eul_wid: msa-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Testimonies by Posidonius of Apameia and Rhodes

The Testimonies is a compilation of fragments and reports concerning the ideas of Posidonius of Apameia, a Stoic philosopher, scientist, and historian of the Hellenistic period. As none of his original works survive intact, knowledge of his thought is derived entirely from quotations and discussions in the writings of later Greek and Roman authors such as Cicero, Seneca, and Strabo. The collection, typically organised into a series of passages, documents his wide-ranging contributions to ethics, psychology, physics, and history. It reveals Posidonius as a systematic thinker who sought to synthesize core Stoic doctrine with elements drawn from Plato and Aristotle. His influential theory of the psychē, which posited irrational faculties requiring education, marked a development within the Stoic tradition. The fragments also attest to his work on topics including cosmic sympathy, heimarmenē, and historical causation, particularly regarding the expansion of Roman power. The modern standard edition of these fragments is that of Edelstein and Kidd. Through this indirect transmission, Posidonius exercised a profound influence on later Stoics like Seneca, informed Roman intellectual circles via Cicero, and served as a source for ancient historians and geographers.

Σοῦδα Ποσειδώνιος· Ἀπαμεὺς ἐκ Συρίας ἢ Ῥόδιος· φιλόσοφος Στωικός, ὃς ἐπεκλήθη Ἀθλητής. σχολὴν δʼ ἔσχεν ἐν Ῥόδωι, διάδοχος γεγονὼς καὶ μαθητὴς Παναιτίου. ἦλθε δὲ καὶ εἰς Ῥώμην ἐπὶ Μάρκου Μαρκέλλου. ἔγραψε πολλά. —Ποσειδώνιος Ἀλεξανδρεύς· φιλόσοφος Στωικός, μαθητὴς Ζήνωνος τοῦ Κιτιέως. ἔγραψεν Ἱστορίαν τὴν μετὰ Πολύβιον ἐν βιβλίοις νβ ἕως τοῦ πολέμου τοῦ Κυρηναικοῦ καὶ Πτολεμαίου· καὶ Μελέτας ῥητορικάς· Ὑποθέσεις εἰς Δημοσθένην. καὶ οἶμαι ταῦτα μᾶλλον Ποσειδωνίου τοῦ σοφιστοῦ εἶναι τοῦ Ὀλβιοπολίτου. —Ποσειδώνιος Ὀλβιοπολίτης σοφιστὴς καὶ ἱστορικός. Περὶ τοῦ Ὠκεανοῦ καὶ τῶν κατʼ αὐτόν· Περὶ τῆς Τυρικῆς καλουμένης χώρας· Ἀττικὰς ἱστορίας ἐν βιβλίοις δ· Λιβυκὰ ἐν βιβλίοις ια· καὶ ἄλλα τινά.

Στράβων Ποσειδώνιος δʼ ἐπολιτεύσατο μὲν ἐν Ῥόδωι καὶ ἐσοφίστευσεν, ἦν δʼ Ἀπαμεὺς ἐκ τῆς Συρίας.

ἐντεῦθεν δʼ ἐστὶ Ποσειδώνιος ὁ Στωικός, ἀνὴρ τῶν καθʼ ἡμᾶς φιλοσόφων πολυμαθέστατος.

Ψευδο-Λουκιανός Ποσειδώνιος ὁ Ἀπαμεὺς τῆς Συρίας, νόμωι δὲ Ῥόδιος, φιλόσοφός τε ἅμα καὶ ἱστορίας συγγραφεὺς τέσσαρα καὶ ὀγδοήκοντα

Στράβων τριάκονθʼ ἡμέρας διατρίψας ἐν Γαδείροις .....

διὸ καὶ τρισὶ μησὶν εἰς Ἰταλίαν κατᾶραι μόλις παραδιενεχθεὶς περί τε τὰς Γυμνησίας νήσους καὶ περὶ Σαρδόνα καὶ τὰ ἄλλα ἀπαντικρὺ μέρη τούτων τῆς Λιβύης ....

ἐν Ῥόδωι πρυτανεύοντος αὐτοῦ ....

Πλούταρχος ἱστορεῖ Ποσειδώνιος ὁ φιλόσοφος αὐτὸς εἰσελθεῖν καὶ διαλεχθῆναι περὶ ὧν ἐπρέσβευεν ἤδη νοσοῦντι φάσκων αὐτῶι

Στράβων φασὶ γοῦν ἐν Ῥόδωι γενόμενον τὸν Πομπήιον ἡνίκα ἐπὶ τὸν ληιστρικὸν πόλεμον ἐξῆλθεν —εὐθὺς δʼ ἔμελλε καὶ ἐπὶ Μιθριδάτην ὁρμήσειν καὶ τὰ μέχρι τῆς Κασπίας ἔθνη—παρατυχεῖν διαλεγομένωι τῶι Ποσειδωνίωι, ἀπιόντα δʼ ἐρέσθαι, εἴ τι προστάττει, τὸν δʼ εἰπεῖν «αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων».

Πλούταρχος ἐν δὲ Ῥόδωι γενόμενος πάντων μὲν ἠκροάσατο τῶν σοφιστῶν ... Ποσειδώνιος δὲ καὶ τὴν ἀκρόασιν ἀνέγραψεν, ἣν ἔσχεν ἐπʼ αὐτοῦ πρὸς Ἑρμαγόραν τὸν ῥήτορα περὶ τῆς καθόλου ζητήσεως ἀντιταξάμενος.

Ἀθήναιος Ποσειδώνιος γοῦν ὁ Στωικός, συναποδημήσας Σκιπίωνι τῶι Ἀφρικανῶι κληθέντι εἰς Ἀλεξάνδρειαν ....

Ἀθήναιος μνημονεύει δʼ αὐτῶν Στράβων ἐν τρίτηι Γεωγραφουμένων, ἀνὴρ οὐ πάνυ νεώτερος· λέγει γὰρ αὐτὸν ἐν τῆι ἑβδόμηι, τῆς αὐτῆς πραγματείας ἐγνωκέναι Ποσειδώνιον ... οὗ πολλάκις ἐμεμνήμεθα συγγενομένου Σκιπίωνι τῶι τὴν Καρχηδόνα ἑλόντι.

Στράβων προστίθει δὲ τούτοις, ὅτι καὶ τὴν ἱστορίαν συνέγραψε τὴν περὶ αὐτῶν.

Ἀθήναιος Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς Στοᾶς ἐν ταῖς Ἱστορίαις, αἷς συνέθηκεν οὐκ ἀλλοτρίως ἧς προήιρητο φιλοσοφίας, πολλὰ παρὰ πολλοῖς ἔθιμα καὶ νόμιμα ἀναγράφων.

Σοῦδα ἰστέον ὅτι διαδέχεται τὴν Πολυβίου ἱστορίαν Ποσειδώνιος Ὀλβιοπολίτης, σοφιστής.

Στράβων οἱ δʼ ἐν τῆι κοινῆι τῆς ἱστορίας γραφῆι χωρὶς ἀποδείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, καθάπερ Ἔφορός τε ἐποίησε καὶ Πολύβιος, ἄλλοι δʼ εἰς τὸν φυσικὸν τόπον καὶ τὸν μαθηματικὸν προσέλαβόν τινα καὶ τῶν τοιούτων, καθάπερ Ποσειδώνιός τε καὶ Ἵππαρχος.

.... ἐν τοῖς Περὶ Ὠκεανοῦ δοκεῖ γὰρ ἐν αὐτοῖς τὰ πολλὰ γεωγραφεῖν, τὰ μὲν οἰκείως, τὰ δὲ μαθηματικώτερον.

Στράβων πολλὰ γὰρ ἐν τοῖς καθʼ ἕκαστα τυγχάνει τῆς προσηκούσης διαίτης, ὅσα γεωγραφικά· ὅσα δὲ φυσικώτερα, ἐπισκεπτέον ἐν ἄλλοις ἢ οὐδὲ φροντιστέον· πολὺ γάρ ἐστι τὸ αἰτιολογικὸν παρὰ αὐτῶι καὶ τὸ ἀριστοτελίζον, ὅπερ ἐκκλίνουσιν οἱ ἡμέτεροι διὰ τὴν ἐπίκρυψιν τῶν αἰτιῶν.

Στράβων ἡμεῖς δέ, φησί τὰ νῦν ὄντα δηλώσομεν καὶ περὶ θέσεως τόπων καὶ διαστημάτων· τοῦτο γάρ ἐστιν οἰκειότατον χωρογραφίαι. ἀλλὰ μὴν σύ γε, ὦ Πολύβιε, ὁ τὰς λαοδογματικὰς ἀποφάσεις περὶ τῶν διαστημάτων εἰσάγων οὐκ ἐν τοῖς ἔξω τῆς Ἑλλάδος μόνον, ἀλλὰ καὶ ἐν τοῖς Ἑλληνικοῖς καὶ διαδοὺς εὐθύνας τὰς μὲν Ποσειδωνίωι, τὰς δʼ Ἀρτεμιδώρωι, τὰς δʼ ἄλλοις πλείοσι.

ἐπεὶ οὐδὲ πρὸς ἅπαντας φιλοσοφεῖν ἄξιον, πρὸς Ἐρατοσθένη δὲ καὶ Ποσειδώνιον καὶ Ἵππαρχον καὶ Πολύβιον καὶ ἄλλους τοιούτους καλόν.

Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια. ἀλλʼ ἐκείνωι μὲν καὶ Δικαιάρχωι συγγνώμη τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους, Πολυβίωι δὲ καὶ Ποσειδωνίωι τίς ἂν συγγνοίη;

Στράβων Ποσειδώνιος δέ, τὸ πλῆθος τῶν μετάλλων ἐπαινῶν καὶ τὴν ἀρετήν, οὐκ ἀπέχεται τῆς συνήθους ῥητορείας ἀλλὰ συνενθουσιᾶι ταῖς ὑπερβολαῖς.