Σοῦδα Φύλαρχος· Ἀθηναῖος ἢ Ναυκρατίτης οἱ δὲ Σικυώνιον, ἄλλοι δὲ Αἰγύπτιον ἀνέγραψαν· ἱστορικός. Τὴν ἐπὶ Πελοπόννησον Πύρρου τοῦ Ἠπειρώτου στρατείαν ἐν βιβλίοις κη—κατάγει δὲ καὶ μέχρι Πτολεμαίου τοῦ Εὐεργέτου κληθέντος καὶ τῆς Βερενίκης τελευτῆς καὶ ἕως τοῦ θανάτου Κλεομένους τοῦ Λακεδαιμονίου, ἐπιστρατεύσαντος αὐτῶι Ἀντιγόνου. Τὰ κατὰ Ἀντίοχον καὶ τὸν Περγαμηνὸν Εὐμένη. Ἐπιτομὴν Μυθικήν. Περὶ τῆς τοῦ Διὸς ἐπιφανείας. Περὶ Εὑρημάτων. Παρεμβάσεων βιβλία θ.
Πλούταρχος οἱ δʼ ἄλλοι πάντες ἱστορικοί, Κλειτόδημοι Δίυλλοι Φιλόχορος Φύλαρχος, ἀλλοτρίων γεγόνασιν ἔργων ὥσπερ δραμάτων ὑποκριταί.
Πολύβιος ἐπεὶ δὲ τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς Ἀράτωι γεγραφότων παρʼ ἐνίοις ἀποδοχῆς ἀξιοῦται Φύλαρχος, ἐν πολλοῖς ἀντιδοξῶν καὶ τἀναντία γράφων αὐτῶι, χρήσιμον ἂν εἴη, μᾶλλον δʼ ἀναγκαῖον ἡμῖν Ἀράτωι προηιρημένοις κατακολουθεῖν περὶ τῶν Κλεομενικῶν, μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος, ἵνα μὴ τὸ ψεῦδος ἐν τοῖς συγγράμμασιν ἰσοδυναμοῦν ἀπολείπωμεν πρὸς τὴν ἀλήθειαν. καθόλου μὲν οὖν ὁ συγγραφεὺς οὗτος πολλὰ παρʼ ὅλην τὴν πραγματείαν εἰκῆι καὶ ὡς ἔτυχεν εἴρηκεν. ... σπουδάζων δʼ εἰς ἔλεον ἐκκαλεῖσθαι τοὺς ἀναγινώσκοντας καὶ συμπαθεῖς ποιεῖν τοῖς λεγομένοις ... ποιεῖ δὲ τοῦτο παρʼ ὅλην τὴν ἱστορίαν, πειρώμενος ἐν ἑκάστοις ἀεὶ πρὸ ὀφθαλμῶν τιθέναι τὰ δεινά. τὸ μὲν οὖν ἀγεννὲς καὶ γυναικῶδες τῆς αἱρέσεως αὐτοῦ παρείσθω, τὸ δὲ τῆς ἱστορίας οἰκεῖον ἅμα καὶ χρήσιμον ἐξεταζέσθω. δεῖ τοιγαροῦν οὐκ ἐπιπλήττειν τὸν συγγραφέα τερατευόμενον διὰ τῆς ἱστορίας τοὺς ἐντυγχάνοντας οὐδὲ τοὺς ἐνδεχομένους λόγους ζητεῖν καὶ τὰ παρεπόμενα τοῖς ὑποκειμένοις ἐξαριθμεῖσθαι καθάπερ οἱ τραγωιδιογράφοι, τῶν δὲ πραχθέντων καὶ ῥηθέντων κατʼ ἀλήθειαν αὐτῶν μνημονεύειν πάμπαν, κἂν πάνυ μέτρια τυγχάνωσιν ὄντα· τὸ γὰρ τέλος ἱστορίας καὶ τραγωιδίας οὐ ταὐτὸν ... χωρὶς δὲ τούτων τὰς πλείστας ἡμῖν ἐξηγεῖται τῶν περιπετειῶν οὐχ ὑποτιθεὶς αἰτίαν καὶ τρόπον τοῖς γινομένοις, ὧν χωρὶς οὔτʼ ἐλεεῖν εὐλόγως οὔτʼ ὀργίζεσθαι καθηκόντως δυνατὸν ἐπʼ οὐδενὶ τῶν συμβαινόντων ...
Διονύσιος ὁ Ἁλικαρνασσεύς τοιγάρτοι τοιαύτας συντάξεις κατέλιπον οἵας οὐδεὶς ὑπομένει μέχρι κορωνίδος διελθεῖν, Φύλαρχον λέγω καὶ Δοῦριν ...