eul_wid: rhg-ak

Προβλήματα ῥητορικὰ ἐν στάσει
Rhetorical Problems in Status

Rhetorical Treatise Anonymous Rhetorical Problems in Status PDF

8.402.(1t) ΑΝΩΝΥΜΟΥ ΠΡΟΒΛΗΜΑΤΑ ΡΗΤΟΡΙΚΑ ΕΙΣ ΣΤΑΣΕΙΣ. 1. Νόμος ἐκέλευε τὴν ὀρφανὴν μήτε τὸν ἐπίτροπον αὐτῆς μήτε τὸν ἐπιτρόπου παῖδα εἰς γάμον ἄγειν· ἀποκηρυχθεὶς ἐπιτρόπου παῖς ἐβιάσατο τὴν ἐπιτροπευομένην, καὶ πάλιν ὁ πατὴρ ἀνέλαβε τὸν υἱόν. καὶ κρίνεται ὡς κατασοφισάμενος τὸν νόμον. 2. Νόμος ἐκέλευε τὸν ἀριστεύσαντα ἐν πολέμῳ λαβεῖν, ὅπερ ἂν αἰτήσηται· ἀριστεύσας τις ᾔτησε γυναῖκα πολίτου· ἀντῄτησεν ὁ ἀνὴρ, ἄλλας πέντε ἡμέρας κατασχεῖν αὐτήν· κατέλαβεν ἐν ταύταις ταῖς πέντε ἡμέραις μοιχὸν τὸν ἀριστέα μετὰ τῆς γυναικὸς αὐτοῦ, καὶ ἀνελὼν αὐτὸν κατὰ τὸν νόμον κρίνεται φόνου. 3. Νόμος ἐκέλευε τὸν ἄπαιδα μὴ στρατηγεῖν· στρατηγός τις, ἔχων τρεῖς παῖδας μετ’ αὐτοῦ στρατευομένους, ἀπώλεσεν, ἀναιρεθέντας ὑπὸ τῶν πολεμίων ἐν τῇ συμβολῇ, καὶ κωλύεται ὡς ἄπαις, στρατηγεῖν. 4. Δύο ἀδελφοὶ ἐξῆλθον λαθραίως κατὰ τυράννου ὅπως ἀνέλωσιν αὐτόν· καὶ φωραθέντες ἐκρατήθησαν. καί τις φίλος τοῦ τυράννου ῥήτωρ παρὼν πείθει τὸν τύραννον, ἵνα μονομαχήσωσι κατ’ ἀλλήλων ὁπλισθέντες οἱ ἀδελφοί· οἱ δὲ ἐξελθόντες ἐπὶ μονομαχίᾳ ἐπέδραμον ἐξαίφνης, καὶ ἀπέκτειναν τὸν τύραννον, καὶ αἰτοῦσι παρὰ τῆς πόλεως δωρεὰν, ἵνα ἀποθάνῃ ὁ ῥήτωρ· ὁ δὲ ἀντιλέγει.
8.403 5. Τύραννος εἰπὼν παρὰ τοῦ ἰατροῦ αὐτοῦ φάρμακον εἰληφέναι ἤνεγκεν ἕτερον ἰατρὸν, ἵνα δῷ ἐκείνῳ ἀντιφάρμακον, καὶ λαβὼν τὸ φάρμακον ἀπέθανε, καὶ οἱ ἰατροὶ περὶ τῆς δωρεᾶς ἀμφισβητοῦσι. 6. Δύο τις ἔχων παῖδας τὸν ἕτερον ἀπεκήρυξεν· εἰργάζετο ὁ ἀποκήρυκτος ἔν τινι χωρίῳ· ὁ πατὴρ ἀπελθὼν καὶ ἰδὼν αὐτὸν ἐδάκρυσε· καὶ ἐπανελθὼν ἀπὸ τοῦ χωρίου ὁ πατὴρ εὕρηται πεφονευμένος ἐν τῇ ὁδῷ. καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις ὅ τε ἀποκήρυκτος καὶ ὁ ἐν τῇ οἰκίᾳ. 7. Μνηστευομένου τινὸς κόρην, ἡ μήτηρ ἔφη τῆς κόρης, ὅτι πρὸ τοῦ γάμου ἡ παῖς τελευτήσει, ἢ ἐκείνῳ συνοικήσει· καὶ εὑρέθη ἡ παῖς ἐπὶ σημείοις φαρμάκων ἀποθανοῦσα· καὶ κρίνεται φόνου ἡ μήτηρ. 8. Εἶχέ τις ἰατρὸς μητρυιάν· τοῦ δὲ παιδὸς αὐτῆς ἀσθενοῦντος ᾔτησε παρὰ τοῦ προγόνου βοήθημα, καὶ ἔλαβε· μετὰ δὲ δύο ἡμέρας ἀπέστρεψε τὸ βοήθημα, εἰποῦσα τῷ προγόνῳ, θανάσιμόν ἐστι. λαβὼν δὲ ὁ πρόγονος αὐτῆς ἔμπροσθεν, ἔπιεν αὐτὸ, καὶ παραυτίκα ἀπέθανε, καὶ κρίνεται ἡ μητρυιὰ φαρμακείας. 9. Ἐξῆλθέ τις, ἵνα ἀποκτείνῃ τὸν τύραννον· ἐκεῖνον μὴ εὑρὼν ἀνεῖλε τὰ τέκνα αὐτοῦ· εἶτα ὕστερον ὁ τύραννος ἐλθὼν καὶ εὑρὼν τοὺς παῖδας ἑαυτοῦ τεθνηκότας, ἀνεῖλεν ἑαυτόν· ὁ δὲ ἀποκτείνας αὐτὰ αἰτεῖ παρὰ τῆς πόλεως δωρεάν. 10.
8.404 Ἐχθρόν τις ἔχων ἀπέκτεινε λάθρα καὶ ἔκρυψε. μετὰ δύο ἡμέρας ἀνεῖλεν ὁ αὐτὸς τύραννον, καὶ αἰτεῖ παρὰ τῆς πόλεως τὴν ἀναίρεσιν τοῦ πεφονευμένου. δίδωσιν ἡ πόλις· εὕρηται ὁ πεφονευμένος ὑπὸ τῆς γυναικὸς καὶ τῶν παίδων, ἀποκρυπτόμενος ὑπὸ τῶν θεραπόντων τοῦ προπεφονευκότος αὐτόν τε καὶ τὸν τύραννον κατ’ αὐτὴν τὴν ἡμέραν, καὶ φεύγει ὁ ἀνελὼν αὐτὸν φόνου. 11. Ἀπέστειλεν εἰς πόλιν πολεμουμένην ὁ βασιλεὺς δύο στρατηγοὺς, βοηθείας ἕνεκα· τὸν μὲν ἕνα φυλάττειν τὰ τείχη διαταξάμενος, τὸν δὲ ἕτερον ἔξω πολεμεῖν· ἡττήθη πολεμῶν ὁ ἔξω· καὶ κατέφυγε πρὸς τὴν πόλιν· ὁ ἔσω στρατηγὸς οὐκ ἤνοιξεν, ἀλλ’ εἶπε, πολέμησον· βιασθεὶς ὁ ἔξω στρατηγὸς ἐπολέμησε πάλιν καὶ ἐνίκησε· καὶ ἀμφισβητοῦσι περὶ τῆς νίκης οἱ δύο. 12. Νόμος ἐκέλευε, τὸν μὴ ὄντα ὁλόκληρον μὴ ἰατρεύειν· ἕξ τις ἔχων δακτύλους κωλύεται ἰατρεύειν. 13. Νόμος ἐκέλευε, τὸν ἐξόριστον αὐτοβούλως ὑποστρέφοντα εἰς τὴν ἰδίαν πατρίδα θνήσκειν· ἐξόριστός τις αὐτοβούλως ἐπανελθὼν μυστήρια μεγάλα ὑπὲρ τῆς πόλεως ἔλεγε λέξειν. ὁ δὲ στρατηγὸς λαβὼν αὐτὸν ἀνεῖλε. καὶ κρίνεται ὡς τὴν πόλιν ἀδικήσας. 14. Τελευτῶν τις κατέλιπε τὴν ἑαυτοῦ γυναῖκα ἔγκυον, εἰπών· εἰ μὲν εἴη τὸ τεχθησόμενον ἐξ αὐτῆς ἄῤῥεν, τὸν ὑπόντα αὐτῷ ὑπηρέτην δουλεῦσαι τῷ τεχθέντι τριετίαν· εἰ δὲ θῆλυ, τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ· μετὰ τὴν τελευτὴν τοῦ ἀνδρὸς ἔτεκεν ἡ γυνὴ ἅμα ἄῤῥεν τε καὶ θῆλυ· καὶ ἡ μὲν λέγει δοῦλον ἑαυτῆς εἶναι εἰς τὸ διηνεκὲς, ὁ δὲ λέγει, τριετίαν δουλεῦσαι, καὶ ἀπολυθῆναι τὸν δοῦλον.
8.405 15. Νόμος ἐκέλευε τὸν τύραννον ἀναιρεῖν· ἄλλος ἐκέλευε, τὸν ἐν ἱερῷ καταφυγόντα μὴ ἀποθνήσκειν· τύραννον ἐν ἱερῷ τις καταλαβὼν φεύγοντα ἀπέκτεινε, καὶ κρίνεται ὡς ἀσεβής. 16. Πολεμοῦντες Ἀθηναῖοι καὶ Πελοποννήσιοι πρὸς ἀλλήλους, ἔπεμψαν πρέσβεις πρὸς Ξέρξην ἑκάτεροι περὶ συμμαχίας οἰκείας· ὁ δὲ ὑπέσχετο δώσειν τῷ προσκυνήσοντι. Ἀθηναῖοι προσκυνήσαντες ἔλαβον, τῶν Πελοποννησίων μήτε προσκυνησάντων μήτε λαβόντων, ὡς ἐνίκησαν, ὕστερον κρίνονται ὡς παρανομήσαντες. 17. Πλούσιος εἰς πένητος οἶκον εἰσελθὼν ἠρίστα· ἡ θυγάτηρ τοῦ πένητος ὡραία οὖσα ὑπηρέτει· ἠρώτησεν ὁ πλούσιος περὶ αὐτῆς, εἰ δούλη ἐστὶν, ἢ ἐλευθέρα· ὁ πατὴρ αἰδεσθεὶς εἶπεν, ὅτι δούλη· ἐβιάσατο ὁ πλούσιος τὴν παῖδα. νόμου κελεύοντος τὸν μὲν ἐλευθέραν βιασάμενον ἀποθνήσκειν, τὸν δὲ δούλην ἑκατὸν διδόναι τάλαντα, ὁ μὲν πλούσιος δίδωσι τὰ ἑκατὸν τάλαντα, ὁ δὲ πατὴρ τῆς κόρης θάνατον αἰτεῖ. 18. Ἐκρίνετό τις ἐπὶ τῷ ἀδελφῷ φόνου δύο ἐφεξῆς ἡμέρας, καὶ ἔξαρνος ἦν· τῇ τρίτῃ ἡμέρᾳ εἰσήγαγε τὸν ἑαυτοῦ πατέρα λέγοντα, ὅτι ἐγὼ αὐτῷ ἐπέτρεψα, ἵνα φονεύσῃ τὸν ἀδελφὸν αὐτοῦ. καὶ κρίνεται ὁ κρινόμενος ὡς μὴ προομολογήσας φόνου. 19. Ἀριστεὺς ᾔτησεν εἰς τὴν δωρεὰν ἰατροῦ γυναῖκα, καὶ ἔλαβε· νοσούσης μετὰ ταῦτα τῆς γυναικὸς, ἐκήρυξεν ὁ ἀριστεὺς, τῷ ἰασαμένῳ αὐτὴν δοῦναι, ὅπερ ἂν αἰτήσηται· εἰσελθὼν ὁ πρῶτος αὐτῆς ἀνὴρ, μετὰ τὸ εἰσελθεῖν ἄλλους πρότερον καὶ μηδὲν ὠφελῆσαι, ἰάσατο αὐτὴν, καὶ αἰτεῖ αὐτὴν εἰς μισθόν· ὁ δὲ ἀριστεὺς ἀντιλέγει.
8.406 20. Τὸν μοιχὸν χρήματα διδόναι, ἢ παραυτίκα ἀποθνήσκειν· εὑρών τις μοιχὸν ἐπὶ τῇ γυναικὶ αὐτοῦ ἀπέλυσε συνθέμενος δοῦναι χρήματα· εἶτα ὕστερον μὴ διδόντα ἀπέκτεινε, καὶ φόνου φεύγει. 21. Δὶς περὶ τῶν αὐτῶν μὴ εἶναι δίκας. ἐτύπτησέ τίς τινα· ὁ δὲ εἰσήγαγεν αὐτὸν εἰς τὸ κριτήριον, καὶ κρινομένων αὐτῶν πάλιν αὐτὸν ἐτύπτησεν· εἶτα ἐνίκησε τὴν δίκην ὁ τύψας· ὁ δὲ τυφθεὶς ἀξιοῖ κρίνεσθαι αὐτὸν διὰ τὴν δευτέραν ὕβριν· ὁ δὲ ἀντιλέγει. 22. Τύραννος τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος, ἐκήρυξε δωρεὰν δώσειν τοῖς μάλιστα τιμήσειν αὐτὸν ἐθέλουσι· δύο πόλεων ἡ μὲν ἐτίμησεν, ἡ δὲ ὡς θεὸν ἐτίμησε· καὶ ἀμφισβητοῦσι περὶ τῆς δωρεᾶς. 23. Πολλῶν ὄντων ἀποκηρύκτων πολλαὶ λῃστεῖαι ἐγίνοντο· καὶ γράφει τις, μηκέτι ἀποκηρύσσειν. καὶ πάλιν τοὺς γονεῖς οἱ παῖδες ἀτιμάζουσιν. 24. Ἀνὴρ μοιχευθεῖσαν τὴν γυναῖκα κατὰ τὸν νόμον ἤγαγε πωλῆσαι· οὐδενὸς δὲ ὠνουμένου αὐτὴν, χρῆται αὐτῇ, ὡς κακούργῳ ἀνδραπόδῳ· οἱ δὲ τῆς γυναικὸς συγγενεῖς ἀντιλέγουσιν. 25. Τὴν ἐπὶ θανάτῳ καταδικασθεῖσαν, ἔγκυον οὖσαν, μὴ ἀναιρεῖν, ἕως ἂν τέκῃ· κύειν δοκοῦσαν γυναῖκα ὁ στρατηγὸς ἐφύλαττε· μετὰ χρόνον μαθὼν, ὅτι οὐκ ἦν ἔγκυος τότε, ἀλλὰ νῦν ἐστιν, ἀπέκτεινε· καὶ φόνου φεύγει.
8.407 26. Ἐτάχθη τις, ἵνα ἐξέλθῃ εἰς πόλεμον· ὁ δὲ ἐρῶν κόρης ἔμεινεν οἴκοι· ἀπελθούσης τῆς πρώτης τάξεως, ἠρίστευσεν ὕστερον μετὰ τῶν γερόντων ἐξελθὼν, καὶ κρίνεται λειποστρατείας. 27. Νόμος ἐκέλευε νύκτωρ ὅπλα μὴ φορεῖν· δέκα νέοι ἧκον ἐπὶ τὴν τοῦ στρατηγοῦ οἰκίαν ἑσπέρας τυραννίδα μηνύοντες, καὶ ἀξιοῦντες ὅπλα παρ’ αὐτοῦ λαβεῖν· κατὰ τὸν νόμον ὁ στρατηγὸς οὐ δέδωκεν· ἐγένετο ἡ τυραννίς· ὑπεξῆλθον οἱ νέοι καὶ καθεῖλον τὸν τύραννον· καὶ μετὰ τὴν καθαίρεσιν αὐτοῦ ἐπανελθόντες κρίνουσι τὸν στρατηγὸν συνειδότος. 28. Ῥήτωρ συγγραψάμενος ἐγκώμιον θανάτου, καὶ ἀναγνοὺς αὐτὸ ἐν τῷ δήμῳ ἔπεισε πολλοὺς ἀνελεῖν ἑαυτούς· καὶ κρίνεται δημοσίων ἀδικημάτων. 29. Ἀριστεῖ τὴν χεῖρα ἀφῃρημένῳ ἔδωκεν ὁ δῆμος χειραγωγόν· καταλαβὼν ὁ ἀριστεὺς μοιχὸν ἐπέταξε τῷ ὁδηγῷ, πατάξαι τὸν μοιχόν· πεισθεὶς ἐκεῖνος ἀπέκτεινε· καὶ κρίνεται φόνου ὁ χειραγωγός. 30. Ζωγράφος τὰς ἐν Ἅιδου καταδίκας γράψας ἀνέθηκεν ἐν τῇ ὁδῷ, ἐν ᾗ ὁ τύραννος ὥδευεν· ὁ δὲ τύραννος ἐντυχὼν ἑαυτὸν ἀνεῖλε, καὶ ὁ ζωγράφος ὡς τυραννοκτόνος τὴν δωρεὰν αἰτεῖ· ἡ δὲ πόλις ἀντιλέγει. 31. Στρατηγὸς ἐπὶ πόλεμον ἐξιὼν ἐκήρυξεν, ἁπάντων τῶν ληφθησομένων πολεμίων τὰς δεξιὰς ἐκκόπτειν χεῖρας· λαβόντες οἱ πολέμιοι τὰ αὐτὰ πεποιήκασι· καὶ κρίνεται ὁ στρατηγὸς ὑπὸ τοῦ δήμου. 32.
8.408 Ῥήτορι πάντα νικῶντι ἐψηφίσατο ἡ πόλις σιωπᾷν· ὁ δὲ παιδεύειν ἤρξατο τῇ αὐτοῦ τέχνῃ πολλοὺς, καὶ κρίνεται ὡς τὸ τῆς πόλεως ψήφισμα παραβαίνων. 33. Νόμος ἐκέλευε τὸν τρισαριστέα μὴ στρατεύεσθαι· τρισαριστέως γυναῖκα ἥρπασαν οἱ πολέμιοι· ψηφισαμένης ἐξιέναι τῆς πόλεως, καὶ αὐτοῦ συστρατεύειν μετ’ αὐτῶν βουλομένου, κωλύεται. 34. Ἔχων τις κληρονόμον ἐτελεύτα· καί φησιν, οἱ δοῦλοί μου ἐλευθερούσθωσαν· τινὲς ἀπὸ δρασμοῦ ἀνελθόντες ἐλεύθεροι εἶναι ἀξιοῦσιν, ὁ δὲ κληρονόμος ἀντιλέγει. 35. Ἔκρινέ τις στρατηγὸν προδοσίας· καὶ οὐκ ἔπεισεν ἐν πόλει πολεμουμένῃ· μετὰ ταῦτα ἀποκτείνας αὐτὸν πρὸ τῶν πυλῶν ἔθηκεν· οἱ πολέμιοι ἀνεχώρησαν, καὶ κρίνεται ἐκεῖνος προδοσίας ἅμα καὶ φόνου. 36. Χρησμὸς ἐδόθη, ὅτι νικήσουσιν οἱ Ἀθηναῖοι τὸν πολέμιον. ὁ δὲ στρατηγὸς ἐξήγγειλε τῷ λαῷ, καὶ συνέβη ἀκοῦσαι τοὺς πολεμίους καὶ ἀναχωρῆσαι· ὁ δὲ στρατηγὸς κρίνεται ὡς προδότης. 37. Τυφλὸς ὁδηγούμενος ὑπὸ τῆς ἑαυτοῦ παιδὸς, ἁρπασθείσης τῆς παιδὸς καὶ βιαζομένης ὑπό τινος, κατὰ κρημνοῦ ἐνεχθεὶς, ἀπέθανε. νόμου κελεύοντος τὸν μὲν βιασάμενον χρυσὸν πολὺν διδόναι, τὸν δὲ αἴτιον γενόμενον θανάτου ἀποθνήσκειν, ὁ μὲν τὸ χρυσίον λέγει διδόναι· οἱ δὲ τοῦ τυφλοῦ φίλοι λέγουσιν ἵνα ἀναιρεθῇ. 38. Νόμος ἐκέλευε τὴν μεμοιχευμένην πωλεῖσθαι· μεμοιχευμένην τις τὴν ἑαυτοῦ μητέρα ὠνήσατο καὶ ἠλευθέρωσε, καὶ ἀποκηρύσσεται ὑπὸ τοῦ πατρός. 39. Παρθένου ἁλούσης ὑπὸ λῃστῶν, ὁ πατὴρ αὐτῆς ἐκήρυξε δώσειν αὐτὴν εἰς γάμον τῷ λυθρωσομένῳ αὐτὴν ἐκ τῶν λῃστῶν· ἐξελθών τις καὶ λυτρωσάμενος αὐτὴν ἐβιάσατο, καὶ κρίνει αὐτὸν ὁ πατὴρ τῆς κόρης.
8.409 40. Νόμος ἐκέλευε τὸν λιπόντα τὴν τάξιν ἐν πολέμῳ ὑπὸ τοῦ στρατηγοῦ ἀναιρεῖσθαι, καὶ ἄλλος νόμος τὸν καταλαβόντα μοιχὸν ἐπὶ τῇ γυναικὶ αὐτοῦ ἀποκτεῖναι. στρατηγός τις ἐκλιπόντα τὴν τάξιν τὸν ἴδιον πατέρα ἀνεῖλεν· ἕτερος πάλιν μοιχὸν εὑρὼν ἐπὶ τῇ γυναικὶ αὑτοῦ τὸν ἴδιον πατέρα ἀνεῖλε. λοιμὸς κατέσχε τὴν πόλιν. ἦλθε δὲ χρησμὸς, ὅτι παύσεται ὁ λοιμὸς, ἐὰν ὁ ἀδίκως φονεύσας τὸν ἑαυτοῦ πατέρα ἀποθάνῃ, καὶ ἀμφιβάλλουσιν ὅ τε στρατηγὸς καὶ ὁ ἄλλος, τίς ἄρα ἀδίκως ἐφόνευσεν. 41. Ῥήτωρ ἔπεισε τὴν πόλιν, ἐκδιωχθῆναι τὰς ἑταίρας· μοιχειῶν πολλῶν γινομένων ψηφίζεται πάλιν, ἀνακομισθῆναι αὐτὰς, καὶ κρίνεται ὡς τὴν πόλιν ἀδικήσας. 42. Φιλόσοφος στασιάζοντα τὸν δῆμον ἔπαυσε, καὶ αἰτεῖ εἰς τὴν δωρεὰν, τοὺς ῥήτορας σιωπᾷν· οἱ δὲ ἀντιλέγουσιν. 43. Νόμου κελεύοντος, τὸν νέον νόμον εἴσω τριάκοντα ἡμερῶν ἀκυροῦσθαι, εἰ δὲ μὴ, βέβαιον εἶναι, πλούσιος ἔχων ἐχθρὸν πένητα καὶ ἐξερχόμενον εἰς πρεσβείαν τῆς πόλεως ἔγραψε νόμον, ἵνα ὁ μὴ εὐπορῶν πέντε τάλαντα ἀνέρχηται εἰς κριτήριον. ἐπανελθὼν ὁ πένης μετὰ τὰς τριάκοντα ἡμέρας, ἀφ’ οὗ ἐτέθη ὁ νόμος, κωλύει τὸν ὑπὸ τοῦ πλουσίου τεθέντα νόμον· ὁ δὲ ἀντιλέγει. 44. Ὁ καταναλώσας τὴν πατρῴαν οὐσίαν ἄτιμος ἔστω· ἐδαπάνησέ τις εἰς τὰ τῶν φίλων τιμήματα τὴν πατρῴαν οὐσίαν, καὶ ὑπάγεται τῷ νόμῳ.
8.410 45. Δύο τις ἔχων παῖδας, σώφρονα καὶ ἄσωτον, εἰς τρία διένειμε τὴν οὐσίαν, καὶ τὰ μὲν δύο τοῖς παισὶν ἔδωκε, τὸ δὲ τρίτον συγκατέσκαψεν· ὁ παῖς ὁ ἄσωτος καταφαγὼν τὴν ἑαυτοῦ οὐσίαν ἀνέῳξε τὸν τάφον τοῦ πατρὸς, καὶ ὑφεῖλε τὸ χρυσίον. ἐγράψατο αὐτὸν ὁ ἕτερος τυμβωρύχον καὶ οὐχ εἷλε, καὶ ἀξιοῖ ὡς πατρῷα διανέμεσθαι. 46. Ἐν λιμῷ καὶ πολιορκίᾳ ἔγραψέ τις τὴν ἄχρηστον ἡλικίαν ἀποκτεῖναι· εὕρηται αὐτὸς μὴ ἔχων γένος, καὶ κρίνεται δημοσίων ἀδικημάτων. 47. Ποθῶν τις κόρην ἔδωκεν αὐτῇ φίλτρον καὶ ἔπιε· μαθὼν τοῦτο ὁ πατὴρ τῆς κόρης ἀπέκλεισεν αὐτήν· ἡ δὲ αὑτὴν ἀνεῖλε· καὶ κρίνουσιν ἀλλήλους ὁ ἐραστὴς καὶ ὁ πατὴρ αἰτίας θανάτου. 48. Μνηστευομένῳ μάγῳ θυγατέρα τινὸς οὐ δίδωσιν ὁ πατήρ· ἠράσθη εἰδώλου ἡ παῖς, καὶ κρίνει φαρμακείας τὸν μάγον ὁ πατήρ. 49. Δύο πένητες ἐγράψαντο πλούσιον· ὁ εἷς αὐτῶν εὕρηται νεκρὸς ἀσκύλευτος, ὁ λοιπὸς ἐσιώπησε τὴν γραφὴν, καὶ κρίνεται ὑπὸ τοῦ πλουσίου δημοσίων ἀδικημάτων. 50. Ἀστρατεία ἐδόθη τοῖς ἐν Μαραθῶνι πολεμήσασιν· ἀγγέλλεται ὁ Ξέρξης ἐπιὼν, καὶ αὐτοὶ ἀξιοῦσι στρατεύεσθαι. ἡ δὲ πόλις ἀντιλέγει. 51. Γεωργὸς ἀριστεύσας ᾐτήσατο εἰς δωρεὰν τὰς ἱερὰς βοῦς· οἱ δὲ ἱερεῖς αὐτῷ ἀσεβείας ἔγκλημα ἐπιφέρουσιν. 52.
8.411 Ῥήτωρ ἐπὶ τῷ πάντα νικᾷν ἐκελεύσθη σιωπᾷν διὰ ψηφίσματος. Ἐκδίδωσι τοῖς κρινομένοις λόγους, καὶ εὐθύνεται ὡς παραβαίνων τὸν νόμον. 53. Νόμος ἦν ὁ κωλύων, στρατηγὸν μὴ ἀνοίγειν νύκτωρ τὰς πύλας· αἰχμάλωτοι ῥήξαντες τὰ δεσμὰ νυκτὸς ἦλθον εἰς τὴν πόλιν, ἀξιοῦντες εἰσελθεῖν· ὁ δὲ στρατηγὸς εἴασεν αὐτοὺς ἔξω, μὴ ἀνοίξας. Προσπεσόντες οἱ πολέμιοι κατέκοψαν αὐτοὺς, καὶ κρίνεται ὁ στρατηγὸς δημοσίων ἀδικημάτων. 54. Τὸν ἐλάττονα ταλάντου οὐσίαν ἔχοντα μὴ λέγειν ἐν δικαστηρίῳ. ἄσωτος τὴν οὐσίαν καταναλώσας τάλαντον ἑαυτῷ ὑπελείπετο, καὶ κωλύεται λέγειν. 55. Ἀποκήρυκτος ἐφωράθη τρίβων φάρμακον, καὶ ἐρωτηθεὶς ἔφη, ἐφ’ ἑαυτῷ τρίβειν· ἀναγκαζόμενος ἐξ αὐτοῦ πιεῖν οὐκ ἤθελε, καὶ κρίνεται ἐπιβουλῆς τοῦ πατρός. 56. Πηρῷ ἔχρησεν ὁ θεὸς, ἂν φονεύσῃ τινὰ, ἀναβλέψαι. Παραυτίκα ἐξαίφνης ἀνέβλεψε, καὶ κρίνεται φόνου. 57. Νόμος ἐκέλευε, τὸν τύψαντα αὐτοῦ τὸν πατέρα λιθοβολεῖσθαι ὑπὸ τοῦ δήμου ἀκρίτως· γέρων τις τυπτόμενος ὑπὸ τοῦ νεανίσκου ἀνεβόησε, διὰ τί τὸν πατέρα σου τύπτεις· οἱ παρεστῶτες ἀκούσαντες ἐλιθοβόλησαν τὸν παῖδα· εὑρέθη ὕστερον μὴ ὢν πατὴρ τοῦ νεανίσκου ὁ γέρων, καὶ κρίνεται αἰτίας θανάτου. 58. Νόμος ἐκέλευε τὸν μοιχὸν καταλαμβανόμενον τυφλοῦσθαι ἀκρίτως· μοιχὸν τυφλὸν εὑρὼν τῆς μοιχευομένης ὁ ἀνὴρ τοὺς ὀδόντας αὐτοῦ ἐξέβαλε, καὶ κρίνεται. 59. Νόμος ἐκέλευεν, ἕως ἂν συνίστηται ὁ πόλεμος, μηδένα ἔχειν ἐξουσίαν, τύπτειν τὸν δοῦλον, εἰ δὲ μὴ, ἵνα ἐλευθεροῦται ὁ δοῦλος.
8.412 ἔτυψέ τις ἐν καιρῷ πολέμου μεθυσθέντα τὸν ἴδιον δοῦλον καὶ εἰπόντα, αὔριον φεύξομαι εἰς τοὺς πολεμίους, ἡ πόλις κελεύει αὐτὸν ἐλευθερωθῆναι· ὁ δὲ δεσπότης ἀντιλέγει. 60. Πλούσιος ἀριστεύσας ᾔτησε δωρεὰν, ἵνα, ὅστις ἁμαρτήσας εἰς τὸν αὐτοῦ ἀνδριάντα καταφύγῃ, ἀπολύηται τοῦ ἐγκλήματος, καὶ ἔλαβεν· ἀριστεύσας ὁ αὐτὸς πάλιν ᾔτησεν εἰς ἀναίρεσιν ἐχθρὸν πένητα. ὁ δὲ πένης ἀκούσας κατέφυγεν ἐπὶ τὸν ἀνδριάντα· καὶ ὁ πλούσιος βιάζεται ἀποσπᾶσαι αὐτόν· καὶ ἡ πόλις ἀντιλέγει. 61. Ἐν μακρᾷ πολιορκίᾳ συμβουλεύων ὁ στρατηγὸς, ἵνα ἐξέλθωσι καὶ πολεμήσωσιν, οὐκ ἔπειθε· λαθὼν καθεῖλε μέρος τι τοῦ τείχους· καὶ ἐξελθόντες ἐνίκησαν, καὶ κρίνεται ὁ στρατηγὸς ὡς προδότης. 62. Πλούσιος εἰσελθὼν εἰς οἰκίαν πένητος εὗρεν ὑπὸ τῆς κλίνης τοῦ πένητος τὸ ἑαυτοῦ ἱμάτιον· καὶ ὡς κλέπτην πρὸς αὐτὸν δικάζεται· ὁ δὲ πένης ὡς μοιχὸν τὸν πλούσιον κατέχει. 63. Καταλιπών τις δύο υἱοὺς τὸν μὲν φιλόσοφον, τὸν δὲ ῥήτορα, ἔγραψεν ἐν ταῖς διαθήκαις, τῷ βελτίονι καὶ σοφωτέρῳ καταλείπω τὴν οὐσίαν μου, καὶ δικάζονται. 64. Καταλαβών τις δειλὸς ἀριστέα ἐπὶ τῇ γυναικὶ αὐτοῦ μοιχεύοντα, καὶ μὴ δυνάμενος αὐτὸν ἀνελεῖν ἐνέπρησε τὴν οἰκίαν καὶ συνέκαυσε καὶ ἄλλας οἰκίας· καὶ κρίνεται ὡς τὴν πόλιν ἀδικήσας. 65. Νόμος ἐκέλευεν, ὅστις εἴποι καλὴν βουλὴν, καὶ δέξεται αὐτὴν ἡ πόλις, ἵνα λαμβάνῃ δῶρον· ὑπὸ πολέμου καὶ λιμοῦ καταπονουμένης πόλεως, συνεβούλευσέ τις ἀποκτεῖναι τὴν ἄχρηστον ἡλικίαν· καὶ ὑπηκούσθη· καὶ αἰτεῖ τὴν δωρεὰν, τοὺς παῖδας σωθῆναι· ἡ δὲ πόλις ἀντιλέγει.
8.413 66. Τύραννος μοιχεύων γυναῖκα τινὸς ἀνῃρέθη ὑπ’ αὐτῆς· νόμου κελεύοντος τὸν μὲν ἀνελόντα τύραννον τιμᾶσθαι δημοσίᾳ, τὴν δὲ μοιχευθεῖσαν ἀποθνήσκειν, ὁ μὲν ἀνὴρ αὐτῆς λέγει, ἀναιρεθῆναι αὐτὴν, ἡ δὲ πόλις λέγει αὐτὴν τιμηθῆναι. 67. Δέκα τινὲς συνεβουλεύσαντο, ἵνα ἀποκτείνωσι τύραννον· ὁ εἷς ἐξ αὐτῶν ἐμήνυσε, καὶ οἱ μὲν ἐννέα ἐσταυρώθησαν, ὁ δὲ λοιπὸς γέγονε φίλος τοῦ τυράννου· καὶ μετὰ τοῦτο ἀνεῖλε τὸν τύραννον· καὶ αἰτεῖ τὴν δωρεάν· οἱ δὲ παῖδες τῶν θανόντων ἀντιλέγουσιν. 68. Τύραννος ἐπ’ ἀμνηστίᾳ καταλιπὼν τὴν τυραννίδα καὶ συνεχῶς εἰς τὴν ἀκρόπολιν ἀφορῶν καὶ δακρύων κρίνεται τυραννίδος ἐπιθέσεως. 69. Φιλόσοφος μοιχὸν εὑρὼν ἐπὶ τῇ γυναικὶ συνῴκισεν αὐτῷ τὴν γυναῖκα, καὶ κρίνεται παρανομίας.