---
title: Letter to Julian
title_greek: Πρὸς Ἰουλιανὸν ἐπιστολή
author: "Aratus Lives "
eul_wid: iru-aa
eul_aid: iru
canonical: "https://eulogikon.org/works/aratus-letter-to-julian-iru-aa"
period: Hellenistic
dialect: Mixed Dialects
domain: Biography
format: Epistle
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Letter to Julian

*Πρὸς Ἰουλιανὸν ἐπιστολή*

**Author:** Aratus Lives 

**eul_wid:** `iru-aa` · [HTML page](https://eulogikon.org/works/aratus-letter-to-julian-iru-aa)

## Text

### 534

EPISTVLA AD IVLIANVM QVENDAM DATA Ταῦτά σοι, ὦ Ἰουλιανέ, συναγαγόντες ταχεῖαν πεποιήμεθα τὴν ἐπαγγελίαν. ἄλλοις δὲ μελέτω γραφὰς ἀλλοίας ποιεῖν, εἰ μέντοι ὁ Ἄρατος μνησθείη Περσέως, πάντα τὰ περὶ Περσέως διερευνᾶν, εἰ δὲ περὶ Βοώτου, τὰ περὶ ἐκεῖνον, εἰ δὲ περὶ Ἀργοῦς, τὰ περὶ Ἀργοναύτας. τοῖς γὰρ βουλομένοις τὰ περιμηκέστερα βιβλία ἢ πλείονα καὶ τοῦ ἀναγκαίου ἐκτὸς καταλιπεῖν, τὰ σὰ ὁδός. ἡμῖν δὲ τί καὶ ταῖς κατὰ καιρὸν ἐξηγήσεσι [κατα λείπω] τὸ περιττὸν τῆς συνταγματικῆς ἐκδόσεως; εἴρηται δὲ πάντα τὰ ἀναγκαῖα καὶ συντελοῦντα πρὸς τὸ σαφὲς ἀπεριέργως, καὶ ὡσὰν ἀνδρὶ διὰ τῶν μαθημάτων φιλοσοφοῦντι ἐξηγήσασθαι πρέπον ἦν. τὰ [ποιήματα] δὲ λίαν φανερά, ὡς λέγουσιν, ἐξ ἀγωνίας παρα λέλειπται. τί γὰρ ἤπειγεν ἄκαιρον ἐνδείκνυσθαι πολυμάθειαν, καὶ καταλέγειν ὅσων καὶ ἡλίκων ἀστέρων ἕκαστον ἄστρον, καὶ θέσεις διηγεῖσθαι κύκλων πολλῶν μηδὲν εἰς τὸ ποίημα συντελούντων, καὶ τὰ ἄλλα ὅσα γράφουσιν ἀμέτρως, οὐ πολυμάθειαν τὴν αὑτῶν εἰς μέσον τιθέντες ... πάντες δὲ φιλόσοφοι θέλοντες εἶναι.

*[crux: τὰ σὰ]*

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: iru-aa`.
