eul_wid: gvs-aa

Ἀποσπάσματα
Peloponnesian Historical Fragments

Chrysermos of Corinth Peloponnesian Historical Fragments PDF

t1-2 ΠΕΛΟΠΟΝΝΗΣΙΑΚΑ. E LIBRO PRIMO.
1 [10] Plutarch. De flum. 18, 7: Χρύσερμος δὲ ὁ Κορίνθιος ἐν αʹ Πελοποννησιακῶν ἱστορίας μέμνηται τοιαύτης. Περσέως φερομένου μετεώρου, καὶ κατὰ τὸν λόφον (Ἀπαίσαντον) γενομένου τοῦτον, ἐξέπεσεν αὐτοῦ τῆς λαβῆς τοῦ ξίφους ὁ μύκης. Γοργοφόνος δὲ, ὁ βασιλεὺς Ἐπιδαυρίων, ἐκπεσὼν τῆς ἀρχῆς ἔλαβε χρησμὸν ἐμπεριελθεῖν τὰς Ἀργολικὰς πόλεις, καὶ ὅπου ἂν εὕρῃ ξίφους μύκητα, ἐκεῖ κτίσαι πόλιν. Γενόμενος δὲ κατὰ τὸ Ἄργιον ὄρος, καὶ εὑρὼν τὴν ἐλεφαντίνην λαβὴν, πόλιν ἔκτισεν, ἣν ἀπὸ τοῦ συγκυρήματος προσηγόρευσε Μυκήνας. E LIBRO TERTIO.
2 [15] Plutarch. Paral. min. c. 3: Ἀργείων καὶ Λακεδαιμονίων ὑπὲρ Θυρεάτιδος χώρας πολεμούντων, οἱ Ἀμφικτύονες ἔκριναν πολεμῆσαι ἑκατέρους, καὶ τῶν νικησάντων εἶναι τὴν χώραν. Λακεδαιμόνιοι μὲν οὖν Ὀθρυάδην ἐποίησαν στρατηγὸν, Ἀργεῖοι δὲ Θέρσανδρον. Πολεμούντων δὲ, δύο ἐκ τῶν Ἀργείων περιελείφθησαν, Ἀγήνωρ καὶ Χρόμιος, οἵτινες εἰς τὴν πόλιν ἤγγειλαν τὴν νίκην. Ἠρεμίας δ’ ὑπαρχούσης, ὁ Ὀθρυάδης ἐπιζήσας καὶ ἡμικλάστοις δόρασιν ἐπερειδόμενος, τὰς τῶν νεκρῶν ἁρπάζων ἀσπίδας περιείλετο· καὶ τρόπαιον στήσας, ἐκ τοῦ ἰδίου αἵματος ἐπέγραψε Διὶ τροπαιούχῳ. Καὶ τῶν δύο στάσιν ἐχόντων, οἱ Ἀμφικτυόνες αὐτόπται γενόμενοι Λακεδαιμονίους προκρίνουσι· καθάπερ Χρύσερμος ἐν τρίτῳ Πελοποννησιακῶν. ΠΕΡΣΙΚΑ.
t3 E LIBRO SECUNDO. Idem ibid.
3 [5] c. 10: Περσῶν τὴν Ἑλλάδα λεηλατούντων, Παυσανίας, ὁ τῶν Λακεδαιμονίων στρατηγὸς, πεντακόσια χρυσοῦ τάλαντα παρὰ Ξέρξου λαβὼν, ἔμελλε προδιδόναι τὴν Σπάρτην. Φωραθέντος δὲ τούτου, Ἀγησίλαος ὁ πατὴρ μέχρι τοῦ ναοῦ τῆς Χαλκιοίκου συνεδίωξεν Ἀθηνᾶς, καὶ τὰς θύρας τοῦ τεμένους πλίνθῳ φράξας, λιμῷ ἀπέκτεινεν· ἡ δὲ μήτηρ καὶ ἄταφον ἔρριψεν· ὡς Χρύσερμος ἐν δευτέρῳ Ἱστορικῶν. ΙΝΔΙΚΑ.
t4 E LIBRO OCTAVO? Plutarch.
4 [10] De flum. I, 4: Οἱ δ’ ἐγχώριοι τὰς ἀσεβῶς ἀναστρεφομένας παρθένους σταυροῖς προσηλώσαντες, εἰς αὐτὸν (τὸν Ὑδάσπην) βάλλουσι, τῇ σφῶν διαλέκτῳ τὸν Ἀφροδίτης ὕμνον ᾄδοντες. —Κατορύσσουσι δὲ κατ’ ἐνιαυτὸν γραῦν κατάκριτον, παρὰ τὸν ὀνομαζόμενον λόφον Θηρόγονον· ἅμα γὰρ τὴν πρεσβῦτιν ἑρπετῶν πλῆθος ἐκ τῆς ἀκρωρείας ἐξέρχεται, καὶ τὰ περιϊπτάμενα τῶν ἀλόγων ζῴων κατεσθίει· καθὼς Χρύσερμος ἐν πʹ (ηʹ?) Ἰνδικῶν. Μέμνηται δὲ τούτων ἀκριβέστερον Ἀρχέλαος ἐν ιγʹ Περὶ ποταμῶν. ΠΕΡΙ ΠΟΤΑΜΩΝ.
t5 E LIBRO TERTIO. Plutarch.
5 [5] De flum. VII, 4: Γεννᾶται δὲ βοτάνη πορφυράνθεμος, καλουμένη Χρυσοπόλη· πρὸς αὐτὴν γὰρ αἱ ἀστυγείτονες πόλεις τὸν ἀκέραιον χρυσὸν δοκιμάζουσιν· ἅμα γὰρ αὐτὸν χωνευθῆναι ἅπτουσι τὴν βοτάνην· καὶ ἐὰν μὲν ἀνόθευτον τὸ χρυσίον ᾖ, τὰ φύλλα χρυσοῦται, καὶ διατηρεῖ τῆς ὕλης τὴν οὐσίαν· ἐὰν δ’ ἐφθαρμένον ὑπάρχῃ, τὴν ἠλλαγμένην ὑγρασίαν ἀποπτύει, καθὼς Χρύσερμος ἐν γʹ Περὶ ποταμῶν. E LIBRO DECIMO TERTIO.
6 [5] Plutarch. De flum. 20, 3: Γεννᾶται δ’ ἐν αὐτῷ (τῷ Εὐφράτῃ) λίθος Ἀστιγὴς καλούμενος, ὃν αἱ μαῖαι ταῖς δυστοκούσαις ἐπὶ τὰς γαστέρας ἐπιτιθέασι, καὶ παραχρῆμα τίκτουσι ἄτερ ἀλγηδόνος. Γεννᾶται δ’ ἐν αὐτῷ καὶ βοτάνη, Ἔξελλα καλουμένη, μεθερμηνευομένη θερμόν· ταύτην οἱ τεταρταΐζοντες, ὅταν ἐπὶ τοῦ στήθους θῶσιν, ἀπαλλάττονται παραχρῆμα τῆς ἐπισημασίας· καθὼς ἱστορεῖ Χρύσερμος ἐν ιγʹ Περὶ ποταμῶν.