eul_wid: njs-aa
Ἀποσπάσματα περὶ Ἰταλικῶν ΜύθωνFragments on Italian Myths
Menelaus the Historian Fragments on Italian Myths PDF
| t1 | ΙΤΑΛΙΚΑ. E LIBRO TERTIO. |
| 1 | Plutarch. Par. min. c. 26: Σεπτίμιος Μάρκελλος γήμας Σιλουΐαν, τὰ πολλὰ κυνηγίῳ προσέκειτο· τὴν δὲ νεόνυμφον ἐν σχήματι ποιμένος Ἄρης βιασάμενος, ἐγκύμονα ἐποίησε, καὶ ὡμολόγησεν, ὅστις ἦν, καὶ δόρυ ἔδωκε, τὴν γένεσιν τοῦ μέλλοντος τίκτεσθαι φάσκων ἐν αὐτῷ ἀποκεῖσθαι. Ἀπέκτεινε γοῦν Σεπτίμιος· Τουσκῖνον. Μάμερκος δὲ ὑπὲρ εὐκαρπίας θύων θεοῖς, μόνης ἠμέλησε Δήμητρος. Ἡ δὲ κάπρον ἔπεμψε. Συναθροίσας δὲ πολλοὺς ἐκεῖνος κυνηγέτας ἀνεῖλε, καὶ τὴν κεφαλὴν καὶ τὸ δέρος τῇ κατηγγυημένῃ γυναικὶ κατεχώρησε. Σκυμβράτης δὲ καὶ Μουθίας οἱ μητράδελφοι περιείλοντο τῆς κόρης. Ἀγανακτήσας δ’ ἀνεῖλε τοὺς συγγενεῖς· ἡ δὲ μήτηρ τὸ δόρυ κατέκαυσεν· ὡς Μένυλλος ἐν τρίτῳ Ἰταλικῶν. |
| t2 | ΒΟΙΩΤΙΑΚΑ. E LIBRO PRIMO. |
| 2 | Idem ibid. c. 14: Ἐν Αὐλίδι τῆς Βοιωτίας τὰ περὶ Ἰφιγένειαν ὁμοίως ἱστορεῖ Μέρυλλος ἐν πρώτῳ Βοιωτιακῶν. |
| 3 | Strabo XV: Μέγιλλος (Μένυλλος?) δὲ τὴν ὀρύζαν σπείρεσθαι μὲν πρὸ τῶν ὄμβρων φησὶν, ἀρδείας δὲ καὶ φυτείας δεῖσθαι ἀπὸ τῶν κλειστῶν ποτιζομένην ὑδάτων. |