On the ZodiacΠερὶ τοῦ Ζῳδιακοῦ
Aratus Lives On the Zodiac PDF
No work titled On the Zodiac by an author named Aratus Lives is attested in the historical record. The name appears to be a corruption or a modern construct. The Hellenistic poet Aratus of Soli, who lived in the third century BCE, authored the Phaenomena, a highly influential didactic poem on constellations, the zodiac, and weather signs. That work, however, is poetic in form and is not known by the prose title On the Zodiac. Given the complete absence of the purported treatise from the historical record, its specific content and transmission history cannot be described. In contrast, the authentic Phaenomena of Aratus was widely disseminated, translated into Latin by figures such as Cicero and Germanicus, and remained a standard astronomical text for centuries. It stands as a landmark of Hellenistic poetry and a crucial source for understanding ancient astronomy and its literary reception. The unattested work On the Zodiac therefore holds no established scholarly significance.
| 529 (t) [10] | ΠΕΡΙ ΤΟΥ ΖΩΙΔΙΑΚΟΥ ΚΥΚΛΟΥ ὅτι διὰ δύο αἰτίας καλεῖται ζῳδιακός, ἢ διὰ τὰ περιεχόμενα ἐν αὐτῷ ιβʹ ζῴδια, ἢ διὰ τὸ τὴν ζωὴν τῶν ἐνταῦθα σημαίνειν ἢ ποιεῖν. ὅτι δὲ κύκλος διὰ πολλὰς αἰτίας, ἢ διὰ τὸ μιμεῖσθαι τὸν δημιουργόν (ὥσπερ γὰρ ὁ δημιουργὸς οὔτε ἀρχῇ ὑποπίπτει οὔτε τέλει, οὕτω καὶ ὁ κύκλος οὐκ ἔχει οὔτε ἀρχὴν οὔτε τέλος), ἢ διὰ τὸ [τοῦ κύκλου σχῆμα] στερεὸν εἶναι, ἢ διὰ τὸ εὐκίνητον τοῦ σχήματος, ἢ διὰ τὸ πολυχώρητον αὐτοῦ. ἐφάπτεται δὲ ὁ ζῳδιακὸς ἑκατέρων τῶν τροπικῶν κύκλων, τοῦ χειμερινοῦ [τροπικοῦ ἐφάπτεται] κατὰ τὸν Αἰγοκέρωτα, τοῦ δὲ θερινοῦ κατὰ τὸν Καρκίνον. τοῦ δὲ ἰσημερινοῦ ἐφάπτεται κατὰ δύο, κατά τε τὸν Κριὸν καὶ τὸν Ζυγόν, ἐν μὲν Κριῷ ποιῶν τὴν ἰσημερίαν τὴν ἐαρινήν, ἐν δὲ Ζυγῷ τὴν ἰσημερίαν τὴν φθινοπωρινήν. |
| 530 [5] | συγκινεῖται δὲ τῷ οὐρανῷ ὁ ζῳδιακὸς κύκλος, καὶ κατὰ τὴν ἰδίαν αὑτοῦ κίνησιν ἔχει ἐναντίαν τινὰ τῷ κόσμῳ φοράν. εἰδέναι δὲ δεῖ ὅτι καὶ τὰ ἐν τῇ ἀπλανεῖ σφαίρᾳ ἄστρα ἔχει ἰδίαν τινὰ κίνησιν, ὡς Πτολεμαῖος ἀποδείκνυσι (Magna Synt. I, p. 6), καὶ ἕκαστος τῶν ἀστέρων τούτων κινεῖται κατὰ τὴν ἰδίαν αὑτοῦ κίνησιν διὰ ἑκατὸν ἐτῶν μοῖραν μίαν πρὸς τὸ μέγεθος τοῦ ἑαυτοῦ κύκλου, τὰς δὲ τῶν τροπικῶν μοίρας μείζους εἶναι τῶν μοιρῶν τοῦ ἀρκτικοῦ, ἐπειδήπερ καὶ οἱ τροπικοὶ κύκλοι μείζους εἰσὶ τοῦ ἀρκτικοῦ. ὅμως δὲ εἰς ἴσας τῷ ἀριθμῷ μοίρας διῃρημένοι εἰσὶν οἱ κύκλοι, κἄντε ἴσοι ὦσιν ἀλλήλοις κἄντε ἄνισοι. κινεῖται δὲ λοξῶς ὁ ζῳδιακὸς ὡς οὐδεὶς τῶν ἄλλων κύκλων πλὴν τοῦ γαλαξίου, ἐπειδὴ ὁ ἥλιος οὐδένα τῶν ἄλλων κύκλων διικνεῖται, ἀλλὰ τὸν ζῳδιακὸν μόνον. καὶ ἐπειδὴ ὁ ἥλιός ἐστιν ὁ τὰ ἐνταῦθα ψύχων καὶ θερμαίνων καὶ ὑγραίνων καὶ ξηραίνων καὶ τὰς διαφόρους τροπὰς κινούμενος ποιῶν (λέγω δὴ ἐαρινὴν θερινὴν φθινοπωρινὴν καὶ χειμερινήν), κατ’ εὐθεῖαν δὲ κινούμενος οὐκ 〈ἂν〉 ἠδύνατο τὰ ἐνταῦθα ποτὲ μὲν ψύχειν, ποτὲ δὲ θερμαίνειν, ἀλλ’ ἦν ἀνάγκη τοὺς αὐτοὺς τόπους ἀεὶ θερμαίνεσθαι καὶ μηδέποτε ψύχεσθαι, καὶ ἑτέρους τόπους ἀεὶ ψύχεσθαι καὶ μηδέποτε θερμαίνεσθαι, καὶ εἰ τοῦτο ἦν οὔτε καρποὶ ἐφύοντο ἄν, οὔτε τὰ ἡμέτερα σώματα ἐσώζοντο, ἅτε δὴ ἐξ ἐναντίων συγκείμενα (οὐ μόνον γὰρ ψύξεως χρῄζομεν ἢ θερμότητος, ἀλλὰ καὶ ὑγρότητος καὶ ξηρότητος, ἅτε δὴ ἐκ τούτων συγκείμενοι), εἰκότως ὁ δημιουργὸς λοξὸν ἐποίησε τὸν ζῳδιακόν. |
| 531 [20] | ὅτε οὖν γίνεται ὁ ἥλιος εἰς τὰ βόρεια μέρη, θερμαίνεται τὰ ἐνταῦθα, ὅτε δὲ εἰς τὰ νότια, ψύχεται τὰ ἐνταῦθα. καὶ αὕτη μέν ἐστιν ἡ αἰτία δι’ ἣν λοξῶς κινεῖται ὁ ζῳδιακός. διῄρηται δὲ εἰς τμήματα ιβʹ ἃ καλεῖται ζῴδια, ὅτι πρῶτος ὁ δωδέκατος ἀριθμὸς δέχεται τοὺς θείους εʹ λόγους τοὺς μουσικούς, τὸν διπλασίονα, τὸν τριπλασίονα, τὸν τετραπλασίονα, τὸν ἡμιόλιον, τὸν ἐπίτριτον. διῃρημένου δὲ τοῦ ζῳδιακοῦ εἰς ιβʹ ζῴδια, ἔτι διαιρεῖται ἕκαστον τῶν ζῳδίων εἰς μοίρας λʹ, εἰς δεκανοὺς γʹ. δεκανὸς δέ ἐστι δύναμίς τις δέκα μοίρας περιέχουσα ἐν τῷ ζῳδίῳ. ἡ δὲ μοῖρα ἔχει λεπτὰ ἑξήκοντα. κινεῖται οὖν ἐν ταύταις ταῖς μοίραις καὶ ταῖς ὥραις τῶν τε ἡμερῶν καὶ νυκτῶν ὁ ἥλιος τὸν ἑαυτοῦ διανύων δρόμον, καὶ τὸν χρόνον ὅλον συμπερατοῖ. |
| 532 [5] | ἔστωσαν οὖν σοι οἵ τε μῆνες καὶ αἱ ἡμέραι καὶ ὧραι εὔγνωστοι εἰς τὸ ἐπισκέπτεσθαι τὰς ἀνατολάς τε καὶ δύσεις τῶν τε ζῳδίων τῶν δυοκαίδεκα καὶ τῶν λοιπῶν ἄστρων, καὶ οὐχ ἁμαρτήσῃ τῆς διασκέψεως. |