ΑΝΔΡΟΝΙΚΟΥ ΠΕΡΙΠΑΤΗΤΙΚΟΥ ΠΕΡΙ ΠΑΘΩΝ
Πάθος ἐστὶν ἄλογος ψυχῆς κίνησις καὶ παρὰ φύσιν ἢ ὁρμὴ πλεονάζουσα. τὰ δὲ γενικώτερα πάθη τέσσαρα· λύπη, φόβος, ἐπιθυμία, ἡδονή.
αʹ Λύπη μὲν οὖν ἐστιν ἄλογος συστολή· ἢ δόξα πρόσφατος κακοῦ παρουσίας, ἐφʼ ᾧ οἴονται δεῖν συστέλλεσθαι.
βʹ Φόβος δὲ ἄλογος ἔκκλισις· ἢ φυγὴ ἀπὸ προσδοκωμένου δεινοῦ.
γʹ Ἐπιθυμία δὲ ἄλογος ὄρεξις· ἢ δίωξις προσδοκωμένου ἀγαθοῦ.
δʹ Ἡδονὴ δὲ ἄλογος ἔπαρσις· ἢ δόξα πρόσφατος ἀγαθοῦ παρουσίας, ἐφʼ ᾧ οἴονται δεῖν ἐπαίρεσθαι.
εἴδη λύπης κεʹ.
Ἔλεος· φθόνος· ζῆλος· ζηλοτυπία· δυσθυμία· συμφορά· ἄχθος· ἄχος· σφακελισμός· πένθος· δυσχέρανσις· ὄχλησις· ὀδύνη· ἀνία· μεταμέλεια· σύγχυσις· ἀθυμία· ἄση· νέμεσις· δυσφορία· γόος· βαρυθυμία· κλαῦσις· φροντίς· οἶκτος.
αʹ Ἔλεος μὲν οὖν ἐστι λύπη ἐπʼ ἀλλοτρίοις κακοῖς ἀναξίως πάσχοντος ἐκείνου.
βʹ Φθόνος δὲ λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς· ἢ λύπη ἐπὶ τῇ τῶν ἐπιεικῶν εὐπραγίᾳ.
γʹ Ζῆλος δὲ λύπη ἐπὶ τῷ ἕτερον τυγχάνειν, ὧν αὐτὸς ἐπιθυμεῖ. ἢ λύπη ἐπὶ τῷ ἄλλοις ὑπάρχειν, ἡμῖν δὲ μή· ἢ ζῆλος μακαρισμὸς ἀστειότητος.
δʹ Ζηλοτυπία δὲ λύπη ἐπὶ τῷ ἄλλοις ὑπάρχειν. ἃ καὶ ἡμῖν ὑπάρχει.
εʹ Δυσθυμία δὲ λύπη ἐπʼ ἀλύτῳ ἢ δυσκινήτῳ.
ϛʹ Συμφορὰ δὲ λύπη ἐπὶ συμπεφραγμένοις κακοῖς.
ζʹ Ἄχθος δὲ λύπη βαρύνουσα.
ηʹ Ἄχος δὲ λύπη ἀφωνίαν ἐμποιοῦσα.
θʹ Σφακελισμὸς δὲ λύπη σφοδρά.
ιʹ Πένθος δὲ λύπη ἐπὶ ἀώρῳ τελευτῇ.
ιαʹ Δυσχέρανσις δὲ λύπη ἐξ ἐναντίων λογισμῶν.
ιβʹ Ὄχλησις δὲ λύπη στενοχωροῦσα ἢ ἀναστροφὴν οὐ διδοῦσα.
ιγʹ Ὀδύνη δὲ λύπη εἰσδύνουσα καὶ ὀξεῖα.
ιδʹ Ἀνία δὲ λύπη ἐξ ἀναλογισμῶν.
ιεʹ Μεταμέλεια δὲ λύπη ἐπὶ ἁμαρτήμασι πεπραγμένοις ὡς διʼ αὑτοῦ γεγονόσιν.
ιϛʹ Σύγχυσις δὲ λύπη κωλύουσα διορᾶν τὸ μέλλον.
ιζʹ Ἀθυμία δὲ λύπη ἀπελπίζοντος ὧν ἐπιθυμεῖ τυχεῖν.
ιηʹ Ἄση δὲ λύπη μετὰ ῥιπτασμοῦ.
ιθʹ Νέμεσις δὲ λύπη ἐπὶ ἐπαιρομένοις παρὰ τὸ προσῆκον.
κʹ Δυσφορία δὲ λύπη μετʼ ἀπορίας τοῦ πῶς χρήσεται τοῖς παροῦσιν.
καʹ Γόος δὲ θρῆνος ἀγομένου κατὰ λύπην.
κβʹ Βαρυθυμία δὲ λύπη βαρύνουσα καὶ ἀνάνευσιν οὐ διδοῦσα.
κγʹ Κλαῦσις δὲ δάκρυσις λυπουμένου νεύοντος ἐπὶ τὸ χεῖρον.
κδʹ Φροντὶς δὲ λογισμὸς λυπουμένου.
κεʹ Οἶκτος δὲ λύπη ἐπʼ ἀλλοτρίοις κακοῖς.
Φόβου εἴδη ιγʹ.
Ὄκνος· αἰσχύνη· δεῖμα· δέος· ἔκπληξις· κατάπληξις· ψοφοδέεια· ἀγωνία· μέλλησις· ὀῤῥωδία· θόρυβος· δεισιδαιμονία.
αʹ Ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνεργείας.
βʹ Αἰσχύνη δὲ φόβος ἀδοξίας.
γʹ Δεῖμα δὲ φόβος ὑφορωμένου.
δʹ Δέος δὲ φόβος συνδέων.
εʹ Ἔκπληξις δὲ φόβος ἕνεκα ἀσυνήθους φαντασίας δεινοῦ.
ϛʹ Κατάπληξις δὲ φόβος ἐκ μείζονος φαντασίας.
ηʹ Ψοφοδέεια δὲ φόβος κενός.
θʹ Ἀγωνία δὲ φόβος διαπτώσεως· ἢ φόβος ἥττης· ἢ φόβος ἐμποιητικὸς τῶν ἐναντίων ἐλπίδων, περὶ ὧν ὄρεξιν σφοδρὰν ἔχομεν.
ιʹ Μέλλησις δὲ ὄκνος διεγνωκότος ποιεῖν.
ιαʹ Ὀῤῥωδία δὲ φόβος ἐννοηθέντος.
ιβʹ Θόρυβος δὲ φόβος μετὰ φωνῆς κατεπείγων.
ιγʹ Δεισιδαιμονία δὲ φόβος τοῦ δαιμονίου· ἢ ὑπερέκπτωσις τῆς πρὸς θεοὺς τιμῆς.
Ἐπιθυμίας εἴδη κζʹ.
Ὀργή· θυμός· χόλος· πικρία· μῆνις· κότος· ἔρως· ἵμερος· πόθος· δυσμένεια· δύσνοια· ἁψικορία· ῥιψοφθαλμία· σπάνις· τραχυτής· ἔρις· προσπάθεια· φιληδονία· φιλοχρηματία· γαστριμαργία· οἰνοφλυγία· λαγνεία.
αʹ Ὀργὴ μὲν οὖν ἐστιν ἐπιθυμία τιμωρίας τοῦ ἠδικηκέναι δοκοῦντος.
βʹ Θυμὸς δὲ ὀργὴ ἐναρχομένη.
γʹ Χόλος δὲ ὀργὴ διοιδοῦσα.
δʹ Πικρία δὲ ὀργὴ παραχρῆμα ἐκρηγνυμένη.
εʹ Μῆνις δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτιθεμένη.
ϛʹ Κότος δὲ ὀργὴ καιρὸν ἐπιτηροῦσα εἰς τιμωρίαν.
ζʹ Ἔρως δὲ ἐπιθυμία σωματικῆς συνουσίας.
ηʹ ἄλλος ἔρως· ἐπιθυμία φιλίας.
θʹ ἄλλος ἔρως· ὑπηρεσία θεῶν εἰς νέων κατακόσμησιν καὶ καλῶν, ὃν ἐπιβολὴν καλοῦσι φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον.
ιʹ Ἵμερος δὲ ἐπιθυμία φίλου ἀπόντος ὁμιλίας.
ιαʹ Πόθος δὲ ἐπιθυμία κατὰ ἔρωτα ἀπόντος.
ιβʹ Δυσμένεια δὲ δύσνοια ἐπιτηρητικὴ καὶ κακοποιός.
ιγʹ Δύσνοια δὲ ἐπιθυμία τοῦ κακῶς εἶναί τινι αὐτοῦ ἕνεκεν ἐκείνου.
ιδʹ Ἁψικορία δὲ ἐπιθυμία ταχὺ ἐμπιπλαμένη.
ιεʹ Ῥιψοφθαλμία δὲ ταχυτὴς περὶ τὸ ἰδεῖν τὸ ποθούμενον.
ιϛʹ Σπάνις δὲ ἐπιθυμία ἀτελής.
ιζʹ Τραχυτὴς δὲ ἐπιθυμία ἀνώμαλος.
ιηʹ Ἔρις δὲ παρόρμησις εἰς ἀντίταξιν κακοποιητικήν.
ιθʹ Προσπάθεια δὲ ἐπιθυμία δεδουλωμένη.
κʹ Φιληδονία δὲ ἐπιθυμία ἡδονῶν.
καʹ Φιλοχρηματία δὲ ἐπιθυμία ἄμετρος χρημάτων.
κβʹ Φιλοτιμία δὲ ἐπιθυμία ἄμετρος τιμῆς.
κγʹ Φιλοζωΐα δὲ ἐπιθυμία ζωῆς ἄλογος.
κδʹ Φιλοσωματία δὲ ἐπιθυμία σώματος εὐθηνίας παρὰ τὸ δέον.
κεʹ Γαστριμαργία δὲ ἐπιθυμία ἄμετρος σιτίων.
κϛʹ Οἰνοφλυγία δὲ ἐπιθυμία οἴνου ἄπληστος.
κζʹ Λαγνεία δὲ ἐπιθυμία συνουσιῶν ἄμετρος.
Ἡδονῆς εἴδη εʹ.
Ἀσμενισμός· τέρψις· κήλησις· ἐπιχαιρεκακία· γοητεία.
αʹ Ἀσμενισμὸς μὲν οὖν ἐστιν ἡδονὴ ἐπὶ ἀπροσδοκήτοις ἀγαθοῖς.
βʹ Τέρψις δὲ ἡδονὴ διʼ ὄψεως ἢ διʼ ἀκοῆς.
γʹ Κήλησις δὲ ἡδονὴ διʼ ἀκοῆς κατακηλοῦσα· ἢ ἡδονὴ ἐκ λόγου τε καὶ μουσικῆς ἢ διʼ ἀπάτης γινομένη.
δʹ Ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπὶ τοῖς τῶν πέλας ἀτυχήμασιν.
εʹ Γοητεία δὲ ἡδονὴ κατὰ ἀπάτην ἢ διὰ μαγείας.
Εὐπαθείας εἴδη γʹ.
Βούλησις· χαρά· εὐλάβεια.
αʹ Βούλησις μὲν οὖν ἐστιν εὔλογος ὄρεξις.
βʹ Χαρὰ δὲ εὔλογος ἔπαρσις.
γʹ Εὐλάβεια δὲ εὔλογος ἔκκλισις.
Βουλήσεως εἴδη δʹ.
Εὔνοια· εὐμένεια· ἀσπασμός· ἀγάπησις.
αʹ Εὔνοια μὲν οὖν ἐστι βούλησις ἀγαθῶν ἑτέρῳ αὐτοῦ ἕνεκεν ἐκείνου.
βʹ Εὐμένεια δὲ εὔνοια ἐπίμονος.
γʹ Ἀσπασμὸς δὲ ἀδιάστατος ....
δʹ Ἀγάπησις ......
Χαρᾶς εἴδη γʹ.
Τέρψις· εὐφροσύνη· εὐθυμία.
αʹ Τέρψις μὲν οὖν ἐστι χαρὰ πρέπουσα ταῖς περὶ αὐτὸν ὠφελείαις.
βʹ Εὐφροσύνη δὲ χαρὰ ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις.
γʹ Εὐθυμία δὲ χαρὰ ἐπὶ διαγωγῇ ἢ ἀνεπιζητησίᾳ παντός.
Εὐλαβείας εἴδη βʹ.
Αἰδώς· ἁγνεία.
αʹ Αἰδὼς μὲν οὖν ἐστιν εὐλάβεια ὀρθοῦ ψόγου.
βʹ Ἁγνεία δὲ εὐλάβεια τῶν περὶ θεοὺς ἁμαρτημάτων.