eul_wid: rhg-ai
Σύνοψις τῆς ῥητορικῆς τέχνηςSummary of the Art of Rhetoric
Rhetorical Treatise Anonymous Summary of the Art of Rhetoric PDF
| 3.610.(1t) | ΑΝΩΝΥΜΟΥ ΕΠΙΤΟΜΗ ΡΗΤΟΡΙΚΗΣ. ΠΕΡΙ ΣΤΑΣΕΩΝ ΚΑΙ ΕΥΡΕΣΕΩΣ ΒΙΒΛΙΟΝ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ ΠΡΩΤΟΝ. Τῇ ῥητορικῇ πρῶτος ἐν Σικελίᾳ ὁ Συῤῥακούσιος Κόραξ ἐχρήσατο, προοίμιά τε τοῦ λέγειν ἐφευρὼν, καὶ ἀγῶνας καὶ ἐπιλόγους· ἐκεῖθεν δὲ ὕστερον διὰ Γοργίου καὶ εἰς Ἀθήνας ἀφίκετο. Πέντε ἐγένοντο ῥητορικαὶ, μία μὲν, ἡ πρώτη καὶ κυριωτάτη, ἡ ἀντίστροφος τῇ φιλοσοφίᾳ, ᾗ ἐχρήσατο Πυθαγόρας καὶ Πλάτων· πειθοῖ γάρ τινι καὶ οὗτοι κεχρημένοι τοὺς λόγους ἐποιοῦντο τῶν ἀεὶ καὶ ὡσαύτως ἐχόντων· δευτέρα ἡ ἀντίστροφος τῇ πολιτικῇ, ἧς ἡγήσατο Μιλτιάδης καὶ Κίμων καὶ Θεμιστοκλῆς· τρίτη ἡ ἀντίστροφος τῇ διαλεκτικῇ, ἧς ἡγήσατο Δημοσθένης καὶ Λυκοῦργος, ἣν καὶ ἡμεῖς σὺν θεῷ μετερχόμεθα· τετάρτη, ἡ ἀντίστροφος τῇ συκοφαντικῇ, ἧς ἡγήσατο Ἀριστογείτων καὶ Ἡγήμων· πέμπτη ἡ κολακευτικὴ, ἧς ἡγήσατο Δημάδης καὶ Ἀριστόβουλος· διαφέρει δὲ ῥητορικὴ διαλεκτικῆς, ὅτι ἡ μὲν κατὰ πεῦσιν καὶ ἀπόκρισιν ποιεῖται τὴν ζήτησιν, ἡ ῥητορικὴ δὲ διεξοδικῶς περὶ τῶν πολιτικῶν πραγμάτων. ΟΡΟΣ ΡΗΤΟΡΙΚΗΣ. |
| 3.611.(1t) | Ῥητορική ἐστι τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον. ἢ κατὰ τὸν Διονύσιον, ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ εὖ λέγειν· ἢ κατὰ τὸν Ἀριστοτέλην, ῥητορική ἐστι δύναμις τεχνικὴ τοῦ περὶ ἕκαστον ἐνδεχομένου πιθανοῦ λόγου, ὃς ἡμάρτηται κατὰ τὸ ἐλλεῖπον, μὴ ἔχον προστεθειμένον τὸ πολιτικο ῦ · συμπεριλαμβάνει γὰρ ἐντεῦθεν καὶ τὴν διαλεκτικὴν, ἢ κατὰ τὸν Κόρακα, ῥητορική ἐστι πειθοῦς δημιουργός. ΠΟΙΑ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ ΕΡΓΑ. Ἔργα τῆς ῥητορικῆς προοιμιάσασθαι πρὸς εὔνοιαν, διηγήσασθαι πρὸς πίστιν, ἀγωνίσασθαι πρὸς ἀπόδειξιν, ἀνακεφαλαιώσασθαι πρὸς ἀνάμνησιν· τέλος δὲ αὐτῆς οὐ τὸ πεῖσαι, ἀλλὰ τὸ πιθαναῖς χρήσασθαι μεθόδοις, ὥσπερ καὶ ἰατρικῆς οὐ τὸ ὑγιάσαι, ἀλλὰ τὸ ὑγιαστικοῖς χρήσασθαι φαρμάκοις, καὶ φιλοσοφίας, οὐ τὸ πάντας ποιῆσαι καλοὺς κἀγαθοὺς, ἀλλὰ τὸ καλὰ κἀγαθὰ συμβουλεῦσαι. Sequuntur tituli: περὶ τῶν εἰδῶν τῆς ῥητορικῆς. περὶ τῶν ἀσυστάτων ζητημάτων· περὶ τῶν ἐγγὺς ἀσυστάτων ζητημάτων· περὶ τῶν συνεστώτων ζητημάτων· περὶ διαιρέσεως τῶν στάσεων, καὶ ὅπως ἐντεῦθεν εὑρίσκονται. Στοχασμός· ὅρος· πραγματική. etc. etc. Caput ultimum περὶ ἐπιλόγων. Fol. 54. b. Liber secundus. περὶ ἰδεῶν. Incipit: ὥσπερ τῆς ῥητορικῆς τρία εἰσὶν εἴδη, ὡς ἔφαμεν, τὸ δικανικὸν, τὸ συμβουλευτικὸν καὶ τὸ πανηγυρικὸν, οὕτως αὖ πάλιν καὶ τούτων ἰδέαι εἰσὶν ἑπτὰ, αἵτινές εἰσι· σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, ἀλήθεια, δεινότης. etc. Caput ultimum: Περὶ τοῦ πῶς δεῖ ἀναγινώσκειν ῥητορικὰς βίβλους. |
| 3.612 | quod est c. XVI. in Jos. Rhacendytae συνόψει ῥητορικῆς. Fol. 77. b. Lib. III. Περὶ μεθόδου δεινότητος. Incipit: Τουτὶ τὸ βιβλίον δοκεῖ μὲν ἔλλειμμα εἶναι τῆς ῥηθείσης περὶ δεινότητος ἰδέας· ἐκεῖ γὰρ περὶ τῆς μεθόδου ταῦτα ἀκριβῶς οὐκ εἴρηται· ἔστι δὲ μάλιστα μέθοδος δεινότητος παντὸς ἀξιωματικοῦ πολιτικοῦ λόγου. διδάσκει γὰρ περὶ τοῦ πῶς ἂν τεχνικῶς μεθοδεύσαιμεν ἐν λόγῳ ἕκαστον ὧν χρῄζομεν, εἴτε τῶν σχημάτων, εἴτε τῶν κατ’ ἄλλο τι χρησίμων εἰς ῥητορείαν, ἢ τίσιν ἂν λέξεσι καὶ λόγου σχήμασι δεόντως καὶ κατὰ καιρὸν χρησάμενοι δεινὸν, ἤτοι φρόνιμον καὶ δεξιὸν καὶ κατὰ πάντ’ ἐπιτήδειον τὸν λόγον ἐργασαίμεθα. εἰσὶ δὲ ταῦτα. Δεινὸν ποιοῦσι τὸν λόγον αἱ πολυσήμαντοι λέξεις, ἐὰν ἑκάστη τῶν σημασιῶν αὐτῶν εἰς δέον ληφθείη καὶ κατὰ καιρόν. κ. τ. λ. Caput ultimum περὶ ῥυθμοῦ concluditur his verbis: Ἰστέον καὶ τοῦτο, ὅτι ὁ μὲν μέγας Γρηγόριος ὁ Θεολόγος ἐννοίαις χρῆται μικταῖς ἀπὸ φιλοσόφων καὶ ῥητόρων, λέξεσι καθαραῖς καὶ σχήμασιν ἐκ πάντων μεμιγμένοις, καὶ τοῖς λοιποῖς ὁμοίως ποῦ λόγου μέρεσιν· ὡσαύτως καὶ ὁ μέγας Βασίλειος· ὁ δὲ Νύσσης Γρηγόριος τοῖς πᾶσι χρῆται μικτοῖς, καὶ ἐννοίαις καὶ λέξεσιν· ὁ δὲ Χρυσόστομος ἐννοίαις μὲν χρῆται ῥητορικαῖς, καὶ μάλιστα ἐν τοῖς ἠθικοῖς· λέξεσι δὲ καθαραῖς, καὶ σχήμασιν ἁπλοῖς ἐπὶ τὸ πλεῖστον, καὶ τοῖς λοιποῖς· τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ Μεταφραστής. |