eul_wid: swk-ai
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Epistolary Styles by Libanius of Antioch

The Works of Libanius constitute the extensive surviving corpus of the 4th-century CE Greek orator and teacher Libanius of Antioch. Composed in Attic Greek, it represents one of the largest extant bodies of work from any ancient author and encompasses several distinct genres. The most prominent of these are 64 orations, which range from judicial and political speeches to ceremonial showpieces and a detailed autobiography. The collection also includes 51 model rhetorical speeches known as Declamations, numerous preliminary rhetorical exercises called Progymnasmata, and over 1,500 letters. Libanius lived during a period of profound religious and cultural transformation as the Roman Empire became Christian. A committed pagan, he was a leading defender of traditional Greek education and culture. His works served various purposes: some were delivered before emperors and high officials, others functioned as textbooks for his students, and his vast correspondence maintained an extensive network across the late Roman world. His corpus is a historical source, offering detailed perspectives on the social dynamics, political events, and cultural tensions of the 4th century, particularly within his home city of Antioch. The transmission of Libanius's works is remarkably complete. His enduring status as a stylistic model ensured his texts were copied and studied throughout the Byzantine period. The corpus is considered largely intact, preserved through a vast and complex manuscript tradition.

Ἐπιστολιμαῖοι χαρακτῆρες.

Ὁ μὲν ἐπισταλτικὸς χαρακτὴρ ποικίλος τε καὶ πολυσχιδὴς ὑπάρχει, ὅθεν τῷ γράφειν βουλομένῳ προσήκει μὴ ἁπλῶς μηδʼ ὡς ἔτυχεν ἐπιστέλλειν, ἀλλὰ σὺν ἀκριβείᾳ πολλῇ καὶ τέχνῃ· ἄριστα δʼ ἄν τις ἐπιστεῖλαι δυνηθείη, εἰ γνοίη, τί τέ ἐστιν ἐπιστολὴ καὶ τί λέγειν ὅλως ἐν αὐτῇ θέμις καὶ εἰς πόσας προσηγορίας διαιρεῖται.

Ἐπιστολὴ μὲν οὖν ἐστιν ὁμιλία τις ἐγγράμματος ἀπόντος πρὸς ἀπόντα γινομένη καὶ χρειώδη σκοπὸν ἐκπληροῦσα, ἐρεῖ δέ τις ἐν αὐτῇ ὥσπερ παρών τις πρὸς παρόντα.

διαιρεῖται δὲ εἰς συχνάς τε καὶ παμπόλλους προσηγορίας. οὐ γὰρ ἐπειδὴ ἐπιστολὴ προσαγορεύεται ἑνικῷ ὀνόματι, ἤδη καὶ πασῶν τῶν κατὰ τὸν βίον φερομένων ἐπιστολῶν εἷς τίς ἐστι χαρακτὴρ καὶ μία προσηγορία, ἀλλὰ διάφοροι, καθὼς ἔφην.

Εἰσὶ δὲ πᾶσαι αἱ προσηγορίαι αἷς ὁ ἐπιστολιμαῖος ὑποβάλλεται χαρακτήρ, αἵδε· αʹ παραινετική, βʹ μεμπτική, γʹ παρακλητική, δʹ συστατική, εʹ εἰρωνική, ϛʹ εὐχαριστική, ζʹ φιλική, ηʹ εὐκτική, θʹ ἀπειλητική, ιʹ ἀπαρνητική, ιαʹ παραγγελματική, ιβʹ μεταμελητική, ιγʹ ὀνειδιστική, ιδʹ συμπαθητική, ιεʹ θεραπευτική, ιϛʹ συγχαρητική, ιζʹ παραλογιστική, ιηʹ ἀντεγκληματική, ιθʹ ἀντεπισταλτική, κʹ παροξυντική, καʹ παραμυθητική, κβʹ ὑβριστική, κγʹ ἀπαγγελτική, κδʹ σχετλιαστική, κεʹ πρεσβευτική, κϛʹ ἐπαινετική, κζʹ διδασκαλική, κηʹ ἐλεγκτική, κθʹ διαβλητική, λʹ ἐπιτιμητική, λαʹ ἐρωτηματική, λβʹ παραθαρρυντική, λγʹ ἀναθετική, λδʹ ἀποφαντική, λεʹ σκωπτική, λϛʹ μετριαστική, λζʹ αἰνιγματική, ληʹ ὑπομνηστική, λθʹ λυπητική, μʹ ἐρωτική, μαʹ μικτή.

Παραινετικὴ μὲν οὖν ἐστι διʼ ἧς παραινοῦμέν τινι προτρέποντες αὐτὸν ἐπί τι ὁρμῆσαι ἢ καὶ ἀφέξεσθαί τινος. ἡ παραίνεσις δὲ εἰς δύο διαιρεῖται, εἴς τε προτροπὴν καὶ ἀποτροπήν. ταύτην δέ τινες καὶ συμβουλευτικὴν εἶπον οὐκ εὖ, παραίνεσις γὰρ συμβουλῆς διαφέρει. παραίνεσις μὲν γάρ ἐστι λόγος παραινετικὸς ἀντίρρησιν οὐκ ἐπιδεχόμενος, οἷον ὡς εἴ τις εἴποι, ὅτι δεῖ τὸ θεῖον τιμᾶν· οὐδεὶς γὰρ ἐναντιοῦται τῇ παραινέσει ταύτῃ μὴ πρότερον μανείς· συμβουλὴ δʼ ἐστὶ λόγος συμβουλευτικὸς ἀντίρρησιν ἐπιδεχόμενος, οἷον ὡς εἴ τις εἴποι, ὅτι δεῖ πολεμεῖν, πολλὰ γάρ ἐστι τὰ ἐκ πολέμου κέρδη, ἕτερος δέ τις ἂν ἀντείποι, ὡς οὐ δεῖ πολεμεῖν, πολλὰ γάρ ἐστι τὰ ἐκ πολέμου συμβαίνοντα, οἷον ἧττα, αἰχμαλωσία, πληγαί, πολλάκις καὶ πόλεως κατασκαφή.

Μεμπτικὴ δʼ ἐστὶ διʼ ἧς μεμφόμεθά τινα. παρακλητικὴ διʼ ἧς ἀξιοῦμέν τινα διά τι πρᾶγμα. συστατικὴ διʼ ἧς συνιστῶμέν τινα παρά τινι. ἡ δʼ αὐτὴ καὶ παραθετικὴ καλεῖται. εἰρωνικὴ διʼ ἧς ἐπαινοῦμέν τινα ἐν ὑποκρίσει περὶ τὴν ἀρχήν, ἐπὶ τέλει δὲ τὸν ἑαυτῶν σκοπὸν ἐμφαίνομεν, ὡς τὰ ῥηθέντα καθʼ ὑπόκρισιν εἰρήκαμεν. εὐχαριστικὴ διʼ ἧς χάριν γινώσκομέν τινι διά τι. φιλικὴ διʼ ἧς φιλίαν ψιλὴν ἐμφαίνομεν μόνον. εὐκτικὴ διʼ ἧς τυχεῖν τινος εὐχόμεθα. ἀπειλητικὴ διʼ ἧς ἀπειλοῦμέν τινι. ἀπαρνητικὴ διʼ ἧς ἀπαρνούμενοί τι φαινόμεθα. παραγγελματικὴ διʼ ἧς παραγγέλλομέν τινι περί τινος. αὕτη δὲ καὶ μαρτυρικὴ καλεῖται. μεταμελητικὴ διʼ ἧς δοκοῦμεν μεταγινώσκειν ἐφʼ οἷς ὑπεσχόμεθά τινι ἢ καὶ ἐφʼ οἷς ἐδόξαμεν ἐσφάλθαι. ὀνειδιστικὴ διʼ ἧς ὀνειδίζομέν τινα ἐφʼ οἷς ὑφʼ ἡμῶν πέπονθε καλῶς, εἰ ἀμνημονεῖ. συμπαθητικὴ διʼ ἧς δοκοῦμέν τινι συμπάσχειν ἐφʼ οἷς ὑπέστη κακοῖς. θεραπευτικὴ διʼ ἧς θεραπεύομέν τινα λυπηθέντα πρὸς ἡμᾶς περί τινος. ταύτην δὲ καὶ ἀπολογητικήν τινες καλοῦσιν. συγχαρητικὴ διʼ ἧς συγχαίρομέν τινι εὖ πράττοντι. παραλογιστικὴ διʼ ἧς ὑπερφρονοῦμέν τινος ὡς εὐτελοῦς. ἀντεγκληματικὴ διʼ ἧς ἐγκαλούμενοι ἀντεγκαλοῦμέν τινι τὸ ἐπιφερόμενον ἡμῖν ἔγκλημα περιτρέποντες τῷ ἐγκαλοῦντι. ἀντεπισταλτικὴ διʼ ἧς πρὸς τὰ γραφέντα ἡμῖν ἐπιστέλλομεν. παροξυντικὴ διʼ ἧς ἐρεθίζομέν τινα καὶ παροξύνομεν πρὸς τὴν κατά τινος μάχην. παραμυθητικὴ διʼ ἧς παραμυθούμεθά τινα ἐπὶ τοῖς συμβᾶσιν αὐτῷ λυπηροῖς. ὑβριστικὴ διʼ ἧς ὑβρίζομέν τινα διά τι. ἀπαγγελτικὴ διʼ ἧς ἀπαγγέλλομέν τι τῶν συμβάντων πραγμάτων. σχετλιαστικὴ διʼ ἧς σχετλιάζοντές τε καὶ ὀδυρόμενοι φαινόμεθα. πρεσβευτικὴ διʼ ἧς πρεσβεύομεν περί τινος. ἐπαινετικὴ διʼ ἧς ἐπαινοῦμέν τινα ἐπʼ ἀρετῇ τινι διαπρέποντα. χρὴ δὲ γινώσκειν ὡς ἔπαινος ἐγκωμίου διαφέρει. ἔπαινος μὲν γάρ ἐστι λόγος ἐπαινετικὸς μίαν πρᾶξιν ἐπαινῶν, ἐγκώμιον δὲ λόγος ἐγκωμιαστικὸς πολλὰς ἐν ἑαυτῷ πράξεις περιλαμβάνων. ἡ οὖν ἐπιστολὴ ἡ μίαν πρᾶξιν ἐπαινοῦσά τινος ἐπαινετικὴ καλεῖται, ἡ δὲ πολλὰς ἐγκωμιαστική. διδασκαλικὴ διʼ ἧς διδάσκομέν τινα περί τινος. ἐλεγκτικὴ διʼ ἧς ἐλέγχομέν τινα ἀρνούμενον πρᾶξίν τινα πραχθεῖσαν αὐτῷ ἢ λόγον λεχθέντα. διαβλητικὴ διʼ ἧς διαβάλλομέν τινα ἐφʼ οἷς ἔπραξεν. ἐπιτιμητικὴ διʼ ἧς ἐπιτιμῶμέν τινι ἐφʼ οἷς ἀσέμνως πράττει. ἐρωτηματικὴ διʼ ἧς ἐρωτῶμέν τινα περί τινος ἀγνοοῦντες ἐπὶ τῷ τὴν ἐπιστήμην εὐτυχῆσαι παρʼ αὐτοῦ τοῦ ζητουμένου. παραθαρρυντικὴ διʼ ἧς παραθαρρύνομέν τινα καὶ ἄφοβον καθιστῶμεν. ἀναθετικὴ διʼ ἧς τὴν ἑαυτῶν γνώμην ἀνατιθέμεθά τινι τῶν φίλων συμβουλῆς παρʼ αὐτοῦ δεόμενοι. ἀποφαντικὴ διʼ ἧς ἀποφαινόμεθα καὶ ἀπότομον κρίσιν ἐκφέρομεν κατά τινος. σκωπτικὴ διʼ ἧς σκώπτομέν τινα ἐπί τινι. μετριαστικὴ διʼ ἧς μετριάζομέν τι καὶ ταπεινοφρονοῦμεν. αἰνιγματικὴ διʼ ἧς ἄλλα μέν τινα λέγεται, ἄλλα δὲ νοεῖται. ὑπομνηστικὴ διʼ ἧς δοκοῦμέν τινα τοῦ ζητουμένου πράγματος ἡμῖν ὑπομιμνήσκειν τὸν σκοπὸν ἡμῶν ἐν αὐτῇ χαράττοντες. λυπητικὴ διʼ ἧς ἐμφαίνομεν ἑαυτοὺς λυπουμένους. ἐρωτικὴ διʼ ἧς ἐρωτικοὺς πρὸς τὰς ἐρωμένας προσφερόμεθα λόγους. μικτὴ δὲ ἣν ἐκ διαφόρων χαρακτήρων συνιστῶμεν.

Αὗται μὲν οὖν εἰσιν αἱ προσηγορίαι πᾶσαι εἰς ἃς ἡ ἐπιστολὴ διαιρεῖται. δεῖ δὲ τὸν ἀκριβῶς ἐπιστέλλειν ἐθέλοντα μὴ μόνον τῇ τῆς ὑποθέσεως μεθόδῳ χρῆσθαι, ἀλλὰ καὶ φράσεως ἀρετῇ τὴν ἐπιστολὴν κατακοσμεῖν καὶ ἀττικίζειν μὲν μετρίως, μὴ μέντοι πέρα τοῦ προσήκοντος κομψολογίᾳ χρῆσθαι. ἡ γὰρ ὑπὲρ τὸ δέον ὑψηγορία καὶ τὸ ταύτης ὑπέρογκον καὶ τὸ ὑπεραττικίζειν ἀλλότριον τοῦ τῶν ἐπιστολῶν καθέστηκε χαρακτῆρος, ὡς πάντες οἱ παλαιοὶ μαρτυροῦσι, Φιλόστρατος δὲ ὁ Λήμνιος μάλιστά φησι· δεῖ γὰρ τὴν τῆς ἐπιστολῆς φράσιν τῆς μὲν συνηθείας ἀττικωτέραν εἶναι, τοῦ δὲ ἀττικισμοῦ συνηθεστέραν καὶ μήτε λίαν ὑψηλὴν μήτε ταπεινὴν ἄγαν, ἀλλὰ μέσην τινά. κοσμεῖν δὲ δεῖ τὴν ἐπιστολὴν σαφηνείᾳ τε μάλιστα καὶ συντομίᾳ μεμετρημένῃ καὶ ἀρχαϊσμῷ λέξεων. σαφήνεια γὰρ ἀγαθὴ μὲν ἡγεμὼν παντὸς λόγου, μάλιστα δὲ ἐπιστολῆς. χρὴ μέντοι μήτε συντομίᾳ σαφήνειαν διαφθείρειν μήτε σαφηνείας φροντίζοντα ληρεῖν ἀμέτρως, ἀλλὰ τοῦ συμμέτρου στοχάζεσθαι τοὺς ἀκριβεῖς τοξότας μιμούμενον. ὥσπερ γὰρ οὔτε τὸ πολὺ τὸν προκείμενον τοῖς τοξόταις σκοπὸν παρέρχεσθαι οὔτε τὸ ἐντὸς τοῦ σκοποῦ τοξεύειν καὶ πολὺ τοῦ προσήκοντος ἀποδεῖν ἀνδρός ἐστιν εὐφυοῦς τε καὶ στοχαστικοῦ, ἀλλὰ μόνου τοῦ συμμέτρως στοχαζομένου τοῦ σκοποῦ καὶ τοῦτον βάλλοντος, οὕτως οὔτε τὸ πέρα τοῦ προσήκοντος ληρεῖν οὔτε τὸ βραχυλογίαν ἀσπάζεσθαι διʼ ἀπορίαν καὶ τὸ σαφὲς ἐπικρύπτειν τῶν ἐπιστάλσεων ἀνδρός ἐστι λογίου, ἀλλὰ μόνου τοῦ μετʼ εὐφραδείας τῆς συμμετρίας στοχαζομένου καὶ τὸ λεγόμενον καλῶς σαφηνίζοντος. τὸ μὲν οὖν μέγεθος τῆς ἐπιστολῆς ὡς πρὸς τὰ πράγματα, καὶ οὐ πάντως τὸ πλῆθος καθάπερ κακίαν ἀτιμάζειν καλόν, ἀλλὰ δεῖ καί τινας ἐπιστολὰς ἀπομηκύνειν ἐν καιρῷ πρὸς τὴν ἀπαιτοῦσαν χρείαν, πληρώσει δὲ τὴν εἰς ἐπιστολὰς χάριν ἱστοριῶν τε καὶ μύθων μνήμη καὶ παλαιῶν συγγραμμάτων καὶ παροιμιῶν εὐστόχων καὶ φιλοσόφων δογμάτων χρῆσις, οὐ μέντοι γε ταύτην διαλεκτικῶς προσακτέον.

Τοσαῦτα μὲν περὶ ἐπιστολιμαίου χαρακτῆρος εἰρηκὼς καὶ τοῖς λεχθεῖσιν ἀρκεῖσθαι κρίνας τοὺς συνετοὺς ὑπογράψομαι καὶ τὰς ἐπιστολὰς ἑκάστῃ οἰκείαν ἁρμόσας προσηγορίαν. προσήκει μέντοι τῷ γράφειν βουλομένῳ πρὸς τοῦ κατὰ τὴν ἐπίσταλσιν χαρακτῆρος μὴ ληρεῖν μήτε μὴν ἐπιθέτοις ὀνόμασι χρῆσθαι, ὡς ἂν μὴ κολακεία τις καὶ δυσγένεια προσῇ τῷ γράμματι, ἀλλʼ οὕτως ἀπάρχεσθαι· ὁ δεῖνα τῷ δεῖνι χαίρειν. οὕτω γὰρ ἅπαντες οἱ ἐπὶ σοφίᾳ τε καὶ λόγοις διαπρέψαντες παλαιοὶ φαίνονται πεποιηκότες καὶ δεῖ τὸν ἐκείνων ζηλωτὴν βουλόμενον γίνεσθαι κατόπιν αὐτῶν βαίνειν. εἰσὶ δὲ αἱ προταγεῖσαι ἐπιστολαὶ αὗται.

Παραινετική. Ζηλωτὴς ἀεί, βέλτιστε, γενοῦ τῶν ἐναρέτων ἀνδρῶν. κρεῖττον γάρ ἐστι τοὺς ἀγαθοὺς ζηλοῦντα καλὸν ἀκούειν ἢ φαύλοις ἑπόμενον ἐπονείδιστον εἶναι τοῖς πᾶσιν.

Μεμπτική. Οὐ καλῶς ἔδρασας τοὺς εὖ ποιήσαντας ἀδικήσας. δέδωκας γὰρ ἄλλοις κακίας παράδειγμα τοὺς εὐεργέτας ὑβρίζων.

Παρακλητική. Καὶ πάλαι μὲν ἠξίωσα τὴν σὴν ἱερὰν διάθεσιν καὶ νῦν δὲ ἀξιῶ τυχεῖν τοῦδε τοῦ πράγματος καὶ εὖ οἶδʼ ὅτι τεύξομαι. δίκαιον γάρ ἐστι τοὺς γνησίους φίλους τυγχάνειν τῶν αἰτήσεων, ὅταν αὗται μὴ πονηραὶ πεφύκωσι, μάλιστα.

Συστατική. Τὸν τιμιώτατον καὶ περισπούδαστον ἄνδρα τόνδε δεξάμενος ξενίσαι μὴ κατοκνήσῃς σεαυτῷ πρέποντα πράττων κἀμοὶ κεχαρισμένα.

Εἰρωνική. Λίαν ἄγαμαι τὴν σὴν ἐπιείκειαν, ὅτι οὕτω ταχέως μεταβάλλῃ ἀπʼ εὐνομίας εἰς τὸ ἐναντίον, ὀκνῶ γὰρ εἰπεῖν εἰς μοχθηρίαν. ὡς δὲ ἔοικεν, οὐ τοὺς ἐχθροὺς φίλους ποιεῖν παρεσκεύασαι, ἀλλὰ τοὺς φίλους ἐχθρούς. τὸ γὰρ δρᾶμα δέδειχεν ὡς καὶ φίλων ἀνάξιον καὶ τῆς σῆς παροινίας ἐπάξιον.

Εὐχαριστική. Πολλῶν μὲν καὶ ἄλλων ἀγαθῶν ἕνεκα χάριν γινώσκω τῇ σῇ καλοκἀγαθίᾳ, μάλιστα δὲ τοῦδε τοῦ πράγματος ἐφʼ ᾧ με τῶν ἄλλων ὑπὲρ ἁπάντων ὠφέλησας πλεῖον.

Φιλική. Γνησίων εὐπορήσας γραμματηφόρων ἐσπούδασα τὴν σὴν ἀγχίνοιαν προσειπεῖν. ὅσιον γὰρ ὑπάρχει τοὺς γνησίους φίλους παρόντας μὲν τιμᾶν, ἀπόντας δὲ προσερεῖν.

Εὐκτική. Εἴθε μοι τὸ θεῖον παράσχοι τὴν σὴν ἱερὰν θεάσασθαι μορφήν, ἧς ἀπολαῦσαι πάλαι ἐλπίζω διηνεκῶς εὐχὰς ὑπὲρ τούτου ποιούμενος τῷ κρείττονι.

Ἀπειλητική. Εὖξαι πάσῃ ψυχῇ καὶ παντὶ σθένει μὴ παραγένωμαι. ἐὰν γὰρ παραγένωμαι, πολλῶν πειραθήσῃ κακῶν, ὧν οὐκ ἤλπισάς ποτε δέξασθαι πεῖραν.

Ἀπαρνητική. Οὐδὲν εἴργασμαι, βέλτιστε ἀνδρῶν, ὧν ἀκηκοὼς ἐγκαλεῖς μοι δεινῶν. ὅθεν μηδὲν φαῦλον φρόνει περὶ ἐμοῦ. οὐ γὰρ θέμις διαβολῇ πιστεύειν καὶ φήμῃ ματαίᾳ μηδὲν ὑγιὲς λεγούσῃ. διαβολὴ γὰρ μήτηρ ἐστὶ πολέμου.

Παραγγελματική. Πολλάκις ἠδίκησας τὸν ἡμέτερον γεωργὸν ὡς μὴ γινώσκων εἰς ἡμᾶς ἀνατρέχουσαν τὴν ὕβριν. ἀλλὰ παῦσαι τοῦ λοιποῦ, μή σε καὶ τῆς προτέρας ἀδικίας δίκην εἰσπραξώμεθα.

Μεταμελητική. Οἶδα καὶ σφαλείς, ὡς κακῶς διεπραξάμην. διὸ μεταγνοὺς ἐπὶ τῷ σφάλματι συγγνώμην αἰτῶ. ἧς μεταδοῦναί μοι μὴ κατοκνήσῃς. δίκαιον γάρ ἐστι συγγινώσκειν πταίουσι τοῖς φίλοις, ὅτε μάλιστα καὶ ἀξιοῦσι συγγνώμης τυχεῖν.

Ὀνειδιστική. Πολλὰ καλὰ πέπονθας ὑφʼ ἡμῶν καὶ θαυμάζω καθʼ ὑπερβολήν, πῶς οὐδενὸς τούτων μνείαν ποιεῖς, ἀλλὰ κακῶς ἡμᾶς λέγεις, ὅπερ ἐστὶν ἀχαρίστου γνώμης. οἱ γὰρ ἀχάριστοι τῶν καλῶν ἀμνημονοῦσι καὶ τοὺς εὐεργέτας ὡς ἐχθροὺς κακῶς ἐπὶ τούτοις διατίθενται.

Συμπαθητική. Σφόδρα κατὰ ψυχὴν ἠχθέσθην ἀκηκοὼς περί τινων συμβάντων σοι δεινῶν καὶ τὸ θεῖον ἱκέτευσα τούτων ἐλεύθερόν σε καταστῆσαι. φίλων γάρ ἐστιν εὔχεσθαι τοὺς φίλους ἀεὶ κακῶν ἐλευθέρους ὁρᾶν.

Θεραπευτική. Ἐγὼ μὲν ἐφʼ οἷς εἶπον λόγοις μετῆλθον ἔργῳ, τὸ γὰρ σύνολον οὐκ ἐνόμιζόν σέ ποτε λυπηθήσεσθαι· εἰ δʼ ἐπὶ τοῖς λεχθεῖσιν ἢ πραχθεῖσιν ἠχθέσθης, ἴσθι, κράτιστε ἀνδρῶν, ὡς οὐκέτι τῶν ῥηθέντων λόγον ὅλως ποτὲ ποιήσομαι. σκοπὸς γάρ μοι θεραπεύειν ἀεὶ τοὺς φίλους ἐστὶν ἤπερ λυπεῖν.

Συγχαρητική. Συγχαίρω σοι λίαν ἐφʼ οἷς ἀγωνισάμενος εὐδοκίμησας εἰς τοσοῦτον ὡς καὶ γραφῇ τιμηθῆναι. συγχαίρειν γὰρ χρὴ τοῖς φίλοις εὖ πράττουσιν ὡς καὶ συναλγεῖν λυπουμένοις.

Παραλογιστική. Εἰ καὶ μέγας τις ἦσθα καὶ τῶν ἐπὶ δυνάμει βοωμένων εἷς, ἐν οὐδενί σε μέτρῳ τὸ παράπαν ἂν περιεπτυξάμην. πολὺ δέ γε μᾶλλόν σε νῦν οὐ προσποιοῦμαι διὰ τὴν ἀσθένειάν σου. οὐδὲν γάρ με λυπεῖς οὐ διʼ ἀρετὴν τοῦ μὴ θέλειν ἀδικεῖν, ἀλλὰ τῷ δυνάμεως ἀπορεῖν.

Ἀντεγκληματική. Τί ἐγκαλεῖς ἡμῖν ὡς αἰτίοις σοι γενομένοις συμφορᾶς καὶ οὐκ ἐγκαλεῖς σεαυτῷ τῷ κακώσαντι τὰ καθʼ ἡμᾶς; σὺ γὰρ ἡμῖν αἴτιος γέγονας ἀπείρων κακῶν ὁ καὶ πολλοὺς ἄλλους λυπήσας καὶ οὐχ ἡμεῖς σοὶ οἱ μηδένα τὸ παράπαν ἠδικηκότες ποτέ.

Ἀντεπισταλτική. Δεξάμενος τὰ γράμματα τῆς σῆς γνησιότητος καὶ γνοὺς διʼ αὐτῶν ὡς ἐν εὐπραγίᾳ διάγεις, λίαν ἥσθην. διʼ εὐχῆς γὰρ ἔχω τοὺς φίλους εὖ πράττειν ἀεί.

Παροξυντική. Εἰ πόρρω τυγχάνων ἐγὼ τοῦ κακοδαίμονος Διοκλέους λίαν ἄχθομαι, καθὸ κακῶς σε πανταχοῦ γῆς διατίθεται, πολύ γε μᾶλλον σὺ τῆς εἰς σὲ λοιδορίας χάριν ὤφελες ἀμύνασθαι. καλὸν γάρ ἐστι τοὺς πονηροὺς μείζοσιν ὧν ἀδικοῦσι περιβάλλειν κακοῖς καὶ τὰς πολλὰς ἐπιστομίζειν φλυαρίας.

Παραμυθητική ...

Ὑβριστική. Εἰ καλὸς ἦσθα, πολλοὺς ἂν εἶχες φίλους γνησίους· νῦν δʼ ἐπειδὴ φαῦλος ἔφυς, εἰκότως οὐδένα κέκτησαι φίλον. ἕκαστος γὰρ τῶν ἐμφρόνων ἀνδρῶν σπουδὴν ποιεῖται τὸν ἄτοπον φεύγειν ἀεί.

Ἀπαγγελτική. Πολλὰ δεινὰ τῇ νῦν ὑφʼ ἡμῶν οἰκουμένῃ συμβέβηκε πόλει. πολέμου γὰρ αὐτὴν ἐμφυλίου κατειληφότος τὸ πλεῖστον αὐτῆς ἐξηφανίσθη ὡς μηδὲν διαφέρειν τῆς Σκυθῶν ἐρημίας.

Σχετλιαστική. Ὦ πόσων ἡμῖν κακῶν αἴτιος γέγονεν ἡ συντυχία τοῦ κακοδαίμονος Ἑρμογένους, ὦ πόσαις συμφοραῖς καὶ δεινοῖς ἡμᾶς περιέβαλε. κρεῖττον γὰρ ἡμῖν τῷ Πλούτωνι ξυντυχεῖν ἢ τῷ τοῖς θεοῖς ἐχθρῷ.

Πρεσβευτική. Ἀεὶ τῶν δωρεῶν τῆς ὑμετέρας κηδεμονίας ἀπελαύομεν. ὅθεν καὶ νῦν, ἀγαθοί, διὰ τῶνδε τῶν πρεσβειῶν ἀξιοῦμεν τοῦδε τοῦ πράγματος τυχεῖν, ὃ συνήθως ἀξιοῦσιν ἐχαρίσασθε. ἐν τούτῳ οὖν τὸ μεγαλόψυχον τῆς ὑμετέρας ἀρετῆς ἐπιδεῖξαι δυσωπήθητε.

Ἐπαινετική. Ἀγχίνουν ὄντα σε καθʼ ὑπερβολὴν καὶ σφόδρα συνετὸν ἐπαινῶ καὶ τιμῶ. πρέπει γὰρ τοὺς θείους ἄνδρας μὴ μόνον ἐπαινεῖν, ἀλλὰ καὶ τιμᾶν.

Διδασκαλική. Μὴ νόμιζε τῶν συμβάντων σοι δεινῶν αἴτιον τὸ θεῖον γεγενῆσθαι. πανταχοῦ γὰρ τὸ θεῖον ἐλεύθερον κακῶν ὑπάρχει. τὸ γὰρ τοῖς ἄλλοις φεύγειν τὰ κακὰ παρακελευόμενον οὐκ ἂν αἴτιόν ποτέ τινι κακίας γένοιτο.

Ἐλεγκτική. Οὐ λέληθας τόδε τὸ πρᾶγμα διαπραξάμενος. πολλοὺς γὰρ ἔχεις ἐλέγχους κἂν ἀρνῇ, καὶ μάλιστα τοὺς συνίστοράς σοι γεγονότας καὶ τῆς αὐτῆς σοι κεκοινωνηκότας πράξεως. ὅθεν μηδὲ τὴν τιμωρίαν ἔλπιζε διαφεύξεσθαι.

Διαβλητική. Πολλῶν μοι κακῶν αἴτιος γέγονεν ὁ δεῖνα φαῦλος ἄγαν ὢν τὸν τρόπον. ὑποδὺς γάρ με καθάπερ φίλος καὶ πολλὰ καλὰ ὑπʼ ἐμοῦ πεπονθὼς καὶ μὴ δυνηθεὶς τοῖς ἴσοις ἀμείψασθαι διὰ τὸ καλῶν ἀπορεῖν μεγίστοις περιέβαλε κακοῖς. φυλάττου γοῦν τοῦτον, μὴ καὶ σὺ τῶν ὁμοίων ὑπʼ αὐτοῦ πειραθῇς δεινῶν.

Ἐπιτιμητική. Αἰδέσθητι λοιπὸν ἐφʼ οἷς ἁμαρτάνεις καὶ παῦσαι τοῦ πλημμελεῖν καὶ μὴ μελέτην ἁμαρτημάτων τὸν σὸν βίον ποιοῦ. σοῦ γὰρ ἕνεκεν ἡμεῖς αἰσχυνόμεθα.

Ἐρωτηματική. Πολλὴν ζήτησιν εἰσενεγκάμενος περὶ τόδε τὸ κεφάλαιον καὶ μὴ κατειληφὼς αὐτοῦ τὴν εὕρεσιν δίκαιον ἡγησάμην διὰ τοῦδε τοῦ πρὸς ὑμᾶς ἐρωτηματικοῦ ῥήματος τὴν ἐπιστήμην τοῦ ζητουμένου παρʼ ὑμῶν εὐτυχῆσαι. λοιπὸν ἀξιοῦντι μηδαμῶς ἀποκνήσητε παρασχέσθαι τὴν χάριν καὶ ἐπιστῆσαι τὸ ζητούμενον.

Παραθαρρυντική. Ἄφοβος ἔσο τὸ παράπαν, ἔχου δὲ σεμνῶς πολιτευόμενος διὰ τὸ τὸ θεῖον ἔχειν εὐμενές. πανταχοῦ γὰρ τὸ θεῖον τῷ ὀρθῶς βιοῦντι παρίσταται.

Ἀναθετική. Δέδοκταί μοι τόδε τὸ πρᾶγμα διαπράξασθαι; διὸ καὶ τὴν ἐμαυτοῦ βουλὴν ἀνατίθεμαί σοι. ὅθεν τὸ συμφέρον σκοπήσας ἐπίστειλον τὸ πρακτέον. ποθῶ γὰρ ἀεὶ παρὰ τῶν ἐμφρόνων δέχεσθαι γνώμας. αἱ γὰρ ἄρισται τῶν φίλων συμβουλίαι καλλίστας ἔχουσι τὰς εὐεργεσίας.

Ἀποφαντική. Τὸν ἐμὸν οἰκέτην ἐβουλευσάμην τιμωρήσασθαι διʼ ἥν μοι κατεσκεύασεν ἐπιβουλήν. ὅθεν μή μοι παρακλήσεις προσάγειν περὶ αὐτοῦ πειρῶ. ἀδύνατον γάρ ἐστι μὴ τὴν ἐμαυτοῦ βουλὴν εἰς πέρας ἄξειν καὶ τοῦτον πάντη τε καὶ πάντως κολάσαι.

Σκωπτική. Κίλικα μέν σε πρὸς ἁπάντων ἀκούω τυγχάνειν τῷ γένει, Ἰνδὸν δὲ σκοπῶν ἐφευρίσκω, καθάπερ αὐτὸς ὁ μελάντατος τοῦ σώματος κέκραγε χρώς.

Μετριαστική ...

Αἰνιγματική ...

Ὑπομνηστική. Παραγενόμενος ἐν τῷδε τῷ τόπῳ καὶ ἀνερευνήσας τὸν τιμιώτατον ἄνδρα τὸν δεῖνα λέξον ἐξ ἐμοῦ τῷδε τάδε.

Λυπητική. Σφόδρα καθʼ ὑπερβολὴν λελύπηκας τόδε τὸ πρᾶγμα διαπραξάμενος. ὅθεν ἰσχυρῶς ἄχθομαι πρὸς σὲ καὶ δυσίατόν τινα λυποῦμαι λύπην. αἱ γὰρ ἐκ φίλων εἰς φίλους γινόμεναι λῦπαι δυσθεράπευτοι λίαν τυγχάνουσι καὶ μείζους τῶν ἐχθρῶν ἔχουσι τὰς ἐπηρείας.

Ἐρωτική. Ἐρῶ, ἐρῶ, νὴ τοὺς θεούς, τῆς σῆς εὐπρεποῦς τε καὶ ἐρωτικῆς μορφῆς καὶ ἐρῶν οὐκ αἰσχύνομαι. τὸ γὰρ εὐπρεποῦς ἐρᾶν οὐκ αἰσχρόν. εἰ δέ γε καὶ ψέξειέ τις ὅλως ὡς ἐρῶντα, πάλιν ὡς καλῆς ἐφιέμενον ἐπαινέσειεν.

Μικτή. Οἶδα μὲν ὡς εὐσεβῶς ζῆς καὶ σεμνῶς πολιτεύῃ καὶ τῇ ἀνεπιλήπτου τε καὶ ἁγνῆς πολιτείας ἀρετῇ τὸ περιβόητον αὐτὸ τῆς φιλοσοφίας κοσμεῖς ὄνομα· καθʼ ἓν δὲ τοῦτο μόνον σφάλλῃ, καθὸ τοὺς φίλους κακῶς λέγεις, ὅπερ ἀποθέσθαι σε χρή. διαβολὴ γὰρ φιλοσόφοις οὐχ ἁρμόζει.