσχυρὸν κακῶς ἔπραττε, δόλῳ δὲ δὴ καὶ ἀπάτῃ ὀλίγου μὲν καὶ τὸν Τραϊανὸν ἀπέκτεινε, πέμψας ἐς τὴν Μυσίαν αὐτομόλους τινάς, εἴ πως αὐτὸν εὐπρόσοδον ὄντα καὶ ἄλλως, τότε δὲ καὶ διὰ τὴν τοῦ πολέμου χρείαν πάντα ἁπλῶς τὸν βουλόμενον εἰς λόγους δεχόμενον κατεργάσαιντο. ἀλλὰ τοῦτο μὲν οὐκ ἠδυνήθησαν πρᾶξαι, συλληφθέντος τινὸς ἐξ ὑποψίας καὶ πᾶν τὸ ἐπιβούλευμα αὐτοῦ ἐκ βασάνων ὁμολογήσαντος· Λογγῖνον δέ τινα στρατοπέδου Ῥωμαϊκοῦ ἐξηγούμενον καὶ δεινὸν ἐν τοῖς πολέμοις αὐτῷ γεγενημένον προσκαλεσάμενος, καὶ ἀναπείσας συμμῖξαι οἱ ὡς καὶ τὰ προσταχθησόμενα ποιήσων, συνέλαβε καὶ ἀνέκρινε δημοσίᾳ περὶ τῶν τοῦ Τραϊανοῦ βουλευμάτων, ἐπειδή τε μηδὲν ὁμολογῆσαι ἠθέλησεν, ἐν ἀδέσμῳ φυλακῇ περιεῖπε, καὶ πρὸς τὸν Τραϊανὸν ἐπέστειλεν ἀξιῶν διαλλαγῆναι οἱ ἐπὶ τῷ τὸν Λογγῖνον ἀνακομίσασθαι. ἀποκριναμένου δέ τινα αὐτῷ τοῦ Τραϊανοῦ μέσα, ἐξ ὧν οὔτε ἐν μεγάλῳ οὔτε ἐν μικρῷ λόγῳ τὸν Λογγῖνον ποιεῖσθαι δόξειν ἔμελλε, τοῦ μήτ’ ἀπολέσθαι αὐτὸν μήτ’ ἐπὶ πολλῷ σφίσιν ἀνασωθῆναι, Δεκέβαλος μὲν ἀνεῖχεν ἔτι διασκοπῶν ὅ τι πράξει, Λογγῖνος δὲ ἐν τούτῳ φαρμάκου εὐπορήσας ἔπιε καὶ ἀπέθανε. Τραϊανὸς δὲ γέφυραν λιθίνην ἐπὶ τοῦ Ἴστρου κατεσκευάσατο, περὶ ἧς οὐκ ἔχω πῶς ἂν ἀξίως αὐτὸν θαυμάσω· ἔστι μὲν γὰρ καὶ τἄλλα αὐτοῦ ἔργα διαπρεπέστατα, τοῦτο δὲ καὶ ὑπὲρ ἐκεῖνα. ὡς γὰρ κρηπῖδές εἰσι λίθου τετραπέδου εἴκοσι, τὸ μὲν ὕψος πεντήκοντα καὶ ἑκατὸν ποδῶν πλὴν τῶν θεμελίων, τὸ δὲ πλάτος ἑξήκοντα· καὶ αὗται ἑβδομήκοντα καὶ ἑκατὸν ἀπ’ ἀλλήλων πόδας ἀπέχουσαι ἁψῖσι συνῳκοδόμηνται. |
| S233 | πῶς οὐκ ἄν τις τὸ ἀνάλωμα τὸ ἐς αὐτὰς δαπανηθὲν θαυμάσειε; πῶς δ’ οὐκ ἂν [τίς] τὸν τρόπον ὃν ἕκαστα αὐτῶν ἔν τε ποταμῷ πολλῷ καὶ ἐν ὕδατι δινώδει δαπέδῳ τε ἰλυώδει ἐγένετο; οὐ γάρ τοι καὶ περιτρέψαι ποι τὸ ῥεῦμα ἠδυνήθη. τὸ δὲ δὴ πλάτος τοῦ ποταμοῦ εἶπον οὐχ ὅτι διὰ τοσούτου ῥεῖ (καὶ γὰρ ἐπὶ διπλάσιον ἔστιν οὗ καὶ ἐπὶ τριπλάσιον αὐτοῦ πελαγίζει), ἀλλ’ ὅτι τό τε στενώτατον καὶ τὸ ἐπιτηδειότατον ἐς τὸ γεφυρωθῆναι τῶν ἐκείνῃ χωρίων τοσοῦτόν ἐστιν. ὅσῳ δὲ δὴ ἐς στενὸν ταύτῃ ἐκ πελάγους μεγάλου καταβαίνων καὶ ἐς πέλαγος αὖθις μεῖζον προχωρῶν κατακλείεται, τόσῳ που καὶ ῥοωδέστατος καὶ βαθύτατος γίγνεται, ὥστε καὶ τοῦτο ἐς τὴν χαλεπότητα τῆς κατασκευῆς τῆς γεφύρας τεῖναι. ἡ μὲν οὖν μεγαλόνοια τοῦ Τραϊανοῦ καὶ ἐκ τούτων δείκνυται· οὐ μέντοι καὶ εἰ ὠφέλειάν τινα ἡμῖν ἡ γέφυρα παρέχεται, ἀλλ’ ἑστᾶσιν αἱ κρηπῖδες ἄλλως, δίοδον οὐκ ἔχουσαι, καθάπερ ἐπ’ αὐτῷ τούτῳ μόνον γενόμεναι ἵν’ ἐπιδείξωσι τὴν ἀνθρωπίνην φύσιν οὐδὲν ὅ τι οὐ δυναμένην ἐξεργάσασθαι. ὁ μὲν γὰρ Τραϊανὸς δείσας μή ποτε παγέντος τοῦ Ἴστρου πόλεμος τοῖς πέραν Ῥωμαίοις γένηται, ἐποίησε τὴν γέφυραν ἵνα αἱ ἐπιβασίαι ῥᾳδίως δι’ αὐτῆς διεξίωσιν· Ἀδριανὸς δὲ τοὐναντίον φοβηθεὶς μὴ καὶ τοῖς βαρβάροις τοὺς φρουροὺς αὐτῆς βιαζομένοις ῥᾳδία διάβασις ἐς τὴν Μυσίαν ᾖ, ἀφεῖλε τὴν ἐπιπολῆς κατασκευήν. Τραϊανὸς δὲ διὰ ταύτης τῆς γεφύρας τὸν Ἴστρον περαιωθείς, καὶ δι’ ἀσφαλείας μᾶλλον ἢ διὰ σπουδῆς τὸν πόλεμον ποιούμενος, σὺν χρόνῳ καὶ μόλις ἐκράτησε τῶν Δακῶν, πολλὰ μὲν αὐτὸς στρατηγίας ἔργα καὶ ἀνδρίας ἐπιδειξάμενος, πολλὰ δὲ καὶ τῶν στρατιωτῶν αὐτῷ κινδυνευσάντων καὶ ἀριστευσάντων. ἔνθα δὴ καὶ ἱππεύς τις κακῶς πληγεὶς ἐξήχθη μὲν ἐκ τῆς μάχης ὡς καὶ θεραπευθῆναι δυνάμενος, αἰσθόμενος δὲ ὡς ἀνιάτως ἔχοι ἔκ τε τοῦ σκηνώματος ἐξεπήδησεν (οὐ γάρ που τὸ κακὸν αὐτοῦ καθῖκτο) καὶ ἐς τάξιν αὖθις καθιστὰς ἑαυτὸν ἀπέθανε, μεγάλα ἐπιδειξάμενος. Δεκέβαλος δέ, ὡς καὶ τὸ βασίλειον αὐτοῦ καὶ ἡ χώρα κατείληπτο σύμπασα καὶ αὐτὸς ἐκινδύνευεν ἁλῶναι, διεχρήσατο ἑαυτόν, καὶ ἡ κεφαλὴ αὐτοῦ ἐς τὴν Ῥώμην ἀπεκομίσθη· καὶ οὕτως ἡ Δακία Ῥωμαίων ὑπήκοος ἐγένετο, καὶ πόλεις ἐν αὐτῇ ὁ Τραϊανὸς κατῴκισεν. |
| S234 | εὑρέθησαν δὲ καὶ οἱ τοῦ Δεκεβάλου θησαυροί, καίτοι ὑπὸ τὸν ποταμὸν τὸν Σαργετίαν τὸν παρὰ τοῖς βασιλείοις αὐτοῦ κεκρυμμένοι. διὰ γὰρ αἰχμαλώτων τινῶν τόν τε ποταμὸν ἐξέτρεψε καὶ τὸ ἔδαφος αὐτοῦ ὤρυξε, καὶ ἐς αὐτὸ πολὺν μὲν ἄργυρον πολὺν δὲ χρυσόν, τά τε ἄλλα τὰ τιμιώτατα καὶ ὑγρότητά τινα ἐνεγκεῖν δυνάμενα, ἐμβαλὼν λίθους τε ἐπ’ αὐτοῖς ἐπέθηκε καὶ χοῦν ἐπεφόρησε καὶ μετὰ τοῦτο τὸν ποταμὸν ἐπήγαγε· καὶ ἐς τὰ σπήλαια διὰ τῶν αὐτῶν ἐκείνων τά τε ἱμάτια καὶ τὰ ἄλλα τὰ ὁμοιότροπα κατέθετο. ποιήσας δὲ ταῦτα διέφθειρεν αὐτούς, ἵνα μηδὲν ἐκλαλήσωσι. Βίκιλις δέ τις ἑταῖρος αὐτοῦ, τὸ γεγονὸς εἰδώς, ἑάλω τε καὶ κατεμήνυσε ταῦτα. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ Πάλμας τῆς Συρίας ἄρχων τὴν Ἀρραβίαν τὴν πρὸς τῇ Πέτρᾳ ἐχειρώσατο καὶ Ῥωμαίων ὑπήκοον ἐποιήσατο. παρὰ τὸν Τραϊανὸν ἐς τὴν Ῥώμην ἐλθόντα πλεῖσται πρεσβεῖαι ἄλλων τε βαρβάρων καὶ Ἰνδῶν ἀφίκοντο. καὶ θέας ἐν τρισὶ καὶ εἴκοσι καὶ ἑκατὸν ἡμέραις ἐποίησεν, ἐν αἷς θηρία τε καὶ βοτὰ χίλιά που καὶ μύρια [που] ἐσφάγη καὶ μονομάχοι μύριοι ἠγωνίσαντο. καὶ κατὰ τοὺς αὐτοὺς χρόνους τά τε ἕλη τὰ Ποντικὰ ὡδοποίησε λίθῳ, καὶ τὰς ὁδοὺς παροικοδομήσας καὶ γεφύραις μεγαλοπρεπεστάταις ἐξεποίησε. τό τε νόμισμα πᾶν τὸ ἐξίτηλον ἐξεχώνευσε. τῷ δὲ Σούρρᾳ τῷ Λικινίῳ καὶ ταφὴν δημοσίαν καὶ ἀνδριάντα ἔδωκε τελευτήσαντι· ὅστις ἐς τοῦτο καὶ πλούτου καὶ αὐχήματος ἀφίκετο ὥστε καὶ γυμνάσιον Ῥωμαίοις οἰκοδομῆσαι. τοσαύτῃ δὲ φιλίᾳ καὶ πίστει πρὸς ἀλλήλους ἐκέχρηντο ὥστε πολλάκις αὐτοῦ πρὸς τὸν αὐτοκράτορα διαβαλλομένου καὶ τῶν φθονούντων αὐτῷ ἐπὶ πολὺ ἐγκειμένων ὁ Τραϊανὸς οἴκαδε πρὸς αὐτὸν ἄκλητος ἐπὶ δεῖπνον ἦλθε, καὶ πᾶσαν τὴν φρουρὰν ἀποπέμψας ἐκάλεσε πρῶτον μὲν τὸν ἰατρὸν αὐτοῦ, καὶ δι’ ἐκείνου τοὺς ὀφθαλμοὺς 〈ὑπηλείψατο〉, ἔπειτα τὸν κουρέα, καὶ δι’ ἐκείνου τὸ γένειον ἐξύρατο (τοῦτο γὰρ ἐκ παλαιοῦ πάντες οἱ ἄλλοι καὶ αὐτοὶ οἱ αὐτοκράτορες ἐποίουν· Ἀδριανὸς γὰρ πρῶτος γενειᾶν κατέδειξε)· πράξας δὲ ταῦτα, καὶ μετὰ ταῦτα καὶ λουσάμενος καὶ δειπνήσας, ἔπειτα τοῖς φίλοις τοῖς εἰωθόσιν ἀεί τι περὶ αὐτοῦ φαῦλον λέγειν ἔφη τῆς ὑστεραίας ὅτι “εἰ ἤθελέ με Σούρρας ἀποκτεῖναι, χθὲς ἂν ἀπεκτόνει. |
| S235 | ” μέγα μὲν οὖν ἐποίησε καὶ τὸ διακινδυνεῦσαι πρὸς διαβεβλημένον ἄνθρωπον, πολὺ δὲ μεῖζον ὅτι ἐπίστευσε μηδὲν ἄν ποτε ὑπ’ αὐτοῦ παθεῖν. ἀλλὰ καὶ ὅτε πρῶτον τῷ μέλλοντι τῶν δορυφόρων ἐπάρξειν τὸ ξίφος, ὃ παραζώννυσθαι αὐτὸν ἐχρῆν, ὤρεξεν, ἐγύμνωσέ τε αὐτὸ καὶ ἀνατείνας ἔφη “λάβε τοῦτο τὸ ξίφος, ἵνα, ἂν μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ, ἂν δὲ κακῶς, κατ’ ἐμοῦ αὐτῷ χρήσῃ.” ἔστησε δὲ καὶ τοῦ Σοσσίου τοῦ τε Πάλμου καὶ τοῦ Κάλσου εἰκόνας· οὕτω που αὐτοὺς τῶν ἄλλων προετίμησε. τοὺς μέντοι ἐπιβουλεύοντας αὐτῷ, ἐν οἷς ἦν καὶ Κράσσος, ἐτιμωρεῖτο εἰσάγων εἰς τὴν βουλήν. κατεσκεύασε δὲ καὶ βιβλίων ἀποθήκας. καὶ ἔστησεν ἐν τῇ ἀγορᾷ καὶ κίονα μέγιστον, ἅμα μὲν ἐς ταφὴν ἑαυτῷ, ἅμα δὲ εἰς ἐπίδειξιν τοῦ κατὰ τὴν ἀγορὰν ἔργου· παντὸς γὰρ τοῦ χωρίου ἐκείνου ὀρεινοῦ ὄντος κατέσκαψε τοσοῦτον ὅσον ὁ κίων ἀνίσχει, καὶ τὴν ἀγορὰν ἐκ τούτου πεδινὴν κατεσκεύασε. μετὰ δὲ ταῦτα ἐστράτευσεν ἐπ’ Ἀρμενίους καὶ Πάρθους, πρόφασιν μὲν ὅτι μὴ τὸ διάδημα ὑπ’ αὐτοῦ εἰλήφει, ἀλλὰ παρὰ τοῦ Πάρθων βασιλέως, ὁ τῶν Ἀρμενίων βασιλεύς, τῇ δ’ ἀληθείᾳ δόξης ἐπιθυμίᾳ. ἐπεὶ δὲ ἐνέβαλεν εἰς τὴν πολεμίαν, ἀπήντων αὐτῷ οἱ τῇδε σατράπαι καὶ βασιλεῖς μετὰ δώρων, ἐν οἷς καὶ ἵππος ἦν δεδιδαγμένος προσκυνεῖν· τοῖς τε γὰρ [τοῖς] ποσὶ τοῖς προσθίοις ὤκλαζε, καὶ τὴν κεφαλὴν ὑπὸ τοὺς τοῦ πέλας πόδας ὑπετίθει. Τραϊανὸς δὲ ἀμαχεὶ πάντα χειρούμενος ἐς Σάταλα ἦλθε καὶ ἐς Ἐλέγειαν τῆς Ἀρμενίας χωρία καὶ τὸν Ἡνιόχων βασιλέα ἐτίμησε, Παρθαμασίρην δὲ τὸν Ἀρμενίων ἐτιμωρήσατο. ἐπεὶ δὲ πᾶσαν τὴν Ἀρμενίων χώραν εἷλε, καὶ πολλοὺς τῶν βασιλέων τοὺς μὲν ὑποπεσόντας ἐν τοῖς φίλοις ἦγε, τοὺς δέ τινας καὶ ἀπειθοῦντας ἀμαχεὶ ἐχειροῦτο. τά τε ἄλλα ἐψηφίζετο αὐτῷ πολλὰ ἡ βουλή, καὶ ὄπτιμον, εἴτ’ οὖν ἄριστον, ἐπωνόμασεν. ἐβάδιζεν ἀεὶ μετὰ παντὸς τοῦ στρατοῦ πεζῇ, διεκόσμει τε αὐτοὺς κατὰ πᾶσαν τὴν πορείαν καὶ διέταττεν ἄλλοτε ἄλλως ἄγων, τούς τε ποταμούς, ὅσους γε καὶ ἐκεῖνοι, πεζῇ διέβαινε. |
| S236 | καὶ ἔστιν ὅτε καὶ ἀγγελίας ψευδεῖς διὰ τῶν προσκόπων ἐποίει, ἵν’ ἅμα τε τὰ τακτικὰ μελετῷεν καὶ ἕτοιμοι πρὸς πάντα καὶ ἀνέκπληκτοι εἶεν. καὶ ὠνομάσθη μέν, ἐπειδὴ καὶ τὴν Νίσιβιν εἷλε καὶ τὰς Βάτνας, Παρθικός, πολλῷ δὲ μᾶλλον ἐπὶ τῇ τοῦ ὀπτίμου προσηγορίᾳ ἢ ταῖς ἄλλαις ξυμπάσαις, ἅτε καὶ τῶν τρόπων αὐτοῦ μᾶλλον ἢ τῶν ὅπλων οὔσῃ, ἐσεμνύνετο. διατρίβοντος δὲ αὐτοῦ ἐν Ἀντιοχείᾳ σεισμὸς ἐξαίσιος γίνεται· καὶ πολλαὶ μὲν ἔκαμον πόλεις, μάλιστα δὲ ἡ Ἀντιόχεια ἐδυστύχησεν. ἅτε γὰρ τοῦ Τραϊανοῦ ἐκεῖ χειμάζοντος, καὶ πολλῶν μὲν στρατιωτῶν πολλῶν δὲ ἰδιωτῶν κατά τε δίκας καὶ κατὰ πρεσβείας ἐμπορίαν τε καὶ θεωρίαν πανταχόθεν συμπεφοιτηκότων, οὔτε ἔθνος οὐδὲν οὔτε δῆμος οὐδεὶς ἀβλαβὴς ἐγένετο, καὶ οὕτως ἐν τῇ Ἀντιοχείᾳ πᾶσα ἡ οἰκουμένη ἡ ὑπὸ τοῖς Ῥωμαίοις οὖσα ἐσφάλη. ἐγένοντο μὲν οὖν καὶ κεραυνοὶ πολλοὶ καὶ ἀλλόκοτοι ἄνεμοι· ἀλλ’ οὔτι καὶ προσεδόκησεν ἄν τις ἐκ τούτων τοσαῦτα κακὰ γενήσεσθαι. πρῶτον μὲν γὰρ μύκημα ἐξαπίνης μέγα ἐβρυχήσατο, ἔπειτα βρασμὸς ἐπ’ αὐτῷ βιαιότατος ἐπεγένετο, καὶ ἄνω μὲν ἡ γῆ πᾶσα ἀνεβάλλετο, ἄνω δὲ καὶ τὰ οἰκοδομήματα ἀνεπήδα, καὶ τὰ μὲν ἀνέκαθεν ἐπαιρόμενα συνέπιπτε καὶ κατερρήγνυτο, τὰ δὲ καὶ δεῦρο καὶ ἐκεῖσε κλονούμενα ὥσπερ ἐν σάλῳ περιετρέπετο, καὶ ἐπὶ πολὺ καὶ τοῦ ὑπαίθρου προσκατελάμβανεν. ὅ τε κτύπος θραυομένων καὶ καταγνυμένων ξύλων ὁμοῦ κεράμων λίθων ἐκπληκτικώτατος ἐγίνετο, καὶ ἡ κόνις πλείστη ὅση ἠγείρετο, ὥστε μήτε ἰδεῖν τινὰ μήτε εἰπεῖν μήτ’ ἀκοῦσαί τι δύνασθαι. τῶν δὲ δὴ ἀνθρώπων πολλοὶ μὲν καὶ ἐκτὸς τῶν οἰκιῶν ὄντες ἐπόνησαν· ἀναβαλλόμενοί τε γὰρ καὶ ἀναρριπτούμενοι βιαίως, εἶθ’ ὥσπερ ἀπὸ κρημνοῦ φερόμενοι προσηράσσοντο, καὶ οἱ μὲν ἐπηροῦντο οἱ δὲ ἔθνησκον. καί τινα καὶ δένδρα αὐταῖς ῥίζαις ἀνέθορε. τῶν δὲ ἐν ταῖς οἰκίαις καταληφθέντων ἀνεξεύρετος ἀριθμὸς ἀπώλετο· παμπόλλους μὲν γὰρ καὶ αὐτὴ ἡ τῶν συμπιπτόντων ῥύμη ἔφθειρε, παμπληθεῖς δὲ καὶ τὰ χώματα ἔπνιξεν. ὅσοι δὲ δὴ μέρους τοῦ σώματός σφων ὑπὸ λίθων ἢ ξύλων κρατούμενοι ἔκειντο, δεινῶς ἐταλαιπώρησαν, μήτε ζῆν ἔτι μήτ’ ἀποθανεῖν αὐτίκα δυνάμενοι. |
| S237 | καὶ ἐσώθησαν γὰρ ὅμως καὶ ἐκ τούτων, ἅτε καὶ ἐν ἀμυθήτῳ πλήθει, συχνοί, οὐδὲ ἐκεῖνοι πάντες ἀπαθεῖς ὑπεχώρησαν. συχνοὶ μὲν γὰρ σκελῶν συχνοὶ δὲ ὤμων ἐστερήθησαν, ἄλλοι κεφαλῆς ....... ἄλλοι αἷμα ἤμουν, ὧν εἷς καὶ ὁ Πέδων ὁ ὕπατος ἐγένετο· καὶ εὐθύς τε γὰρ ἀπέθανε. συνελόντι δὲ εἰπεῖν, οὐδὲν τὸ παράπαν βιαίου πάθους τότε τοῖς ἀνθρώποις ἐκείνοις οὐ συνηνέχθη. καὶ ἐπὶ πολλὰς μὲν ἡμέρας καὶ νύκτας σείοντος τοῦ θεοῦ ἐν ἀπόροις καὶ ἀμηχάνοις ἦσαν οἱ ἄνθρωποι, οἱ μὲν ὑπὸ τῶν ἐρειπομένων οἰκοδομημάτων καταχωννύμενοι καὶ φθειρόμενοι, οἱ δὲ καὶ λιμῷ ἀπολλύμενοι, ὅσοις συνέβη ἐν διακένῳ τινί, τῶν ξύλων οὕτω κλιθέντων, ἢ καὶ ἐν ἁψιδοειδεῖ τινι μεταστυλίῳ σωθῆναι. καταστάντος δέ ποτε τοῦ κακοῦ θαρσήσας τις ἐπιβῆναι τῶν πεπτωκότων γυναικὸς ζώσης ᾔσθετο. αὕτη δὲ ἦν οὐ μόνη, ἀλλὰ καὶ βρέφος εἶχε, καὶ τρέφουσα τῷ γάλακτι καὶ ἑαυτὴν καὶ τὸ παιδίον ἀντήρκεσεν. ἐκείνην τε ἀνορύξαντες ἀνεσώσαντο μετὰ τοῦ τέκνου, κἀκ τούτου καὶ τἄλλα ἀνηρεύνων, ἐν οἷς ζῶντα μὲν οὐδένα ἔτι, πλὴν παιδίου πρὸς μαστῷ τὴν μητέρα καὶ τεθνηκυῖαν θηλάζοντος, εὑρεῖν ἠδυνήθησαν, τοὺς δὲ νεκροὺς ἐξέλκοντες οὐκέτ’ οὐδὲ ἐπὶ τῇ σφετέρᾳ σωτηρίᾳ ἔχαιρον. τοσαῦτα μὲν τότε πάθη τὴν Ἀντιόχειαν κατειλήφει· Τραϊανὸς δὲ διέφυγε μὲν διὰ θυρίδος ἐκ τοῦ οἰκήματος ἐν ᾧ ἦν, προσελθόντος αὐτῷ μείζονός τινος ἢ κατὰ ἄνθρωπον καὶ ἐξαγαγόντος αὐτόν, ὥστε μικρὰ ἄττα πληγέντα περιγενέσθαι, ὡς δ’ ἐπὶ πλείους ἡμέρας ὁ σεισμὸς ἐπεῖχεν, ὑπαίθριος ἐν τῷ ἱπποδρόμῳ διῆγεν. ἐσείσθη δὲ καὶ αὐτὸ τὸ Κάσιον οὕτως ὥστε τὰ ἄκρα αὐτοῦ καὶ ἐπικλίνεσθαι καὶ ἀπορρήγνυσθαι καὶ ἐς αὐτὴν τὴν πόλιν ἐσπίπτειν δοκεῖν. ὄρη τε ἄλλα ὑφίζησε, καὶ ὕδωρ πολὺ οὐκ ὂν μὲν πρότερον ἀνεφάνη, πολὺ δὲ καὶ ῥέον ἐξέλιπε. Τραϊανὸς δὲ ἐς τὴν τῶν πολεμίων ὑπὸ τὸ ἔαρ ἠπείχθη. ἐπεὶ δὲ ἡ χώρα ἡ πρὸς τῷ Τίγριδι ἄφορος ναυπηγησίμων ξύλων ἐστί, τὰ πλοῖα, ἃ ἐν ταῖς ὕλαις ταῖς περὶ τὴν Νίσιβιν ἐπεποίηντο, ἐπὶ τὸν ποταμὸν ἤγαγεν ἐφ’ ἁμάξαις· οὕτω γάρ πως κατεσκεύαστο ὥστε διαλύεσθαι καὶ συμπήγνυσθαι. καὶ ἔζευξεν αὐτὸν κατὰ τὸ Κάρδυνον ὄρος ἐπιπονώτατα· οἱ γὰρ βάρβαροι ἀντικαταστάντες ἐκώλυον. |
| S238 | ἀλλ’ ἦν γὰρ πολλὴ τῷ Τραϊανῷ καὶ τῶν νεῶν καὶ τῶν στρατιωτῶν περιουσία, αἱ μὲν ἐζεύγνυντο πολλῷ τάχει, αἱ δὲ πρὸ ἐκείνων ἀνεκώχευον ὁπλίτας τε καὶ τοξότας φέρουσαι, ἕτεραι δὲ ἔνθεν καὶ ἔνθεν ὡς διαβησόμεναι ἐπείρων. ἔκ τε οὖν τούτων καὶ ἐξ αὐτῆς τῆς ἐκπλήξεως τοῦ τοσαύτας ἅμα ναῦς ἀθρόας ἐξ ἠπείρου ἀξύλου ἀποφανῆναι ἐνέδοσαν οἱ βάρβαροι. καὶ ἐπεραιώθησαν οἱ Ῥωμαῖοι, καὶ τήν τε Ἀδιαβηνὴν ἅπασαν παρεστήσαντο (ἔστι δὲ τῆς Ἀσσυρίας τῆς περὶ Νίνον μέρος αὕτη, καὶ τά τε Ἄρβηλα καὶ τὰ Γαυγάμηλα, παρ’ οἷς ὁ Ἀλέξανδρος τὸν Δαρεῖον ἐνίκησε, ταῦτα τῆσδέ ἐστι· καί που καὶ Ἀτυρία διὰ τοῦτο βαρβαριστί, τῶν σίγμα ἐς τὸ ταῦ μεταπεσόντων, ἐκλήθη), καὶ μετὰ ταῦτα καὶ μέχρι τῆς Βαβυλῶνος αὐτῆς ἐχώρησαν κατὰ πολλὴν τῶν κωλυόντων αὐτοὺς ἐρημίαν, ἅτε καὶ τῆς τῶν Πάρθων δυνάμεως ἐκ τῶν ἐμφυλίων πολέμων ἐφθαρμένης καὶ τότε ἔτι στασιαζούσης. ἔνθα μέντοι τήν τε ἄσφαλτον εἶδε Τραϊανὸς ἐξ ἧς τὰ τείχη Βαβυλῶνος ᾠκοδόμητο (τοσαύτην γὰρ ἀσφάλειαν πλίνθοις ὀπταῖς ἢ καὶ λίθοις λεπτοῖς συμμιχθεῖσα παρέχεται ὥστε καὶ πέτρας καὶ σιδήρου παντὸς ἰσχυρότερα αὐτὰ ποιεῖν), καὶ τὸ στόμιον ἐθεάσατο ἐξ οὗ πνεῦμα δεινὸν ἀναδίδοται, ὥστε πᾶν μὲν ἐπίγειον ζῷον πᾶν δὲ πετεινὸν ἀποφθείρειν, εἰ καὶ ἐφ’ ὁποσονοῦν ὄσφροιτό τι αὐτοῦ. καὶ εἴπερ ἐπὶ πολὺ ἄνω ἐχώρει ἢ καὶ πέριξ ἐσκεδάννυτο, οὐδ’ ἂν ᾠκεῖτο ὁ χῶρος· νῦν δὲ αὐτὸ ἐν ἑαυτῷ ἀνακυκλούμενον κατὰ χώραν μένει. εἶδον ἐγὼ τοιοῦτον ἕτερον ἐν Ἱεραπόλει τῆς Ἀσίας, καὶ ἐπειράθην αὐτοῦ δι’ ὀρνέων, αὐτός τε ὑπερκύψας καὶ αὐτὸς ἰδὼν τὸ πνεῦμα· κατακέκλεισταί τε γὰρ ἐν δεξαμενῇ τινι, καὶ θέατρον ὑπὲρ αὐτοῦ ᾠκοδόμητο, φθείρει τε πάντα τὰ ἔμψυχα πλὴν τῶν ἀνθρώπων τῶν τὰ αἰδοῖα ἀποτετμημένων. οὐ μὴν καὶ τὴν αἰτίαν αὐτοῦ συννοῆσαι ἔχω, λέγω δὲ ἅ τε εἶδον ὡς εἶδον καὶ ἃ ἤκουσα ὡς ἤκουσα. Τραϊανὸς δὲ ἐβουλεύσατο μὲν τὸν Εὐφράτην κατὰ διώρυχα ἐς τὸν Τίγριν εἰσαγαγεῖν, ἵνα τὰ πλοῖα δι’ αὐτῆς κατελθόντα τὴν γέφυραν αὐτῷ ποιῆσαι παράσχῃ· μαθὼν δὲ ὅτι πολὺ ὑψηλότερος τοῦ Τίγριδός ἐστι, τοῦτο μὲν οὐκ ἔπραξε, φοβηθεὶς μὴ καὶ ἄπλουν τὸν Εὐφράτην ἀπεργάσηται ἀθρόου τοῦ ῥεύματος ἐς τὸ κάταντες φερομένου, ὑπερενεγκὼν δὲ τὰ πλοῖα ὁλκοῖς διὰ τοῦ μέσου τῶν ποταμῶν ἐλαχίστου ὄντος (τὸ γὰρ ῥεῦμα τὸ τοῦ Εὐφράτου πᾶν ἔς θ’ ἕλος ἐκπίπτει καὶ ἐκεῖθέν πως τῷ Τίγριδι συμμίγνυται) τὸν Τίγριν ἐπεραιώθη, καὶ ἐς τὴν Κτησιφῶντα εἰσῆλθε, παραλαβών τε αὐτὴν αὐτοκράτωρ ἐπωνομάσθη καὶ τὴν ἐπίκλησιν τοῦ Παρθικοῦ ἐβεβαιώσατο. |
| S239 | ἐψηφίσθη δὲ αὐτῷ παρὰ τῆς βουλῆς τά τε ἄλλα, καὶ νικητήρια ὅσα ἐθελήσει διεορτάσαι. ἑλὼν δὲ τὴν Κτησιφῶντα ἐπεθύμησεν ἐς τὴν Ἐρυθρὰν θάλασσαν καταπλεῦσαι. αὕτη δὲ τοῦ τε ὠκεανοῦ μοῖρά ἐστι, καὶ ἀπό τινος ἐνδυναστεύσαντός ποτε ἐν αὐτῇ οὕτω κέκληται. καὶ τὴν μὲν νῆσον τὴν ἐν τῷ Τίγριδι τὴν Μεσήνην, ἧς Ἀθάμβηλος ἐβασίλευεν, ἀπόνως ᾠκειώσατο, ὑπὸ δὲ δὴ χειμῶνος τῆς τε τοῦ Τίγριδος ὀξύτητος καὶ τῆς τοῦ ὠκεανοῦ ἀναρροίας ἐκινδύνευσε. καὶ οἱ τὸν χάρακα δὲ τὸν Σπασίνου καλούμενον οἰκοῦντες (ἐν δὲ δὴ τῇ τοῦ Ἀθαμβήλου ἐπικρατείᾳ ἦσαν) φιλικῶς αὐτὸν ὑπεδέξαντο. κἀντεῦθεν ἐπ’ αὐτὸν τὸν ὠκεανὸν ἐλθών, τήν τε φύσιν αὐτοῦ καταμαθὼν καὶ πλοῖόν τι ἐς Ἰνδίαν πλέον ἰδών, εἶπεν ὅτι “πάντως ἂν καὶ ἐπὶ τοὺς Ἰνδούς, εἰ νέος ἔτι ἦν, ἐπεραιώθην.” Ἰνδούς τε γὰρ ἐνενόει, καὶ τὰ ἐκείνων πράγματα ἐπολυπραγμόνει, τόν τε Ἀλέξανδρον ἐμακάριζεν. καὶ ἔλεγε καὶ ἐκείνου περαιτέρω προκεχωρηκέναι, καὶ τοῦτο καὶ τῇ βουλῇ ἐπέστειλε, μὴ δυνηθεὶς μηδὲ ἃ κεχείρωτο σῶσαι. καὶ ἐπ’ αὐτῷ ἄλλα τε ἔλαβε, καὶ ἐπινίκια ὅσων ἂν ἐθελήσῃ ἐθνῶν πέμψαι· διὰ γὰρ τὸ πλῆθος τῶν ἀεί σφισι γραφομένων οὔτε συνεῖναί τινα αὐτῶν οὔτε ὀνομάσαι καλῶς ἐδύναντο. καὶ οἱ μὲν ἁψῖδα αὐτῷ τροπαιοφόρον πρὸς πολλοῖς ἄλλοις ἐν αὐτῇ τῇ ἀγορᾷ αὐτοῦ παρεσκεύαζον, καὶ ἡτοιμάζοντο ὡς πορρωτέρω ἀπαντήσοντες εἰ ἐπανίοι· ἔμελλε δὲ ἄρα μήτε ἐς τὴν Ῥώμην ἔτι ἀφίξεσθαι μήτε ἄξιόν τι τῶν προκατειργασμένων πράξειν, καὶ προσέτι καὶ αὐτὰ ἐκεῖνα ἀπολέσειν. ἐν γὰρ τῷ χρόνῳ ἐν ᾧ ἐπὶ τὸν ὠκεανὸν κατέπλει καὶ ἐκεῖθεν αὖθις ἀνεκομίζετο, πάντα τὰ ἑαλωκότα ἐταράχθη καὶ ἀπέστη, καὶ τοὺς παρὰ σφίσιν ἕκαστοι φρουροὺς οἱ μὲν ἐξέβαλλον οἱ δ’ ἀπεκτίννυσαν. μαθὼν δὲ ταῦτα ὁ Τραϊανὸς ἐν πλοίῳ (καὶ γὰρ ἐκεῖσε ἦλθε κατά τε τὴν φήμην, ἧς οὐδὲν ἄξιον εἶδεν ὅ τι μὴ χώματα καὶ μύθους καὶ ἐρείπια, καὶ διὰ τὸν Ἀλέξανδρον, ᾧ καὶ ἐνήγισεν ἐν τῷ οἰκήματι ἐν ᾧ ἐτετελευτήκει)—μαθὼν δὲ ταῦτα τόν τε Λούσιον καὶ τὸν Μάξιμον ἐπὶ τοὺς ἀφεστηκότας ἔπεμψε. |
| S240 | καὶ οὗτος μὲν ἀπέθανεν ἡττηθεὶς μάχῃ, Λούσιος δὲ ἄλλα τε πολλὰ κατώρθωσε καὶ τὴν Νίσιβιν ἀνέλαβε, τήν τε Ἔδεσαν ἐξεπολιόρκησε καὶ διέφθειρε καὶ ἐνέπρησε. ἑάλω δὲ καὶ ἡ Σελεύκεια πρός τε Ἐρυκίου Κλάρου καὶ πρὸς Ἰουλίου Ἀλεξάνδρου ὑποστρατήγων, καὶ ἐκαύθη. Τραϊανὸς δὲ φοβηθεὶς μὴ καὶ οἱ Πάρθοι τι νεοχμώσωσι, βασιλέα αὐτοῖς ἴδιον δοῦναι ἠθέλησε, καὶ ἐς Κτησιφῶντα ἐλθὼν συνεκάλεσεν ἐς πεδίον τι μέγα πάντας μὲν τοὺς Ῥωμαίους πάντας δὲ τοὺς Πάρθους τοὺς ἐκεῖ τότε ὄντας, καὶ ἐπὶ βῆμα ὑψηλὸν ἀναβάς, καὶ μεγαληγορήσας ὑπὲρ ὧν καὶ κατειργάσατο, Παρθαμασπάτην τοῖς Πάρθοις βασιλέα ἀπέδειξε, τὸ διάδημα αὐτῷ ἐπιθείς. μετὰ δὲ ταῦτα ἐς τὴν Ἀρραβίαν ἦλθε, καὶ τοῖς Ἀγαρηνοῖς, ἐπειδὴ καὶ αὐτοὶ ἀφειστήκεσαν, ἐπεχείρησε. καὶ ἔστι μὲν οὔτε μεγάλη οὔτε εὐδαίμων ἡ πόλις· ἡ τε πέριξ χώρα ἔρημος ἐπὶ πλεῖστόν ἐστι, καὶ οὔθ’ ὕδωρ, ὅ τι μὴ βραχὺ καὶ τοῦτο δυσχερές, οὔτε ξύλον οὔτε χιλὸν ἴσχει. καὶ πρός τε αὐτῶν τούτων, ἀδύνατον τὴν προσεδρείαν πλήθει ποιούντων, πρός τε τοῦ Ἡλίου, ᾧπέρ που καὶ ἀνάκειται, ῥύεται· οὔτε γὰρ ὑπὸ Τραϊανοῦ τότε οὔτε ὑπὸ Σεβήρου ὕστερον ἥλω, καίτοι καὶ καταβαλόντων μέρη τινὰ τοῦ τείχους αὐτῆς. Τραϊανὸς δὲ τούς τε ἱππέας πρὸς τὸ τεῖχος προπέμψας ἐσφάλη, ὥστε καὶ ἐς τὸ στρατόπεδον αὐτοὺς ἐσαρραχθῆναι, καὶ αὐτὸς παριππεύσας βραχυτάτου ἐδέησε τρωθῆναι, καίπερ τὴν βασιλικὴν στολὴν ἀποθέμενος ἵνα μὴ γνωρισθῇ. τῆς δὲ πολιᾶς αὐτοῦ τὸ γαῦρον καὶ τὸ σεμνοπρεπὲς τοῦ προσώπου ἰδόντες ὑπετόπησάν τε εἶναι ὃς ἦν, καὶ ἐπετόξευσαν αὐτῷ, καὶ ἱππέα τινὰ τῶν συνόντων οἱ ἀπέκτειναν. ἐγένοντο δὲ βρονταί, καὶ ἴριδες ὑπεφαίνοντο, ἀστραπαί τε καὶ ζάλη χάλαζα καὶ κεραυνοὶ τοῖς Ῥωμαίοις ἐνέπιπτον, ὁπότε προσβάλοιεν. καὶ ὁπότε οὖν δειπνοῖεν, μυῖαι τοῖς βρώμασι καὶ τοῖς πόμασι προσιζάνουσαι δυσχερείας ἅπαντα ἐνεπίμπλων. |
| S241 | καὶ Τραϊανὸς μὲν ἐκεῖθεν οὕτως ἀπῆλθε, καὶ οὐ πολλῷ ὕστερον ἀρρωστεῖν ἤρχετο· καὶ ἐν τούτῳ οἱ κατὰ Κυρήνην Ἰουδαῖοι, Ἀνδρίαν τινὰ προστησάμενοί σφων, τούς τε Ῥωμαίους καὶ τοὺς Ἕλληνας ἔφθειρον, καὶ τάς τε σάρκας αὐτῶν ἐσιτοῦντο καὶ τὰ ἔντερα ἀνεδοῦντο τῷ τε αἵματι ἠλείφοντο καὶ τὰ ἀπολέμματα ἐνεδύοντο, πολλοὺς δὲ καὶ μέσους ἀπὸ κορυφῆς διέπριον· θηρίοις ἑτέρους ἐδίδοσαν, καὶ μονομαχεῖν ἄλλους ἠνάγκαζον, ὥστε τὰς πάσας δύο καὶ εἴκοσι μυριάδας ἀπολέσθαι. ἔν τε Αἰγύπτῳ πολλὰ ἔδρασαν ὅμοια καὶ ἐν τῇ Κύπρῳ, ἡγουμένου τινός σφισιν Ἀρτεμίωνος· καὶ ἀπώλοντο καὶ ἐκεῖ μυριάδες τέσσαρες καὶ εἴκοσι. καὶ διὰ τοῦτ’ οὐδενὶ Ἰουδαίῳ ἐπιβῆναι αὐτῆς ἔξεστιν, ἀλλὰ κἂν ἀνέμῳ τις βιασθεὶς εἰς τὴν νῆσον ἐκπέσῃ θανατοῦται. ἀλλ’ Ἰουδαίους μὲν ἄλλοι τε καὶ Λούσιος ὑπὸ Τραϊανοῦ πεμφθεὶς κατεστρέψαντο. Τραϊανὸς δὲ παρεσκευάζετο μὲν αὖθις ἐς τὴν Μεσοποταμίαν στρατεῦσαι, ὡς δὲ τῷ νοσήματι ἐπιέζετο, αὐτὸς μὲν ἐς τὴν Ἰταλίαν ὥρμησε πλεῖν, Πόπλιον δὲ Αἴλιον Ἀδριανὸν ἐν τῇ Συρίᾳ κατέλιπε μετὰ τοῦ στρατοῦ. οὕτω μὲν οἱ Ῥωμαῖοι τῆς τε Ἀρμενίας καὶ τῆς Μεσοποταμίας τῆς πλείονος τῶν τε Πάρθων κρατήσαντες μάτην ἐπόνησαν καὶ μάτην ἐκινδύνευσαν· καὶ γὰρ καὶ οἱ Πάρθοι τὸν Παρθαμασπάτην ἀπαξιώσαντες ἐν τῷ σφετέρῳ τρόπῳ ἤρξαντο βασιλεύεσθαι. ἐνόσησε δὲ Τραϊανός, ὡς μὲν αὐτὸς ὑπώπτευσεν, ἐκ φαρμάκου λήψεως, ὡς δέ τινες λέγουσιν, ἐπισχεθέντος αὐτῷ τοῦ αἵματος ὃ κατ’ ἔτος κάτω διεχώρει· ἐγένετο μὲν γὰρ καὶ ἀπόπληκτος, ὥστε καὶ τοῦ σώματός τι παρεθῆναι, τὸ δ’ ὅλον ὑδρωπίασε. καὶ ἐς Σελινοῦντα τῆς Κιλικίας ἐλθών, ἣν δὴ καὶ Τραϊανούπολιν καλοῦμεν, ἐξαίφνης ἀπέψυξε, μοναρχήσας ἔτη δεκαεννέα καὶ μῆνας ἓξ ἡμέρας τε πεντεκαίδεκα. ΑΔΡΙΑΝΟΣ. |
| S242 (8t) | Ἀδριανὸς δὲ ὑπὸ μὲν Τραϊανοῦ οὐκ ἐσεποιήθη· ἦν μὲν γὰρ πολίτης αὐτοῦ καὶ ἐπετροπεύθη ὑπ’ αὐτοῦ, γένους θ’ οἱ ἐκοινώνει καὶ ἀδελφιδῆν αὐτοῦ ἐγεγαμήκει, τό τε σύμπαν συνῆν αὐτῷ καὶ συνδιῃτᾶτο, τῇ τε Συρίᾳ ἐπὶ τῷ Παρθικῷ πολέμῳ προσετάχθη, οὐ μέντοι οὔτ’ ἄλλο τι ἐξαίρετον παρ’ αὐτοῦ ἔλαβεν οὔθ’ ὕπατος ἐν πρώτοις ἐγένετο, ἀλλὰ καὶ Καίσαρα αὐτὸν καὶ αὐτοκράτορα τοῦ Τραϊανοῦ ἄπαιδος μεταλλάξαντος ὅ τε Ἀττιανὸς πολίτης αὐτοῦ ὢν καὶ ἐπίτροπος γεγονώς, καὶ ἡ Πλωτῖνα ἐξ ἐρωτικῆς φιλίας, πλησίον τε ὄντα καὶ δύναμιν πολλὴν ἔχοντα ἀπέδειξαν. ὁ γὰρ πατήρ μου Ἀπρωνιανός, τῆς Κιλικίας ἄρξας, πάντα τὰ κατ’ αὐτὸν ἐμεμαθήκει σαφῶς, ἔλεγε δὲ τά τε ἄλλα ὡς ἕκαστα, καὶ ὅτι ὁ θάνατος τοῦ Τραϊανοῦ ἡμέρας τινὰς διὰ τοῦτο συνεκρύφθη ἵν’ ἡ ποίησις προεκφοιτήσοι. ἐδηλώθη δὲ τοῦτο καὶ ἐκ τῶν πρὸς τὴν βουλὴν γραμμάτων αὐτοῦ· ταῖς γὰρ ἐπιστολαῖς οὐκ αὐτὸς ἀλλ’ ἡ Πλωτῖνα ὑπέγραψεν, ὅπερ ἐπ’ οὐδενὸς ἄλλου ἐπεποιήκει. ἦν δέ, ὅτε ἀνηγορεύθη αὐτοκράτωρ, Ἀδριανὸς ἐν τῇ μητροπόλει Συρίας Ἀντιοχείᾳ, ἧς ἦρχεν· ἐδόκει δὲ ὄναρ πρὸ τῆς ἡμέρας ἐκείνης πῦρ ἐκ τοῦ οὐρανοῦ, ἔν τε αἰθρίᾳ καὶ ἐν εὐδίᾳ πολλῇ, ἐς τὴν ἀριστερὰν αὐτοῦ σφαγὴν ἐμπεσεῖν, ἔπειτα καὶ ἐπὶ τὴν δεξιὰν παρελθεῖν, μήτε ἐκφοβῆσαν αὐτὸν μήτε βλάψαν. ἔγραψε δὲ πρὸς τὴν βουλὴν ὁ Ἀδριανὸς ἀξιῶν βεβαιωθῆναι αὑτῷ τὴν ἡγεμονίαν καὶ παρ’ ἐκείνης, καὶ ἀπαγορεύων μηδὲν αὐτῷ μήτε τότε μήτε ἄλλοτε τιμὴν δή τινα φέρον, οἷα εἰώθει γίγνεσθαι, ψηφισθῆναι, πλὴν ἄν τι αὐτός ποτε ἀξιώσῃ. |
| S243 | τὰ δὲ τοῦ Τραϊανοῦ ὀστᾶ ἐν τῷ κίονι αὐτοῦ κατετέθη, καὶ αἱ θέαι αἱ Παρθικαὶ ὀνομασθεῖσαι ἐπὶ πολλὰ ἔτη ἐγένοντο· ὕστερον γὰρ καὶ αὕτη, ὥσπερ καὶ ἄλλα πολλά, κατελύθη. Ἀδριανὸς δέ, καίτοι φιλανθρωπότατα ἄρξας, ὅμως διά τινας φόνους ἀρίστων ἀνδρῶν, οὓς ἐν ἀρχῇ τε τῆς ἡγεμονίας καὶ πρὸς τῇ τελευτῇ τοῦ βίου πεποίητο, διεβλήθη, καὶ ὀλίγου διὰ ταῦτ’ οὐδὲ εἰς τοὺς ἥρωας ἀνεγράφη. καὶ οἱ μὲν ἐν τῇ ἀρχῇ φονευθέντες Πάλμος τε καὶ Κέλσος Νιγρῖνός τε καὶ Λούσιος ἦσαν, οἱ μὲν ὡς ἐν θήρᾳ δῆθεν ἐπιβεβουλευκότες αὐτῷ, οἱ δὲ ἐφ’ ἑτέροις δή τισιν ἐγκλήμασιν, οἷα μεγάλα δυνάμενοι καὶ πλούτου καὶ δόξης εὖ ἥκοντες· ἐφ’ οἷς Ἀδριανὸς οὕτω τῶν λογοποιουμένων ᾔσθετο ὥστε καὶ ἀπελογήσατο καὶ ἐπώμοσε μὴ κεκελευκέναι ἀποθανεῖν αὐτούς. οἱ δὲ ἐν τῇ τελευτῇ Σερουιανός τε ὑπῆρχον καὶ ὁ ἔγγονος αὐτοῦ Φοῦσκος. ἦν δὲ Ἀδριανὸς γένος μὲν Ἀδριανοῦ Ἄφρου υἱός, φύσει δὲ φιλολόγος ἐν ἑκατέρᾳ τῇ γλώσσῃ· καί τινα πεζὰ καὶ ἐν ἔπεσι ποιήματα παντοδαπὰ καταλέλοιπε. φιλοτιμίᾳ τε γὰρ ἀπλήστῳ ἐχρῆτο, καὶ κατὰ τοῦτο καὶ τἄλλα πάντα καὶ τὰ βραχύτατα ἐπετήδευε· καὶ γὰρ ἔπλασσε καὶ ἔγραφε καὶ οὐδὲν ὅ τι οὐκ εἰρηνικὸν καὶ πολεμικὸν καὶ βασιλικὸν καὶ ἰδιωτικὸν εἰδέναι ἔλεγε. ἐκ τούτου καὶ τῶν ἔν τινι προεχόντων πολλοὺς μὲν καθεῖλε συχνοὺς δὲ καὶ ἀπώλεσε, βουλόμενος πάντων ἐν πᾶσι περιεῖναι. κἀκ τούτου καὶ τὸν Φαβωρῖνον τὸν Γαλάτην τόν τε Διονύσιον τὸν Μιλήσιον τοὺς σοφιστὰς καταλύειν ἐπεχείρει τῷ τοὺς ἀνταγωνιστάς σφων ἐξαίρειν· ὅτε Διονύσιος πρὸς τὸν Ἀουίδιον Ἡλιόδωρον, τὸν τὰς ἐπιστολὰς αὐτοῦ διαγαγόντα, εἰπεῖν λέγεται ὅτι “Καῖσαρ χρήματα μέν σοι καὶ τιμὴν δοῦναι δύναται, ῥήτορα δέ σε ποιῆσαι οὐ δύναται.” καὶ ὁ Φαβωρῖνος μέλλων παρ’ αὐτῷ περὶ τῆς ἀτελείας ἣν ἐν τῇ πατρίδι ἔχειν ἠξίου δικάσασθαι, ὑποτοπήσας καὶ ἐλαττωθήσεσθαι καὶ προσυβρισθήσεσθαι, ἐσῆλθε μὲν ἐς τὸ δικαστήριον, εἶπε δὲ οὐδὲν ἄλλο ἢ ὅτι “ὁ διδάσκαλός μου ὄναρ τῆς νυκτὸς ταύτης ἐπιστάς μοι ἐκέλευσε λειτουργεῖν τῇ πατρίδι ὡς καὶ ἐκείνῃ γεγενημένον. |
| S244 | ” Ἀδριανὸς δὲ τούτων μέν, καίπερ ἀχθεσθείς σφισιν, ἐφείσατο, μηδεμίαν εὔλογον ὀλέθρου κατ’ αὐτῶν ἀφορμὴν λαβών· τὸν δ’ Ἀπολλόδωρον τὸν ἀρχιτέκτονα τὸν τὴν ἀγορὰν καὶ τὸ ᾠδεῖον τό τε γυμνάσιον, τὰ τοῦ Τραϊανοῦ ποιήματα, ἐν τῇ Ῥώμῃ κατασκευάσαντα τὸ μὲν πρῶτον ἐφυγάδευσεν, ἔπειτα δὲ καὶ ἀπέκτεινε, λόγῳ μὲν ὡς πλημμελήσαντά τι, τὸ δ’ ἀληθὲς ὅτι τοῦ Τραϊανοῦ κοινουμένου τι αὐτῷ περὶ τῶν ἔργων εἶπε τῷ Ἀδριανῷ παραλαλήσαντί τι ὅτι “ἄπελθε καὶ τὰς κολοκύντας γράφε· τούτων γὰρ οὐδὲν ἐπίστασαι.” ἐτύγχανε δὲ ἄρα τότε ἐκεῖνος τοιούτῳ τινὶ γράμματι σεμνυνόμενος. αὐτοκρατορεύσας οὖν τότε ἐμνησικάκησε καὶ τὴν παρρησίαν αὐτοῦ οὐκ ἤνεγκε. αὐτὸς μὲν γὰρ τοῦ τῆς Ἀφροδίτης τῆς τε Ῥώμης ναοῦ τὸ διάγραμμα αὐτῷ πέμψας, δι’ ἔνδειξιν ὅτι καὶ ἄνευ ἐκείνου μέγα ἔργον γίγνεσθαι δύναται, ἤρετο εἰ εὖ ἔχοι τὸ κατασκεύασμα· ὁ δ’ ἀντεπέστειλε περί τε τοῦ ναοῦ [καὶ] ὅτι καὶ μετέωρον αὐτὸν καὶ ὑπεκκεκενωμένον γενέσθαι ἐχρῆν, ἵν’ εἴς τε τὴν ἱερὰν ὁδὸν ἐκφανέστερος ἐξ ὑψηλοτέρου εἴη καὶ ἐς τὸ κοῖλον τὰ μηχανήματα ἐσδέχοιτο, ὥστε καὶ ἀφανῶς συμπήγνυσθαι καὶ ἐξ οὐ προειδότος ἐς τὸ θέατρον ἐσάγεσθαι, καὶ περὶ τῶν ἀγαλμάτων ὅτι μείζονα ἢ κατὰ τὸν τοῦ ὕψους τοῦ μεγάρου λόγον ἐποιήθη· “ἂν γὰρ αἱ θεαί” ἔφη “ἐξαναστήσεσθαί τε καὶ ἐξελθεῖν ἐθελήσωσιν, οὐ δυνηθήσονται.” ταῦτα γὰρ ἄντικρυς αὐτοῦ γράψαντος καὶ ἠγανάκτησε καὶ ὑπερήλγησεν ὅτι καὶ ἐς ἀδιόρθωτον ἁμαρτίαν ἐπεπτώκει, καὶ οὔτε τὴν ὀργὴν οὔτε τὴν λύπην κατέσχεν, ἀλλ’ ἐφόνευσεν αὐτόν. καὶ οὕτω γε τοιοῦτος ἦν ὡς καὶ τὸν Ὅμηρον καταλύων Ἀντίμαχον ἀντ’ αὐτοῦ εἰσάγειν, οὗ μηδὲ τὸ ὄνομα πολλοὶ πρότερον ἠπίσταντο. ᾐτιῶντο μὲν δὴ ταῦτά τε αὐτοῦ καὶ τὸ πάνυ ἀκριβὲς τό τε περίεργον καὶ τὸ πολύτροπον· ἐθεράπευε δὲ αὐτὰ καὶ ἀνελάμβανε τῇ τε ἄλλῃ ἐπιμελείᾳ καὶ προνοίᾳ καὶ μεγαλοπρεπείᾳ καὶ δεξιότητι, καὶ τῷ μήτε τινὰ πόλεμον ταράξαι καὶ τοὺς ὄντας παῦσαι, μήτε τινὸς χρήματα ἀδίκως ἀφελέσθαι, καὶ πολλοῖς πολλά, καὶ δήμοις καὶ ἰδιώταις καὶ βουλευταῖς τε καὶ ἱππεῦσι, χαρίσασθαι. οὐδὲ γὰρ ἀνέμενεν αἰτηθῆναί τι, ἀλλὰ πάνυ πάντα πρὸς τὴν ἑκάστου χρείαν ἐποίει. |
| S245 | καὶ τά τε στρατιωτικὰ ἀκριβέστατα ἤσκησεν, ὥστ’ ἰσχύοντα μήτ’ ἀπειθεῖν μήτε ὑβρίζειν, καὶ τὰς πόλεις τάς τε συμμαχίδας καὶ τὰς ὑπηκόους μεγαλοπρεπέστατα ὠφέλησε. πολλὰς μὲν γὰρ καὶ εἶδεν αὐτῶν, ὅσας οὐδεὶς ἄλλος αὐτοκράτωρ, πάσαις δὲ ὡς εἰπεῖν ἐπεκούρησε, ταῖς μὲν ὕδωρ ταῖς δὲ λιμένας σῖτόν τε καὶ ἔργα καὶ χρήματα καὶ τιμὰς ἄλλαις ἄλλας διδούς. ἦγε δὲ καὶ τὸν δῆμον τῶν Ῥωμαίων ἐμβριθῶς μᾶλλον ἢ θωπευτικῶς· καί ποτε ἰσχυρῶς αἰτοῦντί 〈τι〉 ἐν ὁπλομαχίᾳ οὔτε ἔνειμε, καὶ προσέτι ἐκέλευσε τοῦτο δὴ τὸ τοῦ Δομιτιανοῦ κηρυχθῆναι “σιωπήσατε.” οὐκ ἐλέχθη μὲν γάρ· ὁ γὰρ κῆρυξ ἀνατείνας τὴν χεῖρα καὶ ἐξ αὐτοῦ τούτου ἡσυχάσας, ὥσπερ εἰώθασι ποιεῖν (οὐ γὰρ ἔστιν ὁπότε ὑπὸ κηρύγματος σιγάζονται), ἐπειδὴ ἐσιώπησαν, ἔφη “τοῦτο θέλει.” καὶ οὐχ ὅτι τινὰ ὀργὴν τῷ κήρυκι ἔσχεν, ἀλλὰ καὶ ἐτίμησεν αὐτὸν ὅτι τὴν δυσχέρειαν τοῦ κελεύσματος οὐκ ἐξέφηνεν. ἔφερε γὰρ τὰ τοιαῦτα, καὶ οὐκ ἠγανάκτει εἴ τι καὶ παρὰ γνώμην καὶ πρὸς τῶν τυχόντων ὠφελοῖτο. ἀμέλει γυναικὸς παριόντος αὐτοῦ ὁδῷ τινι δεομένης, τὸ μὲν πρῶτον εἶπεν αὐτῇ ὅτι “οὐ σχολάζω”, ἔπειτα ὡς ἐκείνη ἀνακραγοῦσα ἔφη “καὶ μὴ βασίλευε”, ἐπεστράφη τε καὶ λόγον αὐτῇ ἔδωκεν. ἔπραττε δὲ καὶ διὰ τοῦ βουλευτηρίου πάντα τὰ μεγάλα καὶ ἀναγκαιότατα, καὶ ἐδίκαζε μετὰ τῶν πρώτων τοτὲ μὲν ἐν τῷ παλατίῳ τοτὲ δὲ ἐν τῇ ἀγορᾷ τῷ τε Πανθείῳ καὶ ἄλλοθι πολλαχόθι, ἀπὸ βήματος, ὥστε δημοσιεύεσθαι τὰ γιγνόμενα. καὶ τοῖς ὑπάτοις ἔστιν ὅτε δικάζουσι συνεγίγνετο, ἔν τε ταῖς ἱπποδρομίαις αὐτοὺς ἐτίμα. καὶ οἴκαδε ἀνακομιζόμενος ἐν φορείῳ ἐφέρετο, ὅπως μηδένα συνακολουθοῦντά οἱ ἐνοχλοίη. ἐν δὲ ταῖς μήτε ἱεραῖς μήτε δημοσίοις ἡμέραις οἴκοι ἔμενε, καὶ οὐδ’ ἕνα οὐδ’ ὅσον ἀσπάσασθαι προσεδέχετο, εἰ μή τι ἀναγκαῖον εἴη, ἵνα μὴ πάνυ ταλαιπωροῖντο. ἀεί τε περὶ ἑαυτὸν καὶ ἐν τῇ Ῥώμῃ καὶ ἔξω τοὺς ἀρίστους εἶχε, καὶ συνῆν σφισι καὶ ἐν τοῖς συμποσίοις, καὶ διὰ τοῦτο καὶ τέταρτος πολλάκις ὠχεῖτο. ἐθήρα δὲ ὁσάκις ἐνεδέχετο, καὶ ἠρίστα ἄνευ οἴνου· ἔπειτα μετὰ πάντων τῶν πρώτων καὶ ἀρίστων ἐδείπνει, καὶ ἦν αὐτῷ τὸ συσσίτιον παντοδαπῶν λόγων πλῆρες. τούς τε πάνυ νοσοῦντας φίλους ἐπεσκέπτετο, καὶ ἑορτάζουσί σφισι συνδιῃτᾶτο, τοῖς τε ἀγροῖς καὶ ταῖς οἰκίαις αὐτῶν ἡδέως ἐχρῆτο· ὅθεν καὶ εἰκόνας πολλοῖς μὲν ἀποθανοῦσι πολλοῖς δὲ καὶ ζῶσιν ἐς τὴν ἀγορὰν ἔστησεν. |
| S246 | οὐ μέντοι οὔτε ἐξύβρισέ τις αὐτῶν οὔτ’ ἀπέδοτό τι οὔθ’ ὧν ἔλεγεν οὔθ’ ὧν ἔπραττεν, οἷα οἵ τε Καισάρειοι καὶ οἱ ἄλλοι οἱ περὶ τοὺς αὐτοκράτορας ἔχοντες ποιεῖν εἰώθασι. ταῦτα περί γε τοῦ τρόπου, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, προείρηκα· λέξω δὲ καὶ τὰ καθ’ ἕκαστον, ὅσα ἀναγκαῖόν ἐστι μνημονεύεσθαι. ἐλθὼν γὰρ ἐς τὴν Ῥώμην ἀφῆκε τὰ ὀφειλόμενα τῷ τε βασιλικῷ καὶ τῷ δημοσίῳ τῷ τῶν Ῥωμαίων, ἑκκαιδεκαετῆ ὁρίσας χρόνον ἀφ’ οὗ τε καὶ μέχρις οὗ τηρηθήσεσθαι τοῦτ’ ἔμελλεν. ἔν τε τοῖς ἑαυτοῦ γενεθλίοις προῖκα τῷ δήμῳ τὴν θέαν ἀπένειμε καὶ θηρία πολλὰ ἀπέκτεινεν, ὥστε ἐφάπαξ καὶ λέοντας ἑκατὸν καὶ λεαίνας ἴσας πεσεῖν, καὶ δῶρα διὰ σφαιρίων καὶ ἐν τῷ θεάτρῳ καὶ ἐν τῷ ἱπποδρόμῳ χωρὶς μὲν τοῖς ἀνδράσι χωρὶς δὲ ταῖς γυναιξὶ διέρριψε· καὶ γὰρ λούεσθαι χωρὶς ἀλλήλων αὐτοῖς προσέταξεν. ἐν μὲν τῷ ἔτει ἐκείνῳ ταῦτά τε ἐγένετο καὶ ὁ Εὐφράτης ὁ φιλόσοφος ἀπέθανεν ἐθελοντής, ἐπιτρέψαντος αὐτῷ καὶ τοῦ Ἀδριανοῦ κώνειον καὶ διὰ τὸ γῆρας καὶ διὰ τὴν νόσον πιεῖν. Ἀδριανὸς δὲ ἄλλην ἀπ’ ἄλλης διαπορευόμενος ἐπαρχίαν, τάς τε χώρας καὶ τὰς πόλεις ἐπισκεπτόμενος, καὶ πάντα τὰ φρούρια καὶ τὰ τείχη περισκοπῶν τὰ μὲν ἐς ἐπικαιροτέρους τόπους μεθίστη, τὰ δὲ ἔπαυε, τὰ δὲ προσκαθίστατο, αὐτὸς πάντα ἁπλῶς, οὐχ ὅπως τὰ κοινὰ τῶν στρατοπέδων, ὅπλα λέγω καὶ μηχανὰς καὶ τάφρους καὶ περιβόλους καὶ χαρακώματα, ἀλλὰ καὶ τὰ ἴδια ἑνὸς ἑκάστου, καὶ τῶν ἐν τῷ τεταγμένῳ στρατευομένων καὶ τῶν ἀρχόντων αὐτῶν, τοὺς βίους τὰς οἰκήσεις τοὺς τρόπους, καὶ ἐφορῶν καὶ ἐξετάζων· καὶ πολλά γε ἐς τὸ ἁβρότερον ἐκδεδιῃτημένα καὶ κατεσκευασμένα καὶ μετερύθμισε καὶ μετέσκαψεν. ἐγύμναζέ τε αὐτοὺς πρὸς πᾶν εἶδος μάχης, καὶ τοὺς μὲν ἐτίμα τοὺς δὲ ἐνουθέτει, πάντας δὲ ἐδίδασκεν ἃ χρὴ ποιεῖν. καὶ ὅπως γε καὶ ὁρῶντες αὐτὸν ὠφελοῖντο, σκληρᾷ τε πανταχοῦ τῇ διαίτῃ ἐχρῆτο, καὶ ἐβάδιζεν ἢ καὶ ἵππευε πάντα, οὐδ’ ἔστιν ὁπότε εἴτε ὀχήματος τότε γε εἴτε τετρακύκλου ἐπέβη· οὐδὲ τὴν κεφαλὴν οὐκ ἐν θάλπει, οὐκ ἐν ῥίγει ἐκαλύφθη, ἀλλὰ καὶ ἐν ταῖς χιόσι ταῖς Κελτικαῖς καὶ ἐν τοῖς καύμασι τοῖς Αἰγυπτιακοῖς γυμνῇ αὐτῇ περιῄει. |
| S247 | συνελόντι τε εἰπεῖν, οὕτω καὶ τῷ ἔργῳ καὶ τοῖς παραγγέλμασι πᾶν τὸ στρατιωτικὸν δι’ ὅλης τῆς ἀρχῆς ἤσκησε καὶ κατεκόσμησεν ὥστε καὶ νῦν τὰ τότε ὑπ’ αὐτοῦ ταχθέντα νόμον σφίσι τῆς στρατείας εἶναι. καὶ διὰ τοῦτο καὶ μάλιστα ἐν εἰρήνῃ τὸ πλεῖστον πρὸς τοὺς ἀλλοφύλους διεγένετο· τήν τε γὰρ παρασκευὴν αὐτοῦ ὁρῶντες, καὶ μήτε τι ἀδικούμενοι καὶ προσέτι καὶ χρήματα λαμβάνοντες, οὐδὲν ἐνεόχμωσαν. οὕτω γὰρ καλῶς ἤσκητο τὸ στρατιωτικὸν αὐτῷ ὥστε καὶ τὸ ἱππικὸν τῶν καλουμένων Βαταούων τὸν Ἴστρον μετὰ τῶν ὅπλων διενήξαντο· ἃ ὁρῶντες οἱ βάρβαροι τοὺς μὲν Ῥωμαίους κατεπλήττοντο, τρεπόμενοι δὲ περὶ σφᾶς αὐτοὺς ἐχρῶντο αὐτῷ διαιτητῇ τῶν πρὸς ἀλλήλους διαφορῶν. ἐποίει δὲ καὶ θέατρα καὶ ἀγῶνας, περιπορευόμενος τὰς πόλεις, ἄνευ τῆς βασιλικῆς μέντοι παρασκευῆς· οὐδὲ γὰρ ἔξω τῆς Ῥώμης ἐχρήσατό ποτε αὐτῇ. τὴν δὲ πατρίδα καίπερ μεγάλα τιμήσας καὶ πολλὰ καὶ ὑπερήφανα αὐτῇ δούς, ὅμως οὐκ εἶδε. περὶ μέντοι τὰς θήρας ἐσπουδακέναι λέγεται· καὶ γὰρ καὶ τὴν κλεῖν ἐν ταύταις κατέαξε καὶ τὸ σκέλος μικροῦ ἐπηρώθη, καὶ πόλιν ἐν τῇ Μυσίᾳ οἰκίσας Ἀδριανοῦ θήρας αὐτὴν ὠνόμασεν. οὐ μέντοι τι παρὰ τοῦτ’ ἄπρακτον τῶν τῇ ἀρχῇ προσηκόντων κατέλιπε. τῆς δὲ περὶ τὰς θήρας σπουδῆς αὐτοῦ καὶ ὁ Βορυσθένης ὁ ἵππος, ᾧ μάλιστα θηρῶν ἠρέσκετο, σημεῖόν ἐστιν· ἀποθανόντι γὰρ αὐτῷ καὶ τάφον κατεσκεύασε καὶ στήλην ἔστησε καὶ ἐπιγράμματα ἐπέγραψεν. ὅθεν οὐ θαυμαστὸν εἰ καὶ τὴν Πλωτῖναν ἀποθανοῦσαν, δι’ ἧς ἔτυχε τῆς ἀρχῆς ἐρώσης αὐτοῦ, διαφερόντως ἐτίμησεν, ὡς καὶ ἐπὶ ἡμέρας ἐννέα μελανειμονῆσαι καὶ ναὸν αὐτῇ οἰκοδομῆσαι καὶ ὕμνους τινὰς ἐς αὐτὴν ποιῆσαι. οὕτω δὲ περὶ τὴν θήραν ἐπιδέξιος ἦν ὡς καὶ μέγαν ποτὲ σῦν μιᾷ πληγῇ καθελεῖν. ἀφικόμενος δὲ ἐς τὴν Ἑλλάδα ἐπώπτευσε τὰ μυστήρια. διὰ δὲ τῆς Ἰουδαίας μετὰ ταῦτα εἰς Αἴγυπτον παριὼν καὶ ἐνήγισε τῷ Πομπηίῳ· πρὸς ὃν καὶ τουτὶ τὸ ἔπος ἀπορρῖψαι λέγεται “τῷ ναοῖς βρίθοντι πόσῃ σπάνις ἔπλετο τύμβου”. |
| S248 | καὶ τὸ μνῆμα αὐτοῦ διεφθαρμένον ἀνῳκοδόμησεν. ἐν δὲ τῇ Αἰγύπτῳ καὶ τὴν Ἀντινόου ὠνομασμένην ἀνῳκοδόμησε πόλιν. ὁ γὰρ Ἀντίνοος ἦν μὲν ἐκ Βιθυνίου πόλεως Βιθυνίδος, ἣν καὶ Κλαυδιούπολιν καλοῦμεν, παιδικά τε αὐτοῦ ἐγεγόνει, καὶ ἐν τῇ Αἰγύπτῳ ἐτελεύτησεν, εἴτ’ οὖν εἰς τὸν Νεῖλον ἐκπεσών, ὡς Ἀδριανὸς γράφει, εἴτε καὶ ἱερουργηθείς, ὡς ἡ ἀλήθεια ἔχει· τά τε γὰρ ἄλλα περιεργότατος Ἀδριανός, ὥσπερ εἶπον, ἐγένετο, καὶ μαντείαις μαγγανείαις τε παντοδαπαῖς ἐχρῆτο. καὶ οὕτω γε τὸν Ἀντίνοον, ἤτοι διὰ τὸν ἔρωτα αὐτοῦ ἢ ὅτι ἐθελοντὴς ἐθανατώθη (ἑκουσίου γὰρ ψυχῆς πρὸς ἃ ἔπραττεν ἐδεῖτο), ἐτίμησεν ὡς καὶ πόλιν ἐν τῷ χωρίῳ, ἐν ᾧ τοῦτ’ ἔπαθε, συνοικίσαι καὶ ὀνομάσαι ἀπ’ αὐτοῦ. καὶ ἐκείνου ἀνδριάντας ἐν πάσῃ ὡς εἰπεῖν τῇ οἰκουμένῃ, μᾶλλον δὲ ἀγάλματα, ἀνέθηκε. καὶ τέλος ἀστέρα τινὰ αὐτός τε ὁρᾶν ὡς τοῦ Ἀντινόου ὄντα ἔλεγε, καὶ τῶν συνόντων αὐτῷ μυθολογούντων ἡδέως ἤκουεν ἔκ τε τῆς ψυχῆς τοῦ Ἀντινόου ὄντως τὸν ἀστέρα γεγενῆσθαι καὶ τότε πρῶτον ἀναπεφηνέναι. διὰ ταῦτα μὲν οὖν ἐσκώπτετο. ἐς δὲ τὰ Ἱεροσόλυμα πόλιν αὐτοῦ ἀντὶ τῆς κατασκαφείσης οἰκίσαντος, ἣν καὶ Αἰλίαν Καπιτωλῖναν ὠνόμασε, καὶ ἐς τὸν τοῦ ναοῦ τοῦ θεοῦ τόπον ναὸν τῷ Διὶ ἕτερον ἀντεγείραντος πόλεμος οὔτε μικρὸς οὔτ’ ὀλιγοχρόνιος ἐκινήθη. Ἰουδαῖοι γὰρ δεινόν τι ποιούμενοι τὸ ἀλλοφύλους τινὰς εἰς τὴν πόλιν σφῶν οἰκισθῆναι καὶ τὸ ἱερὰ ἀλλότρια ἐν αὐτῇ ἱδρυθῆναι, παρόντος μὲν ἔν τε τῇ Αἰγύπτῳ καὶ αὖθις ἐν τῇ Συρίᾳ τοῦ Ἀδριανοῦ ἡσύχαζον, πλὴν καθ’ ὅσον τὰ ὅπλα τὰ ἐπιταχθέντα σφίσιν ἧττον ἐπιτήδεια ἐξεπίτηδες κατεσκεύασαν ὡς ἀποδοκιμασθεῖσιν αὐτοῖς ὑπ’ ἐκείνων χρήσασθαι, ἐπεὶ δὲ πόρρω ἐγένετο, φανερῶς ἀπέστησαν. καὶ παρατάξει μὲν φανερᾷ οὐκ ἐτόλμων διακινδυνεῦσαι πρὸς τοὺς Ῥωμαίους, τὰ δὲ τῆς χώρας ἐπίκαιρα κατελάμβανον καὶ ὑπονόμοις καὶ τείχεσιν ἐκρατύνοντο, ὅπως ἀναφυγάς τε ὁπόταν βιασθῶσιν ἔχωσι καὶ παρ’ ἀλλήλους ὑπὸ γῆν διαφοιτῶντες λανθάνωσι, διατιτράντες ἄνω τὰς ὑπογείους ὁδοὺς ἵνα καὶ ἄνεμον καὶ φέγγος εἰσδέχοιντο. καὶ τὸ μὲν πρῶτον ἐν οὐδενὶ αὐτοὺς λόγῳ οἱ Ῥωμαῖοι ἐποιοῦντο· ἐπεὶ δ’ ἥ τε Ἰουδαία πᾶσα κεκίνητο, καὶ οἱ ἁπανταχοῦ γῆς Ἰουδαῖοι συνεταράττοντο καὶ συνῄεσαν, καὶ πολλὰ κακὰ ἐς τοὺς Ῥωμαίους τὰ μὲν λάθρᾳ τὰ δὲ καὶ φανερῶς ἐνεδείκνυντο, πολλοί τε ἄλλοι καὶ τῶν ἀλλοφύλων ἐπιθυμίᾳ κέρδους σφίσι συνελαμβάνοντο, καὶ πάσης ὡς εἰπεῖν κινουμένης ἐπὶ τούτῳ τῆς οἰκουμένης, τότε δὴ τότε τοὺς κρατίστους τῶν στρατηγῶν ὁ Ἀδριανὸς ἐπ’ αὐτοὺς ἔπεμψεν, ὧν πρῶτος Ἰούλιος Σεβῆρος ὑπῆρχεν, ἀπὸ Βρεττανίας ἧς ἦρχεν ἐπὶ τοὺς Ἰουδαίους σταλείς. |
| S249 | ὃς ἄντικρυς μὲν οὐδαμόθεν ἐτόλμησε τοῖς ἐναντίοις συμβαλεῖν, τό τε πλῆθος καὶ τὴν ἀπόγνωσιν αὐτῶν ὁρῶν· ἀπολαμβάνων δ’ ὡς ἑκάστους πλήθει τῶν στρατιωτῶν καὶ τῶν ὑπάρχων, καὶ τροφῆς ἀπείργων καὶ κατακλείων, ἠδυνήθη βραδύτερον μὲν ἀκινδυνότερον δὲ κατατρῖψαι καὶ ἐκτρυχῶσαι καὶ ἐκκόψαι αὐτούς. ὀλίγοι δ’ οὖν κομιδῇ περιεγένοντο. καὶ φρούρια μὲν αὐτῶν πεντήκοντα τά γε ἀξιολογώτατα, κῶμαι δὲ ἐνακόσιαι καὶ ὀγδοήκοντα καὶ πέντε ὀνομαστόταται κατεστράφησαν, ἄνδρες δὲ ὀκτὼ καὶ πεντήκοντα μυριάδες ἐσφάγησαν ἔν τε ταῖς καταδρομαῖς καὶ ταῖς μάχαις (τῶν τε γὰρ λιμῷ καὶ νόσῳ καὶ πυρὶ φθαρέντων τὸ πλῆθος ἀνεξερεύνητον ἦν), ὥστε πᾶσαν ὀλίγου δεῖν τὴν Ἰουδαίαν ἐρημωθῆναι, καθάπερ που καὶ πρὸ τοῦ πολέμου αὐτοῖς προεδείχθη· τὸ γὰρ μνημεῖον τοῦ Σολομῶντος, ὃν ἐν τοῖς σεβασμίοις οὗτοι ἄγουσιν, ἀπὸ ταὐτομάτου διελύθη τε καὶ συνέπεσε, καὶ λύκοι ὕαιναί τε πολλαὶ ἐς τὰς πόλεις αὐτῶν ἐσέπιπτον ὠρυόμεναι. πολλοὶ μέντοι ἐν τῷ πολέμῳ τούτῳ καὶ τῶν Ῥωμαίων ἀπώλοντο· διὸ καὶ ὁ Ἀδριανὸς γράφων πρὸς τὴν βουλὴν οὐκ ἐχρήσατο τῷ προοιμίῳ τῷ συνήθει τοῖς αὐτοκράτορσιν, ὅτι “εἰ αὐτοί τε καὶ οἱ παῖδες ὑμῶν ὑγιαίνετε, εὖ ἂν ἔχοι· ἐγὼ καὶ τὰ στρατεύματα ὑγιαίνομεν. |
| S251 (24) | ” τὸν δὲ Σεβῆρον ἐς Βιθυνίαν ἔπεμψεν, ὅπλων μὲν οὐδέν, ἄρχοντος δὲ καὶ ἐπιστάτου καὶ δικαίου καὶ φρονίμου καὶ ἀξίωμα ἔχοντος δεομένην· ἃ πάντα ἐκείνῳ ἦν. καὶ ὁ μὲν διήγαγε καὶ διῴκησε καὶ τὰ ἴδια καὶ τὰ κοινὰ αὐτῶν οὕτως ὥσθ’ ἡμᾶς καὶ εἰς δεῦρο ἀεὶ αὐτοῦ μνημονεύειν. ὁ μὲν οὖν τῶν Ἰουδαίων πόλεμος ἐς τοῦτο ἐτελεύτησεν, ἕτερος δὲ ἐξ Ἀλανῶν (εἰσὶ δὲ Μασαγέται) ἐκινήθη ὑπὸ Φαρασμάνου, καὶ τὴν μὲν Μηδίαν ἰσχυρῶς ἐλύπησε, τῆς δ’ Ἀρμενίας τῆς τε Καππαδοκίας ἁψάμενος, ἔπειτα τῶν Ἀλανῶν τὰ μὲν δώροις ὑπὸ τοῦ Οὐολογαίσου πεισθέντων, τὰ δὲ καὶ Φλάβιον Ἀρριανὸν τὸν τῆς Καππαδοκίας ἄρχοντα φοβηθέντων, ἐπαύσαντο. |
| S252 | Ἀδριανὸς δὲ τό τε Ὀλύμπιον τὸ ἐν ταῖς Ἀθήναις, ἐν ᾧ καὶ αὐτὸς ἵδρυται, ἐξεποίησε, καὶ δράκοντα ἐς αὐτὸ ἀπὸ Ἰνδίας κομισθέντα ἀνέθηκε· τά τε Διονύσια, τὴν μεγίστην παρ’ αὐτοῖς ἀρχὴν ἄρξας, ἐν τῇ ἐσθῆτι τῇ ἐπιχωρίῳ λαμπρῶς ἐπετέλεσε. τόν τε σηκὸν τὸν ἑαυτοῦ, τὸ Πανελλήνιον ὠνομασμένον, οἰκοδομήσασθαι τοῖς Ἕλλησιν ἐπέτρεψε, καὶ ἀγῶνα ἐπ’ αὐτῷ κατεστήσατο, χρήματά τε πολλὰ καὶ σῖτον ἐτήσιον τήν τε Κεφαληνίαν ὅλην τοῖς Ἀθηναίοις ἐχαρίσατο. ἐνομοθέτησε δὲ ἄλλα τε πολλά, καὶ ἵνα μηδεὶς βουλευτὴς μήτ’ αὐτὸς μήτε δι’ ἑτέρου τέλος τι μισθῶται. εἰς δὲ τὴν Ῥώμην ἐλθών, ἐπεὶ ἔν τινι θέᾳ βοῶν ὁ δῆμος ἁρματηλάτην τινὰ ἐλευθερωθῆναι ἐδεῖτο, ἀντεῖπε διὰ πινακίου γραφῆς, εἰπὼν ὅτι “οὐ προσήκει ὑμῖν οὔτε παρ’ ἐμοῦ αἰτεῖν ἵνα ἀλλότριον δοῦλον ἐλευθερώσω, οὔτε τὸν δεσπότην αὐτοῦ βιάζεσθαι τοῦτο ποιῆσαι.” ἀρξάμενος δὲ νοσεῖν (αἷμα γὰρ εἰώθει μὲν αὐτῷ καὶ πρότερον διὰ τῆς ῥινὸς προχεῖσθαι, τότε δὲ ἰσχυρῶς ἐπλεόνασεν) ἀπεγνώσθη μὲν βιώσεσθαι, καὶ διὰ τοῦτο Κόμοδον μὲν Λούκιον, καίτοι αἷμα ἐμοῦντα, Καίσαρα Ῥωμαίοις ἀπέδειξε, Σεβηριανὸν δὲ καὶ Φοῦσκον τὸν ἔγγονον αὐτοῦ ὡς καὶ ἀγανακτήσαντας ἐπὶ τούτῳ ἐφόνευσε, τὸν μὲν ἐνενηκοντούτην ὄντα τὸν δὲ ὀκτωκαιδεκέτην. πρὶν δὲ ἀποσφαγῆναι, ὁ Σεβηριανὸς πῦρ ᾔτησε, καὶ θυμιῶν ἅμα “ὅτι μὲν οὐδὲν ἀδικῶ” ἔφη “ὑμεῖς ὦ θεοὶ ἴστε· περὶ δὲ Ἀδριανοῦ τοσοῦτον μόνον εὔχομαι, ἵνα ἐπιθυμήσας ἀποθανεῖν μὴ δυνηθῇ.” καὶ μέντοι καὶ διετέλεσεν Ἀδριανὸς ἐπὶ πλεῖστον νοσῶν, πολλάκις μὲν ἀποσβῆναι εὐξάμενος, πολλάκις δὲ καὶ ἀποκτανεῖν ἑαυτὸν ἐθελήσας. ἔστι γε αὐτοῦ καὶ ἐπιστολὴ αὐτὸ τοῦτο ἐνδεικνυμένη, ὅσον κακόν ἐστιν ἐπιθυμοῦντά τινα ἀποθανεῖν μὴ δύνασθαι. τὸν δὲ Σεβηριανὸν τοῦτον ὁ Τραϊανὸς καὶ τῆς αὐταρχίας ἄξιον ἐνόμισεν εἶναι· εἰπὼν γοῦν ποτε ἐν συμποσίῳ τοῖς φίλοις ἵνα αὐτῷ δέκα ἄνδρας μοναρχεῖν δυναμένους ὀνομάσωσιν, εἶτ’ ὀλίγον ἐπισχὼν ἔφη ὅτι “ἐννέα δέομαι μαθεῖν· τὸν γὰρ ἕνα, τοῦτ’ ἔστι Σεβηριανόν, ἔχω.” γεγόνασι δὲ καὶ ἄλλοι τότε ἄριστοι ἄνδρες, ὧν ἐπιφανέστατοι Τούρβων τε καὶ Σίμιλις ἤστην, οἳ καὶ ἀνδριᾶσιν ἐτιμήθησαν, Τούρβων μὲν στρατηγικώτατος ἀνήρ, ὃς καὶ ἔπαρχος γεγονώς, εἴτ’ οὖν ἄρχων τῶν δορυφόρων, οὔτε τι ἁβρὸν οὔτε τι ὑπερήφανον ἔπραξεν, ἀλλ’ ὡς εἷς τῶν πολλῶν διεβίω. |
| S253 | τά τε γὰρ ἄλλα καὶ τὴν ἡμέραν πᾶσαν πρὸς τὸν βασιλέα διέτριβε, καὶ πολλάκις καὶ πρὸ μέσων νυκτῶν πρὸς αὐτὸ ᾔει, ὅτε τινὲς τῶν ἄλλων καθεύδειν ἤρχοντο. ἀμέλει καὶ Κορνήλιος Φρόντων ὁ τὰ πρῶτα τῶν τότε Ῥωμαίων ἐν δίκαις φερόμενος, ἑσπέρας ποτὲ βαθείας ἀπὸ δείπνου οἴκαδε ἐπανιών, καὶ μαθὼν παρά τινος ᾧ συνηγορήσειν ὑπέσχετο δικάζειν αὐτὸν ἤδη, ἔν τε τῇ στολῇ τῇ δειπνίτιδι, ὥσπερ εἶχεν, ἐς τὸ δικαστήριον αὐτοῦ ἐσῆλθε καὶ ἠσπάσατο, οὔτι γε τῷ ἑωθινῷ προσρήματι τῷ χαῖρε, ἀλλὰ τῷ ἑσπερινῷ τῷ ὑγίαινε χρησάμενος. οἴκοι δὲ ὁ Τούρβων οὔποτε ἡμέρας, οὐδὲ νοσήσας, ὤφθη, ἀλλὰ καὶ πρὸς τὸν Ἀδριανὸν συμβουλεύοντα αὐτῷ ἀτρεμῆσαι, εἶπεν ὅτι τὸν ἔπαρχον ἑστῶτα ἀποθνήσκειν δεῖ. ὁ δὲ δὴ Σίμιλις ἡλικίᾳ μὲν καὶ τάξει προήκων αὐτοῦ ἐν τρόποις οὐδενὸς τῶν πάνυ, ὥς γε ἐγὼ νομίζω, δεύτερος ἦν. ἔξεστι δὲ καὶ ἐξ ὀλιγοστῶν τεκμήρασθαι. τῷ τε γὰρ Τραϊανῷ ἑκατονταρχοῦντα αὐτὸν ἐσκαλέσαντί ποτε εἴσω πρὸ τῶν ἐπάρχων ἔφη “αἰσχρόν ἐστι, Καῖσαρ, ἑκατοντάρχῳ σε τῶν ἐπάρχων ἔξω ἑστηκότων διαλέγεσθαι”, καὶ τὴν τῶν δορυφόρων ἀρχὴν ἄκων τε ἔλαβε καὶ λαβὼν ἐξίστατο, μόλις τε ἀφεθεὶς ἐν ἀγρῷ ἥσυχος ἑπτὰ ἔτη τὰ λοιπὰ τοῦ βίου διήγαγε, καὶ ἐπί γε τὸ μνῆμα αὐτοῦ τοῦτο ἐπέγραψεν ὅτι “Σίμιλις μὲν ἐνταῦθα κεῖται βιοὺς μὲν ἔτη τόσα, ζήσας δὲ ἔτη ἑπτά.” Ἀδριανὸς δὲ φθόῃ τε ἐκ τῆς πολλῆς τοῦ αἵματος ῥύσεως ἐχρῆτο, καὶ ἀπ’ αὐτῆς καὶ ὑδρωπίασεν. ἐπεὶ δὲ συνέβη τὸν Λούκιον τὸν Κόμοδον ἐξαίφνης ἐγκαταλειφθῆναι ὑπὸ τοῦ αἵματος πολλοῦ τε καὶ ἀθρόου ἐκπεσόντος, συνεκάλεσε τοὺς πρώτους καὶ ἀξιολόγους τῶν βουλευτῶν οἴκαδε, καὶ κατακείμενος εἶπεν αὐτοῖς τάδε· “ἐμοί, ὦ ἄνδρες φίλοι, γόνον μὲν οὐκ ἔδωκεν ἡ φύσις ποιήσασθαι, νόμῳ δὲ ὑμεῖς ἐδώκατε. διαφέρει δὲ τοῦτο ἐκείνου, ὅτι τὸ μὲν γεννώμενον, ὁποῖον ἂν δόξῃ τῷ δαιμονίῳ, γίγνεται, τὸ δὲ δὴ ποιούμενον αὐθαίρετόν τις αὐτὸς ἑαυτῷ προστίθεται, ὥστε παρὰ μὲν τῆς φύσεως ἀνάπηρον καὶ ἄφρονα πολλάκις δίδοσθαί τινι, παρὰ δὲ τῆς κρίσεως καὶ ἀρτιμελῆ καὶ ἀρτίνουν πάντως αἱρεῖσθαι. |
| S254 | καὶ διὰ τοῦτο πρότερον μὲν τὸν Λούκιον ἐξ ἁπάντων ἐξελεξάμην, οἷον οὐδ’ ἂν εὔξασθαι παῖδα ἠδυνήθην ἐμαυτῷ γενέσθαι· ἐπεὶ δὲ ἐκεῖνον τὸ δαιμόνιον ἡμῶν ἀφείλετο, εὗρον ἀντ’ ἐκείνου αὐτοκράτορα ὑμῖν, ὃν δίδωμι, εὐγενῆ πρᾶον εὔεικτον φρόνιμον, μήθ’ ὑπὸ νεότητος προπετὲς μήθ’ ὑπὸ γήρως ἀμελὲς ποιῆσαί τι δυνάμενον, ἠγμένον κατὰ τοὺς νόμους, ἡγεμονευκότα κατὰ τὰ πάτρια, ὥστε μήτε τι ἀγνοεῖν τῶν ἐς τὴν ἀρχὴν φερόντων καὶ πᾶσιν αὐτοῖς καλῶς δύνασθαι χρήσασθαι. λέγω δὲ Αὐρήλιον Ἀντωνῖνον τουτονί· ὃν εἰ καὶ τὰ μάλιστα οἶδα ἀπραγμονέστατόν τε ἀνδρῶν ὄντα καὶ πόρρω τοιαύτης ἐπιθυμίας καθεστηκότα, ἀλλ’ οὔτι γε καὶ ἀφροντιστήσειν οἴομαι οὔτε ἐμοῦ οὔτε ὑμῶν, ἀλλὰ καὶ ἄκοντα τὴν ἀρχὴν ὑποδέξασθαι.” οὕτω μὲν ὁ Ἀντωνῖνος αὐτοκράτωρ ἐγένετο· ἐπεὶ δὲ ἦν ἄπαις ἀρρένων παίδων, τόν τε Κομόδου υἱὸν Κόμοδον εἰσεποίησεν αὐτῷ καὶ ἔτι πρὸς τούτῳ Μάρκον Ἄννιον Βῆρον, βουληθεὶς ἐπὶ πλεῖστον καὶ τοὺς μετὰ ταῦτα αὐταρχήσοντας ἀποδεῖξαι. ἦν δὲ οὗτος ὁ Ἄννιος Μάρκος, ὁ Κατίλιος πρότερον ὀνομαζόμενος, Ἀννίου Βήρου τοῦ τρὶς ὑπατεύσαντος καὶ πολιαρχήσαντος ἔγγονος. καὶ ἀμφοτέρους μὲν εἰσποιήσασθαι τῷ Ἀντωνίνῳ ἐκέλευε, προετίμησε δὲ τὸν Βῆρον διά τε τὴν συγγένειαν αὐτοῦ καὶ διὰ τὴν ἡλικίαν, καὶ ὅτι φύσιν ψυχῆς ἐρρωμενεστάτην ἤδη ὑπέφαινεν· ἀφ’ οὗ καὶ Βηρίσιμον αὐτόν, πρὸς τὴν τοῦ Ἑλληνικοῦ ῥήματος ἔννοιαν κομψευόμενος, ἀπεκάλει. Ἀδριανὸς δὲ μαγγανείαις μέν τισι καὶ γοητείαις ἐκενοῦτό ποτε τοῦ ὑγροῦ, πάλιν δ’ αὐτοῦ διὰ ταχέος ἐπίμπλατο. ἐπεὶ οὖν πρὸς τὸ χεῖρον ἀεὶ ἐπεδίδου καὶ καθ’ ἑκάστην τρόπον τινὰ ἡμέραν ἀπώλλυτο, ἀποθανεῖν ἐπεθύμησε, καὶ ᾔτει μὲν πολλάκις καὶ φάρμακον καὶ ξίφος, ἐδίδου δὲ οὐδείς. ὡς δ’ οὖν οὐδεὶς αὐτῷ καίτοι χρήματα καὶ ἄδειαν ὑπισχνουμένῳ ὑπήκουε, μετεπέμψατο Μάστορα ἄνδρα βάρβαρον Ἰάζυγα, ᾧ αἰχμαλώτῳ γενομένῳ πρὸς τὰς θήρας διά τε ἰσχὺν καὶ δι’ εὐτολμίαν ἐκέχρητο, καὶ τὰ μὲν ἀπειλῶν αὐτῷ τὰ δὲ ὑπισχνούμενος ἠνάγκασεν αὐτὸν ἐπαγγείλασθαι τὴν σφαγήν. καί τι καὶ χωρίον ὑπὸ τὸν μαστόν, πρὸς Ἑρμογένους τοῦ ἰατροῦ ὑποδειχθέν, χρώματί τινι περιέγραψεν, ὅπως κατ’ αὐτὸ πληγεὶς καιρίαν ἀλύπως τελευτήσῃ. |
| S255 | ἐπεὶ δ’ οὐδὲ τοῦτο αὐτῷ προεχώρησεν (ὁ γὰρ Μάστωρ φοβηθεὶς τὸ πρᾶγμα καὶ ἐκπλαγεὶς ὑπεχώρησε), πολλὰ μὲν ἑαυτὸν ἐπὶ τῇ νόσῳ ὠδύρατο πολλὰ δὲ καὶ ἐπὶ τῇ οὒκ ἐξουσίᾳ, ὅτι μὴ οἷός τ’ ἦν ἑαυτὸν ἀναχρήσασθαι, καίτοι τοὺς ἄλλους ἔτι καὶ τότε δυνάμενος· καὶ τέλος τῆς τε ἀκριβείας τῆς κατὰ τὴν δίαιταν ἀπέσχετο, καὶ ταῖς μὴ προσηκούσαις ἐδωδαῖς καὶ ποτοῖς χρώμενος ἐτελεύτησε, λέγων καὶ βοῶν τὸ δημῶδες, ὅτι “πολλοὶ ἰατροὶ βασιλέα ἀπώλεσαν”. ἔζησε δὲ ἔτη δύο μὲν καὶ ἑξήκοντα μῆνας δὲ πέντε καὶ ἡμέρας ἐννεακαίδεκα, καὶ ἐμονάρχησεν ἔτη εἴκοσι καὶ μῆνας ἕνδεκα. ἐτάφη δὲ πρὸς αὐτῷ τῷ ποταμῷ, πρὸς τῇ γεφύρᾳ τῇ Αἰλίᾳ· ἐνταῦθα γὰρ τὸ μνῆμα κατεσκευάσατο. τὸ γὰρ τοῦ Αὐγούστου ἐπεπλήρωτο, καὶ οὐκέτι οὐδεὶς ἐν αὐτῷ ἐτέθη. οὗτος ἐμισήθη μὲν διὰ τοὺς πρώτους καὶ τελευταίους φόνους ἅτε ἀδίκως καὶ ἀνοσίως γενομένους, ἐπεὶ οὕτως ἥκιστα φονικὸς ἐγένετο ὥστε καὶ προσκρουσάντων αὐτῷ τινων ἀρκοῦν νομίζειν τὸ ταῖς πατρίσιν αὐτῶν αὐτὸ τοῦτο γράψαι, ὅτι αὐτῷ οὐκ ἀρέσκουσιν. εἴ τέ τινα τῶν τέκνα ἐχόντων ὀφλῆσαι πάντως τι ἔδει, ἀλλ’ οὖν πρός γε τὸν ἀριθμὸν τῶν παίδων καὶ τὰς τιμωρίας αὐτῶν ἐπεκούφιζεν. ΑΝΤΩΝΙΝΟΣ Ο ΕΥΣΕΒΗΣ. |
| S256 (7t) | Ἰστέον ὅτι τὰ περὶ τοῦ Ἀντωνίνου τοῦ εὐσεβοῦς ἐν τοῖς ἀντιγράφοις τοῦ Δίωνος οὐχ εὑρίσκεται, παθόντων τι ὡς εἰκὸς τῶν βιβλίων, ὥστε ἀγνοεῖσθαι τὴν κατ’ αὐτὸν ἱστορίαν σχεδὸν σύμπασαν, πλὴν ὅτι τοῦ Λουκίου Κομόδου, ὃν ὁ Ἀδριανὸς ἐποιήσατο, πρὸ τοῦ Ἀδριανοῦ τελευτήσαντος οὗτος παρ’ ἐκείνου καὶ ἐποιήθη καὶ αὐτοκράτωρ ἐγένετο, καὶ ὅτι μὴ βουλομένης τῆς γερουσίας τὰς ἡρωικὰς τιμὰς δοῦναι τῷ Ἀδριανῷ τελευτήσαντι διά τινας φόνους ἐπιφανῶν ἀνδρῶν, ὁ Ἀντωνῖνος ἄλλα τε πολλὰ δακρύων καὶ ὀδυρόμενος αὐτοῖς διελέχθη, καὶ τέλος εἶπεν “οὐδὲ ἐγὼ ἄρα ὑμῶν ἄρξω, εἴγε ἐκεῖνος καὶ κακὸς καὶ ἐχθρὸς ὑμῖν καὶ πολέμιος ἐγένετο· πάντα γὰρ δῆλον ὅτι τὰ πραχθέντα ὑπ’ αὐτοῦ, ὧν ἓν καὶ ἡ ἐμὴ ποίησίς ἐστι, καταλύσετε.” ἀκούσασα δὲ τοῦτο ἡ γερουσία καὶ αἰδεσθεῖσα τὸν ἄνδρα, τὸ δέ τι καὶ τοὺς στρατιώτας φοβηθεῖσα, ἀπέδωκε τῷ Ἀδριανῷ τὰς τιμάς. ταῦτα μόνα περὶ τοῦ Ἀντωνίνου ἐν τῷ Δίωνι σώζεται, καὶ ὅτι Αὔγουστον αὐτὸν καὶ εὐσεβῆ διὰ τοιαύτην αἰτίαν ἐπωνόμασεν ἡ βουλή, ἐπειδὴ ἐν τῇ ἀρχῇ τῆς αὐτοκρατορίας αὐτοῦ πολλῶν αἰτιαθέντων καί τινων καὶ ὀνομαστὶ ἐξαιτηθέντων ὅμως οὐδένα ἐκόλασεν, εἰπὼν ὅτι “οὐ δεῖ με ἀπὸ τοιούτων ἔργων τῆς προστασίας ὑμῶν ἄρξασθαι.” οὐ σώζεται δὲ οὐδὲ τοῦ μετὰ Ἀντωνῖνον ἄρξαντος Μάρκου Βήρου τὰ πρῶτα τῶν ἱστορουμένων, ὅσα περὶ τὸν Λούκιον τὸν τοῦ Κομόδου υἱόν, ὃν ὁ Μάρκος γαμβρὸν ἐποιήσατο, ἔπραξεν οὗτος αὐτός, καὶ ὅσα οὗτος εἰς τὸν κατὰ Οὐολογαίσου πόλεμον ὑπὸ τοῦ πενθεροῦ πεμφθεὶς ἔδρασε. |
| S257 | διὸ βραχέα περὶ τούτων ἐξ ἑτέρων ἀναλεξάμενος βιβλίων ἐρῶ· εἶθ’ οὕτως ἐπὶ τὰ ἑξῆς τοῦ Δίωνος μεταβήσομαι. ὁ γὰρ Ἀντωνῖνος ὁμολογεῖται παρὰ πάντων καλός τε καὶ ἀγαθὸς γενέσθαι, καὶ οὔτε τῶν ἄλλων ὑπηκόων τισὶ βαρὺς οὔτε Χριστιανοῖς ἐπαχθής, ἀλλὰ πολλήν τινα τούτοις νέμων αἰδώ, καὶ τῇ τοῦ Ἀδριανοῦ τιμῇ, ἣν ἐκεῖνος ἐτίμα Χριστιανούς, προστιθείς. ὁ γὰρ τοῦ Παμφίλου Εὐσέβιος καὶ ἐπιστολάς τινας τοῦ Ἀδριανοῦ ἐν τῇ ἐκκλησιαστικῇ αὐτοῦ ἱστορίᾳ παρατίθεται, ἐν αἷς ἐκεῖνος δείκνυται τοῖς λυποῦσί τι ἢ κατηγοροῦσι τῶν Χριστιανῶν δεινὰ ἀπειλῶν, καὶ τὸν Ἡρακλέα ἐπομνύμενος ὡς τεύξονται τιμωρίας. λέγεται δὲ ὁ Ἀντωνῖνος ζητητικὸς γενέσθαι, καὶ μηδὲ περὶ τὰ μικρὰ καὶ τὰ τυχόντα τῆς ἀκριβολογίας ἀφίστασθαι· ὅθεν αὐτὸν οἱ σκώπτοντες καὶ κυμινοπρίστην ἐκάλουν. Κοδρᾶτος δὲ γηραιὸν μέν φησιν αὐτὸν τελευτῆσαι, τὴν δὲ τελευτὴν ἡδίστην αὐτῷ κατ’ ἴσον ὕπνῳ τῷ μαλακωτάτῳ γενέσθαι. ἐπὶ τοῦ Ἀντωνίνου λέγεται καὶ φοβερώτατος περὶ τὰ μέρη τῆς Βιθυνίας καὶ τοῦ Ἑλλησπόντου σεισμὸς γενέσθαι, καὶ ἄλλας τε πόλεις καμεῖν ἰσχυρῶς καὶ πεσεῖν ὁλοσχερῶς, καὶ ἐξαιρέτως τὴν Κύζικον, καὶ τὸν ἐν αὐτῇ ναὸν μέγιστόν τε καὶ κάλλιστον ναῶν ἁπάντων καταρριφῆναι, ᾧ τετράοργοι μὲν πάχος οἱ κίονες ἦσαν, ὕψος δὲ πεντήκοντα πηχέων, ἕκαστος πέτρας μιᾶς, καὶ τἄλλα τὰ ἐν αὐτῷ ἕκαστον θαυμάσαι πλέον ἢ ἐπαινέσαι. περὶ δὲ τὴν μεσόγειον ἄνω κορυφῆς ὄρους διαστάσης θαλάσσιόν φασιν ἐκχυθῆναι κῦμα, ἐπὶ πολύ τε τῆς γῆς ἐλθεῖν ῥιπιζομένην τὴν ἄχνην ἀκράτου καὶ διαυγοῦς θαλάσσης. περὶ μὲν οὖν τοῦ Ἀντωνίνου τό γε νῦν ἔχον τοσαῦτα, ἦρξε δὲ εἴκοσι καὶ τέσσαρα ἔτη. ΜΑΡΚΟΣ ΑΝΤΩΝΙΝΟΣ Ο ΦΙΛΟΣΟΦΟΣ. |
| S258 (8t) | Μάρκος δὲ Ἀντωνῖνος ὁ φιλόσοφος ἐπειδὴ τοῦ ποιησαμένου αὐτὸν τελευτήσαντος Ἀντωνίνου τὴν ἀρχὴν ἔσχε, προσειλήφει ἐς κοινωνίαν τοῦ κράτους εὐθὺς τὸν τοῦ Λουκίου Κομόδου υἱὸν Λούκιον Βῆρον. αὐτὸς μὲν γὰρ ἀσθενὴς ἦν τῷ σώματι καὶ τὰ πολλὰ λόγοις ἐσχόλαζε (λέγεται γὰρ καὶ αὐτοκράτωρ ὢν μὴ αἰδεῖσθαι μηδὲ ὀκνεῖν ἐς διδασκάλου φοιτᾶν, ἀλλὰ καὶ Σέξτῳ προσιέναι τῷ ἐκ Βοιωτῶν φιλοσόφῳ, καὶ ἐς ἀκρόασιν τῶν ῥητορικῶν Ἑρμογένους λόγων μὴ ὀκνῆσαι παραγενέσθαι· προσέκειτο δὲ τοῖς ἐκ τῆς στοᾶς μάλιστα δόγμασιν), ὁ δὲ Λούκιος ἔρρωτό τε καὶ νεώτερος ἦν, τοῖς στρατιωτικοῖς τε ἔργοις καταλληλότερος. ὅθεν καὶ γαμβρὸν αὐτὸν ἐπὶ τῇ θυγατρὶ Λουκίλλᾳ ὁ Μάρκος ποιήσας εἰς τὸν πρὸς Πάρθους ἔπεμψε πόλεμον. ὁ γὰρ Οὐολόγαισος πολέμου ἦρξε, καὶ στρατόπεδόν τε ὅλον Ῥωμαϊκὸν τὸ ὑπὸ Σεβηριανῷ τεταγμένον ἐν τῇ Ἐλεγείᾳ, χωρίῳ τινὶ τῆς Ἀρμενίας, περισχὼν πάντοθεν αὐτοῖς ἡγεμόσι κατετόξευσε καὶ διέφθειρε, καὶ τῆς Συρίας ταῖς πόλεσι πολὺς ἐπῄει καὶ φοβερός. ὁ οὖν Λούκιος ἐλθὼν ἐς Ἀντιόχειαν καὶ πλείστους στρατιώτας συλλέξας, καὶ τοὺς ἀρίστους τῶν ἡγεμόνων ὑφ’ ἑαυτὸν ἔχων, αὐτὸς μὲν ἐν τῇ πόλει ἐκάθητο διατάττων ἕκαστα καὶ τὰς τοῦ πολέμου χορηγίας ἀθροίζων, Κασσίῳ δὲ τὰ στρατεύματα ἐπέτρεψε. καὶ ὃς ἐπιόντα τε τὸν Οὐολόγαισον γενναίως ὑπέμεινε, καὶ τέλος ἐγκαταλειφθέντα ὑπὸ τῶν συμμάχων καὶ ὀπίσω ἀναχωρήσαντα ἐπεδίωξε, μέχρι τε Σελευκείας καὶ Κτησιφῶντος ἤλασε, καὶ τήν τε Σελεύκειαν διέφθειρεν ἐμπρήσας, καὶ τὰ τοῦ Οὐολογαίσου βασίλεια τὰ ἐν τῇ Κτησιφῶντι κατέσκαψεν. |
| S259 | ἔν γε μὴν τῇ ὑποστροφῇ πλείστους τῶν στρατιωτῶν ὑπὸ λιμοῦ καὶ νόσου ἀπέβαλεν, ἀπενόστησε δ’ ὅμως ἐς τὴν Συρίαν μετὰ τῶν λοιπῶν στρατιωτῶν. καὶ ὁ μὲν Λούκιος τούτοις ἐπεκυδαίνετο καὶ μέγα ἐφρόνει, οὐ μὴν αὐτῷ καὶ τὰ τῆς ἄκρας εὐτυχίας ἐς ἀγαθόν τι ἀπέβη· λέγεται γὰρ μετὰ ταῦτα καὶ τῷ πενθερῷ Μάρκῳ ἐπιβεβουλευκώς, πρίν τι καὶ δρᾶσαι, φαρμάκῳ διαφθαρῆναι. τὸν μέντοι Κάσσιον ὁ Μάρκος τῆς Ἀσίας ἁπάσης ἐπιτροπεύειν ἐκέλευσεν. αὐτὸς δὲ τοῖς περὶ τὸν Ἴστρον βαρβάροις, Ἰάζυξί τε καὶ Μαρκομάνοις, ἄλλοτε ἄλλοις χρόνον συχνὸν ὡς εἰπεῖν δι’ ὅλου τοῦ βίου, τὴν Παιονίαν ἔχων ὁρμητήριον, ἐπολέμησε. πολλοὶ δὲ καὶ τῶν ὑπὲρ τὸν Ῥῆνον Κελτῶν μέχρι τῆς Ἰταλίας ἤλασαν, καὶ πολλὰ ἔδρασαν ἐς τοὺς Ῥωμαίους δεινά· οἷς ὁ Μάρκος ἀντεπιὼν Πομπηιανόν τε καὶ Περτίνακα τοὺς ὑποστρατήγους ἀντικαθίστη. καὶ ἠρίστευσεν ὁ Περτίναξ, ὅστις καὶ ὕστερον αὐτοκράτωρ ἐγένετο. ἐν μέντοι τοῖς νεκροῖς τῶν βαρβάρων καὶ γυναικῶν σώματα ὡπλισμένα εὑρέθη. καίτοι δὲ ἰσχυροτάτου ἀγῶνος καὶ λαμπρᾶς νίκης γεγενημένης, ὅμως ὁ αὐτοκράτωρ αἰτηθεὶς παρὰ τῶν στρατιωτῶν οὐκ ἔδωκε χρήματα, αὐτὸ τοῦτο εἰπὼν ὅτι “ὅσῳ ἂν πλεῖόν τι παρὰ τὸ καθεστηκὸς λάβωσι, τοῦτ’ ἐκ τοῦ αἵματος τῶν τε γονέων σφῶν καὶ τῶν συγγενῶν εἰσπράξεται· περὶ γάρ τοι τῆς αὐταρχίας ὁ θεὸς μόνος κρίνειν δύναται”. οὕτω καὶ σωφρόνως καὶ ἐγκρατῶς αὐτῶν ἦρχεν, ὥστε καίπερ ἐν τοσούτοις καὶ τηλικούτοις πολέμοις ὢν μηδὲν ἔξω τοῦ προσήκοντος μήτ’ ἐκ κολακείας μήτ’ ἐκ φόβου ποιῆσαι. τῶν δὲ Μαρκομάνων εὐτυχησάντων ἔν τινι μάχῃ καὶ τὸν Βίνδικα τὸν Μάρκον ἔπαρχον ὄντα ἀποκτεινάντων, τούτῳ μὲν τρεῖς ἀνδριάντας ἔστησε, κρατήσας δὲ αὐτῶν Γερμανικὸς ὠνομάσθη· Γερμανοὺς γὰρ τοὺς ἐν τοῖς ἄνω χωρίοις οἰκοῦντας ὀνομάζομεν. καὶ οἱ καλούμενοι δὲ Βουκόλοι κατὰ τὴν Αἴγυπτον κινηθέντες καὶ τοὺς ἄλλους Αἰγυπτίους προσαποστήσαντες ὑπὸ ἱερεῖ τινι [καὶ] Ἰσιδώρῳ, πρῶτον μὲν ἐν γυναικείοις στολαῖς τὸν ἑκατόνταρχον τῶν Ῥωμαίων ἠπατηκότες ὡς δὴ γυναῖκες τῶν Βουκόλων καὶ χρυσία δώσουσαι αὐτῷ ὑπὲρ τῶν ἀνδρῶν, προσιόντα σφίσι κατέκοψαν, καὶ τὸν συνόντα αὐτῷ καταθύσαντες ἐπί τε τῶν σπλάγχνων αὐτοῦ συνώμοσαν καὶ ἐκεῖνα κατέφαγον. |
| S260 | ἦν δὲ Ἰσίδωρος ἀνδρίᾳ πάντων τῶν καθ’ ἑαυτὸν ἄριστος. ἔπειτα ἐκ παρατάξεως τοὺς ἐν Αἰγύπτῳ Ῥωμαίους νικήσαντες μικροῦ καὶ τὴν Ἀλεξάνδρειαν εἷλον, εἰ μὴ Κάσσιος ἐκ Συρίας πεμφθεὶς ἐπ’ αὐτούς, καὶ στρατηγήσας ὥστε τὴν πρὸς ἀλλήλους σφῶν ὁμόνοιαν λῦσαι καὶ ἀπ’ ἀλλήλων ἀποχωρίσαι (διὰ γὰρ τὴν ἀπόνοιαν καὶ τὸ πλῆθος αὐτῶν οὐκ ἐθάρρησε συμβαλεῖν ἀθρόοις· αὐτοῖς), οὕτω δὴ στασιάσαντας ἐχειρώσατο. |
| S250 | ἐν δὲ τῷ πολέμῳ τοῦ Μάρκου τῷ πρὸς τοὺς Γερμανούς, ἵνα καὶ ταῦτα μνήμης ἀξιωθείη, μειράκιον μὲν αἰχμάλωτον ἐρωτηθέν τι ὑπ’ αὐτοῦ “οὐ δύναμαι” ἔφη “ἀποκρίνασθαί σοι ὑπὸ τοῦ ῥίγους· ὥστε εἴ τι μαθεῖν ἐθέλεις, κέλευσόν μοι ἱματίδιόν τι, εἴγε ἔχεις, δοθῆναι.” στρατιώτης δέ τις νυκτὸς φυλακὴν τοῦ Ἴστρου ποιούμενος, καί τινα βοὴν ἐκ τῆς περαίας συστρατιωτῶν ἑαλωκότων ἀκούσας, διενήξατό τε εὐθὺς ὥσπερ εἶχε, καὶ λύσας αὐτοὺς ἀνεκομίσθη. ἦν δὲ τῷ Μάρκῳ ὁ Ῥοῦσος ὁ Βασαῖος ἔπαρχος, τὰ μὲν ἄλλα ἀγαθός, ἀπαίδευτος δὲ ὑπ’ ἀγροικίας, καὶ τὰ πρῶτά γε τοῦ βίου ἐν πενίᾳ τραφείς· ἀναδενδράδα δέ ποτε αὐτὸν κλῶντα ἀνέλαβέ τις, καὶ ἐπειδή γε μὴ εὐθὺς ἅμα τῷ πρώτῳ κελεύσματι κατέβη, ἐπετίμησεν αὐτῷ καὶ ἔφη “ἄγε, ἔπαρχε, κατάβηθι”. τοῦτο γὰρ ὡς καὶ πρὸς ὑπερηφανοῦντα καὶ τεταπεινωμένον αὐτὸν εἶπεν· ὅπερ ἡ τύχη μετὰ ταῦτα αὐτῷ ἔδωκεν. ὁ δ’ αὐτοκράτωρ ὁσάκις ἀπὸ τοῦ πολέμου σχολὴν ἦγεν, ἐδίκαζε, καὶ ὕδωρ πλεῖστον τοῖς ῥήτορσι μετρεῖσθαι ἐκέλευε, τάς τε πύστεις καὶ τὰς ἀνακρίσεις ἐπὶ μακρότερον ἐποιεῖτο, ὥστε πανταχόθεν τὸ δίκαιον ἀκριβοῦν. καὶ κατὰ τοῦτο καὶ ἐν δέκα πολλάκις καὶ ἐν δώδεκα ἡμέραις τὴν αὐτὴν δίκην, καίπερ νυκτὸς ἔστιν ὅτε δικάζων, ἔκρινε. φιλόπονος γὰρ ἦν, καὶ ἀκριβῶς πᾶσι τοῖς τῇ ἀρχῇ προσήκουσι προσεφέρετο, καὶ οὐδὲν ἐν παρέργῳ οὔτε ἔλεγεν οὔτε ἔγραφεν οὔτε ἐποίει, ἀλλ’ ἔστιν ὅτε καὶ περὶ τοῦ βραχυτάτου ἡμέρας ὅλας ἀνήλισκεν, οὐκ ἀξιῶν τὸν αὐτοκράτορα ἐξ ἐπιδρομῆς τι πράττειν· καὶ γὰρ ἐνόμιζεν ὅτι κἂν ἐλάχιστόν τι παρίδῃ, διαβολὴν αὐτῷ τοῦτο καὶ ἐπὶ τὰ ἄλλα πάντα οἴσει. καίτοι οὕτως ἀσθενὴς τῷ σώματι ἐγένετο ὥστε μήτε τὸ ψῦχος τήν γε πρώτην ὑπομεῖναι, ἀλλὰ καὶ πρὶν διαλεχθῆναι τοῖς στρατιώταις συνεληλυθόσιν ἤδη κατὰ τὸ παρηγγελμένον ἀναχωρῆσαι, καὶ τροφὴν βραχυτάτην, καὶ ταύτην ἐν νυκτὶ ἀεί, λαμβάνειν. οὐ γὰρ ἔστιν ὅ τι μεθ’ ἡμέραν πλὴν τοῦ φαρμάκου τοῦ θηριακοῦ καλουμένου ἐσιτεῖτο. ἐλάμβανε δὲ τοῦ φαρμάκου οὐχ οὕτως ὅτι ἐδεδίει τι, ὡς ὅτι τοῦ τε στομάχου καὶ τοῦ θώρακος φαύλως εἶχε· καί φασιν ὅτι δι’ ἐκεῖνα αὐταρκεῖν πρός τε τἄλλα καὶ πρὸς τοῦτο ἐδύνατο. τοὺς δὲ Ἰάζυγας οἱ Ῥωμαῖοι ἔν τε τῇ γῇ [ποτε] τότε καὶ μετὰ τοῦτο καὶ ἐν τῷ ποταμῷ ἐνίκησαν. |
| S251 | λέγω δὲ οὐχ ὅτι ναυμαχία τις ἐγένετο, ἀλλ’ ὅτι διὰ τοῦ Ἴστρου πεπηγότος φεύγουσί σφισιν ἐπακολουθήσαντες καὶ ἐκεῖ ὡς ἐν ἠπείρῳ ἐμαχέσαντο. αἰσθόμενοι γὰρ οἱ Ἰάζυγες ὅτι ἐπιδιώκονται, ὑπέστησαν αὐτοὺς ἐλπίσαντες ῥᾳδίως ἅτε καὶ ἀήθεις τοῦ κρυστάλλου ὄντας κατεργάσασθαι, καὶ οἱ μὲν κατὰ πρόσωπον αὐτοῖς συνέρραξαν, οἱ δὲ ἐκ τῶν πλαγίων παριππεύσαντες· οἱ γὰρ ἵπποι σφῶν δεδιδαγμένοι καὶ ἐν τῷ τοιούτῳ θεῖν ἀσφαλῶς ἦσαν. ἰδόντες δὲ τοῦτο οἱ Ῥωμαῖοι οὐκ ἐφοβήθησαν, ἀλλὰ συστραφέντες καὶ πᾶσιν ἅμα αὐτοῖς ἀντιμέτωποι γενόμενοι τάς τε ἀσπίδας οἱ πλείους ἔθηκαν, καὶ τὸν ἕτερον πόδα ἐπ’ αὐτῶν, ὅπως ἧττον ὀλισθαίνωσιν, ἀπερείσαντες ἐδέξαντό σφας προσπεσόντας, καὶ ἀντιλαμβανόμενοι οἱ μὲν τῶν χαλινῶν οἱ δὲ τῶν ἀσπίδων τῶν τε κοντῶν ἐπεσπῶντο αὐτούς, κἀκ τούτου συμπλεκόμενοι κατέβαλλον καὶ τοὺς ἄνδρας καὶ τοὺς ἵππους· ἐκ γάρ τοι τῆς βίας οὐκέτ’ ἀντέχειν πρὸς τὸν ὄλισθον ἐδύναντο. ὠλίσθαινον μὲν γὰρ καὶ οἱ Ῥωμαῖοι· ἀλλ’ εἴθ’ ὕπτιός τις αὐτῶν ἔπεσε, συνεφείλκετο τὸν ἀντίπαλον καὶ τοῖς ποσὶν ἐς τοὐπίσω ἀνερρίπτει ὥσπερ ἐν πάλῃ, καὶ οὕτως ἐπάνωθεν αὐτοῦ ἐγίγνετο· εἴτε καὶ ἐπὶ στόμα, κατελάμβανεν αὐτὸν προκαταπίπτοντα αὐτῷ τῷ στόματι. οἱ γὰρ βάρβαροι καὶ ἄπειροι τοιουτοτρόπου ἀγωνίας 〈καὶ〉 κουφότεροι ὄντες οὐχ οἷοί τε ἦσαν ἀντέχειν, ὥστε καὶ ἀπὸ πολλῶν ὀλίγοι διέφυγον. Μαρκομάνους μὲν οὖν καὶ Ἰάζυγας πολλοῖς καὶ μεγάλοις ἀγῶσι καὶ κινδύνοις Μάρκος ὑπέταξεν· ἐπὶ δὲ τοὺς καλουμένους Κουάδους καὶ πόλεμος αὐτῷ συνέστη μέγας καὶ νίκη παράδοξος εὐτυχήθη, μᾶλλον δὲ παρὰ θεοῦ ἐδωρήθη. |
| S260 (6) | κινδυνεύσαντας γὰρ ἐν τῇ μάχῃ τοὺς Ῥωμαίους παραδοξότατα τὸ θεῖον ἐξέσωσε. κυκλωσάντων γὰρ αὐτοὺς τῶν Κουάδων ἐν τόποις ἐπιτηδείοις συνασπίσαντες οἱ Ῥωμαῖοι προθύμως ἠγωνίζοντο, καὶ οἱ βάρβαροι τὴν μὲν μάχην ἐπέσχον, προσδοκήσαντές σφας ῥᾳδίως ὑπό τε τοῦ καύματος καὶ ὑπὸ τοῦ δίψους αἱρήσειν, πάντα δὲ τὰ πέριξ διαλαβόντες ἀπέφραξαν, ὅπως μηδαμόθεν ὕδωρ λάβωσι· πολὺ γὰρ καὶ τῷ πλήθει περιῆσαν. τῶν οὖν Ῥωμαίων ἐν παντὶ κακοῦ καὶ ἐκ τοῦ καμάτου καὶ ἐκ τῶν τραυμάτων τοῦ τε ἡλίου καὶ τοῦ δίψους γενομένων, καὶ μήτε μάχεσθαι διὰ ταῦτα μήτε χωρῆσαί πῃ δυναμένων, ἀλλ’ ἔν τε τῇ τάξει καὶ τοῖς τόποις ἑστηκότων καὶ κατακαιομένων, νέφη πολλὰ ἐξαίφνης συνέδραμε καὶ ὑετὸς πολὺς οὐκ ἀθεεὶ κατερράγη· καὶ γάρ τοι λόγος ἔχει Ἀρνοῦφίν τινα μάγον Αἰγύπτιον συνόντα τῷ Μάρκῳ ἄλλους τέ τινας δαίμονας καὶ τὸν Ἑρμῆν τὸν ἀέριον ὅτι μάλιστα μαγγανείαις τισὶν ἐπικαλέσασθαι καὶ δι’ αὐτῶν τὸν ὄμβρον ἐπισπάσασθαι. ταῦτα μὲν περὶ τούτων ὁ Δίων φησίν, ἔοικε δὲ ψεύδεσθαι, εἴτε ἑκὼν εἴτε ἄκων. οἶμαι δὲ τὸ πλέον ἑκών· καὶ πῶς γὰρ οὒ, ὅστις οὐκ ἠγνόει τὸ τάγμα τῶν στρατιωτῶν τὸ κεραυνοβόλον ἰδίως καλούμενον (ἐν γὰρ τῷ τῶν λοιπῶν καταλόγῳ καὶ αὐτοῦ μνημονεύει), ὅπερ ἀπ’ οὐδεμιᾶς ἑτέρας αἰτίας (οὐδὲ γὰρ ἄλλη τις λέγεται) ἢ ἀπὸ τοῦ κατὰ τόνδε συμβάντος τὸν πόλεμον οὕτω προσηγορεύθη. ὃ καὶ αἴτιον τότε τοῖς τε Ῥωμαίοις τῆς σωτηρίας ἐγένετο καὶ τοῖς βαρβάροις τῆς ἀπωλείας, ἀλλ’ οὐχ ὁ Ἀρνοῦφις ὁ μάγος· οὐδὲ γὰρ μάγων συνουσίαις καὶ γοητείαις ὁ Μάρκος χαίρειν ἱστόρηται. |
| S261 | ἔστι δὲ ὃ λέγω τοιοῦτον. τάγμα ἦν τῷ Μάρκῳ (καλοῦσι δὲ τὸ τάγμα οἱ Ῥωμαῖοι λεγεῶνα) τῶν ἀπὸ Μελιτηνῆς στρατιωτῶν· εἰσὶ δὲ τὸν Χριστὸν πρεσβεύοντες ἅπαντες. ἐν οὖν τῇ μάχῃ ἐκείνῃ προσιόντα τῷ Μάρκῳ τὸν ἔπαρχον, ἀμηχανοῦντι πρὸς τὴν περίστασιν καὶ δεδιότι περὶ σύμπαντι τῷ στρατῷ, εἰπεῖν λέγεται ὡς οἱ καλούμενοι Χριστιανοὶ οὐκ ἔστιν ὅ τι οὐ δύνανται ταῖς εὐχαῖς, καὶ ὅτι παρὰ σφίσι τάγμα ὅλον τυγχάνει ὂν τούτου τοῦ γένους. τὸν οὖν Μάρκον ἀκούσαντα παρακλήσει χρήσασθαι πρὸς αὐτοὺς ὡς ἂν εὔξωνται τῷ σφετέρῳ θεῷ, εὐξαμένων δὲ αὐτῶν παραχρῆμα ἐπακούσαντα τὸν θεὸν τοὺς μὲν πολεμίους κεραυνῷ βαλεῖν, τοὺς δὲ Ῥωμαίους ὄμβρῳ παραμυθήσασθαι· ἐφ’ οἷς καταπλαγέντα τὸν Μάρκον ἰσχυρῶς τούς τε Χριστιανοὺς κατὰ δόγμα τιμῆσαι καὶ τὴν λεγεῶνα κεραυνοβόλον προσαγορεῦσαι. λέγεται δὲ καὶ ἐπιστολήν τινα περὶ τούτων εἶναι τοῦ Μάρκου. ἀλλ’ οἱ Ἕλληνες, ὅτι μὲν τὸ τάγμα κεραυνοβόλον λέγεται, ἴσασι καὶ αὐτοὶ μαρτυροῦσι, τὴν δὲ αἰτίαν τῆς προσηγορίας ἥκιστα λέγουσι. προστίθησι δὲ ὁ Δίων ὅτι τοῦ ὄμβρου καταρραγέντος πρῶτον μὲν ἄνω πάντες ἀνέκυπτον καὶ ἐς τὰ στόματα αὐτὸν ἐδέχοντο, ἔπειτα οἱ μὲν τὰς ἀσπίδας οἱ δὲ καὶ τὰ κράνη ὑποβάλλοντες αὐτοί τε χανδὸν ἔσπων καὶ τοῖς ἵπποις πίνειν ἐδίδοσαν, καὶ τῶν βαρβάρων σφίσιν ἐπιδραμόντων ἔπινόν τε ὁμοῦ καὶ ἐμάχοντο, καὶ ἤδη γέ τινες τιτρωσκόμενοι τό τε αἷμα περιχεόμενον ἐς τὰ κράνη καὶ τὸ ὕδωρ ἅμα ἀνερρόφουν. κἂν ἔπαθόν τι δεινὸν ὑπὸ τῶν πολεμίων ἐπικειμένων αὐτοῖς, περὶ τὸ πίνειν οἱ πλείους ἠσχολημένοι, εἰ μὴ χάλαζα ἰσχυρὰ καὶ κεραυνοὶ οὐκ ὀλίγοι τοῖς πολεμίοις ἐνέπεσον. ἦν οὖν ὁρᾶν ἐν τῷ αὐτῷ χωρίῳ ὕδωρ τε ἅμα καὶ πῦρ ἐκ τοῦ οὐρανοῦ φερόμενα· καὶ οἱ μὲν ὑγραίνοντό τε καὶ ἔπινον, οἱ δὲ ἐπυροῦντο καὶ ἔθνησκον. καὶ οὔτε τῶν Ῥωμαίων τὸ πῦρ ἥπτετο, ἀλλ’ εἴ που καὶ προσέμιξε σφίσιν, εὐθὺς ἐσβέννυτο· οὔτε τοὺς βαρβάρους ὁ ὑετὸς ὠφέλει, ἀλλὰ καὶ ἐπὶ μᾶλλον τὴν φλόγα αὐτῶν ὥσπερ ἔλαιον ἤγειρεν, ὕδωρ τε ὑόμενοι ἐζήτουν. καὶ οἱ μὲν ἑαυτοὺς ἐτίτρωσκον ὡς καὶ τῷ αἵματι τὸ πῦρ κατασβέσοντες, οἱ δὲ καὶ πρὸς τοὺς Ῥωμαίους προσέτρεχον ὡς καὶ μόνους σωτήριον ὕδωρ ἔχοντας· ἠλέησε γοῦν αὐτοὺς καὶ ὁ Μάρκος. |
| S262 | παρὰ δὲ τῶν στρατιωτῶν τὸ ἕβδομον αὐτοκράτωρ προσηγορεύθη. καίπερ δὲ οὐκ εἰωθώς, πρὶν τὴν βουλὴν ψηφίσασθαι, τοιοῦτόν τι προσίεσθαι, ὅμως ἐδέξατό τε αὐτὸ ὡς καὶ παρὰ θεοῦ λαμβάνων, καὶ τῇ γερουσίᾳ ἐπέστειλεν. ἡ μέντοι Φαυστῖνα μήτηρ τῶν στρατοπέδων ἐπεκλήθη. τοῦ δὲ Περτίνακος ἐπὶ ταῖς ἀνδραγαθίαις ὑπατείαν λαβόντος, ὅμως ἦσαν οἳ νεμεσῶντες ἐπὶ τῷ εἶναι αὐτὸν τὸ γένος ἐξ ἀφανῶν τὸ τῆς τραγῳδίας ἐπέλεγον, “τοιαῦθ’ ὁ τλήμων πόλεμος ἐξεργάζεται,” οὐκ εἰδότες ὅτι καὶ μοναρχήσει. τοῦ δὲ Κασσίου κατὰ τὴν Συρίαν νεωτερίσαντος σφόδρα ἐκπλαγεὶς ὁ Μάρκος τὸν Κόμοδον τὸν υἱὸν ἐκ τῆς Ῥώμης, ὡς καὶ ἐς ἐφήβους ἤδη τελεῖν δυνάμενον, μετεπέμψατο. ὁ δὲ δὴ Κάσσιος Σύρος μὲν ἐκ τῆς Κύρου ἦν, ἀνὴρ δὲ ἄριστος ἐγένετο, καὶ ὁποῖον ἄν τις αὐτοκράτορα ἔχειν εὔξαιτο, πλὴν καθ’ ὅσον Ἡλιοδώρου τινὸς ἀγαπητῶς εἰς τὴν τῆς Αἰγύπτου ἡγεμονίαν ἐξ ἐμπειρίας ῥητορικῆς προχωρήσαντος υἱὸς ἦν. τοῦτο δὲ δὴ δεινῶς ἥμαρτεν ὑπὸ Φαυστίνης ἀπατηθείς· αὕτη γὰρ τὸν ἄνδρα ἀρρωστήσαντα (ἦν δὲ τοῦ Εὐσεβοῦς Ἀντωνίνου θυγάτηρ) προσδοκήσασα ὅσον οὐκ ἤδη τελευτήσειν, ἐφοβήθη μὴ τῆς ἀρχῆς ἐς ἄλλον τινά, ἅτε τοῦ Κομόδου καὶ νέου καὶ ἁπλουστέρου τοὺς τρόπους ὄντος, περιελθούσης ἰδιωτεύσῃ, καὶ ἔπεισε τὸν Κάσσιον δι’ ἀπορρήτων παρασκευάσασθαι ἵν’, ἄν τι ὁ Ἀντωνῖνος πάθη, καὶ αὐτὴν καὶ τὴν αὐταρχίαν λάβῃ. ταῦτ’ οὖν αὐτῷ διανοουμένῳ ἀγγελία ἦλθε τὸν Μάρκον τεθνηκέναι, οἷά που φιλεῖ τοιαῦτα ἐπὶ τὸ χεῖρον ἀεὶ θρυλλεῖσθαι· καὶ εὐθύς, οὐκ ἀναμείνας αὐτὴν ἀκριβῶσαι, ἔφεσιν τῆς ἀρχῆς ἐποιήσατο ὡς καὶ πρὸς τῶν στρατιωτῶν τῶν ἐν τῇ Πανωνίᾳ τότε ὄντων προκεχειρισμένος. καὶ ὁ μέν, εἰ καὶ τὰ μάλιστα μὴ ἐς μακρὰν τἀληθὲς ἔμαθεν, ὅμως ἐπειδήπερ ἅπαξ ὑποκεκινήκει οὐ μετεβάλετο, ἀλλὰ τά τε ἐντὸς τοῦ Ταύρου πάντα διὰ βραχέος προσεποιήσατο καὶ παρεσκευάζετο ὡς καὶ πολέμῳ τὸ κράτος ἕξων· ὁ δὲ δὴ Μάρκος παρὰ τοῦ Βήρου τοῦ τῆς Καππαδοκίας ἄρχοντος τὴν ἐπανάστασιν αὐτοῦ μαθὼν τέως μὲν συνέκρυπτεν αὐτά, ἐπεὶ δὲ οἱ στρατιῶται τῇ τε φήμῃ ἰσχυρῶς ἐταράσσοντο καὶ ἐλογοποίουν πολλά, συνεκάλεσεν αὐτοὺς καὶ ἀνέγνω τοιάδε· “οὐκ ἀγανακτήσων, ὦ συστρατιῶται, ἢ ὀδυρούμενος παρελήλυθα. |
| S263 | χαλεπαίνειν μὲν γὰρ τί δεῖ πρὸς τὸ δαιμόνιον, ᾧ πάντα ἔξεστιν; ὀλοφύρεσθαι δὲ ἴσως ἀνάγκη τοὺς ἀδίκως δυστυχοῦντας· ὃ καὶ ἐμοὶ νῦν συμβέβηκε. πῶς γὰρ οὐ δεινὸν πολέμοις ἡμᾶς ἐκ πολέμων συμφέρεσθαι; πῶς δ’ οὐκ ἄτοπον καὶ ἐμφυλίῳ συμπλακῆναι; πῶς οὐκ ἀμφότερα καὶ δεινότητι καὶ ἀτοπίᾳ νικᾷ τὸ μηδὲν πιστὸν ἐν ἀνθρώποις εἶναι, ἀλλ’ ἐπιβεβουλεῦσθαί τέ με ὑπὸ τοῦ φιλτάτου καὶ ἐς ἀγῶνα ἀκούσιον καθίστασθαι μήτε τι ἠδικηκότα μήτε τι πεπλημμεληκότα; τίς μὲν γὰρ ἀρετὴ ἀσφαλής, τίς δὲ φιλία ἔτι νομισθήσεται ἐμοῦ ταῦτα πεπονθότος; πῶς δ’ οὐκ ἀπόλωλε μὲν πίστις, ἀπόλωλε δὲ ἐλπὶς ἀγαθή; ἀλλ’ εἰ μὲν μόνος ἐγὼ ἐκινδύνευον, παρ’ οὐδὲν ἂν τὸ πρᾶγμα ἐποιησάμην (οὐ γάρ που καὶ ἀθάνατος ἐγεννήθην)· ἐπεὶ δὲ δημοσία τε ἀπόστασις, μᾶλλον δὲ ἐπανάστασις γέγονε, καὶ ὁ πόλεμος πάντων ὁμοίως ἡμῶν ἅπτεται, ἐβουλόμην, εἰ οἷόν τε ἦν, προσκαλέσασθαι τὸν Κάσσιον καὶ δικαιολογήσασθαι πρὸς αὐτὸν παρ’ ὑμῖν ἢ παρὰ τῇ γερουσίᾳ· καὶ ἡδέως ἂν ἀμαχεὶ παρεχώρησα αὐτῷ τῆς ἡγεμονίας, εἰ τοῦτο τῷ κοινῷ συμφέρειν ἐδεδόχει. ὑπὲρ τοῦ κοινοῦ γὰρ καὶ πονῶν καὶ κινδυνεύων διατελῶ, τοσοῦτόν τε ἐνταυθοῖ χρόνον ἔξω τῆς Ἰταλίας πεποίηκα, ἄνθρωπος καὶ γέρων ἤδη καὶ ἀσθενὴς καὶ οὔτε τροφὴν ἄλυπον οὔθ’ ὕπνον ἄφροντιν λαβεῖν δυνάμενος. ἐπεὶ δ’ οὐκ ἄν ποτε συγκαθεῖναι εἰς τοῦτο ὁ Κάσσιος ἐθελήσειε (πῶς γὰρ ἂν πιστεύσειέ μοι, ἄπιστος οὕτω περὶ ἐμὲ γεγενημένος), ὑμᾶς γε ὦ συστρατιῶται χρὴ θαρρεῖν. οὐ γάρ που κρείττους Κίλικες καὶ Σύροι καὶ Ἰουδαῖοι καὶ Αἰγύπτιοι ὑμῶν οὔτε ἐγένοντό ποτε οὔτε ἔσονται, οὐδ’ ἂν μυριάκις πλείους ὑμῶν, ὅσῳ νῦν ἐλάττους εἰσίν, ἀθροισθῶσιν. οὐ μὴν οὐδ’ αὐτὸς ὁ Κάσσιος, εἰ καὶ τὰ μάλιστα καὶ στρατηγικὸς εἶναι καὶ πολλὰ κατωρθωκέναι δοκεῖ, λόγου τινὸς ἄξιος νῦν ἂν φανείη· οὔτε γὰρ ἀετὸς κολοιῶν ἢ καὶ λέων νεβρῶν ἡγησάμενος ἀξιόμαχος γίγνεται, καὶ τὸν Ἀρραβικὸν τόν τε Παρθικὸν ἐκεῖνον πόλεμον οὐ Κάσσιος ἀλλ’ ὑμεῖς κατειργάσασθε. ἄλλως τε, εἰ καὶ ἐκεῖνος ἐκ τῶν πρὸς Πάρθους πραχθέντων εὐδόκιμός ἐστιν, ἔχετε καὶ ὑμεῖς Βῆρον, ὃς οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον αὐτοῦ καὶ ἐνίκησε πλείω καὶ κατεκτήσατο. |
| S264 | ἀλλὰ τάχα μὲν καὶ ἤδη μετανενόηκε, ζῶντά με μεμαθηκώς· οὐ γάρ που καὶ ἄλλως ἢ ὡς τετελευτηκότος μου τοῦτ’ ἐποίησεν. ἂν δὲ καὶ ἐπὶ πλεῖον ἀντίσχῃ, ἀλλ’ ὅταν γε καὶ προσιόντας ἡμᾶς πύθηται, πάντως γνωσιμαχήσει, καὶ ὑμᾶς φοβηθεὶς καὶ ἐμὲ αἰδεσθείς. ἐγὼ γοῦν ἓν μόνον ὦ συστρατιῶται δέδοικα (εἰρήσεται γὰρ πᾶσα πρὸς ὑμᾶς ἡ ἀλήθεια), μὴ ἤτοι αὐτὸς ἑαυτὸν ἀποκτείνῃ, αἰσχυνθεὶς ἐς τὴν ἡμετέραν ὄψιν ἐλθεῖν, ἢ ἕτερός τις μαθὼν ὅτι τε ἥξω καὶ ὅτι ἐπ’ αὐτὸν ὁρμῶμαι τοῦτο ποιήσῃ. μέγα γάρ μου ἆθλον καὶ τοῦ πολέμου καὶ τῆς νίκης, καὶ ἡλίκον οὐδεὶς πώποτε ἀνθρώπων ἔλαβεν, ἀφαιρήσεται. τί δὲ τοῦτό ἐστιν; ἀδικήσαντα ἄνθρωπον ἀφεῖναι, πρὸς φιλίαν ὑπερβάντα φίλον μεῖναι, πίστιν καταλύσαντι πιστὸν διαγενέσθαι. παράδοξα μὲν ἴσως ταῦθ’ ὑμῖν φαίνεται, ἀλλ’ οὐκ ἀπιστεῖν ὑμᾶς αὐτοῖς δεῖ· οὐ γάρ που καὶ ἁπλῶς πάντα τὰ ἀγαθὰ ἐκ τῶν ἀνθρώπων ἀπόλωλεν, ἀλλ’ ἔστι καὶ παρ’ ἡμῖν ἔτι τῆς ἀρχαίας ἀρετῆς λείψανον. ἂν δέ που ἀπιστῇ τις, καὶ διὰ τοῦτο μεῖζόν ἐστί μοι τὸ ἐπιθύμημα, ἵνα ὃ μηδεὶς ἂν πιστεύσειε γενέσθαι δύνασθαι, τοῦτο ἴδῃ γενόμενον. ὡς ἔγωγε τοῦτ’ ἂν μόνον ἐκ τῶν παρόντων κακῶν κερδάναιμι, εἰ δυνηθείην καλῶς θέσθαι τὸ πρᾶγμα καὶ δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι καὶ ἐμφυλίοις πολέμοις ἔστιν ὀρθῶς χρήσασθαι.” ταῦτα μὲν ὁ Μάρκος καὶ πρὸς τοὺς στρατιώτας εἶπε καὶ πρὸς τὴν γερουσίαν ἔγραψεν, οὐδὲν οὐδαμοῦ τὸν Κάσσιον κακηγορήσας, πλὴν ὅτι ἀχάριστον αὐτὸν συνεχῶς ἀνεκάλει. οὐ μὴν οὐδὲ ἐκεῖνος ὑβριστικόν τι οὔτε εἶπέ ποτε ἐς τὸν Μάρκον οὔτ’ ἔγραψε. παρασκευαζομένῳ δὲ Μάρκῳ πρὸς τὸν ἐμφύλιον πόλεμον ἄλλαι τε πολλαὶ νῖκαι κατὰ διαφόρων βαρβάρων ἐν ταὐτῷ καὶ ὁ Κασσίου θάνατος ἀπηγγέλθη. προσπεσὼν γὰρ βαδίζοντι τῷ Κασσίῳ Ἀντώνιος ἑκατόνταρχος ἐξαίφνης ἔτρωσε κατὰ τοῦ αὐχένος οὐ πάνυ πληγῇ καιρίᾳ. καὶ ὁ μὲν τῇ ῥύμῃ τοῦ ἵππου ἐξαχθεὶς ἀτελὲς τὸ τόλμημα κατέλιπεν, ὥστ’ ὀλίγου διαφυγεῖν αὐτόν, ὁ δὲ δέκαρχος ἐν τούτῳ τὸ λοιπὸν προσκατειργάσατο· καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμόντες πρὸς τὸν αὐτοκράτορα ὥρμησαν. |
| S265 | καὶ ὁ μὲν οὕτω μῆνάς τε τρεῖς καὶ ἡμέρας ἓξ 〈τὴν ἀρχὴν〉 ὀνειρώξας ἐσφάγη, καὶ ὁ υἱὸς αὐτοῦ ἑτέρωθι ὢν ἐφονεύθη· καὶ ὁ Μάρκος ἐπιὼν τὰ ἔθνη τὰ τῷ Κασσίῳ συνεξαναστάντα πάνυ φιλανθρώπως πᾶσιν ἐχρήσατο, καὶ οὐδένα οὔτε τῶν ἐλαττόνων οὔτε τῶν ἐπιφανεστέρων διεχρήσατο. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον μετήλλαξε καὶ ἡ Φαυστῖνα, εἴτε ὑπὸ τῆς ποδάγρας ἣν εἶχεν, εἴτε ἄλλως, ἵνα μὴ ἐλεγχθῇ ἐφ’ οἷς πρὸς τὸν Κάσσιον συνετέθειτο. καίτοι ὁ Μάρκος τὰ γράμματα διέφθειρε μηδὲ ἀναγνούς, ἵνα μὴ καὶ ἄκων ἀναγκασθῇ μισῆσαί τινα. λέγεται δὲ ὅτι καὶ Βῆρος εἰς τὴν Συρίαν, ἧς καὶ τὴν ἀρχὴν ἔλαβε, προπεμφθείς, καὶ εὑρὼν αὐτὰ ἐν τοῖς σκεύεσι τοῦ Κασσίου ἠφάνισεν, εἰπὼν ὅτι “μάλιστα μὲν ἐκείνῳ τοῦτ’ ἔσται κεχαρισμένον, ἂν δὲ καὶ χαλεπήνῃ τι, ἄμεινόν γε ἔσται ἕνα ἑαυτὸν ἀντὶ πολλῶν ἀπολέσθαι”. Μάρκος γε μὴν οὕτω τι φόνοις οὐκ ἔχαιρεν ὥστε καὶ τοὺς μονομάχους ἐν τῇ Ῥώμῃ ὥσπερ ἀθλητὰς ἀκινδύνως ἑώρα μαχομένους· σιδήριον γὰρ οὐδέποτε οὐδενὶ αὐτῶν ὀξὺ ἔδωκεν, ἀλλὰ καὶ ἀμβλέσιν ὥσπερ ἐσφαιρωμένοις πάντες ἐμάχοντο. τὴν δὲ Φαυστῖναν ἀποθανοῦσαν ἰσχυρῶς πενθήσας ἔγραψε τῇ βουλῇ μηδένα τῶν Κασσίῳ συναραμένων τεθνάναι, ὡς καὶ ἐκ μόνου τούτου παραμυθίου τινὸς ἐπὶ τῇ Φαυστίνῃ τυχεῖν δυνησόμενος. “μὴ γὰρ γένοιτο” ἔφη “μηδένα ὑμῶν ὑπ’ ἐμοὶ μήτε τῇ ἐμῇ μήτε τῇ ὑμετέρᾳ ψήφῳ σφαγῆναι”. καὶ τέλος ἔφη ὅτι “ἂν μὴ τούτου τύχω σπεύσω πρὸς τὸν θάνατον. οὕτω τι καθαρὸς διὰ πάντων καὶ χρηστὸς καὶ εὐσεβὴς ἐγένετο. καὶ γὰρ πολλοὺς καὶ εὐηργέτησε τῶν σφαγέων, ὅσον τὸ ἐπ’ αὐτοῖς, αὐτοῦ τε καὶ τοῦ υἱέος αὐτοῦ. ἐνομοθετήθη δὲ τότε μηδένα ἐν τῷ ἔθνει ὅθεν τὸ ἀρχαῖον ἔστιν ἄρχειν, ὅτι ὁ Κάσσιος ἐν τῇ Συρίᾳ τὴν πατρίδα αὐτοῦ ἐχούσῃ ἡγεμονεύων ἐνεόχμωσε. τῷ δὲ Μάρκῳ καὶ τῇ Φαυστίνῃ ἐψηφίσατο ἡ βουλὴ ἔν τε τῷ Ἀφροδισίῳ τῷ 〈τε〉 Ῥωμαίῳ εἰκόνας ἀργυρᾶς ἀνατεθῆναι καὶ βωμὸν ἱδρυθῆναι, καὶ ἐπ’ αὐτοῦ πάσας τὰς κόρας τὰς ἐν τῷ ἄστει γαμουμένας μετὰ τῶν νυμφίων θύειν, καὶ ἐς τὸ θέατρον χρυσῆν εἰκόνα τῆς Φαυστίνης ἐπὶ δίφρου ἀεί, ὁσάκις γ’ ἂν ἐκεῖνος θεωρῇ, ἐσφέρεσθαί τε καὶ ἐν τῇ προεδρίᾳ ἐξ ἧς ζῶσα ἐθεᾶτο τίθεσθαι, καὶ περὶ αὐτὴν τὰς γυναῖκας τὰς δυνάμει προεχούσας συγκαθίζεσθαι. |
| S266 | ὁ δὲ Μάρκος ἐλθὼν ἐς τὰς Ἀθήνας καὶ μυηθεὶς ἔδωκε μὲν τοῖς Ἀθηναίοις τιμάς, ἔδωκε δὲ καὶ πᾶσιν ἀνθρώποις διδασκάλους ἐν ταῖς Ἀθήναις ἐπὶ πάσης λόγων παιδείας μισθὸν ἐτήσιον φέροντας. ἐλθὼν δὲ ἐς τὴν Ῥώμην καὶ πρὸς τὸν δῆμον διαλεγόμενος, ἐπειδὴ μεταξὺ λέγοντος αὐτοῦ τά τε ἄλλα καὶ ὅτι πολλοῖς ἔτεσιν ἀποδεδημηκὼς ἦν, ἀνεβόησαν “ὀκτώ” καὶ τοῦτο καὶ ταῖς χερσίν, ἵνα δὴ καὶ χρυσοῦς τοσούτους ἐς τὸ δεῖπνον λάβωσι, προσενεδείξαντο, διεμειδίασε καὶ ἔφη καὶ αὐτὸς “ὀκτώ”, καὶ μετὰ ταῦτα ἀνὰ διακοσίας δραχμὰς αὐτοῖς κατένειμεν, ὅσον οὔπω πρότερον εἰλήφεσαν. ταῦτά τε ἔπραξε, καὶ τοῖς ὀφείλουσί τι τῷ βασιλικῷ καὶ τῷ δημοσίῳ πᾶσι πάντα τὰ ὀφειλόμενα ἀφῆκεν ἀπὸ ἐτῶν ἓξ καὶ τεσσαράκοντα, χωρὶς τῶν ἑκκαίδεκα τοῦ Ἀδριανοῦ· καὶ πάντα τὰ περὶ αὐτῶν γράμματα ἐν τῇ ἀγορᾷ καυθῆναι ἐκέλευσε. χρήματά τε πολλαῖς πόλεσιν ἔδωκεν, ἐν αἷς καὶ τῇ Σμύρνῃ δεινῶς ὑπὸ σεισμοῦ φθαρείσῃ· καὶ αὐτὴν καὶ βουλευτῇ ἐστρατηγηκότι ἀνοικοδομῆσαι προσέταξεν. ἀφ’ οὗπερ καὶ νῦν θαυμάζω τῶν αἰτιωμένων αὐτὸν ὡς οὐ μεγαλόφρονα γενόμενον· τὰ μὲν γὰρ ἄλλα οἰκονομικώτατος ὡς ἀληθῶς ἦν, τῶν δ’ ἀναγκαίων ἀναλωμάτων οὐδὲ ἓν ἐξίστατο, καίπερ μήτε τινὰ ἐσπράξει χρημάτων, ὥσπερ εἶπον, λυπῶν, καὶ πλεῖστα ὅσα ἐξ ἀνάγκης ἔξω τῶν ἐγκυκλίων δαπανῶν. ἐπειδὴ δὲ τὰ Σκυθικὰ αὖθις αὐτοῦ ἐδεήθη, γυναῖκα τῷ υἱεῖ θᾶττον δι’ αὐτὰ ἢ ἐβούλετο Κρισπῖναν συνῴκισεν· οἱ γὰρ Κυιντίλιοι οὐκ ἠδυνήθησαν, καίπερ δύο τε ὄντες καὶ φρόνημα καὶ ἀνδρίαν ἐμπειρίαν τε πολλὴν ἔχοντες, τὸν πόλεμον παῦσαι, καὶ διὰ τοῦτ’ ἀναγκαίως αὐτοὶ οἱ αὐτοκράτορες ἐξεστράτευσαν. ὁ δὲ Μάρκος καὶ χρήματα ἐκ τοῦ δημοσίου ᾔτησε τὴν βουλήν, οὐχ ὅτι μὴ ἔκειντο ἐπὶ τῇ τοῦ κρατοῦντος ἐξουσίᾳ, ἀλλ’ ὅτι ὁ Μάρκος πάντα τῆς βουλῆς καὶ τοῦ δήμου καὶ αὐτὰ καὶ τἄλλα ἔλεγεν εἶναι· “ἡμεῖς γάρ” ἔφη πρὸς τὴν βουλὴν λέγων “οὕτως οὐδὲν ἴδιον ἔχομεν ὥστε καὶ ἐν τῇ ὑμετέρᾳ οἰκίᾳ οἰκοῦμεν.” ταῦτά τε εἰπών, καὶ τὸ δόρυ τὸ αἱματῶδες παρὰ τῷ Ἐνυείῳ ἐς τὸ πολέμιον δὴ χωρίον, ὥς γε καὶ τῶν συγγενομένων αὐτῷ ἤκουσα, ἀκοντίσας ἐξωρμήθη, καὶ τῷ Πατέρνῳ δοὺς χεῖρα μεγάλην ἔπεμψεν αὐτὸν εἰς τὸν τῆς μάχης ἀγῶνα. |
| S267 | καὶ οἱ βάρβαροι ἀντέτειναν μὲν διὰ τῆς ἡμέρας ἁπάσης, κατεκόπησαν δὲ ὑπὸ τῶν Ῥωμαίων πάντες, καὶ ὁ Μάρκος τὸ δέκατον αὐτοκράτωρ προσηγορεύθη. καὶ εἴγε πλέον ἐβεβιώκει, πάντα τὰ ἐκεῖ ἂν ἐκεχείρωτο· νῦν δὲ τῇ ἑπτακαιδεκάτῃ τοῦ Μαρτίου μετήλλαξεν, οὐχ ὑπὸ τῆς νόσου ἣν καὶ τότε ἐνόσησεν, ἀλλ’ ὑπὸ τῶν ἰατρῶν, ὡς ἐγὼ σαφῶς ἤκουσα, τῷ Κομόδῳ χαριζομένων. μέλλων οὖν ἀποθνήσκειν τοῦτόν τε τοῖς στρατιώταις παρακατέθετο (οὐ γὰρ ἤθελε δοκεῖν ὑπ’ αὐτοῦ θνήσκειν) καὶ τῷ χιλιάρχῳ τὸ σύνθημα αἰτοῦντι ἔφη “ἄπελθε πρὸς τὸν ἀνατέλλοντα· ἐγὼ γὰρ ἤδη δύομαι.” τελευτήσας δὲ ἄλλα τε πολλὰ ἐς τιμὴν ἔλαβε καὶ χρυσοῦς ἐς αὐτὸ τὸ συνέδριον ἔστη. ὁ μὲν οὖν Μάρκος, ἄριστα διὰ πάντων τῶν ἐν κράτει τινὶ γενομένων ἄρξας, οὕτω μετήλλαξεν. εἶχε μὲν γὰρ καὶ τὰς ἄλλας ἀρετὰς, πλεῖστον δὲ ἐν εὐεργεσίᾳ διῆγεν· ὅθεν που καὶ ναὸν αὐτῆς ἐν τῷ Καπιτωλίῳ ἱδρύσατο, ὀνόματί τινι ἰδιωτάτῳ καὶ μήπω ἀκουσθέντι προσκαλέσας αὐτήν. αὐτὸς μὲν γὰρ ἁπάντων τῶν ἁμαρτημάτων ἀπείχετο, τὰ δὲ δὴ τῶν ἄλλων ἁμαρτήματα, καὶ μάλιστα τὰ τῆς γυναικός, ἔφερε καὶ οὔτε ἐπολυπραγμόνει οὔτε ἐκόλαζε, καὶ εἰ μέν τις χρηστόν τι ἔπραττεν, ἐπῄνει καὶ ἐχρῆτο ἐς ἐκεῖνο αὐτῷ, τῶν δὲ ἑτέρων οὐ προσεποιεῖτο, καὶ ὅτι οὐ προσποιητῶς ἀλλ’ ἐξ ἀρετῆς πάντα ἔπραττε, πρόδηλον· ἔτη γὰρ ὀκτὼ καὶ πεντήκοντα καὶ μῆνας δέκα ἡμέρας τε εἴκοσι καὶ δύο ζήσας, κἀν τούτοις τῷ τε πρὶν Ἀντωνίνῳ συχνὸν χρόνον ὑπάρξας καὶ αὐτὸς ἐννέα καὶ δέκα ἔτη καὶ ἕνδεκα ἡμέρας αὐταρχήσας, ὅμοιος διὰ πάντων ἐγένετο καὶ ἐν οὐδενὶ ἠλλοιώθη. οὕτως ὡς ἀληθῶς ἀγαθὸς ἀνὴρ ἦν καὶ οὐδὲν προσποιητὸν εἶχε. πάμπολλα μὲν γὰρ καὶ ὑπὸ παιδείας ὠφελήθη, ἔν τε τοῖς ῥητορικοῖς ἔν τε τοῖς ἐκ φιλοσοφίας λόγοις ἀσκηθείς· τῶν μὲν γὰρ τόν τε Φρόντωνα τὸν Κορνήλιον καὶ τὸν Ἡρώδην τὸν Κλαύδιον διδασκάλους εἶχε, τῶν δὲ τόν τε Ῥούστικον τὸν Ἰούνιον καὶ Ἀπολλώνιον τὸν Νικομηδέα, τοὺς Ζηνωνείους λόγους μελετῶντας, ἀφ’ οὗ δὴ παμπληθεῖς φιλοσοφεῖν ἐπλάττοντο, ἵν’ ὑπ’ αὐτοῦ πλουτίζωνται. |
| S268 | πλεῖστον δὲ ὅμως ὑπὸ τῆς φύσεως ἐξήρθη· καὶ γὰρ πρὶν ἐκείνοις ὁμιλῆσαι, ἰσχυρῶς πρὸς ἀρετὴν ὥρμητο. τοῖς τε γὰρ συγγενέσι πᾶσι, πολλοῖς καὶ δυνατοῖς πλουσίοις τε οὖσιν, οὕτω τι ἔτι παῖς ὢν ἤρεσεν ὥσθ’ ὑπὸ πάντων αὐτῶν ἀγαπηθῆναι, καὶ διὰ τοῦτο ὑπὸ τοῦ Ἀδριανοῦ ὅτι μάλιστα εἰς τὸ γένος ποιηθεὶς οὐχ ὑπερεφρόνησεν, Ἑλληνικῶν τε καὶ Λατίνων ῥητορικῶν τε καὶ φιλοσόφων λόγων, ἀεὶ διεπίμπλατο. καὶ πρὸ τοῦ Καῖσαρ ἀποδειχθῆναι ὄναρ ἔδοξεν ὤμους τε καὶ χεῖρας ἐλεφαντίνους ἔχειν καὶ αὐταῖς πάντα ὅσα τοῖς ἀνθρωπίνοις χρῆσθαι. ἐκ δ’ οὖν τῆς πολλῆς ἀσχολίας τε καὶ ἀσκήσεως ἀσθενέστατον τὸ σῶμα ἔσχε, καίτοι τοσαύτῃ εὐεξίᾳ ἀπ’ ἀρχῆς χρησάμενος ὥστε καὶ ὁπλομαχεῖν καὶ σῦς ἀγρίους ἐν θήρᾳ καταβάλλειν ἀπὸ ἵππου, οὐ μέντοι καὶ ἐπαξίως ἑαυτοῦ εὐδαιμόνησεν· οὔτε γὰρ ἔρρωτο, καὶ κακοῖς πλείστοις παρὰ πᾶσαν ὡς εἰπεῖν τὴν ἡγεμονίαν περιέπεσεν. ἀλλ’ ἔγωγε ἐξ αὐτῶν τούτων μᾶλλον αὐτὸν τεθαύμακα, ὅτι ἔν τε ἀλλοκότοις καὶ ἐν ἐξαισίοις πράγμασιν αὐτός τε διεγένετο καὶ τὴν ἀρχὴν διεσώσατο. ἓν δ’ οὖν τοῦτο ἐς τὴν οὐκ εὐδαιμονίαν αὐτοῦ συνηνέχθη, ὅτι τὸν υἱὸν καὶ θρέψας καὶ παιδεύσας ὡς οἷόν τε ἦν ἄριστα, πλεῖστον αὐτοῦ ὅσον διήμαρτε. περὶ οὗ ἤδη ῥητέον, ἀπὸ χρυσῆς τε βασιλείας ἐς σιδηρᾶν καὶ καταιτιωμένην τῶν τε πραγμάτων τοῖς τότε Ῥωμαίοις καὶ ἡμῖν νῦν καταπεσούσης τῆς ἱστορίας. ΚΟΜΟΔΟΣ. |
| S269 (7t) | οὗτος πανοῦργος μὲν οὐκ ἔφυ, ἀλλ’ εἰ καί τις ἄλλος ἀνθρώπων ἄκακος, ὑπὸ δὲ δὴ τῆς πολλῆς ἁπλότητος καὶ δειλίας ἐδούλευσε τοῖς συνοῦσι, καὶ ὑπ’ αὐτῶν ἀγνοίᾳ τὸ πρῶτον τοῦ κρείττονος ἁμαρτὼν ἐς ἔθος καὶ ἐκ τούτου ἐς φύσιν ἀσελγῆ καὶ μιαιφόνον προήχθη. ἦν δὲ ἐννεακαιδεκαέτης ὅτε μετήλλαξεν ὁ πατὴρ αὐτοῦ, πολλοὺς αὐτῷ καὶ τοὺς κρατίστους τῶν βουλευτῶν ἐπιτρόπους καταλιπών· ὧν ὁ Κόμοδος ταῖς ὑποθήκαις καὶ συμβουλίαις χαίρειν εἰπών, καὶ τοῖς βαρβάροις σπεισάμενος, ἐς τὴν Ῥώμην ἠπείχθη, μισόπονός τε ὢν καὶ τῆς ἀστικῆς ῥᾳστώνης ἐπιθυμῶν. καὶ ἐπεβουλεύθη μὲν πολλάκις ὑπό τινων, πλείστους δὲ ἐφόνευσε καὶ ἄνδρας καὶ γυναῖκας, τοὺς μὲν φανερῶς τοὺς δὲ λάθρᾳ φαρμάκοις, καὶ ὡς εἰπεῖν πάντας τοὺς ἐπὶ τοῦ πατρὸς αὐτοῦ καὶ ἐπ’ αὐτοῦ ἐκείνου ἀνθήσαντας, πλὴν τοῦ τε Πομπηιανοῦ καὶ τοῦ Περτίνακος καὶ τοῦ Βικτωρίνου· τούτους γὰρ οὐκ οἶδ’ ὅπως οὐκ ἀπέκτεινε. λέγω δὲ ταῦτά τε καὶ τὰ λοιπὰ οὐκ ἐξ ἀλλοτρίας ἔτι παραδόσεως ἀλλ’ ἐξ οἰκείας ἤδη τηρήσεως. ἐλθὼν δὲ εἰς τὴν Ῥώμην καὶ πρὸς τὴν γερουσίαν διαλεχθεὶς ἄλλα τέ τινα ἀπελήρησε, καί τι καὶ τοιοῦτον ἐν τοῖς αὑτοῦ ἐπαίνοις εἶπεν, ὅτι τὸν πατέρα ποτὲ ἐς πηλὸν βαθὺν ἐμπεσόντα ἱππεύων ἐρρύσατο. τοιαῦτα μὲν τὰ σεμνολογήματα αὐτοῦ ἦν, ἐσιόντι δὲ αὐτῷ ἐς τὸ θέατρον τὸ κυνηγετικὸν Κλαύδιος Πομπηιανὸς ἐπεβούλευσε· ξίφος γάρ τι ἐν αὐτῇ τῇ τῆς εἰσόδου στενοχωρίᾳ ἀνατείνας “ἰδού” ἔφη, τοῦτό σοι ἡ βουλή [οὐ] πέπομφεν.” οὗτος ἐνεγγεγύητο μὲν τὴν θυγατέρα Λουκίλλης, ἐχρῆτο δὲ καὶ αὐτῇ ταύτῃ καὶ τῇ τῆς κόρης μητρί, καὶ διὰ ταῦτα τῷ Κομόδῳ ᾠκείωτο ὡς καὶ συνεστιᾶσθαι καὶ συννεανιεύεσθαι αὐτῷ. |
| S270 | ἡ γὰρ Λουκίλλα οὐδὲν ἐπιεικεστέρα οὐδὲ σωφρονεστέρα τοῦ ἀδελφοῦ Κομόδου ὑπάρχουσα ἤχθετο μὲν τῷ ἀνδρὶ αὑτῆς τῷ Πομπηιανῷ· ὅθεν καὶ ἀνέπεισε τὸν εἰρημένον ἐπιθέσθαι τῷ Κομόδῳ, καὶ αὐτόν τε ἀπώλεσε καὶ αὐτὴ φωραθεῖσα ἐπανῃρέθη. ἀπέκτεινε δὲ καὶ τὴν Κρισπῖναν ὁ Κόμοδος, ἐπὶ μοιχείᾳ δή τινι ὀργισθεὶς αὐτῇ. πρὸ δὲ τοῦ ἀναιρεθῆναι καὶ ἀμφότεραι ἐς τὴν νῆσον τὴν Καπρίαν ὑπερωρίσθησαν. Μαρκία δέ τις Κοδράτου τῶν τότε φονευθέντων ἑνὸς παλλακή, καὶ Ἔκλεκτος πρόκοιτος, ὁ μὲν καὶ τοῦ Κομόδου πρόκοιτος ἡ δὲ παλλακὴ ἐγένετο, καὶ τοῦ Ἐκλέκτου μετὰ ταῦτα γυνή· καὶ ἐπεῖδε καὶ ἐκείνους βιαίως ἀποθνήσκοντας. ἱστορεῖται δὲ αὕτη πολλά τε ὑπὲρ τῶν Χριστιανῶν σπουδάσαι καὶ πολλὰ αὐτοὺς εὐηργετηκέναι, ἅτε καὶ παρὰ τῷ Κομόδῳ πᾶν δυναμένη. ἀπέκτεινε δὲ ὁ Κόμοδος καὶ Ἰουλιανὸν τὸν Σερούιον καὶ τὸν Πάτερνον καίτοι δυνηθέντας ἂν εἴπερ ἠθέλησαν ῥᾳδίως αὐτὸν καταλῦσαι. ὁ μὲν γὰρ ἐλλογιμώτατος ἦν καὶ στρατιὰν μεγάλην ἐπετέτραπτο, Πάτερνος δὲ τῶν δορυφόρων ἦρχεν. ἐφόνευσε δὲ καὶ τοὺς Κυιντιλιάνους, τόν τε Καρδιανὸν καὶ τὸν Μάξιμον· μεγάλην γὰρ εἶχον δόξαν ἐπὶ παιδείᾳ καὶ ἐπὶ στρατηγίᾳ καὶ ὁμοφροσύνῃ καὶ πλούτῳ. ἐκ γὰρ δὴ τῶν προσόντων σφίσιν ὑπωπτεύοντο καλῶν, εἰ καὶ μηδὲν νεώτερον ἐνενόουν, ἄχθεσθαι τοῖς παροῦσι. καὶ οὕτως αὐτοί, ὥσπερ ἔζησαν ἅμα οὕτω καὶ ἀπέθανον μεθ’ ἑνὸς τέκνου· διαπρεπέστατα γὰρ τῶν πώποτε ἐφίλησαν ἀλλήλους, καὶ οὐκ ἔστιν ὅτε οὐδὲ ἐν ταῖς ἀρχαῖς διεχωρίσθησαν. ἐγένοντο δὲ καὶ πολυκτήμονες καὶ παμπλούσιοι, καὶ ἦρχον ὁμοῦ καὶ παρήδρευον ἀλλήλοις. Κονδιανὸς δὲ Σέξτος ὁ τοῦ Μαξίμου υἱός, φύσει τε καὶ παιδείᾳ τῶν ἄλλων διαφέρων, ἐπειδὴ ᾔσθετο καὶ τῆς ἐς αὐτὸν φερούσης θανατηφόρου ψήφου (διέτριβε δὲ ἐν Συρίᾳ), αἷμα λαγὼ ἔπιε, καὶ μετὰ τοῦτ’ ἐπί τε ἵππον ἀνέβη καὶ κατέπεσεν ἀπ’ αὐτοῦ ἐπίτηδες, τό τε αἷμα ἤμεσεν ὡς ἴδιον, καὶ ἀρθεὶς ὡς καὶ παραχρῆμα τελευτήσων ἐς οἴκημα ἐκομίσθη, καὶ αὐτὸς μὲν ἀφανὴς ἐγένετο, κριοῦ δὲ σῶμα ἐς λάρνακα ἀντ’ αὐτοῦ ἐμβληθὲν ἐκαύθη. |
| S271 | καὶ ἐκ τούτου ὁ μὲν ἀμείβων ἀεὶ τὸ σχῆμα καὶ τὴν ἐσθῆτα ἄλλοτε ἄλλῃ ἐπλανᾶτο, διαδοθέντος δὲ τοῦ λόγου τούτου (οὐ γὰρ οἷόν τ’ ἐστὶ τὰ τηλικαῦτα ἐπὶ πολὺν χρόνον λανθάνειν) ζήτησις αὐτοῦ μεγάλη πανταχοῦ ὁμοίως ἐγένετο, καὶ πολλοὶ μὲν ἀντ’ αὐτοῦ δι’ ὁμοιότητα πολλοὶ δὲ ὡς καὶ συνεγνωκότες τι αὐτῷ ἢ καὶ ὑποδεδεγμένοι πῃ αὐτὸν ἐκολάσθησαν, ἔτι δὲ πλείους οὐδὲ ἑωρακότες ποτὲ ἴσως αὐτὸν τῶν οὐσιῶν ἐστερήθησαν. καὶ ὁ μὲν εἴτε ὄντως ἐσφάγη (πλεῖσται γὰρ κεφαλαὶ ὡς ἐκείνου οὖσαι ἐς τὴν Ῥώμην ἐκομίσθησαν) εἴτε καὶ ἀπέφυγεν, οὐδεὶς οἶδεν· ἕτερος δέ τις ἐτόλμησε μετὰ τὸν τοῦ Κομόδου θάνατον Σέξτος τε εἶναι φῆσαι καὶ πρὸς ἀνάληψιν τοῦ τε πλούτου καὶ τοῦ ἀξιώματος αὐτοῦ ὁρμῆσαι. καὶ πολλά γε ὑπὸ πολλῶν ἀνακριθεὶς ἐκομψεύσατο, ὡς μέντοι καὶ Ἑλληνικῶν τι αὐτὸν ὁ Περτίναξ, ὧν ἐκεῖνος διεπεφύκει, ἀνήρετο, πλεῖστον ἐσφάλη, μηδὲ συνεῖναι τὸ λεγόμενον δυνηθείς. τοῦτό τε οὖν αὐτὸς ἤκουσα παρών, καὶ ἕτερον τοιόνδε εἶδον. ἔστιν ἐν Μαλῷ πόλει τῆς Κιλικίας Ἀμφιλόχου χρηστήριον, καὶ χρᾷ δι’ ὀνειράτων. ἔχρησεν οὖν καὶ τῷ Σέξτῳ, ὃ διὰ γραφῆς ἐκεῖνος ἐδήλωσε· παιδίον γὰρ τῷ πίνακι ἐνεγέγραπτο δύο δράκοντας ἀποπνῖγον καὶ λέων νεβρὸν διώκων. οὐδὲ ἔσχον αὐτὰς συμβαλεῖν, τῷ πατρὶ συνὼν ἄρχοντι τῆς Κιλικίας, πρὶν πυθέσθαι τούς τε ἀδελφοὺς ὑπὸ τοῦ Κομόδου, ὃς μετὰ ταῦτα τὸν Ἡρακλέα ἐζήλωσε τρόπον τινὰ πνιγέντας, ὥσπερ καὶ ὁ Ἡρακλῆς ἔτι νήπιος ὢν ἱστόρηται τοὺς ὑπὸ τῆς Ἥρας ἐπιπεμφθέντας αὐτῷ δράκοντας ἀποπνῖξαι (καὶ γὰρ καὶ οἱ Κυιντίλιοι ἀπηγχονήθησαν), καὶ τὸν Σέξτον φεύγοντα καὶ διωκόμενον ὑπὸ τοῦ κρείττονος. πάμπολυν ἂν ὄχλον τῇ συγγραφῇ παράσχοιμι, εἰ ἀκριβῶς καθ’ ἕκαστον τοὺς θανατωθέντας ὑπ’ αὐτοῦ γράφοιμι, ὁπόσους ἐκεῖνος ἢ διὰ συκοφαντίας ψευδεῖς ἢ δι’ ὑποψίας οὐκ ἀληθεῖς ἢ διὰ πλοῦτον λαμπρὸν ἢ διὰ γένος εὐδόκιμον ἢ διὰ παιδείας ὑπεροχὴν ἢ δι’ ἄλλην τινὰ ἀρετὴν διεχρήσατο. ἐγένοντο δὲ καὶ πόλεμοί τινες αὐτῷ πρὸς τοὺς ὑπὲρ τὴν Δακίαν βαρβάρους, ἐν οἷς ὅ τε Ἀλβῖνος καὶ ὁ Νίγρος οἱ τῷ αὐτοκράτορι Σεβήρῳ μετὰ ταῦτα ἀντιπολεμήσαντες εὐδοκίμησαν, μέγιστος δὲ ὁ Βρεττανικός. |
| S272 | τῶν γὰρ ἐν τῇ νήσῳ ἐθνῶν ὑπερβεβηκότων τὸ τεῖχος τὸ διορίζον αὐτούς τε καὶ τὰ 〈τῶν〉 Ῥωμαίων στρατόπεδα, καὶ πολλὰ κακουργούντων, στρατηγόν τέ τινα μετὰ τῶν στρατιωτῶν οὓς εἶχε κατακοψάντων, φοβηθεὶς ὁ Κόμοδος Μάρκελλον Οὔλπιον ἐπ’ αὐτοὺς ἔπεμψεν. οὑτοσὶ δὲ ὁ ἀνὴρ μέτριος καὶ εὐτελὴς ὤν, στρατιωτικῶς τε ἀεὶ καὶ περὶ τὴν τροφὴν καὶ περὶ πάντα τἄλλα ζῶν, ὅτε ἐπολέμει, ὑψηλόφρων καὶ φρονηματώδης ἐγίγνετο, χρημάτων τε διαφανῶς ἀδωρότατος ἦν, οὐ μὴν καὶ ἡδὺς τὸ ἦθος ἢ φιλάνθρωπος. ἀυπνότατος δὲ τῶν στρατηγῶν γενόμενος, καὶ τοὺς ἄλλους τοὺς συνόντας αὐτῷ ἐγρηγορέναι βουλόμενος, δώδεκα γραμμάτια οἷά γε ἐκ φιλύρας ποιεῖται, καθ’ ἑκάστην ἑσπέραν συνέγραφε, καὶ προσέταττέ τινι ἄλλο ἄλλῃ ὥρᾳ κομίζειν τισίν, ἵν’ ἐγρηγορέναι τὸν στρατηγὸν ἀεὶ νομίζοντες μηδὲ αὐτοὶ ἄδην καθεύδοιεν. ἦν μὲν γὰρ καὶ ἄλλως ὑπνομαχεῖν πεφυκώς, ἐπὶ πλέον δὲ, τοῦτο ἐκ τῆς ἀσιτίας ἠσκήκει. ὅπως γὰρ μηδὲ τῶν ἄρτων διαπιμπλᾶται, ἐκ τῆς Ῥώμης αὐτοὺς μετεπέμπετο, ἵν’ ὑπὸ τῆς παλαιότητος αὐτῶν μὴ δύνηται μηδὲ μικρὰ πλέον τοῦ πάνυ ἀναγκαίου φαγεῖν· Μάρκελλος μὲν δὴ τοιοῦτος ὢν τούς τε βαρβάρους τοὺς ἐν Βρεττανίᾳ δεινῶς ἐκάκωσε, καὶ μικροῦ δεῖν ὑπὸ τοῦ Κομόδου μετὰ ταῦτα διὰ τὴν ἰδίαν ἀρετὴν ἀποθανεῖν μελλήσας ὅμως ἀφείθη· Περέννιον δὲ τῶν δορυφόρων μετὰ τὸν Πάτερνον ἄρχοντα συνέβη διὰ τοὺς στρατιώτας στασιάσαντας ἀναιρεθῆναι. τοῦ γὰρ Κομόδου ἁρματηλασίαις καὶ ἀσελγείαις ἐκδεδωκότος ἑαυτόν, καὶ τῶν τῇ ἀρχῇ προσηκόντων οὐδὲν ὡς εἰπεῖν πράττοντος, ὁ Περέννιος ἠναγκάζετο οὐχ ὅτι τὰ στρατιωτικὰ ἀλλὰ καὶ τἄλλα διὰ χειρὸς ἔχειν καὶ τοῦ κοινοῦ προστατεῖν. οἱ οὖν στρατιῶται, ὁπότε τι σφίσι μὴ καταθύμιον ἀπαντήσαι, τὴν αἰτίαν ἐπὶ τὸν Περέννιον ἀναφέροντες ἐμηνίων αὐτῷ. καὶ οἱ ἐν Βρεττανίᾳ τοίνυν ὑπάρχοντες, ἐπειδή τι καὶ ἐπετιμήθησαν ἐφ’ οἷς ἐστασίαζον (οὐ γὰρ πρὶν ἡσύχασαν ἢ αὐτοὺς τὸν Περτίνακα παῦσαι), χιλίους καὶ πεντακοσίους ἀκοντιστὰς ἀπὸ σφῶν ἀπολέξαντες ἐς τὴν Ἰταλίαν ἔπεμψαν· ὧν μηδενὸς κωλύοντος τῇ Ῥώμῃ πλησιασάντων, ὁ Κόμοδος ἀπήντησέ τε αὐτοῖς καὶ ἐπύθετο “τί ταῦτα, ὦ συστρατιῶται; τί βουλόμενοι πάρεστε;” εἰπόντων δὲ αὐτῶν “ἥκομεν· Περέννιος γάρ σοι ἐπιβουλεύει, ἵνα αὐτοκράτορα τὸν υἱὸν ἀποδείξῃ” ἐπείσθη τε αὐτοῖς, ἄλλως τε καὶ τοῦ Κλεάνδρου ἐνάγοντος, ὃς κωλυόμενος ὑπὸ τοῦ Περεννίου ποιεῖν ὅσα ἠβούλετο δεινῶς αὐτὸν ἐμίσει, καὶ ἐξέδωκε τὸν ἔπαρχον τοῖς στρατιώταις ὧν ἦρχεν, οὐδὲ ἐτόλμησε καταφρονῆσαι χιλίους καὶ πεντακοσίους, πολλαπλασίους αὐτῶν δορυφόρους ἔχων. |
| S273 | καὶ αὐτὸν ἐκεῖνον καὶ ᾐκίσαντο καὶ κατέκοψαν, καὶ ἡ γυνὴ αὐτοῦ καὶ ἡ ἀδελφὴ καὶ υἱεῖς δύο προσδιεφθάρησαν. ὁ μὲν οὖν οὕτως ἐσφάγη, ἥκιστα δὴ τοῦτο παθεῖν καὶ δι’ ἑαυτὸν καὶ διὰ τὴν πᾶσαν τῶν Ῥωμαίων ἀρχὴν ὀφείλων, πλὴν καθ’ ὅσον διὰ τὴν φιλαρχίαν αἰτιώτατος τῷ Πατέρνῳ τῷ συνάρχοντι τοῦ ὀλέθρου ἐγένετο· ἰδίᾳ μὲν γὰρ οὐδὲν πώποτε οὔτε πρὸς δόξαν οὔτε πρὸς πλοῦτον περιεβάλετο, ἀλλὰ καὶ ἀδωρότατα καὶ σωφρονέστατα διήγαγε, τοῦ δὲ Κομόδου 〈καὶ〉 τῆς ἀρχῆς αὐτοῦ πᾶσαν ἀσφάλειαν ἐποιεῖτο. καὶ οἱ Καισάρειοι τούτου ἀπαλλαγέντος (ἦν δὲ αὐτῶν κορυφαῖος ὁ Κλέανδρος) οὐδὲν ὅ τι κακὸν οὐκ ἔδρων, πωλοῦντες πάντα, ὑβρίζοντες, ἀσελγαίνοντες. Κόμοδος δὲ τὸ πλεῖστον τοῦ βίου περί τε τὰς ῥᾳστώνας καὶ τοὺς ἵππους περί τε τὰς μάχας τῶν τε θηρίων καὶ τῶν ἀνδρῶν εἶχεν. ἄνευ γὰρ ὧν οἴκοι ἔδρα, πολλοὺς μὲν ἄνδρας ἐν τῷ δημοσίῳ πολλὰ δὲ καὶ θηρία πολλάκις ἔφθειρε· καὶ πέντε γοῦν ἵππους ποταμίους ἅμα καὶ δύο ἐλέφαντας ἄλλῃ καὶ ἄλλῃ ἡμέρᾳ χωρὶς αὐτὸς ταῖς ἑαυτοῦ χερσὶ κατεχρήσατο, καὶ προσέτι καὶ ῥινοκέρωτας ἀπέκτεινε καὶ καμηλοπάρδαλιν. ταῦτα μέν μοι κατὰ παντὸς τοῦ περὶ αὐτὸν λόγου γέγραπται. Βικτωρίνῳ δὲ τῷ πολιαρχήσαντι τελευτήσαντι ὁ ἀνδριὰς ἐδόθη. οὗτος βουλομένου πολλάκις ἀνελεῖν αὐτὸν τοῦ Κομόδου, ἀναβαλλομένου δὲ καὶ ὀκνοῦντος τὴν πρᾶξιν (ὁ γὰρ Βικτωρῖνος τῇ τε τῆς ψυχῆς ἀρετῇ καὶ τῇ τῶν λόγων παρασκευῇ οὐδενὸς τῶν καθ’ ἑαυτὸν δεύτερος ἐγένετο) προσελθὼν τῷ Περεννίῳ ποτὲ “ἀκούω” ἔφη “ὅτι με ἀποκτεῖναι ἐθέλετε· τί οὖν μέλλετε; τί δὲ ἀναβάλλεσθε, ἐξὸν ὑμῖν ἤδη καὶ τήμερον αὐτὸ δρᾶσαι;” τῆς δὲ Γερμανίας ποτὲ ἄρχων τὸ μὲν πρῶτον οἴκοι καθ’ ἑαυτὸν ἐπειράθη τὸν ὑποστράτηγον πεῖσαι μὴ δωροδοκεῖν, ἐπεὶ δ’ οὐκ ἐσήκουεν αὐτοῦ, ἀνέβη τε ἐπὶ τὸ βῆμα καὶ ὤμοσε μήτ’ εἰληφέναι δῶρά ποτε μήτε λήψεσθαι, ἔπειτα καὶ ἐκεῖνον ὀμόσαι ἐκέλευσεν, ὡς δ’ οὐκ ἠθέλησεν ἐπιορκῆσαι, ἐκέλευσεν αὐτὸν ἀπαλλαγῆναι τῆς ἀρχῆς. |
| S274 | τοιοῦτος μέν τις ὁ Βικτωρῖνος ἦν, ὁ δὲ δὴ Κλέανδρος ὁ μετὰ τὸν Περέννιον μέγιστον δυνηθεὶς καὶ ἐπράθη μετὰ τῶν ὁμοδούλων, μεθ’ ὧν καὶ ἀχθηφορήσων ἐς τὴν Ῥώμην ἐκεκόμιστο, χρόνου δὲ προϊόντος οὕτως ηὐξήθη ὥστε καὶ τοῦ Κομόδου προκοιτῆσαι, τήν τε παλλακίδα αὐτοῦ Δαμοστρατίαν γῆμαι, καὶ τὸν Σαώτερον τὸν Νικομηδέα τὸν πρὸ αὐτοῦ τὴν τιμὴν ἔχοντα ταύτην ἀποκτεῖναι πρὸς πολλοῖς καὶ ἄλλοις· καίτοι καὶ ἐκεῖνος μέγιστον ἠδυνήθη, καὶ διὰ τοῦτο καὶ οἱ Νικομηδεῖς καὶ ἀγῶνα ἄγειν καὶ νεὼν τοῦ Κομόδου ποιήσασθαι παρὰ τῆς βουλῆς ἔλαβον. ὁ γοῦν Κλέανδρος μέγας ὑπὸ τῆς τύχης ἀρθεὶς καὶ ἐχαρίσατο καὶ ἐπώλησε βουλείας στρατείας ἐπιτροπείας ἡγεμονίας, πάντα πράγματα. καὶ ἤδη τινὲς πάντα τὰ ὑπάρχοντά σφισιν ἀναλώσαντες βουλευταὶ ἐγένοντο, ὥστε καὶ λεχθῆναι ἐπὶ Ἰουλίου Σόλωνος ἀνδρὸς ἀφανεστάτου ὅτι εἰς τὸ συνέδριον τῆς οὐσίας στερηθεὶς ἐξωρίσθη. ταῦτά τε ὁ Κλέανδρος ἐποίει, καὶ ὑπάτους ἐς ἐνιαυτὸν πέντε καὶ εἴκοσιν ἀπέδειξεν· ὃ μήτε πρότερόν ποτε μήθ’ ὕστερον ἐγένετο· καὶ ἐν αὐτοῖς καὶ Σεβῆρος ὁ μετὰ ταῦτα αὐταρχήσας ὑπάτευσεν. ἠργυρολόγει μὲν οὖν πανταχόθεν, καὶ ἐκτήσατο πλεῖστα τῶν πώποτε ὀνομασθέντων προκοίτων, καὶ ἀπ’ αὐτῶν πολλὰ μὲν τῷ Κομόδῳ ταῖς τε παλλακαῖς αὐτοῦ ἐδίδου, πολλὰ δὲ καὶ ἐς οἰκίας καὶ ἐς βαλανεῖα ἄλλα τέ τινα χρήσιμα καὶ ἰδιώταις καὶ πόλεσιν ἐδαπάνα. οὗτος οὖν ὁ Κλέανδρος ἐς τοσοῦτον ὄγκον ἀρθεὶς ἔπεσι καὶ αὐτὸς ἐξαίφνης καὶ ἀπώλετο μετὰ ἀτιμίας. ἀπέκτειναν δὲ αὐτὸν οὐχ οἱ στρατιῶται ὥσπερ τὸν Περέννιον, ἀλλ’ ὁ δῆμος. ἐγένετο μὲν γὰρ καὶ ἄλλως ἰσχυρὰ σιτοδεία, ἐπὶ πλεῖστον δ’ αὐτὴν Παπίριος Διονύσιος ἐπὶ τοῦ σίτου τεταγμένος ἐπηύξησεν, ἵν’ ὡς αἰτιώτατον αὐτῆς τὸν Κλέανδρον ἀπὸ τῶν κλεμμάτων ὄντα καὶ μισήσωσιν οἱ Ῥωμαῖοι καὶ διαφθείρωσι. καὶ ἔσχεν οὕτως. ἱπποδρομία τις ἦν, μελλόντων δὲ τὸ ἕβδομον τῶν ἵππων ἀγωνιεῖσθαι πλῆθός τι παιδίων ἐς τὸν ἱππόδρομον εἰσέδραμε, καὶ αὐτῶν παρθένος τις μεγάλη καὶ βλοσυρὰ ἡγεῖτο, ἣν δαίμονα ἐκ τῶν μετὰ ταῦτα συμβάντων ἐνόμισαν γεγονέναι. |
| S275 | τά τε γὰρ παιδία συνεβόησαν πολλὰ καὶ δεινά, καὶ ὁ δῆμος παραλαβὼν αὐτὰ οὐδὲν ὅ τι οὐκ ἐξέκραγε, καὶ τέλος καταπηδήσας ὥρμησε πρὸς τὸν Κόμοδον ἐν τῷ Κυιντιλίῳ προαστείῳ ὄντα, πολλὰ μὲν ἐκείνῳ κἀγαθὰ ἐπευχόμενος, πολλὰ δὲ καὶ κατὰ τοῦ Κλεάνδρου καταρώμενος. καὶ ὃς στρατιώτας τινὰς ἐπ’ αὐτοὺς ἔπεμψε, καὶ ἔτρωσάν τινας καὶ ἀπέκτειναν· οὐ μέντοι καὶ ἀνείρχθη διὰ τοῦτο ὁ δῆμος, ἀλλὰ τῷ τε πλήθει σφῶν καὶ τῇ τῶν δορυφόρων ἰσχύι θαρρήσας ἐπὶ μᾶλλον ἠπείχθη. πλησιαζόντων δὲ αὐτῶν τῷ Κομόδῳ, καὶ μηδενός οἱ μηνύοντος τὸ γινόμενον, Μαρκία ἐκείνη ἡ τοῦ Κουαδράτου ἐσήγγειλε τὸ πραττόμενον· καὶ ὁ Κόμοδος οὕτως ἔδεισεν, ἄλλως τε καὶ δειλότατος ὤν, ὥστε αὐτίκα καὶ τὸν Κλέανδρον καὶ τὸ παιδίον αὐτοῦ, ὃ καὶ ἐν ταῖς τοῦ Κομόδου χερσὶν ἐτρέφετο, σφαγῆναι κελεῦσαι. καὶ τὸ μὲν παιδίον προσουδίσθη καὶ διεφθάρη, τὸ δὲ τοῦ Κλεάνδρου σῶμα παραλαβόντες οἱ Ῥωμαῖοι ἔσυραν καὶ ᾐκίσαντο, καὶ τὴν κεφαλὴν αὐτοῦ διὰ πάσης τῆς πόλεως ἐπὶ τοῦ κοντοῦ περιήνεγκαν, καί τινας καὶ ἄλλους τῶν μέγα ἐπ’ αὐτοῦ δυναμένων ἐφόνευσαν. Κόμοδος δὲ ἀπὸ τῶν εὐθυμιῶν καὶ παιδιῶν ἀνανεύων ἐφόνα καὶ τοὺς ἐπιφανεῖς ἄνδρας διεχειρίζετο· ὧν ἦν καὶ Ἰουλιανὸς ὁ ἔπαρχος, ὃν καὶ δημοσίᾳ περιελάμβανέ τε καὶ κατεφίλει καὶ πατέρα ὠνόμαζεν, Ἰούλιός τε Ἀλέξανδρος, οὗτος μὲν ὡς καὶ λέοντα ἀπὸ τοῦ ἵππου κατακοντίσας· ὅστις ἐπειδὴ καὶ τοὺς σφαγέας παρόντας ᾔσθετο, ἐκείνους τε τῆς νυκτὸς ἐφόνευσε, καὶ τῶν Ἐμεσηνῶν, ὅθεν ἦν, τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ πάντας προσκατεχρήσατο, ποιήσας δὲ ταῦτα ἵππον τε ἀνέβη καὶ πρὸς τοὺς βαρβάρους ὥρμησε. κἂν ἐξέφυγεν, εἰ μὴ παιδικά τινα συνεπῆκτο· αὐτὸς μὲν γὰρ κράτιστα ἵππευε, τὸ δὲ μειράκιον καμὸν οὐχ ὑπέμεινε καταλιπεῖν, ἀλλ’ ὡς κατελαμβάνετο, ἀπέκτεινε καὶ ἐκεῖνον καὶ ἑαυτόν. ἀνῃρέθη δὲ καὶ Διονύσιος πρὸς τοῦ Κομόδου, ὁ ἐπὶ τοῦ σίτου ταχθείς. γέγονε δὲ καὶ νόσος μεγάλη ὧν ἐγὼ οἶδα· δισχίλιοι γοῦν πολλάκις ἡμέρας μιᾶς ἐν τῇ Ῥώμῃ ἐτελεύτησαν. πολλοὶ δὲ καὶ ἄλλως οὐκ ἐν τῷ ἄστει μόνον ἀλλὰ καὶ ἐν ὅλῃ ὡς εἰπεῖν τῇ ἀρχῇ ὑπ’ ἀνδρῶν κακούργων ἀπέθανον· βελόνας γὰρ μικρὰς δηλητηρίοις τισὶ φαρμάκοις ἐγχρίοντες ἐνίεσαν δι’ αὐτῶν ἐς ἑτέρους ἐπὶ μισθῷ τὸ δεινόν· ὅπερ που καὶ ἐπὶ τοῦ Δομιτιανοῦ ἐγεγόνει. |
| S276 | καὶ οὗτοι μὲν ἐν οὐδενὶ λόγῳ ἀπώλλυντο, ἦν δὲ ἁπάντων νοσημάτων καὶ ἁπάντων κακουργημάτων χαλεπώτερος Ῥωμαίοις ὁ Κόμοδος, διά τε τἄλλα καὶ ὅτι ἠναγκάζοντο, ἃ τῷ πατρὶ αὐτοῦ κατ’ εὔνοιαν ἐψηφίζοντο, ταῦτ’ ἐκείνῳ διὰ φόβον ἀπονέμειν ἐξ ἐπιτάγματος. Κομοδιανὴν γοῦν τήν τε Ῥώμην αὐτὴν καὶ τὰ στρατόπεδα Κομοδιανά, τήν τε ἡμέραν ἐν ᾗ ταῦτα ἐψηφίζετο Κομοδιανὰ καλεῖσθαι προσέταξεν. ἑαυτῷ δὲ ἄλλας τε παμπόλλους ἐπωνυμίας καὶ τὴν Ἡρακλέους ἀπήνεγκε. τὴν δὲ Ῥώμην ἀθάνατον εὐτυχῆ κολωνίαν οἰκουμένην τῆς γῆς (καὶ γὰρ ἄποικον αὐτὴν ἑαυτοῦ δοκεῖν ἐβούλετο) ἐπωνόμασε. καὶ ἀνδριάς τε αὐτῷ χρυσοῦς χιλίων λιτρῶν μετά τε ταύρου καὶ βοὸς θηλείας ἐγένετο, καὶ τέλος καὶ οἱ μῆνες ἀπ’ αὐτοῦ πάντες ἐπεκλήθησαν, ὥστε καταριθμεῖσθαι αὐτοὺς οὕτως, Ἀμαζόνιος Ἀνίκητος Εὐτυχὴς Εὐσεβὴς Λούκιος Αἴλιος Αὐρήλιος Κόμοδος Αὔγουστος Ἡράκλειος Ῥωμαῖος Ὑπεραίρων. αὐτὸς μὲν γὰρ ἄλλοτε ἄλλα μετελάμβανε τῶν ὀνομάτων, τὸν δ’ Ἀμαζόνιον καὶ τὸν Ὑπεραίροντα παγίως ἑαυτῷ ἔθετο ὡς καὶ ἐν πᾶσιν ἁπλῶς πάντας ἀνθρώπους καθ’ ὑπερβολὴν νικῶν· οὕτω καθ’ ὑπερβολὴν ἐμεμήνει τὸ κάθαρμα. καὶ τῇ βουλῇ οὕτως ἐπέστελλεν “αὐτοκράτωρ Καῖσαρ Λούκιος Αἴλιος Αὐρήλιος Κόμοδος Αὔγουστος εὐσεβὴς εὐτυχής, Σαρματικὸς Γερμανικὸς μέγιστος Βρεττανικός, εἰρηνοποιὸς τῆς οἰκουμένης [εὐτυχὴς] ἀνίκητος, Ῥωμαῖος Ἡρακλῆς, ἀρχιερεύς, δημαρχικῆς ἐξουσίας τὸ ὀκτωκαιδέκατον, αὐτοκράτωρ τὸ ὄγδοον, ὕπατος τὸ ἕβδομον, πατὴρ πατρίδος, ὑπάτοις στρατηγοῖς δημαρχικοῖς, γερουσίᾳ Κομοδιανῇ εὐτυχεῖ χαίρειν.” καὶ ἀνδριάντες αὐτοῦ παμπληθεῖς ἐν Ἡρακλέος σχήματι ἔστησαν. καὶ τὸν αἰῶνα τὸν ἐπ’ αὐτοῦ χρυσοῦν τε ὀνομάζεσθαι καὶ ἐς τὰ γράμματα πάντα ὁμοίως ἐσγράφεσθαι ἐψηφίσθη. οὗτος οὖν ὁ χρυσοῦς, οὗτος ὁ Ἡρακλῆς, οὗτος ὁ θεός (καὶ γὰρ τοῦτ’ ἤκουεν) ἐξαίφνης ποτὲ μετὰ μεσημβρίαν ἐκ τοῦ προαστείου σπουδῇ ἐς τὴν Ῥώμην ἐλάσας τριάκοντα ἵππων. |
| S277 | ἁμίλλας ἐν δυσὶν ὥραις ἐποίησεν. ὅθεν οὐχ ἥκιστα καὶ τὰ χρήματα αὐτὸν ἐπέλιπεν. ἦν μὲν γὰρ καὶ φιλόδωρος, καὶ πολλάκις τῷ δήμῳ κατὰ δραχμὰς ἑκατὸν καὶ τεσσαράκοντα ἔδωκεν· τὸ δὲ πλεῖστον εἰς ἐκεῖνα ἃ εἶπον ἐδαπάνα. ὅθεν καὶ ἐγκλήματα καὶ γυναιξὶ καὶ ἀνδράσιν ἐπιφέρων οὓς μὲν ἐφόνευεν, οἷς δὲ τὴν σωτηρίαν τῆς οὐσίας αὐτῶν ἐπίπρασκε. καὶ τέλος ἐν τοῖς γενεθλίοις τοῖς ἑαυτοῦ ἡμᾶς τε καὶ τὰς γυναῖκας ἡμῶν καὶ τοὺς παῖδας δύο χρυσοῦς ἕκαστον, ὥσπερ τινὰ ἀπαρχήν, ἐκέλευσέν οἱ ἀποφέρειν, τούς τε ἐν ταῖς ἄλλαις ἁπάσαις πόλεσι βουλευτὰς κατὰ πέντε δραχμάς. καὶ ἐν μὲν τῷ δημοσίῳ οὐδαμόθεν ἅρματα ἤλασε, πλὴν εἰ μή που ἐν ἀσελήνῳ νυκτί, ἐπιθυμήσας μὲν καὶ δημοσίᾳ ἁρματηλατῆσαι, αἰσχυνθεὶς δὲ καὶ ὀφθῆναι τοῦτο ποιῶν· οἴκοι δὲ συνεχῶς τοῦτ’ ἔπραττε, τῇ πρασίνῳ σκευῇ χρώμενος. θηρία μέντοι πολλὰ μὲν οἴκοι ἀπέσφαξε, πολλὰ δὲ καὶ ἐν τῷ δημοσίῳ. καὶ μέντοι καὶ ἐμονομάχει, οἴκοι μὲν ὥστε καὶ φονεύειν τινά (ἐν ξυρῷ τε ἑτέρων, ὡς καὶ τὰς τρίχας ἀφαιρῶν, παρέτεμνε τῶν μὲν ῥῖνα τῶν δὲ οὖς τῶν δὲ ἄλλο τι), ἐν δὲ τῷ κοινῷ ἄνευ σιδήρου καὶ ἄνευ αἵματος ἀνθρωπείου. ἐνέδυνε δέ, πρὶν μὲν εἰς τὸ θέατρον εἰσιέναι, χιτῶνα χειριδωτὸν σηρικὸν λευκὸν διάχρυσον (καὶ ἐν τούτῳ γε αὐτὸν τῷ σχήματι ὄντα ἠσπαζόμεθα), ἐσιὼν δὲ ὁλοπόρφυρον χρυσῷ κατάπαστον, χλαμύδα τε ὁμοίαν τὸν Ἑλληνικὸν τρόπον λαμβάνων, καὶ στέφανον ἔκ τε λίθων Ἰνδικῶν καὶ ἐκ χρυσοῦ πεποιημένον, κηρύκειόν τε τοιοῦτον φέρων ὁποῖον ὁ Ἑρμῆς. ἡ γὰρ λεοντῆ τό τε ῥόπαλον ἔν τε ταῖς ὁδοῖς προεφέρετο αὐτοῦ, καὶ ἐν τοῖς θεάτροις ἐπὶ δίφρου ἐπιχρύσου, εἴτε παρείη εἴτε καὶ ἀπείη, ἐτίθετο· αὐτὸς δὲ ἐν τῷ τοῦ Ἑρμοῦ σχήματι ἐσῄει τε ἐς τὸ θέατρον, καὶ ἀπορρίψας τὰ ἄλλα οὕτως ἐν τῷ χιτῶνι ἀνυπόδετος ἔργου εἴχετο. καὶ ἐν μὲν τῇ πρώτῃ ἡμέρῃ ἄρκτους τε ἑκατὸν αὐτὸς μόνος, ἄνωθεν ἀπὸ τῆς περιβολῆς τῆς κρηπῖδος ἀκοντίζων, ἀπέκτεινε· διείληπτο γὰρ τὸ θέατρον πᾶν συμπήκτοις τισὶ διαμέτροις, τήν τε στέγην περίδρομον ἔχουσι καὶ διχῇ τέμνουσιν ἄλληλα, ἵν’ ἐξ ὀλίγου πανταχόθεν τετραχῇ τὰ θηρία μεμερισμένα ῥᾷον ἀκοντίζηται. |
| S278 | καὶ ἔπιεν ἐν μέσῃ τῇ ἀγωνίᾳ καμών, κύλικι ῥοπαλωτῇ παρὰ γυναικὸς γλυκὺν οἶνον ἐψυγμένον λαβών, ἀμυστί· ἐφ’ ᾧ καὶ ὁ δῆμος καὶ ἡμεῖς παραχρῆμα πάντες τοῦτο δὴ τὸ ἐν τοῖς συμποσίοις εἰωθὸς λέγεσθαι ἐξεβοήσαμεν, “ζήσειας.” καὶ μή μέ τις κηλιδοῦν τὸν τῆς ἱστορίας ὄγκον, ὅτι καὶ τὰ τοιαῦτα συγγράφω, νομίσῃ. ἄλλως μὲν γὰρ οὐκ ἂν εἶπον αὐτά· ἐπειδὴ δὲ πρός τε τοῦ αὐτοκράτορος ἐγένετο καὶ παρὼν αὐτὸς ἐγὼ καὶ εἶδον ἕκαστα καὶ ἤκουσα καὶ ἐλάλησα, δίκαιον ἡγησάμην μηδὲν αὐτῶν ἀποκρύψασθαι, ἀλλὰ καὶ αὐτά, ὥσπερ τι ἄλλο τῶν μεγίστων καὶ ἀναγκαιοτάτων, τῇ μνήμῃ τῶν ἐσέπειτα ἐσομένων παραδοῦναι. καὶ μέντοι καὶ τἄλλα πάντα τὰ ἐπ’ ἐμοῦ πραχθέντα καὶ λεπτουργήσω καὶ λεπτολογήσω μᾶλλον ἢ τὰ πρότερα, ὅτι τε συνεγενόμην αὐτοῖς, καὶ ὅτι μηδένα ἄλλον οἶδα τῶν τι δυναμένων ἐς συγγραφὴν ἀξίαν λόγου καταθέσθαι διηκριβωκότα αὐτὰ ὁμοίως ἐμοί. ἐν μὲν οὖν τῇ πρώτῃ ἡμέρᾳ ταῦτ’ ἐγένετο· ἐν δὲ ταῖς ἄλλαις τοτὲ μὲν βοτά, κάτω ἐς τὸ τοῦ κύκλου ἔδαφος καταβαίνων ἄνωθεν, ὅσα ἐπλησίαζε, τὰ δὲ καὶ προσαγόμενα ἢ καὶ ἐν δικτύοις αὐτῷ προσφερόμενα, κατέκοπτε, καὶ τίγριν ἔσφαξεν ἵππον τε ποτάμιον καὶ ἐλέφαντα. πράξας δὲ ταῦτα ἀπηλλάττετο, καὶ μετὰ τοῦτο ἐξ ἀρίστου ἐμονομάχει. ἤσκει δὲ καὶ ἐχρῆτο τῇ ὁπλίσει τῇ τοῦ σεκούτορος καλουμένου, τὴν μὲν ἀσπίδα ἐν τῇ δεξιᾷ τὸ δὲ ξίφος τὸ ξύλινον ἐν τῇ ἀριστερᾷ ἔχων· καὶ πάνυ καὶ ἐπὶ τούτῳ μέγα ἐφρόνει ὅτι ἦν ἐπαρίστερος. ἀντηγωνίζετο δὲ αὐτῷ γυμναστής τις ἢ καὶ μονομάχος νάρθηκα ἔχων, ἔστι μὲν ὅτε ὃν αὐτὸς προεκαλεῖτο, ἔστι δὲ ὅτε ὃν ὁ δῆμος ᾑρεῖτο· καὶ γὰρ τοῦτο καὶ τἄλλα ἐξ ἴσου τοῖς ἄλλοις μονομάχοις ἐποίει, πλὴν καθ’ ὅσον ἐκεῖνοι μὲν ὀλίγον τι λαμβάνοντες ἐσίασι, τῷ δὲ δὴ Κομόδῳ πέντε καὶ εἴκοσι μυριάδες καθ’ ἑκάστην ἡμέραν ἐκ τῶν μονομαχικῶν χρημάτων ἐδίδοντο. παρειστήκεσαν δὲ αὐτῷ μαχομένῳ Αἰμίλιός τε Λαῖτος ὁ ἔπαρχος καὶ ὁ Ἔκλεκτος ὁ πρόκοιτος, 〈οὓσ〉 καὶ σκιαμαχήσας καὶ νικήσας δῆλον ὅτι ἐφίλει ὥσπερ εἶχε διὰ τοῦ κράνους. καὶ μετὰ τοῦτο καὶ οἱ ἄλλοι ἐμάχοντο. καὶ τῇ γε πρώτῃ ἡμέρᾳ αὐτὸς πάντας σφᾶς κάτωθεν, τό τε τοῦ Ἑρμοῦ σχῆμα πᾶν μετ’ ἐπιχρύσου ῥάβδου λαβὼν καὶ ἐπὶ βῆμα ὅμοιον ἀναβάς, συνέβαλεν· ὅπερ που καὶ ἐν τέρατος λόγῳ ἔσχομεν. |
| S279 | καὶ μετὰ τοῦτο ἐπί τε τὴν συνήθη ἕδραν ἀνῄει καὶ ἐκεῖθεν τὰ λοιπὰ μεθ’ ἡμῶν ἐθεώρει· ἐπράττετο δ’ οὐδὲν ἔτι παιδιᾶς ἐχόμενον, ἀλλ’ ὥστε πάνυ πολλοὺς ἀποθνήσκειν. καὶ δή ποτε βραδυνάντων τινῶν περὶ τὰς σφαγὰς τούς τε ἀντιπάλους συνέδησεν ἀλλήλοις καὶ πάντας ἅμα μάχεσθαι ἐκέλευσε. κἀκ τούτου ἠγωνίσαντο μὲν εἷς πρὸς ἕνα οἱ συνδεδεμένοι, ἔσφαξαν δέ τινες καὶ τοὺς οὐδὲν προσήκοντάς σφισιν, ὑπό τε τοῦ ὄχλου καὶ τῆς στενοχωρίας ἐμπελασθέντες αὐτοῖς. τοιαύτη μὲν τὸ σύμπαν ἡ θέα ἐκείνη τέσσαρσι καὶ δέκα ἡμέραις ἐγένετο· ἀγωνιζομένου δ’ αὐτοῦ ἡμεῖς μὲν οἱ βουλευταὶ ἀεὶ μετὰ τῶν ἱππέων συνεφοιτῶμεν, χωρὶς ἢ ὅτι Πομπηιανὸς Κλαύδιος ὁ γέρων οὐκ ἔστιν ὅτε ἀπήντησεν, ἀλλὰ τοὺς μὲν υἱεῖς ἔπεμπεν, αὐτὸς δὲ οὐδέποτε ἀφίκετο, αἱρούμενος ἀποσφαγῆναι ἐπὶ τούτῳ μᾶλλον ἢ τὸν αὐτοκράτορα τὸν τοῦ Μάρκου παῖδα ἐπιδεῖν τοιαῦτα ποιοῦντα. πρὸς γὰρ τοῖς ἄλλοις καὶ ἐπεβοῶμεν τά τε ἄλλα ὅσα ἐκελευόμεθα, καὶ αὐτὸ τοῦτο συνεχῶς, “καὶ κύριος εἶ καὶ πρῶτος εἶ καὶ πάντων εὐτυχεστάτας νίκας νικήσεις. ἀπ’ αἰῶνος, Ἀμαζόνιε, νικᾷς.” τοῦ δὲ δὴ λοιποῦ δήμου πολλοὶ μὲν οὐδὲ ἐσῆλθον ἐς τὸ θέατρον, εἰσὶ δ’ οἱ παρακύψαντες ἀπηλλάττοντο τὸ μέν τι αἰσχυνόμενοι τοῖς ποιουμένοις, τὸ δὲ καὶ δεδιότες, ἐπειδὴ λόγος διῆλθεν ὅτι τοξεῦσαί τινας ἐθελήσει ὥσπερ ὁ Ἡρακλῆς τὰς Στυμφαλίδας. καὶ ἐπιστεύθη γε οὗτος ὁ λόγος, ἐπειδή ποτε πάντας τοὺς τῶν ποδῶν ἐν τῇ πόλει ὑπὸ νόσου ἢ ἑτέρας τινὸς συμφορᾶς ἐστερημένους ἀθροίσας δρακόντων τέ τινα αὐτοῖς εἴδη περὶ τὰ γόνατα περιέπλεξε, καὶ σπόγγους ἀντὶ λίθων βάλλειν δοὺς ἀπέκτεινέ σφας ῥοπάλῳ παίων ὡς γίγαντας. οὗτος μὲν ὁ φόβος πᾶσι κοινὸς καὶ ἡμῖν καὶ τοῖς ἄλλοις ἦν· ἔπραξε δὲ καὶ ἕτερόν τι τοιόνδε πρὸς ἡμᾶς τοὺς βουλευτάς, ἐξ οὗ οὐχ ἥκιστα ἀπολεῖσθαι προσεδοκήσαμεν. στρουθὸν γὰρ ἀποκτείνας καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμὼν προσῆλθεν ἔνθα ἐκαθήμεθα, τῇ τε ἀριστερᾷ χειρὶ ἐκείνην καὶ τῇ δεξιᾷ τὸ ξίφος ᾑματωμένον ἀνατείνας, καὶ εἶπε μὲν οὐδέν, τὴν δὲ κεφαλὴν τὴν ἑαυτοῦ σεσηρὼς ἐκίνησεν, ἐνδεικνύμενος ὅτι καὶ ἡμᾶς τὸ αὐτὸ τοῦτο δράσει. |
| S280 | κἂν συχνοὶ παραχρῆμα ἐπ’ αὐτῷ γελάσαντες ἀπηλλάγησαν τῷ ξίφει (γέλως γὰρ ἡμᾶς ἀλλ’ οὐ λύπη ἔλαβεν), εἰ μὴ δάφνης φύλλα, ἃ ἐκ τοῦ στεφάνου εἶχον, αὐτός τε διέφαγον καὶ τοὺς ἄλλους τοὺς πλησίον μου καθημένους διατραγεῖν ἔπεισα, ἵν’ ἐν τῇ τοῦ στόματος συνεχεῖ κινήσει τὸν τοῦ γελᾶν ἔλεγχον ἀποκρυψώμεθα. τοιούτων δ’ οὖν τούτων γενομένων παρεμυθήσατο ἡμᾶς ὅτι μέλλων αὖθις μονομαχῆσαι παρήγγειλεν ἡμῖν ἔν τε τῇ στολῇ τῇ ἱππάδι καὶ ἐν ταῖς μανδύαις εἰς τὸ θέατρον εἰσελθεῖν, ὅπερ οὐκ ἄλλως ποιοῦμεν εἰσιόντες εἰς τὸ θέατρον εἰ μὴ τῶν αὐτοκρατόρων τις μεταλλάξειε, καὶ ὅτι ἐν τῇ τελευταίᾳ ἡμέρᾳ τὸ κράνος αὐτοῦ κατὰ τὰς πύλας καθ’ ἃς οἱ τελευτῶντες ἐκφέρονται ἐξεκομίσθη. ἐκ γὰρ τούτων καὶ πάνυ πᾶσι πάντως ἀπαλλαγή τις αὐτοῦ γενήσεσθαι ἐνομίζετο. ἀπέθανέ γέ τοι, μᾶλλον δὲ ἀνῃρέθη, οὐκ ἐς μακράν. ὁ γὰρ Λαῖτος καὶ ὁ Ἔκλεκτος ἀχθόμενοι αὐτῷ δι’ ἃ ἐποίει, καὶ προσέτι καὶ φοβηθέντες (ἠπείλει γάρ σφισιν, ὅτι ἐκωλύετο ταῦτα ποιεῖν), ἐπεβούλευσαν αὐτῷ. ὁ γὰρ Κόμοδος ἀμφοτέρους ἀνελεῖν ἐβούλετο τοὺς ὑπάτους, Ἐρύκιόν τε Κλᾶρον καὶ Σόσσιον Φλάκον καὶ ὕπατός τε ἅμα καὶ σεκούτωρ ἐν τῇ νουμηνίᾳ ἐκ τοῦ χωρίου ἐν ᾧ οἱ μονομάχοι τρέφονται προελθεῖν· καὶ γὰρ τὸν οἶκον τὸν πρῶτον παρ’ αὐτοῖς, ὡς καὶ εἷς ἐξ αὐτῶν ὤν, εἶχε· καὶ μηδεὶς ἀπιστήσῃ· καὶ γὰρ τοῦ κολοσσοῦ τὴν κεφαλὴν ἀποτεμὼν καὶ ἑτέραν ἑαυτοῦ ἀντιθείς, καὶ ῥόπαλον δοὺς λέοντά τέ τινα χαλκοῦν ὑποθεὶς ὡς Ἡρακλεῖ ἐοικέναι, ἐπέγραψε πρὸς τοῖς δηλωθεῖσιν αὐτοῦ ἐπωνύμοις καὶ τοῦτο “πρωτόπαλος σεκουτόρων, ἀριστερὸς μόνος νικήσας δωδεκάκις” οἶμαι “χιλίους”. διὰ μὲν δὴ ταῦτα ὅ τε Λαῖτος καὶ ὁ Ἔκλεκτος ἐπέθεντο αὐτῷ, κοινωσάμενοι καὶ τῇ Μαρκίᾳ τὸ βούλευμα. ἐν γοῦν τῇ τελευταίᾳ τοῦ ἔτους ἡμέρᾳ, ἐν τῇ νυκτί, τῶν ἀνθρώπων ἀσχολίαν περὶ τὴν ἑορτὴν ἐχόντων, φάρμακον διὰ τῆς Μαρκίας ἐν κρέασι βοείοις αὐτῷ ἔδωκαν. ἐπεὶ δ’ οὐκ ἠδυνήθη παραχρῆμα ὑπό τε τοῦ οἴνου ὑπό τε τῶν λουτρῶν, οἷς ἀεὶ ἀπλήστως ἐχρῆτο, φθαρῆναι, ἀλλὰ καὶ ἐξήμεσέ τι κἀκ τούτου ὑποτοπήσας αὐτὸ ἠπείλει τινά, οὕτω δὴ Νάρκισσόν τινα γυμναστὴν ἐπέπεμψαν αὐτῷ, καὶ δι’ ἐκείνου λουόμενον αὐτὸν ἀπέπνιξαν. |
| S281 | τῷ μὲν οὖν Κομόδῳ τοῦτο τὸ τέλος ἐγένετο ἔτη δώδεκα καὶ μῆνας ἐννέα καὶ ἡμέρας τεσσαρεσκαίδεκα ἄρξαντι, ἐβίω δὲ ἔτη τριάκοντα ἓν καὶ μῆνας τέσσαρας· καὶ ἐς αὐτὸν ἡ οἰκία ἡ τῶν ὡς ἀληθῶς Αὐρηλίων αὐταρχοῦσα ἐπαύσατο. πόλεμοι δὲ μετὰ τοῦτο καὶ στάσεις μέγισται συνέβησαν, συνέθηκα δ’ ἐγὼ τούτων τὴν συγγραφὴν ἐξ αἰτίας τοιᾶσδε. βιβλίον τι περὶ τῶν ὀνειράτων καὶ τῶν σημείων δι’ ὧν ὁ Σευῆρος τὴν αὐτοκράτορα ἀρχὴν ἤλπισε, γράψας ἐδημοσίευσα· καὶ αὐτῷ καὶ ἐκεῖνος πεμφθέντι παρ’ ἐμοῦ ἐντυχὼν πολλά μοι καὶ καλὰ ἀντεπέστειλε. ταῦτ’ οὖν ἐγὼ τὰ γράμματα πρὸς ἑσπέραν ἤδη λαβὼν κατέδαρθον, καί μοι καθεύδοντι προσέταξε τὸ δαιμόνιον ἱστορίαν γραφῆναι. καὶ οὕτω δὴ ταῦτα περὶ ὧν νῦν καθίσταμαι ἔγραψα. καὶ ἐπειδή γε τοῖς τε ἄλλοις καὶ αὐτῷ τῷ Σευήρῳ μάλιστα ἤρεσε, τότε δὴ καὶ τἄλλα πάντα τὰ τοῖς Ῥωμαίοις προσήκοντα συνθεῖναι ἐπεθύμησα· καὶ διὰ τοῦτο οὐκέτ’ ἰδίᾳ ἐκεῖνο ὑπολιπεῖν ἀλλ’ εἰς τήνδε τὴν συγγραφὴν ἐμβαλεῖν ἔδοξέ μοι, ἵν’ ἐν μιᾷ πραγματείᾳ ἀπ’ ἀρχῆς πάντα, μέχρις ἂν καὶ τῇ Τύχῃ δόξῃ, γράψας καταλίπω· τὴν δὲ δὴ θεὸν ταύτην ἐπιρρωννύουσάν με πρὸς τὴν ἱστορίαν εὐλαβῶς πρὸς αὐτὴν καὶ ὀκνηρῶς διακείμενον, καὶ πονούμενον ἀπαγορεύοντά τε ἀνακτωμένην δι’ ὀνειράτων, καὶ καλὰς ἐλπίδας περὶ τοῦ μέλλοντος χρόνου διδοῦσάν μοι ὡς ὑπολειψομένου τὴν ἱστορίαν καὶ οὐδαμῶς ἀμαυρώσοντος, ἐπίσκοπον τῆς τοῦ βίου διαγωγῆς, ὡς ἔοικεν, εἴληχα, καὶ διὰ τοῦτο αὐτῇ ἀνάκειμαι. συνέλεξα δὲ πάντα τὰ ἀπ’ ἀρχῆς τοῖς Ῥωμαίοις μέχρι τῆς Σευήρου μεταλλαγῆς πραχθέντα ἐν ἔτεσι δέκα, καὶ συνέγραψα ἐν ἄλλοις δώδεκα· τὰ γὰρ λοιπά, ὅπου ἂν καὶ προχωρήσῃ, γεγράψεται. πρὸ δὲ τῆς τοῦ Κομόδου τελευτῆς σημεῖα τάδε ἐγένετο· ἀετοί τε γὰρ περὶ τὸ Καπιτώλιον πολλοὶ καὶ ἔξεδροι ἐπλανῶντο, προσεπιφθεγγόμενοι οὐδὲν εἰρηναῖον, καὶ βύας ἀπ’ αὐτοῦ ἔβυξε, πῦρ τε νύκτωρ ἀρθὲν ἐξ οἰκίας τινὸς καὶ ἐς τὸ Εἰρηναῖον ἐμπεσὸν τὰς ἀποθήκας τῶν τε Αἰγυπτίων καὶ τῶν Ἀρραβίων φορτίων ἐπενείματο, ἔς τε τὸ παλάτιον μετεωρισθὲν ἐσῆλθε καὶ πολλὰ πάνυ αὐτοῦ κατέκαυσεν, ὥστε καὶ τὰ γράμματα τὰ τῇ ἀρχῇ προσήκοντα ὀλίγου δεῖν πάντα φθαρῆναι. |
| S282 | ἀφ’ οὗ δὴ καὶ τὰ μάλιστα δῆλον ἐγένετο ὅτι οὐκ ἐν τῇ πόλει τὸ δεινὸν στήσεται, ἀλλὰ καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην αὐτῆς ἀφίξεται. οὐδὲ γὰρ κατασβεσθῆναι ἀνθρωπίνῃ χειρὶ ἠδυνήθη, καίτοι παμπόλλων μὲν ἰδιωτῶν παμπόλλων δὲ στρατιωτῶν ὑδροφορούντων, καὶ αὐτοῦ τοῦ Κομόδου ἐπελθόντος ἐκ τοῦ προαστείου καὶ ἐπισπέρχοντος. ἀλλ’ ἐπειδὴ πάντα ὅσα κατέσχε διέφθειρεν, ἐξαναλωθὲν ἐπαύσατο. ΠΕΡΤΙΝΑΞ. Περτίναξ δὲ ἦν μὲν τῶν καλῶν κἀγαθῶν, ἦρξε δὲ πάνυ βραχύν τινα χρόνον, εἶτα πρὸς τῶν στρατιωτῶν ἀνῃρέθη. λανθάνοντος γὰρ ἔτι τοῦ γεγενημένου περὶ τὸν Κόμοδον ἦλθον πρὸς αὐτὸν οἱ περὶ τὸν Ἔκλεκτον καὶ Λαῖτον, καὶ τὸ πραχθὲν ἐνόμισαν· διὰ τὴν ἀρετὴν γὰρ καὶ τὸ ἀξίωμα αὐτοῦ ἡδέως αὐτὸν ἐπελέξαντο. ἰδὼν δὲ αὐτοὺς ἐκεῖνος, καὶ ἀκούσας ὧν ἔλεγον, ἔπεμψε τὸν πιστότατον τῶν ἑταίρων τὸ σῶμα τὸ τοῦ Κομόδου ὀψόμενον. ὡς δὲ τὸ πραχθὲν ἐβεβαιώσατο, οὕτω δὴ ἐς τὸ στρατόπεδον κρύφα ἐσεκομίσθη, καὶ ἔκπληξιν μὲν τοῖς στρατιώταις παρέσχε, τῇ δὲ δὴ παρουσίᾳ τῶν περὶ τὸν Λαῖτον, καὶ ἐξ ὧν ὑπέσχετο (τρισχιλίας γὰρ αὐτοῖς δραχμὰς κατ’ ἄνδρα δώσειν ἐψηφίσατο), προσεποιήσατο αὐτούς. κἂν πάντως ἡσύχασαν, εἰ μὴ τελευτὴν τῶν λόγων ὧδέ πως εἶπε, “πολλὰ μέν, ὦ ἄνδρες συστρατιῶται, καὶ δυσχερῆ τῶν παρόντων ἐστίν, ἀλλὰ τὰ μὲν ἄλλα αὖθις σὺν ἡμῖν ἐπανορθώσεται·” ἀκούσαντες γὰρ τοῦτο ὑπετόπησαν πάντα τὰ ἑαυτοῖς ὑπὸ τοῦ Κομόδου παρὰ τὸ καθεστηκὸς δεδομένα καταλυθήσεσθαι, καὶ ἐδυσκόλαναν μέν, ἡσύχασαν δὲ ὅμως ἐπικρύπτοντες τὴν ὀργήν. |
| S283 | ἐξελθὼν δὲ ἐκ τοῦ τείχους πρὸς τὸ συνέδριον νυκτὸς ἔτι οὔσης ἀφίκετο, καὶ ἀσπασάμενος ἡμᾶς ὅπως τις, οἷα ἐν ὁμίλῳ καὶ ἐν ὠθισμῷ τοσούτῳ, προσελθεῖν αὐτῷ ἠδυνήθη, ἔπειτα ἐκ τοῦ αὐτοσχεδίου εἶπεν ὅτι “ὠνόμασμαι μὲν ὑπὸ τῶν στρατιωτῶν αὐτοκράτωρ, οὐδὲν μέντοι τῆς ἀρχῆς δέομαι, ἀλλ’ ἐξίσταμαι ἤδη καὶ τήμερον αὐτῆς διά τε τὴν ἐμαυτοῦ ἡλικίαν καὶ ἀρρωστίαν καὶ διὰ τὴν τῶν πραγμάτων δυσχέρειαν.” λεχθέντων δὲ καὶ ἐπῃνοῦμεν αὐτὸν ἀπὸ γνώμης καὶ ὡς ἀληθῶς ᾑρούμεθα· τήν τε γὰρ ψυχὴν ἄριστος ἦν καὶ τῷ σώματι ἔρρωτο, πλὴν καθ’ ὅσον βραχύ τι ὑπὸ τῶν ποδῶν ἐνεποδίζετο. καὶ οὕτως ὅ τε Περτίναξ αὐτοκράτωρ καὶ ὁ Κόμοδος πολέμιος ἀπεδείχθη, πολλά γε ἐς αὐτὸν καὶ δεινὰ καὶ τῆς βουλῆς καὶ τοῦ δήμου συμβοησάντων. ἠθέλησαν μὲν γὰρ καὶ τὸ σῶμα αὐτοῦ σῦραι καὶ διασπάσαι ὥσπερ καὶ τὰς εἰκόνας, εἰπόντος δὲ τοῦ Περτίνακος τῇ γῇ ἤδη τὸν νεκρὸν κεκρύφθαι, τοῦ μὲν σώματος ἀπέσχοντο, τῶν δ’ ἄλλων ἐνεφοροῦντο, οὐδὲν ὅ τι οὐκ ἐπιλέγοντες· Κόμοδον μὲν γὰρ οὐδεὶς οὐδ’ αὐτοκράτορα αὐτὸν ὠνόμαζεν, ἀλιτήριον δέ τινα καὶ τύραννον ἀποκαλοῦντες προσετίθεσαν ἐπισκώπτοντες τὸν μονομάχον, τὸν ἁρματηλάτην, τὸν ἀριστερόν, τὸν κηλήτην. τοῖς τε βουλευταῖς, ὅσοις μάλιστα καὶ ἐκ τοῦ Κομόδου φόβος ἐπήρτητο, ὁ ὄχλος ἐπέλεγεν “εὖγε εὖγε, ἐσώθης, ἐνίκησας.” ὅσα τε εἰώθεσαν ἐν τοῖς θεάτροις ἐπὶ τῇ τοῦ Κομόδου θεραπείᾳ εὐρύθμως πως ἐκβοᾶν, ταῦτα τότε μετασχηματίζοντες ἐς τὸ γελοιότατον ἐξῇδον. τοῦ μὲν γὰρ ἀπηλλαγμένοι, τὸν δὲ οὐδέπω φοβούμενοι, τό τε διὰ μέσου αὐτῶν ὡς ἐλεύθεροι ἐκαρποῦντο, καὶ ἀξίωμα παρρησίας ἐν τῷ ἀδεεῖ αὐτοῦ ἐλάμβανον· οὐ γὰρ ἐξήρκει σφίσι τὸ μηκέτι φοβεῖσθαι, ἀλλ’ ἐν τῷ θαρσοῦντι καὶ ἐξυβρίζειν ἤθελον. ἦν δὲ ὁ Περτίναξ Λίγυς ἐξ Ἄλβης Πομπηίας, πατρὸς οὐκ εὐγενοῦς, γράμματα ὅσον ἀποζῆν ἐξ αὐτῶν ἠσκημένος. καὶ κατὰ τοῦτο καὶ τῷ Πομπηιανῷ τῷ Κλαυδίῳ συνεγεγόνει, καὶ κατὰ τοῦτ’ ἐν τοῖς ἱππεῦσι χιλιαρχήσας ἐς τοῦτο προεχώρησεν ὥστε καὶ ἐκείνου αὐτοῦ αὐταρχῆσαι. |
| S284 | καὶ ἔγωγε τότε ἐπὶ τοῦ Περτίνακος καὶ πρῶτον καὶ ἔσχατον τὸν Πομπηιανὸν εἶδον· ἐν γὰρ τοῖς ἀγροῖς τὰ πλεῖστα διὰ τὸν Κόμοδον διῆγε τό τε γῆρας καὶ τὸ τῶν ὀφθαλμῶν νόσημα προβαλλόμενος, καὶ μέντοι καὶ μετὰ τὸν Περτίνακα πάλιν ἐνόσει· καὶ αὐτὸν ὁ Περτίναξ τά τε ἄλλα ἰσχυρῶς ἐτίμα καὶ ἐπὶ τοῦ βάθρου ἐπὶ τοῦ συνεδρίου παρεκάθιζε. ἐχρῆτο δὲ καὶ ἡμῖν δημοτικώτατα· καὶ γὰρ εὐπροσήγορος ἦν, ἤκουέ τε ἑτοίμως ὅ τι τις ἀξιοίη, καὶ ἀπεκρίνετο ἀνθρωπίνως ὅσα αὐτῷ δοκοίη. εἱστία τε ἡμᾶς σωφρόνως· καὶ ὁπότε μὴ τοῦτο ποιοίη, διέπεμπεν ἄλλοις ἄλλα καὶ τὰ εὐτελέστατα. καὶ αὐτὸν ἐπὶ τούτῳ οἱ μὲν πλούσιοι καὶ μεγάλαυχοι διεγέλων, οἱ δὲ ἄλλοι, οἷς ἀρετὴ ἀσελγείας προτιμοτέρα ἦν, ἐπῃνοῦμεν. ἔτι δὲ ὄντος αὐτοῦ ἐν Βρεττανίᾳ μετὰ τὴν μεγάλην ἐκείνην στάσιν ἣν ἔπαυσε, καὶ ἐπαίνων παρὰ πᾶσιν ἀξιουμένου, ἵππος τις ὄνομα Περτίναξ ἐνίκησεν ἐν τῇ Ῥώμῃ· ἦν δὲ τῶν πρασίων καὶ ὑπὸ τοῦ Κομόδου ἐσπουδάζετο. τῶν οὖν στασιωτῶν αὐτοῦ μέγα ἀναβοησάντων, καὶ εἰπόντων αὐτὸ τοῦτο, “Περτίναξ ἐστίν,” οἱ ἕτεροι οἱ ἀντιστασιασταί σφων, οἷά που ἀχθόμενοι τῷ Κομμόδῳ, προσεπεύξαντο, εἰπόντες οὐ πρὸς τὸν ἵππον ἀλλὰ πρὸς τὸν ἄνδρα “εἰ γὰρ ὤφειλεν εἶναι.” ὕστερον δὲ τὸν αὐτὸν τοῦτον ἵππον ἀπαλλαγέντα τε τῶν δρόμων ὑπὸ τοῦ γήρως καὶ ἐν ἀγρῷ ὄντα μετεπέμψατο ὁ Κόμοδος, καὶ ἐσήγαγεν εἰς τὸν ἱππόδρομον τάς τε ὁπλὰς αὐτοῦ καταχρυσώσας καὶ τὰ ἀνώτατα δέρματι ἐπιχρύσῳ κοσμήσας· καὶ αὐτὸν οἱ ἄνθρωποι ἐξαπίνης ἰδόντες ἀνεβόησαν αὖθις “Περτίναξ ἐστί.” καὶ ἦν μέν που μαντικὸν αὐτὸ καθ’ ἑαυτὸ τὸ λεχθέν, ἐπειδὴ τῇ ἐσχάτῃ ἐν τῷ ἔτει ἐκείνῳ ἱπποδρομίᾳ ἐγένετο, καὶ εὐθὺς ἐπ’ αὐτῇ τὸ κράτος ἐς τὸν Περτίνακα περιῆλθεν· ἐλογοποιήθη δὲ καὶ ἐπὶ τοῦ ῥοπάλου τὰ ὅμοια, ἐπειδὴ τῷ Περτίνακι αὐτὸ ὁ Κόμοδος μονομαχήσειν τῇ τελευταίᾳ ἡμέρᾳ μέλλων ἔδωκεν. οὕτω μὲν ἐς τὴν ἀρχὴν ὁ Περτίναξ κατέστη, καὶ ἔλαβε τάς τε ἄλλας ἐπικλήσεις τὰς προσηκούσας καὶ ἑτέραν ἐπὶ τῷ δημοτικὸς εἶναι βούλεσθαι· πρόκριτος γὰρ τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον ἐπωνομάσθη. καὶ εὐθὺς ἐς κόσμον, ὅσα πρὶν πλημμελῶς εἶχε καὶ ἀτάκτως, καθίστατο· φιλανθρωπία τε γὰρ καὶ χρηστότης καὶ οἰκονομία βελτίστη καὶ πρόνοια τοῦ κοινοῦ ἐπιμελεστάτη περὶ τὸν αὐτοκράτορα διεδείκνυτο. |
| S285 | τά τε γὰρ ἄλλα, ὅσα ἂν ἀγαθὸς αὐτοκράτωρ, ἔπραττεν ὁ Περτίναξ, καὶ τὴν ἀτιμίαν ἀφεῖλεν τῶν ἀδίκως πεφονευμένων, καὶ προσέτι καὶ ἐπώμοσε μηδέποτε τοιαύτην δίκην προσδέξασθαι. καὶ αὐτίκα οἱ μὲν τοὺς συγγενεῖς οἱ δὲ τοὺς φίλους ἀνεκάλουν μετὰ δακρύων ὁμοῦ καὶ χαρᾶς· οὐδὲ γὰρ οὐδὲ τοῦτο πρὶν ἐξῆν ποιεῖν· καὶ μετὰ ταῦτα ἀνορύττοντες τὰ σώματα, οἱ μὲν ὁλόκληρα οἱ δὲ μέρη, ὥς που ἕκαστον αὐτῶν ἢ τοῦ ὀλέθρου ἢ τοῦ χρόνου εἶχεν, εὐθέτουν καὶ ἐς τὰ προγονικὰ μνημεῖα ἀπετίθεντο. τοσαύτη δὲ ἄρα τότε τὸ βασίλειον εἶχεν ἀχρηματία ὥστε πέντε καὶ εἴκοσι μυριάδες δραχμῶν μόναι εὑρέθησαν. χαλεπῶς δ’ οὖν ὁ Περτίναξ ἔκ τε τῶν εἰκόνων καὶ τῶν ὅπλων τῶν τε ἵππων καὶ ἐπίπλων καὶ τῶν παιδικῶν τῶν τοῦ Κομόδου ἀγείρας ἀργύριον, τοῖς τε δορυφόροις ἔδωκεν, ὅσα ὑπέσχετο, καὶ τῷ δήμῳ καθ’ ἑκατὸν δραχμάς. σύμπαντα γὰρ ὅσα ὁ Κόμοδος ἐπί τε τῇ τρυφῇ καὶ ἐς ὁπλομαχίαν ἢ καὶ ἐς ἁρματηλασίαν ἐκέκτητο, ἐς τὸ πωλητήριον ἐξετέθη, τὸ μὲν πλεῖστον πράσεως ἕνεκα, ἤδη δὲ καὶ ἐς ἐπίδειξιν τῶν τε ἔργων αὐτοῦ καὶ τῶν διαιτημάτων, καὶ προσέτι καὶ εἰς ἔλεγχον τῶν ὠνησομένων αὐτά. ὁ δὲ Λαῖτος τὸν Περτίνακα δι’ εὐφημίας ἦγε καὶ τὸν Κόμοδον ὕβριζε. βαρβάρους γοῦν τινας χρυσίον παρ’ αὐτοῦ πολὺ ἐπ’ εἰρήνῃ εἰληφότας μεταπεμψάμενος (ἔτι γὰρ ἐν ὁδῷ ἦσαν) ἀπῄτησεν αὐτό, εἰπὼν ὅτι “λέγετε τοῖς οἴκοι Περτίνακα ἄρχειν”· ᾔδεσαν γὰρ καὶ πάνυ τὸ ὄνομα αὐτοῦ ἐξ ὧν πεπόνθεσαν ὅτε μετὰ τοῦ Μάρκου ἐστράτευτο. καὶ ἕτερον δέ τι τοιόνδε ἐπὶ τῇ τοῦ Κομόδου διαβολῇ ὁμοίως ἔπραξε. κοπρίας τινὰς καὶ γελωτοποιοὺς αἴσχιστα μὲν τὰ εἴδη αἰσχίω δὲ τὰ ὀνόματα καὶ τὰ ἐπιτηδεύματα ἔχοντας καὶ διὰ τὴν ὕβριν τήν τε ἀσέλγειαν ὑπὸ τοῦ Κομόδου ὑπερπλουτοῦντας εὑρών, ἐδημοσίευσε τάς τε προσηγορίας αὐτῶν καὶ τὸ πλῆθος ὧν ἐκέκτηντο, καὶ ἦν ἐπὶ μὲν τοῖς γέλως, ἐπὶ δὲ τοῖς ὀργὴ καὶ λύπη· τοσαῦτα γάρ τινες αὐτῶν ἔχοντες ἦσαν ἐφ’ ὅσοις ἐκεῖνος πολλοὺς καὶ τῶν βουλευτῶν ἐσφάκει. οὐ μέντοι γε καὶ δι’ ὅλου ὁ Λαῖτος πιστὸς ἔμεινε τῷ Περτίνακι, μᾶλλον δὲ οὐδ’ ἐν ἀκαρεῖ· ὧν γὰρ ἤθελε μὴ τυγχάνων προσπαρώξυνε τοὺς στρατιώτας, ὡς λελέξεται, κατ’ αὐτοῦ. |
| S286 | τὸν μὲν οὖν πενθερὸν αὐτοῦ ὁ Περτίναξ τὸν Σουλπικιανὸν τὸν Φλάκον πολιαρχεῖν ἔταξε, καὶ ἄλλως ἄξιον ὄντα τούτου τυχεῖν· οὔτε δὲ τὴν γυναῖκα Αὔγουσταν οὔτε τὸν υἱὸν Καίσαρα, καίπερ ψηφισαμένων ἡμῶν, ποιῆσαι ἠθέλησεν, ἀλλ’ ἑκάτερον ἰσχυρῶς διεκρούσατο, εἴτ’ οὖν ὅτι μηδέπω τὴν ἀρχὴν ἐρριζώκει, εἴτε καὶ ὅτι ἐκείνην τε ἀκολασταίνουσαν οὐκ ἠβουλήθη τὸ τῆς Αὐγούστης ὄνομα μιᾶναι, καὶ τὸν υἱὸν παιδίον ἔτι ὄντα οὐκ ἠθέλησε, πρὶν παιδευθῆναι, τῷ τε ὄγκῳ καὶ τῇ ἐλπίδι τῇ ἐκ τοῦ ὀνόματος διαφθαρῆναι. ἀλλ’ οὐδ’ ἐν τῷ παλατίῳ αὐτὸν ἔτρεφεν, ἀλλὰ καὶ πάντα τὰ ὑπάρχοντα αὑτῷ πρότερον ἐν τῇ πρώτῃ εὐθὺς ἡμέρᾳ ἀποθέμενος, ταῦτά τε τοῖς τέκνοις διένειμε (καὶ γὰρ καὶ θυγατέρα εἶχε) καὶ παρὰ τῷ πάππῳ διαιτᾶσθαι αὐτὰ ἐκέλευσεν, ὀλίγα ἄττα αὐτοῖς, ὡς πατὴρ καὶ οὐχ ὡς αὐτοκράτωρ, συγγινόμενος. ἐπεὶ οὖν οὔτε τοῖς στρατιώταις ἁρπάζειν οὔτε τοῖς Καισαρείοις ἀσελγαίνειν ἔτι ἐξῆν, δεινῶς οὗτοι ἐμίσουν αὐτόν. ἀλλ’ οἱ μὲν Καισάρειοι οὐδέν, ἅτε καὶ ἄοπλοι ὄντες, ἐνεωτέρισαν, οἱ δὲ δὴ στρατιῶται οἱ δορυφόροι καὶ ὁ Λαῖτος ἐπεβούλευσαν αὐτῷ. καὶ πρῶτα μὲν τὸν ὕπατον Φάλκωνα, ὅτι καὶ γένει καὶ χρήμασιν ἤκμαζεν, [εἰς] αὐτοκράτορα ἐπιλέγονται, καὶ ἐς τὸ στρατόπεδον αὐτὸν ἐσάξειν, τοῦ Περτίνακος ἐπὶ τῇ θαλάσσῃ τὴν τοῦ σίτου παρασκευὴν ἐξετάζοντος, ἤμελλον. μαθὼν δὲ τοῦτ’ ἐκεῖνος σπουδῇ ἐς τὴν πόλιν ἦλθε, καὶ παρελθὼν εἰς τὴν γερουσίαν ἔφη “οὐ χρὴ ὑμᾶς ἀγνοεῖν, ὦ πατέρες, ὅτι πέντε που καὶ εἴκοσι μυριάδας δραχμῶν εὑρὼν τοσοῦτον τοῖς στρατιώταις διένειμα ὅσον Μάρκος τε καὶ Λούκιος, οἷς ἑξακισμύριαι καὶ ἑπτακισχίλιαι καὶ πεντακόσιαι μυριάδες κατελείφθησαν. ἀλλ’ αἴτιοι τῆς ἀχρηματίας ταύτης οἱ θαυμαστοὶ Καισάρειοι γεγόνασι.” καὶ ἐψεύσατο μὲν ὁ Περτίναξ ὅτι ἐπ’ ἴσης τῷ Λουκίῳ καὶ τῷ Μάρκῳ τοῖς στρατιώταις ἐδωρήσατο (οἱ μὲν γὰρ ἐς πεντακισχιλίας ὁ δὲ ἐς τρισχιλίας αὐτοῖς ἐδεδώκει), οἱ δὲ δὴ στρατιῶται καὶ οἱ Καισάρειοι παρόντες ἐν τῷ συνεδρίῳ (πάμπολλοι δὲ ἦσαν) δεινῶς ἠγανάκτησαν καὶ φοβερόν τι διετονθόρυσαν. |
| S287 | μελλόντων δὲ ἡμῶν καταψηφιεῖσθαι τοῦ Φάλκωνος, ἀναστὰς ὁ Περτίναξ καὶ ἀνακραγών “μὴ γένοιτο” ἔφη “μηδένα βουλευτὴν ἐμοῦ ἄρχοντος μηδὲ δικαίως θανατωθῆναι.” ὁ δὲ Λαῖτος παραλαβὼν τὴν κατὰ τὸν Φάλκωνα ἀφορμήν, πολλοὺς τῶν στρατιωτῶν ὡς καὶ ἐκείνου κελεύοντος διέφθειρεν. οἱ δὲ λοιποὶ τοῦτο αἰσθόμενοι, καὶ φοβηθέντες μὴ καὶ αὐτοὶ προσαπόλωνται, ἐθορύβησαν. διακόσιοι δὲ οἱ τῶν ἄλλων θρασύτεροι καὶ ἐς τὸ παλάτιον τὰ ξίφη ἀνατετακότες ὥρμησαν. οὐδὲ ἔγνω πρότερον προσιόντας ὁ Περτίναξ αὐτοὺς πρὶν ἄνω γενέσθαι· τότε δὲ ἡ γυνὴ αὐτοῦ εἰσδραμοῦσα ἐμήνυσεν αὐτῷ τὸ γενόμενον. μαθὼν οὖν ταῦτ’ ἐκεῖνος πρᾶγμα εἴτ’ οὖν γενναῖον εἴτε ἀνόητον, εἴθ’ ὅπως τις αὐτὸ ὀνομάσαι ἐθέλει, ἔπραξε. δυνηθεὶς γὰρ ἂν μάλιστα μὲν ἀποκτεῖναι τοὺς ἐπελθόντας (τῇ τε γὰρ νυκτερινῇ φυλακῇ καὶ τοῖς ἱππεῦσιν ὥπλιστο, καὶ ἦσαν καὶ ἄλλοι ἐν τῷ παλατίῳ τότε ἄνθρωποι πολλοί), εἰ δὲ μή, κατακρυφθῆναί γε καὶ διαφυγεῖν ποι τάς τε πύλας τοῦ παλατίου καὶ τὰς ἄλλας τὰς διὰ μέσου θύρας κλείσας, τούτων μὲν οὐδέτερον ἐποίησεν, ἐλπίσας δὲ καταπλήξειν αὐτοὺς ὀφθεὶς καὶ πείσειν ἀκουσθεὶς ἀπήντησε τοῖς προσιοῦσιν ἐν τῇ οἰκίᾳ ἤδη οὖσιν· οὔτε γὰρ τῶν συστρατιωτῶν τις αὐτοὺς εἶρξε, καὶ οἱ πυλωροὶ οἵ τε ἄλλοι Καισάρειοι οὐχ ὅτι τι συνέκλεισαν, ἀλλὰ καὶ πάντα ἁπλῶς προσανέῳξαν. ἰδόντες δ’ οὖν οἱ στρατιῶται τὸ μὲν πρῶτον ᾐδέσθησαν, πλὴν ἑνός, καὶ τούς τε ὀφθαλμοὺς ἐς τὸ δάπεδον ἔρεισαν καὶ τὰ ξίφη ἐς τοὺς κουλεοὺς ἐναπέθεντο· ἐπεὶ δὲ ἐκεῖνος προπηδήσας εἶπέ τε ὅτι “τοῦτό σοι τὸ ξίφος οἱ στρατιῶται πεπόμφασι”, καὶ προσπεσὼν εὐθὺς ἔπληξεν αὐτὸν, οὐκ ἐπέσχον ἀλλὰ τόν τε αὐτοκράτορά σφων κατέκοψαν καὶ τὸν Ἔκλεκτον. μόνος γὰρ δὴ οὗτος οὔτ’ ἐγκατέλιπεν αὐτὸν καὶ ἐπήμυνεν αὐτῷ ὅσον ἠδυνήθη, ὥστε καὶ τρῶσαί τινας· ὅθεν ἐγὼ καὶ πρὸ τοῦ ἄνδρα αὐτὸν ἀγαθὸν γεγονέναι νομίζων, τότε δὴ καὶ πάνυ ἐθαύμασα. ἀποτεμόντες δὲ οἱ στρατιῶται τὴν κεφαλὴν τοῦ Περτίνακος περί τε δόρυ περιέπειραν, τῷ ἔργῳ ἐλλαμπρυνόμενοι. οὕτω μὲν ὁ Περτίναξ ἐπιχειρήσας ἐν ὀλίγῳ πάντα ἀνακαλέσασθαι ἐτελεύτησεν, οὐδὲ ἔγνω, καίπερ ἐμπειρότατος πραγμάτων ὤν, ὅτι ἀδύνατόν ἐστιν ἀθρόα τινὰ ἀσφαλῶς ἐπανορθοῦσθαι, ἀλλ’ εἴπερ τι ἄλλο, καὶ πολιτικὴ κατάστασις καὶ χρόνου καὶ σοφίας χρῄζει. |
| S288 | ἐβίω δὲ ἔτη ἑπτὰ καὶ ἑξήκοντα τεσσάρων μηνῶν καὶ τριῶν ἡμερῶν δέοντα, ἦρξε δὲ ἡμέρας ὀγδοήκοντα καὶ ἑπτά. ΙΟΥΛΙΑΝΟΣ ΔΙΔΙΟΣ. Διαγγελλομένου δὲ τοῦ κατὰ τὸν Περτίνακα πάθους οἱ μὲν ἐς τὰς οἰκίας ἔτρεχον οἱ δὲ εἰς τὰς τῶν στρατιωτῶν, καὶ τῆς ἑαυτῶν ἀσφαλείας πρόνοιαν ἐποιοῦντο. Σουλπικιανὸς δέ (ἔτυχε γὰρ παρὰ τοῦ Περτίνακος ἀποσταλεὶς εἰς τὸ στρατόπεδον, ἵνα τὰ ἐκεῖ καταστήσηται) ἔμεινέ τε ἐν αὐτῷ, καὶ ἔπραττεν ὅπως ἂν αὐτοκράτωρ ἀποδειχθῇ. κἀν τούτῳ Ἰουλιανὸς ὁ Δίδιος, χρηματιστής τε ἄπληστος καὶ ἀναλωτὴς ἀσελγής, νεωτέρων τε ἀεὶ πραγμάτων ἐπιθυμῶν, διὸ καὶ πρὸς τοῦ Κομόδου εἰς τὴν ἑαυτοῦ πατρίδα τὸ Μεδιόλανον ἐξελήλατο. οὗτος οὖν ἀκούσας τὸν θάνατον τοῦ Περτίνακος σπουδῇ ἐς τὸ στρατόπεδον παρεγένετο, καὶ πρὸς ταῖς πύλαις τοῦ τείχους ἑστὼς παρεκάλει τοὺς στρατιώτας ὑπὲρ τῆς τῶν Ῥωμαίων ἡγεμονίας. ὅτε δὴ καὶ πρᾶγμα αἴσχιστόν τε καὶ ἀνάξιον τῆς Ῥώμης ἐγένετο· ὥσπερ γὰρ ἐν ἀγορᾷ καὶ ἐν πωλητηρίῳ τινὶ καὶ αὐτὴ καὶ ἡ ἀρχὴ αὐτῆς πᾶσα ἀπεκηρύχθη. καὶ αὐτὰς ἐπίπρασκον μὲν οἱ τὸν αὐτοκράτορά σφων ἀπεκτονότες, ὠνητίων δὲ ὅ τε Σουλπικιανὸς καὶ ὁ Ἰουλιανὸς ὑπερβάλλοντες ἀλλήλους, ὁ μὲν ἔνδοθεν ὁ δὲ ἔξωθεν. |
| S289 | καὶ μέχρι γε πεντακισχιλίων δραχμῶν κατ’ ἄνδρα κατὰ βραχὺ προστιθέντες προῆλθον, διαγγελλόντων τινῶν καὶ λεγόντων τῷ τε Ἰουλιανῷ ὅτι “Σουλπικιανὸς τοσοῦτον δίδωσι· τί οὖν σὺ προστίθης;” καὶ τῷ Σουλπικιανῷ ὅτι “Ἰουλιανὸς τοσοῦτον ἐπαγγέλλεται· τί οὖν σὺ προσυπισχνῇ;” κἂν ἐπεκράτησεν ὁ Σουλπικιανὸς ἔνδον τε ὢν καὶ πολιαρχῶν, τάς τε πεντακισχιλίας πρότερος ὀνομάσας, εἰ μὴ ὁ Ἰουλιανὸς οὐκέτι κατ’ ὀλίγον ἀλλὰ χιλίαις καὶ διακοσίαις καὶ πεντήκοντα ἅμα δραχμαῖς ὑπερέβαλε, καὶ τῇ φωνῇ μέγα βοῶν καὶ ταῖς χερσὶν ἐνδεικνύμενος. τῇ τε γὰρ ὑπερβολῇ αὐτοῦ δουλωθέντες, καὶ ἅμα καὶ τὸν Σουλπικιανὸν ὡς καὶ τιμωρήσοντα τῷ Περτίνακι φοβηθέντες, ὅπερ ὁ Ἰουλιανὸς αὐτοῖς ὑπέτεινεν, ἐσεδέξαντό τε αὐτὸν καὶ αὐτοκράτορα ἀπέδειξαν. καὶ ὁ μὲν οὕτω πρὸς ἑσπέραν ἔς τε τὴν ἀγορὰν καὶ πρὸς τὸ βουλευτήριον ἠπείχθη, παμπληθεῖς δορυφόρους μετὰ σημείων συχνῶν ὥσπερ ἐς παράταξίν τινα ἄγων, ἵνα καὶ ἡμᾶς καὶ τὸν δῆμον προκαταπλήξας πρόσθηται· καὶ αὐτὸν οἱ στρατιῶται τά τε ἄλλα ἐμεγάλυνον καὶ Κόμοδον ἐπωνόμαζον. ἡμεῖς δὲ πυνθανόμενοι ταῦτα, ὥς που ἑκάστῳ διηγγέλλετο, ἐφοβούμεθα μὲν τὸν Ἰουλιανὸν καὶ τοὺς στρατιώτας, καὶ μάλιστα ὅσοι τι ἢ πρὸς τὸν Περτίνακα ἐπιτήδειον ... (καὶ γὰρ ἐγὼ εἷς ἐξ αὐτῶν ἦν, ἐπειδὴ ὑπό τε τοῦ Περτίνακος τά τε ἄλλα ἐτετιμήμην καὶ στρατηγὸς ἀπεδεδείγμην, καὶ ἐκεῖνον πολλὰ πολλάκις ἐν δίκαις συναγορεύων τισὶν ἀδικοῦντα ἐπεδεδείχειν)· ὅμως δ’ οὖν καὶ διὰ ταῦτα (οὐ γὰρ ἐδόκει ἡμῖν ἀσφαλὲς εἶναι οἴκοι, μὴ καὶ ἐξ αὐτοῦ τούτου ὑποπτευθῶμεν, καταμεῖναι) προήλθομεν, οὐχ ὅτι δεδουλωμένοι ἀλλὰ καὶ δεδειπνηκότες, καὶ ὠσάμενοι διὰ τῶν στρατιωτῶν ἐς τὸ βουλευτήριον εἰσήλθομεν, καὶ ἠκούσαμεν αὐτοῦ τά τε ἄλλα ἀξίως ἑαυτοῦ λέγοντος, καὶ ὅτι “ὑμᾶς τε ὁρῶ ἄρχοντος δεομένους, καὶ αὐτός, εἰ καί τις ἄλλος, ἀξιώτατός εἰμι ὑμῶν ἡγεμονεῦσαι. καὶ εἶπον ἂν πάντα τὰ προσόντα μοι ἀγαθά, εἰ μὴ καὶ ᾔδειτε καὶ πεπειραμένοι μου ἦτε. διὸ οὐδὲ ἐδεήθην πολλοὺς στρατιώτας ἐπάγεσθαι, ἀλλ’ αὐτὸς μόνος πρὸς ὑμᾶς ἀφῖγμαι, ἵνα μοι τὰ ὑπ’ ἐκείνων δοθέντα ἐπικυρώσητε”. “μόνος” τε γὰρ “ἥκω” ἔλεγε, πᾶν μὲν ἔξωθεν τὸ βουλευτήριον ὁπλίταις περιεστοιχισμένος, πολλοὺς δὲ καὶ ἐν αὐτῷ τῷ συνεδρίῳ στρατιώτας ἔχων· καὶ τοῦ συνειδότος ἡμᾶς τοῦ περὶ αὐτὸν ἀνεμίμνησκεν, ἐξ οὗ καὶ ἐμισοῦμεν αὐτὸν καὶ ἐφοβούμεθα. |
| S290 | καὶ ὁ μὲν οὕτω τὴν αὐταρχίαν καὶ ἐκ τῶν τῆς βουλῆς δογμάτων βεβαιωσάμενος ἀνῆλθεν ἐς τὸ παλάτιον, καὶ εὑρὼν τὸ δεῖπνον τὸ τῷ Περτίνακι παρεσκευασμένον πολλά τε αὐτοῦ κατεγέλασε, καὶ μεταπεμψάμενος ὅθεν τι καὶ ὁπωσοῦν εὑρεθῆναι τότε ἠδυνήθη πολυτίμητον, διεπίμπλατο ἔνδον ἔτι τοῦ νεκροῦ κειμένου, καὶ ἐκύβευεν, ἄλλους τε καὶ Πυλάδην τὸν ὀρχηστὴν παραλαβών. τῇ δὲ δὴ ὑστεραίᾳ ἡμεῖς μὲν ἀνῄειμεν ὡς αὐτόν, πλαττόμενοι τρόπον τινὰ καὶ σχηματιζόμενοι ὅπως μὴ κατάφωροι ἐπὶ τῇ λύπῃ γενώμεθα· ὁ δὲ δῆμος ἐσκυθρώπαζε φανερῶς, καὶ διελάλουν ὅσα ἤθελον, καὶ παρεσκευάζοντο πρᾶξαι ὅσα ἠδύναντο. καὶ τέλος, ἐπειδὴ πρὸς τὸ συνέδριον ἦλθε καὶ τῷ Ἰανῷ τῷ πρὸ τῶν θυρῶν αὐτοῦ θύσειν ἔμελλεν, ἐξέκραγον πάντες ὥσπερ ἐκ συγκειμένου τινός, τῆς τε ἀρχῆς ἅρπαγα αὐτὸν καὶ πατροφόνον ὀνομάζοντες. ὡς δὲ προσποιησάμενος μὴ χαλεπαίνειν ἀργύριόν τι αὐτοῖς ὑπέσχετο, ἀγανακτήσαντες ὡς καὶ δεκαζόμενοι ἀνεβόησαν ἅμα πάντες “οὐ θέλομεν, οὐ λαμβάνομεν.” καὶ αὐτοῖς καὶ τὰ πέριξ οἰκοδομήματα φρικῶδές τι συνεπήχησαν, ἀκούσας δὲ ταῦτα ὁ Ἰουλιανὸς οὐκέτ’ ἐκαρτέρησεν, ἀλλὰ τοὺς ἐγγὺς προσεστηκότας κτείνεσθαι προσέταξε. καὶ ὁ δῆμος ἔτι καὶ μᾶλλον ἐπιπαρωξύνθη, καὶ οὐκ ἐπαύσατο οὔτε τὸν Περτίνακα ποθῶν οὔτε τὸν Ἰουλιανὸν λοιδορῶν οὔτε τοὺς θεοὺς ἐπιβοώμενος οὔτε τοῖς στρατιώταις ἐπαρώμενος, ἀλλὰ καίτοι πολλοὶ [καὶ] πολλαχοῦ τῆς πόλεως καὶ τιτρωσκόμενοι καὶ φονευόμενοι ἀντεῖχον. καὶ τέλος ὅπλα ἁρπάσαντες συνέδραμον ἐς τὸν ἱππόδρομον, κἀνταῦθα διετέλεσαν τὴν νύκτα καὶ τὴν μετ’ αὐτὴν ἡμέραν ἄσιτοι καὶ ἄποτοι βοῶντες, τούς τε λοιποὺς στρατιώτας καὶ μάλιστα τὸν Νίγρον τὸν Πεσκέννιον καὶ τοὺς μετ’ αὐτοῦ ἐν τῇ Συρίᾳ ὄντας ἐπαμῦναί σφισι δεόμενοι. καὶ μετὰ τοῦτο τῇ τε κραυγῇ καὶ τῷ λιμῷ τῇ τε ἀγρυπνίᾳ κακωθέντες διελύθησαν καὶ ἡσυχίαν ἦγον, τὰς ἔξωθεν ἐλπίδας ἀναμένοντες. |
| S291 | Ἰουλιανὸς δὲ οὕτω τὴν ἀρχὴν ἁρπάσας ἀνελευθέρως τοῖς πράγμασιν ἐχρῆτο, θωπεύων τὴν βουλὴν καὶ τούς τι δυναμένους καὶ τὰ μὲν ἐπαγγελλόμενος τὰ δὲ χαριζόμενος, προσεγέλα τε καὶ προσέπαιζε πρὸς τοὺς τυχόντας, ἔς τε τὰ θέατρα συνεχῶς ἐσεφοίτα, καὶ συμπόσια πολλὰ συνεκρότει, τό τε σύμπαν οὐδὲν ὅ τι οὐκ ἐπὶ θεραπείᾳ ἡμῶν ἐποίει. οὐ μέντοι καὶ πιθανὸς ἦν, ἀλλ’ ὡς ἀκράτῳ τῇ θωπείᾳ χρώμενος ὑπωπτεύετο. πᾶν γὰρ τὸ ἔξωθεν τοῦ εἰκότος, κἂν χαρίζεσθαί τισι δοκῇ, δολερὸν τοῖς νοῦν ἔχουσι νομίζεται. ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτα ἐγένετο, περὶ δὲ τῶν ἔξω ταύτης γενομένων καὶ νεωτερισθέντων ἤδη ἐρῶ. τρεῖς γὰρ δὴ τότε ἄνδρες, τριῶν ἕκαστος πολιτικῶν στρατοπέδων καὶ ἄλλων ξενικῶν συχνῶν ἄρχοντες, ἀντελάβοντο τῶν πραγμάτων, ὅ τε Σευῆρος καὶ ὁ Νίγρος καὶ ὁ Ἀλβῖνος, οὗτος μὲν τῆς Βρεττανίας ἄρχων, Σευῆρος δὲ τῆς Πανονίας, Νίγρος δὲ τῆς Συρίας. καὶ τούτους ἄρα οἱ ἀστέρες οἱ τρεῖς οἱ ἐξαίφνης φανέντες καὶ τὸν ἥλιον περισχόντες, ὅτε τὰ εἰσιτήρια πρὸ τοῦ βουλευτηρίου ἔθυεν ὁ Ἰουλιανὸς παρόντων ἡμῶν, ὑπῃνίττοντο. οὕτω γὰρ ἐκφανέστατοι ἦσαν ὥστε καὶ τοὺς στρατιώτας συνεχῶς τε αὐτοὺς ὁρᾶν καὶ ἀλλήλοις ἀντεπιδεικνύειν, καὶ προσέτι καὶ διαθροεῖν ὅτι δεινὸν αὐτῷ συμβήσεται. ἡμεῖς γὰρ εἰ καὶ τὰ μάλιστα καὶ ηὐχόμεθα ταῦθ’ οὕτω γενέσθαι καὶ ἠλπίζομεν, ἀλλ’ ὑπό γε τοῦ παρόντος δέους οὐδ’ ἀναβλέπειν ἐς αὐτούς, εἰ μὴ παρορῶντές πως, ἐτολμῶμεν. καὶ τοιοῦτο μὲν τοῦτο οἶδα γενόμενον· τῶν δὲ δὴ τριῶν ἡγεμόνων ὧν εἴρηκα δεινότατος ὁ Σευῆρος ὤν, καὶ προγνοὺς ὅτι μετὰ τὸ καταλῦσαι τὸν Ἰουλιανὸν καὶ σφίσιν αὐτοῖς οἱ τρεῖς συναρράξουσι καὶ ἀντιπολεμήσουσιν ὑπὲρ τῆς ἀρχῆς, ἐγνώκει τὸν ἕνα τὸν ἐγγύτερον αὐτῷ προσποιήσασθαι, καὶ γράμματά τινι τῶν πιστῶν δοὺς τῷ Ἀλβίνῳ ἐπεπόμφει, Καίσαρα αὐτὸν ποιῶν· τὸν γὰρ δὴ Νίγρον φρόνημα ἔχοντα ἐκ τοῦ ἐπίκλητον ὑπὸ τοῦ δήμου γεγονέναι ἀπέγνω. καὶ ὁ Ἀλβῖνος ὡς καὶ κοινωνὸς τῆς ἀρχῆς τῷ Σευήρῳ ἐσόμενος κατὰ χώραν ἔμεινεν, ὁ δὲ Σευῆρος τὰ ἐν τῇ Εὐρώπῃ πάντα πλὴν τοῦ Βυζαντίου προσποιησάμενος ἐπὶ τὴν Ῥώμην ἠπείγετο, οὐδέποτε ἔξω τῶν ὅπλων γινόμενος, ἀλλ’ ἑξακοσίους τοὺς ἀρίστους ἐπιλεξάμενος ἐν μέσοις αὐτοῖς μεθ’ ἡμέραν καὶ νύκτωρ διῆγεν· οὐδὲ ἀπεδύσαντό ποτε ἐκεῖνοι τοὺς θώρακας πρὶν ἐν τῇ Ῥώμῃ γενέσθαι. |
| S292 | καὶ ὁ Ἰουλιανὸς ταῦτα μαθὼν πολέμιόν τε τὸν Σευῆρον διὰ τῆς βουλῆς ἐποιήσατο, καὶ παρεσκευάζετο κατ’ αὐτοῦ· καὶ ἐγένετο ἡ πόλις ἐν ταῖς ἡμέραις ταύταις οὐδὲν ἄλλο ἢ στρατόπεδον, ὥσπερ ἐν πολεμίᾳ. πολλὴ μὲν γὰρ ταραχὴ αὐλιζομένων καὶ γυμναζομένων, ἵππων ἀνδρῶν ἐλεφάντων, πολὺς δὲ καὶ φόβος ἐς τοὺς λοιποὺς ἐκ τῶν ὡπλισμένων, ἐγίνετο. ἔστι δὲ ὅτε καὶ γέλως ἡμᾶς ἐλάμβανεν· οὔτε γὰρ οἱ δορυφόροι ἄξιόν τι τοῦ τε ὀνόματος καὶ τῆς ἐπαγγελίας σφῶν, ἅτε καὶ ἁβρῶς διαιτᾶσθαι μεμαθηκότες, ἐποίουν, καὶ οἱ ἐκ τοῦ ναυτικοῦ τοῦ ἐν τῷ Ἀμισηνῷ ναυλοχοῦντος μεταπεμφθέντες οὐδ’ ὅπως γυμνάσωνται ᾔδεσαν, οἵ τε ἐλέφαντες ἀχθόμενοι τοῖς ἵπποις οὐδ’ αὐτοὺς ἔτι τοὺς ἐπιβάτας ἔφερον. μάλιστα δὲ ἐγελῶμεν ὅτι τὸ παλάτιον κιγκλίσι τε καὶ θύραις ἰσχυραῖς ἐκρατύνατο· ἐπεὶ γὰρ τὸν Περτίνακα οὐκ ἄν ποτε οἱ στρατιῶται ῥᾳδίως οὕτως, εἴπερ συνεκέκλειστο, πεφονευκέναι ἐδόκουν, ἐπίστευεν ὅτι δυνήσεται κατακλεισθεὶς ἐν αὐτῷ, ἂν ἡττηθῇ, περιγενέσθαι. ἔσφαξε μὲν οὖν καὶ τὸν Λαῖτον καὶ τὴν Μαρκίαν, ὥστε σύμπαντας τοὺς ἐπιβουλεύσαντας τῷ Κομόδῳ φθαρῆναι (καὶ 〈γὰρ〉 τὸν Ναρκισσιανὸν ὕστερον ὁ Σευῆρος θηρίοις ἔδωκεν, αὐτὸ τοῦτο κηρύξας ὅτι οὗτός ἐστιν ὁ Κόμοδον ἀποπνίξας), ἔκτεινε δὲ καὶ παῖδας συχνοὺς ἐπὶ μαγγανεύμασιν, ὡς καὶ ἀποστρέψαι τι τῶν μελλόντων, εἰ προμάθοι αὐτά, δυνησόμενος. ἐπί τε τὸν Σευῆρον ἀεί τινας ὡς δολοφονήσοντας αὐτὸν ἀπέστειλεν. ἐπεὶ δὲ ἐκεῖνος ἐς τὴν Ἰταλίαν ἀφίκετο καὶ τὴν Ῥάβενναν ἀκονιτὶ παρέλαβε, καὶ οὓς ἐκεῖνος ἐπ’ αὐτὸν ἔπεμπεν ἢ πείσοντας ὑποστρέψαι ἢ εἴρξοντας τῶν παρόδων, προσεχώρουν αὐτῷ, οἵ τε δορυφόροι, οἷς μάλιστα ὁ Ἰουλιανὸς ἐθάρρει, τῇ τε συνεχείᾳ τῶν πόνων ἀπεκναίοντο καὶ πρὸς τὴν φήμην τῆς τοῦ Σευήρου παρουσίας δεινῶς ἐξεπλήττοντο, συγκαλέσας ἡμᾶς ὁ Ἰουλιανὸς κοινωνὸν αὑτῷ τῆς ἀρχῆς ἐκέλευσε τὸν Σευῆρον ψηφίσασθαι. οἱ δὲ δὴ στρατιῶται ἐκ γραμμάτων τοῦ Σευήρου πεισθέντες ὅτι οὐδὲν κακόν, ἂν τοὺς σφαγέας τοῦ Περτίνακος ἐκδῶσι καὶ αὐτοὶ τὴν ἡσυχίαν ἄγωσι, πείσονται, τούς τε ἀποκτείναντας τὸν Περτίνακα συνέλαβον, καὶ αὐτὸ τοῦτο Σιλίῳ Μεσάλᾳ τῷ ὑπατεύοντι τότε ἐμήνυσαν. |
| S293 | καὶ ὃς συναγαγὼν ἡμᾶς ἐς τὸ Ἀθήναιον καλούμενον ἀπὸ τῆς ἐν αὐτῷ τῶν παιδευομένων ἀσκήσεως, τὰ παρὰ τῶν στρατιωτῶν ἐδήλωσε· καὶ τοῦ τε Ἰουλιανοῦ θάνατον κατεψηφισάμεθα καὶ τὸν Σευῆρον αὐτοκράτορα ὠνομάσαμεν, τῷ τε Περτίνακι ἡρωικὰς τιμὰς ἀπεδώκαμεν. ὁ μὲν οὖν Ἰουλιανὸς, οὕτως ἐν αὐτῷ τῷ παλατίῳ κατακείμενος ἐφονεύθη, τοσοῦτον μόνον εἰπών, “καὶ τί δεινὸν ἐποίησα; τίνα ἀπέκτεινα”; ἔζησε δὲ ἑξήκοντά τε ἔτη καὶ μῆνας τέσσαρας καὶ ἡμέρας ἴσας, ἀφ’ ὧν ἓξ καὶ ἑξήκοντα ἦρξεν ἡμέρας. ΣΕΥΗΡΟΣ. Σευῆρος μὲν δὴ αὐτοκράτωρ οὕτω γενόμενος τοὺς μὲν χειρουργήσαντας τὸ κατὰ τὸν Περτίνακα ἔργον θανάτῳ ἐζημίωσε, τοὺς δὲ ἄλλους, πρὶν ἐν τῇ Ῥώμῃ γενέσθαι, δορυφόρους μεταπεμψάμενος καὶ ἐν πεδίῳ περισχὼν οὐκ εἰδότας τὸ μέλλον σφίσι συμβήσεσθαι, πολλά τε καὶ πικρὰ ὑπὲρ τῆς εἰς τὸν αὐτοκράτορά σφων παρανομίας ὀνειδίσας αὐτοῖς, τῶν τε ὅπλων ἀπέλυσε τούς τε ἵππους ἀφείλετο καὶ τῆς Ῥώμης ἀπήλασεν. ἔνθα δὴ οἱ μὲν ἄλλοι καὶ ἄκοντες τά τε ὅπλα ἀπερρίπτουν καὶ τοὺς ἵππους ἠφίεσαν, ἔν τε τοῖς χιτῶσιν ἄζωστοι ἐσκεδάννυντο· εἶς δέ τις, οὐκ ἐθελήσαντος τοῦ ἵππου ἀποστῆναι ἀλλ’ ἐπακολουθοῦντος αὐτῷ καὶ χρεμετίζοντος, καὶ ἐκεῖνον καὶ ἑαυτὸν κατεχρήσατο· καὶ ἐδόκει τοῖς ὁρῶσι καὶ ὁ ἵππος ἡδέως ἀποθνήσκειν. |
| S294 | πράξας δὲ ὁ Σευῆρος ταῦτα ἐς τὴν Ῥώμην ἐσῄει, [καὶ] μέχρι μὲν τῶν πυλῶν ἐπί τε τοῦ ἵππου καὶ ἐν ἐσθῆτι ἱππικῇ ἐλθών, ἐντεῦθεν δὲ τήν τε πολιτικὴν ἀλλαξάμενος καὶ βαδίσας καὶ αὐτῷ καὶ ὁ στρατὸς πᾶς, καὶ οἱ πεζοὶ καὶ οἱ ἱππεῖς, ὡπλισμένοι παρηκολούθησαν. καὶ ἐγένετο ἡ θέα πασῶν ὧν ἑώρακα λαμπροτάτη· ἥ τε γὰρ πόλις πᾶσα ἄνθεσί τε καὶ δάφναις ἐστεφάνωτο καὶ ἱματίοις ποικίλοις ἐκεκόσμητο, φωτί τε καὶ θυμιάμασιν ἔλαμπε, καὶ οἱ ἄνθρωποι λευχειμονοῦντες καὶ γαννύμενοι πολλὰ ἐπευφήμουν, οἵ τε στρατιῶται ἐν τοῖς ὅπλοις ὥσπερ ἐν πανηγύρει τινὶ πομπῆς ἐκπρεπόντως ἀνεστρέφοντο, καὶ προσέτι ἡμεῖς ἐν κόσμῳ περιῄειμεν. ὁ δ’ ὅμιλος ἰδεῖν τε αὐτὸν καί τι φθεγγομένου ἀκοῦσαι, ὥσπερ τι ὑπὸ τῆς τύχης ἠλλοιωμένου, ποθοῦντες ἠρεθίζοντο· καί τινες καὶ ἐμετεώριζον ἀλλήλους, ὅπως ἐξ ὑψηλοτέρου αὐτὸν κατίδωσιν. εἰσελθὼν δὲ οὕτως ἐνεανιεύσατο μὲν οἷα καὶ οἱ πρῴην ἀγαθοὶ αὐτοκράτορες πρὸς ἡμᾶς, ὡς οὐδένα τῶν βουλευτῶν ἀποκτείνῃ· καὶ ὤμοσε περὶ τούτου, καὶ τό γε μεῖζον, ψηφίσματι κοινῷ αὐτὸ κυρωθῆναι προσετετάχει, πολέμιον καὶ τὸν αὐτοκράτορα καὶ τὸν ὑπηρετήσοντα αὐτῷ ἔς τι τοιοῦτον, αὐτούς τε καὶ τοὺς παῖδας αὐτῶν, νομίζεσθαι δογματίσας. πρῶτος μέντοι αὐτὸς τὸν νόμον τουτονὶ παρέβη καὶ οὐκ ἐφύλαξε, πολλοὺς ἀνελών· καὶ γὰρ καὶ αὐτὸς ὁ Σόλων ὁ Ἰούλιος, ὁ καὶ τὸ δόγμα τοῦτο κατὰ πρόσταξιν αὐτοῦ συγγράψας, οὐ πολλῷ ὕστερον ἐσφάγη. καὶ πολλὰ μὲν ἡμῖν οὐ καταθύμια ἔπραττε, μάλιστα δὲ ἐπεκάλουν αὐτῷ τινες ὅτι καθεστηκότος ἔκ τε τῆς Ἰταλίας καὶ τῆς Ἰβηρίας τῆς Μακεδονίας καὶ τοῦ Νωρικοῦ μόνων τοὺς σωματοφύλακας εἶναι, κἀκ τούτου καὶ τοῖς εἴδεσιν αὐτῶν ἐπιεικεστέρων καὶ τοῖς ἤθεσιν ἁπλουστέρων ὄντων, τοῦτο μὲν κατέλυσε, τὸ δὲ ἄστυ ὄχλου στρατιωτῶν συμμίκτων καὶ ἰδεῖν ἀγριωτάτων καὶ ἀκοῦσαι φοβερωτάτων ὁμιλῆσαί τε ἀγροικοτάτων ἐπλήρωσε. σημεῖα δὲ αὐτῷ ἐξ ὧν τὴν ἡγεμονίαν ἤλπισε, ταῦτα ἐγένετο. ὅτε γὰρ ἐς τὸ βουλευτήριον ἐσεγράφη, ὄναρ ἔδοξε λύκαινάν τινα κατὰ ταὐτὰ τῷ Ῥωμύλῳ θηλάζειν. |
| S295 | μέλλοντί τε αὐτῷ τὴν Ἰουλίαν ἄγεσθαι ἡ Φαυστῖνα ἡ τοῦ Μάρκου γυνὴ τὸν θάλαμόν σφισιν ἐν τῷ Ἀφροδισίῳ τῷ κατὰ τὸ παλάτιον παρεσκεύασεν. ὕδωρ τε ἐκ τῆς χειρὸς αὐτῷ καθεύδοντί ποτε, ὥσπερ ἐκ πηγῆς, ἀνεδόθη. καὶ ἐν Λογδούνῳ ἄρχοντι πᾶσα αὐτῷ ἡ τῶν Ῥωμαίων δύναμις προσῆλθέ τε καὶ ἠσπάσατο, ὄναρ φημί. καὶ ἄλλοτε ἀνήχθη ἐς περιωπὴν ὑπό τινος, καὶ καθορῶν ἀπ’ αὐτῆς πᾶσαν μὲν τὴν γῆν πᾶσαν δὲ τὴν θάλατταν ἐφήπτετο αὐτῶν ὥσπερ παναρμονίου τινὸς ὀργάνου, καὶ ἐκεῖνα συνεφθέγγετο. καὶ αὖθις ἵππον ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ τὸν μὲν Περτίνακα [καὶ] ἀναβεβηκότα ἀπορρῖψαι, ἑαυτὸν δὲ ἑκόντα ἀναλαβεῖν ἐνόμισεν. ταῦτα μὲν ἐκ τῶν ὀνειράτων ἔμαθεν, ὕπαρ δὲ ἔς τε τὸν βασιλικὸν δίφρον ἔφηβος ὢν ἔτι ἀγνοίᾳ ἐνιδρύνθη. τὴν μὲν οὖν ἡγεμονίαν μετὰ τῶν ἄλλων καὶ ταῦτα αὐτῷ προεδήλωσε· καταστὰς δὲ ἐς αὐτὴν ἡρῷον τῷ Περτίνακι κατεσκεύασε, τό τε ὄνομα αὐτοῦ ἐπί τε ταῖς εὐχαῖς ἁπάσαις καὶ ἐπὶ τοῖς ὅρκοις ἅπασιν. προσέταξεν ἐπιλέγεσθαι, καὶ χρυσῆν εἰκόνα αὐτοῦ ἐφ’ ἅρματος ἐλεφάντων ἐς τὸν ἱππόδρομον ἐσάγεσθαι, καὶ ἐς τὰ λοιπὰ ἐκέλευσε θέατρα θρόνους τε τρεῖς καταχρύσους αὐτῷ ἐσκομίζεσθαι. ἡ δὲ δὴ ταφὴ καίτοι πάλαι τεθνηκότος αὐτοῦ τοιάδε ἐγένετο. ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ βῆμα ξύλινον ἐν χρῷ τοῦ λιθίνου κατεσκευάσθη, καὶ ἐπ’ αὐτοῦ οἴκημα ἄτοιχον περίστυλον, ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ πεποικιλμένον, ἐτέθη, καὶ ἐν αὐτῷ κλίνη ὁμοία, κεφαλὰς πέριξ θηρίων χερσαίων τε καὶ θαλασσίων ἔχουσα, ἐκομίσθη στρώμασι πορφυροῖς καὶ διαχρύσοις κεκοσμημένη, καὶ ἐς αὐτὴν εἴδωλόν τι τοῦ Περτίνακος κήρινον, σκευῇ ἐπινικίῳ εὐθετημένον, ἀνετέθη, καὶ αὐτοῦ τὰς μυίας παῖς εὐπρεπής, ὡς δῆθεν καθεύδοντος, πτεροῖς ταῶνος ἀπεσόβει. προκειμένου δ’ αὐτοῦ ὅ τε Σευῆρος καὶ ἡμεῖς οἱ βουλευταὶ αἵ τε γυναῖκες ἡμῶν προσῄειμεν πενθικῶς ἐσταλμένοι· καὶ ἐκεῖναι μὲν ἐν ταῖς στοαῖς, ἡμεῖς δὲ ὑπαίθριοι ἐκαθεζόμεθα. κἀκ τούτου πρῶτον μὲν ἀνδριάντες πάντων τῶν ἐπιφανῶν Ῥωμαίων τῶν ἀρχαίων, ἔπειτα χοροὶ παίδων καὶ ἀνδρῶν θρηνώδη τινὰ ὕμνον ἐς τὸν Περτίνακα ᾄδοντες παρῆλθον· καὶ μετὰ τοῦτο τὰ ἔθνη πάντα τὰ ὑπήκοα ἐν εἰκόσι χαλκαῖς, ἐπιχωρίως σφίσιν ἐσταλμένα, καὶ τὰ ἐν τῷ ἄστει αὐτῷ γένη, τό τε τῶν ῥαβδούχων καὶ τὸ τῶν γραμματέων τῶν τε κηρύκων καὶ ὅσα ἄλλα τοιουτότροπα, ἐφείπετο. |
| S296 | εἶτ’ εἰκόνες ἧκον ἀνδρῶν ἄλλων, οἷς τι ἔργον ἢ ἐξεύρημα ἢ καὶ ἐπιτήδευμα λαμπρὸν ἐπέπρακτο, καὶ μετ’ αὐτοὺς οἵ τε ἱππεῖς καὶ οἱ πεζοὶ ὡπλισμένοι οἵ τε ἀθληταὶ ἵπποι καὶ τὰ ἐντάφια, ὅσα ὅ τε αὐτοκράτωρ καὶ ἡμεῖς αἵ τε γυναῖκες ἡμῶν καὶ οἱ ἱππεῖς οἱ ἐλλόγιμοι οἵ τε δῆμοι καὶ τὰ ἐν τῇ πόλει συστήματα ἐπέμψαμεν· καὶ αὐτοῖς βωμὸς περίχρυσος, ἐλέφαντί τε καὶ λίθοις Ἰνδικοῖς ἠσκημένος, ἠκολούθει. ὡς δὲ παρεξῆλθε ταῦτα, ἀνέβη ὁ Σευῆρος ἐπὶ τὸ βῆμα τὸ τῶν ἐμβόλων, καὶ ἀνέγνω ἐγκώμιον τοῦ Περτίνακος. ἡμεῖς δὲ πολλὰ μὲν καὶ διὰ μέσου τῶν λόγων αὐτοῦ ἐπεβοῶμεν, τὰ μὲν ἐπαινοῦντες τὰ δὲ καὶ θρηνοῦντες τὸν Περτίνακα, πλεῖστα δὲ ἐπειδὴ ἐπαύσατο. καὶ τέλος, μελλούσης τῆς κλίνης κινηθήσεσθαι, πάντες ἅμα ὠλοφυράμεθα καὶ πάντες ἐπεδακρύσαμεν. κατεκόμισαν δὲ αὐτὴν ἀπὸ τοῦ βήματος οἵ τε ἀρχιερεῖς καὶ αἱ ἀρχαὶ αἵ τε ἐνεστῶσαι καὶ αἱ ἐς νέωτα ἀποδεδειγμέναι, καὶ ἱππεῦσί τισι φέρειν ἔδοσαν. οἱ μὲν οὖν ἄλλοι πρὸ τῆς κλίνης προῄειμεν, καί τινες ἐκόπτοντο ἑτέρων πένθιμόν τι ὑπαυλούντων· ὁ δ’ αὐτοκράτωρ ἐφ’ ἅπασιν εἵπετο, καὶ οὕτως ἐς τὸ Ἄρειον πεδίον ἀφικόμεθα. ἐπεσκεύαστο δὲ ἐν αὐτῷ πυρὰ πυργοειδὴς τρίβολος, ἐλέφαντι καὶ χρυσῷ μετὰ ἀνδριάντων τινῶν κεκοσμημένη, καὶ ἐπ’ αὐτῆς τῆς ἄκρας ἅρμα ἐπίχρυσον, ὅπερ ὁ Περτίναξ ἤλαυνεν. ἐς οὖν ταύτην τὰ ἐντάφια ἐνεβλήθη καὶ ἡ κλίνη ἐνετέθη, καὶ μετὰ τοῦτο τὸ εἴδωλον ὅ τε Σευῆρος καὶ οἱ συγγενεῖς τοῦ Περτίνακος ἐφίλησαν. καὶ ὁ μὲν ἐπὶ βῆμα ἀνέβη, ἡμεῖς δὲ ἡ βουλὴ πλὴν τῶν ἀρχόντων ἐπὶ ἰκρία, ὅπως ἀσφαλῶς τε ἅμα καὶ ἐπιτηδείως τὰ γινόμενα θεωρήσωμεν. οἱ δὲ ἄρχοντες καὶ ἡ ἱππὰς τὸ τέλος προσφόρως σφίσιν ἐσκευασμένοι, οἵ τε ἱππεῖς οἱ στρατιῶται καὶ οἱ πεζοὶ περὶ τὴν πυρὰν πολιτικάς τε ἅμα καὶ ποιητικὰς διεξόδους διελίττοντες διεξῆλθον· εἶθ’ οὕτως οἱ ὕπατοι πῦρ ἐς αὐτὴν ἐνέβαλον. γενομένου δὲ τούτου ἀετός τις ἐξ αὐτῆς ἀνέπτατο. καὶ ὁ μὲν Περτίναξ οὕτως ἠθανατίσθη, ὁ δὲ Σευῆρος ἐξεστράτευσε κατὰ τοῦ Νίγρου. |
| S297 | οὗτος δὲ Ἰταλὸς μὲν ἦν, ἐξ ἱππέων, οὔτε δὲ ἐς τὸ κρεῖττον οὔτε δὲ ἐς τὸ χεῖρον ἐπίσημος, ὥστε τινὰ ἢ πάνυ αὐτὸν ἐπαινεῖν ἢ πάνυ ψέγειν· ἐχρῆτο δὲ ὑποστρατήγῳ μετὰ καὶ τῶν ἄλλων τῷ Αἰμιλιανῷ, ὅτι τε πάντων τῶν τότε βουλευόντων καὶ συνέσει καὶ ἐμπειρίᾳ πραγμάτων προφέρειν ἐδόκει καὶ ἐπὶ πολλῶν ἐθνῶν ἐξήταστο. συνερρωγότος δὲ τοῦ πολέμου ἦλθέ τε εἰς τὸ Βυζάντιον, καὶ ἐντεῦθεν ἐπὶ τὴν Πέρινθον ἐπεστράτευσε. γενομένων δὲ αὐτῷ σημείων οὐκ ἀγαθῶν ἐταράχθη· ἀετός τε γὰρ ἐπ’ ἄγαλμα στρατιωτικὸν ἱζήσας ἐπὶ τοσοῦτον ἐπέμεινε, καίπερ ἀποσοβούμενος, ὥστε καὶ ἁλῶναι, καὶ μέλισσαι κηρία περὶ τὰ σημεῖα τὰ στρατιωτικά, τάς τε εἰκόνας αὐτοῦ μάλιστα, περιέπλασσον. διὰ ταῦτα οὖν ἀπῆρεν εἰς τὸ Βυζάντιον. ὁ Αἰμιλιανὸς δὲ περὶ Κύζικον συμβαλών τισι τῶν στρατηγῶν τῶν τοῦ Σευήρου ἡττήθη πρὸς αὐτῶν καὶ ἐσφάγη. καὶ μετὰ ταῦτα μεταξὺ τῶν στενῶν τῆς τε Νικαίας καὶ τῆς Κίου πόλεμος αὐτοῖς μέγας γίνεται καὶ πολύτροπος· οἱ μὲν γὰρ ἐν τῷ πεδίῳ συστάδην ἐμάχοντο, οἱ δὲ τοὺς λόφους καταλαβόντες ἐξ ὑπερδεξίων ἔβαλλον καὶ ἠκόντιζον ἐς τοὺς ἐναντίους, οἱ δὲ καὶ ἀπὸ τῆς λίμνης εἰς πλοῖα ἐμβεβηκότες τοῖς πολεμίοις ἐπετοξάζοντο. κατ’ ἀρχὰς μὲν οὖν ἐνίκων οἱ Σευήρειοι, ὑπὸ τῷ Κανδίδῳ ταττόμενοι, καὶ τοῖς χωρίοις ὅθεν ἐμάχοντο, ὑπερδεξίοις οὖσι, πλεονεκτοῦντες· μετὰ δὲ αὐτοῦ τοῦ Νίγρου ἐπιφανέντος παλινδίωξις γίνεται καὶ νίκη τῶν Νιγρείων. ἔπειτα τοῦ Κανδίδου τῶν σημειοφόρων ἐπιλαμβανομένου, καὶ στρέφοντος αὐτοὺς ἀντιπροσώπους τοῖς πολεμίοις, τοῖς τε στρατιώταις τὴν φυγὴν ὀνειδίζοντος, αἰσχυνθέντες οἱ περὶ αὐτὸν ὑπέστρεψαν καὶ τῶν ἐναντίων ἀντεπεκράτησαν. καὶ ἂν πανωλεθρίᾳ τούτους διέφθειραν, εἰ μὴ ἡ πόλις ἐγγὺς ἦν καὶ νὺξ σκοτεινὴ ἐγένετο. μετὰ δὲ ταῦτα ἐν Ἰσσῷ πρὸς ταῖς καλουμέναις πύλαις μεγίστη γίνεται μάχη, τῷ μὲν Σευηρείῳ στρατεύματι Οὐαλεριανοῦ τε καὶ Ἀνυλίνου ἐπιστατούντων, Νίγρου δὲ αὐτοῦ τοῖς οἰκείοις παρόντος τάγμασι καὶ συντάσσοντος ἐς τὸν πόλεμον. ἡ δὲ ἐσβολὴ αὕτη, αἱ Κιλίκειοι πύλαι, διὰ τὴν στενότητα οὕτω προσαγορεύονται· ἔνθεν μὲν γὰρ ὄρη ἀπότομα ἀνατείνει, ἔνθεν δὲ κρημνοὶ βαθεῖς εἰς τὴν θάλασσαν καθήκουσιν. |
| S298 | ὁ οὖν Νίγρος στρατόπεδον ἐνταῦθα ἐπὶ λόφου τινὸς ἰσχυροῦ ἐποιήσατο, καὶ πρώτως μὲν τοὺς ὁπλίτας, ἔπειτα τοὺς ἀκοντιστὰς τούς τε λιθοβόλους, καὶ τοὺς τοξότας ἐπὶ πᾶσιν ἔταξεν, ἵν’ οἱ μὲν ἐκ χειρὸς τοὺς προσμιγνύντας σφίσιν ἀμύνοιντο, οἱ δὲ ἐκ πολλοῦ τῇ ἰσχύι καὶ ὑπὲρ ἐκείνων χρῷντο· τό τε γὰρ ἐπ’ ἀριστερὰ καὶ τὸ ἐπὶ δεξιὰ ὑπό τε τῶν κρημνῶν πρὸς τῇ θαλάσσῃ ὑπό τε τῆς ὕλης ἀνεκβάτου οὔσης ἐπέφρακτο. τό τε οὖν στράτευμα οὕτω διέταξε, καὶ τὰ σκευοφόρα ἐπ’ αὐτῷ κατεχώρισεν, ὅπως, ἄν τις αὐτῶν φυγεῖν ἐθελήσῃ, μὴ δυνηθῇ. ὁ οὖν Ἀνυλῖνος συνιδὼν τοῦτο τὴν μὲν ἀσπίδα προεβάλετο, καὶ ἐπ’ αὐτῇ τὸ κοῦφον πᾶν ἐπέταξεν, ἵν’ οἱ μὲν πόρρωθεν ὑπὲρ αὐτῶν ἀνείργωσι τοὺς ἐναντίους, οἱ δ’ ἀσφαλῆ τὴν ἄνοδόν σφισιν ἀντιπαράσχωσι· τοὺς δ’ ἱππέας μετὰ Οὐαλεριανοῦ ἔπεμψε, τήν τε ὕλην τρόπον τινὰ περιελθεῖν καὶ κατὰ νώτου τοῖς Νιγρείοις αἰφνίδιον ἐπιπεσεῖν κελεύσας. ἐπεὶ δὲ εἰς χεῖρας ᾔεσαν, τῶν Σευηρείων τὰς ἀσπίδας τὰς μὲν προβαλλομένων τὰς δὲ ἐπιβαλλομένων ἐς χελώνης τρόπον, καὶ οὕτω πλησιασάντων τοῖς ἐναντίοις, ἐγένετο μὲν ἰσόρροπος ἡ μάχη ἐπὶ μακρότατον, ἔπειτα οἱ τοῦ Νίγρου πολὺ τῷ πλήθει σφῶν καὶ τῇ τοῦ χωρίου φύσει προέσχον. κἂν παντελῶς ἐκράτησαν, εἰ μὴ νέφη ἐξ αἰθρίας καὶ ἄνεμος ἐκ νηνεμίας βρονταί τε σκληραὶ καὶ ἀστραπαὶ ὀξεῖαι μεθ’ ὑετοῦ λάβρου κατὰ πρόσωπον αὐτοῖς προσέπεσον· τοὺς μὲν γὰρ Σευηρείους ἅτε καὶ κατόπιν ὄντα οὐκ ἐλύπει ταῦτα, τοὺς δὲ Νιγρείους ἐμπίπτοντα ἐξ ἐναντίας ἰσχυρῶς ἐτάραττε. μέγιστον δ’ αὕτη ἡ συντυχία τοῦ γενομένου τοῖς μὲν θάρσος ὡς καὶ παρὰ τοῦ θείου βοηθουμένοις, τοῖς δὲ δέος ὡς καὶ ὑπ’ αὐτοῦ πολεμουμένοις ἐμβαλοῦσα τοὺς μὲν καὶ ὑπὲρ τὴν ἰσχὺν ἐπέρρωσε, τοὺς δὲ καὶ παρὰ τὴν δύναμιν ἐξεφόβησε· καί σφισι φεύγουσιν ἤδη ὁ Οὐαλεριανὸς ἐπεφάνη. ἰδόντες οὖν αὐτὸν ἀνάπαλιν ἐτράποντο, καὶ μετὰ τοῦτο τοῦ Ἀνυλίνου σφᾶς ἀνακόψαντος ἀνέστρεψαν· εἶτ’ ἄνω καὶ κάτω διατρέχοντες, ὅπῃ διαπέσοιεν, ἐπλανῶντο. καὶ φθόρον δὴ τοῦτον πλεῖστον ἐν τῷδε τῷ πολέμῳ συνέβη γενέσθαι· δύο γὰρ μυριάδες τῶν μετὰ τοῦ Νίγρου διώλοντο. καὶ τοῦτ’ ἄρα τὸ τοῦ ἱερέως ὄναρ ἐδήλου· ἐν γὰρ τῇ Πανονίᾳ ὄντος τοῦ Σευήρου ὁ ἱερεὺς τοῦ Διὸς ὄναρ εἶδεν ἄνδρα τινὰ μέλανα ἐς τὸ στρατόπεδον αὐτοῦ ἐσβιαζόμενον καὶ ὑπὸ χειρῶν ἀπολλύμενον· τὸ γὰρ ὄνομα τοῦ Νίγρου ἐξελληνίζοντες οἱ ἄνθρωποι τὸν μέλανα ἐκεῖνον εἶναι ἔγνωσαν. |
| S299 | ἁλούσης δὲ τῆς Ἀντιοχείας οὐ πολλῷ ὕστερον ἔφυγε μὲν ἀπ’ αὐτῆς ὡς πρὸς τὸν Εὐφράτην ὁ Νίγρος, διανοούμενος ἐς τοὺς βαρβάρους φυγεῖν, ἑάλω δὲ ὑπὸ τῶν καταδιωξάντων καὶ ἀπετμήθη τὴν κεφαλήν. καὶ ταύτην ὁ Σευῆρος ἐς τὸ Βυζάντιον πέμψας ἀνεσταύρωσεν, ἵν’ ἰδόντες αὐτὴν οἱ Βυζάντιοι προσχωρήσωσι. μετὰ δὲ ταῦτα ὁ Σευῆρος τοὺς τὰ τοῦ Νίγρου φρονήσαντας ἐδικαίου. Κάσσιος δὲ Κλήμης βουλευτὴς παρ’ αὐτῷ τῷ Σευήρῳ κρινόμενος οὐκ ἀπεκρύψατο τὴν ἀλήθειαν, ἀλλ’ ὡδί πως ἐπαρρησιάσατο. “ἐγώ” ἔφη “οὔτε σὲ οὔτε Νίγρον ἠπιστάμην, καταληφθεὶς δὲ δὴ ἐν τῇ ἐκείνου μερίδι τὸ παρὸν ἀναγκαίως ἐθεράπευσα, οὐχ ὡς σοὶ πολεμήσων ἀλλ’ ὡς Ἰουλιανὸν καταλύσων. οὔτ’ οὖν ἐν τούτῳ τι ἠδίκησα, τὰ αὐτά σοι κατ’ ἀρχὰς σπουδάσας, οὔθ’ ὅτι μὴ πρὸς σὲ ὕστερον, ἐγκαταλιπὼν ἅπαξ ὃν ὑπὸ τοῦ δαιμονίου ἔλαβον, μετέστην· οὐδὲ γὰρ οὐδὲ σὺ τῶν παρακαθημένων σοι καὶ συνδικαζόντων τούτων οὐδένα ἂν ἠθέλησας προδόντα σε πρὸς ἐκεῖνον αὐτομολῆσαι. ἐξέταζε οὖν μὴ τὰ σώματα ἡμῶν μηδὲ τὰ ὀνόματα, ἀλλ’ αὐτὰ τὰ πράγματα. πᾶν γὰρ ὅ τι ἂν ἡμῶν καταγνῷς, τοῦτο καὶ σεαυτοῦ καὶ τῶν σῶν ἑταίρων καταψηφιῇ· καὶ γὰρ εἰ τὰ μάλιστα μήτε δίκῃ μήτ’ ἀποφάσει τινὶ ἁλώσῃ, ἀλλὰ τῇ παρὰ τοῖς ἀνθρώποις φήμῃ, ἧς ἐς ἀίδιον μνήμη καταλείψεται, δόξεις ταῦτα ἐφ’ οἷς συνέβη ἑτέροις ἐγκαλεῖν.” τοῦτον μὲν οὖν ὁ Σευῆρος τῆς παρρησίας θαυμάσας, τὴν ἡμίσειαν αὐτῷ τῆς οὐσίας ἔχειν συνεχώρησεν. οἱ δὲ δὴ Βυζάντιοι καὶ ζῶντος τοῦ Νίγρου καὶ τελευτήσαντος πολλὰ καὶ θαυμαστὰ ἔδρασαν. ἡ δὲ πόλις αὐτῶν ἐν καιρῷ πάνυ καὶ τῶν ἠπείρων καὶ τῆς διὰ μέσου σφῶν θαλάσσης κεῖται, τῇ τε τοῦ χωρίου ἅμα καὶ τῇ τοῦ Βοσπόρου φύσει ἰσχυρῶς παρεσκευασμένη. αὐτή τε γὰρ ἐπὶ μετεώρου πεπόλισται, προέχουσα ἐς τὴν θάλασσαν· καὶ ἐκείνη χειμάρρου δίκην ἐκ τοῦ Πόντου καταθέουσα τῇ τε ἄκρᾳ προσπίπτει, καὶ μέρει μέν τινι ἐς τὰ δεξιὰ ἀποτρέπεται κἀνταῦθα τόν τε κόλπον καὶ τοὺς λιμένας ποιεῖ, τῷ δὲ δὴ πλείονι πρὸς τὴν Προποντίδα παρ’ αὐτὴν τὴν πόλιν πολλῇ σπουδῇ χωρεῖ. |
| S300 | καὶ μέντοι καὶ τὰ τείχη καρτερώτατα εἶχον. ὅ τε γὰρ θώραξ αὐτῶν λίθοις τετραπέδοις παχέσι συνῳκοδόμητο, πλαξὶ χαλκαῖς συνδουμένοις, καὶ τὰ ἐντὸς αὐτῶν καὶ χώμασι καὶ οἰκοδομήμασιν ὠχύρωτο, ὥστε καὶ ἓν τεῖχος παχὺ τὸ πᾶν εἶναι δοκεῖν, καὶ ἐπάνωθεν αὐτοῦ περίδρομον καὶ στεγανὸν καὶ εὐφύλακτον ὑπάρχειν. πύργοι τε πολλοὶ καὶ μεγάλοι ἔξω τε ἐκκείμενοι καὶ θυρίδας πέριξ ἐπαλλήλας ἔχοντες ἦσαν, ὥστε τοὺς προσβάλλοντας τῷ κύκλῳ ἐντὸς αὐτῶν ἀπολαμβάνεσθαι· δι’ ὀλίγου τε γὰρ καὶ οὐ κατ’ εὐθύ, ἀλλ’ οἱ μὲν τῇ οἱ δὲ τῇ σκολιώτερον ᾠκοδομημένοι, πᾶν τὸ προσπῖπτόν σφισιν ἐνεκυκλοῦντο. τοῦ δὲ δὴ περιβόλου τὰ μὲν πρὸς τῆς ἠπείρου μέγα ὕψος 〈ἦρτο〉, ὥστε καὶ τοὺς τυχόντας ἀπ’ αὐτῶν ἀμύνασθαι, τὰ δὲ πρὸς τῇ θαλάττῃ ἧττον· αἵ τε γὰρ πέτραι ἐφ’ ὧν ἐπῳκοδόμηντο καὶ ἡ τοῦ Βοσπόρου δεινότης θαυμαστῶς σφισι συνεμάχουν. οἵ τε λιμένες ἐντὸς τείχους ἀμφότεροι κλειστοὶ ἁλύσεσιν ἦσαν, καὶ αἱ χηλαὶ αὐτῶν πύργους ἐφ’ ἑκάτερα πολὺ προέχοντας ἔφερον, ὥστ’ ἄπορον τῷ πολεμίῳ τὸν πρόσπλουν ποιεῖν. τὸ δ’ ὅλον ὁ Βόσπορός σφας μέγιστα ὠφελεῖ· ἀνάγκη γὰρ πᾶσα, ἂν ἅπαξ τις ἐς τὸ ῥεῦμα ἐμπέσῃ, καὶ ἄκοντα αὐτὸν πρὸς τὴν γῆν ἐκπεσεῖν. τοῦτο δὲ τῷ μὲν φίλῳ ἥδιστόν ἐστι, τῷ δὲ ἐναντίῳ ἀπορώτατον. οὕτω μὲν οὖν τὸ Βυζάντιον ἐτετείχιστο, καὶ προσέτι καὶ μηχαναὶ κατὰ παντὸς τοῦ τείχους ποικιλώταται ἦσαν. τοῦτο μὲν γὰρ ἐπὶ τοὺς πλησιάζοντας καὶ πέτρας καὶ δοκοὺς ἐνέβαλλον, τοῦτο δὲ ἐπὶ τοὺς ἀφεστηκότας καὶ λίθους καὶ βέλη δόρατά τε ἠφίεσαν, ὥστε ἐντὸς πολλοῦ χωρίου μηδένα αὐτῶν ἀκινδύνως πελάσαι δύνασθαι· ἁρπάγας τε ἕτεραι ἔχουσαι καὶ καθίεντο ἐξαπιναίως καὶ ἀνέσπων διὰ βραχέος καὶ πλοῖα καὶ μηχανήματα. Πρίσκος πολίτης ἐμὸς τὰ πλείω αὐτῶν ἐτεκτήνατο, καὶ διὰ τοῦτο θανάτου τε ἅμα ὦφλε καὶ ἐσώθη· ὁ γὰρ Σευῆρος τὴν τέχνην αὐτοῦ μαθὼν ἐκώλυσεν αὐτὸν ἀποθανεῖν, κἀκ τούτου ἔς τε ἄλλα τινὰ αὐτῷ ἐχρήσατο καὶ ἐς τὴν τῶν Ἄτρων πολιορκίαν, καὶ μόνα γε τὰ ἐκείνου μηχανήματα οὐκ ἐκαύθη ὑπὸ τῶν βαρβάρων. καὶ πλοῖα δὲ τοῖς Βυζαντίοις πεντακόσια, τὸ μὲν πλεῖστον μονήρη, ἔστι δ’ ἃ καὶ δίκροτα, κατεσκεύαστο ἐμβόλους ἔχοντα· καί τινα αὐτῶν ἑκατέρωθεν καὶ ἐκ τῆς πρύμνης καὶ ἐκ τῆς πρῴρας πηδαλίοις ἤσκητο καὶ κυβερνήτας ναύτας τε διπλοῦς εἶχεν, ὅπως αὐτοὶ μὴ ἀναστρεφόμενοι καὶ ἐπιπλέωσι καὶ ἀναχωρῶσι, καὶ τοὺς ἐναντίους καὶ ἐν τῷ πρόσπλῳ καὶ ἐν τῷ ἀπόπλῳ σφῶν σφάλλωσι. |
| S301 | πολλὰ μὲν οὖν καὶ ἔδρασαν καὶ ἔπαθον οἱ Βυζάντιοι, ἅτε τοῖς ἐκ τῆς οἰκουμένης ὡς εἰπεῖν στόλοις ἐπὶ ὅλον τριετῆ χρόνον πολιορκούμενοι· λελέξεται δὲ ὀλίγα καὶ τὰ ἐχόμενά τινος θαύματος. ᾕρουν μὲν γὰρ καὶ πλοῖά τινα παραπλέοντα εὐκαίρως ἐπιτιθέμενοι, ᾕρουν δὲ καὶ τριήρεις τῶν ἐν τῷ ὅρμῳ τῶν ἐναντίων οὐσῶν· τὰς γὰρ ἀγκύρας αὐτῶν ὑφύδροις κολυμβηταῖς ὑποτέμνοντες, καὶ ἥλους ἐς τοὺς ταρσούς σφων, καλῳδίοις ἐκ τῆς φιλίας ἐκδεδεμένους ἐμπηγνύντες, ἐπεσπῶντο, ὥστ’ αὐτὰς ἐφ’ ἑαυτῶν αὐτομάτας προσπλεούσας ὁρᾶσθαι, μήτε ἐρέτου μήτ’ ἀνέμου μηδενὸς ἐπισπέρχοντος. ἤδη δὲ καὶ ἐθελονταί τινες ἔμποροι, ὡς καὶ ἄκοντες, ὑπ’ αὐτῶν ἡλίσκοντο, καὶ τὰ ἀγώγιμα μεγάλων χρημάτων πωλήσαντες ἐξέπλεον ἐκδιδράσκοντες. ἐπεὶ δὲ πάντων αὐτοῖς ἐκδαπανηθέντων τῶν ἔνδον ἐς τὸ στενὸν κομιδῇ τῶν τε πραγμάτων καὶ τῶν ἐλπίδων τῶν ἐπ’ αὐτοῖς ἐληλύθεισαν, πρότερον μέν, καίπερ πάνυ πιεζόμενοι ἅτε καὶ τῶν ἔξω πάντων ἀποκεκλεισμένοι, ὅμως ἀντεῖχον, καὶ ἔς τε τὰς ναῦς τοῖς τε ξύλοις τοῖς ἐκ τῶν οἰκιῶν καὶ ταῖς θριξὶ ταῖς ἐκ τῶν γυναικῶν, σχοινία ἀπ’ αὐτῶν πλέκοντες, ἐχρῶντο, καὶ ὁπότε τινὲς τῷ τείχει προσβάλοιεν, τούς τε λίθους σφίσι τοὺς ἐκ τῶν θεάτρων καὶ ἵππους χαλκοῦς καὶ ἀνδριάντας χαλκοῦς ὅλους ἐπερρίπτουν· ἐπεὶ δὲ καὶ ἡ τροφή σφας ἐπέλιπεν ἡ νενομισμένη καὶ δέρματα διαβρέχοντες ἤσθιον, εἶτα καὶ ταῦτα καταναλώθη, οἱ μὲν πλείους ἐξέπλευσαν, τηρήσαντες ζάλην καὶ καταιγίδα ὥστε μηδένα ἀνταναχθῆναί σφισιν, ἵν’ ἢ ἀπόλωνται ἢ ἐπισιτίσωνται, καὶ προσπίπτοντες ἀπροσδοκήτως τοῖς ἀγροῖς πάνθ’ ὁμοίως ἐλῄζοντο, οἱ δ’ ὑπολειπόμενοι δεινότατον ἔργον ἔδρασαν· ἐπεὶ γὰρ ἐν τῷ ἀσθενεστάτῳ ἐγένοντο, ἐπ’ ἀλλήλους ἐτράποντο καὶ ἀλλήλων ἐγεύοντο. οὗτοι μὲν οὖν ἐν τούτοις ἦσαν, οἱ δὲ ἄλλοι ἐπεὶ τὰ σκάφη καὶ ὑπὲρ τὴν δύναμιν αὐτῶν κατεγέμισαν, ἦραν χειμῶνα μέγαν καὶ τότε ἐπιτηρήσαντες. |
| S302 | οὐ μὴν καὶ ὤναντό γε αὐτοῦ· οἱ γὰρ Ῥωμαῖοι καταβαρεῖς αὐτοὺς καὶ βραχὺ πάνυ τοῦ ὕδατος ὑπερέχοντας ἰδόντες ἀντανήχθησαν, καὶ αὐτοῖς ἐσκεδασμένοις, ὥς που καὶ ὁ ἄνεμος καὶ ὁ κλύδων ἦγε, προσπίπτοντες ναυμαχίας μὲν οὐδὲν ἔργον ἔσχον, τὰ δὲ δὴ πλοῖα αὐτῶν ἀφειδῶς ἔκοπτον, πολλὰ μὲν τοῖς κοντοῖς ὠθοῦντες, πολλὰ δὲ καὶ τοῖς ἐμβόλοις ἀναρρηγνύντες, ἔστι δ’ ἃ καὶ αὐτῇ τῇ προσβολῇ σφῶν ἀνατρέποντες. καὶ ἐκεῖνοι δρᾶσαι μὲν οὐθέν, οὐδ’ εἰ τὰ μάλιστα ἤθελον, ἠδύναντο· διαφυγεῖν δέ πῃ πειρώμενοι οἱ μὲν ὑπὸ τοῦ πνεύματος, ἀπλήστως αὐτῷ χρώμενοι, ἐβαπτίζοντο, οἱ δ’ ὑπὸ τῶν ἐναντίων καταλαμβανόμενοι διώλλυντο. θεώμενοι δὲ ταῦτα οἱ ἐν τῷ Βυζαντίῳ τέως μὲν ἐθεοκλύτουν καὶ ἐπεβόων ἄλλοτε ἄλλοις τοῖς γινομένοις, ὡς ἑκάστῳ τι τῆς θέας ἐκείνης ἢ τοῦ πάθους προσέπιπτεν· ἐπεὶ δὲ πανσυδὶ αὐτοὺς ἀπολλυμένους εἶδον, τότε δὴ ἀθρόοι καὶ ἀνῴμωξαν καὶ ἀνεθρήνησαν, κἀκ τούτου τό τε λοιπὸν τῆς ἡμέρας καὶ τὴν νύκτα πᾶσαν ἐπένθουν. τοσαῦτα γὰρ τὰ πάντα ναυάγια ἐγένετο ὥστε καὶ ἐς τὰς νήσους καὶ ἐς τὴν Ἀσίαν ἐξενεχθῆναί τινα, καὶ ἀπ’ αὐτῶν καὶ τὴν ἧττάν σφων, καὶ πρὶν ἀκουσθῆναι, γνωσθῆναι. καὶ τῇ ὑστεραίᾳ τοῖς Βυζαντίοις ἐπὶ μεῖζον τὸ δεινὸν ηὐξήθη· ὡς γὰρ ὁ κλύδων ἐστόρεστο, πᾶσα ἡ θάλασσα ἡ πρὸς τῷ Βυζαντίῳ καὶ τῶν νεκρῶν καὶ τῶν ναυαγίων καὶ τοῦ αἵματος ἐπληρώθη, πολλὰ δὲ καὶ ἐς τὴν γῆν ἐξεβράσθη, ὥστε καὶ χαλεπώτερον ἐκ τῆς ὄψεώς σφων τὸ δεινὸν αὐτοῦ τοῦ ἔργου φανῆναι. παρέδοσαν μὲν οὖν αὐτίκα τὴν πόλιν καὶ ἄκοντες οἱ Βυζάντιοι, Ῥωμαῖοι δὲ τοὺς μὲν στρατιώτας καὶ τοὺς ἐν τέλει διεχρήσαντο πάντας, πλὴν τοῦ πύκτου ὃς πολλὰ τοὺς Βυζαντίους ὠφέλησε καὶ τοὺς Ῥωμαίους ἔβλαψεν· οὗτος γὰρ παραχρῆμα πύξ τε παίσας τῶν στρατιωτῶν τινὰ καὶ ἑτέρῳ λὰξ ἐνθορών, ὅπως ὀργισθέντες διαφθείρωσιν αὐτόν, προσαπώλετο. ὁ δὲ Σευῆρος οὕτως ἥσθη ἐπὶ τῇ ἁλώσει τοῦ Βυζαντίου ὡς καὶ πρὸς τοὺς στρατιώτας, ἐν τῇ Μεσοποταμίᾳ τότε ὤν, αὐτὸ τοῦτο εἰπεῖν, “εἵλομεν δὲ καὶ τὸ Βυζάντιον.” ἔπαυσε δὲ τὴν πόλιν τῆς τε ἐλευθερίας καὶ τοῦ ἀξιώματος τοῦ πολιτικοῦ, καὶ δασμοφόρον ἀποφήνας, τάς τε οὐσίας τῶν πολιτῶν δημεύσας, αὐτήν τε καὶ τὴν χώραν αὐτῆς Περινθίοις ἐχαρίσατο, καὶ αὐτῇ ἐκεῖνοι οἷα κώμῃ χρώμενοι οὐδὲν ὅ τι οὐχ ὕβριζον. |
| S303 | ταῦτα μὲν οὖν δικαίως πως ποιῆσαι ἔδοξε· τὰ δὲ δὴ τείχη τῆς πόλεως διαλύσας ἐκείνους μὲν οὐδὲν πλέον τῆς στερήσεως τῆς δόξης, ἣν ἐκ τῆς ἐπιδείξεως αὐτῶν ἐκαρποῦντο, ἐλύπησε, τῶν δὲ δὴ Ῥωμαίων μέγα καὶ φυλακτήριον καὶ ὁρμητήριον πρὸς τοὺς ἐκ τοῦ Πόντου καὶ τῆς Ἀσίας βαρβάρους καθεῖλε. καὶ εἶδον ἐγὼ τά τε τείχη πεπτωκότα ὥσπερ ὑπ’ ἄλλων τινῶν ἀλλ’ οὐχ ὑπὸ Ῥωμαίων ἑαλωκότα, ἐτεθεάμην δὲ αὐτὰ καὶ ἑστηκότα καὶ ἠκηκόειν αὐτῶν καὶ λαλούντων. ἑπτὰ μὲν γὰρ ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι καθεστηκότες πρὸς τὴν θάλασσαν ἦσαν, τούτων δ’ εἰ μέν τις ἄλλῳ τῳ προσέμιξεν, ἥσυχος ἦν, εἰ δὲ δὴ τῷ πρώτῳ ἐνεβόησέ τινα ἢ καὶ λίθον ἐνέρριψεν, αὐτός τε μηχανῇ τινι ἐλάλει καὶ τῷ δευτέρῳ τὸ αὐτὸ τοῦτο ποιεῖν παρεδίδου, καὶ οὕτω διὰ πάντων ὁμοίως ἐχώρει, οὐδὲ ἐπετάραττον ἀλλήλους, ἀλλ’ ἐν τῷ μέρει πάντες, παρὰ τοῦ πρὸ αὐτοῦ ὁ ἕτερος, τήν τε ἠχὴν καὶ τὴν φωνὴν διεδέχοντό τε καὶ παρεπέμποντο. τοιαῦτα μὲν τὰ τῶν Βυζαντίων τείχη ἦν, Σευῆρος δέ, ἐν ᾧ ταῦτα ἐπολιορκεῖτο, κατὰ τῶν βαρβάρων ἐπιθυμίᾳ δόξης ἐστράτευσε, τῶν τε Ὀσροηνῶν καὶ τῶν Ἀδιαβηνῶν καὶ τῶν Ἀρραβίων. ἐπεὶ δὲ τὸν Εὐφράτην διαβὰς ἐς τὴν πολεμίαν ἐσέβαλεν, ἀνύδρου τῆς χώρας οὔσης ἄλλως τε δὴ καὶ τότε πλέον ὑπὸ τοῦ θέρους ἐξικμασμένης ἐκινδύνευσε παμπληθεῖς στρατιώτας ἀποβαλεῖν· κεκμηκόσι γὰρ αὐτοῖς ἐκ τῆς πορείας καὶ τοῦ ἡλίου καὶ κονιορτὸς ἐμπίπτων ἰσχυρῶς ἐλύπησεν, ὥστε μήτε βαδίζειν μήτε λαλεῖν ἔτι δύνασθαι, τοῦτο δὲ μόνον φθέγγεσθαι, “ὕδωρ ὕδωρ.” ἐπεὶ δὲ ἀνεφάνη μὲν ἰκμάς, ἐξ ἴσου δὲ τῷ μὴ εὑρεθέντι ἀρχὴν ὑπὸ ἀτοπίας ἦν, ὁ Σευῆρος κύλικά τε ᾔτησε καὶ τοῦ ὕδατος πληρώσας ἁπάντων ὁρώντων ἐξέπιε. καὶ τότε μὲν οὕτω καὶ ἄλλοι τινὲς προσπιόντες ἀνερρώσθησαν· μετὰ δὲ ταῦτα εἰς τὴν Νίσιβιν ὁ Σευῆρος ἐλθὼν αὐτὸς μὲν ἐνταῦθα ὑπέμεινε, Λατερνὸν δὲ καὶ Κάνδιδον καὶ Λαῖτον εἰς τοὺς προειρημένους βαρβάρους ἄλλον ἄλλῃ ἀπέστειλε, καὶ ἐπερχόμενοι οὗτοι τήν τε χώραν τῶν βαρβάρων ἐδῄουν καὶ τὰς πόλεις ἐλάμβανον. |
| S304 | μέγα δὲ καὶ ἐπὶ τούτῳ τῷ Σευήρῳ φρονοῦντι, ὡς καὶ πάντας ἀνθρώπους καὶ συνέσει καὶ ἀνδρίᾳ ὑπερβεβηκότι, πρᾶγμα παραδοξότατον συνηνέχθη· Κλαύδιος γάρ τις λῃστὴς καὶ τὴν Ἰουδαίαν καὶ τὴν Συρίαν καταρέχων καὶ πολλῇ διὰ τοῦτο σπουδῇ ζητούμενος, προσῆλθέ τε αὐτῷ ποτε μεθ’ ἱππέων ὡς καὶ χιλίαρχός τις ὤν. καὶ ἠσπάσατο αὐτὸν καὶ ἐφίλησε, καὶ οὔτε εὐθὺς ἐφωράθη οὔθ’ ὕστερον συνελήφθη. ἐν δὲ τῷ καιρῷ τούτῳ τοὺς Σκύθας πολεμησείοντας βρονταί τε καὶ ἀστραπαὶ μετ’ ὄμβρου καὶ κεραυνοὶ βουλευομένοις σφίσιν ἐξαίφνης ἐμπεσόντες, καὶ τοὺς πρώτους αὐτῶν τρεῖς ἄνδρας ἀποκτείναντες, ἐπέσχον. ὁ δὲ Σευῆρος αὖθις τρία τέλη τοῦ στρατοῦ ποιήσας, καὶ τὸ μὲν τῷ Λαίτῳ τὸ δὲ τῷ Ἀνυλλίνῳ καὶ τῷ Πρόβῳ δούς, ἐπὶ τὴν Ἀρχὴν ἐξέπεμψε. καὶ οἱ μὲν ταύτην, τριχῇ ἐσβαλόντες, οὐκ ἀμογητὶ ἐχειροῦντο· ὁ δὲ Σευῆρος ἀξίωμα τῇ Νισίβει δοὺς ἱππεῖ ταύτην ἐπέτρεψεν, ἔλεγέ τε μεγάλην τέ τινα χώραν προσκεκτῆσθαι καὶ πρόβολον αὐτὴν τῆς Συρίας πεποιῆσθαι. ἐλέγχεται δὲ ἐξ αὐτοῦ τοῦ ἔργου καὶ πολέμων ἡμῖν συνεχῶν, ὡς καὶ δαπανημάτων πολλῶν, αἰτία οὖσα· δίδωσι μὲν γὰρ ἐλάχιστα, ἀναλίσκει δὲ παμπληθῆ, καὶ πρὸς ἐγγυτέρους καὶ τῶν Μήδων καὶ τῶν Πάρθων προσεληλυθότες ἀεὶ τρόπον τινὰ ὑπὲρ αὐτῶν μαχόμεθα. τῷ δὲ Σευήρῳ πόλεμος αὖθις, μήπω ἐκ τῶν βαρβαρικῶν ἀναπνεύσαντι, ἐμφύλιος πρὸς τὸν Ἀλβῖνον τὸν Καίσαρα συνηνέχθη. ὁ μὲν γὰρ οὐδὲ τὴν τοῦ Καίσαρος αὐτῷ ἔτι ἐδίδου τιμήν, ἐπειδὴ τὸν Νίγρον ἐκποδὼν ἐποιήσατο, τά τε ἄλλα τὰ ἐνταῦθα ὡς ἐβούλετο κατεστήσατο· ὁ δὲ καὶ τὴν τοῦ αὐτοκράτορος ἐζήτει ὑπεροχήν. συγκινουμένης οὖν διὰ ταῦτα τῆς οἰκουμένης ἡμεῖς μὲν οἱ βουλευταὶ ἡσυχίαν ἤγομεν, ὅσοι μὴ πρὸς τοῦτον ἢ ἐκεῖνον φανερῶς ἀποκλίναντες ἐκοινώνουν σφίσι καὶ τῶν κινδύνων καὶ τῶν ἐλπίδων, ὁ δὲ δῆμος οὐκ ἐκαρτέρησεν ἀλλ’ ἐκφανέστατα κατωδύρατο. ἦν μὲν γὰρ ἡ τελευταία πρὸ τῶν Κρονίων ἱπποδρομία, καὶ συνέδραμεν ἐς αὐτὸ ἄπλετόν τι χρῆμα ἀνθρώπων· παρῆν δὲ καὶ ἐγὼ τῇ θέᾳ διὰ τὸν ὕπατον φίλον μου ὄντα, καὶ πάντα τὰ λεχθέντα ἀκριβῶς ἤκουσα, ὅθεν καὶ γράψαι τι περὶ αὐτῶν ἠδυνήθην. |
| S305 | ἐγένετο δὲ ὧδε. συνῆλθον μὲν ὥσπερ εἶπον ἀμύθητοι, καὶ τὰ ἅρματα ἑξαχῶς ἁμιλλώμενα ἐθεάσαντο, ὅπερ που καὶ ἐπὶ τοῦ Κλεάνδρου ἐγεγόνει, μηδὲν μηδένα παράπαν ἐπαινέσαντες, ὅπερ εἴθισται· ἐπειδὴ δὲ ἐκεῖνοί τε οἱ δρόμοι ἐπαύσαντο καὶ ἔμελλον οἱ ἡνίοχοι ἑτέρου ἄρξασθαι, ἐνταῦθα ἤδη σιγάσαντες ἀλλήλους ἐξαίφνης τάς τε χεῖρας πάντες ἅμα συνεκρότησαν καὶ προσεπεβόησαν, εὐτυχίαν τῇ τοῦ δήμου σωτηρίᾳ αἰτούμενοι. εἶπόν τε τοῦτο, καὶ μετὰ τοῦτο τὴν Ῥώμην καὶ βασιλίδα καὶ ἀθάνατον ὀνομάσαντες “μέχρι πότε τοιαῦτα πάσχομεν” ἔκραξαν “καὶ μέχρι ποῦ πολεμούμεθα;” εἰπόντες δὲ καὶ ἄλλα τινὰ τοιουτότροπα τέλος ἐξεβόησαν ὅτι “ταῦτά ἐστιν”, καὶ πρὸς τὸν ἀγῶνα τῶν ἵππων ἐτράποντο. οὕτω μὲν ἔκ τινος θείας ἐπιπνοίας ἐνεθουσίασαν· οὐ γὰρ ἂν ἄλλως τοσαῦται μυριάδες ἀνθρώπων οὔτε ἤρξαντο τὰ αὐτὰ ἅμα ἀναβοᾶν ὥσπερ τις ἀκριβῶς χορὸς δεδιδαγμένος, οὔτ’ εἶπον αὐτὰ ἀπταίστως ὡς καὶ μεμελετημένα. ταῦτά τε οὖν ἔτι καὶ μᾶλλον ἡμᾶς ἐτάραττε, καὶ πῦρ αἰφνίδιον νυκτὸς ἐν τῷ ἀέρι τῷ πρὸς βορρᾶν τοσοῦτον ὤφθη ὥστε τοὺς μὲν τὴν πόλιν ὅλην τοὺς δὲ καὶ τὸν οὐρανὸν αὐτὸν καίεσθαι δοκεῖν. ὃ δὲ δὴ μάλιστα θαυμάσας ἔχω, ψεκὰς ἐν αἰθρίᾳ ἀργυροειδὴς ἐς τὴν τοῦ Αὐγούστου ἀγορὰν κατερρύη. φερομένην μὲν γὰρ αὐτὴν οὐκ εἶδον, πεσούσης δὲ αὐτῆς ᾐσθόμην, καὶ κέρματά τινα ἀπ’ αὐτῆς χαλκᾶ κατηργύρωσα, ἃ καὶ ἐπὶ τρεῖς ἡμέρας τὴν αὐτὴν ὄψιν εἶχε. τῇ γὰρ τετάρτῃ πᾶν τὸ ἐπαλειφθὲν αὐτοῖς ἠφανίσθη. Νουμεριανὸς δέ τις γραμματιστὴς τῶν τὰ παιδία γράμματα διδασκόντων, ἐκ τῆς Ῥώμης ἐς τὴν Γαλατίαν, οὐκ οἶδ’ ὅ τι δόξαν αὐτῷ, ἀφορμηθείς, βουλευτής τε εἶναι τῶν Ῥωμαίων πλασάμενος καὶ ἐπὶ στρατιᾶς ἄθροισιν ὑπὸ τοῦ Σευήρου πεμφθῆναι, συνήγαγέ τινα βραχεῖαν πρῶτον ἰσχύν, καί τινας τῶν τοῦ Ἀλβίνου ἱππέων διέφθειρε, καὶ ἄλλα τινὰ ὑπὲρ τοῦ Σευήρου ἐνεανιεύσατο. ἀκούσας δὲ ὁ Σευῆρος, καὶ νομίσας ὄντως τινὰ τῶν βουλευτῶν εἶναι, ἐπέστειλεν ἐπαινῶν τε αὐτὸν καὶ δύναμιν κελεύων πλείονα προσλαβεῖν· καὶ ὃς λαβὼν πλείονα δύναμιν ἄλλα τε θαυμαστὰ ἐπεδείξατο, καὶ χιλίας καὶ ἑπτακοσίας καὶ πεντήκοντα μυριάδας δραχμῶν ἑλὼν τῷ Σευήρῳ ἔπεμψε. |
| S306 | νικήσαντος δὲ τοῦ Σευήρου πρὸς αὐτὸν ἐλθὼν οὔτ’ ἀπεκρύψατό τι οὒτ’ ᾔτησεν ὡς ἀληθῶς βουλευτὴς γενέσθαι, καὶ τιμαῖς μεγάλαις πλούτῳ τε ἂν αὐξηθῆναι δυνηθεὶς οὐκ ἠθέλησεν, ἀλλ’ ἐν ἀγρῷ τινι, σμικρόν τι ἐφ’ ἡμέραν λαμβάνων παρ’ αὐτοῦ, διεβίω. ὁ δὲ δὴ ἀγὼν τῷ τε Σευήρῳ καὶ τῷ Ἀλβίνῳ πρὸς τῷ Λογδούνῳ τοιόσδε ἐγένετο. πεντεκαίδεκα μὲν μυριάδες στρατιωτῶν συναμφοτέροις ὑπῆρχον, παρῆσαν δὲ καὶ ἀμφότεροι τῷ πολέμῳ ἅτε περὶ ψυχῆς θέοντες, καίτοι τοῦ Σευήρου μηδεμιᾷ πω μάχῃ ἑτέρᾳ παραγεγονότος. ἦν δὲ ὁ μὲν Ἀλβῖνος καὶ τῷ γένει καὶ τῇ παιδείᾳ προήκων, ἅτερος δὲ 〈τὰ〉 πολέμια κρείττων καὶ δεινὸς στρατηγῆσαι. συνέβη δὲ τὸν Ἀλβῖνον προτέρᾳ μάχῃ νικῆσαι τὸν Λοῦπον τῶν τοῦ Σευήρου στρατηγῶν ὄντα, καὶ πολλοὺς τῶν σὺν αὐτῷ διαφθεῖραι στρατιωτῶν. ὁ δὲ τότε ἀγὼν πολλὰς ἔσχεν ἰδέας τε καὶ τροπάς. τὸ μὲν γὰρ λαιὸν κέρας τοῦ Ἀλβίνου ἡττήθη τε καὶ κατέφυγεν ἐς τὸ ἔρυμα, καὶ οἱ Σευήρειοι στρατιῶται διώκοντες συνεισέπεσον, καὶ ἐκείνους τε ἐφόνευον καὶ τὰς σκηνὰς διήρπαζον. ἐν δὲ τούτῳ οἱ περὶ τὸ δεξιὸν κέρας τεταγμένοι τοῦ Ἀλβίνου στρατιῶται, κρυπτὰς τάφρους ἔχοντες πρὸ αὑτῶν καὶ ὀρύγματα γῇ ἐπιπολαίως κεκαλυμμένα, μέχρι μὲν ἐκείνων προῄεσαν καὶ ἠκόντιζον πόρρωθεν, περαιτέρω δὲ οὐ προεχώρουν, ἀλλὰ καὶ ὡς δεδιότες ἀνέστρεφον, ὅπως ἐπισπάσωνται τοὺς ἐναντίους εἰς δίωξιν· ὃ δή ποτε καὶ ἐγένετο. ἀγανακτήσαντες γὰρ οἱ Σευήρειοι πρὸς τὴν δι’ ὀλίγου αὐτῶν ἐξόρμησιν, καὶ καταφρονήσαντες αὖ πρὸς τὴν ἐκ βραχέος ἀνάφευξιν, ὥρμησαν ἐπ’ αὐτοὺς ὡς καὶ παντὸς τοῦ μεταιχμίου σφῶν ἐμβατοῦ ὄντος, καὶ γενόμενοι κατὰ τὰς τάφρους παθήματι δεινῷ συνηνέχθησαν· οἵ τε γὰρ πρωτοστάται καταρραγέντων εὐθὺς τῶν ἐξ ἐπιπολῆς ἐπικειμένων ἐς τὰ ὀρύγματα ἐνέπεσον, καὶ οἱ ἐπιτεταγμένοι σφίσιν ἐμπίπτοντες αὐτοῖς ἐσφάλλοντο καὶ κατέπιπτον, καὶ οἱ λοιποὶ δείσαντες ἀνεχώρουν ὀπίσω καὶ ἅτε ἐξαίφνης ἀναστρεφόμενοι αὐτοί τε ἔπταιον καὶ τοὺς οὐραγοῦντας ἀνέτρεπον, ὥστε καὶ ἐς φάραγγα αὐτοὺς βαθεῖαν συνῶσαι. |
| S307 | ἐγένετο δὴ τούτων τε καὶ τῶν εἰς τὰς τάφρους πεσόντων φόνος πολὺς ἀναμὶξ ἵππων τε καὶ ἀνδρῶν. ἐν δὲ τῷ θορύβῳ τούτῳ καὶ οἱ μεταξὺ τῆς τε φάραγγος καὶ τῶν τάφρων βαλλόμενοί τε καὶ τοξευόμενοι διεφθείροντο. ἰδὼν δὲ ταῦτα ὁ Σευῆρος ἐπεκούρησε μὲν αὐτοῖς μετὰ τῶν δορυφόρων, τοσούτου δὲ ἐδέησεν αὐτοὺς ὠφελῆσαι ὥστε καὶ τοὺς δορυφόρους ὀλίγου δεῖν προσαπώλεσε καὶ αὐτὸς τὸν ἵππον ἀποβαλὼν ἐκινδύνευσεν. ὡς δὲ εἶδε φεύγοντας πάντας τοὺς ἑαυτοῦ, τὴν χλαμύδα περιρρηξάμενος καὶ τὸ ξίφος σπασάμενος ἐς τοὺς φεύγοντας εἰσεπήδησεν, ὅπως ἢ αἰσχυνθέντες ὑποστρέψωσιν ἢ καὶ αὐτὸς αὐτοῖς συναπόληται. ἔστησαν γοῦν τινες τοιοῦτον αὐτὸν ἰδόντες καὶ ὑπέστρεψαν, κἀν τούτῳ τοῖς ἐφεπομένοις σφίσιν ἐναντίοι ἐξαίφνης φανέντες συχνοὺς μὲν ἐκείνων ὡς καὶ Ἀλβινείους κατέκοψαν, πάντας δὲ τοὺς ἐπιδιώκοντάς σφας ἔτρεψαν. καὶ αὐτοῖς ἐνταῦθα ἱππεῖς ἐκ πλαγίου οἱ μετὰ τοῦ Λαίτου ἐπιγενόμενοι τὸ λοιπὸν ἐξειργάσαντο. ὁ γὰρ Λαῖτος, ἕως μὲν ἀγχωμάλως ἠγωνίζοντο, περιεωρᾶτο ἐλπίζων ἐκείνους τε ἀμφοτέρους ἀπολεῖσθαι καὶ ἑαυτῷ τὸ κράτος τοὺς λοιποὺς στρατιώτας ἑκατέρωθεν δώσειν, ἐπεὶ δὲ εἶδεν ἐπικρατέστερα τὰ τοῦ Σευήρου γενόμενα, προσεπελάβετο τοῦ ἔργου. ὁ μὲν δὴ Σευῆρος οὕτως ἐνίκησεν, ἡ δὲ δύναμις ἡ τῶν Ῥωμαίων ἰσχυρῶς ἔπταισεν ἅτε ἀμφοτέρωθεν ἀναριθμήτων πεσόντων. καὶ πολλοὶ καὶ τῶν κρατησάντων ὠλοφύραντο τὸ πάθος· τό τε γὰρ πεδίον πᾶν μεστὸν νεκρῶν καὶ ἀνδρῶν καὶ ἵππων ἑωρᾶτο, καὶ αὐτῶν οἱ μὲν τραύμασι πολλοῖς κατακεκομμένοι καὶ οἷα κρεουργηθέντες ἔκειντο, οἱ δὲ καὶ ἄτρωτοι ἐσεσώρευντο, τά τε ὅπλα ἔρριπτο, καὶ τὸ αἷμα πολὺ ἐρρύη, ὥστε καὶ ἐς τοὺς ποταμοὺς ἐσπεσεῖν. ὁ δ’ Ἀλβῖνος καταφυγὼν ἐς οἰκίαν τινὰ πρὸς τῷ Ῥοδανῷ κειμένην, ἐπειδὴ πάντα τὰ πέριξ φρουρούμενα ᾔσθετο, ἑαυτὸν ἀπέκτεινε· λέγω γὰρ οὐχ ὅσα ὁ Σευῆρος ἔγραψεν, ἀλλ’ ὅσα ἀληθῶς ἐγένετο. ἰδὼν δ’ οὖν τὸ σῶμα αὐτοῦ, καὶ πολλὰ μὲν τοῖς ὀφθαλμοῖς πολλὰ δὲ τῇ γλώττῃ χαρισάμενος, τὸ μὲν ἄλλο ῥιφῆναι ἐκέλευσε, τὴν δὲ κεφαλὴν ἐς τὴν Ῥώμην πέμψας ἀνεσταύρωσεν. ἐφ’ οἷς δῆλος γενόμενος ὡς οὐδὲν εἴη αὐτοκράτορος ἀγαθοῦ, ἔτι μᾶλλον ἡμᾶς τε καὶ τὸν δῆμον, οἷς ἐπέστειλεν, ἐξεφόβησεν· ἅτε γὰρ παντὸς ἤδη τοῦ ὡπλισμένου κεκρατηκὼς ἐξέχεεν εἰς τοὺς ἀνόπλους πᾶν ὅσον ὀργῆς ἐς αὐτοὺς ἐκ τοῦ πρὶν χρόνου ἠθροίκει. |
| S308 | μάλιστα δ’ ἡμᾶς ἐξέπληξεν ὅτι τοῦ τε Μάρκου υἱὸν καὶ τοῦ Κομόδου ἀδελφὸν ἑαυτὸν ἔλεγε, τῷ τε Κομόδῳ, ὃν πρῴην ὕβριζεν, ἡρωικὰς ἐδίδου τιμάς. πρός τε τὴν βουλὴν λόγον ἀναγινώσκων, καὶ τὴν μὲν Σύλλου καὶ Μαρίου καὶ Αὐγούστου αὐστηρίαν τε καὶ ὠμότητα ὡς ἀσφαλεστέραν ἐπαινῶν, τὴν δὲ Πομπηίου 〈καὶ〉 Καίσαρος ἐπιείκειαν ὡς ὀλεθρίαν αὐτοῖς ἐκείνοις γεγενημένην κακίζων, ἀπολογίαν τινὰ ὑπὲρ τοῦ Κομόδου ἐπήγαγε, καθαπτόμενος τῆς βουλῆς ὡς 〈οὐ〉 δικαίως ἐκεῖνον ἀτιμαζούσης, εἴγε καὶ αὐτῆς οἱ πλείους αἴσχιον βιοτεύουσιν. “εἰ γὰρ τοῦτο ἦν” ἔφη “δεινόν, ὅτι αὐτοχειρίᾳ ἐφόνευεν ἐκεῖνος θηρία, ἀλλὰ καὶ ὑμῶν τις χθὲς καὶ πρῴην ἐν Ὀστίοις, ὑπατευκὼς γέρων, δημοσίᾳ μετὰ πόρνης πάρδαλιν μιμουμένης ἔπαιζεν. ἀλλ’ ἐμονομάχει νὴ Δία. ὑμῶν δ’ οὐδεὶς μονομαχεῖ; πῶς οὖν καὶ ἐπὶ τί τάς τε ἀσπίδας αὐτοῦ καὶ τὰ κράνη τὰ χρυσᾶ ἐκεῖνα ἐπρίαντό τινες;” ἀναγνοὺς δὲ ταῦτα τριάκοντα μὲν καὶ πέντε ἀπέλυσε τῶν τὰ Ἀλβίνου φρονῆσαι αἰτιαθέντων, καὶ ὡς μηδεμίαν τὸ παράπαν αἰτίαν ἐσχηκόσιν αὐτοῖς προσεφέρετο (ἦσαν δὲ ἐν τοῖς πρώτοις τῆς γερουσίας), ἐννέα δὲ καὶ εἴκοσιν ἀνδρῶν θάνατον κατεψηφίσατο, ἐν οἷς ἄρα καὶ Σουλπικιανὸς ὁ τοῦ Περτίνακος πενθερὸς ἠριθμεῖτο. μετὰ δὲ ταῦτα ὁ Σευῆρος ἐκστρατεύει κατὰ τῶν Πάρθων. ἀσχολουμένου γὰρ αὐτοῦ ἐς τοὺς ἐμφυλίους πολέμους ἐκεῖνοι ἀδείας λαβόμενοι τήν τε Μεσοποταμίαν εἷλον, στρατεύσαντες παμπληθεί, καὶ μικροῦ καὶ τὴν Νίσιβιν ἐχειρώσαντο, εἰ μὴ Λαῖτος αὐτήν, πολιορκούμενος ἐν αὐτῇ, διεσώσατο. καὶ ἀπ’ αὐτῆς ἐπὶ πλεῖον ἐδοξάσθη, ὢν καὶ ἐς τὰ ἄλλα τά τε πολεμικὰ καὶ τὰ ἴδια καὶ τὰ δημόσια καὶ ἐν τοῖς πολέμοις καὶ ἐν τῇ εἰρήνῃ ἄριστος. ἀφικόμενος δὲ ἐς τὴν προειρημένην Νίσιβιν ὁ Σευῆρος ἐνέτυχε συῒ μεγίστῳ· ἱππέα τε γὰρ ἔκτεινεν ὁρμήσας καταβαλεῖν, αὐτὸν πειρώμενον καὶ τῇ ἑαυτοῦ ἰσχύι θαρρήσαντα, μόλις δὲ ὑπὸ πολλῶν στρατιωτῶν συλληφθείς τε καὶ σφαγείς, τριάκοντα τὸν ἀριθμὸν ὄντων τῶν συλλαβόντων αὐτόν, τῷ Σευήρῳ προσεκομίσθη. |
| S309 | τῶν δὲ Πάρθων οὐ μεινάντων αὐτὸν ἀλλ’ οἴκαδε ἀναχωρησάντων (ἦρχε δὲ αὐτῶν Οὐολόγαισος, οὗ ἀδελφὸς συνῆν τῷ Σευήρῳ) πλοῖα κατασκευάσας ὁ Σευῆρος ἐν τῷ Εὐφράτῃ, καὶ πλέων τε καὶ βαδίζων παρ’ αὐτόν, διὰ τὸ εἶναι λίαν ὀξύτατα καὶ ταχινὰ καὶ εὖ ἐσταλμένα (τῆς παρὰ τὸν Εὐφράτην ὕλης καὶ τῶν ἐκεῖσε χωρίων ἄφθονον διδούσης αὐτῷ τὴν τῶν ξύλων χορηγίαν) τὰ κατασκευασθέντα, ταχέως τήν τε Σελεύκειαν καὶ τὴν Βαβυλῶνα ἐκλειφθείσας ἔλαβε. καὶ μετὰ τοῦτο καὶ τὴν Κτησιφῶντα ἑλὼν ἐκείνην τε πᾶσαν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκε, φόνον τε ἀνθρώπων πλεῖστον εἰργάσατο, καὶ ζῶντας ἐς δέκα μυριάδας εἷλεν. οὐ μέντοι οὔτε τὸν Οὐλόγαισον ἐπεδίωξεν οὔτε τὴν Κτησιφῶντα κατέσχεν, ἀλλ’ ὥσπερ ἐπὶ τοῦτο μόνον ἐστρατευκὼς ἵν’ αὐτὴν διαρπάσῃ ᾤχετο, τὸ μὲν ἀγνωσίᾳ τῶν χωρίων τὸ δ’ ἀπορίᾳ τῶν ἐπιτηδείων. ὑπέστρεψε δὲ καθ’ ἑτέραν ὁδόν· τά τε γὰρ ξύλα καὶ ὁ χόρτος ὁ ἐν τῇ προτέρᾳ εὑρεθεὶς κατανάλωτο· καὶ οἱ μὲν αὐτῷ τῶν στρατιωτῶν πεζῇ ἄνω παρὰ τὸν Τίγριν, οἱ δὲ καὶ ἐπὶ πλοίων ἀνεπορεύθησαν. καὶ μετὰ τοῦτο ὁ Σευῆρος τὴν Μεσοποταμίαν διαβὰς ἐπειράθη μὲν καὶ τῶν Ἄτρων οὐ πόρρω ὄντων, ἐπέρανε δ’ οὐδέν, ἀλλὰ καὶ τὰ μηχανήματα κατεκαύθη καὶ στρατιῶται συχνοὶ μὲν ἀπώλοντο πάμπολλοι δὲ καὶ ἐτρώθησαν. ἀπανέστη οὖν ἀπ’ αὐτῶν καὶ ἀνέζευξεν ὁ Σευῆρος. ἐν ᾧ δὲ ἐπολέμει, δύο ἄνδρας τῶν ἐπιφανῶν ἀπέκτεινεν, Ἰούλιον Κρίσπον χιλιαρχοῦντα τῶν δορυφόρων. ὅτι ἀχθεσθεὶς τῇ τοῦ πολέμου κακώσει ἔπος τι τοῦ Μάρωνος τοῦ ποιητοῦ παρεφθέγξατο, ἐν ᾧ ἐνῆν στρατιώτης τις τῶν μετὰ Τούρνου τῷ Αἰνείᾳ ἀντιπολεμούντων ὀδυρόμενος καὶ λέγων ὅτι, ἵνα δὴ τὴν Χαυινίαν ὁ Τοῦρνος ἀγάγηται, ἡμεῖς ἐν οὐδενὶ λόγῳ παραπολλύμεθα. καὶ τὸν κατηγορήσαντα αὐτοῦ στρατιώτην Οὐαλέριον χιλίαρχον ἀντ’ αὐτοῦ ὁ Σευῆρος ἀπέδειξεν. ἀπέκτεινε δὲ καὶ τὸν Λαῖτον, ὅτι τε φρόνημα εἶχε καὶ ὅτι ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο καὶ οὐκ ἄλλως στρατεύσειν ἔλεγον, εἰ μὴ Λαῖτος αὐτῶν ἡγοῖτο. καὶ τούτου τὸν φόνον, διότι οὐκ εἶχε φανερὰν αἰτίαν εἰ μὴ τὸν φθόνον, τοῖς στρατιώταις προσῆπτεν ὡς παρὰ γνώμην αὐτοῦ τοῦτο τετολμηκόσιν. αὐτὸς δὲ πάλιν ἐπὶ τὰ Ἄτρα ἐστράτευσε, πολλὰ μὲν σιτία παρασκευάσας πολλὰ δὲ καὶ μηχανήματα ἑτοιμασάμενος· καὶ γὰρ δεινὸν ἐποιεῖτο, τῶν ἄλλων κεχειρωμένων, μόνην ταύτην ἐν μέσῳ κειμένην ἀντέχειν. |
| S310 | καὶ ἀπώλεσε καὶ χρήματα πλεῖστα καὶ τὰ μηχανήματα πάντα, πλὴν τῶν Πρισκείων, ὡς ἀνωτέρω ἔφην, καὶ σὺν τούτοις καὶ στρατιώτας πολλούς. συχνοὶ μὲν γὰρ καὶ ἐν ταῖς προνομαῖς ἐφθείροντο, τῆς βαρβαρικῆς ἵππου (φημὶ δὴ τῆς τῶν Ἀρράβων) πανταχοῦ τε καὶ ὀξέως καὶ σφοδρῶς ἐπιπιπτούσης αὐτοῖς· καὶ οἱ Ἀτρηνοὶ ἐξικνοῦντο μὲν καὶ ταῖς τοξείαις ἐπὶ μακρότατον (καὶ γὰρ ἐκ μηχανῶν βέλη τινὰ ἐξέκρουον, ὥστε πολλοὺς καὶ τῶν τοῦ Σευήρου ὑπασπιστῶν βαλεῖν, σύνδυό τε αὐτῶν βέλη ὑπὸ τὴν αὐτὴν ῥύμην ἱέντων, πολλαῖς τε ἅμα χερσὶ καὶ πολλοῖς τοξεύμασι βαλλόντων), πλεῖστον δὲ ὅμως ἐκάκωσαν αὐτοὺς ἐπειδὴ τῷ τείχει προσέμιξαν, καὶ πολὺ πλεῖον ἐπεὶ καὶ διέρρηξάν τι αὐτοῦ· τά τε γὰρ ἄλλα καὶ τὸ νάφθα τὸ ἀσφαλτῶδες ἐκεῖνο, περὶ οὗ ἄνω μοι γέγραπται, ἀφιέντες σφίσι τά τε μηχανήματα καὶ τοὺς στρατιώτας πάντας, οἷς ἐπεβλήθη, κατέπρησαν. καὶ αὐτὰ ὁ Σευῆρος ἀπὸ βήματος ὑψηλοῦ ἐθεώρει. πεσόντος δέ πῃ τοῦ ἔξωθεν περιβόλου, καὶ τῶν στρατιωτῶν πάντων προθυμουμένων ἐς τὸν λοιπὸν ἐσβιάσασθαι, ἐκώλυσεν αὐτοὺς ὁ Σευῆρος τοῦ πρᾶξαι, τορῶς πανταχόθεν τὸ ἀνακλητικὸν σημανθῆναι κελεύσας· δόξα τε γὰρ τοῦ χωρίου ὡς καὶ πάμπολλα τά τε ἄλλα χρήματα καὶ τὰ τοῦ Ἡλίου ἀναθήματα ἔχοντος μεγάλη ἦν, καὶ προσεδόκησεν ἐθελοντὶ τοὺς Ἀρραβίους, ἵνα μὴ βίᾳ ἁλόντες ἀνδραποδισθῶσιν, ὁμολογήσειν. μίαν γοῦν διαλιπὼν ἡμέραν, ὡς οὐδεὶς αὐτῷ ἐπεκηρυκεύσατο, προσέταξεν αὖθις τοῖς στρατιώταις τῷ τείχει, καίπερ ἀνοικοδομηθέντι νυκτός, προσβαλεῖν· καὶ αὐτῷ τῶν μὲν Εὐρωπαίων τῶν δυναμένων τι κατεργάσασθαι οὐδεὶς ἔτ’ ὀργῇ ὑπήκουσεν, ἕτεροι δὲ δὴ Σύροι ἀναγκασθέντες ἀντ’ αὐτῶν προσβαλεῖν κακῶς ἐφθάρησαν. καὶ οὕτω θεὸς ὁ ῥυσάμενος τὴν πόλιν τοὺς μὲν στρατιώτας δυνηθέντας ἂν εἰς αὐτὴν ἐσελθεῖν διὰ τοῦ Σευήρου ἀνεκάλεσε, καὶ τὸν Σευῆρον αὖ βουληθέντα αὐτὴν μετὰ τοῦτο λαβεῖν διὰ τῶν στρατιωτῶν ἐκώλυσεν. |
| S311 | οὕτως γοῦν ὁ Σευῆρος ἐπὶ τούτοις διηπορήθη ὥστε τινὸς τῶν ἀμφ’ αὐτὸν ὑποσχομένου αὐτῷ, ἐάν γε αὐτῷ δώσῃ πεντακοσίους καὶ πεντήκοντα μόνους τῶν Εὐρωπαίων στρατιωτῶν, ἄνευ τοῦ τῶν ἄλλων κινδύνου τὴν πόλιν ἐξαιρήσειν, ἔφη πάντων ἀκουόντων “καὶ πόθεν τοσούτους στρατιώτας ἔχω;” πρὸς τὴν ἀπείθειαν τῶν στρατιωτῶν τοῦτο εἰπών. εἴκοσι δ’ οὖν ἡμέρας τῇ πολιορκίᾳ προσεδρεύσας ἐς τὴν Παλαιστίνην μετὰ τοῦτο ἦλθε καὶ τῷ Πομπηίῳ ἐνήγισεν. ἐλθὼν δὲ καὶ ἐς τὴν Αἴγυπτον πᾶσάν τε εἶδε καὶ ἐπολυπραγμόνησε πάντα καὶ τὰ πάνυ κεκρυμμένα· ἦν γὰρ οἷος μηδὲν μήτε ἀνθρώπινον μήτε θεῖον ἀδιερεύνητον καταλιπεῖν· κἀκ τούτου τά τε βιβλία πάντα τὰ ἀπόρρητόν τι ἔχοντα, ὅσα καὶ εὑρεῖν ἠδυνήθη, ἐκ πάντων ὡς εἰπεῖν τῶν ἀδύτων ἀνεῖλε καὶ τὸ τοῦ Ἀλεξάνδρου μνημεῖον συνέκλεισεν, ἵνα μηδεὶς ἔτι μήτε τὸ σῶμα τούτου ἴδῃ μήτε τὰ ἐν ἐκείνοις γεγραμμένα ἀναλέξηται. καὶ ὁ μὲν ταῦτ’ ἐποίει· ἐγὼ δὲ τὰ μὲν ἄλλα τῆς Αἰγύπτου οὐδὲν δέομαι γράφειν, ὃ δὲ δὴ περὶ τοῦ Νείλου πολλαχόθεν ἀκριβώσας ἔχω, δικαιότατός εἰμι εἰπεῖν. ἐκ γὰρ τοῦ Ἄτλαντος τοῦ ὄρους σαφῶς ἀναδίδοται. τοῦτο δέ ἐστιν ἐν τῇ Μακεννίτιδι παρ’ αὐτῷ τῷ ὠκεανῷ πρὸς ἑσπέραν, καὶ ὑπεραίρει πολὺ πλεῖστον ἁπάντων ὀρῶν, ὅθεν οἱ ποιηταὶ κίονα αὐτὸν τοῦ οὐρανοῦ εἶναι ἔφησαν· οὔτε γὰρ ἀνέβη ποτέ τις ἐπ’ ἄκρον αὐτοῦ οὔτε τὰς κορυφὰς αὐτοῦ εἶδε. χιόνος τε οὖν ἀεὶ διὰ ταῦτα πεπλήρωται, καὶ τὸ ὕδωρ ἐξ αὐτῆς παμπληθὲς ὑπὸ τὸ θέρος ἀφίησιν. ἔστι μὲν γὰρ καὶ ἄλλως ἑλώδη πάντα τὰ περὶ τοὺς πρόποδας αὐτοῦ, τότε δὲ ἐπὶ μᾶλλον πληθύνεται, καὶ ἐκ τούτου τὸν Νεῖλον τὴν ὡραίαν ἐπαύξει· πηγὴ γάρ ἐστιν αὐτοῦ, ὥσπερ που καὶ τοῖς κροκοδείλοις καὶ ἄλλοις ἑκατέρωθι ὁμοίως γεννωμένοις τεκμηριοῦται. καὶ θαυμάσῃ μηδεὶς εἰ τὰ τοῖς ἀρχαίοις Ἕλλησιν ἄγνωστα ἐξευρήκαμεν· πλησίον γὰρ οἱ Μακεννῖται τῇ Μαυριτανίᾳ τῇ κάτω οἰκοῦσι, καὶ πολλοὶ τῶν ἐκεῖ στρατευομένων καὶ πρὸς τὸν Ἄτλαντα ἀφικνοῦνται. τοῦτο μὲν οὕτως ἔχει, Πλαυτιανὸς δὲ παραδυναστεύων τῷ Σευήρῳ καὶ τὴν ἐπαρχικὴν ἔχων ἐξουσίαν, πλεῖστά τε ἀνθρώπων καὶ μέγιστα δυνηθείς, πολλοὺς μὲν τῶν ἐλλογίμων ἀνδρῶν καὶ ὁμοτίμων αὐτῷ ἐθανάτωσε, πάντων δὲ ἐπεθύμει καὶ πάντα παρὰ πάντων ᾔτει καὶ πάντα ἐλάμβανε, καὶ οὔτε ἔθνος οὐδὲν οὔτε πόλιν οὐδεμίαν ἀσύλητον εἴασεν, ἀλλὰ πάντα δὴ καὶ πανταχόθεν ἥρπαζε καὶ συνεφόρει· καὶ πολλῷ πλείονα αὐτῷ ἢ τῷ Σευήρῳ πάντες ἔπεμπον. |
| S312 | καὶ τέλος ἵππους Ἡλίῳ τιγροειδεῖς ἐκ τῶν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ νήσων, πέμψας ἑκατοντάρχους, ἐξέκλεψεν· ἓν γὰρ τοῦτο εἰπὼν πᾶσαν αὐτοῦ τὴν περιεργίαν καὶ τὴν ἀπληστίαν δεδηλωκέναι νομίζω. καίτοι καὶ ἐκεῖνο προσθήσω, ὅτι ἀνθρώπους ἑκατὸν εὐγενεῖς Ῥωμαίους ἐξέτεμεν οἴκοι, καὶ τοῦτο οὐδεὶς ἡμῶν πρὸ τοῦ τελευτῆσαι αὐτὸν ᾔσθετο· πᾶσαν γὰρ ἐκ τούτου τήν τε παρανομίαν αὐτοῦ καὶ ἐξουσίαν ἄν τις καταμάθοι. ἐξέτεμε δὲ οὐ παῖδας μόνον οὐδὲ μειράκια, ἀλλὰ καὶ ἄνδρας, καὶ ἔστιν οὓς αὐτῶν καὶ γυναῖκας ἔχοντας, ὅπως ἡ Πλαυτία ἡ θυγάτηρ αὐτοῦ, ἣν ὁ Ἀντωνῖνος μετὰ ταῦτ’ ἔγημε, δι’ εὐνούχων τήν τε ἄλλην θεραπείαν ἔχῃ. καὶ εἴδομεν τοὺς αὐτοὺς ἀνθρώπους εὐνούχους τε καὶ ἄνδρας, καὶ πατέρας 〈καὶ〉 ἀόρχεις, ἐκτομίας τε καὶ πωγωνίας. ἀφ’ οὗ δὴ οὐκ ἀπεικότως ὑπὲρ πάντας τὸν Πλαυτιανόν, καὶ εἰς αὐτοὺς τοὺς αὐτοκράτορας, ἰσχῦσαι ἄν τις εἴποι. τά τε γὰρ ἄλλα καὶ ἀνδριάντες αὐτοῦ 〈καὶ〉 εἰκόνες οὐ μόνον πολλῷ πλείους ἀλλὰ καὶ μείζους τῶν ἐκείνων, οὐδ’ ἐν ταῖς ἄλλαις πόλεσι μόνον ἀλλὰ καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ, οὐδ’ ὑπ’ ἰδιωτῶν ἢ δήμων μόνον ἀλλὰ καὶ ὑπ’ αὐτῆς τῆς γερουσίας ἀνετίθεντο· τήν τε τύχην αὐτοῦ πάντες οἱ στρατιῶται καὶ οἱ βουλευταὶ ὤμνυσαν, καὶ ὑπὲρ τῆς σωτηρίας αὐτοῦ δημοσίᾳ ἅπαντες ηὔχοντο. αἴτιος δὲ τούτων αὐτὸς ὁ Σευῆρος μάλιστ’ ἐγένετο, ὃς οὕτως αὐτῷ ὑπεῖκεν ἐς πάντα ὥστ’ ἐκεῖνον μὲν ἐν αὐτοκράτορος αὐτὸν δὲ ἐν ἐπάρχου μοίρᾳ εἶναι· τά τε γὰρ ἄλλα καὶ ὁ μὲν πάνθ’ ἁπλῶς ὅσα ὁ Σευῆρος καὶ ἔλεγε καὶ ἔπραττεν ᾔδει, τῶν δὲ δὴ τοῦ Πλαυτιανοῦ ἀπορρήτων οὐδεὶς οὐδὲν ἠπίστατο. τήν τε θυγατέρα αὐτοῦ τῷ υἱεῖ ἐμνήστευσε, πολλὰς καὶ σεμνὰς κόρας παραλιπών, ὕπατόν τε ἀπέδειξε, καὶ διάδοχον τῆς αὐταρχίας ὡς εἰπεῖν ἔχειν ηὔξατο, καί ποτε καὶ ἐπέστειλε “φιλῶ τὸν ἄνδρα ὥστε καὶ εὔχεσθαι προαποθανεῖν αὐτοῦ.” ἠνείχετό γέ τοι ὁρῶν καὶ ἐν ταῖς καταλύσεσιν αὐτὸν ταῖς κρείττοσιν αὐλιζόμενον καὶ τὰ ἐπιτήδεια καὶ ἀμείνω καὶ ἀφθονώτερα αὑτοῦ ἔχοντα, ὥστε δεηθείς ποτε ἐν τῇ Νικαίᾳ τῇ πατρίδι μου κεστρέως, οὓς ἡ λίμνη μεγάλους ἐκτρέφει, παρ’ ἐκείνου μετεπέμψατο. |
| S313 | ὅθεν εἰ καί τι ἐπὶ μειώσει τῆς δυναστείας αὐτοῦ ποιεῖν ἐδόκει, ἀλλ’ ἔκ γε τῶν ἐναντίων, πολὺ καὶ μειζόνων καὶ λαμπροτέρων ὄντων, καὶ ἐκεῖνο πᾶν ἀπημβλύνετο. ποτὲ γοῦν τοῦ Σευήρου ἐν Τυάνοις νοσήσαντα αὐτὸν ἐπισκεπτομένου, οἱ στρατιῶται οἱ περὶ τὸν Πλαυτιανὸν ὄντες οὐκ εἴασαν τοὺς ἀκολουθοῦντας αὐτῷ συνεσελθεῖν· ὅ τε τὰς δίκας τὰς ἐπ’ αὐτοῦ λεγομένας διατάττων κελευσθείς ποτε ὑπὸ τοῦ Σευήρου ἀργοῦντος δίκην τινὰ ἐσαγαγεῖν οὐκ ἠθέλησεν, εἰπὼν ὅτι “οὐ δύναμαι τοῦτο ποιῆσαι, ἂν μὴ Πλαυτιανός μοι κελεύσῃ.” καὶ οὕτω καὶ ἐς τὰ ἄλλα πάντα ὁ Πλαυτιανὸς αὐτοῦ κατεκράτει ὥστε καὶ τὴν Ἰουλίαν τὴν Αὔγουσταν πρὸς τὸν Σευῆρον ἀεὶ διέβαλλεν, ἐξετάσεις τε κατ’ αὐτῆς καὶ βασάνους κατ’ εὐγενῶν γυναικῶν ποιούμενος. καὶ ἡ μὲν αὐτή τε φιλοσοφεῖν διὰ ταῦτ’ ἤρξατο καὶ σοφισταῖς συνημέρευεν· ὁ δὲ δὴ Πλαυτιανὸς ἀσωτότατός τε ἀνθρώπων γενόμενος, ὥστε καὶ εὐωχεῖσθαι ἅμα καὶ ἐμεῖν, ἐπεὶ μηδὲν ὑπὸ τοῦ πλήθους τῶν τε σιτίων καὶ τοῦ οἴνου πέψαι ἠδύνατο, καὶ τοῖς μειρακίοις ταῖς τε κόραις οὐκ ἄνευ διαβολῆς χρώμενος, τῇ γυναικὶ τῇ ἑαυτοῦ οὔθ’ ὁρᾶν τινα οὔθ’ ὁρᾶσθαι τὸ παράπαν, οὐδ’ ὑπὸ τοῦ Σευήρου ἢ τῆς Ἰουλίας, ἐπέτρεπεν. ἐγένετο δ’ ἐν ταύταις ταῖς ἡμέραις καὶ ἀγὼν γυμνικός, ἐν ᾧ τοσοῦτον πλῆθος ἀθλητῶν ἀναγκασθὲν συνῆλθεν ὥσθ’ ἡμᾶς θαυμάσαι πῶς αὐτοὺς τὸ στάδιον ἐχώρησε. καὶ γυναῖκες δὲ ἐν τῷ ἀγῶνι τούτῳ ἀγριώτατα ἀλάμεναι ἐμαχέσαντο, ὥστε καὶ ἐς τὰς ἄλλας πάνυ ἐπιφανεῖς ἀπ’ αὐτῶν ἀποσκώπτεσθαι· καὶ διὰ τοῦτ’ ἐκωλύθη μηκέτι μηδεμίαν γυναῖκα μηδαμόθεν μονομαχεῖν. εἰκόνων δέ ποτε πολλῶν τῷ Πλαυτιανῷ γενομένων (ἄξιον γὰρ ἀφηγήσασθαι τὸ πραχθέν) δυσχεράνας πρὸς τὸ πλῆθος ὁ Σευῆρός τινας αὐτῶν συνεχώνευσε, καὶ εἰς τὰς πόλεις ἐκ τούτου θροῦς διῆλθεν ὡς καὶ καθῄρηται καὶ διέφθαρται, καί τινες συνέτριψαν εἰκόνας αὐτοῦ, ἐφ’ ᾧ ὕστερον ἐκολάσθησαν. ἐν οἷς ἦν καὶ ὁ τῆς Σαρδοῦς ἄρχων Ῥάκιος Κώνστας, ἀνὴρ ἐλλογιμώτατος. ἀλλ’ οὗ χάριν τούτων ἐμνήσθην, ὅτι τοῦ ῥήτορος, ὃς τοῦ Κώνσταντος κατηγόρησε, καὶ τοῦτο πρὸς τοῖς ἄλλοις εἰπόντος, θᾶσσον ἂν τὸν οὐρανὸν συμπεσεῖν ἢ Πλαυτιανόν τι ὑπὸ Σευήρου παθεῖν, καὶ μᾶλλον ἂν εἰκότως ἐκείνῳ τῷ λόγῳ, εἴπερ τι τοιοῦτον ἐλέχθη, πιστεῦσαί τινα, —ταῦτα τοῦ ῥήτορος εἰπόντος, καὶ προσέτι καὶ αὐτοῦ τοῦ Σευήρου νεανιευσαμένου πρὸς ἡμᾶς τοὺς συνδικάζοντας αὐτῷ καὶ φήσαντος ὅτι “ἀδύνατόν ἐστι κακόν τι ὑπ’ ἐμοῦ Πλαυτιανῷ γενέσθαι,” οὐδ’ ἀπενιαύτισεν αὐτὸς οὗτος ὁ Πλαυτιανός, ἀλλ’ ἐσφάγη καὶ αἱ εἰκόνες αὐτοῦ σύμπασαι διεφθάρησαν. |
| S314 | πρὸ δὲ τούτου κῆτος ὑπερμέγεθες ἐς τὸν τοῦ Αὐγούστου ἐπίκλην λιμένα ἐξώκειλε καὶ ἑάλω, καὶ τὸ μίμημα αὐτοῦ ἐς τὸ κυνηγέσιον εἰσαχθὲν πεντήκοντα ἄρκτους εἴσω ἐδέξατο. ὤφθη δὲ ἐπὶ πολλὰς ἡμέρας καὶ κομήτης ἀστὴρ ἐν τῇ Ῥώμῃ, καὶ οὐκ αἴσιόν τι σημαίνειν ἐλέγετο. ὁ δὲ Σευῆρος ἐπὶ τῆς δεκετηρίδος τῆς ἀρχῆς αὐτοῦ ἐδωρήσατο τῷ τε ὁμίλῳ παντὶ τῷ σιτοδουμένῳ καὶ τοῖς στρατιώταις τοῖς δορυφόροις ἰσαρίθμους τοῖς τῆς ἡγεμονίας ἔτεσι χρυσοῦς. ἐφ’ ᾧ καὶ μέγιστον ἠγάλλετο· καὶ γὰρ ὡς ἀληθῶς οὐδεὶς πώποτε τοσοῦτον αὐτοῖς ἀθρόοις ἐδεδώκει· εἰς γὰρ τὴν δωρεὰν ταύτην πεντακισχίλιαι μυριάδες δραχμῶν ἀναλώθησαν. ἐποιήθησαν δὲ καὶ οἱ γάμοι τοῦ τε Ἀντωνίνου τοῦ υἱοῦ τοῦ Σευήρου καὶ τῆς Πλαυτίλλης τῆς τοῦ Πλαυτιανοῦ θυγατρός· καὶ τοσαῦτα τῇ θυγατρὶ οὗτος δέδωκεν ὅσα καὶ πεντήκοντα γυναιξὶ βασιλίσσαις ἤρκεσεν ἄν. εἴδομεν δὲ αὐτὰ διὰ τῆς ἀγορᾶς εἰς τὸ παλάτιον κομιζόμενα. εἱστιάθημεν δὲ ἐν τῷ ἅμα, τὰ μὲν βασιλικῶς τὰ δὲ βαρβαρικῶς, ἑφθά τε πάντα ὅσα νομίζεται, καὶ ὠμὰ ζῶντά τε ἄλλα λαβόντες. ἐγένοντο δὲ καὶ θέαι τηνικαῦτα παντοδαπαὶ ἐπί τε τῇ ἀνακομιδῇ τοῦ Σευήρου καὶ ἐπὶ τῇ δεκετηρίδι αὐτοῦ καὶ ἐπὶ ταῖς νίκαις. ἐν ταύταις ταῖς θέαις καὶ σύες τοῦ Πλαυτιανοῦ ἑξήκοντα ἄγριοι ἐπάλαισαν ἀλλήλοις ὑπὸ παραγγέλματος, ἐσφάγησαν δὲ ἄλλα τε πολλὰ θηρία καὶ ἐλέφας καὶ κοροκότας· τὸ δὲ ζῷον τοῦτο Ἰνδικόν ἐστι, καὶ τότε πρῶτον ἐς τὴν Ῥώμην, ὅσα καὶ ἐγὼ ἐπίσταμαι, εἰσήχθη, ἔχει δὲ χροιὰν μὲν λεαίνης τίγριδι μεμιγμένης, εἶδος δὲ ἐκείνων τε καὶ κυνὸς καὶ ἀλώπεκος ἰδίως πως συγκεκραμένον. |
| S315 | τῆς δὲ δεξαμενῆς ἁπάσης τῆς ἐν τῷ θεάτρῳ εἰς πλοίου σχῆμα κατασκευασθείσης ὡς τετρακόσια θηρία καὶ δέξασθαι καὶ ἀφεῖναι ἀθρόως, ἔπειτα ἐξαίφνης διαλυθείσης ἀνέθορον ἄρκτοι λέαιναι πάνθηρες λέοντες στρουθοὶ ὄναγροι βίσσωνες (βοῶν τι τοῦτο εἶδος, βαρβαρικὸν τὸ γένος καὶ τὴν ὄψιν), ὥστε ἑπτακόσια τὰ πάντα καὶ θηρία καὶ βοτὰ ὁμοῦ καὶ διαθέοντα ὀφθῆναι καὶ σφαγῆναι· πρὸς γὰρ τὸν τῆς ἑορτῆς ἀριθμὸν ἑπταημέρου γεγονυίας καὶ ἐκεῖνα ἑπτάκις ἑκατὸν ἐγένετο. ἐν δὲ τῷ Βεσβίῳ τῷ ὄρει πῦρ τε πλεῖστον ἐξέλαμψε καὶ μυκήματα μέγιστα ἐγένετο, ὥστε καὶ ἐς τὴν Καπύην, ἐν ᾗ, ὁσάκις ἂν ἐν τῇ Ἰταλίᾳ οἰκῶ, διάγω, ἐξακουσθῆναι· τοῦτο γὰρ τὸ χωρίον ἐξειλόμην τῶν τε ἄλλων ἕνεκα καὶ τῆς ἡσυχίας ὅτι μάλιστα, ἵνα σχολὴν ἀπὸ τῶν ἀστικῶν πραγμάτων ἄγων ταῦτα γράψαιμι. ἐδόκει οὖν ἐκ τῶν περὶ τὸ Βέσβιον γεγονότων νεοχμόν τι ἔσεσθαι, καὶ μέντοι καὶ τὰ περὶ τὸν Πλαυτιανὸν αὐτίκα ἐνεοχμώθη. μέγας μὲν γὰρ ὡς ἀληθῶς ὁ Πλαυτιανὸς καὶ ὑπέρμεγας ἐγεγόνει, ὥστε καὶ τὸν δῆμον ἐν τῷ ἱπποδρόμῳ ποτὲ εἰπεῖν “τί τρέμεις, τί δὲ ὠχριᾷς; πλεῖον τῶν τριῶν κέκτησαι.” ἔλεγον δὲ τοῦτο οὐ πρὸς ἐκεῖνον δῆθεν ἀλλ’ ἄλλως, τρεῖς δὲ ἐνέφαινον τόν τε Σευῆρον καὶ τοὺς υἱέας αὐτοῦ Ἀντωνῖνον καὶ Γέταν· ὠχρία δὲ ἀεὶ καὶ ἔτρεμεν ἔκ τε τῆς διαίτης ἣν διῃτᾶτο, καὶ ἐκ τῶν ἐλπίδων ὧν ἤλπιζε, καὶ ἐκ τῶν φόβων ὧν ἐφοβεῖτο. οὐ μὴν ἀλλὰ τέως μὲν ἤτοι ἐλάνθανε τὰ πλείω αὐτὸν τὸν Σευῆρον, ἢ καὶ εἰδὼς αὐτὰ οὐ προσεποιεῖτο· ἐπεὶ δὲ ὁ ἀδελφὸς αὐτῷ Γέτας τελευτῶν πάντα τὰ κατὰ τὸν Πλαυτιανόν, ἅτε καὶ μισῶν αὐτὸν καὶ μηκέτι φοβούμενος, ἐμήνυσεν, ἐκεῖνόν τε χαλκοῦν ἐν τῇ ἀγορᾷ ἔστησε καὶ τοῦτον οὐκέθ’ ὁμοίως ἐτίμησεν, ἀλλὰ καὶ τῆς δυνάμεως τῆς πολλῆς παρέλυσεν. ὅθεν ὁ Πλαυτιανὸς δεινῶς ἠγανάκτησε, καὶ τὸν Ἀντωνῖνον καὶ πρότερον διὰ τὴν θυγατέρα ἀτιμαζομένην ὑπ’ αὐτοῦ μισῶν τότε δὴ καὶ μάλιστα ἤχθαιρεν ὡς αἴτιον τῆς ἀτιμίας ἐκείνης αὐτῷ, καὶ τραχύτερον αὐτῷ προσφέρεσθαι ἤρξατο. δι’ οὖν ταῦτα ὁ Ἀντωνῖνος τῇ τε γυναικὶ ἀναιδεστάτῃ οὔσῃ ἀχθόμενος, καὶ αὐτῷ ἐκείνῳ, ὅτι τε πάντα ὅσα ἔπραττεν ἐπολυπραγμόνει καὶ ὅτι ἐπὶ πᾶσιν αὐτῷ ἐπετίμα, βαρυνόμενος, ἀπαλλαγῆναι τρόπον τινὰ αὐτοῦ ἐπεθύμησε. |
| S316 | κἀκ τούτου δι’ Εὐόδου τοῦ τροφέως αὑτοῦ Σατορνῖνόν τινα ἑκατόνταρχον καὶ ἄλλους δύο ὁμοίους αὐτῷ ἔπεισεν ἐσαγγεῖλαί οἱ ὅτι δέκα τισὶν ἑκατοντάρχοις, ἐξ ὧν καὶ αὐτοὶ ἦσαν, ὁ Πλαυτιανὸς κεκελευκὼς εἴη καὶ τὸν Σευῆρον καὶ τὸν Ἀντωνῖνον κτεῖναι· καί τινα καὶ γραφὴν ὡς καὶ ἐπ’ αὐτῷ τούτῳ εἰληφότες ἀνεγίνωσκον. ἐξαίφνης δὲ ταῦτ’ ἐν ταῖς θεωρίαις ταῖς ἐν τῷ παλατίῳ ἥρωσι πεποιημέναις, τῆς τε θέας ἀφειμένης καὶ δείπνου μέλλοντος ἔσεσθαι, ἐγίνετο. ὅθεν οὐχ ἥκιστα τὸ σκευώρημα κατεφάνη· οὐ γὰρ ἂν οὔτε ἑκατοντάρχοις δέκα ἅμα οὔτε ἐν τῇ Ῥώμῃ οὔτε ἐν τῷ παλατίῳ οὔτε ἐκείνῃ τῇ ἡμέρᾳ οὔτε ἐκείνῃ τῇ ὥρᾳ τοιοῦτό τι ὁ Πλαυτιανός, ἄλλως τε καὶ γράψας, προστάξαι ἐτετολμήκει. ὅμως πιστὸν αὐτὸ ἔδοξε τῷ Σευήρῳ, ὅτι τῇ νυκτὶ τῇ προτεραίᾳ τὸν Ἀλβῖνον ὄναρ ζῶντά τε καὶ ἐπιβουλεύοντα αὑτῷ ἑωράκει. σπουδῇ οὖν, ὡς καὶ ἐπ’ ἄλλο τι, τὸν Πλαυτιανὸν μετεπέμψατο. καὶ ὃς οὕτως ἠπείχθη, μᾶλλον δὲ οὕτως αὐτῷ τὸν ὄλεθρον τὸ δαιμόνιον προεμήνυσεν, ὥστε τὰς ἡμιόνους τὰς ἀγούσας αὐτὸν πεσεῖν ἐν τῷ παλατίῳ. καὶ αὐτὸν ἐσιόντα οἱ θυρωροὶ οἱ ἐπὶ τῶν κιγκλίδων μόνον ἐσεδέξαντο, οὐδ’ εἴασαν οὐδένα αὐτῷ συνεσελθεῖν· ὅπερ ποτὲ αὐτὸς περὶ τὸν Σευῆρον ἐν τοῖς Τυάνοις ἐπεποιήκει. καὶ ὑπώπτευσε μέν τι ἐκ τούτου, περίφοβός τε ἐγένετο, οὐ μέντοι ἔχων ὅπως ἀναχωρήσει ἐσῆλθε. καὶ ὁ Σευῆρος καὶ πάνυ πρᾴως αὐτῷ διελέχθη· “τί τε τοῦτο ἔδοξέ σοι ποιῆσαι, καὶ διὰ τί ἀποκτεῖναι ἡμᾶς ἠθέλησας;” λόγον τε αὐτῷ ἔδωκε, καὶ παρεσκευάζετο ὡς καὶ ἀπολογουμένου αὐτοῦ ἀκούσων. ἀλλ’ ὁ Ἀντωνῖνος ἀρνούμενόν τε αὐτὸν καὶ θαυμάζοντα τὰ λεγόμενα τό τε ξίφος προσπηδήσας ἀφείλετο καὶ πὺξ ἔπαισε· καὶ ἠθέλησε μὲν καὶ αὐτοχειρίᾳ σφάξαι εἰπόντα ὅτι “ἔφθης με κτεῖναι,” ὑπὸ δὲ τοῦ πατρὸς κωλυθεὶς ἐκέλευσέ τινι τῶν ὑπηρετῶν φονεῦσαι αὐτόν. καὶ αὐτόν τις τῶν τριχῶν τοῦ γενείου ἐκτίλλας τῇ τε Ἰουλίᾳ καὶ τῇ Πλαυτίλλῃ προσήνεγκεν ὁμοῦ οὔσαις, πρὶν καὶ ὁτιοῦν αὐτὰς ἀκοῦσαι, καὶ εἶπεν “ἴδετε τὸν Πλαυτιανὸν ὑμῶν,” κἀκ τούτου τῇ μὲν πένθος τῇ δὲ χαρὰν ἐνέβαλεν. |
| S317 | ἐκεῖνος μὲν καὶ μέγιστον τῶν ἐπ’ ἐμοῦ ἀνθρώπων δυνηθείς, ὥστε καὶ αὐτῶν τῶν ἀνακτόρων μᾶλλον πάντας καὶ φοβεῖσθαι αὐτὸν καὶ τρέμειν, καὶ ἐπὶ μειζόνων ἐλπίδων αἰωρηθείς, οὕτως ὑπό τε τοῦ γαμβροῦ ἐσφάγη καὶ ἄνωθεν ἀπὸ τοῦ παλατίου εἰς ὁδόν τινα ἐρρίφη· μετὰ ταῦτα γὰρ καὶ ἀνῃρέθη καὶ ἐτάφη τοῦ Σευήρου κελεύσαντος. καὶ ὁ Σευῆρος μετὰ ταῦτα συνήγαγε μὲν τὴν βουλὴν ἐς τὸ συνέδριον, οὐ μέντοι καὶ κατηγόρησέ τι τοῦ Πλαυτιανοῦ, ἀλλ’ αὐτὸς μὲν τήν τε φύσιν τὴν ἀνθρωπίνην ὡς μὴ δυναμένην τιμὰς ὑπερόγκους στέγειν ὠδύρατο, καὶ ἑαυτὸν ᾐτιάσατο ὅτι οὕτως αὐτὸν ἐτετιμήκει καὶ ἐπεφιλήκει, τοὺς δὲ δὴ μηνύσαντάς οἱ τὴν ἐπιβουλὴν αὐτοῦ πάνθ’ ἡμῖν εἰπεῖν ἐκέλευσεν, ἐκβαλὼν ἐκ τοῦ συνεδρίου τοὺς οὐκ ἀναγκαίους, ἵν’ ἐκ τοῦ μηδὲν διηγήσασθαι ἐνδείξηται ὅτι οὐ πάνυ σφίσιν πιστεύει. πολλοὶ μὲν οὖν διὰ τὸν Πλαυτιανὸν ἐκινδύνευσαν, καί τινες καὶ ἀπέθανον· ὁ μέντοι Κοίρανος ἔλεγε μὲν οἷά που πλεῖστοι πρὸς τοὺς εὐτυχοῦντας πλάττονται ἀεί, ἑταῖρός τε αὐτοῦ εἶναι, καὶ ὁσάκις γε ἐκεῖνοι πρὸ τῶν ἄλλων τῶν ἀσπαζομένων αὐτὸν εἰσεκαλοῦντο, συνεφείπετό σφισι μέχρι τῆς κιγκλίδος τῆς τελευταίας, οὐ μέντοι καὶ ἐκοινώνει τῶν ἀπορρήτων, ἀλλ’ ἐν τῷ μεταιχμίῳ διατρίβων Πλαυτιανῷ μὲν ἔξω τοῖς δ’ ἔξω ἔνδον ἐδόκει εἶναι· καὶ διὰ τοῦτο πλέον ὑπωπτεύθη, καὶ διότι ὄναρ ποτὲ τοῦ Πλαυτιανοῦ ἰδόντος ἰχθῦς τινας ἐκ τοῦ Τιβέριδος ἀναβάντας πρὸς τοὺς πόδας αὐτοῦ προσπεπτωκέναι, ἔφη καὶ τῆς γῆς αὐτὸν καὶ τοῦ ὕδατος ἄρξειν. ἀλλ’ οὗτος ἐπὶ ἑπτὰ ἔτη ἐν νήσῳ περιορισθεὶς κατήχθη τε μετὰ τοῦτο, καὶ ἐς τὴν γερουσίαν πρῶτος Αἰγυπτίων κατελέχθη, καὶ ὑπάτευσε μηδεμίαν ἄλλην ἀρχὴν προάρξας, ὥσπερ ὁ Πομπήιος. Κεκίλιος μέντοι Ἀγρικόλας ἐν τοῖς πρώτοις τῶν κολάκων αὐτοῦ ἀριθμούμενος, πονηρίᾳ δὲ καὶ ἀσελγείᾳ οὐδενὸς ἀνθρώπων δεύτερος ὢν, κατεψηφίσθη ἀποθανεῖν, ἐλθὼν δὲ οἴκαδε καὶ οἴνου ἐψυγμένου ἐμπλησθεὶς τό τε ποτήριον, ὃ πέντε μυριάδων ἐώνητο, συνέτριψε, καὶ ἐπαπέθανεν αὐτῷ τὰς φλέβας τεμών. Σατορνῖνος μέντοι καὶ Εὔοδος τότε μὲν ἐτιμήθησαν, ὕστερον δὲ ὑπὸ τοῦ Ἀντωνίνου ἐθανατώθησαν. ψηφιζομένων δὲ ἡμῶν ἐπαίνους τινὰς τῷ Εὐόδῳ ὁ Σευῆρος ἐκώλυσεν εἰπὼν “αἰσχρόν ἐστιν ἐν δόγματι ὑμῶν τοιοῦτό τι περὶ Καισαρείου ἀνδρὸς γεγράφθαι. |
| S318 | ” καὶ οὐ τοῦτον μόνον ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς βασιλικοὺς ἀπελευθέρους οὔθ’ ὑβρίζειν οὔθ’ ὑπεραυχεῖν εἴα· ἐφ’ ᾧ καὶ καλῶς ἤκουεν. ἡ δ’ αὖ γερουσία ὑμνοῦσά ποτε αὐτὸν καὶ αὐτὸ τοῦτο ἄντικρυς ἐξεβόησεν, ὅτι “πάντες πάντα καλῶς ποιοῦσιν, ἐπειδὴ σὺ καλῶς ἄρχεις”. Πλαυτίλλα δὲ καὶ Πλαῦτος, οἱ τοῦ Πλαυτιανοῦ υἱεῖς, τότε μὲν ἐσώθησαν ἐς Λιπάραν ἐξορισθέντες, ἐπὶ δ’ Ἀντωνίνου ἀπώλοντο· καίτοι καὶ ζῶντες ἔν τε δέει καὶ ταλαιπωρίᾳ πολλῇ τῶν τε ἀναγκαίων οὐκ εὐπορίᾳ διῆγον. οἱ δὲ τοῦ Σευήρου παῖδες, ὅ τε Ἀντωνῖνος καὶ ὁ Γέτας, οἷον παιδαγωγοῦ τινος ἀπηλλαγμένοι τοῦ Πλαυτιανοῦ, οὐδὲν ὅ τι οὐκ ἐποίουν. καὶ γὰρ καὶ γυναῖκας ᾔσχυνον καὶ παῖδας ὕβριζον χρήματά τε παρεξέλεγον, καὶ τοὺς μονομάχους τούς τε ἁρματηλάτας προσηταιρίζοντο, τῇ μὲν ὁμοιότητι τῶν ἔργων ζηλοῦντες ἀλλήλους, τῷ δὲ ἀντισπουδάζειν στασιάζοντες· εἰ γάρ τῳ ὁ ἕτερος προσέθετο, πάντως ἂν τὸ ἐναντίον ὁ ἕτερος ἀνθῃρεῖτο. καὶ τέλος συμβαλόντες ἐν γυμνασίᾳ τινὶ ἵππων σμικρῶν ζεύγεσιν ἐς μεγάλην φιλονεικίαν ἤλασαν, ὥστε τὸν Ἀντωνῖνον πεσεῖν τε ἐκ τοῦ δικύκλου καὶ τὸ σκέλος κατεάξαι. ὁ μέντοι Σευῆρος ἐπὶ πολλοῖς ἐπιφανῶν φόνοις καὶ δὴ καὶ ἐπὶ τῷ Κυιντίλλου τοῦ Πλαυτιανοῦ αἰτίαν ἔσχεν· οὗτος γὰρ εὐγενέστατός τε ὢν καὶ ἐν τοῖς πρώτοις τῆς βουλῆς ἀριθμούμενος, ἔν τε ταῖς τοῦ γήρως πύλαις ἑστὼς καὶ ἐν ἀγρῷ ζῶν, καὶ οὔτε πολυπραγμονῶν τι οὔτε παραπράσσων, ὅμως καὶ ἐσυκοφαντήθη καὶ ἀνῃρέθη. μέλλων δ’ οὖν τελευτήσειν ᾔτησε τὰ ἐντάφια, ἃ πρὸ πολλοῦ παρεσκεύαστο· καὶ ἐπειδὴ διερρυηκότα αὐτὰ ὑπὸ τοῦ χρόνου εἶδε, “τί τοῦτο;” ἔφη, “ἐβραδύναμεν.” καὶ μετὰ τοῦτο θυμιάσας εἶπεν ὅτι “τὴν εὐχὴν ταύτην εὔχομαι ἣν καὶ Σευηριανὸς ἐπ’ Ἀδριανοῦ ηὔξατο.” ἐκεῖνός τε οὖν ἀπώλετο, καὶ μονομάχων ἀγῶνες ἐγένοντο ἐν οἷς τά τε ἄλλα καὶ τίγριδες δέκα ἅμα ἐσφάγησαν. καὶ μετὰ τοῦτο τὰ περὶ τὸν Ἀπρωνιανὸν ἐτελέσθη. παράδοξα ὄντα καὶ ἀκουσθῆναι. ἔσχε γὰρ αἰτίαν ὅτι ποτὲ ἡ τήθη αὐτοῦ ὄναρ ἑωρακέναι ἐλέχθη ὡς βασιλεύσει, καὶ ὅτι μαγείᾳ τινὶ ἐπὶ τούτῳ χρήσασθαι ἔδοξε· καὶ ἀπὼν ἐν τῇ ἀρχῇ τῆς Ἀσίας κατεψηφίσθη. |
| S319 | ἀναγινωσκομένων οὖν ἡμῖν τῶν βασάνων τῶν περὶ αὐτοῦ γενομένων, καὶ τοῦτ’ ἐνεγέγραπτο ὅτι ὁ μέν τις ἐπύθετο τῶν ἐπὶ τῆς ἐξετάσεως τεταγμένων τίς τε διηγήσατο τὸ ὄναρ τίς τε ἤκουσεν, ὁ δέ τις ἔφη τά τε ἄλλα καὶ ὅτι “φαλακρόν τινα βουλευτὴν παρακύψαντα εἶδον.” ἀκούσαντες δὲ τοῦθ’ ἡμεῖς ἐν δεινῷ πάθει ἐγενόμεθα· ὄνομα μὲν γὰρ οὐδενὸς οὔτε ἐκεῖνος εἰρήκει οὔτε ὁ Σευῆρος ἐγεγράφει, ὑπὸ δὲ ἐκπλήξεως καὶ οἱ μηδεπώποτε ἐς τοῦ Ἀπρωνιανοῦ πεφοιτηκότες, οὐχ ὅτι οἱ φαλακροὶ ἀλλὰ καὶ οἱ ἄλλως ἀναφαλαντίαι, ἔδεισαν. καὶ ἐθάρσει μὲν οὐδεὶς πλὴν τῶν πάνυ κομώντων, πάντες δὲ τοὺς τοιούτους περιεβλέπομεν, καὶ ἦν θροῦς “ὁ δεῖνά ἐστιν·” “οὔκ, ἀλλ’ ὁ δεῖνα.” οὐκ ἀποκρύψομαι τὸ τότε μοι συμβάν, εἰ καὶ γελοιότατόν ἐστιν· τοσαύτῃ γὰρ ἀμηχανίᾳ συνεσχέθην ὥστε καὶ τῆς κεφαλῆς τὰς τρίχας τῇ χειρὶ ζητῆσαι. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἕτεροι πολλοὶ ἔπαθον. καὶ πάνυ γε ἐς τοὺς φαλακροειδεῖς ἀφεωρῶμεν ὡς καὶ 〈ἐσ〉 ἐκείνους τὸν ἑαυτῶν κίνδυνον ἀπωθούμενοι, πρὶν δὴ προσανεγνώσθη ὅτι ἄρα περιπόρφυρον ἱμάτιον ὁ φαλακρὸς ἐκεῖνος εἶχε. λεχθέντος γὰρ τούτου πρὸς Βαίβιον Μαρκελῖνον ἀπείδομεν· ἠγορανομήκει γὰρ τότε καὶ ἦν φαλακρότατος. ἀναστὰς γοῦν καὶ παρελθὼν ἐς μέσον “πάντως που γνωριεῖ με, εἰ ἑώρακεν” ἔφη. ἐπαινεσάντων δὲ τοῦτο ἡμῶν εἰσήχθη τε ὁ μηνυτής, καὶ χρόνον πολὺν ἐσιώπησε παρεστῶτος αὐτοῦ, περιβλέπων ὃν γνωρίσειε, τέλος δὲ νεύματί τινος ἀφανεῖ προσχὼν ἔφη τοῦτον ἐκεῖνον εἶναι. καὶ οὕτω καὶ ὁ Μαρκελῖνος ἑάλω φαλακροῦ παρακύψεως, ἐξήχθη τε ἐκ τοῦ βουλευτηρίου ὀλοφυρόμενος. καὶ διὰ τῆς ἀγορᾶς διεξελθὼν οὐκέτ’ ἠθέλησε περαιτέρω προχωρῆσαι, ἀλλ’ αὐτοῦ ταύτῃ τὰ τέκνα τέσσαρα ὄντα ἀσπασάμενος λόγον εἶπε περιπαθέστατον· ἔφη γάρ “ἕν με τοῦτο λυπεῖ, τέκνα, ὅτι ὑμᾶς ζῶντας καταλείπω.” καὶ ὁ μὲν οὕτω τὴν κεφαλὴν ἀπετμήθη, πρὶν τὸν Σευῆρον μαθεῖν ὅτι καὶ κατεψηφίσθη· τῷ μέντοι τὴν αἰτίαν αὐτῷ τοῦ θανάτου παρασχόντι Πολληνίῳ Σεβεννῷ δίκη τιμωρὸς ἀπήντησεν. ἐκδοθεὶς γὰρ ὑπὸ Σαβίνου τοῖς Νωρικοῖς, ὧν ἄρξας οὐδὲν χρηστὸν ἐπεποιήκει, αἴσχιστα πέπονθε· καὶ εἴδομεν αὐτὸν ἐπί τε τῆς γῆς κείμενον καὶ ἱκετεύοντα οἰκτρῶς, καὶ εἰ μὴ διὰ τὸν Ἄσπακα τὸν θεῖον αὐτοῦ φειδοῦς ἔτυχε, κἂν ἀπωλώλει οἰκτρῶς. |
| S320 | ὁ δὲ δὴ Ἄσπαξ οὗτος δεινότατος ἀνθρώπων ἐγένετο σκῶψαι, στωμύλασθαι, πάντων ἀνθρώπων καταφρονῆσαι, φίλοις χαρίσασθαι, ἐχθρὸν ἀμύνασθαι. καὶ αὐτοῦ πολλὰ μὲν καὶ πρὸς ἄλλους πικρὰ καὶ ἀστεῖα ἀποφθέγματα φέρεται, πολλὰ δὲ καὶ πρὸς τὸν Σευῆρον αὐτόν. ὧν ἓν καὶ τοῦτο· ἐς γὰρ τὸ γένος αὐτοῦ τὸ τοῦ Μάρκου ἐγγραφέντος “συγχαίρω σοι, Καῖσαρ” ἔφη, “ὅτι πατέρα εὗρες”, ὡς καὶ ἀπάτορος αὐτοῦ τὸν ἔμπροσθεν χρόνον ὑπ’ ἀφανείας ὄντος. ἐν δὲ τῷ καιρῷ τούτῳ Βούλλας τις Ἰταλὸς ἀνήρ, λῃστήριον συστησάμενος ὡς ἑξακοσίων ἀνδρῶν, ἐλῄζετο τὴν Ἰταλίαν ἐπὶ ἔτη δύο, παρόντων μὲν τῶν αὐτοκρατόρων, παρόντων δὲ καὶ στρατιωτῶν τοσούτων. ἐδιώκετο μὲν γὰρ ὑπὸ συχνῶν ἀνδρῶν, φιλοτίμως αὐτὸν ἀνιχνεύοντος τοῦ Σευήρου, οὔτε δὲ ἑωρᾶτο ὁρώμενος οὔτε εὑρίσκετο εὑρισκόμενος οὔτε κατελαμβάνετο ἁλισκόμενος· τοσαύτῃ καὶ μεγαλοδωρίᾳ καὶ σοφίᾳ ἐχρῆτο. ἐμάνθανε γὰρ πάντας τούς τε ἀπὸ τῆς Ῥώμης ἐξιόντας καὶ τοὺς ἐς τὸ Βρεντέσιον καταίροντας, τίνες τε καὶ πόσοι εἰσί, καὶ τίνα καὶ ὁπόσα κέκτηνται· καὶ τοὺς μὲν ἄλλους, μέρος ἄν τι παρ’ αὐτῶν ὧν εἶχον λαβών, εὐθὺς ἠφίει, τοὺς δὲ δὴ τεχνίτας κατεῖχε χρόνον τινά, καὶ χρησάμενός σφισιν, εἶτα καὶ προσδούς τι ἀπέλυε. καί ποτε δύο λῃστῶν αὐτοῦ ἁλόντων καὶ θηρίοις δοθήσεσθαι μελλόντων πρός τε τὸν δεσμοφύλακα κατῆλθε, πλασάμενος ὡς τῆς πατρίδος ἄρχων καί τινων ἀνθρώπων τοιούτων δεόμενος, καὶ οὕτω λαβὼν αὐτοὺς ἔσωσε. τῷ δὲ ἑκατοντάρχῳ τῷ τὸ λῃστρικὸν καθαιροῦντι προσελθὼν κατηγόρησεν αὐτὸς ἑαυτοῦ ὥσπερ ἄλλος τις ὤν, καὶ ὑπέσχετο, εἰ ἀκολουθήσει αὐτῷ, παραδοῦναί οἱ τὸν λῃστήν· καὶ οὕτως αὐτὸν εἰς κοῖλόν τινα καὶ λοχμώδη τόπον ὡς καὶ ἐπὶ τὸν Φήλικα ἀγαγών (καὶ τοῦτο γὰρ αὐτὸς προσωνόμαστο) ῥᾳδίως συνέλαβε. καὶ μετὰ τοῦτ’ ἐπὶ τὸ βῆμα ἀνέβη σχῆμα ἄρχοντος ἀναλαβών, καὶ καλέσας τὸν ἑκατόνταρχον τῆς κεφαλῆς ἀπεξύρησε, καὶ ἔφη “ἄγγελλε τοῖς δεσπόταις σου ὅτι ‘τοὺς δούλους ὑμῶν τρέφετε, ἵνα μὴ λῃστεύωσι.‘” πλείστους γὰρ ὅσους τῶν Καισαρείων εἶχε, τοὺς μὲν ὀλιγομίσθους τοὺς δὲ καὶ παντελῶς ἀμίσθους γεγονότας. |
| S321 | ταῦτ’ οὖν ὁ Σευῆρος ὡς ἕκαστα πυνθανόμενος, ὀργῇ ἔφερεν ὅτι ἐν τῇ Βρεττανίᾳ τοὺς πολέμους δι’ ἑτέρων νικῶν αὐτὸς ἐν τῇ Ἰταλίᾳ λῃστοῦ ἥττων ἐγένετο· καὶ τέλος χιλίαρχον ἐκ τῶν σωματοφυλάκων σὺν ἱππεῦσι πολλοῖς ἔστειλε, δεινὰ ἄττα αὐτῷ ἀπειλήσας, ἂν μὴ ζῶντα αὐτὸν ἀγάγῃ. καὶ οὕτως ἐκεῖνος μαθὼν ὅτι γυναικί τινι ἀλλοτρίᾳ χρῷτο, ἀνέπεισεν αὐτὴν διὰ τοῦ ἀνδρὸς ἐπ’ ἀδείας συνάρασθαι σφίσι. κἀκ τούτου ἐν σπηλαίῳ τινὶ καθεύδων συνελήφθη. καὶ αὐτὸν ὁ Παπιανὸς ὁ ἔπαρχος ἀνήρετο “διὰ τί ἐλῄστευσας;” καὶ αὐτὸς ἀπεκρίνατο “διὰ τί σὺ ἔπαρχος εἶ;” καὶ θηρίοις μετὰ τοῦτο ὑπὸ κηρύγματος ἐδόθη, καὶ αὐτοῦ καὶ τὸ λῃστρικὸν διελύθη· οὕτω που ἐν ἐκείνῳ πᾶσα ἡ τῶν ἑξακοσίων ἰσχὺς ἦν. ὁ δὲ δὴ Σευῆρος ἐπὶ Βρεττανίαν ἐστράτευσε τούς τε παῖδας ἐκδιαιτωμένους ὁρῶν καὶ τὰ στρατεύματα ὑπὸ ἀργίας ἐκλυόμενα, καίπερ εἰδὼς ὅτι οὐκ ἀνακομισθήσεται. ᾔδει δὲ τοῦτο μάλιστα μὲν ἐκ τῶν ἀστέρων ὑφ’ ὧν ἐγεγένητο (καὶ γὰρ ἐς τὰς ὀροφὰς αὐτοὺς τῶν οἴκων τῶν ἐν τῷ παλατίῳ, ἐν οἷς ἐδίκαζεν, ἐνέγραψεν, ὥστε πᾶσι, πλὴν τοῦ μορίου τοῦ τὴν ὥραν, ὥς φασιν, ἐπισκοπήσαντος ὅτε ἐς τὸ φῶς ἐξῄει, ὁρᾶσθαι· τοῦτο γὰρ οὐ τὸ αὐτὸ ἑκατέρωθι ἐνετύπωσεν), ᾔδει δὲ καὶ παρὰ μάντεων ἀκούσας. ἀνδριάντι γὰρ αὐτοῦ πρὸς ταῖς πύλαις δι’ ὧν ἐκστρατεύσειν ἔμελλεν ἑστῶτι, καὶ πρὸς τὴν ὁδὸν τὴν ἐκεῖσε φέρουσαν ἀποβλέποντι, σκηπτὸς ἐμπεσὼν τρία ἀπὸ τοῦ ὀνόματος αὐτοῦ γράμματα ἀπήλειψε· καὶ διὰ τοῦθ’, ὡς οἱ μάντεις ἀπεφήναντο, οὐκ ἐπανῆκεν ἀλλὰ καὶ τρίτῳ ἔτει μετὰ τοῦτο μετήλλαξε. καὶ χρήματα δὲ πάμπολλα συνεξήγαγε. δύο δὲ γένη τῶν Βρεττανῶν μέγιστά εἰσι, Καληδόνιοι καὶ Μαιάται· καὶ ἐς αὐτὰ καὶ τὰ τῶν ἄλλων προσρήματα ὡς εἰπεῖν συγκεχώρηκεν. οἰκοῦσι δὲ οἱ μὲν Μαιάται πρὸς αὐτῷ τῷ διατειχίσματι ὃ τὴν νῆσον δίχῃ τέμνει, Καληδόνιοι δὲ μετ’ ἐκείνους, καὶ νέμονται ἑκάτεροι ὄρη ἄγρια καὶ ἄνυδρα καὶ πεδία ἔρημα καὶ ἑλώδη, μήτε τείχη μήτε πόλεις μήτε γεωργίας ἔχοντες, ἀλλ’ ἔκ τε νομῆς καὶ θήρας ἀκροδρύων τέ τινων ζῶντες· τῶν γὰρ ἰχθύων ἀπείρων καὶ ἀπλέτων ὄντων οὐ γεύονται. διαιτῶνται δὲ ἐν σκηναῖς γυμνοὶ καὶ ἀνυπόδετοι, ταῖς γυναιξὶν ἐπικοίνοις χρώμενοι καὶ τὰ γεννώμενα πάντα ἐκτρέφοντες. |
| S322 | δημοκρατοῦνταί τε ὡς πλήθει, καὶ λῃστεύουσιν ἥδιστα. στρατεύονται δὲ ἐπί τε ἁρμάτων, ἵππους ἔχοντες μικροὺς 〈καὶ〉 ταχεῖς, καὶ πεζοί· καί εἰσι καὶ δραμεῖν ὀξύτατοι καὶ συστῆναι παγιώτατοι. τὰ δὲ ὅπλα αὐτῶν ἀσπὶς καὶ δόρυ βραχύ, μῆλον χαλκοῦν ἐπ’ ἄκρου τοῦ στύρακος ἔχον, ὥστε σειόμενον κτυπεῖν πρὸς κατάπληξιν τῶν ἐναντίων· εἰσὶ δ’ αὐτοῖς καὶ ἐγχειρίδια. δύνανται δὲ καὶ λιμὸν καὶ ψῦχος καὶ ταλαιπωρίαν πᾶσαν ὑπομένειν· ἔς τε γὰρ τὰ ἕλη καταδυόμενοι καρτεροῦσιν ἐπὶ πολλὰς ἡμέρας, τὴν κεφαλὴν μόνον ἔξω τοῦ ὕδατος ἔχοντες, καὶ ἐν ταῖς ὕλαις τῷ τε φλοιῷ καὶ ταῖς ῥίζαις διατρέφονται, καὶ περὶ πάντα σκευάζουσί τι βρῶμα, ἀφ’ οὗ κυάμου τι μέγεθος ἐμφαγόντες οὔτε πεινῶσιν οὔτε διψῶσι. τοιαύτη μέν τις νῆσος ἡ Βρεττανία ἐστί, καὶ τοιούτους οἰκήτορας ἥ γε πολεμία ἔχει. νῆσος γάρ ἐστι, καὶ τότε σαφῶς ὥσπερ εἶπον ἐλήλεγκται. καὶ αὐτῆς τὸ μὲν μῆκος στάδιοι ἑπτακισχίλιοι καὶ ἑκατὸν τριάκοντα δύο εἰσί, τοῦ δὲ δὴ πλάτους τὸ μὲν πλεῖστον δέκα καὶ τριακόσιοι καὶ δισχίλιοι, τὸ δὲ ἐλάχιστον τριακόσιοι· καὶ τούτων ἡμεῖς οὐ πολλῷ τινι τῆς ἡμισείας ἔλαττόν τι ἔχομεν. ὁ δ’ οὖν Σευῆρος πᾶσαν αὐτὴν καταστρέψασθαι θελήσας ἐσέβαλεν ἐς τὴν Καληδονίαν, καὶ διιὼν αὐτὴν ἀμύθητα πράγματα ἔσχε, τάς τε ὕλας τέμνων καὶ τὰ μετέωρα κατασκάπτων τά τε ἕλη χωννύων καὶ τοὺς ποταμοὺς ζευγνύων· οὔτε γὰρ μάχην τινὰ ἐμαχέσατο οὔτε πολέμιόν τινα ἐν παρατάξει εἶδε. πρόβατα δὲ καὶ βοῦς προβαλλομένων αὐτῶν ἐξεπίτηδες οἱ στρατιῶται ἥρπαζον, ὅπως ἐπὶ πλεῖον ἀπατώμενοι τρύχωνται· καὶ γὰρ ὑπὸ τῶν ὑδάτων δεινῶς ἐκακοῦντο καὶ ἀποσκεδαννύμενοι ἐπεβουλεύοντο. εἶτ’ ἀδυνατοῦντες βαδίζειν ὑπ’ αὐτῶν τῶν οἰκείων ἐφονεύοντο ἵνα μὴ ἁλίσκωνται, ὥστε ἐς πέντε μυριάδας ὅλας τελευτῆσαι. οὐ μέντοι ἀπέστη γε πρὶν τῷ ἐσχάτῳ τῆς νήσου πλησιάσαι, ὅπου γε τὰ μάλιστα τήν τε τοῦ ἡλίου παράλλαξιν καὶ τὸ τῶν ἡμερῶν τῶν τε νυκτῶν καὶ τῶν θερινῶν καὶ τῶν χειμερινῶν μέγεθος ἀκριβέστατα κατεφώρασε. καὶ ὁ μὲν οὕτω διὰ πάσης ὡς εἰπεῖν τῆς πολεμίας κομισθείς (ἐκομίσθη γὰρ ὡς ἀληθῶς ἐν σκιμποδίῳ καταστέγῳ τινὶ τὰ πολλὰ διὰ τὴν ἀσθένειαν) ἐς τὴν φιλίαν ἐπανῆλθεν, ἐς ὁμολογίαν τοὺς Βρεττανούς, ἐπὶ τῷ χώρας οὐκ ὀλίγης ἐκστῆναι, ἀναγκάσας ἐλθεῖν· ἐξέπληττε δὲ αὐτὸν ὁ Ἀντωνῖνος καὶ ἐς φροντίδας ἀνηνύτους καθίστη, ὅτι τε ἀκολάστως ἔζη, καὶ ὅτι καὶ τὸν ἀδελφὸν δῆλος ἦν, εἰ δυνηθείη, φονεύσων, καὶ τὸ τελευταῖον ὅτι καὶ αὐτῷ ἐκείνῳ ἐπεβούλευσε. |
| S323 | ποτὲ μὲν γὰρ ἐξεπήδησεν ἐξαίφνης ἐκ τοῦ σκηνώματος βοῶν καὶ κεκραγὼς ὡς ὑπὸ τοῦ Κάστορος ἀδικούμενος· οὗτος δὲ ἀνὴρ ἄριστος τῶν περὶ τὸν Σευῆρον Καισαρείων ἦν, καὶ ἐπεπίστευτο τήν τε γνώμην αὐτοῦ καὶ τὸν κοιτῶνα. καὶ συνέστησαν μέν τινες ἐπὶ τούτῳ στρατιῶται προπαρεσκευασμένοι καὶ συνεβόησαν, κατελήφθησαν δὲ δι’ ὀλίγου αὐτοῦ τε τοῦ Σευήρου ἐπιφανέντος σφίσι καὶ τοὺς ταραχωδεστέρους κολάσαντος. ἄλλοτε δὲ προσήλαυνον μὲν ἀμφότεροι πρὸς τοὺς Καληδονίους, ἵνα τά τε ὅπλα παρ’ αὐτῶν λάβωσι καὶ περὶ τῶν ὁμολογιῶν διαλεχθῶσιν, ὁ δ’ Ἀντωνῖνος ἀποκτεῖναι αὐτὸν ἄντικρυς αὐτοχειρίᾳ ἐπεχείρησεν. ᾔεσαν μὲν γὰρ ἐπὶ ἵππων, καὶ ὁ Σευῆρος, καίπερ καὶ τοὺς ταρσοὺς ὑπὸ ἀσθενείας ὑποτετμηκώς, ὅμως ἵππευσε καὶ αὐτός, καὶ τὸ ἄλλο στράτευμα συνεφείπετο, τό τε τῶν πολεμίων καὶ αὐτὸ συνεωρᾶτο· κἀν τῷ καιρῷ τούτῳ τῇ τε σιγῇ καὶ τῷ κόσμῳ τὸν ἵππον ὁ Ἀντωνῖνος ἀναχαιτίσας ἐσπάσατο τὸ ξίφος ὡς καὶ κατὰ νώτου τὸν πατέρα πατάξων. ἰδόντες δὲ τοῦτο οἱ ἄλλοι οἱ συνιππεύοντες ἐξεβόησαν, καὶ οὕτως ἐκεῖνός τε ἐκπλαγεὶς οὐκέτι οὐδὲν ἔδρασε, καὶ ὁ Σευῆρος μετεστράφη μὲν πρὸς τὴν βοὴν αὐτῶν καὶ εἶδε τὸ ξίφος, οὐ μέντοι καὶ ἐφθέγξατό τι, ἀλλ’ ἀναβὰς ἐπὶ τὸ βῆμα, καὶ τελέσας ὅσα ἐχρῆν, ἐς τὸ στρατήγιον ἐπανῆλθε. καὶ καλέσας τόν τε υἱὸν καὶ τὸν Παπιανὸν καὶ τὸν Κάστορα ξίφος τέ τι τεθῆναι ἐς τὸ μέσον ἐκέλευσε, καὶ ἐγκαλέσας αὐτῷ ὅτι τε ἄλλως τοιοῦτόν τι ἐτόλμησε καὶ ὅτι πάντων ὁρώντων τῶν τε συμμάχων καὶ τῶν πολεμίων τηλικοῦτον κακὸν δράσειν ἔμελλεν, τέλος ἔφη “ἀλλ’ εἴγε ἀποσφάξαι με ἐπιθυμεῖς, ἐνταῦθά με κατάχρησαι· ἔρρωσαι γάρ, ἐγὼ δὲ καὶ γέρων εἰμὶ καὶ κεῖμαι. ὡς εἴγε τοῦτο μὲν οὐκ ἀναδύῃ, τὸ δὲ αὐτόχειρ μου γενέσθαι ὀκνεῖς, παρέστηκέ σοι Παπιανὸς ὁ ἔπαρχος, ᾧ δύνασαι κελεῦσαι ἵνα με ἐξεργάσηται· πάντως γάρ που πᾶν τὸ κελευσθὲν ὑπὸ σοῦ, ἅτε καὶ αὐτοκράτορος ὄντος, ποιήσει. |
| S324 | ” τοιαῦτα εἰπὼν ὅμως οὐδὲν δεινὸν αὐτὸν ἔδρασε, καίπερ πολλάκις μὲν τὸν Μάρκον αἰτιασάμενος ὅτι τὸν Κόμοδον οὐχ ὑπεξεῖλε, πολλάκις δὲ καὶ αὐτὸς τῷ υἱεῖ ἀπειλήσας τοῦτο ποιήσειν. ἀλλ’ ἐκεῖνα μὲν ὀργιζόμενος ἀεί ποτε ἔλεγε, τότε δὲ φιλότεκνος μᾶλλον ἢ φιλόπολις ἐγένετο· καίτοι καὶ τὸν ἕτερον ἐν τούτῳ παῖδα προέδωκε, σαφῶς εἰδὼς τὰ γενησόμενα. ἀποστάντων δὲ τῶν ἐν τῇ νήσῳ αὖθις, καλέσας τοὺς στρατιώτας ἐκέλευσεν εἰς τὴν χώραν αὐτῶν ἐμβαλεῖν καὶ οἷς ἂν ἐντύχωσιν ἀποκτεῖναι, αὐτὸ τοῦτο εἰπών, “μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον χεῖράς θ’ ἡμετέρας, μηδ’ ὅντινα γαστέρι 〈μήτηρ〉 κοῦρον ἐόντα φέροι· μηδ’ ὃς φύγοι αἰπὺν ὄλεθρον.” γενομένου δὲ τούτου, καὶ τῶν Καληδονίων προσαποστάντων τοῖς Μαιάταις, ἡτοιμάζετο μὲν ὡς καὶ αὐτὸς αὐτοῖς πολεμήσων, καὶ αὐτὸν περὶ ταῦτ’ ἔχοντα ἡ νόσος τῇ τετάρτῃ τοῦ Φευρουαρίου ἀπήνεγκε, συνεργασαμένου τι πρὸς τοῦτο καὶ τοῦ Ἀντωνίνου, ὡς λέγεται. πρὶν γοῦν μεταλλάξαι, τάδε λέγεται τοῖς παισὶν εἰπεῖν (ἐρῶ γὰρ αὐτὰ τὰ λεχθέντα, μηδὲν ὅ τι καλλωπίσας) “ὁμονοεῖτε, τοὺς στρατιώτας πλουτίζετε, τῶν ἄλλων πάντων καταφρονεῖτε.” ἐκ δὲ τούτου τό τε σῶμα αὐτοῦ στρατιωτικῶς κοσμηθὲν ἐπὶ πυρὰν ἐτέθη καὶ τῇ τε τῶν στρατιωτῶν καὶ τῇ τῶν παίδων περιδρομῇ ἐτιμήθη, τά τε δῶρα τὰ στρατιωτικὰ οἵ τι τῶν παρόντων ἔχοντες εἰς αὐτὴν ἐνέβαλον, καὶ τὸ πῦρ οἱ υἱεῖς ἐνῆκαν. καὶ μετὰ τοῦτο τὰ ὀστᾶ ἐς ὑδρίαν πορφυροῦ λίθου ἐμβληθέντα ἔς τε τὴν Ῥώμην ἐκομίσθη καὶ ἐς τὸ Ἀντωνίειον ἀπετέθη. λέγεται δὲ τὴν ὑδρίαν ὀλίγον πρὸ τοῦ θανάτου μεταπέμψασθαί τε αὐτόν, καὶ ἐπιψηλαφήσαντα εἰπεῖν “χωρήσεις ἄνδρα ὃν ἡ οἰκουμένη οὐκ ἐχώρησεν.” ἦν δὲ τὸ σῶμα βραχὺς μὲν ἰσχυρὸς δέ, καίπερ ἀσθενέστατος ὑπὸ τῆς ποδάγρας γενόμενος, τὴν δὲ δὴ ψυχὴν δριμύτατος καὶ ἐρρωμενέστατος· παιδείας μὲν γὰρ ἐπεθύμει μᾶλλον ἢ 〈ἐπετύγχανε〉, καὶ διὰ τοῦτο πολυγνώμων μᾶλλον ἢ πολύλογος ἦν. φίλοις οὐκ ἀμνήμων, ἐχθροῖς βαρύτατος, ἐπιμελὴς τῶν πρακτέων, ἀμελὴς τῶν περὶ αὐτοῦ λογοποιουμένων· χρηματιστὴς ἐξ ἅπαντος τρόπου πλὴν καθότι οὐδένα τούτων χάριν ἀπέκτεινε περὶ τὰς δαπάνας ἀφειδέστατος, καὶ πολλὰ μὲν ᾠκοδομηκὼς ἐκ καινῆς, πολλὰ δὲ καὶ ἐπεσκευακώς, ὅς γε καὶ τῷ Διονύσῳ καὶ τῷ Ἡρακλεῖ νεὼν ὑπερμεγέθη ᾠκοδομήσατο. |
| S325 | καίτοι δὲ πάμπλειστα δαπανήσας, ὅμως οὐκ εὐαριθμήτους τινὰς μυριάδας δραχμῶν καταλέλοιπεν, ἀλλὰ καὶ πάνυ πολλάς. καὶ ἐνεκάλει μὲν τοῖς μὴ φρονοῦσιν, ὡς καὶ περὶ τῆς μοιχείας νομοθετῆσαί τινα· καὶ διὰ τοῦτο γραφαὶ αὐτῆς ὅσαι πλεῖσται ἐγένοντο (τρισχιλίας γοῦν ὑπατεύων εὗρον ἐν τῷ πίνακι ἐγγεγραμμένας)· ἐπεὶ δὲ ὀλίγοι πάνυ αὐταῖς ἐπεξῄεσαν, οὐκέτι οὐδὲ αὐτὸς ἐπολυπραγμόνει. ὅθεν καὶ μάλα ἀστείως Ἀργεντοκόξου τινὸς γυνὴ Καληδονίου πρὸς τὴν Ἰουλίαν τὴν Αὔγουσταν, ἀποσκώπτουσάν τι πρὸς αὐτὴν μετὰ τὰς σπονδὰς ἐπὶ τῇ ἀνέδην σφῶν πρὸς τοὺς ἄρρενας συνουσίᾳ, εἰπεῖν λέγεται ὅτι “πολλῷ ἄμεινον ἡμεῖς τὰ τῆς φύσεως ἀναγκαῖα ἀποπληροῦμεν ὑμῶν τῶν Ῥωμαϊκῶν· ἡμεῖς γὰρ φανερῶς τοῖς ἀρίστοις ὁμιλοῦμεν, ὑμεῖς δὲ λάθρᾳ ὑπὸ τῶν κακίστων μοιχεύεσθε.” τοῦτο μὲν ἡ Βρεττανὶς εἶπεν, ἐχρῆτο δὲ ὁ Σευῆρος καταστάσει τοῦ βίου εἰρήνης οὔσης τοιᾷδε. ἔπραττέ τι πάντως νυκτὸς ὑπὸ τὸν ὄρθρον, καὶ μετὰ τοῦτ’ ἐβάδιζε καὶ λέγων καὶ ἀκούων τὰ τῇ ἀρχῇ πρόσφορα· εἶτ’ ἐδίκαζε, χωρὶς εἰ μή τις ἑορτὴ μεγάλη εἴη. καὶ μέντοι καὶ ἄριστα αὐτὸ ἔπραττε· καὶ γὰρ τοῖς δικαζομένοις ὕδωρ ἱκανὸν ἐνέχει, καὶ ἡμῖν τοῖς συνδικάζουσιν αὐτῷ παρρησίαν πολλὴν ἐδίδου. ἔκρινε δὲ μέχρι μεσημβρίας, καὶ μετὰ τοῦθ’ ἵππευεν ἐφ’ ὅσον ἂν ἐδυνήθη· εἶτ’ ἐλοῦτο, γυμνασάμενός τινα τρόπον. ἠρίστα δὲ ἢ καθ’ ἑαυτὸν ἢ μετὰ τῶν παίδων, οὐκ ἐνδεῶς. εἶτ’ ἐκάθευδεν ὡς πλήθει· ἔπειτ’ ἐξαρθεὶς τά τε λοιπὰ προσδιῴκει καὶ λόγοις καὶ Ἑλληνικοῖς καὶ Λατίνοις συνεγίνετο ἐν περιπάτῳ. εἶθ’ οὕτω πρὸς ἑσπέραν ἐλούετο αὖθις, καὶ ἐδείπνει μετὰ τῶν ἀμφ’ αὑτόν· ἥκιστά τε γὰρ ἄλλον τινὰ συνέστιον ἐποιεῖτο, καὶ ἐν μόναις ταῖς πάνυ ἀναγκαίαις ἡμέραις τὰ πολυτελῆ δεῖπνα συνεκρότει. ἐβίω δὲ ἔτη ξεʹ καὶ μῆνας ἐννέα καὶ ἡμέρας πέντε καὶ εἴκοσι (τῇ γὰρ ιαʹ τοῦ Ἀπριλλίου ἐγεγέννητο), ἀφ’ ὧν ἦρξεν ἔτη ιζʹ καὶ μῆνας ηʹ καὶ ἡμέρας τρεῖς. τό τε σύμπαν οὕτως ἐνεργὸς ἐγένετο ὥστε καὶ ἀποψύχων ἀναφθέγξασθαι “ἄγετε, δότε, εἴ τι πρᾶξαι ἔχομεν.” ΑΝΤΩΝΙΝΟΣ Ο ΚΑΙ ΚΑΡΑΚΑΛΟΣ. |
| S326 (9t) | Μετὰ δὲ ταῦτα ὁ Ἀντωνῖνος πᾶσαν τὴν ἡγεμονίαν ἔλαβε· λόγῳ μὲν γὰρ μετὰ τοῦ ἀδελφοῦ, τῷ δὲ δὴ ἔργῳ μόνος εὐθὺς ἦρξε. καὶ πρὸς μὲν τοὺς πολεμίους κατελύσατο καὶ τῆς χώρας αὐτοῖς ἐξέστη καὶ τὰ φρούρια ἐξέλιπε, τοὺς δὲ δὴ οἰκείους τοὺς μὲν ἀπήλλαξεν, ὧν καὶ Παπιανὸς ὁ ἔπαρχος ἦν, τοὺς δὲ καὶ ἀπέκτεινεν, ὧν ἦν καὶ Εὔοδος ὁ τροφεὺς αὐτοῦ 〈καὶ〉 ὁ Κάστωρ, ἥ τε γυνὴ αὐτοῦ ἡ Πλαυτίλλα καὶ ὁ ταύτης ἀδελφὸς Πλαύτιος. καὶ ἐν τῇ Ῥώμῃ δὲ αὐτῇ ἄνδρα ἄλλως μὲν οὐκ ἐλλόγιμον διὰ δὲ τὴν ἐπιτήδευσιν ἐπιφανέστατον ἐξειργάσατο· τὸν γὰρ Εὐπρεπῆ τὸν ἁρματηλάτην, ἐπειδὴ τἀναντία αὐτῷ ἐσπούδαζεν, ἀπέκτεινε. καὶ ὁ μὲν οὕτως ἐν γήρᾳ ἀπέθανε, πλείστοις ἀγῶσιν ἵππων στεφανωθείς· δύο γὰρ καὶ ὀγδοήκοντα καὶ ἑπτακοσίους ἀνείλετο, ὅσους οὐδεὶς ἄλλος. τὸν δὲ ἀδελφὸν ἠθέλησε μὲν καὶ ζῶντος ἔτι τοῦ πατρὸς φονεῦσαι, οὐκ ἠδυνήθη δὲ οὔτε τότε δι’ ἐκεῖνον οὒθ’ ὕστερον ἐν τῇ ὁδῷ διὰ τὰ στρατεύματα· πάνυ γὰρ εὔνοιαν αὐτοῦ εἶχον, ἄλλως τε ὅτι καὶ τὸ εἶδος ὁμοιότατος τῷ πατρὶ ἦν. ἐπεὶ δὲ ἐν τῇ Ῥώμῃ ἀνῆλθε, καὶ τοῦτον κατειργάσατο. προσεποιοῦντο μὲν γὰρ καὶ φιλεῖν ἀλλήλους καὶ ἐπαινεῖν, πάντα δὲ τὰ ἐναντιώτατα ἔδρων, καὶ ἦν οὐκ ἄδηλον ὅτι δεινόν τι παρ’ αὐτῶν γενήσοιτο. ὅπερ που καὶ πρὶν πρὸς τὴν Ῥώμην αὐτοὺς ἐλθεῖν προεγνώσθη· θύειν τε γὰρ ὑπὲρ τῆς ὁμονοίας αὐτῶν τοῖς τε ἄλλοις θεοῖς καὶ αὐτῇ τῇ Ὁμονοίᾳ ψηφισθὲν ὑπὸ τῆς βουλῆς, οἱ μὲν ὑπηρέται τὸ τῇ Ὁμονοίᾳ τυθησόμενον ἱερεῖον ἡτοίμασαν, καὶ ὁ ὕπατος ὡς καὶ βουθυτήσων ἀφίκετο, οὔτε δὲ οὗτος ἐκείνους οὔθ’ οἱ ὑπηρέται τὸν ὕπατον εὑρεῖν ἠδυνήθησαν, ἀλλὰ διετέλεσαν πᾶσαν ὡς εἰπεῖν τὴν νύκτα ζητοῦντες ἀλλήλους, ὥστε μὴ δυνηθῆναι τότε τὴν θυσίαν γενέσθαι. |
| S327 | καὶ τῇ ὑστεραίᾳ δύο λύκοι ἐς τὸ Καπιτώλιον ἀναβάντες ἐκεῖθεν ἐξεδιώχθησαν, καὶ ὁ μὲν ἐν τῇ ἀγορᾷ που καταληφθεὶς ὁ δὲ μετὰ ταῦτα ἔξω τοῦ πωμηρίου ἐσφάγη. καὶ τοῦτο καὶ περὶ ἐκείνους ἐγένετο. ἐβουλήθη μὲν οὖν ἐν τοῖς Κρονίοις τὸν ἀδελφὸν ὁ Ἀντωνῖνος φονεῦσαι, οὐκ ἠδυνήθη δέ· καὶ γὰρ ἐκφανέστερον ἤδη τὸ κακὸν ἢ ὥστε συγκρυβῆναι ἐγεγόνει, καὶ ἐκ τούτου πολλαὶ μὲν μάχαι αὐτῶν ὡς καὶ ἐπιβουλευόντων ἀλλήλοις, πολλαὶ δὲ καὶ ἀντιφυλακαὶ συνέβαινον. ἐπεὶ οὖν καὶ στρατιῶται καὶ γυμνασταί, καὶ ἔξω καὶ οἴκοι, καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ, συχνοὶ τὸν Γέταν ἐφρούρουν, ἔπεισε τὴν μητέρα μόνους σφᾶς ἐς τὸ δωμάτιον, 〈ἐφ’〉 ᾧ καὶ συναλλάξουσι, μεταπέμψασθαι· καὶ οὕτω πιστεύσαντος τοῦ Γέτα εἰσῆλθε μὲν μετ’ αὐτοῦ, ἐπεὶ δὲ εἴσω ἐγένοντο, ἑκατόνταρχοί τινες ἐσεπήδησαν ἀθρόοι, παρὰ τοῦ Ἀντωνίνου προπαρεσκευασμένοι, καὶ αὐτὸν πρός τε τὴν μητέρα, ὡς εἶδέ σφας, προκαταφυγόντα καὶ ἀπό τε τοῦ αὐχένος αὐτῆς ἐξαρτηθέντα καὶ τοῖς στήθεσι τοῖς τε μαστοῖς προσφύντα κατέκοψαν ὀλοφυρόμενον καὶ βοῶντα “μῆτερ μῆτερ, τεκοῦσα τεκοῦσα, βοήθει, σφάζομαι.” καὶ ἡ μὲν οὕτως ἀπατηθεῖσα τόν τε υἱὸν ἐν τοῖς ἑαυτῆς κόλποις ἀνοσιώτατα ἀπολλύμενον ἐπεῖδε, καὶ τὸν θάνατον αὐτοῦ ἐς αὐτὰ τὰ σπλάγχνα τρόπον τινά, ἐξ ὧν ἐγεγέννητο, ἐσεδέξατο· καὶ γὰρ τοῦ αἵματος πᾶσα ἐπλήσθη, ὡς ἐν μηδενὶ λόγῳ τὸ τῆς χειρὸς τραῦμα ὃ ἐτρώθη ποιήσασθαι. οὔτε δὲ πενθῆσαι οὔτε θρηνῆσαι τὸν υἱόν, καίπερ πρόωρον οὕτως οἰκτρῶς ἀπολωλότα, ὑπῆρξεν αὐτῇ (δύο γὰρ καὶ εἴκοσι ἔτη καὶ μῆνας ἐννέα ἐβίω), ἀλλ’ ἠναγκάζετο ὡς καὶ ἐν μεγάλῃ τινὶ εὐτυχίᾳ οὖσα χαίρειν καὶ γελᾶν· οὕτω που πάντα ἀκριβῶς καὶ τὰ ῥήματα αὐτῆς καὶ τὰ νεύματα τά τε χρώματα ἐτηρεῖτο· καὶ μόνῃ ἐκείνῃ, τῇ Αὐγούστῃ, τῇ τοῦ αὐτοκράτορος γυναικί, τῇ τῶν αὐτοκρατόρων μητρί, οὐδ’ ἰδίᾳ που ἐπὶ τηλικούτῳ παθήματι δακρῦσαι ἐξῆν. |
| S328 | ὁ δ’ Ἀντωνῖνος καίπερ ἑσπέρας οὔσης τὰ στρατόπεδα κατέλαβε, διὰ πάσης τῆς ὁδοῦ κεκραγὼς ὡς ἐπιβεβουλευμένος καὶ κινδυνεύων. εἰσελθὼν δὲ εἰς τὸ τεῖχος “χαίρετε” εἶπεν “ὦ ἄνδρες συστρατιῶται· καὶ γὰρ ἤδη ἔξεστί μοι εὐεργετεῖν ὑμᾶς.” καὶ πρὶν πάντα ἀκοῦσαι, ἐνέφραξέ σφων τὰ στόματα τοσαύταις καὶ τηλικαύταις ὑποσχέσεσιν ὥστε μήτ’ ἐννοῆσαι μήτε φθέγξασθαί τι αὐτοὺς εὐσεβὲς δυνηθῆναι. “εἷς γὰρ” ἔφησεν “ἐξ ὑμῶν εἰμι, καὶ δι’ ὑμᾶς μόνους ζῆν ἐθέλω, ἵν’ ὑμῖν πολλὰ χαρίζωμαι· ὑμέτεροι γὰρ οἱ θησαυροὶ πάντες εἰσί”. καὶ δὴ καὶ τοῦτο [καὶ] εἶπεν ὅτι “μάλιστα μὲν μεθ’ ὑμῶν ζῆν, εἰ δὲ μὴ, ἀλλὰ μεθ’ ὑμῶν γε ἀποθανεῖν εὔχομαι. οὔτε γὰρ ἄλλως δέδια τὸν θάνατον, καὶ ἐν πολέμῳ τελευτῆσαι βούλομαι· ἢ γὰρ ἐνταῦθα δεῖ τὸν ἄνδρα ἀποθνήσκειν ἢ μηδαμοῦ”. πρὸς δὲ τὴν σύγκλητον τῇ ὑστεραίᾳ ἄλλα τέ τινα διελέχθη, καὶ μετὰ τὸ ἐκ τοῦ βάθρου ἐξαναστῆναι, καὶ πρὸς τῇ θύρᾳ γενέσθαι “ἀκούσατέ μου” εἶπε “μέγα πρᾶγμα· ἵνα πᾶσα ἡ οἰκουμένη χαρῇ, πάντες οἱ φυγάδες οἱ καὶ ἐφ’ ὁτῳοῦν ἐγκλήματι καὶ ὁπωσοῦν καταδεδικασμένοι κατελθέτωσαν.” τὰς μὲν οὖν νήσους οὕτω τῶν φυγάδων κενώσας, καὶ τοῖς κακίστοις τῶν καταδεδικασμένων ἄδειαν δεδωκώς, εἶτ’ οὐ πολλῷ ὕστερον ἀνεπλήρωσε, τῶν δὲ δὴ Καισαρείων τῶν 〈τε〉 στρατιωτῶν τῶν μετὰ τοῦ Γέτα γενομένων καὶ εἰς δύο μυριάδας παραχρῆμα ἀπέκτεινεν, ἄνδρας ἁπλῶς καὶ γυναῖκας, ὥς πού τις καὶ ἔτυχεν ἐν τῷ βασιλείῳ ὤν, ἐκ δὲ τῶν ἐπιφανῶν ἀνδρῶν ἄλλους τε καὶ τὸν Παπιανόν. καὶ τῷ γε τὸν Παπιανὸν φονεύσαντι ἐπετίμησεν ὅτι ἀξίνῃ αὐτὸν καὶ οὐ ξίφει διεχρήσατο. τὸν δὲ δὴ Κίλωνα τὸν τροφέα τὸν εὐεργέτην, τὸν ἐπὶ τοῦ πατρὸς αὐτοῦ πεπολιαρχηκότα, ὃν καὶ πατέρα πολλάκις ἐκεκλήκει, ἠβουλήθη μὲν ἀποστερῆσαι τοῦ ζῆν· καὶ οἱ στρατιῶται οἱ πεμφθέντες ἐπ’ αὐτὸν τὰ μὲν ἀργυρώματα καὶ τὰ ἱμάτια τά τε χρήματα καὶ τὰ ἄλλα πάντα τὰ ἐκείνου διήρπασαν, αὐτὸν δὲ ἀνήγαγον διὰ τῆς ἱερᾶς ὁδοῦ ὡς καὶ ἐς τὸ παλάτιον κομιοῦντες, κλάπας τε ὑποδεδεμένον (ἐν βαλανείῳ γὰρ ὢν ἔτυχε) καὶ χιτωνίσκον ἐνδεδυμένον, ὡς καὶ ἐκεῖ που καταχρησόμενοι. |
| S329 | καὶ τήν τε ἐσθῆτα αὐτοῦ περιέρρηξαν καὶ τὸ πρόσωπον ᾐκίσαντο, ὥστε καὶ τὸν δῆμον καὶ τοὺς στρατιώτας τοὺς ἀστικοὺς ὑποθορυβῆσαι, καὶ διὰ τοῦτο καὶ τὸν Ἀντωνῖνον καὶ αἰδεσθέντα αὐτοὺς καὶ φοβηθέντα ἀπαντῆσαί σφισι, καὶ τῇ χλαμύδι (τὴν γὰρ στρατιωτικὴν ἐσθῆτα εἶχε) περιβαλόντα αὐτὸν εἰπεῖν “μήτε τὸν πατέρα ὑβρίζετε μήτε τὸν τροφέα παίετε.” ὁ δὲ δὴ χιλίαρχος ὁ κελευσθεὶς αὐτὸν φονεῦσαι καὶ οἱ στρατιῶται οἱ συμπεμφθέντες αὐτῷ ἀνῃρέθησαν, λόγῳ μὲν ὡς ἐπιβουλεύσαντες αὐτῷ, τὸ δ’ ἀληθὲς ὅτι μὴ κατέσφαξαν αὐτόν. “πάντας δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω,” ὅσους τῶν ἐπιφανῶν οὐδεμιᾷ δίκῃ ἀπέκτεινεν. ὁ μὲν γὰρ Δίων, ἅτε γνωριμωτάτων κατ’ ἐκείνους τοὺς καιροὺς τῶν πεφονευμένων ὄντων, καὶ ἐξ ὀνόματος αὐτῶν ποιεῖται κατάλογον· ἐμοὶ δ’ εἰπεῖν ἐξαρκεῖ ὅτι πάντας ὁμοίως οὓς ἤθελε κατεχειρίζετο, “ὅστ’ αἴτιος ὅστε καὶ οὐκί,” καὶ ὅτι τὴν Ῥώμην ἠκρωτηρίασεν, ἀγαθῶν ἀνδρῶν στερήσας αὐτήν. ἐκ δὲ τῶν φόνων ἐς τὰς παιδιὰς ἀποκλίνων οὐδὲν ἧττον καὶ ἐν ταύταις ἐφόνα. ἐλέφαντα μὲν γὰρ καὶ ῥινοκέρωτα καὶ τίγριν καὶ ἱππότιγριν ἐν οὐδενὶ λόγῳ θείη ἄν τις φονευομένους ἐν τῷ θεάτρῳ· ὁ δὲ καὶ μονομάχων ἀνδρῶν ὅτι πλεῖστον ἔχαιρεν αἵμασι, καὶ ἕνα γε αὐτῶν Βάτωνα τρισὶν ἐφεξῆς ἀνδράσιν ὁπλομαχῆσαι τῇ αὐτῇ ἡμέρᾳ ἀναγκάσας, ἔπειτα ἀποθανόντα ὑπὸ τοῦ τελευταίου περιφανεῖ ταφῇ ἐτίμησε. περὶ δὲ τὸν Ἀλέξανδρον οὕτω τι ἐπτόητο ὥστε καὶ ὅπλοις τισὶν καὶ ποτηρίοις ὡς καὶ ἐκείνου γεγονόσι χρῆσθαι, καὶ προσέτι καὶ εἰκόνας αὐτοῦ πολλὰς καὶ ἐν τοῖς στρατοπέδοις καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ στῆσαι, φάλαγγά τέ τινα ἐκ μόνων τῶν Μακεδόνων ἐς μυρίους καὶ ἑξακισχιλίους συντάξαι, καὶ αὐτὴν Ἀλεξάνδρου τε ἐπονομάσαι καὶ τοῖς ὅπλοις οἷς ποτε ἐπ’ ἐκείνου ἐκέχρηντο ὁπλίσαι· ταῦτα δ’ ἦν κράνος ὠμοβόειον, θώραξ λινοῦς τρίμιτος, ἀσπὶς χαλκῆ, δόρυ μακρόν, αἰχμὴ βραχεῖα, κρηπῖδες, ξίφος. καὶ οὐδὲ ταῦτα μέντοι αὐτῷ ἐξήρκεσεν, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον ἑῷον Αὔγουστον ἐπεκαλεῖτο, καί ποτε καὶ τῇ βουλῇ ἔγραψεν ὅτι ἐς τὸ σῶμα αὖθις τὸ τοῦ Αὐγούστου εἰσῆλθεν, ἵνα, ἐπειδὴ ὀλίγον τότε χρόνον ἐβίω, πλείονα αὖθις δι’ ἐκείνου ζήσῃ. καὶ δὴ καὶ τοὺς φιλοσόφους τοὺς Ἀριστοτελείους ὠνομασμένους τά τε ἄλλα δεινῶς ἐμίσει, ὥστε καὶ τὰ βιβλία αὐτοῦ κατακαῦσαι ἐθελῆσαι, καὶ τὰ συσσίτια ἃ ἐν τῇ Ἀλεξανδρείᾳ εἶχον, τάς τε λοιπὰς ὠφελείας ὅσας ἐκαρποῦντο, ἀφείλετο, ἐγκαλέσας σφίσιν ὅτι συναίτιος τῷ Ἀλεξάνδρῳ τοῦ θανάτου Ἀριστοτέλης γεγονέναι ἔδοξε. |
| S330 | ταῦτα μὲν οὕτως ἐποίησε, καὶ νὴ Δία καὶ ἐλέφαντας πολλοὺς συμπεριήγετο, ὅπως καὶ ἐν τούτῳ τὸν Ἀλέξανδρον, μᾶλλον δὲ τὸν Διόνυσον μιμεῖσθαι δόξῃ. οὕτω δ’ οὖν διὰ τὸν Ἀλέξανδρον καὶ τοὺς Μακεδόνας ἐφίλει, ὥστε ποτὲ χιλίαρχον Μακεδόνα ἐπαινέσας ὅτι κούφως ἐπὶ τὸν ἵππον ἀνεπήδησεν, ἐπύθετο αὐτοῦ τὸ μὲν πρῶτον “πόθεν εἶ;” ἔπειτα μαθὼν ὅτι Μακεδὼν εἴη, ἐπανήρετο “τίς δὲ ὀνομάζῃ;” καὶ μετὰ τοῦτο ἀκούσας ὅτι Ἀντίγονος, προσεπανήρετο “τίς δέ σου ὁ πατὴρ ἐκαλεῖτο;” ὡς δὲ καὶ οὗτος Φίλιππος ὢν εὑρέθη, “πάντ’ ἔχω” φησίν “ὅσα ἤθελον,” καὶ εὐθύς τε αὐτὸν ταῖς λοιπαῖς στρατείαις ἐσέμνυνε, καὶ μετ’ οὐ πολὺ ἐς τοὺς βουλευτὰς τοὺς ἐστρατηγηκότας κατέταξεν. ἕτερον δέ τινα τῇ μὲν Μακεδονίᾳ μηδὲν προσήκοντα, πολλὰ δὲ καὶ δεινὰ δεδρακότα καὶ διὰ τοῦτο παρ’ αὐτοῦ ἐξ ἐκκλήτου δίκης κρινόμενον, ἐπειδὴ Ἀλέξανδρός τε ἐκαλεῖτο καὶ ὁ κατηγορῶν αὐτοῦ ῥήτωρ συνεχῶς ἔλεγεν “ὁ μιαιφόνος Ἀλέξανδρος, ὁ θεοῖς ἐχθρὸς Ἀλέξανδρος,” ὠργίσθη τε ὡς καὶ αὐτὸς κακῶς ἀκούων, καὶ ἔφη “εἰ μὴ ἀρκέσει σοι ὁ Ἀλέξανδρος, ἀπολέλυσαι.” οὗτος οὖν ὁ φιλαλεξανδρότατος Ἀντωνῖνος εἰς μὲν τοὺς στρατιώτας φιλαναλωτὴς ἦν, τοὺς δὲ λοιποὺς πάντας ἀνθρώπους ἔργον εἶχε περιδύειν ἀποσυλᾶν ἐκτρύχειν, οὐχ ἥκιστα τοὺς συγκλητικούς· ἔξω γὰρ τῶν ἄλλων εἰσπράξεων καίπερ ἀναριθμήτων οὐσῶν καὶ οἰκίας αὐτῷ παντοδαπάς, ἐπειδὴ τῆς Ῥώμης ἐξώρμησε, καὶ καταλύσεις πολυτελεῖς ἐν μέσαις ταῖς ὁδοῖς καὶ ταῖς βραχυτάταις οἰκείοις δαπανήμασι κατασκευάζειν ἠναγκαζόμεθα, ἐν αἷς οὐχ ὅσον οὐκ ἐνῴκησέ ποτε, ἀλλ’ οὐδὲ ὄψεσθαι αὐτῶν τινὰ ἔμελλε. προσέτι καὶ θέατρα κυνηγετικὰ καὶ ἱπποδρόμους πανταχοῦ, ὅπου περ καὶ ἐχείμασεν ἢ καὶ χειμάσειν ἤλπισε, κατεσκευάσαμεν, μηδὲν παρ’ αὐτοῦ λαβόντες. καὶ αὐτίκα πάντα κατεσκάφη· οὕτω πως διὰ τοῦτο μόνον ἐγένετο, ἵν’ ἡμεῖς ἐπιτριβῶμεν. αὐτὸς δὲ τὰ χρήματα ἔς τε τοὺς στρατιώτας, ὡς ἔφαμεν, καὶ ἐς θηρία ἵππους τε ἐδαπάνα· πάμπολλα γάρ τοι καὶ θηρία καὶ βοτά, τὰ μὲν πλεῖστα παρ’ ἡμῶν καὶ ἀνάγκῃ λαμβάνων, ἤδη δέ τινα καὶ ὠνούμενος, ἀπεκτίννυε, καί ποτε ἑκατὸν ὗς ἅμα αὐτοχειρίᾳ ἔσφαξεν. |
| S331 | ἡρματηλάτει τ’ ἀεὶ τῇ βενετίῳ στολῇ χρώμενος. ἦν γὰρ εἰς πάντα καὶ θερμότατος καὶ κουφότατος, πρὸς δὲ τούτοις εἶχε καὶ τὸ πανοῦργον τῆς μητρὸς καὶ τῶν Σύρων, ὅθεν ἐκείνη ἦν. ἀγωνοθέτην δὲ ἢ τῶν ἐξελευθέρων τινὰ ἢ τῶν ἄλλων τῶν πλουσίων ἐκάθιζεν, ἵνα καὶ ἐν τούτῳ ἀναλίσκηται· προσεκύνει τε αὐτοὺς κάτωθεν τῇ μάστιγι, καὶ χρυσοῦς ὥσπερ τις τῶν ταπεινοτάτων ᾔτει. καὶ ἔλεγε κατὰ τὸν Ἥλιον τῇ ἁρματηλασίᾳ χρῆσθαι, καὶ ἐσεμνύνετο ἐπ’ αὐτῇ. οὕτω δὲ παρὰ πάντα τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον πᾶσα ἡ γῆ ἡ ὑπακούουσα αὐτῷ ἐπορθήθη ὥστε τοὺς Ῥωμαίους ποτὲ ἐν ἱπποδρομίᾳ ἄλλα τε συμβοῆσαι καὶ ὅτι τοὺς ζῶντας ἀποδύομεν, ἵνα τοὺς τεθνεῶτας θάψωμεν. καὶ γὰρ ἔλεγε πολλάκις ὅτι “οὐδένα ἀνθρώπων πλὴν ἐμοῦ ἀργύριον ἔχειν δεῖ, ἵνα αὐτὸ τοῖς στρατιώταις χαρίζωμαι.” καί ποτε τῆς Ἰουλίας ἐπιτιμησάσης αὐτῷ ὅτι πολλὰ ἐς αὐτοὺς ἀνήλισκε, καὶ εἰπούσης ὅτι “οὐκέθ’ ἡμῖν οὔτε δίκαιος οὔτ’ ἄδικος πόρος ὑπολείπεται”, ἀπεκρίνατο, τὸ ξίφος δείξας, ὅτι “θάρσει, μῆτερ· ἕως γὰρ ἂν τοῦτ’ ἔχωμεν, οὐδὲν ἡμᾶς ἐπιλείψει χρήματα”. καὶ μέντοι καὶ τοῖς κολακεύουσιν αὐτὸν καὶ κτήματα καὶ χρήματα ἀπένεμεν. Ἰουνίῳ γοῦν Παλλίνῳ πέντε καὶ εἴκοσι μυριάδας ἐχαρίσατο, ὅτι καὶ ἄκων διασιλῶσαί τι αὐτὸν σκωπτόλης ὢν προήχθη· ἔφη γὰρ αὐτὸν ὀργιζομένῳ τινὶ ἐοικέναι, ἐπεὶ πρὸς τὸ θυμοειδέστερόν πως ἑαυτὸν ἐσχημάτιζεν. οὐδὲν γὰρ τῶν καλῶν ἐλογίζετο· οὐδὲ γὰρ ἔμαθέ τι αὐτῶν, ὡς καὶ αὐτὸς ὡμολόγει, διόπερ καὶ ἐν ὀλιγωρίᾳ ἡμᾶς τούς τι παιδείας ἐχόμενον εἰδότας ἐποιεῖτο. ὁ μὲν γὰρ Σευῆρος καὶ πάνυ πᾶσι τοῖς ἐς ἀρετὴν τείνουσι καὶ κατὰ σῶμα καὶ κατὰ τὴν ψυχὴν ἤσκησεν αὐτόν, ὥστε καὶ αὐτοκράτορα ἤδη ὄντα καὶ διδασκάλοις συνεῖναι καὶ τὸ πολὺ τῆς ἡμέρας φιλοσοφεῖν· ἐξηραλοίφει τε, καὶ ἵππευε καὶ ἐς πεντήκοντα καὶ ἑπτακοσίους σταδίους, καὶ προσέτι καὶ νήχεσθαι καὶ ἐν κλύδωνι ἤσκητο. ὁ δὲ ἐκ μὲν τούτων τρόπον τινὰ ἐρρώσθη, τῆς δὲ δὴ παιδεύσεως ὡς οὐδὲ τοὔνομα αὐτῆς ποτε ἀκηκοὼς ἐπελάθετο. |
| S332 | οὐ μέντοι καὶ κακογνώμων ἦν, ἀλλὰ καὶ συνίει τὰ πολλὰ ὀξύτατα καὶ ἔφραζεν ἑτοιμότατα· τῇ τε γὰρ ἐξουσίᾳ καὶ τῇ προπετείᾳ, τῷ πάνθ’ ὁμοίως τὰ ἐπελθόντα οἱ ἀπερισκέπτως ἐκλαλεῖν καὶ τῷ μηδὲν αὐτῶν ἐκφαίνειν αἰσχύνεσθαι, καὶ ἐπιτυχίᾳ τινὶ πολλάκις περιέπιπτε. τὸ μὲν οὖν σύμπαν τοιοῦτος ἦν· ἐν δὲ τοῖς πολέμοις ὁποῖος, ἐροῦμεν. ἠπατηκὼς γὰρ τὸν βασιλέα τῶν Ὀσροηνῶν Αὔγαρον ὡς δὴ παρὰ φίλον αὐτὸν ἥκειν, ἔπειτα συλλαβὼν ἔδησε, καὶ τὴν Ὀσροηνὴν οὕτως ἀβασίλευτον οὖσαν λοιπὸν ἐχειρώσατο. τὸν δὲ τῶν Ἀρμενίων βασιλέα διαφερόμενον μετὰ τῶν ἰδίων παίδων ἐκάλεσε μὲν φιλικοῖς γράμμασιν ὡς δὴ εἰρηνεύσων αὐτούς, ἔδρασε δὲ καὶ περὶ τούτους ἃ καὶ περὶ τὸν Αὔγαρον. οὐ μὴν καὶ οἱ Ἀρμένιοι προσεχώρησαν αὐτῷ, ἀλλ’ εἰς ὅπλα ἐχώρησαν, καὶ οὐκέτ’ οὐδεὶς αὐτῷ τὸ παράπαν οὐδὲν ἐπίστευσεν, ὥστε καὶ ἔργῳ αὐτὸν ἐκμαθεῖν ὅσον αὐτοκράτορι ζημίωμά ἐστι τό τι ἀπατηλὸν πρὸς φίλους πρᾶξαι. οὐκ ὤκνησε δὲ γράψαι πρὸς τὸ συνέδριον καὶ περὶ τῶν ἐν Πάρθοις βασιλευόντων, ἀδελφῶν τε ὄντων καὶ πρὸς ἀλλήλους στασιαζόντων, ὅτι ἡ τῶν ἀδελφῶν διαφορὰ μέγα τι κακὸν τὸ κοινὸν τῶν Πάρθων ἐργάσεται, ὥσπερ που τῶν βαρβαρικῶν πραγμάτων φθαρῆναι διὰ τοῦτο δυναμένων, τῶν δὲ Ῥωμαϊκῶν σεσωσμένων ἀλλ’ οὐκ ἄρδην τρόπον τινὰ ἀνατετραμμένων, οὐ κατ’ ἐκεῖνο μόνον ὅτι ἐπὶ μεγάλῳ τῶν ἀνθρώπων κακῷ τοσαῦτα καὶ τοιαῦτα τῆς τοῦ ἀδελφοῦ σφαγῆς ὑποφόνια τοῖς στρατιώταις ἐδεδώκει, ἀλλ’ ὅτι καὶ πάμπολλοι ἐσυκοφαντήθησαν, οὐχ ὅπως οἱ ἐπιστείλαντές τι ἢ δωροφορήσαντες αὐτῷ ἢ Καίσαρι ἔτι ὄντι ἢ καὶ αὐτοκράτορι γενομένῳ, ἀλλὰ καὶ οἱ λοιποὶ οἷς μηδεπώποτε πρᾶγμα πρὸς αὐτὸν ἐγεγόνει. καὶ εἴ γέ τις ἔγραψε τὸ ὄνομα τὸ τοῦ Γέτα μόνον ἢ εἶπε μόνον, εὐθὺς ἀπώλετο. ὅθεν οὐδ’ ἐν ταῖς κωμῳδίαις οἱ ποιηταὶ ἔτι αὐτῷ ἐχρῶντο· καὶ γὰρ καὶ αἱ οὐσίαι πάντων ὧν ἐν ταῖς διαθήκαις αὐτοῦ τὸ ὄνομα γεγραμμένον εὑρέθη ἐδημοσιώθησαν. ἐν μέντοι ταῖς ἀναγκαίαις καὶ κατεπειγούσαις στρατείαις λιτὸς ἦν καὶ ἀπέριττος, τὰ μὲν διακονικὰ ὑπηρετήματα καὶ πάνυ ἀκριβῶς ἐξ ἴσου τοῖς ἄλλοις διαπονούμενος (καὶ γὰρ συνεβάδιζε τοῖς στρατιώταις καὶ συνέτρεχε, μὴ λουτρῷ χρώμενος, μὴ τὴν ἐσθῆτα ἀλλάσσων, ἀλλὰ καὶ πᾶν ἔργον συνεργαζόμενος καὶ πᾶσαν τροφὴν τὴν αὐτὴν ἐκείνοις αἱρούμενος· καὶ πολλάκις καὶ πρὸς τοὺς προέχοντας τῶν πολεμίων πέμπων προεκαλεῖτο αὐτοὺς εἰς μονομαχίαν), τὰ δὲ δὴ στρατηγικά, ὧνπέρ που καὶ μάλιστα διαπεφυκέναι αὐτὸν ἐχρῆν, ἥκιστα καλῶς μεταχειριζόμενος, ὡς ἂν τῆς νίκης ἐν ἐκείνοις τοῖς ὑπηρετήμασιν ἀλλ’ οὐκ ἐν ταύτῃ τῇ ἐπιστήμῃ οὔσης. |
| S333 | ἐπολέμησε καὶ πρός τινας Κέννους, Κελτικὸν ἔθνος· οὓς λέγεται μετὰ τοσούτου θυμοῦ προσπεσεῖν τοῖς Ῥωμαίοις ὥστε καὶ τὰ βέλη, οἷς ὑπὸ τῶν Ὀσροηνῶν ἐτιτρώσκοντο, τοῖς στόμασιν ἐκ τῶν σαρκῶν ἀποσπᾶν, ἵνα μὴ τὰς χεῖρας ἀπὸ τῶν σφαγῶν αὐτῶν ἀποδιατρίβωσιν. οὐ μέντοι ἀλλὰ καὶ αὐτοὶ τὸ τῆς ἥττης ὄνομα πολλῶν χρημάτων ἀποδόμενοι συνεχώρησαν αὐτῷ ἐς τὴν Γερμανίαν ἀποσωθῆναι. τούτων γυναῖκες ἁλοῦσαι ὑπὸ τῶν Ῥωμαίων, ἐρωτήσαντος αὐτὰς τοῦ Ἀντωνίνου πότερον πραθῆναι ἢ φονευθῆναι βούλονται, τοῦθ’ εἵλοντο· ἔπειτ’ ἀπεμποληθεῖσαι πᾶσαι μὲν ἑαυτάς, εἰσὶ δ’ αἳ καὶ τὰ τέκνα ἀπέκτειναν. τῷ οὖν Ἀντωνίνῳ τά τε ἄλλα καὶ τὸ νόμισμα κίβδηλον ἦν, τό τε ἀργύριον καὶ τὸ χρυσίον ὃ παρεῖχεν ἡμῖν· τὸ μὲν γὰρ ἐκ μολίβδου καταργυρούμενον, τὸ δὲ καὶ ἐκ χαλκοῦ καταχρυσούμενον ἐσκευάζετο. ἐνόσει δὲ καὶ τῷ σώματι τὰ μὲν ἐμφανέσι τὰ δὲ καὶ ἀρρήτοις ἀρρωστήμασιν, ἐνόσει δὲ καὶ τῇ ψυχῇ πικροῖς τισι φαντάσμασι, καὶ πολλάκις γε καὶ ἐλαύνεσθαι ὑπό τε τοῦ πατρὸς ὑπό τε τοῦ ἀδελφοῦ ξιφηρῶν ἐδόκει. καὶ διὰ ταῦτα ἐψυχαγώγησε μέν, ὅπως τινὰ ἄκεσιν αὐτῶν λάβῃ, ἄλλας τέ τινας καὶ τὴν τοῦ πατρὸς τοῦ τε Κομόδου ψυχήν, εἶπε δ’ οὖν οὐδεὶς αὐτῷ οὐδὲν πλὴν τοῦ Κομόδου· ἔφη γὰρ ταῦτα, “στεῖχε δίκης ἆσσον,” εἶθ’ ἕτερον καὶ ἐπὶ τελευτῆς “κρυφίοισι τόποις ἔχων δυσαλθέα νοῦσον.” τέσσαρας δὲ τῶν ἀειπαρθένων ἀπέκτεινεν ὧν βίᾳ, ὅσα γε καὶ ἠδύνατο, ᾐσχύγκει· ὕστερον γὰρ ἐξησθένησεν αὐτῷ πᾶσα ἡ περὶ τὰ ἀφροδίσια ἰσχύς, ἀφ’ οὗπερ καὶ ἕτερόν τινα τρόπον αἰσχρουργεῖν ἐλέγετο· ἡ δὲ δὴ κόρη αὕτη, περὶ ἧς λέγω, Κλωδία Λαῖτα ὠνομάζετο· ἥτις καὶ μέγα βοῶσα “οἶδεν αὐτὸς Ἀντωνῖνος ὅτι παρθένος εἰμί”, ζῶσα κατωρύγη. |
| S334 | ἐδίκαζε μὲν οὖν ἤ τι ἢ οὐδέν, τὸ δὲ δὴ πλεῖστον τοῖς τε ἄλλοις καὶ τῇ φιλοπραγμοσύνῃ ἐσχόλαζε. πάντα γὰρ δή οἱ πανταχόθεν καὶ τὰ βραχύτατα ἀνηγγέλλετο· καὶ διὰ τοῦτο καὶ τοὺς στρατιώτας τοὺς ὠτακουστοῦντάς τε καὶ διοπτεύοντας αὐτὰ προσέταξεν ὑπὸ μηδενὸς πλὴν ὑφ’ ἑαυτοῦ κολάζεσθαι. καὶ ἐγένετο κατὰ τοῦτο οὐδὲν χρηστόν, ἀλλ’ ἐτυράννησαν ἡμῶν καὶ ἐκεῖνοι. καὶ ὅ γε μάλιστα καὶ ἀσχημονέστατον καὶ ἀναξιώτατον καὶ τῆς γερουσίας καὶ τοῦ δήμου Ῥωμαίων ἐγένετο, καὶ εὐνοῦχος ἡμῶν, τὸ γένος Ἴβηρ, τὸ δὲ ὄνομα Σεμπρώνιος Ῥοῦφος, τὸν δὲ δὴ τρόπον φαρμακεὺς καὶ γόης, ἐφ’ ᾧ δὴ καὶ ὑπὸ Σευήρου ἐς νῆσον κατεκέκλειστο, κατεκράτησε. καὶ ὁ μὲν ἔμελλέν που δίκην ἐπὶ τούτῳ δώσειν ὥσπερ καὶ οἱ ἄλλοι οἱ ἐνδείξαντές τινας· ἐκεῖνος δὲ ἐπήγγελλε μὲν ὡς καὶ μετὰ τὴν ἕω αὐτίκα δικάσων ἢ καὶ ἄλλο τι δημόσιον πράξων, παρέτεινε δὲ ἡμᾶς καὶ ὑπὲρ τὴν μεσημβρίαν καὶ πολλάκις καὶ μέχρι τῆς ἑσπέρας, μηδὲ εἰς τὰ πρόθυρα εἰσδεχόμενος ἀλλ’ ἔξω που ἑστῶτας· ὀψὲ γάρ ποτε ἔδοξεν αὐτῷ μηκέτι μηδ’ ἀσπάζεσθαι ἡμᾶς ὡς πλήθει. ἐν δὲ τούτῳ τά τε ἄλλα ἐφιλοπραγμόνει ὥσπερ εἶπον, καὶ ἅρματα ἤλαυνε θηρία τε ἔσφαζε καὶ ἐμονομάχει καὶ ἔπινε καὶ ἐκραιπάλα, καὶ τοῖς στρατιώταις τοῖς τὴν ἔνδον αὐτοῦ φρουρὰν ἔχουσι καὶ κρατῆρας πρὸς τῇ ἄλλῃ τροφῇ ἐκεράννυε καὶ κύλικας παρόντων καὶ ἡμῶν καὶ ὁρώντων διέπεμπε, καὶ μετὰ τοῦτο ἔστιν ὅτε καὶ ἐδίκαζε. ταῦτά τε ἐν τῇ Νικομηδείᾳ χειμάσας ἔπραξε, καὶ τὴν φάλαγγα τὴν Μακεδονικὴν ἐξήσκησε, μηχανήματά τε δύο μέγιστα πρός τε τὸν Ἀρμενικὸν καὶ πρὸς τὸν Παρθικὸν πόλεμον κατεσκεύασεν, ἵνα διαλύσας αὐτὰ ἐπὶ πλοίων ἐς τὴν Συρίαν ἀποκομίσῃ. τὰ δ’ ἄλλα ἐμιαιφόνει καὶ παρηνόμει καὶ τὰ χρήματα κατανήλισκεν. οὐδὲ ἐπείθετο οὔτε περὶ τούτων οὔτε περὶ τῶν ἄλλων τῇ μητρὶ πολλὰ καὶ χρηστὰ παραινούσῃ, καίτοι καὶ τὴν τῶν βιβλίων τῶν τε ἐπιστολῶν ἑκατέρων, πλὴν τῶν πάνυ ἀναγκαίων, διοίκησιν αὐτῇ ἐπιτρέψας, καὶ τὸ ὄνομα αὐτῆς ἐν ταῖς πρὸς τὴν βουλὴν ἐπιστολαῖς ὁμοίως τῷ τε ἰδίῳ καὶ τῷ τῶν στρατευμάτων, ὅτι σώζεται, μετ’ ἐπαίνων πολλῶν ἐγγράφων. |
| S335 | τί γὰρ δεῖ λέγειν ὅτι καὶ ἠσπάζετο δημοσίᾳ πάντας τοὺς πρώτους καθάπερ καὶ ἐκεῖνος; ἀλλ’ ἡ μὲν καὶ μετὰ τούτων ἔτι μᾶλλον ἐφιλοσόφει, ὁ δὲ ἔλεγε μὲν μηδενὸς 〈ἔξω〉 τῶν ἀναγκαίων προσδεῖσθαι, καὶ ἐπὶ τούτῳ καὶ ἐσεμνύνετο ὡς ὅτι εὐτελεστάτῃ τῇ διαίτῃ χρῆσθαι δυνάμενος, ἦν δὲ οὐδὲν οὐκ ἐπίγειον, οὐ θαλάττιον, οὐκ ἀέριον, ὃ μὴ οὐκ ἰδίᾳ καὶ δημοσίᾳ αὐτῷ παρείχομεν. τοῖς δὲ μάγοις καὶ γόησιν οὕτως ἔχαιρεν ὡς καὶ Ἀπολλώνιον τὸν Καππαδόκην τὸν ἐπὶ τοῦ Δομιτιανοῦ ἀνθήσαντα ἐπαινεῖν καὶ τιμᾶν, ὅστις καὶ γόης καὶ μάγος ἀκριβὴς ἐγένετο, καὶ ἡρῷον αὐτῷ κατασκευάσαι. ἐκστρατεύσαντι δὲ αὐτῷ κατὰ τῶν Πάρθων πρόφασις τοῦ πολέμου ἦν ὅτι Βολόγαισος τόν τε Τηριδάτην καὶ Ἀντίοχόν τινα μετ’ αὐτοῦ ἐξαιτήσαντι αὐτῷ οὐκ ἐξέδωκεν. ὁ δὲ Ἀντίοχος Κίλιξ μὲν ἦν καὶ φιλοσοφεῖν κυνηδὸν τὰ πρῶτα ἐπλάττετο, καὶ πλεῖστά γε ἐκ τούτου τοὺς στρατιώτας ἐν τῷ πολέμῳ ὠφέλησεν· ἀπαλγοῦντας γὰρ αὐτοὺς ὑπὸ τοῦ πολλοῦ ῥίγους ἐπερρώννυεν, ἔς τε τὴν χιόνα ῥίπτων ἑαυτὸν καὶ ἐν αὐτῇ καλινδούμενος, ὅθενπερ καὶ χρημάτων καὶ τιμῶν καὶ παρ’ αὐτοῦ τοῦ Σευήρου καὶ παρὰ τοῦ Ἀντωνίνου ἔτυχεν· ἐπαρθεὶς δὲ ἐπὶ τούτοις τῷ Τηριδάτῃ συνεξητάσθη, καὶ μετ’ αὐτοῦ πρὸς τὸν Πάρθον ηὐτομόλησε. πρὶν δὲ ἀπᾶραι ἀπὸ Νικομηδείας, ἀγῶνα μονομαχίας ἐν αὐτῇ ἐπὶ τοῖς ἑαυτοῦ γενεθλίοις ἐποίησεν· οὐδὲ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῶν φόνων ἀπείχετο. ἔνθα λέγεται, ἡττηθέντος τινὸς καὶ ἱκετεύοντος αὐτὸν ὅπως σωθῇ, τὸν Ἀντωνῖνον εἰπεῖν “ἄπελθε καὶ τοῦ ἀντιπάλου δεήθητι· ἐμοὶ γὰρ οὐκ ἔξεστί σου φείσασθαι.” καὶ οὕτως ὁ ἄθλιος, τάχ’ ἂν ὑπὸ τοῦ ἀνταγωνιστοῦ σωθεὶς εἰ μὴ τοῦτο εἴρητο, διεφθάρη· οὐ γὰρ ἐτόλμησεν αὐτὸν ἀφεῖναι, ἵνα μὴ καὶ φιλανθρωπότερος τοῦ αὐτοκράτορος εἶναι δόξῃ. καὶ μέντοι τοιαῦτα ποιῶν, καὶ ἐν τῇ Ἀντιοχείᾳ τρυφῶν ὥστε καὶ τὸ γένειον πάνυ ψιλίζεσθαι, αὐτός τε ὠδύρετο ὡς 〈ἐν〉 μεγάλοις δή τισι καὶ πόνοις καὶ κινδύνοις ὤν, καὶ τῇ γερουσίᾳ ἐπετίμα, τά τε ἄλλα ῥᾳστωνεύειν σφᾶς λέγων 〈καὶ〉 μήτε συνιέναι προθύμω μήτε κατ’ ἄνδρα τὴν γνώμην διδόναι. καὶ τέλος ἔγραψεν ὅτι “οἶδα μὲν ὅτι οὐκ ἀρέσκει τὰ ἐμὰ ὑμῖν· διὰ τοῦτο μέντοι καὶ ὅπλα καὶ στρατιώτας ἔχω, ἵνα μηδὲν τῶν λογοποιουμένων ἐπιστρέφωμαι”. τοῦ δὲ Πάρθου φοβηθέντος καὶ τὸν Τηριδάτην καὶ τὸν Ἀντίοχον ἐκδόντος, ἀφῆκε τὴν στρατείαν ἐν τῷ παραυτίκα. |
| S336 | εἰς δὲ τοὺς Ἀρμενίους στείλας τὸν Θεόκριτον μετὰ στρατιᾶς ἰσχυρῶς ἔπταισε παρ’ αὐτῶν ἡττηθείς. ἦν δὲ ὁ Θεόκριτος ἐκ δούλου γεγονὼς καὶ τῇ ὀρχήστρᾳ ἐμπαιδοτριβηθείς, ἐς τοσαύτην μέντοι ἤλασε δυναστείαν παρ’ Ἀντωνίνῳ ὡς μηδὲν εἶναι ἄμφω πρὸς αὐτὸν τοὺς ἐπάρχους. τὰ ἴσα δ’ αὐτῷ καὶ Ἐπάγαθος, Καισάρειος καὶ αὐτὸς ὤν, καὶ ἠδύνατο καὶ παρηνόμει. ὁ γοῦν Θεόκριτος (διεφοίτα γὰρ ἄνω καὶ κάτω τῆς τῶν ἐπιτηδείων καὶ παρασκευῆς καὶ καπηλείας ἕνεκεν) συχνοὺς διά τε ταῦτα καὶ ἄλλως ἀπέκτεινε· μεθ’ ὧν καὶ Τιτιανὸς Φλάβιος ἐφονεύθη. ἐπιτροπεύων γὰρ ἐν τῇ Ἀλεξανδρείᾳ προσέπταισέν τι αὐτῷ, κἀκεῖνος ἀναπηδήσας ἐκ τοῦ βάθρου τὸ ξίφος ἐσπάσατο· ἐφ’ ᾧ ὁ Τιτιανός “καὶ τοῦτο” εἶπεν “ὡς ὀρχηστὴς ἐποίησας.” ὅθεν ἐκεῖνος ὑπεραγανακτήσας ἀποσφαγῆναι αὐτὸν ἐκέλευσεν. ὁ δὲ Ἀντωνῖνος, καίτοι τὸν Ἀλέξανδρον ὑπεραγαπᾶν φάσκων, τοὺς ἐκείνου πολίτας μικροῦ δεῖν πάντας ἄρδην ἀπώλεσεν. ἀκούων γὰρ ὅτι διαβάλλοιτο καὶ σκώπτοιτο παρ’ αὐτῶν ἐπί τε τοῖς ἄλλοις καὶ οὐχ ἥκιστα τῇ ἀδελφοκτονίᾳ, ὥρμησεν ἐπὶ τὴν Ἀλεξάνδρειαν, ἐπικρυπτόμενος τὴν ὀργὴν καὶ ποθεῖν αὐτοὺς προσποιούμενος. ἐπεὶ δὲ ἐς τὸ προάστειον ἦλθε, τοὺς μὲν πρώτους αὐτῶν μεθ’ ἱερῶν τινων ἀπορρήτων ἐλθόντας δεξιωσάμενος ὡς καὶ συνεστίους ποιῆσαι ἀπέκτεινε, μετὰ δὲ τοῦτο πάντα τὸν στρατὸν ἐξοπλίσας ἐς τὴν πόλιν ἐνέβαλε, πᾶσι μὲν τοῖς τῇδε ἀνθρώποις προπαραγγείλας οἴκοι μένειν, πάσας δὲ τὰς ὁδοὺς καὶ προσέτι καὶ τὰ τέγη προκατασχών. καὶ ἵνα τὰς κατὰ μέρος συμφορὰς τὰς τότε κατασχούσας τὴν ἀθλίαν πόλιν παρῶ, τοσούτους κατέσφαξεν ὥστε μηδὲ εἰπεῖν περὶ τοῦ πλήθους αὐτῶν τολμῆσαι, ἀλλὰ καὶ τῇ βουλῇ γράψαι ὅτι οὐδὲν διαφέρει πόσοι σφῶν ἢ τίνες ἐτελεύτησαν· πάντες γὰρ τοῦτο παθεῖν ἄξιοι ἦσαν. τῶν δὲ χρημάτων τὰ μὲν διηρπάσθη τὰ δὲ διεφθάρη. συναπώλοντο δ’ οὖν αὐτοῖς καὶ τῶν ξένων πολλοί, καὶ συχνοί γε τῶν μετὰ Ἀντωνίνου ἐλθόντων ἀγνοίᾳ συνδιεφθάρησαν· τῆς τε γὰρ πόλεως μεγάλης οὔσης, καὶ τῶν ἀνθρώπων ἐν πάσῃ ἅμα αὐτῇ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν φονευομένων, οὐδένα, οὐδὲ εἰ πάνυ τις ἐβούλετο, διακρῖναι ἠδύνατο, ἀλλὰ καὶ ἔθνησκον ὥς που ἔτυχον, καὶ τὰ σώματά σφων αὐτίκα ἐς τάφρους βαθείας ἐνεβάλλοντο, ὅπως ἀφανὲς ᾖ τοῖς λοιποῖς τὸ μέγεθος τῆς συμφορᾶς. |
| S337 | ταῦτα μὲν οἱ ἐπιχώριοι ἔπαθον, οἱ δὲ δὴ ξένοι πάντες ἐξηλάθησαν πλὴν τῶν ἐμπόρων, καὶ δῆλον ὅτι καὶ τὰ ἐκείνων πάντα διηρπάσθη· καὶ γὰρ καὶ ἱερά τινα ἐσυλήθη. καὶ τούτων τὰ μὲν πλείω αὐτὸς ὁ Ἀντωνῖνος παρὼν καὶ ὁρῶν ἐποίει, τὰ δὲ καὶ ἐκ τοῦ Σεραπείου προσέταττέ τισιν· ἐν γὰρ τῷ τεμένει διῃτᾶτο κἀν ταῖς τῶν μιαιφανιῶν αὐτῶν νυξὶ καὶ ἡμέραις. καὶ τί τοῦτο εἶπον, ὁπότε καὶ τὸ ξίφος δι’ οὗ τὸν ἀδελφὸν ἀπεκτόνει, ἀναθεῖναι τῷ θεῷ ἐτόλμησεν; ἐκ δὲ τούτου τάς τε θέας καὶ τὰ συσσίτια τῶν Ἀλεξανδρέων καταλύσας τὴν Ἀλεξάνδρειαν διατειχισθῆναί τε καὶ φρουρίοις διατειχισθῆναι ἐκέλευσεν, ὅπως μηκέτ’ ἀδεῶς παρ’ ἀλλήλους φοιτῷεν. τοιαῦτα περὶ τὴν ταλαίπωρον Ἀλεξάνδρειαν ἔδρασεν ὁ Αὐσόνιος θήρ, ὡς τὸ ἀκροτελεύτιον τοῦ περὶ αὐτοῦ χρησμοῦ τοῦτον ὠνόμασεν, ᾧ καὶ χαίρειν ἔφασαν αὐτόν, τῇ τοῦ θηρὸς κλήσει καλλωπιζόμενον, εἰ καὶ πολλοὺς προφάσει τοῦ χρησμοῦ ἐφόνευσεν ὡς προενεγκαμένους αὐτόν. μετὰ δὲ ταῦτα ἐς τοὺς Πάρθους στρατεύσας πρόφασιν ὅτι οὐκ ἠθέλησεν αὐτῷ ὁ Ἀρτάβανος τὴν θυγατέρα μνηστευσαμένῳ συνοικίσαι (καὶ γὰρ εὖ ἠπίστατο ὅτι λόγῳ μὲν ἐκείνην γῆμαι, ἔργῳ δὲ τὴν τῶν Πάρθων βασιλείαν παρασπάσασθαι ἐπεθύμει), πολλὰ μὲν τῆς χώρας τῆς περὶ τὴν Μηδίαν, ἅτε καὶ ἐξαπιναίως ἐμπεσὼν ἐς αὐτήν, ἐκάκωσε, πολλὰ δὲ καὶ τείχη ἐπόρθησε, τά τε Ἄρβηλα παρεστήσατο, καὶ τὰ μνημεῖα τὰ βασιλικὰ τῶν Πάρθων ἀνορύξας τὰ ὀστᾶ ἔρριψεν· οἱ γὰρ Πάρθοι οὐδὲ εἰς χεῖρας αὐτῷ ἦλθον. οὔκουν οὐδὲ ἔσχον τι ἐξαίρετον περὶ τῶν τότε πραχθέντων συγγράψαι, πλὴν ὅτι δύο στρατιῶται ἀσκὸν οἴνου ἁρπάσαντες προσῆλθον αὐτῷ, ἰδιούμενος ὅλον ἑκάτερος τὸ λάφυρον, καὶ κελευσθέντες ὑπ’ αὐτοῦ νείμασθαι τὸν οἶνον τά τε ξίφη ἐσπάσαντο καὶ τὸν ἀσκὸν διέτεμον ὡς καὶ ἐξ ἡμισείας αὐτὸν μετὰ τοῦ οἴνου ληψόμενοι. οὕτω γὰρ καὶ τὸν αὐτοκράτορά σφων ᾐδοῦντο ὥστ’ αὐτῷ καὶ περὶ τῶν τοιούτων ἐνοχλεῖν, καὶ φρονήσει ἐχρῶντο ὡς καὶ τὸν ἀσκὸν καὶ τὸν οἶνον ἀπολέσαι. |
| S338 | οἱ μὲν οὖν βάρβαροι ἐς τὰ ὄρη καὶ ὑπὲρ τὸν Τίγριν ἀπέφυγον, ἵνα παρασκευάσωνται· ὁ δὲ δὴ Ἀντωνῖνος τοῦτο μὲν ἀπεκρύπτετο, ὡς δὲ δὴ καὶ παντελῶς αὐτῶν, οὓς μηδὲ ἑωράκει, κεκρατηκὼς ἐσεμνύνετο, καὶ μάλιστα ὅτι λέων τις ἐξαίφνης ἐξ ὄρους καταδραμὼν συνεμάχησεν αὐτῷ, ὡς αὐτὸς ἐπέστειλεν. οὐ μόνον δὲ τὰ ἄλλα ἐκδιῃτᾶτο καὶ παρηνόμει καὶ ἐν αὐταῖς ταῖς στρατείαις, ἀλλὰ καί τινα ἰδίαν ἔνδυσιν βαρβαρικῶς πως κατακόπτων καὶ συρράπτων ἐς μανδύης τρόπον προσεξεῦρε, καὶ αὐτός τε συνεχέστατα αὐτὴν ἐνέδυνεν, ὥστε καὶ Καράκαλος διὰ τοῦτ’ ἐπικληθῆναι, καὶ τοὺς στρατιώτας μάλιστα ἀμφιέννυσθαι ἐκέλευεν. αὐτόν τε τοιοῦτον οἱ βάρβαροι ὁρῶντες ὄντα, καὶ τοὺς στρατιώτας ἐκλελυμένους ὑπὸ τῆς τρυφῆς (τά τε γὰρ ἄλλα καὶ ἐν οἰκίᾳ ἐχείμαζον, πάντα τὰ τῶν ξενοδοχούντων σφᾶς ὡς ἴδια ἀναλίσκοντες) ἐπήρθησαν ὡς καὶ συναγωνιστὰς αὐτοὺς ἀλλ’ οὐ πολεμίους ἕξοντες, καὶ ὁ Ἀντωνῖνος ἀντιπαρεσκευάζετο· οὐ μέντοι καὶ πολεμῆσαι αὐτῷ ἐξεγένετο, ἀλλ’ ἐν μέσοις τοῖς στρατιώταις, οὓς μάλιστα ἐτίμα καὶ οἷς ἰσχυρῶς ἐθάρρει, ἀνῃρέθη. ἐπειδὴ γὰρ μάντις ἐν τῇ Ἀφρικῇ εἶπεν, ὥστε καὶ δημοσιευθῆναι, ὅτι καὶ τὸν Μακρῖνον τὸν ἔπαρχον καὶ τὸν υἱὸν αὐτοῦ Δουμενιανὸν αὐταρχῆσαι δεῖ, καὶ τοῦτο καὶ ἐς τὴν Ῥώμην πεμφθεὶς Φλαβίῳ Ματερριανῷ τῶν ἐν αὐτῇ στρατιωτῶν ἄρχοντι ἐξέφηνε, καὶ ὃς παραχρῆμα τῷ Ἀντωνίνῳ ἐπέστειλε, καὶ συνέβη ταῦτα μὲν τὰ γράμματα ἐς τὴν Ἀντιόχειαν πρὸς τὴν Ἰουλίαν παραπεμφθῆναι, ἐπειδὴ ἐκεκέλευστο αὐτὴ πάντα τὰ ἀφικνούμενα διαλέγειν, ἵνα μὴ μάτην αὐτῷ ὄχλος γραμμάτων ἐν τῇ πολεμίᾳ ὄντι πέμπηται, ἕτερα δὲ ὑπὸ Οὐλπίου Ἰουλιανοῦ τοῦ τότε τὰς τιμήσεις ἐγκεχειρισμένου δι’ ἄλλων γραμματηφόρων ὀρθὴν πρὸς τὸν Μακρῖνον, δηλοῦντα τὰ γινόμενα, ἀφικέσθαι, καὶ κατὰ τοῦτο τοῖς μὲν πρὸς τὸν αὐτοκράτορα γραφεῖσι διατριβὴν γενέσθαι, τὰ δὲ ἐκείνῳ ἐπισταλέντα φθῆναι γνωσθέντα αὐτῷ, ἐφοβήθη ὁ Μακρῖνος μὴ καὶ διαφθαρῇ ὑπ’ αὐτοῦ διὰ τοῦτο καὶ ὅτι Σεραπίων τις Αἰγύπτιος ἄντικρυς τῷ Ἀντωνίνῳ πρὸ ὀλίγων ἡμερῶν εἰρήκει ὅτι τε ὀλιγοχρόνιος ἔσοιτο καὶ ὅτι ἐκεῖνος αὐτὸν διαδέξοιτο. ἐφ’ ᾧ καὶ παραυτίκα λέοντι παρεβλήθη, ἐπεὶ δ’ οὐχ ἥψατο αὐτοῦ τὴν χεῖρα μόνον, ὥς φασι, προτείναντος, ἐφονεύθη, δυνηθεὶς ἄν, ὥς γε ἔφη, μηδὲ τοῦτο παθεῖν δαιμόνων τινῶν ἐπικλήσει, εἰ μίαν ἡμέραν ἐβεβιώκει. |
| S339 | διὰ ταῦτ’ οὖν ὁ Μακρῖνος φοβηθεὶς καὶ ὑποπτεύσας ἀπολεῖσθαι οὐκ ἀνεβάλετο, ἄλλως τε ὅτι καὶ τοὺς ἑταίρους αὐτοῦ ἄλλον κατ’ ἄλλην πρόφασιν ὁ Ἀντωνῖνος, ὡς καὶ τιμῶν, ἀπέωστο. καὶ διὰ ταῦτα παρασκευάσας τῶν στρατιωτῶν τινας δύο ἐν τῷ δορυφορικῷ χιλιαρχοῦντας καὶ ὀργήν τινα ἰδίαν τῷ Ἀντωνίνῳ ἔχοντας ἐπεβούλευσεν αὐτῷ. ἐπράχθη δὲ ὧδε. τῇ ὀγδόῃ τοῦ Ἀπριλλίου ἐξορμήσαντα αὐτὸν ἐξ Ἐδέσσης ἐς Κάρας, καὶ κατελθόντα ἐκ τοῦ ἵππου ὅπως ἀποπατήσῃ, προσελθών τις τῶν χιλιάρχων ὑποπεμψάντων ὡς καὶ εἰπεῖν τι δεόμενος ἐπάταξε ξιφιδίῳ μικρῷ. καὶ αὐτὸς μὲν αὐτίκα ἀπέφυγε, καὶ διέλαθεν ἂν εἰ τὸ ξίφος ἀπερρίφει· νῦν δὲ γνωρισθεὶς ὑπ’ αὐτοῦ ὑπό τινος τῶν Σκυθῶν τῶν σὺν Ἀντωνίνῳ ὄντων κατηκοντίσθη· ἐκεῖνον δὲ οἱ χιλίαρχοι ὡς καὶ βοηθοῦντες κατέσφαξαν. τοιούτῳ μὲν τέλει Ἀντωνῖνος ἐχρήσατο βιοὺς ἔτη ἐννέα καὶ εἴκοσι καὶ αὐταρχήσας ἔτη ἓξ καὶ μῆνας δύο καὶ ἡμέρας 〈δύο〉. καί μοι καὶ ἐνταῦθα τοῦ λόγου θαυμάσαι πάμπολλα ἐπέρχεται. μέλλοντι γὰρ αὐτῷ ἐκ τῆς Ἀντιοχείας τὴν τελευταίαν ἔξοδον ποιήσασθαι ὁ πατὴρ αὐτοῦ ξιφήρης ὄναρ ἐπέστη, λέγων “ὡς σὺ τὸν ἄδελφον ἀπέκτεινας, καὶ ἐγὼ σὲ ἀποσφάξω”· καὶ οἱ μάντεις εἶπον αὐτῷ τὴν ἡμέραν ἐκείνην φυλάσσεσθαι, τούτῳ τῷ ῥήματι ἄντικρυς χρησάμενοι, ὅτι αἱ τοῦ ἥπατος τοῦ ἱερείου πύλαι κέκλεινται. ἀφ’ οὗ καὶ διὰ θύρας τινὸς ἐξῆλθεν, μηδὲν μηδὲ τοῦ λέοντος, ὃν Ἀκινάκην ὠνόμαζε καὶ ὁμοτράπεζον ὁμόκλινόν τε ἐποιεῖτο, φροντίσας, ὅτι καὶ ἐκράτησεν αὐτὸν ἐξιόντα καὶ τὴν ἐσθῆτα αὐτοῦ προσκατέρρηξεν· ἔτρεφε μὲν γὰρ καὶ ἄλλους λέοντας πολλούς, καὶ ἀεί τινας περὶ αὑτὸν εἶχεν, ἐκεῖνον δὲ καὶ δημοσίᾳ πολλάκις κατεφίλει. ταῦτα οὖν οὕτως ἔσχε, καὶ ὀλίγον πρὸ τοῦ θανάτου αὐτοῦ ἐν τε τῇ Ἀλεξανδρείᾳ πῦρ ἐξαίφνης πολύ, ὥς γε καὶ ἤκουσα, πάντα τὸν τοῦ Σεράπιδος ναὸν ἔνδοθεν κατασχὸν ἄλλο μὲν οὐδὲν ἐλυμήνατο, τὸ δὲ δὴ ξίφος ἐκεῖνο ᾧ τὸν ἀδελφὸν ἀπεσφάκει μόνον ἔφθειρεν. ἐν δὲ δὴ τῇ Ῥώμῃ ἱπποδρομίας γενομένης κατέπεσε τὸ τοῦ Ἄρεως ἄγαλμα πομπεῦον. |
| S340 | ἀλλὰ τοῦτο μὲν ἧττον ἄν τις θαυμάσειε· τὸ δὲ δὴ μέγιστον. ἡττημένοι οἱ πράσινοι στασιῶται, ἔπειτα κολοιὸν ἐπ’ ἄκρου τοῦ ὀβελίσκου πάνυ σφόδρα κρώζοντα ἰδόντες πάντες τε πρὸς αὐτὸν ἀπέβλεψαν, καὶ πάντες ἐξαίφνης ὡς καὶ ἐκ συγκειμένου τινὸς ἀνεβόησαν “Μαρτιάλιε, χαῖρε· Μαρτιάλιε, διὰ χρόνου σε ἑωράκαμεν”, οὐχ ὅτι καὶ ὁ κολοιός ποτε οὕτως ὠνομάσθη, ἀλλ’ ὅτι δι’ ἐκείνου τὸν Μαρτιάλιον τὸν τοῦ Ἀντωνίνου φονέα ὡς καὶ ἐξ ἐπιπνοίας τινὸς θείας ἠσπάσαντο. ἤδη δέ τισι καὶ αὐτὸς ἑαυτῷ ὁ Ἀντωνῖνος τὴν τελευτὴν προδηλῶσαι ἔδοξεν, ἐπειδὴ ἐν τῇ ἐπιστολῇ ἣν τελευταίαν τῇ γερουσίᾳ ἔπεμψεν ἔφη ὅτι “παύσασθε εὐχόμενοί με ἑκατὸν ἔτεσι μοναρχῆσαι”· τὸ μὲν γὰρ ἐπιβόημα τοῦτο ἀεὶ καὶ ἀπ’ ἀρχῆς αὐτῷ ἐγίνετο, ἐκεῖνος δὲ τότε πρῶτον καὶ μόνον ᾐτιάσατο αὐτό, λόγῳ μὲν ἐγκαλῶν σφισιν ὡς καὶ ἀδύνατα εὐχομένοις, ἔργῳ δὲ προδηλῶν ὅτι οὐκέτ’ οὐδένα χρόνον ἄρξει. καὶ ἐπειδή γε ἅπαξ τοῦτό τινες ἐπεσημήναντο, καὶ ἐμοὶ ἐνθύμιον ἐγένετο ὅτι ἐν τῇ Νικομηδείᾳ τοῖς Κρονίοις ἑστιῶν ἡμᾶς καὶ πολλὰ ἄττα, οἷα ἐν συμποσίῳ εἰκὸς ἦν, εἰπών, ἔπειτ’ ἐξανισταμένων ἡμῶν προσκαλεσάμενος ἔφη “κάλλιστα, ὦ Δίων, καὶ ἀληθέστατα ὁ Εὐριπίδης εἴρηκεν ὅτι ‘πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί, καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, τῶν δ’ ἀδοκήτων πόρον εὗρε θεός. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα‘”. παραχρῆμα μὲν γὰρ ἄλλως ἀπολεληρηκέναι τοῦτο τὸ ἔπος ἔδοξεν, ἐπειδὴ δὲ οὐκ ἐς μακρὰν ἀπώλετο καὶ τελευταίαν ταύτην φωνὴν πρὸς ἐμὲ ἔρρηξε, καὶ πάνυ κεχρησμῳδηκέναι τρόπον τινὰ τὰ συμβησόμενα αὐτῷ ἐνομίσθη, ὥσπερ καὶ ὁ Ζεὺς ὁ Βῆλος ὀνομαζόμενος καὶ ἐν τῇ Ἀπαμείᾳ τῆς Συρίας τιμώμενος· καὶ γὰρ ἐκεῖνος τῷ Σευήρῳ πρότερον ἰδιωτεύοντι ἔτι τὰ ἔπη ταῦτα εἰρήκει “ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, Ἄρεϊ δὲ ζώνην, στέρνα δὲ Ποσειδάωνι”, καὶ μετὰ ταῦτα αὐτοκράτορι γενομένῳ εἶπε χρωμένῳ, ὅτι “σὸς δ’ οἶκος πᾶς βήσεται δι’ αἵματος”. |
| S341 | τελευτήσαντος δὲ τοῦ Ἀντωνίνου καὶ τὸ τῶν φαρμάκων διεγνώσθη· πολλὰ γὰρ καὶ ποικίλα παρὰ τῶν ἐν τῇ ἄνω Ἀσίᾳ ἀνθρώπων τὰ μὲν μετεπέμψατο τὰ δὲ καὶ ἐπρίατο, ὥστε ἑπτακοσίας καὶ πεντήκοντα μυριάδας ἐς αὐτὰ ἀριθμηθῆναι, ἵνα καὶ παμπόλλους, οὓς ἂν ἐθελήσῃ, καὶ διαφόρως δολοφονήσῃ. ἅτινα καὶ εὑρεθέντα σύμπαντα κατεκαύθη. καὶ διὰ ταῦτα μέντοι τὸ τῶν ἀνθρώπων μῖσος ἐς αὐτὸν ἐπλεόνασε. καὶ πολλὰ καὶ κακὰ ἤκουε παρὰ πάντων· οὐδὲ γὰρ Ἀντωνῖνον ἔτ’ αὐτὸν ἐκάλουν, ἀλλὰ Καράκαλόν τε, ὥσπερ εἶπον, καὶ Τάραντα ἐκ μονομάχου προσηγορίας τινὸς εἰδεχθεστάτου καὶ σμικροτάτου καὶ μιαιφονωτάτου. καὶ τὰ μὲν ἐκείνου, ὅπως ποτ’ ἂν καὶ ὀνομάσῃ τις αὐτόν, οὕτως ἔσχεν· ἐμοὶ δέ, καὶ πρὶν ἐς τὴν μοναρχίαν καταστῆναι, προεδηλώθη τρόπον τινὰ παρὰ τοῦ πατρὸς αὐτοῦ ὅτι καὶ ταῦτα γράψοιμι. ἐν γὰρ πεδίῳ μεγάλῳ τινὶ πᾶσαν τὴν τῶν Ῥωμαίων δύναμιν ἐξωπλισμένην ὁρᾶν τεθνηκότος αὐτοῦ ἤδη ἔδοξα, καὶ τὸν Σευῆρον ἐπὶ βήματος ὑψηλοῦ καθήμενον διαλέγεσθαί τι αὐτοῖς. καί με προστάντα ἰδὼν ὅπως τῶν λεγομένων ἀκούσω, “δεῦρο” ἔφη, “Δίων, ἐνταῦθα πλησίον πρόσελθε, ἵνα πάντα καὶ τὰ λεγόμενα καὶ τὰ γινόμενα καὶ μάθῃς ἀκριβῶς καὶ συγγράψῃς”. τοιοῦτος μὲν ὁ τοῦ Τάραντος καὶ βίος καὶ ὄλεθρος ἐγένετο. ΜΑΚΡΙΝΟΣ. |
| S342 (4t) | Ὁ δὲ δὴ Μακρῖνος τὸ μὲν γένος Μαῦρος, ἀπὸ Σικελίας Καισαρείας, γονέων ἀδοξοτάτων ἦν (τά τε γὰρ ἄλλα καὶ τὸ οὖς τὸ ἕτερον κατὰ τὸ τῶν Μαύρων ἐπιχώριον διετέτρητο), τῇ δὲ ἐπιεικείᾳ καὶ ἐκεῖνο συνεσκίαζεν, τά τε νόμιμα οὐχ οὕτως ἀκριβῶς ἠπίστατο ὡς πιστῶς μετεχειρίζετο. ἀποδειχθεὶς δὲ ὑπὸ τοῦ Ἀντωνίνου ἔπαρχος διῴκησε τὰ τῆς ἡγεμονίας ταύτης ἄριστα καὶ δικαιότατα. φονευθέντος δὲ ἐκείνου τοῖς στρατιώταις ἄλλα τε ἐπαγγειλάμενος καὶ τοῦ πολέμου, ᾧ μάλιστα ἐβαρύνοντο, ἀπαλλάξειν ἐλπίσας ἔλαβε τὴν ἡγεμονίαν μετὰ τετάρτην ἡμέραν. γενόμενος δὲ αὐτοκράτωρ ἄλλα τε πρὸς τὸν ἐνάντιον ζῆλον τοῦ Ἀντωνίνου διετάξατο καὶ καλῶς ἔπραξε, καὶ μηδεμίαν εἰκόνα αὑτοῦ μήτε ἀργυρᾶν ὑπὲρ πέντε λίτρας μήτε χρυσῆν ὑπὲρ τρεῖς γίνεσθαι ἐκέλευσε. περί γε μὴν τὰς τῶν ἀρχόντων ἐκλογάς τε καὶ καταστάσεις οὐ μικρῶς ἠδόξησεν, ὡς ἀναξίοις τισὶ τὰς ἀρχὰς ἐγχειρίζων, ὅπερ μέγιστόν ἐστι μέρος τῆς αὐτοκρατορικῆς διοικήσεως καὶ τῶν ὅλων προνοίας. ἤρξατο δὲ καὶ τρυφερώτερον ζῆν καὶ σοβαρώτερον χρῆσθαι τῇ ἐξουσίᾳ, τὰ τῆς δυσγενείας ἐντεῦθεν συγκαλύπτειν οἰόμενος. ὅθεν καὶ τοῖς τὴν δυσγένειαν αὐτοῦ καὶ τὴν παράλογον τῆς μοναρχίας κτῆσιν δυσχεραίνειν ὑποπτευομένοις οὐκ ὀρθῶς ἐπεξῄει ἐκποδὼν ποιούμενος. πᾶν γὰρ τοὐναντίον ἐχρῆν αὐτὸν ποιεῖν εἰδότα ὅστις τε ἀρχὴν ἐπεφύκει καὶ ὅστις τότε ἦν, μήθ’ ὑπερφρονεῖν καὶ τοὺς ἀνθρώπους τῇ τε εὐεργεσίᾳ καὶ τῇ τῆς ἀρετῆς διὰ πάντων ὁμοίως ἐπιδείξει παραμυθεῖσθαι· ὅμως οἱ ἄνθρωποι προκαταληφθέντες τῇ διὰ τὸν τοῦ τυράννου θάνατον χαρᾷ οὐδὲ ἐννοῆσαί τι περὶ τῆς ταπεινότητος αὐτοῦ ἐσχόλασαν, ἀλλ’ ἀγαπητῶς αὐτὸν εἰς τὴν ἀρχὴν ἐδέξαντο, οὐχ οὕτως ὅτι τινὶ δουλεύσουσιν ὡς οὗ ἐστέροντο ἐνθυμούμενοι, καὶ πάντα τινά, καὶ τὸν τυχόντα, αἱρετώτερον αὐτοῦ νομίζοντες ἔσεσθαι. |
| S343 | Λούκιος δέ τις Πρισκιλιανὸς οὕτω περιβόητος ἐπὶ ταῖς ἐπηρείαις γενόμενος ὥσπερ καὶ ἐπὶ ταῖς τῶν θηρίων σφαγαῖς ὑπὸ μὲν τοῦ Καρακάλου μεγάλως ἐτιμήθη, ὑπ’ αὐτοῦ δὲ ἐς νῆσόν τινα κατεκλείσθη. οὗτος ἄρκτῳ ποτὲ καὶ παρδάλει λεαίνῃ τε καὶ λέοντι ἅμα μόνος συνηνέχθη, καὶ πλεῖστα ἄλλα θηρία ἀπέκτεινε· πολύ γε μὴν πλείους ἄνδρας καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν ἐκ τῶν διαβολῶν ἐξώλεσεν. ἡ δὲ δὴ Ἰουλία ἡ τοῦ Ταράντου μήτηρ ἔτυχε μὲν ἐν τῇ Ἀντιοχείᾳ οὖσα, καὶ οὕτω παραχρῆμα, ἅμα τῇ πίστει τοῦ θανάτου αὐτοῦ, διετέθη ὥστε καὶ πλήξασθαι ἰσχυρῶς καὶ ἀποκαρτερῆσαι ἐπιχειρῆσαι. ὃν γὰρ ζῶντα ἐμίσει, τετελευτηκότα ἐπένθει οὐχ ὅτι ἐκεῖνον ζῆν ἤθελεν, ἀλλ’ ὅτι αὐτὴ ἰδιωτεύουσα ἤχθετο. καὶ διὰ τοῦτο καὶ τὸν Μακρῖνον πολλὰ καὶ δεινὰ ἐλοιδόρησεν. ἔπειθ’ ὡς οὔτε τι τῆς βασιλικῆς θεραπείας ἢ τῆς τῶν δορυφόρων περὶ αὐτῇ φρουρᾶς ἠλλοιώθη, καὶ ἐκεῖνος χρηστά τινα αὐτῇ ἐπέστειλε, θαρσήσασα τὴν τοῦ θανάτου ἐπιθυμίαν κατέθετο· ἐπεὶ δὲ τὰ λεχθέντα ὑπ’ αὐτῆς ὁ Μακρῖνος ἐπύθετο, καίτοι μηδὲν αὐτῷ ἀντιγραψάσης ἐκείνης, καί τι καὶ εἰς τοὺς συνόντας αὐτῇ στρατιώτας πράσσουσαν ᾔσθετο καὶ τὴν αὐταρχίαν μεταδιώκουσαν παραπλησίως τῇ Σεμιράμιδι καὶ τῇ Νικώτριδι ἅτε καὶ ἐκ τῶν αὐτῶν τρόπον τινὰ χωρίων ἐκείναις οὖσαν, καὶ ἐξελθεῖν ὅτι τάχιστα ἐκ τῆς Ἀντιοχείας ὅποι βούλοιτο αὐτὴν ἐκέλευσεν, οὐκέτ’ ἐφιλοψύχησεν ἀλλὰ διέφθειρεν ἑαυτὴν ἀποκαρτερήσασα, ἐπειδὴ καὶ ὁ καρκῖνος, ὃν ἐκ πάνυ πολλοῦ χρόνου ἡσυχάζοντα ἐν τῷ μαστῷ ἔχουσα εἶτα κοψαμένη τὰ στέρνα ταῖς πληγαῖς ἠρέθισεν, εἰς τὸν θάνατον αὐτῇ συνεβάλετο. ὁ δὲ Μακρῖνος ἰδὼν τὸν Ἀρτάβανον δυνάμεσί τε μεγάλαις καὶ θυμῷ φερόμενον ἐς τὸν πόλεμον, ἐπειράθη μὲν τούς τε αἰχμαλώτους καὶ λόγους ἐπιεικεῖς αὐτῷ πέμψας καταπραῧναι καὶ ἀποστρέψαι, ὡς δὲ ἐκεῖνος ἔπραττεν οὐδὲν ἐλαφρόν, ἀλλὰ τάς τε πόλεις τὰς ὑπὸ τοῦ Ἀντωνίνου κατασκαφείσας αὐτὸν ἀναστῆσαι τῆς τε Μεσοποταμίας παντελῶς ἐκστῆναι καὶ ἐπὶ τῇ λύμῃ τῶν βασιλικῶν μνημάτων δίκας δοῦναι 〈ἐκέλευσεν〉. |
| S344 | οὐδὲ καιρὸν οὐδένα διαβουλεύσασθαι ἔσχεν, ἀλλ’ ἀπαντήσας αὐτῷ πρὸς τὴν Νίσιβιν ἤδη προσιόντι ἡττήθη, μάχης περὶ τοῦ ὕδατος τοῖς στρατιώταις ἐν τῇ ἀντιστρατοπεδεύσει γενομένης. καὶ αὖθις συμβαλὼν οὐχ ὡς ἤθελεν ἀπήλλαξεν, ὥστε ἠναγκάσθη τελευτῶν ἐπικηρυκεύσασθαι, καὶ πολλῶν πάνυ χρημάτων τὴν εἰρήνην ὠνήσασθαι, ἃ ἔς τε αὐτὸν τὸν Ἀρτάβανον καὶ τοὺς παραδυναστεύοντας αὐτῷ ἐδαπάνησεν, ὡς ἐς πεντακισχιλίας μυριάδας τὸ σύμπαν ἀνάλωμα γενέσθαι. ταῦτα μὲν οὕτως ἔσχε, πόλεμος δὲ τοῖς Ῥωμαίοις ἕτερος οὐκέτ’ ὀθνεῖος ἀλλ’ ἐμφύλιος συνερράγη. οἱ γὰρ στρατιῶται, ἐπειδὴ οὐχ ἡδὺς ἦν αὐτοῖς ὁ Μακρῖνος οὐδὲ ἄπλετά τινα σφίσιν ἐδίδου καὶ ὅσα ὁ Ἀντωνῖνος ἐνεωτέρισεν. ὑπὸ δὲ τὰς ἡμέρας ἐκείνας ἄστρον τι ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς τὸ ἀκροφύσιον ἐπὶ πολλὰς νύκτας ἀνατεῖνον δεινῶς ἡμᾶς ἐξετάραττεν, ὥστε τοῦτο δὴ τὸ τοῦ Ὁμήρου διὰ στόματος ἀεὶ ποιεῖσθαι “ἀμφὶ δὲ σάλπιγξε μέγας οὐρανὸς, ἄιε δὲ Ζεύς.” ἐπράχθη δὲ ὧδε. ἡ Μέσα ἡ τῆς Ἰουλίας τῆς βασιλίδος ἀδελφή, δύο τε θυγατέρας Σοαιμίδα καὶ Μαμαίαν καὶ δύο ἐγγόνους ἄρσενας ἔχουσα ἦν, ὧν ἡ μὲν Οὐάρῳ Μαρκέλλῳ Σύρῳ ἀνδρί, ἡ δὲ Γενεσίῳ Μαρκιανῷ Σύρῳ καὶ αὐτῷ ὄντι συνῴκησεν, οὓς καὶ ἀμφοτέρους τελευτῆσαι ἤδη συμβέβηκεν. Εὐτυχιανὸς δέ τις τῶν Καισαρείων ἔν τε ἀθύρμασι καὶ ἐν γυμνασίοις ἀρέσας, τήν τε τῶν στρατιωτῶν ἐς τὸν Μακρῖνον ἀπέχθειαν συνιδὼν, καί τι καὶ ὑπὸ τοῦ Ἡλίου, ὃν Ἐλεγάβαλον ἐπικαλοῦσι καὶ μεγάλως θρησκεύουσιν, ἄλλων τέ τινων μαντειῶν ἀναπεισθείς, ἐπεχείρησεν τόν τε Μακρῖνον καθελεῖν καὶ τὸν Λοῦπον τὸν τῆς Μέσης ἔγγονον αὐτοκράτορα, καίπερ παιδίον ἔτι ὄντα, ἀντικαταστῆσαι. καὶ κατειργάσατο ἑκάτερον· τοῦ τε γὰρ Ταράντου υἱὸν αὐτὸν μοιχίδιον εἶναι πλασάμενος, καὶ τῇ ἐσθῆτι τῇ ἐκείνου, ᾗ ποτε ἐν παισὶν ἐχρῆτο, κοσμήσας, ἐς τὸ στρατόπεδον νυκτός, μήτε τῆς μητρὸς αὐτοῦ μήτε τῆς τήθης ἐπισταμένης, εἰσήγαγε, καὶ τοὺς στρατιώτας ἅμα τῇ ἕῳ τῆς τοῦ Μαΐου ἑκκαιδεκάτης, γλιχομένους τινὰ ἀφορμὴν ἐπαναστάσεως λαβεῖν, ἀνέπεισε νεοχμῶσαι. |
| S345 | οἳ καὶ Ἀντωνῖνον αὐτὸν ὀνομάσαντες αὐτοκράτορα παραχρῆμα ἀνέδειξαν. ὁ δὲ δὴ Μακρῖνος ἔγραψε μὲν καὶ τῇ βουλῇ περὶ τοῦ Ψευδαντωνίνου παιδίον τε ἀποκαλῶν αὐτὸν καὶ ἔμπληκτον εἶναι λέγων, καὶ περὶ τῶν στρατιωτῶν ὀδυρόμενος ὡς διὰ τὴν περὶ τὰ χρήματα ἀπληστίαν ἀφισταμένων αὐτοῦ· τελευτῶν δ’ οὖν παραμύθιον τῆς συμφορᾶς ἔχειν ἔφη ὅτι τῷ ἀδελφοκτόνῳ τῷ τὴν οἰκουμένην καταλῦσαι ἐπιχειρήσαντι ἐπεβίω. καὶ τοιόνδε τι προσενέγραψεν, ὅτι “πολλοὺς οἶδα μᾶλλον ἐπιθυμοῦντας αὐτοκράτορα σφαγῆναι ἢ αὐτοὺς βιῶναι. τοῦτο δ’ οὐ περὶ ἐμαυτοῦ λέγω, ὅτι τις ἐπιθυμήσειεν ἂν ἢ εὔξαιτό με ἀπολέσθαι.” ἐφ’ ᾧ Φολούιος Διογενιανὸς ἐξεβόησεν ὅτι “πάντα εὐξάμεθα.” οὗτος δ’ ἦν μὲν ἐκ τῶν ὑπατευκότων, σφόδρα δ’ οὐ φρενήρης, καὶ κατὰ τοῦτο οὔτε τοῖς ἄλλοις ἤρεσκεν οὔτ’ αὐτὸς ἑαυτῷ. ταῦτά τε ἐπέστειλεν ὁ Μακρῖνος καὶ ἑαυτὸν μὲν πατέρα τὸν δὲ Διογενιανὸν υἱὸν αὑτοῦ συνεχέστατα ἀπεκάλει, καὶ τὴν ἡλικίαν τοῦ Ψευδαντωνίνου διέβαλλε, πολὺ νεώτερον αὐτοῦ τὸν υἱὸν αὐτοκράτορα ἀποφήνας. ἐξ ὧν ἔτι καὶ μᾶλλον τὴν ταπεινότητα καὶ τὴν μωρίαν αὐτοῦ πάντες κατέγνωμεν. ὁ δὲ δὴ Ψευδαντωνῖνος οὕτω ταχέως ἐπ’ αὐτὸν ἤλασεν ὥστε χαλεπῶς τὸν Μακρῖνον ἐν κώμῃ τινὶ τῶν Ἀντιοχέων, ἑκατὸν καὶ ὀγδοήκοντα τῆς πόλεως σταδίους ἀπεχούσῃ, συμβαλεῖν αὐτῷ. τῇ μὲν οὖν προθυμίᾳ τῇ τῶν δορυφόρων ἐκράτησε (τούς τε γὰρ θώρακας τοὺς λεπιδωτοὺς καὶ τὰς ἀσπίδας τὰς σωληνοειδεῖς ἀφελόμενος αὐτῶν κουφοτέρους σφᾶς ἐν ταῖς μάχαις πεποιήκει), τῇ δὲ ἑαυτοῦ δειλίᾳ ἡττήθη, καθάπερ καὶ τὸ δαιμόνιον αὐτῷ προεδήλωσεν. ὅτε γὰρ τὰ πρῶτα αὐτοῦ περὶ τῆς ἀρχῆς γράμματα ἡμῖν ἀνεγνώσθη, περιστερά τις ἐπὶ εἰκόνα αὐτοῦ, ἐν τῷ συνεδρίῳ ἀνακειμένην ἐπέπτατο. οὐδὲ τὰς γυναῖκας γοῦν τὰς περὶ τὸν Ψευδαντωνῖνον τήν τε Μαῖσαν καὶ τὴν Σοαιμίδα μιμήσασθαι ἴσχυσεν· αὗται γὰρ συνοῦσαι τῷ παιδίῳ ἐπειδὴ τὸ ἑαυτῶν στράτευμα ἀσθενέστατα ἑώρων ἀγωνιζόμενον ἀπό τε τῶν ὀχημάτων καταπηδήσασαι καὶ ἐς τοὺς φεύγοντας εἰσπεσοῦσαι ἐπέσχον αὐτοὺς τῆς φυγῆς ὀδυρόμεναι, καὶ τὸ παιδίον σπασάμενον τὸ ξιφίδιον, ὃ παρέζωστο, ὤφθη σφίσιν ἐπὶ ἵππου θείᾳ τινὶ φορᾷ ὡς καὶ ἐπὶ τοὺς ἐναντίους ἐλάσον. |
| S346 | τοῦτο γὰρ ἰδόντες ἔστησαν, ἐτράποντο δ’ ἂν καὶ ὣς πάλιν, εἰ μὴ ὁ Μακρῖνος ἰδὼν αὐτοὺς ἀνθισταμένους ἔφυγε. καὶ ὁ μὲν οὕτως ἡττηθεὶς τὸν μὲν υἱὸν πρὸς τὸν Ἀρτάβανον ἔπεμψεν, αὐτὸς δὲ ἐς Ἀντιόχειαν ὡς καὶ νενικηκώς, ὅπως καταδεχθῇ, εἰσελθών, ἔπειτα διαγγελθείσης τῆς ἥττης αὐτοῦ, καὶ φόνων ἐκ τούτου πολλῶν κἀν ταῖς ὁδοῖς κἀν τῇ πόλει, ὥς πού τις καὶ εὐνοίας ἑκατέρῳ αὐτῶν εἶχε, γιγνομένων, ἀπέδρα ἐκεῖθεν νυκτὸς ἐπὶ ἵππου, τήν τε κεφαλὴν καὶ τὸ γένειον πᾶν ξυράμενος, καὶ ἐσθῆτα φαιὰν κατὰ τὰς ἁλουργεῖς, ἵν’ ὅτι μάλιστα ἰδιώτῃ τινὶ ἐοίκοι, λαβών. καὶ οὕτω μετ’ ὀλίγων εἰς Αἰγὰς τῆς Κιλικίας ἐλθών, ὀχημάτων τε ἐνταῦθα ὡς καὶ στρατιώτης τις τῶν ἀγγελιαφόρων· ὢν ἐπέβη, καὶ διεξήλασε διὰ τῆς Καππαδοκίας καὶ τῆς Γαλατίας τῆς τε Βιθυνίας μέχρις Ἐριβώλου τοῦ ἐπινείου τοῦ κατ’ ἄντικρυ τῆς τῶν Νικομηδέων πόλεως ὄντος. καὶ ἐς μὲν τὴν Νικομήδειαν οὐκ ἐτόλμησεν εἰσελθεῖν, διαπλέων δὲ ἐς Χαλκηδόνα ἔπεμψε πρός τινα τῶν ἐπιτρόπων ἀργύριον αἰτῶν, καὶ κατὰ τοῦτο ἐγνώσθη. κατελείφθη τε ἐν τῇ Χαλκηδόνι καὶ ἐπελθόντων τῶν ὑπὸ τοῦ Ψευδαντωνίνου πεμφθέντων συνελήφθη καὶ μέχρι τῆς Καππαδοκίας ἤχθη· ἐνταῦθα δὲ μαθὼν ὅτι καὶ ὁ υἱὸς αὐτοῦ ἑαλώκει ἔρριψέ τε αὑτὸν ἀπὸ τοῦ ὀχήματος (οὐ γὰρ ἐδέδετο) καὶ τότε μὲν τὸν ὦμον συνέτριψε, μετ’ οὐ πολὺ δὲ καὶ ἐσφάγη. ὁ μὲν οὖν Μακρῖνος οὕτω, καὶ γέρων ὤν (πεντήκοντα γὰρ καὶ τέσσαρα ἔτη ἦγε) καὶ ἐμπειρίᾳ πραγμάτων προφέρων, ἀρετήν τε ὑποδεικνύων καὶ τοσούτων στρατευμάτων ἄρχων, ὑπὸ παιδαρίου, οὗ μηδὲ τὸ ὄνομα πρότερον ἠπίστατο, κατελύθη, ὥς που καὶ τὸ μαντεῖον αὐτῷ προεμήνυσε. χρωμένῳ γὰρ αὐτῷ τοῦτο ἔφη “ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, σὴ δὲ βίη λέλυται χαλεπὸν δέ σε γῆρας ἱκάνει.” οὕτω που οὐδεὶς οὐδὲ τῶν σφόδρα δοκούντων ἐρρῶσθαι βεβαίαν τὴν ἰσχὺν ἔχει, ἀλλὰ καὶ οἱ πάνυ εὖ πράττοντες ἐξ ἴσου τοῖς λοιποῖς αἰωροῦνται. ὁ δ’ οὖν Μακρῖνος καὶ τάχιστα καὶ βαρυσυμφορώτατα τὴν ἀρχὴν ἀπέβαλεν· ἐνιαυτῷ τε γὰρ καὶ δύο μησί, τριῶν ἡμερῶν, ὥστε καὶ μέχρι τῆς μάχης λογιζομένοις συμβῆναι, δέουσιν, ἦρξεν. ΑΒΙΤΟΣ Ο ΚΑΙ ΨΕΥΔΑΝΤΩΝΙΝΟΣ ΚΑΙ ΣΑΡΔΑΝΑΠΑΛΟΣ. |
| S347 (6t) | ὁ δὲ δὴ Ἀβῖτος εἴτε Ψευδαντωνῖνος εἴτε καὶ Ἀσσύριος ἢ καὶ Σαρδανάπαλος Τιβερῖνός τε (καὶ γὰρ ταύτην τὴν προσηγορίαν, ἐπειδὴ τὸ σῶμα σφαγέντος αὐτοῦ ἐς τὸν Τίβεριν ἐνεβλήθη, ἔλαβεν) ἐπειδὴ τὸ κράτος ἐβεβαιώθη, ἐς τὴν Ῥώμην ἐλθὼν ἓν μέν τι καὶ σφόδρα ἀγαθοῦ αὐτοκράτορος ἔργον ἐποίησε. πολλὰ γὰρ παρὰ πάντων καὶ ἰδίᾳ καὶ κοινῇ ἐκ τῶν τοῦ Μακρίνου γραμμάτων καὶ λόγῳ καὶ ἔργῳ ὑβρισθεὶς οὐδενὶ τὸ παράπαν ἐπεξῆλθεν. ἐς δὲ δὴ τἄλλα πάντα καὶ αἰσχρότατος καὶ παρανομώτατος καὶ μιαιφονώτατος ὤφθη, καίτοι τρισὶν ἔτεσιν καὶ μησὶν ἐννέα ἡμέραις τε τέσσαρσιν ἄρξας, ὡς ἄν τις ἀπὸ τῆς μάχης, ἐν ᾗ τὸ παντελὲς κράτος ἔσχηκεν, ἀριθμήσειεν. ὁ μὲν γὰρ Εὐτυχιανὸς ὁ καὶ Κωμάζων (καὶ τοῦτο γὰρ τοὔνομα ἔκ τε μίμων καὶ γελωτοποιίας ἔσχε) τῶν τε δορυφόρων ἦρξεν, ἐν μηδεμιᾷ τὸ παράπαν ἐπιτροπείᾳ ἢ καὶ προστασίᾳ πλὴν τῆς τοῦ στρατοπέδου ἐξετασθείς, καὶ μετὰ τοῦτο καὶ ὑπάτευσεν, οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ δεύτερον καὶ τρίτον, ὃ μηδενὶ πώποτε ἄλλῳ ὑπῆρξεν· ὅθεν που καὶ τοῦτ’ ἐν τοῖς παρανομωτάτοις ἀριθμηθήσεται. οἱ δὲ δὴ ἄλλοι, ὅσοις οὐκ ἠρέσκετο τῶν ἐπιφανῶν ἀνδρῶν, εἴτε μετὰ προφάσεώς τινος ἢ καὶ χωρὶς προφάσεως ἐφονεύοντο. Οὐαλεριανὸς μὲν γὰρ Παῖτος, ὅτι εἰκόνας τινὰς ἐπιχρύσους πρὸς παλακίδων κοσμήματα ἐξετύπωσε, διεφθάρη. |
| S348 | Μεσάλας δὲ Σίλιος καὶ Βάσσος Πομπώνιος ἐγκλήματα ἔλαβον ὅτι τοῖς πραττομένοις παρ’ αὐτοῦ οὐκ ἠρέσκοντο. τοῦτο γὰρ οὐδὲ τῇ βουλῇ γράψαι περὶ αὐτῶν ὤκνησεν, ἐξεταστὰς αὐτοὺς τοῦ ἑαυτοῦ βίου καὶ ἐπιτιμητὰς τῶν ἐν τῷ παλατίῳ δρωμένων εἰπὼν εἶναι· ὑπῆν δέ τι καὶ ἕτερον αἰτίαμα τῷ Βάσσῳ ὅτι γυναῖκα καὶ εὐπρεπῆ καὶ εὐγενῆ εἶχε· τοῦ τε γὰρ Σευήρου Κλαυδίου καὶ τοῦ Ἀντωνίνου τοῦ Μάρκου ἀπόγονος ἦν. ἀμέλει καὶ ἔγημεν αὐτήν, μηδὲ θρηνῆσαι τὴν συμφορὰν ἐπιτρέψας. καὶ περὶ μὲν τῶν γάμων αὐτοῦ, ὧν τε ἐγάμει ὧν τε ἐγήματο, αὐτίκα λελέξεται· καὶ γὰρ ἠνδρίζετο καὶ ἐθηλύνετο καὶ ἔπραττε καὶ ἔπασχεν ἑκάτερα ἀσελγέστατα. καὶ τί λέγω τοὺς ἄλλους, οὓς οὐδενὶ λόγῳ ἐφόνευε. καὶ τῶν πάνυ γὰρ αὐτῷ φιλτάτων τινάς, ἐπειδὴ σωφρόνως τε καὶ εὐφρόνως ζῆν αὐτὸν ἐνουθέτουν, θανάτῳ ἐζημίωσε. τῶν δὲ δὴ παρανομημάτων αὐτοῦ καὶ τὸ κατὰ τὸν Ἐλεαγάβαλον ἔχεται, οὐχ ὅτι θεόν τινα ξενικὸν ἐς τὴν Ῥώμην εἰσήγαγεν, οὐδ’ ὅτι καινοπρεπέστατα αὐτὸν ἐμεγάλυνεν, ἀλλ’ ὅτι καὶ πρὸ τοῦ Διὸς αὐτοῦ ἤγαγεν αὐτόν, καὶ ὅτι καὶ ἱερέα αὐτοῦ ἑαυτὸν ψηφισθῆναι ἐποίησεν, ὅτι τε τὸ αἰδοῖον περιέτεμε, καὶ ὅτι χοιρείων κρεῶν ἀπείχετο, καὶ μέντοι καὶ ὅτι τὴν ἐσθῆτα τὴν βαρβαρικήν, ᾗ οἱ τῶν Σύρων ἱερεῖς χρῶνται, καὶ δημοσίᾳ πολλάκις ἑωρᾶτο ἐνδεδυμένος· ἀφ’ οὗπερ οὐχ ἥκιστα καὶ τὴν τοῦ Ἀσσυρίου ἐπωνυμίαν ἔλαβεν. ἔγημε δὲ Κορνηλίαν Παῦλαν, ἵνα δὴ θᾶσσον, ὥσπερ ἔφη, πατὴρ γένηται ὁ μηδ’ ἀνὴρ εἶναι δυνάμενος. ἐν δ’ οὖν τοῖς γάμοις οὐχ ὅπως ἡ γερουσία ἥ τε ἱππάς, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ τῶν βουλευτῶν διανομήν τινα ἔλαβον, ὅ τε δῆμος πεντήκοντα καὶ ἑκατὸν δραχμαῖς καὶ οἱ στρατιῶται ἑκατὸν πλείοσιν εἱστιάθησαν, μονομάχων τε ἀγῶνες ἐγένοντο, ἱμάτιον αὐτοῦ περιπόρφυρον ἐνδύντος, ὃ καὶ ἐν ταῖς εὐχωλιμαίαις θέαις ἐπεποιήκει. καὶ θηρία ἄλλα τε πολλὰ καὶ ἐλέφας τίγριδές τε μία καὶ πεντήκοντα ἐσφάγησαν· ὃ μηδεπώποτε ἀθρόον ἐγεγόνει. εἶτα τὴν Παῦλαν ὡς καὶ κηλῖδά τινα περὶ τὸ σῶμα ἔχουσαν ἀποπέμψας Ἀκυλίᾳ Σευήρᾳ συνῴκησεν, ἐκφανέστατα παρανομήσας· ἱερωμένην γὰρ αὐτὴν τῇ Ἑστίᾳ ἀσεβέστατα ᾔσχυνε. ἐτόλμησε δὲ καὶ εἰπεῖν ὅτι “ἵνα δὴ καὶ θεοπρεπεῖς παῖδες ἔκ τε ἐμοῦ τοῦ ἀρχιερέως ἔκ τε ταύτης τῆς ἀρχιερείας γεννῶνται, τοῦτ’ ἐποίησα·” καὶ ἐφ’ οἷς αὐτὸν ἐν τῇ ἀγορᾷ αἰκισθέντα εἶτα ἐς τὸ δεσμωτήριον ἐμβληθῆναι κἀνταῦθα θανατωθῆναι ἔδει, ἐπὶ τούτοις ἐκαλλωπίζετο. |
| S349 | καὶ οὐδὲ ἐκείνην μέντοι ἐπὶ πολὺ κατέσχεν, ἀλλὰ ἑτέραν, εἶθ’ ἑτέραν καὶ μάλα ἄλλην ἔγημε, καὶ μετὰ τοῦτο πρὸς τὴν Σευῆραν ἐπανῆλθεν. ἐγεγόνει δὲ καὶ τέρατα ἐν τῇ Ῥώμῃ, ἄλλα τε καὶ ἐκ τοῦ ἀγάλματος τῆς Ἴσιδος, ὃ ὑπὲρ τὸ ἀέτωμα τοῦ ναοῦ αὐτῆς ἐπὶ κυνὸς ὀχεῖται· τὸ γὰρ πρόσωπον ἐς τὸ εἴσω μετέστρεψεν. ὁ δὲ Σαρδανάπαλος καὶ ἀγῶνας ἐποίει καὶ θέας συχνάς, ἐν αἷς Αὐρήλιος Αἴλιξ ὁ ἀθλητὴς εὐδοκίμησεν, ὃς τοσοῦτον τοὺς ἀνταγωνιστὰς ὑπερῆρεν ὥστε πάλην τε ἅμα καὶ παγκράτιον ἐν τῇ Ὀλυμπίᾳ ἀγωνίσασθαι ἐθελῆσαι, κἀν τοῖς Καπιτωλίοις καὶ ἄμφω νικῆσαι. οἱ μὲν γὰρ Ἠλεῖοι φθονήσαντες αὐτῷ, μή (τὸ λεγόμενον δὴ τοῦτο) ἀφ’ Ἡρακλέους ὄγδοος γένηται, οὐδὲ ἐκάλεσαν εἰς τὸ στάδιον παλαιστὴν οὐδένα, καίπερ ἐν τῷ λευκώματι καὶ τοῦτο τὸ ἄθλημα προγράψαντες· ἐν δὲ δὴ τῇ Ῥώμῃ καὶ ἐνίκησεν ἑκάτερον, ὃ μηδεὶς ἄλλος ἐπεποιήκει. ἵνα δὲ παρῶ τάς τε βαρβαρικὰς ᾠδὰς ἃς ὁ Σαρδανάπαλος τῷ Ἐλεαγαβάλῳ ᾖδε τῇ μητρὶ ἅμα καὶ τῇ τήθῃ, τάς τε ἀπορρήτους θυσίας ἃς αὐτῷ ἔθυε, παῖδας σφαγιαζόμενος καὶ μαγγανεύμασι χρώμενος, ἀλλὰ καὶ εἰς τὸν ναὸν αὐτοῦ λέοντα καὶ πίθηκον καὶ ὄφιν τινὰ ζῶντα ἐγκατακλείσας, αἰδοῖά τε ἀνθρώπου ἐμβαλών, καὶ ἄλλ’ ἄττα ἀνοσιουργῶν, περιάπτοις τέ τισι μυρίοις ἀεί ποτε χρώμενος, —ἵνα ταῦτα παραδράμω, καὶ γυναῖκα, τὸ γελοιότατον, Ἐλεαγαβάλῳ ἐμνήστευσε καθάπερ καὶ γάμου παίδων τε δεομένῳ. καὶ ἔδει γὰρ μήτε πενιχρὰν μήτε δυσγενῆ τινα εἶναι αὐτήν, τὴν Οὐρανίαν τὴν τῶν Καρχηδονίων ἐπελέξατο, καὶ ἐκεῖθέν τε αὐτὴν μετεπέμψατο καὶ ἐς τὸ παλάτιον καθίδρυσεν, ἔδνα τε αὐτῇ παρὰ πάντων τῶν ὑπηκόων, ὥσπερ καὶ ἐπὶ τῶν ἑαυτοῦ γυναικῶν, ἤθροισε. τὰ μὲν δὴ οὖν ἔδνα, ὅσα ἐδόθησαν ζῶντος αὐτοῦ, μετὰ ταῦτα εἰσεπράχθη· τὴν δὲ δὴ προῖκα οὐκ ἔφη κομίσασθαι, πλὴν δύο λεόντων χρυσῶν, οἳ καὶ συνεχωνεύθησαν. ἀλλ’ οὗτος ὁ Σαρδανάπαλος, ὁ καὶ τοὺς θεοὺς γάμου νόμῳ συνοικίζειν ἀξιῶν, ἀσελγέστατα αὐτὸς διεβίω. |
| S350 | γυναιξὶ μὲν γὰρ καὶ πλείοσι συνείργνυτο, οὐ μέντοι ὡς καὶ αὐτός τι αὐτῶν δεόμενος, ἀλλὰ ἵνα τῇ συγκοιμήσει τῇ μετὰ τῶν ἐραστῶν τὰ ἔργα αὐτῶν μιμῆται. πολλὰ δὲ καὶ ἄτοπα, ἃ μήτε λέγων μήτε ἀκούων 〈ἄν〉 τις καρτερήσειεν, ἔδρασε τῷ σώματι καὶ ἔπαθε· τὰ δὲ δὴ περιφανέστατα, καὶ ἃ μηδ’ ἂν ἀποκρύψαιτό τις, τάδε ἐστίν. ἐς καπηλεῖα εἰσῄει νύκτωρ περιθεταῖς κόμαις χρώμενος, καὶ τὰ τῶν καπηλίδων εἰργάζετο. ἐς τὰ πορνεῖα τὰ περιβόητα εἰσεφοίτα, καὶ τὰς ἑταίρας ἐξελαύνων ἐπόρνευε. καὶ τέλος ἐν τῷ παλατίῳ οἴκημά τι ἀποδείξας ἐνταῦθα ἠσέλγαινε, γυμνός τ’ ἀεὶ ἐπὶ τῆς θύρας αὐτοῦ ἑστὼς ὥσπερ αἱ πόρναι, καὶ τὸ σινδόνιον χρυσοῖς κρίκοις ἐξηρτημένον διασείων, τούς τε παριόντας ἁβρᾷ τε καὶ κεκλασμένῃ τῇ φωνῇ προσεταιριζόμενος. ἦσαν γὰρ οἷς ἐξεπίτηδες τοῦτο ποιεῖν προσετέτακτο. ὥσπερ γὰρ καὶ ἐς τἄλλα, καὶ ἐς ἐκεῖνο διερευνητὰς συχνοὺς εἶχε, δι’ ὧν ἐπολυπραγμόνει τοὺς μάλιστα αὐτῷ ἀρέσαι τῇ ἀκαθαρσίᾳ δυναμένους. χρήματά τε παρ’ αὐτῶν συνέλεγε, καὶ ἐγαυροῦτο ταῖς ἐμπολαῖς· πρός τε τοὺς συνασχημονοῦντάς οἱ διεφέρετο, πλείους τε ἐραστὰς αὐτῶν ἔχειν καὶ πλεῖον ἀργυρίζεσθαι λέγων. καὶ ταῦτα μὲν πρὸς πάντας ὁμοίως τοὺς χρωμένους αὐτῷ ἔδρα, ἤδη δὲ καὶ ἐξαίρετόν τινα ἄνδρα ἔσχεν, ὃν Καίσαρα διὰ τοῦτ’ ἀποδεῖξαι ἠθέλησεν. ἤλαυνε μὲν γὰρ ἅρμα τῇ πρασίῳ στολῇ χρώμενος, ἰδίᾳ τε καὶ οἴκοι, 〈εἴγε οἶκον〉 ἔνι φάναι τοῦτ’ εἶναι ἔνθα ἠγωνοθέτουν οἵ τε ἄλλοι οἱ περὶ αὐτὸν πρῶτοι, καὶ οἱ ἔπαρχοι αὐτοὶ ἥ τε τήθη καὶ ἡ μήτηρ καὶ αἱ γυναῖκες καὶ προσέτι καὶ τῶν ἐκ τῆς βουλῆς ἄλλοι τε καὶ ὁ Λέων ὁ πολίαρχος, καὶ ἐθεῶντο αὐτὸν καὶ ἁρματηλατοῦντα καὶ χρυσοῦς ὥσπερ τινὰ τῶν τυχόντων αἰτοῦντα, τούς τε ἀγωνοθέτας καὶ τοὺς στασιώτας προσκυνοῦντα. καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ὠρχεῖτο, οὔτε γε ἐν ὀρχήστρᾳ μόνον, ἀλλὰ καὶ ἐμβαδίζων τρόπον τινὰ καὶ θύων ἀσπαζόμενός τε καὶ δημηγορῶν. καὶ τέλος, ἵν’ ἤδη ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ἐπανέλθω, καὶ ἐγήματο, γυνή τε καὶ δέσποινα βασιλίς τε ὠνομάζετο, καὶ ἐριούργει, κεκρύφαλόν τε ἔστιν ὅτε ἐφόρει, καὶ τοὺς ὀφθαλμοὺς ἐνηλείφετο. ἅπαξ μὲν γὰρ ἀπεκείρατο τὸ γένειον, καὶ ἐπ’ αὐτῷ ἑορτὴν ἤγαγε· μετὰ δὲ τοῦτ’ ἐψιλίζετο, ὥστε καὶ ἐκ τούτου γυναικίζειν. |
| S351 | καὶ πολλάκις καὶ κατακείμενος τοὺς βουλευτὰς ἠσπάζετο. ὁ δὲ δὴ ἀνὴρ αὐτῆς Ἱεροκλῆς ἦν, Καρικὸν ἀνδράποδον, καὶ ἁρματηλάτης ἐγένετο. κἀκ τούτου καὶ παραδοξότατα αὐτῷ ἠρέσθη· ἐν γάρ τοι ἱπποδρομίᾳ τινὶ ἐκπεσὼν τοῦ ἅρματος κατ’ αὐτὴν τὴν τοῦ Σαρδαναπάλου ἕδραν τό τε κράνος ἐν τῇ πτώσει ἀπέρριψε, καὶ ἐκφανεὶς αὐτῷ (λειογένειος δ’ ἔτι ἦν καὶ κόμῃ ξανθῇ ἐκεκόσμητο) ἀνηρπάσθη τε εὐθὺς ἐς τὸ παλάτιον, κἀν τοῖς νυκτερινοῖς ἔργοις καὶ μᾶλλον ἑλὼν αὐτὸν ὑπερηυξήθη, ὥστε καὶ ὑπὲρ αὐτὸν ἐκεῖνον ἰσχῦσαι, καὶ βραχὺ νομισθῆναι τὸ τὴν μητέρα αὐτοῦ ἔτι δούλην οὖσαν ἔς τε τὴν Ῥώμην ὑπὸ στρατιωτῶν ἀχθῆναι κἀν ταῖς τῶν ὑπατευκότων γυναιξὶ συναριθμηθῆναι. πολλάκις μὲν γὰρ καὶ ἄλλοι ἐτιμήθησαν ὑπ’ αὐτοῦ καὶ ἐδυνήθησαν, οἱ μὲν ὅτι συνεπανέστησαν, οἱ δὲ ὅτι ἐμοίχευον αὐτόν· καὶ γὰρ μοιχεύεσθαι δοκεῖν, ἵνα κἀν τούτῳ τὰς ἀσελγεστάτας γυναῖκας μιμῆται, ἤθελε, καὶ πολλάκις ἑκὼν καὶ ἐπ’ αὐτοφώρῳ ἡλίσκετο, καὶ διὰ τοῦτο καὶ ἐλοιδορεῖτο ἀσελγῶς πρὸς τοῦ ἀνδρός, καὶ ὥστε καὶ ὑπώπια σχεῖν πληγὰς ἐλάμβανεν. ἐκεῖνον δ’ οὖν οὕτως οὐ κούφῃ τινὶ φορᾷ ἀλλὰ πόνῳ καὶ δευσοποιῷ ἔρωτι ἠγάπα, ὥστε μὴ ὅτι ἐπὶ τοιούτῳ τινὶ ἀγανακτῆσαι, ἀλλὰ καὶ τοὐναντίον ἐπ’ αὐτοῖς ἐκείνοις μᾶλλον αὐτὸν φιλῆσαι, καὶ Καίσαρα ὄντως ἀποφῆναι θελῆσαι, καὶ τῇ τε τήθῃ διὰ τοῦτο ἐμποδὼν γενομένῃ ἀπειλῆσαι, καὶ τοῖς στρατιώταις οὐχ ἥκιστα δι’ αὐτὸν προσκροῦσαι. καὶ ὁ μὲν ἔμελλέ που καὶ διὰ ταῦτα ἀπολεῖσθαι, Αὐρήλιος δὲ δὴ Ζωτικός, ἀνὴρ Σμυρναῖος, ὃν καὶ μάγειρον ἀπὸ τῆς τοῦ πατρὸς τέχνης ἐκάλουν, καὶ ἐφιλήθη πάνυ ὑπ’ αὐτοῦ καὶ ἐμισήθη, καὶ διὰ τοῦτο καὶ ἐσώθη. οὗτος γὰρ δὴ καλὸν μὲν καὶ τὸ πᾶν σῶμα ὥστε καὶ ἐν ἀθλήσει ἔχων, πολὺ δὲ δὴ πάντας τῷ τῶν αἰδοίων μεγέθει ὑπεραίρων, ἐμηνύθη τε αὐτῷ ὑπὸ τῶν ταῦτα ἐξεταζόντων, καὶ ἐξαίφνης ἐκ τῶν ἀγώνων ἀναρπασθεὶς ἀνήχθη τε εἰς τὴν Ῥώμην ὑπὸ πομπῆς ἀπλέτου καὶ ὅσην οὔτε Αὔγαρος ἐπὶ τοῦ Σευήρου οὔτε Τηριδάτης ἐπὶ τοῦ Νέρωνος ἔσχε, πρόκοιτός τε καὶ πρὶν ὀφθῆναι ἀποδειχθείς, ἐς τὸ παλάτιον λυχνοκαΐᾳ πολλῇ λαμπόμενος εἰσῆλθε. καὶ ὃς ἰδὼν ἀνέθορέ τε ἐρρυθριασμένως, καὶ προσειπόντα, οἷον εἰκὸς ἦν, “κύριε αὐτοκράτορ χαῖρε,” θαυμαστῶς τόν τε αὐχένα γυναικίσας καὶ τοὺς ὀφθαλμοὺς ἐπεγκλάσας ᾐμείψατο, καὶ ἔφη οὐδὲν διστάσας “μή με λέγε κύριον· ἐγὼ γὰρ κυρία εἰμί. |
| S352 | ” καὶ ὁ μὲν συλλουσάμενός τε αὐτῷ παραχρῆμα, καὶ ἐπὶ πλεῖον ἐκ τῆς γυμνώσεως, ἅτε καὶ ἰσόρροπον τῇ φήμῃ εὑρὼν αὐτὸν ὄντα, πασχητιάσας ἔν τε τοῖς στέρνοις αὐτοῦ κατεκλίθη, κἀν τοῖς κόλποις ὥσπερ ἐρωμένη δεῖπνον εἵλετο· ὁ δὲ Ἱεροκλῆς φοβηθεὶς μὴ καὶ μᾶλλον αὐτὸν ἑαυτοῦ δουλώσηται, καί τι δι’ αὐτοῦ δεινόν, οἷα ἐν ἀντερασταῖς εἴωθε γίνεσθαι, πάθῃ, φαρμάκῳ τινὶ αὐτὸν διὰ τῶν οἰνοχόων, προσφιλῶν που ἑαυτῷ ὄντων, ἐξεθήλυνε. καὶ οὕτως ἐκεῖνος ἀστυσίᾳ παρὰ πᾶσαν τὴν νύκτα συσχεθεὶς ἀφῃρέθη τε πάντων ὧν τετυχήκει, καὶ ἐξηλάσθη ἔκ τε τοῦ παλατίου καὶ ἐκ τῆς Ῥώμης καὶ μετὰ ταῦτα καὶ ἐκ τῆς λοιπῆς Ἰταλίας· ὃ καὶ ἔσωσεν αὐτόν. ἔμελλε δέ που καὶ αὐτὸς ὁ Σαρδανάπαλος ἀξιώτατον τῆς μιαρίας τῆς ἑαυτοῦ μισθὸν οὐ πολλῷ ὕστερον κομιεῖσθαι. ἅτε γὰρ ταῦτα ποιῶν καὶ ταῦτα πάσχων ἐμισήθη ὑπό τε τοῦ δήμου καὶ ὑπὸ τῶν στρατιωτῶν, οἷς μάλιστα προσέκειτο, καὶ τελευταῖον καὶ ἐν αὐτῷ τῷ στρατοπέδῳ ὑπ’ αὐτῶν ἐσφάγη. ἔσχε δὲ οὕτως. τὸν Βασσιανὸν τὸν ἀνεψιὸν αὑτοῦ ἐς τὸ συνέδριον εἰσαγαγών, καὶ τὴν Μαῖσαν καὶ τὴν Σοαιμίδα ἑκατέρωθεν παραστησάμενος, παῖδα ἔθετο, ἑαυτὸν δὲ ὡς καὶ πατέρα ἐξαίφνης τηλικούτου παιδίου, ὃς καὶ πολὺ τῇ ἡλικίᾳ αὐτοῦ προέχοντα, ἐμακάρισε, καὶ μηδὲν ἄλλου τέκνου δεῖσθαι ἔφησεν, ἵν’ ἡ οἰκία αὐτοῦ ἄνευ ἀθυμιῶν διαγένηται· καὶ γὰρ τὸν Ἐλεαγάβαλον τοῦτό τέ οἱ ποιῆσαι καὶ Ἀλέξανδρον αὐτὸν προσονομάσαι κεκελευκέναι. καὶ ἔγωγε πείθομαι ἐκ θείας τινὸς παρασκευῆς ὡς ἀληθῶς αὐτὰ γεγονέναι, τεκμαιρόμενος οὐχ οἷς ἐκεῖνος εἶπεν, ἀλλ’ ἔκ τε τοῦ λεχθέντος αὐτῷ ὑπό τινος ὅτι ἄρα ὡς Ἀλέξανδρος ἐξ Ἐμέσης ἐλθὼν αὐτὸν διαδέξεται, καὶ ἐκ τοῦ συμβεβηκότος ἔν τε τῇ Μυσίᾳ τῇ ἄνω καὶ τῇ Θρᾴκῃ. ὀλίγον γὰρ τούτων πρότερον δαίμων τις, Ἀλέξανδρός τε ὁ Μακεδὼν ἐκεῖνος εἶναι λέγων καὶ τὸ εἶδος αὐτοῦ τήν τε σκευὴν ἅπασαν φέρων, ὡρμήθη τε ἐκ τῶν περὶ τὸν Ἴστρον χωρίων, οὐκ οἶδ’ ὅπως ἐκείνῃ ἐκφανείς, καὶ διά τε τῆς Ἀσίας καὶ τῆς Θρᾴκης διεξῆλθε βακχεύων μετ’ ἀνδρῶν τετρακοσίων, θύρσους τε καὶ νευρίδας ἐνεσκευασμένων, κακὸν οὐδὲν δρώντων. |
| S353 | ὡμολόγητο δὲ παρὰ πάντων τῶν ἐν τῇ Θρᾴκῃ τότε γενομένων ὅτι καὶ καταγωγαὶ καὶ τὰ ἐπιτήδεια αὐτῷ πάντα δημοσίᾳ παρεσκευάσθη· καὶ οὐδεὶς ἐτόλμησεν οὔτ’ ἀντειπεῖν οἱ οὔτ’ ἀντᾶραι, οὐκ ἄρχων, οὐ στρατιώτης, οὐκ ἐπίτροπος, οὐχ οἱ τῶν ἐθνῶν ἡγούμενοι, ἀλλ’ ὥσπερ ἐν πομπῇ τινι μεθ’ ἡμέραν ἐκ προρρήσεως ἐκομίσθη μέχρι τοῦ Βυζαντίου. ἐντεῦθεν γὰρ ἐξαναχθεὶς προσέσχε μὲν τῇ Καρχηδονίᾳ γῇ, ἐκεῖ δὲ δὴ νυκτὸς ἱερά τινα ποιήσας καὶ ἵππον ξύλινον καταχώσας ἀφανὴς ἐγένετο. ταῦτα μὲν ἐν τῇ Ἀσίᾳ ἔτι, ὡς εἶπον, ὤν, πρὶν καὶ ὁτιοῦν περὶ τὸν Βασσιανὸν ἐν τῇ Ῥώμῃ γενέσθαι, ἔμαθον. ἕως μὲν οὖν ὁ Σαρδανάπαλος τὸν ἀνεψιὸν ἐφίλει, ἐσώζετο· ἐπεὶ δὲ πάντας ὑπώπτευε καὶ ἐμάνθανε πρὸς ἐκεῖνον ῥέποντας ὁλοσχερῶς ταῖς εὐνοίαις, ἐτόλμησε μεταγνῶναι καὶ πάντα ἐπὶ καθαιρέσει αὐτοῦ ἔπραττεν. ὡς δέ ποτε καὶ ἀνελεῖν αὐτὸν ἐπεχείρησεν, οὐ μόνον οὐδὲν ἤνυσεν, ἀλλὰ καὶ αὐτὸς ἀποθανεῖν ἐκινδύνευσεν· ὅ τε γὰρ Ἀλέξανδρος ὑπό τε τῆς μητρὸς καὶ τῆς τήθης ὑπό τε τῶν στρατιωτῶν ἰσχυρῶς ἐφυλάσσετο, καὶ οἱ δορυφόροι αἰσθόμενοι τὴν ἐπιχείρησιν τοῦ Σαρδαναπάλου δεινῶς ἐθορύβησαν, οὐ πρίν τε ἐπαύσαντο στασιάζοντες ἢ τὸν Σαρδανάπαλον τὸ στρατόπεδον σὺν τῷ Ἀλεξάνδρῳ καταλαβόντα, πολλά τε ἱκετεύσαντα καὶ τοὺς ἐξαιτηθέντας παρ’ αὐτῶν τῶν συνασελγαινόντων αὐτῷ ἐκδοῦναι ἀναγκασθέντα, ὑπέρ τε τοῦ Ἱεροκλέους οἰκτρὰ λαλήσαντα καὶ δάκρυσι κλαύσαντα, τήν τε σφαγὴν τὴν ἑαυτοῦ προδείξαντα, καὶ ἐπειπόντα “ἕνα μοι τοῦτον χαρίσασθε, ὅ τι βούλεσθε περὶ αὐτοῦ ὑποτοπήσαντες, ἢ ἐμὲ ἀποκτείνατε,” μόλις αὐτοὺς ἐκμειλίξασθαι. τότε μὲν οὖν μόλις ἐσώθη· καὶ γὰρ καὶ ἡ τήθη αὐτοῦ ἐμίσει τε αὐτὸν ἐφ’ οἷς ἔπραττεν, ὡς οὐδὲ τοῦ Ἀντωνίνου υἱὸν ὄντα, καὶ πρὸς τὸν Ἀλέξανδρον ὡς καὶ ὄντως ἐξ αὐτοῦ γεγονότα ἀπέκλινε· μετὰ δὲ ταῦτα ἐπιβεβουλευκὼς πάλιν τῷ Ἀλεξάνδρῳ, καὶ θορυβησάντων ἐπὶ τούτῳ τῶν δορυφόρων σὺν αὐτῷ ἐς τὸ στρατόπεδον εἰσελθών, ὡς ᾔσθετο φυλαττόμενον ἑαυτὸν ἐπὶ ἀναιρέσει, ἐπειδὴ καὶ αἱ μητέρες αὐτῶν ἐκφανέστερον ἢ πρὶν ἀλλήλαις μαχόμεναι τοὺς στρατιώτας ἠρέθιζον, φεύγειν πως ἐπεχείρησε. |
| S354 | καὶ ἔμελλεν ἐς τύλλον ἐμβληθεὶς ἐκδρᾶναί ποι, φωραθεὶς δὲ ἀπεσφάγη, ὀκτωκαίδεκα ἔτη γεγονώς. καὶ αὐτῷ καὶ ἡ μήτηρ (περιπλακεῖσα γὰρ ἀπρὶξ εἴχετο) συναπώλετο. καὶ αἵ τε κεφαλαὶ αὐτῶν ἀπεκόπησαν, καὶ τὰ σώματα γυμνωθέντα τὸ μὲν πρῶτον διὰ πάσης τῆς πόλεως ἐσύρη, ἔπειτα τὸ μὲν τῆς γυναικὸς ἄλλως πως ἐρρίφη, τὸ δὲ ἐκείνου ἐς τὸν ποταμὸν ἐνεβλήθη. καὶ αὐτῷ ἄλλοι τε καὶ ὁ Ἱεροκλῆς οἵ τε ἔπαρχοι συναπώλοντο καὶ Αὐρήλιος Εὔβουλος, ὃς Ἐμεσηνὸς μὲν τὸ γένος ἦν, τοὺς δὲ δὴ καθόλου λόγους ἐπιτετραμμένος, οὐδὲν ὅ τι οὐκ ἐδήμευσε. τότε δ’ οὖν ὑπό τε τοῦ δήμου καὶ τῶν στρατιωτῶν διεσπάσθη, καὶ Φούλβιος σὺν αὐτῷ ὁ πολίαρχος. καὶ αὐτὸν ὁ Κωμάζων, ὡς καὶ τὸν πρὸ αὐτοῦ, διεδέξατο· ὥσπερ γὰρ προσωπεῖόν τι ἐς τὰ θέατρα ἐν τῷ διακένῳ τῆς τῶν κωμῳδῶν ὑποκρίσεως εἰσεφέρετο, [καὶ] οὕτω καὶ ἐκεῖνος τῇ τῶν πολιαρχησάντων ἐπ’ αὐτοῦ κενῇ χώρᾳ προσετάττετο. ὅ τε Ἐλογάβαλος αὐτὸς ἐκ τῆς Ῥώμης παντάπασιν ἐξέπεσε. τὰ μὲν τοῦ Τιβερίνου οὕτως ἔσχε, καὶ οὐδεὶς οὐδὲ τῶν συγκατασκευασάντων αὐτῷ τὴν ἐπανάστασιν καὶ μέγα ἐπ’ αὐτῷ δυνηθέντων, πλὴν ἑνός που, ἐσώθη. ΑΛΕΞΑΝΔΡΟΣ. |
| S355 (8t) | Ἀλέξανδρος δὲ μετ’ ἐκεῖνον εὐθὺς αὐταρχήσας Δομιτίῳ τινὶ Οὐλπιανῷ τήν τε τῶν δορυφόρων προστασίαν καὶ τὰ λοιπὰ τῆς ἀρχῆς ἐπέτρεψε πράγματα. ταῦτα μὲν ἀκριβώσας, ὡς ἕκαστα ἠδυνήθην, συνέγραψα· τὰ δὲ δὴ λοιπὰ ἀκριβῶς ἐπεξελθεῖν οὐχ οἷός τε ἐγενόμην διὰ τὸ μὴ ἐπὶ πολὺν χρόνον ἐν τῇ Ῥώμῃ διατρῖψαι. ἔκ τε γὰρ τῆς Ἀσίας ἐς τὴν Βιθυνίαν ἐλθὼν ἠρρώστησα, κἀκεῖθεν πρὸς τὴν ἐν τῇ Ἀφρικῇ ἡγεμονίαν ἠπείχθην, ἐπανελθών τε εἰς τὴν Ἰταλίαν εὐθέως ὡς εἰπεῖν ἔς τε τὴν Δαλματίαν κἀντεῦθεν εἰς τὴν Πανονίαν τὴν ἄνω ἄρξων ἐπέμφθην, καὶ μετὰ τοῦτ’ εἰς τὴν Ῥώμην καὶ ἐς τὴν Καμπανίαν ἀφικόμενος παραχρῆμα οἴκαδε ἐξωρμήθην. διὰ μὲν οὖν ταῦτα οὐκ ἠδυνήθην ὁμοίως τοῖς πρόσθεν καὶ τὰ λοιπὰ συνθεῖναι, κεφαλαιώσας μέντοι ταῦτα, ὅσα γε καὶ μέχρι τῆς δευτέρας μου ὑπατείας ἐπράχθη, διηγήσομαι. ὁ Οὐλπιανὸς πολλὰ μὲν τῶν οὐκ ὀρθῶς ὑπὸ τοῦ Σαρδαναπάλου πραχθέντων ἐπηνώρθωσε, τὸν δὲ δὴ Φλαβιανὸν τόν τε Χρῆστον ἀποκτείνας, ἵνα αὐτοὺς διαδέξηται, καὶ αὐτὸς οὐ πολλῷ ὕστερον ὑπὸ τῶν δορυφόρων ἐπιθεμένων οἱ νυκτὸς κατεσφάγη, καίτοι καὶ πρὸς τὸ παλάτιον ἀναδραμὼν καὶ πρὸς αὐτὸν τὸν αὐτοκράτορα τήν τε μητέρα αὐτοῦ καταφυγών. ζῶντος δ’ οὖν ἔτι αὐτοῦ στάσις μεγάλη 〈τοῦ δήμου〉 πρὸς τοὺς δορυφόρους ἐκ βραχείας τινὸς αἰτίας ἐγένετο, ὥστε καὶ ἐπὶ τρεῖς ἡμέρας μάχεσθαί τε ἀλλήλοις καὶ πολλοὺς ὑπ’ ἀμφοτέρων ἀπολέσθαι. ἡττώμενοι δὲ οἱ στρατιῶται πρὸς ἔμπρησιν τῶν οἰκοδομημάτων ἐτράποντο. |
| S356 | κἀκ τούτου δείσας ὁ δῆμος μὴ καὶ πᾶσα ἡ πόλις φθαρῇ, καὶ ἄκων σφίσι συνηλλάγη. ταῦτά τε οὖν ἐγένετο, καὶ ὁ Ἐπάγαθος, ὡς καὶ αἴτιος τῷ Οὐλπιανῷ τοῦ ὀλέθρου 〈τό〉 πλέον γενόμενος, εἴς τε Αἴγυπτον ὡς ἄρξων αὐτῆς ἐπέμφθη, ἵνα μή τις ἐν τῇ Ῥώμῃ κολασθέντος αὐτοῦ ταραχὴ γένηται, κἀκεῖθεν εἰς Κρήτην ἀπαχθεὶς ἐδικαιώθη. πολλαὶ δὲ καὶ παρὰ πολλῶν ἐπαναστάσεις γενόμεναι, καί τινες καὶ ἰσχυρῶς ἐκφοβήσασαι, κατεπαύθησαν. τὰ δὲ ἐν τῇ Μεσοποταμίᾳ καὶ φοβερώτερα, καὶ ἀληθέστερον δέος σύμπασιν, οὐχ ὅτι τοῖς ἐν Ῥώμῃ ἀλλὰ καὶ τοῖς ἄλλοις, παρέσχεν. Ἀρταξέρξης γάρ τις Πέρσης τούς τε Πάρθους τρισὶ μάχαις νικήσας, καὶ τὸν βασιλέα αὐτῶν Ἀρτάβανον ἀποκτείνας, ἐπὶ τὴν Ἀρμενίαν ἤλασε, κἀνταῦθα πρός τε τῶν ἐπιχωρίων καὶ πρὸς Μήδων τινῶν τῶν τε τοῦ Ἀρταβάνου παίδων πταίσας, ὡς μέν τινες λέγουσιν, ἔφυγεν, ὡς δ’ ἕτεροι, ἀνεχώρησε πρὸς παρασκευὴν δυνάμεως μείζονος. οὗτός τε οὖν φοβερὸς ἡμῖν ἐγένετο, στρατεύματι πολλῷ οὐ μόνον τῇ Μεσοποταμίᾳ ἀλλὰ καὶ τῇ Συρίᾳ ἐφεδρεύσας, καὶ ἀπειλῶν ἀνακτήσεσθαι πάντα, ὡς καὶ προσήκοντά οἱ ἐκ προγόνων, ὅσα ποτὲ οἱ πάλαι Πέρσαι μέχρι τῆς Ἑλληνικῆς θαλάσσης ἔσχον, οὐχ ὅτι αὐτός τις ἄμαχος εἶναι δοκεῖ, ἀλλ’ ὅτι οὕτω τὰ στρατιωτικὰ ἡμῶν διάκειται ὥστε τοὺς μὲν καὶ προστίθεσθαι αὐτῷ τοὺς δὲ οὐκ ἐθέλειν ἀμύνεσθαι. τοσαύτῃ γὰρ ἅμα τρυφῇ καὶ ἐξουσίᾳ ἀνεπιπληξίᾳ τε χρῶνται ὥστε τολμῆσαι Φλάβιον Ἡρακλέωνα τοὺς ἐν τῇ Μεσοποταμίᾳ τὸν ἄρχοντα σφῶν ἀποκτεῖναι, καὶ τοὺς δορυφόρους πρὸς τῷ Οὐλπιανῷ καὶ ἐμὲ αἰτιάσασθαι ὅτι τῶν ἐν τῇ Πανονίᾳ στρατιωτῶν ἐγκρατῶς ἦρξα, καὶ ἐξαιτῆσαι, φοβηθέντας μὴ καὶ ἐκείνους τις ὁμοίως τοῖς Πανονικοῖς ἄρχεσθαι καταναγκάσῃ. οὐ μέντοι προετίμησέ τι αὐτῶν ὁ Ἀλέξανδρος, ἀλλὰ καὶ τοὐναντίον ἄλλως τε ἐσέμνυνέ με καὶ δεύτερον ὑπατεύσοντα σὺν αὐτῷ ἀπέδειξε, τό τε ἀνάλωμα τὸ τῆς ἀρχῆς [αὐτῷ] αὐτὸς ἀναλώσειν ὑπεδέξατο. ἀχθεσθέντων δὲ αὐτῶν ἐπὶ τούτοις ἐφοβήθην μὴ καὶ ἀποκτείνωσί με ἐν τῷ τῆς ἀρχῆς σχήματι ἰδόντες, καὶ ἐκέλευσεν ἔξω τῆς Ῥώμης ἐν τῇ Ἰταλίᾳ που διατρῖψαι τὸν τῆς ὑπατείας χρόνον. καὶ οὕτω μετὰ ταῦτα ἔς τε τὴν Ῥώμην καὶ ἐς τὴν Καμπανίαν πρὸς αὐτὸν ἦλθον, καὶ συνδιατρίψας τινὰς ἡμέρας αὐτῷ, τοῖς τε στρατιώταις μετὰ πάσης ἀδείας ὀφθείς, ἀπῆρα οἴκαδε παρέμενος ἐπὶ τῇ τῶν ποδῶν ἀρρωστίᾳ, ὥστε πάντα τὸν λοιπὸν τοῦ βίου χρόνον ἐν τῇ πατρίδι ζῆσαι, ὥσπερ που καὶ τὸ δαιμόνιον ἐν τῇ Βιθυνίᾳ ἤδη μοι ὄντι σαφέστατα ἐδήλωσεν. |
| S357 | ὄναρ γάρ ποτε ἔδοξα προστάσσεσθαι ὑπ’ αὐτοῦ προσγράψασθαι τῷ ἀκροτελευτίῳ τὰ ἔπη τάδε, “Ἕκτορα δ’ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης ἔκ τ’ ἀνδροκτασίης ἔκ θ’ αἵματος ἔκ τε κυδοιμοῦ.” |