eul_wid: pnw-ac
Ἠθικὴ στοιχείωσιςEthical Elements
Hierocles the Stoic Ethical Elements PDF
| t [1] | Ἱεροκλέους Ἠθικὴ Στοιχείωσις Χ Εἰ αἰσθάνεται τὸ ζῶιον ἑαυτ οῦ Τῆς ἠθικῆς στοιχειώσεως ἀρχὴν ἀρίστην ἡγοῦμαι τὸν περὶ τοῦ πρώτου οἰκείου τῶι ζώιωι λόγον, ο . |
| 1 (a) [45] | . ω οὐ χεῖρον ἐνθυμηθῆναι πρῶτον ἄνωθεν ἀρξαμένοις ὁποία τις ἡ γένεσις τῶν ἐμψύχων ἐστὶ καὶ τίνα τὰ πρῶτα συμβαίνοντα τῶι ⸏ ζώιωι. Τὸ τοίνυν σπέρμα καταπεσὸν εἰς ὑστέραν ἔν τε καιρῶι τῶι προσήκοντι καὶ ἅμα ὑπ’ ἐρρωμένου τοῦ ἀγγείου συλληφθὲν οὐκέτι ἠρεμεῖ, καθάπερ τέως, ἀλλ’ ἀνακινηθὲν ἄρχεται τῶν ἰδίων ἔργων, παρά τε τοῦ κυοφοροῦντος σώματος ἐπισπώμενον τὴν ὕλην διαπλάττει τὸ ἔμβρυον κατά τινας ἀπαραβάτους τάξεις, ἕωσπερ οὗ πρὸς τέλος ἀφίκηται καὶ πρὸς ἀπό⸏ τεξιν εὐτρεπὲς ἀπεργάσηιται τὸ δημιούργημα. Τοῦτον μέντοι πάντα τὸν χρόνον (λέγω δὲ τὸν ἀπὸ συλλήψεως μέχρι ἀποτέξεως) διαμένει φύσις, τοῦτ’ ἔστι πνεῦμα, μεταβεβληκὸς ἐκ σπέρματος καὶ ὁδῶι κεινούμενον ἀπ’ ἀρχῆς εἰς τέλος· ἤδη δὲ κατὰ μὲν τὰ πρῶτα τοῦ χρόνου παχύτερόν πώς ἐστι πνεῦμα ἡ φύσις καὶ μακρὰν ἀφεστηκυῖα ψυχῆς, κατόπιν δὲ τούτων κἀπειδὰν σχεδὸν ἥκηι τῆς ἀποτέξεως, ἀπολεπτύνεται ῥιπιζομένη τοῖς συνεχέσιν ε ..... καὶ .. τ̣ο̣ τυχ̣όν ἐστι ψυχῆι διὸ δὴ καὶ θύραζε χωρήσασα ἱκανοῦται τῶι περιέχοντι, ὥστε οἷον στομωθεῖσα πρὸς αὐτοῦ μεταβαλεῖν εἰς ψυχήν. καθάπερ γὰρ τὸ ἐν τοῖς λίθοις πνεῦμα ταχέως ὑπὸ πληγῆς ἐκπυροῦται διὰ τὴν πρὸς ταύτην τὴν μεταβολὴν ἑτοιμότητα, τὸν αὐτὸν τρόπον καὶ φύσις ἐμβρύου πέπονος ἤδη γεγονότος οὐ βραδύνει τὸ μεταβάλλειν εἰς ψυχὴν ἐμπεσοῦσα τῶι περιέχοντι. ταύτηι δὲ πᾶν τὸ ἐκπεσὸν ὑστέρας εὐθέως ἐστὶ ζῶιον, κἂν τἄλλα τῶν δικαίων ἀπολείπηται ῥυθμῶν, ὡς δὴ μυθολογεῖται περὶ τῶν τῆς ἄρκτου ἐκγόνων ..... συν ....... τ ... ηι. Τοὐντεῦθεν ἐνθυμητέον ἐστίν, ὅτι πᾶν ζῶιον τοῦ μὴ ζώιου δυοῖν ἔχει διαφοράν, αἰσθήσει τε καὶ ὁρμῆι· ὧν θατέρου μὲν οὐδὲν πρὸς τὸ παρὸν δεόμεθα· βραχέα δὲ δοκεῖ γε περὶ τῆς αἰσθήσεως εἰπεῖν· φέρει γὰρ εἰς γνῶσιν τοῦ πρώτου οἰκείου, ὃν δὴ λόγον ἀρχὴν ἀρίστην ἔφαμεν ἔσε⸏ σθαι τῆς ἠθικῆς στοιχειώσεως. Οὐκ ἀγνοητέον ὅτι Χ τὸ ζῶιον εὐθὺς ἅμα τῶι γενέσθαι αἰσθάνεται ἑαυτοῦ· καὶ δεῖ μὲν ἕν̣εκα τῶν βραδυτέρων λεχθῆναί τινα πρὸς ὑπόμνησιν τούτου· παρεμπίπτων δ’ ἕτερος λόγος ἐφ’ ἑαυτὸν ἡμᾶς καλεῖ πρότερον· οὕτω γὰρ αὖ βραδεῖς καὶ πόρρω συνέσεως ἔνιοι τυγχάνουσιν ὥστε καὶ τοῖς ὅλοις ἀγνοεῖν ⸏ εἰ τὸ ζῶιον αἰσθάνεται ἑαυτοῦ. Δοκοῦσι γὰρ τὴν αἴσθησιν ὑπὸ τῆς φύσεως αὐτῶι δεδόσθαι πρὸς τὴν τῶν ἐκτὸς ἀντίληψιν, οὐκέτι δὲ καὶ πρὸς τὴν ἑαυτοῦ. κατὰ δὴ τοὺς οὕτως ὀ̣ .......... διο .. α .. γενουτ .. η προκαταστησα ...... μ .. ἑαυτῶν αἰσθάνεσθαι τὰ ζῶια πειρᾶσθαι α .. α .. ην ὅτι καὶ ἀλ .... ⸏ θεν α̣ὐτοῖς το . |
| 1 (50) [60] | ... μ .. χ . θιτοίνυν ἐπὶ νοῦν ι .. τὰ ζῶια πρῶτον μὲν μερῶν τῶν ἰδίων αἰσθάνεται. ταύτηι δὲ καὶ τὰ μὲν πτηνὰ τῆς τῶν πτερύγων πρὸς τὸ ἵπτασθαι παρασκευῆς κἀπιτηδειότητος ἀντιλαμβάνεται, τῶν δὲ χερσαίων ἕκαστον τῶν ἑαυτοῦ μερῶν, καὶ ὅτι ἔχει καὶ πρὸς ἣν ἔχει χρείαν, ἡμεῖς τε αὐτοὶ ὀφθαλμῶν καὶ ὤτων καὶ τῶν ἄλ̣λων. τῆιδε γοῦν κἀπειδὰν μὲν ἰδεῖν ἐθέλωμεν τι, τοὺς ὀφθαλμοὺς ἐντείνομεν ὡς ἐπὶ τὸ ὁρατόν, οὐχὶ δὲ τὰ ὦτα, κἀπειδὰν ἀκοῦσαι, τὰ ὦτα παραβάλλομεν καὶ οὐχὶ τοὺς ὀφθαλμούς, καὶ περιπατῆσαι μὲν ἐθέλοντες οὐ χερσὶν ἐπὶ τοῦτο χρώμεθα, ποσὶν δὲ καὶ τοῖς ὅλοις σκέλεσιν, καὶ κατά γε τὰ αὐτὰ δὴ οὐ σκέλεσιν ἀλλὰ ταῖς χερσίν, ἐπειδὰν λαβεῖν ἢ δοῦναί τι βουλώμεθα. |
| 2 [55] | διὸ πρώτη πίστις τοῦ αἰσθάνεσθαι τὸ ζῶιον ἅπαν ἑαυτοῦ ἡ τῶν μερῶν καὶ τῶν ἔργων, ὑπὲρ ⸏ ὧν ἐδόθη τὰ μέρη, συναίσθησις· δευτέρα δὲ ὅτι οὐδὲ τῶν πρὸς ἄμυναν παρασκευασθέντων αὐτοῖς ἀναισθήτως διάκειται. καὶ γὰρ ταῦροι μὲν εἰς μάχην καθιστάμενοι ταύροις ἑτέροις ἢ καί τισιν ἑτερογενέσι ζώιοις τὰ κέρατα προΐσχονται, καθάπερ ὅπλα συμφυᾶ πρὸς τὴν ἀντίταξιν. οὕτω δ’ ἔχει καὶ τῶν λοιπῶν ἕκαστον πρὸς τὸ οἰκεῖον καί, ἵν’ οὕτως εἴπω, συμφυὲς ὅπλον. τὰ μὲν γὰρ ὁπλαῖς, τὰ δὲ ὀδοῦσι, τὰ δὲ χαυλιοδοῦσι, τὰ δὲ κέντροις, τὰ δὲ ἰοῖς οἷον ὠχυρωμένα τούτοις ἐν ταῖς πρὸς ἕτερα διαμίλλαις ἐπὶ τὴν ἄμυναν χρῆται. τὸ δὲ δὴ τῆς πτυάδος καλουμένης ἀσπίδος οὐδ’ ἱστορίας ἀνάξιον· τοσαύτηι γὰρ ἄρα χαλεπότητι περίεστι τὸ θηρίον τῶν ὁμωνύμων τε καὶ ὁμογενῶν, ὥστε ἄνευ δήγματος, οἷον βέλος ἀφιεῖσα τὸν ἰὸν ἐφ’ ὅ, τι ἂν θέληι τῶν ζώιων, οὐκ ἔλαττον τῶν ἑτέρων ἀναιρεῖν ἀσπίδων· ἧι δὴ καὶ πόρρωθεν, ἐπειδὰν κατά τινος παροξυνθῆι, προσπτύουσα ⸏ τὸν ἰὸν οὐδὲν δεῖται δήγματος ἐμβολῆς. Καὶ μὴν τίνα τε ἀσθενῆ τῶν ἐν αὑτοῖς καὶ τίνα ῥωμαλέα καὶ δυσ⸏ παθῆ συναισθάνεται τὰ ζῶια. Ταύτηι καὶ ταῦρος μέν, ὁπότε φράττοιτο πρὸς τὴν ἐπιβουλήν, τάττει πρὸ παντὸς τοῦ λοιποῦ σώματος τὰ κέρατα· χελώνη δὲ συναισθανομένη τινὸς ἐπιθέσεως τὴν κεφαλὴν καὶ τοὺς πόδας τῶι ὀστρακώδει μέρει ἑαυτῆς ὑποστέλλει, τῶι σκληρῶι καὶ δυσμεταχειρίστωι τὰ εὐάλωτα· τὸ δὲ παραπλήσιον ποιεῖ καὶ ὁ κοχλίας κατειλούμενος εἰς τὸ κερατῶδες, ὁπότε κινδύ⸏ νου συναίσθοιτο. Ἥ γε μὴν ἄρκτος οὐκ ἀμαθὴς ἔοικεν εἶναι τῆς περὶ τὴν κεφαλὴν εὐπαθίας, ὅθεν παιομένη ξύλοις ἤ τισιν ἑτέροις, θραῦσαι τοῦτο δυναμένοις τὸ μέρος, ταύτηι ἐπιτίθησι τὰς χεῖρας ἀποδεξομένας τὴν τῶν πληγῶν βίαν· κἂν εἰπ . ε ........ δεηθείη τοῦ βαλανείου .................... κρημνοῦ, πάλιν ὑπ ................... ἐφίησιν ἑ⸏ αυτήν. Ποιεῖ δὲ τὸ τοιόνδε ...... · πηδῆσαι μὲν γάρ ἐστιν εὐπετέστατον ζῶιον, οὐδενὸς δήπου λειπόμενον ἑτέρου τῶν ἰσομεγεθῶν ἐν τῶι ἅλλεσθαι· καὶ δῆτα καὶ αὐτοῦ τοῦ ὁπόσον ἔ ..... τὸ διάστημα συναισθάνεται· εἰ δ’ οὖν διωκομένη τοῦ ῥήγματος μὴ θαρρήσειεν ἑαυτῆι ὡς εἰς τὸ καταντικρὺ δυνησομένη διαλέσθαι, ῥιπτεῖ ἑαυτὴν εἰς τοὔδαφος, ῥιπτεῖ δ’ οὐχ ὡς ἔτυχεν, ἀλλ’ ἐμφυσήσασα γὰρ ἑαυτὴν ἐφ’ ὅσον οἵατ’ ἐστί, κατὰ τὸ ἐνδεχόμενον ἀσκῶι ποιήσασα πεπνευματωμένωι παραπλησίαν, καταφέρεται, τὰ σκέλη καὶ τὴν κεφαλὴν ἐπαίρουσα καὶ τοῖς ἐμπεφυσημένοις μέρεσι μηχανωμένη τὰ χαλεπὰ τοῦ πτώμα⸏ τος ἐκλῦσαι. Τὰ δὲ τῆς ἐλάφου τίς οὐκ ἂν θαυμάσειεν; δῶμεν γὰρ ἀνίσως ἔχειν κατά τε τὰ σκέλη καὶ τὰ κέρατα, καὶ ταῦτα μὲν ὑπερφυῶς εὐμεγέθη καὶ θαυμάσια τὴν ὄψιν εἶναι, τὰ δὲ σκέλη κομιδῆ λεπτὰ καὶ ῥάιδια καταφρονηθῆναι· ἀλλ’ ὅμως, κρείττονα τῆς ὄψεως διδάσκαλον τῶν καθ’ ἑαυτὴν ἔχουσα τὴν φύσιν, τοῖς μέν, καίπερ οὖσι λεπτοῖς, πιστεύει καὶ οὔτε πρὸς ὑπερβολὰς τάχους οὔτε πρὸς μεγέθη πηδημάτων ἀπέγνωκεν αὐτῶν· τῶν δὲ κεράτων καὶ μάλα σφόδρα τῆς ἀσυμμετρίας κατέγνωκεν, ὡς παρ’ αὐτὸ τοῦτο δυσχρήστων πρός τε τὴν ἄλλην διάζησιν καὶ πολὺ δὴ διαφερόντως, ὁπότε κατεπείγοι τὸ φεύγειν. |
| 2 (50) [b] | ταύτηι μὴν καὶ τῆς αὐξήσεως τῶν κεράτων τὴν ἀμετρίαν ἐπιτίνους’, ἀφικομένη πρὸς κρημνοὺς ἤ τινας πέτρας ἐξόχους, ἐκ διαστήματος ἐπιφερομένη περιράσσει τὰ κέρατα, οὐ τοῖς μέσοις Ε ἰ αἰσθάνεται τὰ ζῶια τῶν ἐν ἑτέροις δυνάμεω ν Χ εἰ διηνεκῶς αἰσθάνεται ἑαυτοῦ τὸ ζῶιο ν. |
| 3 (a) [45] | τῆς βίας χρωμένη, μετὰ δὲ πάσης σφοδρότητος, ἔστ’ ἂν ⸏ ἀποκαυλίσηι τὰ πλεονάζοντα. Πρὸς τούτοις τοίνυν ἡ ἀσπὶς ὅτι μὲν εὐπαθέσι καὶ τῆς τυχούσης ἐπιβουλῆς ἥττοσι κέχρηται τοῖς οὐραίοις μέρεσι, ὅπλον δ’ ἐπὶ τὴν ἑαυτῆς σωτηρίαν πεπόρισται τὸ στόμα σαφῶς εὑρεθήσεται κατειληφυῖα. διωκομένη γοῦν εἴ τινι φωλειῶι προστυχὴς γένοιτο, τῆς καταδύσεως ἀπὸ τῶν κατ’ οὐρὰν ἄρχεται μερῶν, ὑστάτην ἀποκρύπτουσα τὴν κεφαλήν, τέως δ’ αὐτὴν ἐπ’ ἀσφαλείαι τῶν λοιπῶν προϊσχομένη. τὸ δὲ τοῦ κάστορος ἔτι θαυμασιώτερον· ζῶιον δ’ ἐστὶ ποτάμιον ἐπιεικῶς τε περὶ τὸν Νεῖλον πλεονάζον. οὗτος γὰρ δοκεῖ μοι μηδ’ ὧν εἵνεκα διώκεται μορίων ἀγνοεῖν. πρόφασις γὰρ αὐτοῦ τῆς θήρας ἀνθρώποις οἱ ὄρχεις, ἐπειδὴ τὸ παρὰ τοῖς ἰατροῖς περιβόητον καστόρειον ταῦτ’ ἐστὶ τοῦ ζώιου τὰ μόρια. διωκόμενος δὲ πρὸς πολὺ μάλιστα μὲν δηλοῖ ἀποδρᾶναι μηχανώμενος ὑγιὴς καὶ ἄρτιος· εἰ δὲ φαίνοιτο κρείττων ἡ ἀνάγκη, τοῖς ὀδοῦσι τοῖς αὐτὸς αὐτοῦ τοὺς ὄρχεις σχίσας ῥιπτεῖ· καὶ τοῦτο γίνεται τοῖς μὲν διώκου⸐ σι πέρας τῆς θήρας, ἐκείνωι δὲ αἴτιον σωτηρίας. Τί μὴν ἔδει ταῦτα λέγειν, ὅπου γε τὰ ζῶια καὶ τῶν ἐν ἑτέροις ἀσθενειῶν καὶ δυνάμεων ἀντίληψιν ἔχει, καὶ τίνα μὲν αὐτοῖς ἐπίβουλα, πρὸς τίνα δὲ αὐτοῖς ἀνοχαὶ καὶ οἷον σύμβασις ἀδιάλυτος. λέων μὲν γοῦν, εἰ μὲν ταύρωι μάχοιτο, εἰς τὰ κέρατα δέδορκεν αὐτοῦ, τῶν δ’ ἄλλων τοῦ ζώιου μερῶν καταπεφρόνηκεν· ἐν δὲ ταῖς πρὸς τὸν ὄναγρον διαμίλλαις παντοῖός ἐστι προσέχων τοῖς λακτίσμασι καὶ τὰς ὁπλὰς φεύγειν σπεύδων. ὅ γε μὴν ἰχνεύμων τὸν πρὸς τὴν ἀσπίδα πόλεμον οὐκ ἀστρατηγήτως διατίθεται, τό τε τῶν δηγμάτων τοῦ θηρίου φυλαττόμενος ὀλέθριον καὶ ὥς ἐστι τάχους ... α ............... ἑαυτόν· εἶθ’ ἡ α ....... ι ........... κυλίσας πλεονάκις, ὥστε .................... καθίησιν τισι ... λα .................. τησας ἐπῆιρε .. οὐρὰν ......... τὴν ἀσπίδα ἀντορθιάσαι τῶι στερεῶι ζ ......... τοῦ ἰχνεύμονος μέρει, λυομένου δὲ τοῦ πηλοῦ ... ἁλλόμενον ἐπὶ τὸν τράχηλον τοῦ θηρίου καὶ ......... ου ...... διὰ τὸ περὶ τὸν τράχηλον διατ ..... η . ες . κρείττων δὲ γενόμενος τού⸏ του ῥαῖστα τοῦ θηρίου περιγίνεται παρὰ τ ...... ας· ἀλλὰ δήπου καὶ τὰ κατοικίδια νεόττια ...... ρ . αντος μὲν α̣λ̣ ... ἢ ταύρου κατ’ οὐδέτερον τούτων φοβεῖται, γαλῆς δὲ ἢ ἱέρακος, τέτριγέν τε καὶ ὡς ἔχει τάχους ὑπὸ ⸏ τὰς μητρώας καταδύεται πτέρυγας. καὶ μὴν ὁ λέων γυμνοῦ μὲν ἀνδρὸς ῥᾶιον καταφρονεῖ, σιβύνην δ’ ἐν χε⸏ ροῖν ἔχοντι μεθ’ ἥττονος ἐπιτίθεται θράσους. Δοκεῖ δέ μοι καὶ σύμπαν τὸ γένος τῶν ἀλόγων, οὐ τῶν ἀφυεστέρων μόνον, ἀλλὰ καὶ τῶν τάχεσιν ἢ μεγέθεσιν ἢ δυνάμεσιν ὑπερφερόντων ἡμᾶς ὅμως αἰσθόμενον τῆς περὶ τὸν λόγον ὑπεροχῆς, ἀποτρέπεσθαι καὶ ἐκκλίνειν τὸν ἄνθρωπον, οὐκ ἂν εἰ μὴ καὶ τῶν ἐν ἑτέροις προτερημάτων ἀντιληπτικῶς εἶχε τὰ ζῶια ⸏ τούτου οὕτως γενομένου. |
| 3 (50) [60] | Ἀλλὰ γὰρ λοιπὰ μέν ἐστιν, ἃ συνηγορεῖ τῶι τὸ ζῶιον αἰσθάνεσθαι ἑαυτοῦ, ὅσα δὲ εἰς τὸ παρὸν ἥρμοττεν, ἀποχρήσει τὰ λεγόμενα· καὶ ἐφεξῆς οὐ χεῖρον ὀλίγα καὶ περὶ τοῦ διανεκῆ καὶ ἀδιάλειπτον εἶναι τῶι ζώιωι τὴν ἑαυτοῦ ⸐ συναίσθησιν ἐπελθεῖν. Πρῶτον τοίνυν οὐκ ἀγνοητέον ὡς, Χ καθάπερ τὸ σῶμα τοῦ ζώιου θικτόν ἐστιν, ἵν’ οὕτως εἴπω, καὶ ἁπτόν, οὕτω καὶ ἡ ψυχή· καὶ γὰρ αὐτὴ τοῦ γένους ἐστὶ τῶν σωμάτων, ὥσπερ τοῖς οἰκείοις τοῦτο παρίσταται λόγοις, οἷς παραδόξους ἀποφαί .. νουσι τὰς τῶν ἄλλων ..................... φοράς. σῶμα δὲ οὖσα θίξιν, ὡς ἔφην, οἷον προσέρεισιν καὶ λ . |
| 4 [45] | .. σιν καὶ βολὴν καὶ πρόσβλησιν καὶ πᾶν εἴ τι τούτοις παραπλήσιόν ἐστιν ἐπιδέχεται. Δεύτερον δὲ ἐπὶ τῶιδε προσενθυμητέον ὡς οὐχὶ καθάπερ ἐν ἀγγείωι τῶι σώματι περιείργεται ἡ ψυχὴ κατὰ τὰ περιισχόμενα ταῖς πιθάκναις ὑγρά, συμπεφύραται δὲ δαιμονίως καὶ συγκέκραται κατὰ πᾶν, ὡς μηδὲ τοὐλάχιστον τοῦ μίγματος μέρος τῆς ὁποτέρου αὐτῶν ἀμοιρεῖν μετοχῆς· προσφερεστάτη γὰρ ἡ κρᾶσις τοῖς ἐπὶ τοῦ διαπύρου σιδήρου γινομένοις· ἐκεῖ τε γὰρ ὁμοίως κἀνταῦθα δι’ ὅλων ἐστὶν ἡ παράθεσις. ταύτηι καὶ τὰ τῆς συμπαθίας ἐστὶν ἀμφοῖν κατακορῆ. θάτερον γὰρ τῶι ἑτέρωι συμπαθὲς καὶ οὔτε τῶν σωματικῶν παθῶν ἀνήκοος ἡ ψυχὴ οὔτε αὖ τέλεον ἐκκεκώφηται πρὸς τὰ τῆς ψυχῆς δεινὰ τὸ σῶμα. διὰ τοῦτο καθάπερ φλεγμοναῖς τῶν καιρίων τοῦ σώματος τόπων ἕπεται παρακοπὴ καὶ ἀλλόκοτος φορὰ τῆς διανοίας ἢ καὶ ὅλης τῆς φανταστικῆς παραποδισμὸς ἕξεως, οὕτως καὶ λύπαις καὶ φόβοις καὶ ὀργαῖς καὶ ὅλως τοῖς τῆς ψυχῆς πάθεσι συνδιατίθεται τὸ σῶμα μέχρις ἑτεροχροίας καὶ τρόμου σκελῶν προέσεώς τε οὔρου .......... ντων ἔτι ... νης ἐπισχέσεως καὶ τοῦ ὅλου ... c̣ . ου μεταμορφώσεως. οὐ γὰρ ἂν οὕτως ἦν εὐτρεπῆ πρὸς μετάδοσιν καὶ μετάληψιν παθῶν, εἰ μὴ τρόπον ἀλλήλοις, ὃν ἔφαμεν, συνεκέκρατο. τρίτον γε μὴν ἐπὶ τούτοις οὐκ ἂν οὐδὲ τὸν Μαργείτην ἀντειπεῖν νομίζω, ὡς οὐκ ἔστιν ἡ ψυχὴ δύναμις αἰσθητική· ταύτηι γὰρ καὶ φύσεως πλεονάζει καὶ προσέτι τῶι ὁρμητικὴ τυγχάνειν· ἐπεί τοι λελείψεται φύσις μόνον ἀντὶ ψυχῆς ὁρμῆς καὶ αἰσθή⸏ σεως στερομένη. Τίνος μὴν ἔτι δεῖ τετάρτου τὰ .. ντα; ἢ δῆλον ὡς ὃν τρόπον εἴληχεν ἡ ψυχὴ τῆς κινήσεως παραστῆσαι; κινδυνεύει δ’ οὐκ ἰδία αὐτῆς κατά γε τὴν πιθανωτάτην δόξαν εἶναι τῆς ....... οὐδὲ ἄφετος, ἀλλὰ κοινὴ .... ξ ............ ἐπιφάνειαν ἄκρον .. ................... τόνον δὴ καὶ τὴν τονικὴν κίνησιν .............. χε τρόπος οὔτε .. .. ς ............ κινήσεων. ἦν δ’ ἄρα καὶ ἡ ψυχὴ ...... σε ......... κινοῖτ’ ἂν καὶ αὐτὴ τὸν .......... ω ......... ἐφ’ ἑκάτερα .......... .. υσι ...... υ . δ ....... ιδίους καθῃρημέν ... ⸏ α .. ηι ...... ται .. τὰς ...... κεινήσεις. Ἐπεὶ τοίνυν ἐξ ἀμφοτέρων ἐστὶ τὸ ζῶιον ... σύνθετον, ἐκ σώματος καὶ ψυχῆς, ἄμφω δ’ ἐστὶ θικτὰ καὶ πρόσβλητα καὶ τ . ρ ἐρείσει δὴ ὑπόπτωτα, ἔτι δὲ δι’ ὅλων κέκραται, καὶ θάτερον μέν ἐστιν αὐτῶν δύναμις αἰσθητική, τὸ δ’ αὐτὸ τοῦτο καὶ τρόπον, ὃν ὑπεδείξαμεν, κεινεῖται, δῆλον ὅτι διανεκῶς αἰσθάνοιτ’ ἂν τὸ ζῶιον ἑαυτοῦ. τεινομένη γὰρ ἔξω ἡ ψυχὴ μετ’ ἀφέσεως προσβάλλει πᾶσι τοῦ σώματος τοῖς μέρεσιν, ἐπειδὴ καὶ κέκραται πᾶσι, προσβάλλουσα δὲ ἀντιπροσβάλλεται· ἀντιβατικὸν γὰρ καὶ τὸ σῶμα, καθάπερ καὶ ἡ ψυχή· καὶ τὸ πάθος συνερειστικὸν ὁμοῦ καὶ ἀντερειστικὸν ἀποτελεῖται. καὶ ἀπὸ τῶν ἀκροτάτων μερῶν εἴσω νεῦον ἐπὶ τὴν ἡγεμονίαν τ . |
| 4 (50) [5] | ... θους c .. ἀναφέρεται, ὡς ἀντίληψιν γίνεσθαι 〈τῶν〉 μερῶν ἁπάντων τῶν τε τοῦ σώματος καὶ τῶν τῆς ψυχῆς· τοῦ⸐ το δέ ἐστιν ἴσον τῶι τὸ ζῶιον αἰσθάνεσθαι ἑαυτοῦ. Μαρτύρια δὲ .... πιστὰ τῶν λόγων τὰ συμβαίνοντα· πιθανὸν μὲν γάρ ἐστιν, εἴπερ ὅλως ποθ’ ἑαυτοῦ γίνεται τὸ ζῶιον ἀνεπαίσθητον, ἐν τῷ ὕπνου πάντως χρόνῳ μάλιστα τοῦτο συμβαίνειν. ὁρῶμεν δ’ ὡς καὶ τότε, οὐ μάλα μὲν τοῖς πολλοῖς εὐπαρακολουθήτως, συναισθάνεται δ’ οὖν ἑαυτοῦ τὸ ζῶιον. ἀπό> χρη δὲ πρὸς τὴν ὑπὲρ παντὸς τοῦ γένους διάληψιν τὰ ἐφ’ ἡμῶν τῶν ἀνθρώπων ἀπαντῶντα παραθέσθαι· καὶ γὰρ περὶ χιμῶνος ὥραν παραγυμνωθέντες μέρη τινὰ τοῦ σώματος, εἰ καὶ βαθυτάτωι πεπιεσμένοι τύχοιμεν ὕπνωι, ὅμως ἐφελκόμεθα τὰ ἐνεύναια καὶ περισκέπομεν τὰ ψυχόμενα, τά τε ἕλκη φυλάττομεν ἀπρόσκρουστα καὶ ἄθλητα κοιμώμενοι βαθέως, ὡς ἂν ἐγρηγορύιαι, ἵν’ οὕτω φῶ, χρώμενοι τῆι προσοχῆι, τῆι τε προτεραίαι συνταξάμενοί τισι νύκτωρ ἐπαναστήσεσθαι διεγρόμεθα τῆς ὡρισμένης ὥρας ἡκούσης. |
| 5 [45] | ἴδοις δ’ ἂν καὶ τὰς σπουδὰς τὰς περί τινα μέχρι τῶν ὕπνων ἐπακολουθούσας· ὁ μέν γε φίλοινος καταδαρθάνει πολλάκις οὐκ ἀφιεὶς ἐκ τῆς χειρὸς τὴν λάγυνον· ὁ δὲ φιλάργυρος ἀπρὶξ ἐχόμενος τοῦ βαλλαντίου κοιμᾶται· τῆιδε μέντοι καὶ τὸν ἱκανῶς ἔχοντα πρὸς ἐπίκρισιν ἠθῶν οὐκ ἀπελπίζω κοιμωμένοις ἐπιστάντα δυνατῶς ἕξειν ἐκ τοῦ τρόπου τῆς κοιμήσεως γνῶναι, ποία τις ἡ τοῦ καθεύδοντος διάθεσις, πότερον ἐρρωμένη καὶ τόνου πλήρης ἢ μαλθακωτέρα τοῦ δέοντος. οὐ γὰρ δὴ τεθνήξεσθαι μὲν προσδοκῶντες οἱ βραχεῖ c ..... πρόνοιαν ποιοῦνται τοῦ καὶ νεκροὶ πεσεῖν εὐσχημόνως, κατὰ τὴν τραγικὴν παρθένον, οὐχὶ δὲ πολλῶι μᾶλλον εἰς τὰ τῶν κοιμωμένων σώματα διΐξεται τὰ τεκμήρια τῆς διαθέσεως· ὡς δὴ καὶ ὁ Ἡρακλῆς εὕδει πιέζων χειρὶ δεξιᾶι ξύλον. ταῦτ’ οὖν ἅπαντα καὶ τὰ τούτοις ἐοικότα (μυρία δ’ ἐστὶ τὸ πλῆθος) ἐχεγγυωτάτη πίστις εἶναί μοι δοκεῖ τοῦ κἀν τοῖς ὕπνοις αἰσθάνεσθαι ἡμᾶς ἑαυτῶν. καὶ οὐκ ἐφ’ ἡμῶν μὲν ἀληθὴς ὁ λόγος, οὐχὶ δὲ κἀπὶ τῶν ἄλλων ζώιων· μὴ γὰρ καὶ λεπτοτέρων ἐκεῖνα προσδεᾶ εὕροιμεν ἂν ὕπνων, ἅτε ῥώμηι σωμάτων πρὸς πέψιν εὐφυεστέρως ἔχοντα καὶ διὰ τοῦθ’ ἧττον μακρῶν καὶ βαθέων ὕπνων χρήζοντα· ἵνα μὴ .. ν . υ λέγω τὸ συχνόν· ἀλλὰ γὰρ καὶ ὁ τοῦ κοιμᾶσθαι τρόπος ... οὐχὶ τῆς λεπτότητος μόνον αὐτῶν, ἀλλὰ καὶ τῆς ἑαυτῶν ἐν τῶι καταδαρθάνειν ἀντιλήψεως ἀπο .. ..... c ............ θεῖναι καιρ .. ................... όμενον π .... ................... μαλεν .... .................. αὐτοὺς τὸ ζῶιον αἰσθή .. ................ αἰσθάνεται ἑαυτοῦ ..... π̣ .............. καὶ .. καιρω ... καὶ ω ...... αἰσθαν ........... διο .. ... σαι προ ... ν μέντοι .......... τὴν ἀπο ... κατὰ τὰ λεχθέντα ἡμῖν καὶ αἰσθάνεται ......... τὸ ζῶιον α ... ἀδιαλίπτως δῆλον ὅτι το .......... τὴν ἀπότεξιν· καὶ γὰρ αὐτὴ μέρος ἐστὶ τοῦ χρόνου .... ω ....... τοῦτο μὲν ἰσχυρότατον ὂν ἐξ ἑτοίμου φαίνεται πρὸς συνηγορίαν εἰλῆφθαι. φέρε δὲ μετὰ τοῦτο ἐννοηθῶμεν, τίνι τῶν χρόνων ἀναθεῖναι πρέποι ἂν τὸ συμβαῖνον, ἀφελομένους τοῦ πρώτου· καί μοι τῶν ἀντιλεγόντων τις ἀποκρινάσθω, ἐν τίνι τῶν χρόνων ἄρχεται τὸ ζῶιον τῆς ἑαυτοῦ ἀντιλήψεως· ὃν γὰρ ἂν εἴπηι τις, οὐδὲν ἐρεῖ περιττότερον ἔχοντα τοῦ πρώτου· τὴν γοῦν αἰσθητικὴν δύναμιν, ἧς δεῖ πρὸς τὸ αἰσθάνεσθαι τὸ ζῶιον ἑαυτοῦ, οὐκ ἐν μὲν τῶι δευτέρωι τῶν χρόνων ἢ τῶι τρίτωι ἤ τινι τῶν ἄλλων ἔχει τὸ ζῶιον, ἐν δὲ τῶι πρώτωι ταύτης ἐστέρηται, ἀλλ’ ἀφ’ οὗ ἂν ἦι χρόνου ζῶιον, εὐθὺς αἰσθητικόν ἐστι. |
| 5 (50) [1] | μετὰ ταῦτα τοίνυν οὐκ ἄν μοι δοκεῖ τις ἀντειπεῖν, ὡς οὐχὶ πάντως τινὸς τῶν ἐκτὸς αἰσθάνεται τὸ ζῶιον· καὶ γὰρ ὁρᾶι, ὅσα γε μὴ ὑπότυφλα τίκτεται, καὶ ἀκούει· εἰ δὲ μή, γεύεται μὲν καὶ ἅπτεται· διὰ τοῦτο καὶ τὰ μὲν ἐπὶ θηλὰς μητρώας ὁρμήσαντα σπᾶι τὸ γάλα, τὰ δ’ ὑπὸ πτέρυξι τῆς γειναμένης καταδύεται, τὸ ἀπηνὲς ἐκτρεπόμενα τοῦ περιέχοντος, τὰ δὲ κλαυμυρίζεται οἷον τυπτόμενα ...... ὑπὸ τοῦ ἀέρος. εἰς τί ποτ’ οὖν φέρει οὗτος ὁ λόγος; εἰς πάνυ καλὴν καὶ ἀναντίλεκτον ὑπόμνησιν. τοῦ προκειμένου· καθόλου γὰρ οὐ συντελεῖται τῶν ἐκτός τινος ἀντίληψις δίχα τῆς ἑαυτῶν αἰσθήσεως. |
| 6 (a) [45] | μετὰ γὰρ τῆς τοῦ λευκοῦ φέρε εἰπεῖν αἰσθήσεως καὶ ἑαυτῶν αἰσθανόμεθα λευκαινομένων καὶ μετὰ 〈τῆσ〉 τοῦ γλυκέως γλυκαζομένων καὶ μετὰ τῆς τοῦ θερμοῦ θερμαινομένων κἀπὶ τῶν ἄλλων τἀνάλογον· ὥστ’ ἐπειδὴ πάντως μὲν γεννηθὲν εὐθὺς αἰσθάνεταί τινος τὸ ζῶιον, τῆι δ’ ἑτέρου τινὸς αἰσθήσει συμπέφυκεν 〈ἡ〉 ἑαυτοῦ, φανερὸν ὡς ἀπ’ ἀρχῆς αἰσθάνοιτ’ ἂν ἑαυτῶν τὰ ζῶια. τοῖς δ’ ὅλοις οὐκ ἀγνοητέον, ὡς ἡγεμονικὴ πᾶσα δύναμις ἀφ’ ἑαυτῆς ἄρχεται· ταύτηι καὶ ἡ μὲν ἕξις, συνέχουσα τὸ καθ’ ἑαυτήν, πρότερον ἑαυτῆς ἐστι συνεκτική· καὶ γὰρ οὐδ’ ἂν συνεῖχε ἄλλο τι πρᾶγμα, τὰ μόρια εἰσπαραδεδεγμένη, εἰ μὴ τοῖς ἑαυτῆς τοῦτο προπαρεῖχε μορίοις· ἥ τε φύσις, ἡ συνέχουσα καὶ σώζουσα καὶ τρέφουσα καὶ αὔξουσα τὸ φυτόν, αὐτῶν τούτων πρότερον αὐτὴ μετέχει παρ’ αὑτῆς. ὁ δὲ παραπλήσιος λόγος κατὰ πάσης ἀρχῆς, ὥστε καὶ ἡ αἴσθησις, ἐπειδὴ καὶ αὐτὴ δύναμίς ἐστιν ἀρχική, προσεχέστερον δέ ἐστι χρῆμα ἢ ἕξις τε καὶ φύσις, δῆλον ὅτι ἄρχοιτ’ ἂν ἀφ’ ἑαυτῆς καὶ πρὶν τῶν ἑτέρων τινὸς ἀντιλαβέσθαι, ἑαυτῆς αἰσθάνοιτο. παντὸς οὖν τοῦ προγεγονότος λόγου κοινὸν θώμεθα κεφάλαιον, ὡς ἅμα τῆι γενέσει τὸ ζῶιον αἰσθάνεται ἑαυτοῦ. Μετὰ ταῦτ’ οὖν δῆλον / ὅτι φαντασίας τινὸς ἑαυτοῦ γενομένης αὐτῶι c .. ον ἴσχει (πῶς γὰρ ἂν ἄλλως δύναιτο;) περὶ ⸏ / τῆς φαντασίας καὶ τούτωι πείθεται ἐπ’ αὐτὴν ... ν ἐπιστῆσαι πάντως· ἢ μέντοι εὐαρεστεῖ τῆι φαντασίαι, ἣν ἑαυτοῦ εἴληφεν, ἢ δυσαρεστεῖ ἢ ἀρρεπῶς ἴσχει· τὴν γὰρ ἑαυτοῦ ...... ν οὐδέν ἐστι .... ..................... ς τῶν ἐκ τ .... ...................... ζῶιον τῆι ἑαυτοῦ ................... εὐαρεστοῦν γ .... ..................... ἠλλοτρίωται ........................ διαμένει χρόνον ........................ ρτε̣ .. κάτης ...................... τι οἰκεία .. . εθ .............. θο .... ἀλλ’ ἐκ τῶν ε .. τ ....... μεν ... φέρομενο ... σώζειν δύναται .......... · ἔχοι δ’ ἂν τὴν αἰτίαν καὶ ἡ φύσις, ὡς μάτην τὰ τοιαῦτα καμοῦσα φαίνέσθαι, εἰ μὴ μέλλει τὸ ζῶιον εὐθὺ γενόμενον ἀρέσειν ἑαυτῶι. διὰ ταῦτα οὐκ ἄν μοι δοκεῖ τις, οὐδὲ Μαργείτης ὤν, εἰπεῖν ὥς τε γεννηθὲν τὸ ζῶιον ἑαυτῶι τε καὶ τῆι φαντασίαι τῆι ἑαυτοῦ δυσαρεστεῖ· καὶ μὴν οὐδ’ ἀρρεπῶς ἴσχει· οὐχ ἧττον γὰρ τῆς δυσαρεστήσεως καὶ αὐτὸ τὸ μὴ εὐαρεστεῖν πρός τε ὄλεθρον τοῦ ζώιου καὶ πρὸς κατάγνωσιν φέρει τῆς φύσεως· ὅθεν ὁ συνλογισμὸς οὗτος ἀναγκάζει ὁμολογεῖν ὅτι τὸ ζῶιον, τὴν πρώτην αἴσθησιν ἑαυτοῦ λαβόν, εὐθὺς ὠικειώθη πρὸς ἑαυτὸ καὶ τὴν ἑαυτοῦ σύστα⸐ σιν. |
| 6 (50) [60] | φαίνεται δ’ ἔμοιγε καὶ αὐτὰ τὰ γινόμενα βεβαιοῦν τὸν λόγον. τί γάρ; οὐχὶ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστον ποιεῖ τὸ ἐπιβάλλον ὑπὲρ τῆς ἑαυτοῦ συντηρήσεως, ἐκκλεῖνον μὲν πᾶσαν ἐπιβουλὴν πόρρωθεν καὶ διαφεύγειν μηχανώμενον ἀπαθὲς ἐκ τῶν σφαλερῶν, ... τον δ’ ἐπὶ τὰ σωτήρια καὶ πάντ’ ἀγαθὰ καὶ ποριζόμενον τὰ πρὸς διαμονήν. οὐ γὰρ δὴ μόνον τὰ τοῖς κάλλεσι καὶ μεγέθεσιν ὑπερβάλλοντα καί τισιν ἀλκαῖς ἢ τάχεσι διαφέροντα τοιαῦτα περὶ τὴν ἑαυτῶν ὄντα συντήρησιν εὕροιμεν ἄν, ἀλλὰ καὶ τὰ μικρὰ καὶ εὐτελῆ καὶ τὴν ἄλλως εἰδεχθῆ. |
| 7 [45] | δεινὴ γὰρ ἡ φύσις καὶ τοῖς τοιοῖσδε σφῶν αὐτῶν ἐντῆξαι σφοδρὸν εἵμερον, τῶι τὴν σωτηρίαν ἄλλως ἄπορον ὑπάρχειν. ταύτηι ἄρα δοκεῖ μοι καὶ τὰ νεαρὰ παιδάρια μὴ ῥαιδίως φέρειν κατακλειόμενα ζοφεροῖς οἴκοις καὶ πάσης φωνῆς ἀμετόχοις. ἐντείνοντα γὰρ τὰ αἰσθητήρια καὶ μηδὲν μήτ’ ἀκοῦσαι μήτ’ ἰδεῖν δυνάμενα φαντασίαν ἀναιρέσεως αὑτῶν λαμβάνει καὶ διὰ τοῦτο δυσανασχετεῖ. διὸ καὶ φιλοτέχνως αἱ τίτθαι παρεγγυῶσιν αὐτοῖς ἐπιμύειν τοὺς ὀφθαλμούς· παρηγορεῖ γὰρ τὸν φόβον τὸ ἐθελουσίαι καὶ μὴ ὑπ’ ἀνάγκης γενέσθαι τὴν ἀ ....... τῶν ὁρατῶν. τινὰ δὲ αὐτῶν καὶ δίχα παρεγγυήσεως τοὺς ὀφθαλμοὺς ἐπιμύει, τῶι πληκτικῶι ..... τα ............ ⸏ οὐκ ἐξαρκοῦντα. Τοσαύτη δ’ ἄρα περιουσία τεκμηρίων ἐστὶ τῶι τὸ ζῶιον οἰκειοῦσθαι ἑαυτῶι, ὥστ’ ἤδη κἀν τοῖς παρὰ φύσιν ἔξεστιν ὑπομιμνήσκειν ὑγιὲς ὂν τὸ ἀξιούμενον. ..... φιλ .... πρᾶγμα χαλεπόν· καὶ τοῦ μὴ θεραπεύειν ἑαυτοὺς .... ω ..... ὅμως τὴν καταρχήν γε ἡ πρὸς ἑαυτοὺς οἰκείωσις παρέχει, δι’ ἣν οἰστός ἐστιν ἕκαστος ἑαυτῶι, κἂν ἄλλοις ἀφόρητος ἦι. ἕλκη γοῦν τὰ δυσοσμότατα καὶ πρὸς τὴν ὄψιν ἀπηνέστατα φέρομεν ἑαυτῶν καὶ τὴν ἄλλην ἀηδίαν ὑπὸ τῆς φιλαυτίας ἐπισκοτουμένην. τὸ δὲ θαυμασιώτατον· τί γάρ ἐστιν εἰδεχθέστερον . ακία . εἴγε καρκινώματα μὲν καὶ ὀχθώδεις ἐπαυξήσεις σαρκῶν μελανίαι τε καὶ σηπεδόνες ...... πρὸς ὄψιν ἀτερπῆ ..... το ... ει .... ...... π . η . νε. ἀλλὰ ......... τοσουτ ... ...... περὶ τούτων, ὥστε οὐ .... δυνατὸν εἶναι ... ...... χ .. ν ............. οὖν ἃ ῥέπει ... ....................... τὴν γίνεται ..... ......................... αι σφῶν ... ....................... δοναι .. ....................... φιλαυτία ........................... μεν .. ........................ ι ..... ......................... ο . βαιω ⸐ ...... ι .......... ν ........... χ’ οὖν φη......................... ονι . των ἤδη .................................... ........................ ἅμα τῆι γενέσει ⸏ τὸ ζῶιον ............... ἦν ἂν ὅτι ....... το ... γα ................ πρώτους χρόνους .. γενέσεως ἀ̣πὸ τοῦ διασώζειν καὶ συντηρεῖν ἑαυτὸ προβῆναι ... α ........ τὴν εἰρημένην οἰκείωσιν, εὐθὺς .............. ὁρμὴ καὶ τὸ σωτήριον ἐπι ............. ἐστὶν ἡ λελεγμένη οἰκείωσις· διὸ φαίνεται τὸ ζῶιον ἅμα τῆι γενέσει αἰσθάνεσθαί τε αὑτοῦ καὶ οἰκειοῦσθαι ἑαυτῶι καὶ τῆι ἑαυ⸏ τοῦ συστάσει· ἐνταῦθα μὲν οὖν τοῦ λόγου γενόμενος οὐκ ἂν ἀκαίρως διασαφοίην τῆς φαντασίας τὸν τρόπον. |
| 7 (50) [60] | οὐ γὰρ ἐπειδὰν π̣ρῶτον γένηται τὸ ζῶιον, ἀλλὰ χρόνον μὲν τὸν καίριον .. γεν̣ομένης ἤδη τῆς διαρθρώσεως, τρανὴς .... γίνεται καὶ διηκριβωμένη ητ ... .. ο ......... ότητα· τρανότητος ... ν . ν ....... μετὰ ῥώμης διατετορευμένην ὡς ⸏ ... σαφ ......... τῶν ἰδιωμάτων ἀποτελεῖται· τὸ δὲ κατ’ ἀρχὰς κἀν τῆι πρώτηι γενέσει οὐχ οὗτος ὁ τρόπος οὔτε τῆς φαντασίας οὔτε τῆς αἰσθήσεως ἀλλὰ ἀσαφής ἐστιν ἔτι καὶ συγκεχυμένος ὁλοσχερεῖ τε τῆι ..... χρώμενος· καὶ μάλ’ εἰκότως· αὐτή τε γὰρ ἡ . |
| 8 [28-51] | .. ω . ς ἔτι παχεῖα καὶ ......... σαι φαντασίαν ἰσχυράν· δεύτερον .......... τῶν πραγμάτων διὰ τὴν σύγχυσιν ἡ .... τ̣ησις τρίτον δὲ ἀγύμναστος ω ........ σην το αἰσθητὸν ἅπαν αὐτοῦ περιδράξασθαι καὶ ὡς ἀκριβῶς ἐντὸς γενέσθαι πραγμάτων· διὰ ταῦτα .. ἡ φαντασία ἀοριστώδης .. τηνικαῦτα .......... νι ... αἴσθησις, ἀλλὰ μεῖον ἔχουσα καὶ δι .......... ὡς τοιά⸏ δε καὶ ὡς πρὸς τοιόνδε· εἰκασίαις δὲ διαφόροις περὶ τοῦ συμβαίνοντος ἐμβάλλουσι δύ’ ἄνδρες ἀπὸ τῆς αἱρέσεως, Χρύσιππός τε καὶ Κλεάνθης, ὧν ὁ μὲν Χρύσιππος λέγει· «οὐκ ἂν μέρος τι τῶν σαυτοῦ ................. μὲν γὰρ ἀλεεινὸν ....................... . ἢ σάρκινον ..................... ἑτέρου δὲ .... ους ἡ ἑτέρα ......... .. τούτων ἀοριστώδης ἥ τε φαντασία καὶ ἡ ἀντίληψις .......... εται τὸν ............... περὶ τὴν π . ρ . ..... ε . ν· ὁ δὲ ..... ετε ......... καθάπερ ........................... τυγχα ........................... ωσιν τοῦ .......................... νεοττός ...................... ἰδέαν καὶ μορφὴν .. μ ........ πρὸς ....... κατ’ ἀρχὰς ἡ ... φαντασία τε καὶ ἀντίληψις ὁλοσχερής τις .......... καὶ ὡς ἔθος ἡμῖν ὀνομάζειν δ .. ............ ευτα .. ἐπὶ τοc ........ νο . . ν ..... καὶ περὶ τῆς ἀοριστώδους φαντασίας .. [Break in Text (point at which text breaks off for an unknown length)] [ . |
| 9 (a) [10] | . ........ ]τιτο τέλο ς ............ τηρίων τῆς συστάσεως .... ............. οις καὶ ὅ̣λοις γένεσι ... οἰκειωτικαί· ὅτι δὲ ἡ μὲν πρὸς ἑαυτὸ εὐνοητική, στερκτικὴ δὲ ἡ συγγενική· καλεῖται γὰρ ...... πολλοῖς ...... ιν, ἡ δὲ πρὸς τὰ ἐκτὸς χρήματα αἱρετική. καθάπερ οὖν στερκτικῶς μὲν κατὰ τοῦτο οἰκειούμεθα τοῖς τέκνοις, αἱρετικῶς δὲ τοῖς ἐκτὸς χρήμασιν, οὕτω καὶ τὸ ζῶιον ἑαυτῶι μὲν ...... ..... ῶς, τοῖς δὲ πρὸς τὴν χρῆσιν τὴν συστηματικὴν φέρουσιν ἐκλεκτικῶς .... νι . κοινοῦ .... ὀνόματος .......................... ............ καὶ γὰρ ἡ μέν ἐστι κ ........ ............ την· ἡ δὲ πρὸς ........... ........... ἀγωγήν ............... . |
| 11 (8) [20] | .......................... παραπλήσιον ................... ου των .. χόντων ... το γὰρ παλι .................... τοῦ τῆς πατρίδος γὰρ καλῶς ......................... τῆς φύσεως ............................ ............................ πρῶτον μὲν ... οὐ ........ ἐσμὲν ζῶιον, ἀλλὰ συναγελαστικὸν καὶ δεόμενον ἑτέρου· διὰ τοῦτο καὶ κατὰ πόλεις οἰκοῦμεν· οὐδεὶς γὰρ ἄνθρωπος ὃς οὐχὶ πόλεώς ἐστι μέρος· ἔπειτα καὶ ῥαιδίως συντιθέμεθα φιλίας· ἐκ γὰρ τοῦ συνεστιαθῆναι ἢ τοῦ συγκαθίσαι ἐν θεάτρωι ἢ εἰς τὸ αὐτὸ καταστῆναι .......... τὸ δὲ θαυμασιώτατον· πολλάκις γὰρ ... τ . δ .. ε ....... λαβόντες γὰρ παρὰ τὴν μάχης ὥραν δηλοῦσιν ......... ν εὐνοίας καὶ .... . |
| 12 [45] | ............................. οἰκείων ἀρχ̣ῆ̣ς̣ ...................... .... τῶν λοιπῶν .................... τα των ἐν ἡμ̣ ...................... τοῖς αλον ......................... νάντων περὶ ....................... κενῶς ὕλη ........................ ⸐ ὡς ἐνταῦθα ....................... δὸν ἔτεμε ........................ αις ἔτι καὶ τ ....................... τοῖς φιλοσόφοις .................... δὲ μία μὲν φύσις .................... ἀντίπραξιν ........................ τὸν ἀκαρῆ δ ....................... ⸏ μένη τὴν κατάλυσιν ................... ἔχουσα καὶ προσκ ..................... ἀνατεταμένη ....................... μὴ καλῶν ὡς ἀγαθῶν ................ μεγαλόψυχον καὶ κατ ...................... τό τε τῶν πράξεων ................... τι καὶ λαμπηδ ....................... .............................. .............................. ἀλλ’ οὖν ... νο ...................... ..... λ . οω ....................... κω ............................ μεν ............................ μεν ............................ ... τε τέχνης ..................... ... τω ἵνα μὲν ὁ δο ................... καὶ τοῦ βουλήματος ................... ἡ κατεργασαμένη τ .................... ν ..... τέρου ..................... .............................. .............................. αὐτὴ τὸν ἀ ........................ εὑρεθῆναι δ ...................... ἀνθρώπων καὶ . |
| 12 (50) [60] | . το ..................... κατεσκεύασεν ....................... κρωματ .......................... ηφα ............................ ⸐ ως τέλος ................... μετὰ τοῦτο προσενθυμητέον .................... τὸ τέλος ἡμῖν ἐ ..................... τέλος κ .... τ ...................... δὲ ἔννοιαν . νc ..................... ου ἐπειδὴ καὶ ...................... κρατιστ .......................... βαλεῖν .......................... της ἐπ .......................... σιως ὀρχηc ....................... |