eul_wid: ifc-aa

Ἀπόσπασμα
History of Constantine the Great

Praxagoras of Cos History of Constantine the Great PDF

1 [45] Photius cod. 62.: Ἀνεγνώσθη Πραξαγόρου τοῦ Ἀθηναίου τῆς κατὰ τὸν μέγαν Κωνσταντῖνον ἱστορίας βιβλία δύο. Ἐν οἷς λόγοις διέξεισιν, ὅτι ὁ πατὴρ Κωνσταντίνου Κωνστάντιος Βρετανίας ἐβασίλευσε, Μαξιμῖνος δὲ τῆς Ῥώμης καὶ τῆς ἄλλης Ἰταλίας καὶ Σικελίας, ὁ δὲ ἕτερος Μαξιμῖνος τῆς τε Ἑλλάδος καὶ τῆς κάτω Ἀσίας καὶ Θρᾴκης. Διοκλητιανὸς δὲ, ὁ καὶ τῶν ἄλλων πρεσβύτατος, τῆς τε Βιθυνίας ἦρχε καὶ τῆς Ἀραβίας καὶ τῆς Λιβύης καὶ τῆς Αἰγύπτου, ὅσην ὁ Νεῖλος ἐπερχόμενος ἄρδει. Τὸν οὖν Κωνσταντῖνον ὁ πατὴρ πέμπει παρὰ Διοκλητιανὸν εἰς Νικομήδειαν παιδευθησόμενον. Παρὼν δὲ, φησὶ, Μαξιμῖνος, ὁ τῆς κάτω Ἀσίας βασιλεύων, εἰς ἐπιβουλὰς ὥρμησε τοῦ νέου· καὶ πρὸς μάχην λέοντι ἀγρίῳ καθίστησι τὸν νεανίαν. Ὁ δὲ τὸ μὲν θηρίον κρατήσας ἀνεῖλε, τῆς δὲ ἐπιβουλῆς αἰσθόμενος φεύγει πρὸς τὸν πατέρα· οὗ τὸν βίον λιπόντος, ὁ παῖς ἐκδέχεται τὴν βασιλείαν. Ταύτης δὲ ἐπιβὰς, Κελτοὺς καὶ Γερμανοὺς, ἔθνη πρόσοικα καὶ βάρβαρα, κατεστρέψατο. Ἀσελγῶς δὲ καὶ βαρέως τῶν ὑπηκόων ἄρχειν Μαξέντιον μαθών (οὗτος δ’ ἄρ’ ἦν μετὰ Μαξιμῖνον τῶν ἐν Ῥώμῃ καταστὰς κύριος), ἐστράτευσεν ἐπ’ αὐτὸν, δίκας τῆς εἰς τοὺς ἀρχομένους παρανομίας πραττόμενος. Καὶ μάχῃ νικήσας ἐς φυγὴν ἔτρεψε. Φευγὼν δὲ, ἣν τοῖς πολεμίοις αὐτὸς ἐδολορράφει μηχανὴν, ταύτην εὕρατο τοῦ βίου καταστροφὴν, τῇ παρ’ αὐτοῦ κατασκευασθείσῃ διώρυγι περιπεσών. Τὴν μέντοι τούτου κεφαλήν τινες τῶν Ῥωμαίων ἀποτεμόντες καὶ ξύλῳ ἀρτήσαντες τὴν πόλιν περιεπόλευον. Κωνσταντίνῳ δὲ καὶ ἥδε ἡ βασιλεία προθύμως καὶ χαίρουσα προσεχώρησεν. Ἐπεὶ δὲ καὶ Λικίνιον ὠμῶς καὶ ἀπανθρώπως τοῖς ὑπηκόοις ἀποκεχρημένον ἐπυνθάνετο (οὗτος δὲ τῆς μοίρας ἐκείνης ἐβασίλευσεν, ἧς Μαξιμῖνος ὁ τὴν ἐπιβουλὴν Κωνσταντίνῳ διὰ τοῦ λέοντος προσενεγκὼν ἐπεστάτει, αὐτοῦ τὸν βίον λιπόντος), οὐκ ἐνεγκὼν ὁμοφύλων ὕβριν ἀφόρητον, ἐστράτευεν ἐπ’ αὐτὸν, τῆς τυραννίδος αὐτὸν εἰς τὸ βασιλικῶς ἄρχειν μεταστησόμενος. Λικίνιος δὲ τὴν τοῦ βασιλέως ἐπιστρατείαν ἀκούσας καὶ δείσας, ἔκρυπτέ τε τὴν ὠμότητα φιλανθρωπίας προσχήματι, καὶ ὅρκους ὑπέτεινεν, ἀγαθόν τε ἑαυτὸν τοῖς ὑπὸ χεῖρα παρασχέσθαι, καὶ ἃς ἔθετο σπονδὰς συντηρεῖν ἀπαραβάτους. Διὸ τότε μὲν ὁ βασιλεὺς ἀπέστη τοῦ πολεμεῖν· ὕστερον δὲ, ἐπεὶ κακία ἠρεμεῖν οὐχ οἵα τέ ἐστι, καὶ τῶν ὅρκων ἠφειδηκότα καὶ ἐς πᾶν κακότητος ἐληλακότα καταπολεμήσας μάχαις κρατεραῖς, καὶ ἐν τῇ Νικομηδείᾳ συγκλείσας ἐπολιόρκει. Κἀκεῖθεν ἐν ἱκέτου πρὸς βασιλέα καταφυγόντα σχήματι κατέλιπεν ἡ βασιλεία. Καὶ συνέβη τὸν μέγαν Κωνσταντῖνον, τῆς μεγάλης ἀρχῆς τὸν ἄξιον ἐπιζητούσης, εἰς ἑαυτὸν τὰς εἰρημένας βασιλείας ἐπισπάσασθαι.
1 (50) [70] Τῆς τε γὰρ πατρῴας κληρονόμος ἐγένετο καὶ τῆς Ῥωμαίων, καταλύσας Μαξιμῖνον (l. Μαξέντιον), Ἑλλάδος τε καὶ Μακεδονίας καὶ τῆς κατὰ Ἀσίας, παραλύσας τῆς ἀρχῆς τὸν ῥηθέντα Λικίνιον· οὐ μὴν ἀλλὰ καὶ τῆς ἄλλης μοίρας, ἧς ἦρχε Διοκλητιανὸς, αὐτὸς ἀνεδήσατο τὸ κράτος. Ὁ γὰρ Λικίνιος καὶ ταύτην εἶχεν ὑφ’ ἑαυτὸν, Μαξιμίνου πολέμου νόμῳ ἀφελὼν, ὃς Διοκλητιανοῦ διάδοχος ἐγεγόνει. Κρατυνάμενος οὖν καὶ μίαν δείξας τὴν σύμπασαν βασιλείαν, κτίζει τὸ Βυζάντιον ἐπώνυμον ἑαυτῷ. Φησὶν οὖν ὁ Πραξαγόρας, καίτοι τὴν θρησκείαν Ἕλλην ὢν, ὅτι πάσῃ ἀρετῇ καὶ καλοκἀγαθίᾳ καὶ παντὶ εὐτυχήματι πάντας τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας ὁ βασιλεὺς Κωνσταντῖνος ἀπεκρύψατο. Ἐν οἷς αὐτοῦ καὶ οἱ δύο συμπεραιοῦνται λόγοι. Ἔτος δὲ τῆς ἡλικίας ἦγε δεύτερον καὶ εἰκοστὸν Πραξαγόρας, ὡς αὐτός φησιν, ὅτε ταῦτα συνέγραφε. Συνεγράψατο δὲ ὁ αὐτὸς καὶ ἕτερα βιβλία δύο Περὶ τῶν Ἀθήνησι βασιλευσάντων, ἔτος ἀνύων ἐννεακαιδέκατον. Συνέταξε δὲ καὶ ἕτερα βιβλία ἓξ Εἰς τὸν τῶν Μακεδόνων βασιλέα Ἀλέξανδρον, τριακοστὸν πρῶτον ἐλαύνων ἐνιαυτόν. Ἔστι δὲ τὴν φράσιν σαφὴς καὶ ἡδὺς, ὀλίγον δὲ τοῦ δέοντος ἀτονώτερος. Κέχρηται δὲ Ἰωνικῇ διαλέκτῳ.