Letter to Julian is a single epistle filed under Aratus Lives. Content, addressee, and manuscript history are not described in the source paragraph.
The heading is the authority. It is this letter-slot in the Aratus paratexts, not Aratus of Soli’s autograph poem.
| 534 | EPISTVLA AD IVLIANVM QVENDAM DATA Ταῦτά σοι, ὦ Ἰουλιανέ, συναγαγόντες ταχεῖαν πεποιήμεθα τὴν ἐπαγγελίαν. ἄλλοις δὲ μελέτω γραφὰς ἀλλοίας ποιεῖν, εἰ μέντοι ὁ Ἄρατος μνησθείη Περσέως, πάντα τὰ περὶ Περσέως διερευνᾶν, εἰ δὲ περὶ Βοώτου, τὰ περὶ ἐκεῖνον, εἰ δὲ περὶ Ἀργοῦς, τὰ περὶ Ἀργοναύτας. τοῖς γὰρ βουλομένοις τὰ περιμηκέστερα βιβλία ἢ πλείονα καὶ τοῦ ἀναγκαίου ἐκτὸς καταλιπεῖν, τὰ σὰ ὁδός. ἡμῖν δὲ τί καὶ ταῖς κατὰ καιρὸν ἐξηγήσεσι [κατα λείπω] τὸ περιττὸν τῆς συνταγματικῆς ἐκδόσεως; εἴρηται δὲ πάντα τὰ ἀναγκαῖα καὶ συντελοῦντα πρὸς τὸ σαφὲς ἀπεριέργως, καὶ ὡσὰν ἀνδρὶ διὰ τῶν μαθημάτων φιλοσοφοῦντι ἐξηγήσασθαι πρέπον ἦν. τὰ [ποιήματα] δὲ λίαν φανερά, ὡς λέγουσιν, ἐξ ἀγωνίας παρα λέλειπται. τί γὰρ ἤπειγεν ἄκαιρον ἐνδείκνυσθαι πολυμάθειαν, καὶ καταλέγειν ὅσων καὶ ἡλίκων ἀστέρων ἕκαστον ἄστρον, καὶ θέσεις διηγεῖσθαι κύκλων πολλῶν μηδὲν εἰς τὸ ποίημα συντελούντων, καὶ τὰ ἄλλα ὅσα γράφουσιν ἀμέτρως, οὐ πολυμάθειαν τὴν αὑτῶν εἰς μέσον τιθέντες ... πάντες δὲ φιλόσοφοι θέλοντες εἶναι. |