Ἀρριανός καὶ εὐδαιμόνισεν ἄρα, ὡς λόγος, Ἀλέξανδρος Ἀχιλλέα, ὅτι Ὁμήρου κήρυκος ἐς τὴν ἔπειτα μνήμην ἔτυχε. καὶ μέντοι καὶ ἦν Ἀλεξάνδρωι οὐχ ἥκιστα τούτου ἕνεκα εὐδαιμονιστέος Ἀχιλλεύς, ὅτι αὐτῶι γε Ἀλεξάνδρωι, οὐ κατὰ τὴν ἄλλην ἐπιτυχίαν, τὸ χωρίον τοῦτο ἐκλιπὲς ξυνέβη οὐδὲ ἐξηνέχθη ἐς ἀνθρώπους τὰ Ἀλεξάνδρου ἔργα ἐπαξίως, οὔτʼ οὖν καταλογάδην οὔτε τις ἐν μέτρωι ἐποίησεν· ἀλλʼ οὐδὲ ἐν μέλει ἤισθη Ἀλέξανδρος .... ὥστε πολὺ μεῖον γιγνώσκεται τὰ Ἀλεξάνδρου ἢ τὰ φαυλότατα τῶν πάλαι ἔργων.
Ἀρριανός ἄλλοι μὲν δὴ ἄλλα ὑπὲρ Ἀλεξάνδρου ἀνέγραψαν, οὐδʼ ἔστιν ὑπὲρ ὅτου πλείονες ἢ ἀξυμφωνότεροι ἐς ἀλλήλους.
Στράβων καὶ τὰ πρὸς τὸ ἔνδοξον θρυληθέντα κἂν ὡμολόγηται παρὰ πάντων, οἵ γε πλάσαντες ἦσαν οἱ κολακείας μᾶλλον ἢ ἀληθείας φροντίζοντες· οἷον τὸ τὸν Καύκασον μετενεγκεῖν εἰς τὰ Ἰνδικὰ ὄρη καὶ τὴν πλησιάζουσαν ἐκείνοις ἑῶιαν θάλατταν ἀπὸ τῶν ὑπερκειμένων τῆς Κολχίδος καὶ τοῦ Εὐξείνου ὀρῶν. ταῦτα γὰρ οἱ Ἕλληνες καὶ Καύκασον ὠνόμαζον, διέχοντα τῆς Ἰνδικῆς πλείους ἢ τρισμυρίους σταδίους, καὶ ἐνταῦθα ἐμύθευσαν τὰ περὶ Προμηθέα καὶ τὸν δεσμὸν αὐτοῦ· ταῦτα γὰρ τὰ ὕστατα πρὸς ἕω ἐγνώριζον οἱ τότε. ἡ δὲ ἐπὶ Ἰνδοὺς στρατεία Διονύσου καὶ Ἡρακλέους ὑστερογενῆ τὴν μυθοποιίαν ἐμφαίνει, ἅτε τοῦ Ἡρακλέους καὶ τὸν Προμηθέα λῦσαι λεγομένου χιλιάσιν ἐτῶν ὕστερον. καὶ ἦν μὲν ἐνδοξότερον τὸ τὸν Ἀλέξανδρον μέχρι τῶν Ἰνδικῶν ὀρῶν καταστρέψασθαι τὴν Ἀσίαν ἢ μέχρι τοῦ μυχοῦ τοῦ Εὐξείνου καὶ τοῦ Καυκάσου· ἀλλʼ ἡ δόξα τοῦ ὄρους καὶ τοὔνομα καὶ τὸ τοὺς περὶ Ἰάσονα δοκεῖν μακροτάτην στρατείαν τελέσαι τὴν μέχρι τῶν πλησίον Καυκάσου καὶ τὸ τὸν Προμηθέα παραδεδόσθαι δεδεμένον ἐπὶ τοῖς ἐσχάτοις τῆς γῆς ἐν τῶι Καυκάσωι, χαριεῖσθαί τι τῶι βασιλεῖ ὑπέλαβον, τοὔνομα τοῦ ὄρους μετενέγκαντες εἰς τὴν Ἰνδικήν.
Στράβων πάντες μὲν γὰρ οἱ περὶ Ἀλέξανδρον τὸ θαυμαστὸν ἀντὶ τἀληθοῦς ἀπεδέχοντο μᾶλλον.
οὐδὲ τοῦτο δὲ ἀπίθανον τοῦ Πατροκλέους, ὅτι φησὶ τοὺς Ἀλεξάνδρωι συστρατεύσαντας ἐπιδρομάδην ἱστορῆσαι ἕκαστα, αὐτὸν δὲ Ἀλέξανδρον ἀκριβῶσαι, ἀναγραψάντων τὴν ὅλην χώραν τῶν ἐμπειροτάτων αὐτῶι.
η … ντ … ριω … ἀνῆλθον. ἃ τοίνυν περὶ τὴν σὴν βασιλείαν καὶ τὴν οἰκίαν τὴν τῶν σῶν ἑταίρων παρηνόμησαν, εἰ καὶ τυγχάνεις εἰδώς, ὅμως ἔδοξέ μοι γράψαι πρός σε διὰ βραχέων, ἵνα μὴ δοκῆις ἀπολελεῖφθαί με τούτων. Θηβαῖοι γὰρ πρῶτον μὲν Ἀμύνταν τὸν πατέρα τὸν Φιλίππου μετʼ Ὀλυνθίων ἐπεχείρησαν ἐκβαλεῖν μὲν ἐκ τῆς χώρας, ἀποστερῆσαι δὲ τῆς βασιλείας, καίπερ οὔτε πρότερον ἀδικηθέντες ὑπὸ τοῦ βασιλέως οὐδὲν …
Στράβων ἐκδέδοται δέ τις καὶ Κρατεροῦ πρὸς τὴν μητέρα Ἀριστοπάτραν ἐπιστολή, πολλά τε ἄλλα παράδοξα φράζουσα καὶ οὐχ ὁμολογοῦσα οὐδενί, καὶ δὴ καὶ τὸ μέχρι τοῦ Γάγγου προελθεῖν τὸν Ἀλέξανδρον· αὐτός τέ φησιν ἰδεῖν τὸν ποταμὸν καὶ κήτη τὰ ἐν αὐτῶι καὶ μεγέθους καὶ πλάτους καὶ βάθους πόρρω πίστεως μᾶλλον ἢ ἐγγύς. ὅτι μὲν γὰρ μέγιστος τῶν μνημονευομένων κατὰ τὰς τρεῖς ἠπείρους, καὶ μετʼ αὐτὸν ὁ Ἰνδός, τρίτος δὲ καὶ τέταρτος ὁ Ἴστρος καὶ ὁ Νεῖλος, ἱκανῶς συμφωνεῖται· τὰ καθʼ ἕκαστα δʼ ἄλλοι ἄλλως περὶ αὐτοῦ λέγουσιν, οἱ μὲν τριάκοντα σταδίων τοὐλάχιστον πλάτος, οἱ δὲ καὶ τριῶν, Μεγασθένης δέ, ὅταν ἦι μέτριος καὶ εἰς ἑκατὸν εὐρύνεσθαι, βάθος δὲ εἴκοσι ὀργυιῶν τοὐλάχιστον.
Ἡσύχιος ὁ Μιλήσιος ὁ Ἰλλουστρίος Περὶ Ἀλεξάνδρου η. Περὶ ῥήτορος ἢ πολιτικοῦ. Τέχνην ἐγκωμιαστικήν.
Θεμίστιος .... ἀνακηρύττειν σε οὐκ ἀναίνεται μετὰ πλείονος τῆς παρρησίας ἢ Ξενοφῶν Ἀγησίλαον καὶ Ἀλέξανδρον Ἀριστοτέλης καὶ τὰ τελευταῖα δὴ ταῦτα ὁ Ζήνωνος ἐραστὴς τὸν καθʼ ἑαυτὸν βασιλέα.
Σοῦδα Δίων ὁ Πασικράτους ... ὃν Χρυσόστομον ἐκάλεσαν ...... ἔγραψεν .... Περὶ τῶν Ἀλεξάνδρου ἀρετῶν η.
Ι Μνήσιππος. τί ὀξὺ φερόμενος, ὦ Καλλίστρατε, πυκνότερα περισκέπτηι καὶ τύπτεις ἑαυτοῦ τὴν κεφαλήν; τί νυνεὶ οὐκ ἀνθορᾶις μὰ Διʼ ἀλγεινότερός τε ἢ κατʼ ἀξίαν προελήλυθας; ἐπίστησον οὖν κατὰ τὸ γενναῖον καὶ λέγε μοι θαρρῶν, τί σοι συμβεβήκει. τῆι γὰρ Μακεδόνων εὐψυχείαι πρέπον ἐστὶν ἐν μὲν ταῖς πράξεσι τὰ ἀπὸ τῶν ὅπλων, ἐν δὲ ταῖς ψυχαῖς τὰ ἀπὸ τῆς εὐγνωμοσύνης μαρτυρεῖσθαι, ἵνα τὰ μὲν τρόπαια κηρύσσηι τὴν τοῦ σώματος ἀρετήν, τὰ δὲ δόγματα μαρτυρῆι τὴν τῆς ψυχῆς εὐγένειαν. Καλλίστρατος. περισκόπει, περισκόπει πανταχοῦ, Μνήσιππε, μή τις προσαγωγὸς ἢ κατάσκοπός τις ἡμῶν κατακροᾶται. οὐ δήπου νόμοι οὐδὲ δημοκρατεία κατὰ Μακεδονίαν, ἀλλὰ τυραννίδι καὶ φόβωι ὑποτετάγμεθα. Ἀντίπατρος γὰρ … ε … μὲν προπετέστερος ὑπάρχων καὶ ἰταμός, οὐχ ἁρμόζει δὲ διαδήματά τε καὶ πορφύρα αὐτῶι … ο … δες … χο … μητέρα Ὀλυμπιάδα προσς … λ … υ … ὦ Μνήσιππε, ἐπὶ τοῖς γεγενημένοις· οὐ γὰρ ἀπηλλάγη Ἀλέξανδρος κατορυχεὶς ὡς θνητός, ἀλλὰ ὡς θεὸς ἐτελεύτησεν. Μνήσιππος. … ιν, ὦ Καλλίστρατε, γ … ιν ὁ Ἀντίπατρος … νὴ Δία ἁρμόζεται λ … οὐ γὰρ ὡς ὁ τυχὼν βασιλεὺς ἔζη, ἀλλὰ ἐκ παιδὸς ἄριστα πᾶσιν ἐφέστηκε τοῖς πράγμασιν, ὅτε δὲ ἐτελεύτησε, δῆλον ἦν ὡς οὐδὲν θειότερον τῆς Ἀλεξάνδρου ψυχῆς, ὡς θνητὸς ὢν βίον ἔσχεν εἰς ἀθανασίαν δόξης, Ἀντίπατρος δʼ αὑτὸν ποιήσεται ἁπάσης Μακεδονίας ἐχθρόν. τοιγαροῦν ἡ Ἀλεξάνδρου θειότης τὸν τῆς ἡγεμονίας ὅρον ἐκτέθειται. ἀλλʼ αὐτὸς Ἀντίπατρος προέρχεται· μεταστῆναι. Ἀντίπατρος Μακεδονία μὲν εὐδαίμων καὶ πάλαι, νῦν μέντοι— … ι … νο … πωνο … τωπερ … αφικε … Μέναιχμος … πηδ … υσετοξα … ὡς ἦλθον πρὸς Ὀλυμπιάδα … γγυς, ἀπο … αὐτῆς «κα … Ἀλέξανδρος» φησί «τ … τιν οἷα γυν … χου. τὸ γὰρ αὐτὸ γέγραφα … καὶ ἐν το … δ … ο … α … ρ … ι … ν … δ … ε καταλ … οις γυναικὸς … εν … α καὶ ἡ Στεροπὴ Ἀλέξανδρον αὐτόθ … ἀνέτειλε τῶν Φιλιππείων υἱῶν σοφω … κεκλῆσθαι μᾶλλον ἢ εἶναι Ἀντίπατρος ποιεῖ αὐτὴν βασιλίδα» Ἀντίπατρος. … κολύμεθα ἴσως παρʼ Ὀλυμπιάδι αἰσθομένηι, μισοῦντας τὸν κόμπον τῆς ῥήσεως· δεῖ πάντας πτοεῖσθαι … τῶι δράκοντι καὶ τοῖς ἐφευρημένοις, οἷς εἰς θεοὺς ἐνέκρινε τὸν βασιλέα, διʼ ἃ καὶ … τὴν πολλάκις φέρουσαν καὶ πολύ. ἡμῖν δὲ μέθη ἐθρυλήθη καὶ τύπωμα Δαρείου καὶ ἑταίρων θάνατοι, ὧν Ἀλέξανδρος σύνοιδεν αἴτιος ὤν. εἰ δʼ οὐ κατὰ μῦθόν ἐστι τεθνηκώς, αἰνηθεὶς μάτην, καὶ βασιλέων, γνώσεταί με δεσπότην ὄντα. τὸ νῦν γὰρ ἀδοξεῖ, αἰσθήσεται δʼ ἐμοῦ κολαζομένη κατὰ σθένος. ἀλλʼ ἴθι, Μέναιχμε, μετὰ τὸ … του καὶ τὴν τοὺς θεοὺς ἀκηδοῦσαν
ος … ν … Κάσσανδρος. … ωτης … εσοχη … εδυει … ειωι … νγυος σὸν μὲν ἴσως, βασιλεῦ, παντὶ σθένει ἐπικουρεῖν τῶι γέ σου ὀφθαλμῶι … τυγχάνουσιν οἱ φό … ἔβαλλεν, ὃ κατώικνει ὑπ … σι. νῦν γὰρ οὐκ ἄλλο τι κατηγορεῖ ἡ Ὀλυμπιὰς τοῦ γυναικίου ἢ … ρ … τὸν γάμον τιαφωσοιτυ … ω … ἀντιλέγει λόγοις … υκ … αν … λη, ἀλλʼ εἰς ἐπίτασιν ση … ροσεχει … δʼ αὐτῆι, συνγνώμη, καὶ γὰρ τὸ ἀπὸ τῆς τύχης προσφάτως παρέστη· τέθνηκεν Ἀλέξανδρος· ὡς καὶ εἰ μὴ γεγεννήκει τὸν βασιλέα, ἀνάγκην εἶχε πενθεῖν, καὶ ὅτι γεγεννήκει. καλὸν μὲν οὖν, ὦ βασιλεῦ, περιμεῖναι τὴν γυναῖκαν καὶ ἐν τοιούτοις ὑπάρχουσα. τὸ γὰρ προπετὲς τῆς ἀρνήσεως ἡ μεταμέλεια κ … ε … λ … α … μ … υ … σαι. Ἀντίπατρος σὺ μὲν καλῶς ἔλεξας, ὦ Κάσσανδρε, καὶ σοῦ τὸ λῆμά ἐστι χρηστῶν καὶ ἐν πολέμοις καὶ ἐν γνώμηι ἄριστον. ἀλλʼ ὁρῶ προσιοῦσαν τὴν θεομήτορα καὶ τοῖς διασκευῆς μύθοις μεγάλα φρονοῦσα καὶ τοὺς ἐπιχωρίους βασιλεῖς ἀδοξοῦσα. καὶ τὰ πρὸς ἡμᾶς Ὀλυμπιὰς οὕτω σοβαρῶς καὶ τυραννικῶς. ἔξεστι γάρ σοι διαλέγεσθαι ομοκιπ … ονιασουβασιλευσ
βούλεσθε οὖν ἀπὸ μιᾶς ἐπιστολῆς ἀπειλῆς δουλείαν ἀντʼ ἐλευθερίας ἀντικαταλλάσσεσθαι; καὶ ποῦ τὸ περιμάχητον οἴχεται φρόνημα τῆς ἡγεμονίας; ἐπιζητῶ γάρ, εἰ μή τι διαμαρτάνω τῶι λογισμῶι. φησὶν ἡμῖν πολεμήσειν καὶ ἡμεῖς ἐκείνωι … ων … τίνα τῶν συμμάχων ἀπολωλέκαμεν; ποῦ τὰ τείχη τῆς πόλεως πέπτωκεν; τίς αἰχμάλωτος ἡμῶν γέγονεν; πότε πεζομαχοῦντες ἢ ναυμαχοῦντες λελείμμεθα; ἐνταῦθα γὰρ ἄνθρωποι περιγεγραμμένοι πάσας τὰς ἐλπίδας τῶι τῆς ἀνάγκης καιρῶι δουλεύσουσι. ἡμῖν δʼ ἀπόρθητός ἐστιν ἡ δημοκρατία· ὁμονοοῦμεν πρὸς ἀλλήλους· τοῖς νόμοις ἐνμένομεν· καρτερεῖν ἐν τοῖς δεινοῖς ἐπιστάμεθα· τὴν τῆς ἐλευθερίας τάξιν οὐκ ἐνκαταλείπομεν. τοῖς ὅπλοις νικήσας νεανικευέσθω, ταῖς δʼ ἀπὸ τῶν ἐπιστολῶν ἀπειλαῖς τοὺς βαρβάρους ἐξαπατάτω. ἡ δὲ τῶν Ἀθηναίων πόλις ἐπιτάττειν, οὐχ ὑπακούειν ἐπίσταται· καὶ δικάζειν …
καὶ ἄλλο τι … ν τιμῶσιν … Ἀλέξανδρος ὑπαισ … εφασι … ε … ν … Ἀλέξαν … ι τοῦ ει … ἐγὼ προστάξω κρίνειν, οὗτος ὑμῶν ἔσται βραβευτής, καὶ ἐὰν εὖ δόξηι κεκρινέναι, οὗτος ζῶν ἀφεθήσεται μόνος». ἠρώτησεν οὖν εἷς τῶν Γυμνοσοφιστῶν, εἰ καὶ τὴν αἰτίαν προστιθῶσιν. δοθέντος δὲ τούτου τὸν πρῶτον ἠρώτησεν, πότερον αὐτῶι δοκοῦσιν οἱ ζῶντες ἢ οἱ τεθνηκότες εἶναι πλείους τὸν ἀριθμὸν ἢ τοὐναντίον. τὸν δʼ εἰπεῖν τοὺς ζῶντας. «οὐ δίκαιον γάρ» ἔφη «τῶν οὐκ ὄντων τοὺς ὄντας εἶναι πλείους». μετὰ δὲ τοῦτον ἠρώτα τὸν ἐχόμενον, πότερα … τὴν γῆν, καὶ γὰρ αὐτὴν τὴν θάλασσαν ἐπὶ τῆς γῆς εἶναι. τὸν τρίτον ἤρετο, τί πανουργότατον αὐτῶι δοκεῖ εἶναι ζῶιον. τὸν δʼ εἰπεῖν «ὃ μὴ γινώσκει μηδεὶς ἀνθρώπων». τὸν δὲ τέταρτον ἠρώτα Σαβειλὼ ἡγούμενον αὐτῶν εἰς τί συνεβούλευσεν μάχεσθαι πρὸς αὐτόν. τὸν δʼ εἰπεῖν· «ὅπως ἂν αὐτῶι συμβαίηι ἢ καλῶς ζῆν ἢ καλῶς ἀποθανεῖν.» τὸν πέμπτον ἐκέλευσεν λέγειν, πότερον ἡμέρα πρότερον γέγονεν ἢ νύξ· τοῦτον δʼ ἀποκριθῆναι … νυκτὶ μιᾶι πρότερον ἡμέρας. διαπορουμένου δὲ τοῦ Ἀλεξάνδρου περὶ τούτων νοήσαντα τὸν Ἰνδὸν εἰπεῖν, ὅτι τοῖς ἀπόροις τῶν ἐρωτημάτων ἀπόρους εἶναι καὶ τὰς ἀποκρίσεις συμβαίνει. τὸν ἕκτον ἠρώτα, τί ποιῶν ἄν τις ὑπὸ ἀνθρώπων ἀγαπῶιτο μάλιστα. τὸν δὲ εἰπεῖν «εἰ κράτιστος ὢν μηθενὶ φοβερὸς εἴη». τὸν δὲ ἕβδομον ἠρώτα, τί ποιῶν ἄν τις γένοιτο θεός. τὸν δʼ εἰπεῖν· «ὃ μὴ δυνατόν ἐστιν ἄνθρωπον ποιεῖν, εἰ ποιήσειεν τις.» τὸν ὄγδοον ἠρώτα πότερον ἰσχυρότατόν ἐστιν θάνατος ἢ ζωή. τὸν δὲ ἀποκριθῆναι τὴν ζωήν· τὴν μὲν γὰρ ἐξ οὐκ ὄντων ὄντας ποιεῖν, τὸν δὲ θάνατον ἐξ ὄντων οὐκ ὄντας. τὸν ἔσχατον ἐκέλευε λέγειν, πόσον τινὰ χρόνον ἂν καλῶς ἔχοι ζῆν. τὸν δʼ εἰπεῖν ἕως ἂν … ὑπολάβηι … ωντα … κρ … εἶναι … ετερο … ται … λοιποῦ δʼ ὄντος ἑνὸς τοῦ … τος κρίνειν τὰς ἀποκρίσεις ἠρώτησε τοῦτον, τίς αὐτῶν δοκεῖ κάκιστον ἀποκεκρίσθαι καὶ «ὅπως μὴ δόξηις» ἔφη «ἀμελεῖν χαριζόμενος». τὸν δὲ μὴ βουλόμενον διʼ αὑτοῦ μηθένα ἀπολέσθαι εἰπεῖν τὸν ἕτερον ἀεὶ θατέρου χεῖρον ἀποκεκρίσθαι. «τοιγαροῦν» ἔφη «πάντες ἀποθανεῖσθε, σὺ δὲ πρῶτος τοιαῦτα κρίνων». τὸν δʼ εἰπεῖν· ἀλλὰ μήν, Ἀλέξανδρε, οὐ βασιλικόν ἐστι ψεύδεσθαι. ἔφης γὰρ· «ὃν ἂν ἐγὼ προστάξω … εται γὰρ ἡμᾶς ὁ λόγος. τό γε μὴν ἀδίκως ἀποκτείνειν οὐχ ἡμῖν ἔστιν, ἀλλὰ σοὶ φυλακτέον.» τὸν δὲ Ἀλέξανδρον ἀκούσαντα κρῖναι σοφοὺς εἶναι τοὺς ἄνδρας καὶ προστάξαι δόντας ἱματισμὸν ἀφεῖναι πάντας.
Φιλόδημος ὑπολάμβανε κατὰ τὸ συνέχον καὶ κυριώτατον τῶν ἐμ ποιητικῆι διαφέρειν Χοιρίλον καὶ Ἀναξιμένην Ὁμήρου καὶ Καρκίνον καὶ Κλεαίνετον Εὐριπίδου καὶ τοὺς ἄλλους τοὺς πονηροὺς ἐν ποιητικῆι τῶν ἀρίστων.
Ἀρριανός καὶ δὴ καὶ τῶν σοφιστῶν τῶν ἀμφʼ αὐτὸν Ἀνάξαρχόν τε καὶ Ἆγιν Ἀργεῖον ἐποποιόν.
Σέξτος ὁ ἐμπειρικός λέγεται γὰρ αὐτὸν καὶ ποίησιν εἰς τὸν Μακεδόνα Ἀλέξανδρον γράψαντα μυρίοις χρυσοῖς τετιμῆσθαι.
Στέφανος ὁ Βυζάντιος Ὑστάσπαι· .... Νέστωρ δʼ ἐν τῆι α τῆς Ἀλεξανδρειάδος.
Σοῦδα Σωτήριχος Ὀασίτης· ἐποποιός, γεγονὼς ἐπὶ Διοκλητιανοῦ. Ἐγκώμιον εἰς Διοκλητιανόν· Βασσαρικὰ ἤτοι Διονυσιακά, βιβλία δ· Τὰ κατὰ Πάνθειαν τὴν Βαβυλωνίαν· Τὰ κατὰ Ἀριάδνην· Βίον Ἀπολλωνίου τοῦ Τυανέως· Πύθωνα ἢ Ἀλεξανδριακόν — ἔστι δὲ ἱστορία Ἀλεξάνδρου τοῦ Μακεδόνος, ὅτε Θήβας παρέλαβε· καὶ ἄλλα.
Στέφανος ὁ Βυζάντιος Ὕασις· ... λέγεται καὶ Ὄασις καὶ ὁ πολίτης Ὀασίτης, ὁ ποιητὴς Σωτήριχος, ὁ καὶ τὰ πάτρια γεγραφώς.
Σοῦδα Ἀρριανός, ἐποποιός· Μετάφρασιν τῶν Γεωργικῶν τοῦ Βεργιλλίου ἐπικῶς ποιήσας· Ἀλεξανδριάδα — ἔστι δὲ κατὰ τὸν Μακεδόνα ἐν ῥαψωιδίαις εἴκοσι καὶ τέσσαρσιν· Εἰς Ἄτταλον τὸν Περγαμηνὸν ποιήματα.
Στέφανος ὁ Βυζάντιος Ἀστραία· πόλις Ἰλλυρίας. Ἀδριανὸς Ἀλεξανδρειάδος α «οἳ δʼ ἔχον Ἀστραίαν τε Δόβηρά τε».
Στέφανος ὁ Βυζάντιος Σάνεια· πόλις Ἰνδική, ὡς Ἀδριανὸς Ἀλεξανδρειάδος ζ.