eul_wid: rhg-ao
ΠρογυμνάσματαPreliminary Exercises
Rhetorical Treatise Anonymous Preliminary Exercises PDF
| 1.597.(1t) | ΑΝΩΝΥΜΟΥ ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ. Cap. I. Μῦθος. Λύκος, ὁδοῦ πάρεργον, ὄνῳ περιτυγχάνει τινί. ὡς οὖν ἐντὸς τῶν ἰδίων ἀρκύων ἀναμφιλέκτως ἐκεῖνον εἶχε, καὶ δεῖπνον ποιεῖν ἔμελλεν, ὥσπερ οὐκ ἀποχρῶσαν ἑαυτῷ τε τροφὴν κἀκείνῳ συμφορὰν τοῦθ’ ἡγούμενος, καὶ τὴν ἀπὸ τῶν λόγων προστίθησι· καὶ κατειρωνευόμενος τοῦ ἀθλίου, μὴ δέδιθί, φησι πρὸς αὐτὸν, οὐ γὰρ οὕτως ἔγωγε ἀδίκως διάκειμαι, ὥστ’ ἀκατάγνωστόν σε περὶ τὸν σαυτοῦ βίον εὑρών τι τῶν ἀπευκταίων σε δρᾶσαι, ἀλλ’ ἐν μέρει τὰ πραχθέντα ἡμῖν ἐν τῷ βίῳ πλημμελήματα πρὸς ἀλλήλους ἑκάτερος ἐκκαλύψωμεν. |
| 1.598 | κἂν μὲν χείρω τὰ ἐμὰ τῶν σῶν, ἀπολύου ἤδη τοῦ ἐξ ἐμοῦ σοι ὑφορωμένου κινδύνου, καὶ πρὸς τὰς σὰς νομὰς ἀδεῶς μάλ’ ἀπότρεχε· ἢν δ’ ἐλεγχθῇς παρελάσας ταῖς ἀδικίαις ἐμὲ, αὐτὸς σὺ κύριος τῆς ψήφου γίνου, εἰ μὴ δίκαιος εἴης δίκας ἐμοὶ δοῦναι τοιοῦτος ἁλούς. Ταῦτ’ εἰπὼν καὶ τὰ πλημμεληθέντα οἱ προσέθηκε· τὰ δ’ ἦν, ὅσων προβάτων καὶ αἰγῶν διασπαραγμοὶ, μυρίων ἐρίφων καὶ ἀρνῶν ἁρπαγαὶ, βοῶν πνιγμοναὶ, καὶ τέλος φυλάκων αὐτῶν δήγματα, ἢ καὶ φόνοι τούτων τετελεσμένοι. Ταῦτα καὶ τοιαῦθ’ ἕτερα ὁ λύκος ὑφειμένως πως καὶ ὑποκεκορισμένως διεξιὼν, ὡς μὴ δοκεῖν εἶναι ταῦτ’ ἀδικήματα, ὡς αὐτὸς ᾤετο, καὶ τὸν ὄνον τὰ οἰκεῖα λέγειν προὐτρέψατο. Ἐκεῖνος δ’ ἐπεὶ τὰ καθ’ ἑαυτὸν ἐξετάζων οὐδὲν ἦν εὑρίσκων ἄξιον καταγνώσεως, οὐδὲ γὰρ σύνοιδεν ἑαυτῷ τι τῶν ἀπειρημένων οὐδαμῶς δεδρακότι, τέλος ἀπορῶν, διέξεισί τι τοιοῦτον, ὡς δῆθεν πλημμέλημα. Φορτίον γάρ φησί ποτε τοῦ δεσπότου ἐπιφερόμενος, καὶ βαδίζων, λάχανα δ’ ἦν αὐτὸ, μυίας ὑπογαργαλισάσης με, μὴ ὑποφέρων, ἔκαμψα τὸν ἐμαυτοῦ τράχηλον, ὅπως τοῖς μυκτῆρσι ταύτην ἀποφυσήσαιμι, οὕτως δὲ τυχὸν φύλλον ἓν τῶν λαχάνων ἐκείνων ἐκκρεμασθὲν, καὶ τοῖς ἐμοῖς ὀδοῦσιν ἐμπαγὲν, διαμασησάμενος ἐκεῖνο κατέπιον· ἀλλ’ εὐθὺς καὶ τούτου τὰς δίκας ἀπέτισα, ὑπὸ τοῦ δεσπότου παρομαρτοῦντος πολλὰς τῷ ῥοπάλῳ, ὅπερ κατεῖχεν ἐκεῖνος, κατὰ τοῦ νώτου σφοδρῶς βληθεὶς, ὡς καὶ πάλιν ἐξέμεσα παραχρῆμα αὐτό. |
| 1.599 | Οὔπω τέλος εἶχε τῷ ἀθλίῳ τὰ τῆς ἐξαγορεύσεως καὶ τὸν λόγον ὁ λύκος ὥσπερ ἄλλον ἄρνα τινὰ ἡρπακὼς, τῆς ἀδικίας, ἐβόα· τοῦ ὑπερφυοῦς πλημμελήματος· εἶτ’ ἐχώρει σε μέχρι νῦν ἡ γῆ, ἀλιτήριε, τοσοῦτον βδέλυγμα, τοσοῦτον ἄγος, τοσοῦτον μίασμα; βαβαὶ τῆς ἀγνωμοσύνης, ἧς ἐπεδείξω πρὸς τὸν σὸν δεσπότην τὸν ἄθλιον, ὃς ἐπὶ τοῖς λαχάνοις, οἷς ἐνίδρωσε σπείρων, συνεχῶς ἄρδων, ἀνακαθαίρων, ἐκτίλλων, ἄλλα ὅσα ἐπ’ ἐκείνοις ἀνατλὰς, ἐφ’ οἷς μόνοις τὰς τῆς ζωαρκίας ἐλπίδας ἔτρεφεν, ἐξαίφνης τὸ ἐπ’ αὐτοῖς κέρδος ἀπολώλεκεν ὑπὸ σοῦ· δηλοῦσι γὰρ αἱ ἐκείνου πληγαὶ, σφοδρῶς, ὡς ἔφης, καταφερόμεναί σου, τὴν τῆς ψυχῆς δεινὴν τρῶσιν ἐκείνου, ἣν ἐβλήθη καιρίαν, σοῦ καταφαγόντος τὰ λάχανα· ἀλλ’ ὡς ἔοικεν οὐκ ἀποχρῶσαν ἡ δίκη τὴν πληγὴν ἐκείνην εἰς πρᾶξιν κρίνασα, ἐποίησε πρὸς τὸ λεῖπον τῆς ποινῆς ἀποταμίευστον, ἐπεὶ καὶ τὸ πρᾶγμα αὐτὸ δηλοῖ ἐναργέστατα, μηδόλως διερευνωμένῳ μοι θηραθῆναί σε. Ταῦτα ὁ λύκος εἰπὼν, διασπαράττων τὸν ὄνον ἐπιπηδήσας καὶ δεῖπνον ποιεῖ τὸν δύστυχον· ὃ καὶ πρὸ τῆς ἐξαγορεύσεως ἔργον ἐκείνῳ, κἂν εἰ προσποιούμενος δῆθεν δικαιοσύνην, ἑαυτὸν μὴ δοκεῖν ἀδίκως ἐκεῖνον φαγεῖν τάχα κατέστησε, ταὐτὰ ποιῶν τοῖς τῶν ἀνθρώπων ἀδικωτάτοις, οἳ τὰ τῶν πλησίον ἁρπάζοντες ἐπισεμνολογοῦσι τὴν πρᾶξιν, καὶ λόγοις ἀδικωτέροις δικαιοσύνην τὴν ἀδικίαν δοκεῖν ἀποδεικνύειν ἐπιχειροῦσιν. Cap. |
| 1.600.(1t) | II. Διήγημα τὸ κατὰ τὸν Πολύδωρον. Ἀνήρπαστο μὲν ἐκ μέσης Ἑλλάδος Ἑλένη, καὶ Ἀλεξάνδρῳ συνῆν ἐν τῇ Τροίᾳ, τῷ Πάριδι· τὸ δέ γ’ Ἕλληνες ἅπασι κοινὴν ὕβριν τὸ πρᾶγμα τίθενται, διά τοι τοῦτο καὶ ἀθρόοι πρὸς Ἴλιον πλέουσι, καὶ τὰ περὶ τὴν Τροίαν πάντα εὐθὺς τῷ στρατεύματι ἀνηρπάζετο, χῶραι ἐλεηλατοῦντο, πόλεις ἐνεπιμπρῶντο, φρούρια κατεστρέφετο. Ὡς οὖν ὁ πόλεμος ἑτεραλκὴς, καὶ τὴν κατασκαφὴν ὅσον οὔπω καὶ αὐτῇ τῇ Τροίᾳ ἠπείλει, καὶ τὸν κίνδυνον τοῖς ἔνδον φοβερὸν μάλα ἐπέσειε, καὶ τὰ πράγματα ἐπὶ ξυροῦ τοῖς Τρωσὶν ἀκριβῶς διεκρέματο, ὁ τούτων βασιλεὺς γέρων Πρίαμος πράττει τι σοφὸν καὶ τῆς ἡλικίας τῆς ἑαυτοῦ ἄξιον, καὶ τὴν τύχην ὡς ἐδόκει ἀντισοφίζεται· τοὺς μὲν γὰρ ἄλλους αὐτοῦ παῖδας τῷ πολέμῳ ἐκδίδωσιν, ἐπείπερ ἡλικία προὐτρέπετο, ἕνα δ’ αὐτῶν ἁπαλὸν πάνυ καὶ πολεμικῶν ἔργων δι’ ἡλικίαν ἄγευστον ἐπιτυγχάνοντα πρὸς τὸν Θρᾳκῶν τότ’ ἄρχοντα Πολυμήστορα πέμπει, καὶ πολλοῦ φίλον ἐκείνῳ δοκοῦντα· μετ’ ἐκείνου δὲ καὶ χρυσὸν ἱκανὸν ἐκπέμπει, Ζώπυρόν τε, τοῦ γε νῦν καὶ τῆς Τροίας καὶ τῶν πραγμάτων πάλιν ἀνόρθωσιν. Καὶ ὁ μὲν οὕτω σοφῶς διεπράξατο, ἐκπέμψας τοὺς μὲν ὑπὲρ πατρίδος τοῖς πολεμίοις συμπλέκεσθαι, τὸν δὲ διὰ πατρίδα τῷ φίλῳ φυλάττεσθαι. Ὁ δὲ βάρβαρος δέχεται τὸν Πολύδωρον καὶ τὸν χρυσὸν ἐπιδέχεται, καὶ ἀδίκους εὐθὺς ὀφθαλμοὺς ἐπιβάλλει τοῖς χρήμασι, καὶ θάνατον μὲν παραχρῆμα τοῦ μειρακίου καταψηφίζεται· ἀλλὰ τὸ τοῦ πολέμου ἄδηλον ὑφορώμενος τέως ἐπέχει τὴν χεῖρα ὁ Φρὺξ, καὶ συντηρεῖ δῆθεν τὸν παῖδα, καὶ τὸν φιλοῦντα πρὸς αὐτὸν ὑποκρίνεται· ἐπεὶ δὲ μάθοι τὸν πύργον τῆς Τροίας Ἕκτορα πεπτωκότα, ὁμοῦ δὲ καὶ τὸν ἐμπρησμὸν ταύτης τῷ ἀναφερομένῳ καπνῷ τεκμήραιτο, τότε δὴ τότε, ὅνπερ πάλαι βασιλίσκον ὤδινε, φανερῶς ἀναῤῥήγνυσι, καὶ ἔνθα ὁ παῖς διατρίβοι γενόμενος, καιρίαν βάλλει τὸν νέον, καὶ μετὰ τοῦ χρυσοῦ καὶ τὸ ζῇν ἀπεστέρησεν. |
| 1.601 | Ἀλλ’ ἡ δίκη, καίτοι τὰ πολλὰ ἐν ἅπασι διαμέλλουσα, ἐνταῦθα οὐδόλως ἀνέχεται· διὰ τοῦτο καὶ γῆς μὲν κατορύξαι τὸν νεκρὸν οὐ παραχωρεῖ, πελαγείῳ δὲ ῥεύματι ῥίψαι παρασκευάζει. Ἀλλ’ ἡ θάλαττα οὔπω τῶν Ἑλλήνων ἀποπλευσάντων ἐξαποπτύει Πολύδωρον, καὶ ὁ νεκρὸς τῇ Ἑκάβῃ γνωρίζεται, καὶ τὸ τοῦ βαρβάρου δρᾶμα ταύτη ἀνακαλύπτεται, καὶ φανερῶς ἀμύνασθαι τὸν ἐχθρὸν οὐκ ἰσχύουσα, ἅτε πάντω ἔρημος καὶ αἰχμάλωτος, δόλῳ τὴν δολερὰν ψυχὴν ἀνθυπέρχεται, καὶ ὅθεν ἔγνω τὴν ἐκείνου γνώμην ἁλισκομένην, ἐκεῖθεν τὴν πλεονεκτικὴν ψυχὴν νουνεχῶς δελεάζει τε καὶ τεθήρακε· καὶ εἰς χρυσοῦ φυλακὴν αὐτὸν μετὰ τῶν ἰδίων μεταπέμπεται παίδων· ὁ δὲ τὸν φίλον χρυσὸν ἀκούσας οὐ διαμέλλει, ἀλλὰ σὺν τοῖς παισὶν ὡς εἶχε τάχους ἐφίσταται, ὁ κόραξ ἐπὶ τὸ πτῶμά φασιν, καὶ τὴν σκηνὴν οὐδαμῶς ὑποπτεύσας μετ’ αὐτῶν τὴν σκηνὴν εἴσεισι, καὶ οὕτως Ἑκάβη τοῦ παιδὸς στερηθεῖσα διὰ χρυσὸν τὸν φονέα ἑαυτῇ δι’ ἐλπίδα χρυσοῦ μέτεισιν· ὑπὸ γὰρ τῶν ἔνδον Τρωάδων τὰ τέκνα μὲν ὁρᾷ κατασφαττόμενα, ὡς παῖδα σφάξας κἀκεῖνος, ὡς ἂν τῆς τῶν φυσικῶν ἀλγηδόνων δριμύτητος καὶ αὐτὸς αἴσθοιτο· τοὺς δ’ ὀφθαλμοὺς ἐξορύττεται, ὡς ἀδίκως ἐνστηριχθέντας τῷ ῥᾳδίως αὐτοὺς χέοντι. Cap. |
| 1.602.(1t) | III. Χρεία. Οἱ φρονοῦντες εὖ, φησι Σοφοκλῆς, κρατοῦσι πανταχοῦ. Ὅδε δὲ Σοφοκλῆς τῶν τραγικῶν τὸ κεφάλαιον· καὶ ὥσπερ Ὅμηρος ἐν πολλοῖς ποιηταῖς μόνος ἔξοχον τὸ κοινὸν ὄνομα εἴληχεν, οὕτω Σοφοκλῆς ἐν πολλοῖς τραγικοῖς τραγικὸς ὀνομάζεσθαι δίκαιος, ὑπεράρας πάντας τοὺς τοιαῦτα ποιήσαντας· μᾶλλον δὲ ταῖς μὲν ὑποθέσεσι καὶ τῷ μέτρῳ τραγικὸς, ταῖς δὲ γνώμαις ἡρωϊκὸς ὁ ἀνὴρ ἀναφαίνεται, μόνος ποιητῶν ἐν ἰαμβείοις ἡρωϊκὰς γνώμας ἐκθέμενος, καὶ ἐν πᾶσι μὲν, ὅσοις ἐξέθετο, σοφὸς ἐπωνύμως ἐκρίθη, καὶ κλέος ἔτι σμικρὸν ἤρατο· ἐν οἷς δὲ περὶ φρονήσεως φιλοσοφεῖ, τοσοῦτον πλέον, ἢ ἐν τοῖς αὐτοῦ λοιποῖς θαυμάζεται, ὅσον κἀκεῖνα κατὰ τῶν ἄλλων τῶν αὐτοῦ τὴν νικῶσαν φέρει καὶ πάσαις ψήφοις κρατεῖ. Τί δὲ περὶ τούτου ἀπεφήνατο· ἡ ἐντελὴς φρόνησίς, φησιν, ἐν πᾶσι κρατεῖ, καὶ τοῖς μὲν ῥήμασιν οὕτως ἡ ψῆφος μικρὰ, εἰ δὲ τῷ νῷ μεγάλη, μαρτυρήσει λόγος ὁ ῥηθησόμενος. Ὁ φρονήσεως γὰρ ἀκραιφνοῦς εὐμοιρῶν εἰς νέους μὲν ἔτι τελῶν εὐθὺς ἀπὸ γραμμάτων κακίας ἀρετὴν ἀνθαιρήσεται, κἀντεῦθεν πᾶν ἀγαθὸν ἐξασκήσει, καὶ παιδείας πάσης ἀνθέξεται, οἷς ὡπλισμένος εἰς ἄνδρας γραφεὶς, τίσι τῶν ἀρίστων οὐκ ἂν προσβάλοι, καὶ προσβαλὼν, ποῖα τούτων οὐ μεθ’ ὑπερβολῆς κατορθώσαιτο· βουλεύων εὐστόχως βαλεῖ, δικάζων τὴν ὀρθὴν ἐξενέγκοι, ἐξαίρετα γὰρ τῶν ἄλλων κατορθώματα φρονήσεως· ἂν στρατηγῇ, μεγάλως εὐδοκιμήσει, μετ’ ὀλίγων πολλοὺς, καὶ μετ’ ἀσθενεστέρων ῥωμαλαιοτέρους τροπώσεται· ἃ γὰρ φρόνησις ἐν πολέμοις ἐργάζεται, ἀνδρία οὐκ οἶδεν, ἃ δ’ ἀνδρία, ἢ φρονήσεως οὐ χωρὶς, ἢ οὐκ ἀκινδύνως, εἴ τι καὶ δράσειεν· ἄρχων ὁ φρονῶν εὖ, οὐχ ὑπὸ τοῦ ἀξιώματος ἐκεῖνος, ἀλλ’ αὐτὸς τὴν ἀρχὴν κατεκόσμησε, καὶ ὅσον ἐστὶ τὸ τῆς βασιλείας χρῆμα, λαμπρῶς ἔδειξεν ἂν ἰδιώτης, βασιλέων ἐπικρατέστερος. |
| 1.603 | Ὁ μὲν γὰρ τῶν ὑφ’ ἑαυτὸν ἄρχει, ὁ δ’ εὖ φρονῶν καὶ βασιλέων, εἰ τύχοι, κρατεῖ· καὶ ὁ μὲν ἔστιν ὅτε τὴν ἀρχὴν κλέπτεται ἢ φανερῶς ἀφαρπάζεται, τῷ δὲ ἄσυλόν τε πάντη καὶ ἀναφαίρετον τὸ κράτος μεμένηκεν· ἂν εὐτυχὴς, εὐτυχέστερος τῷ πλεονεκτήματι, ἂν δυστυχὴς, παραμυθεῖ τὴν τύχην τῷ κτήματι· πῶς δ’ ἂν καὶ δυστυχῆ ὀνομάσειας, ὃς τοῦ εὐδαιμονεστάτου τῶν παρ’ ἀνθρώποις ἀγαθῶν εὐτυχὴς γέγονε· σιωπῶν τῶν λεγόντων θαυμασιώτερος, οἶδε γὰρ, οὗ κρείττων λόγου σιγή· ὁμιλοῦντι δ’ αὖθις πάντες κεχήνασι, τὸ μέλιτος γλύκιον ῥέον ἐκεῖνο ὑποδεχόμενοι, καὶ ἁπλῶς, ἵνα μὴ τὰ καθ’ ἕκαστα λέγοιμι, ὁ φρενῶν εὖ ἔχων, ἐν ἀνθρώποις ὑπὲρ ἄνθρωπον φαίνεται· εἰ δέ τις ἀτυχεῖ τούτου τοῦ χρήματος, καὶ πάντων ἀγαθῶν ἀτυχέστατος πέφυκε· τῶν μὲν γὰρ ἀνθρώποις εὑρημένων ἀγαθῶν ἢ οὐδενὶ τὴν ἀρχὴν ἐπιχειρήσεται, ἢ ἐπιχειρησάμενος, οὐδὲν πλέον ἢ πληγῶν καὶ πόνων ὅσων ἀναπλησθεὶς, ὡς ὁ τοῦ κωμικοῦ Στρεψιάδης κενὸς ἀπελεύσεται· ἃ γὰρ γνῶσις ἐφεῦρε, πῶς ταῦτα τῇ ἀγνοίᾳ κατορθωθήσεται, καὶ μὴ ὅτι γε ἀφ’ ἑαυτοῦ ὁ τοιοῦτος οὐδὲν τῶν ἁπάντων ἀγαθῶν κτήσεται, ἀλλὰ καὶ, ἅπερ φύσις ἢ τύχη ἴσως πρὸς αὐτὸν ἐφιλοτιμήσαντο, ταχέως ἠμαύρωσε καὶ τελείως ἀπέσβεσεν· ἂν ἐξ εὐπατριδῶν, αἰσχύνη τῷ γένει, ἂν Νιρεὺς, χείρων Θερσίτου, ἂν Μίδας, ταχέως Ἶρος καθίσταται, μᾶλλον δὲ τοῖς χρήμασι συναπόλλυται· πλοῦτος γὰρ ἄνευ φρονήσεως ὑγιοῦς οὐ μόνον οὐ παραμένει, ἀλλὰ καὶ τὸν ἔχοντα ἑαυτῷ συναπόλλυσιν· ἂν ῥωμαλαῖος, μὴ μόνον οὐδὲν ἀπόνασθαι τοῦ πλεονεκτήματος δύναται, ἀλλὰ καὶ καθ’ ἑαυτοῦ τοῦτο ἐκτήσατο, ῥώμη γὰρ φρονήσεως ἄνευ ἵππος ἀκριβῶς ἀχαλίνωτος, ὃς ὅσον θρασύτερος, τοσοῦτον τῷ ἐπιβάτῃ τὸ πτῶμα δεινότερον ἀπεργάζεται. |
| 1.604 | σιωπῶν μὲν οὗτος οὐδενὸς ἄξιος, ὁμιλῶν δ’ αὖ καταγέλαστος, καὶ τὸ ὅλον εἰπεῖν, ὁ μὴ φρονῶν εὖ μέσον λογικῶν εἰς ἄλογον τελεῖ. Ταῦτα καὶ τὰ τοιαῦτα ἐννοῶν ὁ σοφὸς Σοφοκλῆς τὸ φρονεῖν εὖ πάντων κράτιστον νουνεχῶς ἀπεφήνατο· ὥσπερ γὰρ οἱ ὀφθαλμοὺς ὑγιεῖς καὶ ἀπειλικρινημένους πλουτήσαντες, ὅποι πορεύονται, ἀπροσκόπτως καὶ ἀσφαλῶς μάλα φέρονται, οὕτως οἱ ἐντελεῖ φρονήσει συζῶντες ὀρθῶς πᾶσι πράγμασιν ἐπιβάλλουσιν· ὃ γὰρ ὀφθαλμοὶ σώματι, τοῦτο σύνεσις ψυχῇ πέφυκεν, εἰ δέ γε βούλει, ὃν τρόπον ἥλιος πάντων μὲν ἑκασταχόθεν ὑπέρκειται, ἀστρῆσι δ’ ἐν μυρίοις μέγιστος πολλῷ τῷ μέσῳ καὶ διαυγέστατος πέφυκεν, οὕτως ὁ φρονῶν εὖ πάντων ἀνώτατος· λαμπρότατος δὲ καὶ περιφανέστατος ἐν ἅπασι φαίνεται. Τὴν ἅλωσιν τῆς Τροίας εἰς νοῦν λαβέ μοι· ἣν γὰρ δεκέτης χρόνος καὶ μυρίον ἡρώων πλῆθος ἐκπορθῆσαι οὐκ ἴσχυσεν, καὶ διὰ τοῦτο ἀπειρηκότες ἀπέπλεον, ταύτην ἑνὸς ἀνδρὸς φρόνημα ἐν μιᾷ καὶ μόνῃ φυλακῇ νυκτὸς παρεστήσατο, καὶ ἧς ἔμπροσθεν ὑπὲρ ἀριθμὸν ἵπποι ἔμψυχοι προσβαλόντες καὶ ἀρετὴν ἐπιδειξάμενοι παντοίαν πεπτώκασι, ταύτης εἷς ἄψυχος καὶ ἀκίνητος κατεχρεμετίσατο καὶ κατωρχήσατο, σοφίαν ἑνὸς ἔμφρονος φέρων ἢ καὶ αὐτόν. Διά τοι τοῦτο καὶ τῶν ἀναχθέντων εἰς Τροίαν πάντων Ἑλλήνων πτολίπορθος μόνος Ὀδυσσεὺς ἀνηγόρευται. Ὁ δέ γε Περσῶν μέγας βασιλεὺς Ξέρξης, ὃς μετὰ τὸ πάντας σχεδὸν τοὺς ὑπ’ οὐρανῷ ὑφ’ ἑαυτῷ ποιήσασθαι, καὶ στοιχείων αὐτῶν ἔδοξε κατευμεγεθεῖν, οὐ συνέσει οὗτος ἑνὸς ἀνδρὸς τοῦ Θεμιστοκλέους κατεστρατηγήθη, μετὰ τὴν οἰκουμένην ἅπασαν ἄντικρυς τῇ Ἀθηναίων ἐπεισπεσών· ὁ δὲ Περικλῆς πρότερον τοιούτων ὑπὸ συνέσει τῶν γερῶν ἔτυχεν, οἷον οὐδεὶς τῶν ἁπάντων μέχρι καὶ νῦν. |
| 1.605 | Μετὰ γὰρ τοὺς πολλοὺς καὶ γενναίους ἐκείνου ἀγῶνας, οὓς οὐκ ἐν ἄλλῳ τινὶ τῶν ἁπάντων πλὴν συνέσει καὶ βουλῇ κρείττονι λαμπρῶς ἐπεδείξατο, Ὀλύμπιος ἀνεῤῥήθη παρ’ Ἀθηναίων· οὕτω τὸ φρονεῖν εὖ ἰσχυρὸν, ὥστε τῆς τῶν κρειττόνων αὐτῶν ἐπωνυμίας καὶ ἀξίας τοὺς ἔχοντας ἀξιοῦν, ὅθεν καὶ ἡ τῶν ποιητῶν κορωνὶς τὸν τῶν Ἑλλήνων βασιλέα εἰσάγει οὐ παλαμναιοτάτους τινὰς ἢ πλῆθος τόσον καὶ τόσον, ἢ ἄλλο τι τῶν ἁπάντων ζητοῦντα πρὸς τὸ ῥίψαι τὴν Τροίαν· ἀλλὰ δέκα μόνον, οἷος ὁ Πύλειος, ἄνδρας συμφράδμονας περσέπολιν Ἀθηνᾶν φέροντας προκυρωσάμενον ἀκριβῶς, ὅπερ ὕστερον Σοφοκλῆς ἀπεφήνατο, μηδὲν εἶναι τὰ πάντα πρὸς τὴν ἰσχὺν τῆς συνέσεως. Οὗ δὴ πλεονεκτήματος καὶ Σοφοκλέα πλουσίως μάλ’ εὐμοιροῦντα ὑπερθαυμάζειν πάντας εἰκὸς, τοιαῦτα περὶ τῆς ἀκριβοῦς φρονήσεως μέγιστα μικροῖς σαφῶς ἄγαν ἀποφηνάμενον. Cap. IV. Γνώμη Δημοσθένους. Δεῖ δὴ χρημάτων, καὶ ἄνευ τούτων οὐδέν ἐστι γενέσθαι τῶν δεόντων. Καὶ εἰ δεινότατος ἐν ῥητορείᾳ Δημοσθένης, ὡς οὐδεὶς ἕτερος γέγονεν, ἀλλ’ οὐ χρεία ῥητορικῆς δεινότητος τῷ προθεμένῳ ἐγκωμιάζειν τὸν ῥήτορα. Τὰ γὰρ κατ’ ἐκεῖνον καὶ ψιλῶς τε καὶ ἀτέχνως πάντη λεγόμενα οὐκ ἔστιν εἰπεῖν, εἰς ὅσον εὐφημίας ἐπαίρει τὸν ἄνδρα, φύσει τὸ ὑψηλὸν ἔχοντα, καὶ λόγων ἐπεισθέσεως οὐδόλου δεόμενον πρὸς συγκρότησιν· ὁ δέ γε βουλόμενος τοῦτο, οἷόν ἐστι, διαγινώσκειν τὰ περιᾳδόμενα ἐκείνου λοιπὰ θαυμαστὰ ὡς πλεῖστα περιδραμὼν, τοῖς λόγοις ἐκείνου ἐγκυψάτω, καὶ ἐκ τῶν ὀνύχων μανθανέτω τὸν λέοντα, ἐν οἷς καὶ ἄλλα μὲν μύρια δημηγορεῖ, πλείστην ὅσην γενναιοτάτην γνώμην μαρτυροῦντα τἀνδρὶ, καὶ φιλόσοφον τὸν ῥήτορα ἰσχυρῶς ἄγαν ἀποφαινόμενον· ἃ δὲ περὶ συμφέροντος τοῦ δήμου δημηγορῶν ἀπεφθέγξατο, οὐκ ἔστιν εἰπεῖν, ὅσον ὑψοῖ Δημοσθένην, πρός γε πολλοῖς ἄλλοις καλοῖς καὶ τὴν ἐπωνυμίαν ἐκείνην διϊσχυρίζονται. |
| 1.606 | Τίνα δὲ καὶ τὰ γνωματευθέντα τἀνδρί· χρήμασι περιῤῥεῖσθαι τὰ τοῦ Δημοσθένους κοινὰ ταμιεῖα δεῖν μάλα φησὶ καὶ οὐδὲν τῶν δεόντων χρημάτων ἄνευ κατορθωθῆναι δυνάμενον· καὶ ἃ μὲν ἀπεφθέγξατο ταῦτα· εἰ δὲ καὶ ἄριστα, τοῖς λεχθησομένοις νῦν ἐλεγχθήσεται· δῆμος γὰρ χρημάτων κοινῶν εὐπορῶν, οὐδὲν ὅλως ἄχαρι ὑποστήσεται, μᾶλλον δὲ τί τῶν συμφερόντων οὐκ ἂν ἐργάσαιτο, τὰ γὰρ χρήματα πόλεις τὰς μὲν προσούσας ἀσφαλῶς συντηρεῖ, τὰς δ’ οὐκ οὔσας προστίθησι, στρατεύματα ἄπειρά τε καὶ ἀνυπόστατα συνίστησι, καὶ στόλους ὑπὲρ ἀριθμὸν πήγνυται, ὧν καὶ φήμῃ μόνῃ τοῖς ἐχθροῖς φοβεροὶ οἱ ἔχοντες καθεστήκασιν, ἂν δὲ καὶ προσβαλεῖν αὐτοῖς δέῃ, πολλοὺς ἂν ἐκεῖ τοὺς ἀριστέας θεάσαιο, ἐπεὶ καὶ τὰ γέρα πολλὰ, καὶ ὅσα οἱ νικήσαντες βούλονται, κἀντεῦθεν τοὺς μὲν ῥᾷστα τρέπονται, τοὺς δὲ πανωλεθρίᾳ διδόασιν· εἰ δὲ καί τινες ὑπὲρ αὐτοὺς τὴν ἰσχὺν εὑρεθεῖεν, πρὸς οὓς ὅπλοις χρῆσθαι ἀδύνατον, χρήμασι τούτους κατεγοήτευσαν, καὶ τὸ ὅλον εἰπεῖν, ἐπρίαντο, τὴν κατ’ αὐτῶν ἐκείνων ὁρμὴν εὐχερῶς πάνυ τοῖς δωρήμασι κατακλείσαντες, καὶ πρὸς σπονδὰς τὰς μετ’ αὐτῶν εὐκόλως αὐτοὺς συνελάσαντες, καὶ καταδουλοῦντες κἀκείνους δουλείαν πολλῷ χαλεπωτέραν καὶ αἰσχροτέραν τῆς ὧν πολέμου ῥοπῇ παρεστήσαντο. |
| 1.607 | ὧν μὲν γὰρ ὅπλοις ἐκράτησαν, σώματα τούτων κατεδουλώσαντο, οὓς δὲ χρήμασιν ἐξωνήσαντο, γνώμαις αὐτῶν ἐβασίλευσαν· ὅσῳ τοίνυν γνώμη πολλῷ κρεῖττον σώματος, τοσούτῳ τὸ γνώμας καταδεδουλῶσθαι τοῦ σώματα τοῖς μὲν πεπονθόσι φαυλότερόν τε καὶ χαλεπώτερον, τοῖς δὲ δεδρακόσιν ὑψηλότερον καὶ λαμπρότερον πάνυ καθέστηκε. Τοῖς δόξασι τῇ εὐπορούσῃ βουλῇ τέλος ῥᾴδιον προστίθεται· ἐπιστῆμαι δὲ καὶ τέχναι καὶ ἀρεταὶ, καὶ ἄλλα πάνθ’ ὅσα τὸν τῶν ἀνθρώπων βίον ψυχαγωγεῖ τε καὶ κατακοσμεῖ, μεθ’ ὑπερβολῆς ἐν αὐτοῖς· ἔνθα γὰρ οἱ μισθοὶ, ἐκεῖ καὶ τὰ τοιαῦτα σπουδάζεται· ἔνδεια οὐδέ τινος τῶν ἁπάντων ἐν τούτοις, ἀλλὰ καθημένοις οἴκοι παντ’ ἀγαθὰ ἐπιῤῥεῖ, τῶν ἀφ’ ἑκάστης πόλεώς τε καὶ χώρας ἐμπόρων συχνῶς καταγομένων, καὶ θεραπόντων δίκην τὰ πρὸς χρείαν πάντα προσαγόντων αὐτοῖς, κἀντεῦθεν πάντας ὑφ’ αὑτοὺς ποιοῦνται, τοῖς πᾶσιν ἀγαθοῖς καταβρίθονται καὶ βαθείας εἰρήνης καταπολαύουσιν· ὧν τί μακαριώτερον ἂν ἢ ζηλωτότερον γένοιτο, καὶ ἁπλῶς εἰπεῖν πάντα μὲν εὐχερῆ τοῖς εὐετηρίαν κοινῶν χρημάτων ἔχουσι πάρεστι, δυσχερῆ δ’ ἅπαντα πάλιν ἄπεστιν· ὁ δέ γε πενίᾳ συζῶν καὶ χρημάτων κοινῶν γυμνὸς δῆμος οὐδὲν ὅπερ τῶν δεινῶν οὐχὶ πείσεται· προσβαλόντων ἐχθρῶν ἢ δουλείας τὴν ζωὴν ἀνταλλάξεται, ἢ μὴ τοῦτο βουληθέντες διαφθαρήσονται τέλεον, σοφία δὲ καὶ τέχνη καὶ μηχαναὶ καὶ βουλαὶ τὸ εὔστοχον παρ’ αὐτοῖς ἔχουσαι οὐδὲν ἔσονται χρημάτων ἀπόντων· πᾶσι γὰρ τούτοις τὰ χρήματα τέλος τίθησιν· εἰ ἄπεστι ταῦτα, ἢ κἀκεῖνα συναπογίγνεται, ἢ εἰ πάρεστιν, ἀδολεσχία μόνον μάταιος πάρεστιν· κἀντεῦθεν τὰ μὲν προσόντα τοῖς τοιούτοις ἀνδράσιν ἀγαθὰ ταχέως ἀπέπτη, τὰ δὲ δυστυχῆ κοσκινηδὸν φέρεται, καὶ τέλος ἠπορηκότες ἢ μετανάσται τῆς ἑαυτῶν γίνονται, οὗ τί δυστυχέστερον γένοιτο· ἢ τοῖς ἐχθροῖς διασπάραγμα γεγονότες οἱ μὲν τέλεον διεφθάρησαν, οἱ δ’ ἀθλίως αἰχμάλωτοι ἄγονται, ὅπερ τοῦ τελείως φθαρῆναι πολλῷ δεινότερον. |
| 1.608 | Ταῦτα καὶ τὰ τοιαῦτα ἐννοοῦντα τὸν Δημοσθένην, τὴν ἐπικαιροτάτην ἐκείνην φωνὴν ἀφεῖναι κατέπεισεν. Ὥσπερ γὰρ ἱέραξ, ἂν μὲν πτερῶν τε καὶ ὀνύχων ἱκανῶς ἔχῃ, μὴ μόνον ἀνώτερος τῆς τῶν ἐχθρῶν ἐπηρείας φαίνεται, ἀλλὰ καὶ κατὰ κράτος ἐκείνην κατατροποῦται, ἂν δ’ ἀκριβῶς αὐτῶν ψιλωθῇ, πρὸς τῷ μηδὲν τῶν αὐτῷ συμφερόντων ἐν ἔργῳ ἔτι δύνασθαι καὶ τοῖς ἐχθροῖς διασπάραγμα γίνεται, οὕτω δῆμος εὐπορῶν μὲν κοινῶν χρημάτων πᾶσιν ἀγαθοῖς ἐντρυφῶσι, καὶ πάσης ἐπηρείας ὑπέρκεινται, τούτων δὲ γυμνωθεὶς φθορὰν ἀντενδύονται. Τὴν τῶν πάλαι Περσῶν ἀρχὴν ἄκουε, οἳ τὴν ὑφήλιον σχεδὸν ἅπασαν ὑφ’ ἑαυτοὺς ἐποιήσαντο, οὐκ ἐν ἄλλῳ τινὶ ἢ τῇ τῶν χρημάτων ἀφθονωτάτῃ περιουσίᾳ· οἴκους γάρ φασιν ὅλους μεστοὺς χρυσίου τὸν μέγαν βασιλέα κεκτῆσθαι Περσῶν. Ὅθεν τὸν κωμικὸν καὶ ἐν ἅπασι μὲν τοῖς ἀποφανθεῖσιν ἐκείνῳ λοιποῖς ἄγαν ἐκπλήττομαι, λίαν συνεστῶτα τοῖς πράγμασιν ἐπιβάλλοντα, ἐν οἷς δὲ τὴν τῶν χρημάτων ἰσχὺν ὁπόση τίς ἐστιν ἀπεφήνατο, οὐκ ἔστιν εἰπεῖν, ὅσον τὸν ποιητὴν ὑπεράγαμαι· τὰ πάντα γάρ, φησι, τῷ πλούτῳ δεδούλωται, τὴν αὐτὴν Δημοσθένει περὶ τῶν αὐτῶν ψῆφον ἐξενεγκών. ἣν γὰρ Ἀριστοφάνης γνώμην περὶ τοῦ πράγματος διὰ καταφάσεως μόνης φθάσας ἐκύρωσε, ταύτην Δημοσθένης ὕστερον διὰ καταφάσεως ἅμα καὶ ἀποφάσεως σοφῶς συνεπέρανεν, ἧσπερ πολλοὶ μὲν ἀκροαταὶ γενήσονται, καὶ τὸν εἰπόντα Δημοσθένην θαυμάσονται, κατ’ ἀξίαν δὲ οὐδεὶς, οὔμενουν ὡς ἀδύνατον τὸ πρᾶγμα παντάπασιν. Cap. |
| 1.609.(1t) | V. Ἀνασκευὴ, ὅτι οὐκ ἀληθῆ τὰ κατὰ τὴν πλάτανον τὸ φυτόν. Τοῖς ποιηταῖς ὅσον τέχνης καὶ ἀκριβείας ἐν τοῖς ἑαυτῶν ποιήμασι καὶ παρατηρήσεως λόγου ἐμέλησε, τοσοῦτον ἐν τοῖς τοιούτοις ἀλήθεια παντάπασιν ἐκείνοις καταπεφρόνηται καὶ ἀπέῤῥιπται, καὶ θαυμαστὸν οὐδέν· οἳ γὰρ ἐν τοῖς μεγίστοις τῷ τοῦ ψεύδους πατρὶ προσεῖχον, καὶ περὶ τὸ σέβας ψευδόμενοι οὐκ ἐφρόντιζον, πῶς ἂν οἱ τοιοῦτοι περὶ πραγμάτων τοὺς λόγους ποιούμενοι ὁδεῦσαι τὴν εὐθεῖαν ἐζήτησαν. διατί τοῦτο καὶ ἀλλόκοτά τινα καὶ ἀπίθανα παρετήρησαν, οὐδὲν ὑγιὲς εἰς τὸν βίον παράγοντες, καὶ νῦν μὲν ἐπτερωμένους ἀνθρώπους ἀναπλάττοντες, νῦν δ’ ἀνθρωπόμορφα θηρία καὶ τοιαῦθ’ ἕτερα παραληροῦντες καὶ παραπαίοντες οἴκοθεν τὸν ἔλεγχον φέροντα, καὶ τῷ βουλομένῳ παντὶ ἐκ τοῦ ῥᾴστου, ὡς οὐδὲν τῶν ἁπάντων εὔθραυστα καὶ ἐν πᾶσι μὲν ὅσοις ἐξέθεντο, περιφανῶς ὀνειροπολοῦσιν ἢ καὶ μεμήνασιν· ἅπερ δὲ περὶ τοῦ φυτοῦ τῆς πλατάνου διεμυθολογήσαντο, ὡς καταγέλαστα, ὡς παράφορα, καὶ τῆς αὐτῆς τερατολογίας οὐδόλως ἀνάξια. Τίνα δ’ ἃ πρὸς ταύτῃ φασί· τὼ τοῦ Ἀλωέως παῖδε ἀνελθεῖν εἰς οὐρανοὺς ἐβουλεύσαντο, καὶ ὄρη συνθέντε καὶ ἀνάβαθρα ποιήσαντε ἀνέρχεσθαι ἐπεχείρησαν· ἀλλ’ ὁ θεὸς αὐτοὺς ἄνωθεν κεραυνοῖ· τῶν δὲ τεθνηκότων ἡ ἀδελφὴ θρηνοῦσα οὐκ ἔληγε, καὶ τὸ πάθος οὐχ ὑπομένουσα αἰτεῖ τὸν θεὸν εἰς φυτοῦ φύσιν μεταβαλεῖν· τοῦ δὲ κατανεύσαντος εἰς τὴν πλάτανον, ἣν ὁρῶμεν, φυτὸν μεταβάλλει ἡ κόρη, καὶ ἅπερ μὲν τοῖς ποιηταῖς ἐτερατολογήθη, τοιαῦτα· εἰ δ’ εὐέλεγκτα τοῖς ῥηθησομένοις φανήσεται. Τὼ τοῦ Ἀλωέως παῖδε ἀνελθεῖν εἰς οὐρανοὺς ἐβουλεύσαντο, ἀνθρώπου υἱοὶ καὶ ἄνθρωποι ὄντες, πῶς τὰ ὑπὲρ ἄνθρωπον ἐβουλεύσαντο, καὶ ἣν οὐδ’ εἶδον δίαιταν, ἀντὶ τῆς συνήθους καὶ φίλης πῶς ᾑρετίσαντο, εἴπερ ἐκ τῆς οἰκείας εἰς ἑτέραν ἡμᾶς μεταβῆναι συμβαίη, οὐκ ἔστιν εἰπεῖν, ὅσον τὸ πρᾶγμα δυσχερῶς φέρομεν, καὶ ταῦτ’ οὔσης κἀκείνης ὁμοίας γῆς καὶ ἀνθρώπους τοὺς αὐτοὺς κεκτημένης, καὶ γῆν ἅπασαν, ἐφ’ ἣν ἐγεννήθησαν καὶ ἐτράφησαν, ἑκόντες ὄντες ἐκεῖνοι ἀρνηθῆναι ἀνασχόμενοι, εἰς χῶρον ἐκ διαμέτρου ἐνηλλαγμένον, καὶ περὶ οὗπερ οὐδ’ ἤκουσαν ἐβουλεύοντο μετοικίζεσθαι· ἀλλ’ ἔστω, διδόσθω εἰς οὐρανὸν βουληθῆναι τούτους ἀνελθεῖν, συνθέντε δὲ ὄρη, καὶ ἀνάβαθρα κατασκευάσαντε, ἀνέρχεσθαι ἐπεχείρησαν· πρῶτον μὲν, πῶς αὐτὰ μετεκίνησαν, ἢ εἰς ἓν τὰ ὄρη συνήγαγον, ἢ μᾶλλον πῶς τῶν χώρων, ἐν οἷς ἡδραιοῦτο ταῦτα, ἀπέσπασαν, εἰ μὲν γὰρ ἀστήρικτα ἐπέκειτο ταῦτα τῇ γῇ, ἦν ἂν καὶ οὕτως ἄπορον, πῶς τοσαῦτα ὄρη νεανίαιν δυοῖν ἐκεκίνητο· ὅμως δὲ ἴσως ἂν ἐδόκει ἔχειν τινὰ τὸ πρᾶγμα οὕτω παραδοχήν· ἐπεὶ δὲ τῇ γῇ ταῦτα οὕτως ἐμπέφυκεν, ὡς μηδενὶ τῶν ἁπάντων κινῆσαι δυνατὸν, πλὴν τῷ καὶ πᾶσαν τὴν γῆν δυναμένῳ, λείπεται ἢ μετὰ τῶν ὀρῶν καὶ πᾶσαν τὴν γῆν ἐκείνους τότ’ ἀνατρέψαι, ἢ μηδὲ τὰ ὄρη ὅλως δυνηθῆναι μετακινῆσαι· ἔπειτα δὲ, ὁπόσης καὶ τῆς ἀναβάθρας κατασκευασθείσης ἐπειρῶντο ἀνέρχεσθαι, ἡ γῆ ἅπασα οὐδὲ πολλοστημόριον τοῦ οὐρανίου ὕψους τι εὕρηται, καὶ μέρη τινὰ ταύτης σμικρότατα καὶ μηδαμινὰ συντεθέντα τὸν οὐρανὸν ἂν ἔφθασεν; ὥσπερ ἂν εἰ ὠοῦ ἔνδον στοᾶς μεγίστης κειμένου, καὶ ὡς εἰκὸς τοῦ ἀκροτάτου ταύτης ὕψους παντάπασιν ἀπολειπομένου, συντιθείς τις τὰ περὶ τὸ ὠὸν ἐκεῖνο κεγχρώδη ἐπαναστήματα, τῷ τῆς στοᾶς ἐκείνης ἄκρῳ ἐξισοῦν ταῦτα πειρᾶται· ἀλλὰ τὰ τοιαῦτα μὴ μόνον ἀδύνατα, ἀλλὰ καὶ γέλως πλατὺς λεγόμενος· καὶ ὁ θεὸς αὐτοὺς ἄνωθεν κεραυνοῖ· τίνος χάριν; εἰ μὲν γὰρ ἔμελλον ἀναβήσεσθαι, καὶ τὴν ἐκείνου βουλὴν πέρας ἂν σχεῖν, εἰκὸς ἦν ταῦτα ἐκεῖνον ψηφίσασθαι, ὅπως τοῦ ἐπιχειρήματος αὐτοὺς ἀναστείλῃ· ἐπειδὴ δὲ ᾔδει ἀνηνύτοις ἐπιχειροῦντας, τίς ὁ σκοπὸς κεραυνοῖς ἐκείνους κωλῦσαι, καὶ βασκαίνειν δόξαι τοῖς καὶ χωρὶς τοῦ κεραυνοῦ παύσασθαι τῆς ἀλόγου ὁρμῆς ἀναγκασθησομένοις μετ’ οὐ πολύ. |
| 1.611 | ἀλλ’ ἔστω καὶ ταῦτα· τούτων δὲ τεθνηκότων ἡ ἀδελφὴ θρηνοῦσα οὐκ ἔληγε, καὶ τὸ πάθος μὴ φέρουσα τὸν θεὸν ἐξαιτεῖ, εἰς φυτοῦ φύσιν μεταβαλεῖν· ἀδίκως ἀπολωλέναι τοὺς ἀδελφοὺς ᾤετο, ἢ τῶν δικαίων ἐπιτυχόντας· οὐ μὴν καλῶς ἐκείνους παθεῖν ἔκρινεν, ἄχθεσθαι μᾶλλον τούτοις ἐχρῆν, οὐχὶ δὲ τοσοῦτον τῶν ὑβριστῶν κήδεσθαι, ὡς ὑπὲρ αὐτῶν καὶ θρηνεῖν ἄπαυστα· εἰ δ’ ἀναξίως παθεῖν ἐκείνους ᾤετο, τοῦ θεοῦ κατηγόρει σαφῶς· καὶ ἄδικον ἐκεῖνον τοῖς δάκρυσιν ἀπεφαίνετο, καὶ πῶς, ὃν ἐχθρὸν ἡγεῖτο, χάριν ἐζήτει, πῶς δὲ κἀκεῖνος τὴν αἴτησιν τῆς ἐκεῖνον μισούσης ἔπλησεν· ἀλλ’ οὐ μᾶλλον κἀκείνῃ τὴν αὐτὴν τιμωρίαν ἐπήγαγε, τοῦ ἔργου μὲν μὴ κοινωνησάσῃ τοῖς ἀδελφοῖς, τῆς αὐτῆς δὲ γνώμης διὰ τοῦ ἄπαυστα ὑπὲρ ἐκείνων θρηνεῖν ἐχομένῃ· ἣν λυπεῖν ἔδει, ταύτην ἐψυχαγώγει, τοὺς ἔρωτας αὐτῆς ἐκπληρῶν· τί δὲ ταύτῃ καὶ τὸ μεταβαλεῖν εἰς φυτόν; εἰ μὲν γὰρ ἤθελε διὰ τὴν λύπην φθαρῆναι, αἶνον μᾶλλον ἐχρῆν ζητεῖν, καὶ τοῦτον τὸν τρόπον τοῦ ποθουμένου τυχεῖν, εἰ δὲ σώζεσθαι, τί μεταπεσεῖν εἰς ἑτέραν φύσιν ἐζήτει, ἵν’ ἀναίσθητος ἔχῃ τοῦ πάθους; ἀλλ’ οὖν εἰς ἑτέραν φύσιν μεταστοιχειωθῆναι μᾶλλον ζητεῖν ἐχρῆν, ἀτιμοτέραν δηλαδὴ, οὕτω καὶ τοὺς ἀδελφοὺς γὰρ ἂν μᾶλλον τιμᾷν ἔδοξεν, οὐχὶ δὲ εἰς τοιοῦτον ὡραῖον φυτὸν, καὶ ἑαυτὴν διὰ τὸ πάθος ἀτιμάζειν εἰκὸς ὂν, καλλωπίζεσθαι διὰ τῆς ἐξαλλαγῆς· ὄντως οὐδεὶς λαλίστερος ἢ ψευδέστερος ποιητῶν γέγονεν. Cap. |
| 1.612.(1t) | VI. Κατασκευὴ, ὅτι ἀληθῆ τὰ κατὰ τὴν πλάτανον. Τοῖς ποιηταῖς, χάρις ὅτι πολλὴ, οἷς ἐν τοῖς ποιήμασιν ἑαυτῶν μετὰ τῆς τέχνης καὶ ἀκριβείας καὶ τοῦ ἀληθοῦς οὐδόλως ἠμέλησαν, ἀλλὰ τῇ μὲν ἀκριβείᾳ τῆς τέχνης ταῦτα ἐκόσμησαν, τῇ δ’ ἀληθείᾳ τῶν λεγομένων τὸ βέβαιον αὐτοῖς ἐχαρίσαντο· ἅτινες ἐξετάζειν μὴ βουλόμενοι ἢ καὶ μὴ δυνάμενοι ἀνασκευάζειν ἐπιχειροῦσιν, ὡς δῆθεν ἄπιστα, καὶ ἐπὶ πᾶσι μὲν οὖν ἀληθείας πρὸ τῶν ἄλλων οἱ τοιοῦτοι ἐφρόντισαν, ἐφ’ οἷς δὲ περὶ τοῦ φυτοῦ τῆς πλατάνου διεξίασιν, οὐκ ἔστιν εἰπεῖν, ὅσον τὴν ἀλήθειαν τοῦ ψεύδους προετιμήσαντο· τί δὲ καί φασι; τὼ τοῦ Ἀλωέως παῖδε εἰς οὐρανὸν ἀνελθεῖν ἐβουλεύσαντο· πρὸς τῆς ἀληθείας αὐτῆς τί τῷ λόγῳ ἀπίθανον πρόσεστιν; οὐ πάντως τὰ ἄνω φρονεῖν καὶ ζητεῖν ἐδιδάχθημεν; οὐ τὸ παρ’ ἡμῖν θεῖον ἄνωθεν; εἰ δ’ ὅθεν προήλθομεν, ἐπανελθεῖν ἐπειγόμεθα, θαυμαστόν; τοὐναντίον ἂν ἦν μᾶλλον θαυμάσιον, εἰ τῶν οἰκείων ἐπιλαθόμενοι τοῖς ἀλλοτρίοις αἰεὶ προστετήκειμεν, καὶ οὐρανὸν ἀφέντες τῇ γῇ προσηρείσθημεν. Εἰ δ’ οὐρανόσε πάντες ἀνελθεῖν ἐπειγόμεθα, πῶς ἄνθρωποι κἀκεῖνοι ὄντες εἰς οὐρανὸν βουληθῆναι ἀνελθεῖν οὐ πιστεύονται; ἢ πῶς οἱ ταῦτα περὶ αὐτῶν λέγοντες ἀπαράδεκτοι; καὶ ὄρη συνθέντε καὶ ἀναβάθρας ποιήσαντε ἀνέρχεσθαι ἐπεχείρησαν, καὶ τοῦτο εἰκότως, ἐπεὶ γὰρ ἔτι σώμασι προσεδέδεντο, ὁμοίαν καὶ τὴν ἀνάβασιν ἐποιήσαντο· εἰ μὲν γὰρ τοῦ σκήνους ἐνῆν αὐτοῖς γυμνωθῆναι καὶ πνεύματα μόνα λειφθῆναι, ἀσώματον καὶ ἄνυλον ἂν, ὡς εἰκὸς ποιῆσαι καὶ τὴν ἀνάβασιν ἐπεχείρησαν· ἐπεὶ δὲ μετὰ σωμάτων ἔτι ὄντες ἐτύγχανον, σωματικὴν καὶ τὴν ἀναβάθραν διενοήσαντο, ἀλλ’ ὁ θεὸς ἄνωθεν αὐτοὺς κεραυνοῖ· ἐπεὶ γὰρ εἶδε τούτους ἀνελθεῖν μὲν προθυμουμένους, οὐ τευξομένους δὲ, ὥσπερ ἐπόθουν, μετὰ σώματος γὰρ εἰς οὐρανοὺς ἀναβῆναι ἀνθρώπῳ ἀμήχανον, γυμνοῖ τούτους τοῦ χοϊκοῦ βάρους, καὶ τοῦ ποθουμένου καταξιοῖ, καὶ τοῦ σωματικοῦ δεσμοῦ λύσας τούτους εἰς οὐρανοὺς εὐχερῶς ἀνελθεῖν παρεσκεύασεν· ἡ δὲ ἀδελφὴ θρηνοῦσα τούτους οὐκ ἔληγε, τί γὰρ ἀδελφοῦ γνησιώτερον ἅμα καὶ συμπαθέστερον; ἄλλως τε καὶ ταύτης ἀδελφῶν τηλικούτων ἀθρόον στερηθείσης, καὶ ἀθλίως, ὡς ἐκείνῃ ἐδόκει· διά τοι τοῦτο καὶ τὸ πάθος μὴ φέρουσα αἰτεῖ τὸν θεὸν, μεταβαλεῖν εἰς φυτὸν, κατὰ λόγον καὶ τοῦτον· ζῇν μὲν γὰρ οὐκ ἠδύνατο, τὸ σφοδρὸν τοῦ πάθους οὐ στέγειν ἰσχύουσα, εἰς ἄλλην δὲ φύσιν μεταπεσεῖν ἢ ἀποθανεῖν οὐκ ἐζήτησεν, ἵνα μὴ ἑαυτῇ μᾶλλον, ἀλλ’ οὐ τοῖς ἀδελφοῖς τῇ μεταβολῇ δόξῃ χαρίζεσθαι· τὸ μὲν γὰρ εἰς ἕτερόν τι μεταβαλεῖν ἢ καὶ τελείως φθαρῆναι ἐκείνῃ ἂν μόνῃ λυσιτελεῖν ἔδοξε, τῆς λύπης ἀπαλλαγείσῃ, καὶ τῶν σπαραγμῶν, οἷς ζῶσα ξυνῆν, τοῖς θανοῦσι δ’ οὐδέν· τῇ δὲ οὐ τοῦτο σκοπὸς τῆς μεταβολῆς, ἀλλὰ καὶ τὴν ἀναισθησίαν τοῦ πάθους διὰ τοῦτο ἠγάπα, ἵνα τὸ εἶναι μονιμώτερον καὶ μακρότερον ἔχουσα, τοῖς δάκρυσι τοῖς οἰκείοις τιμᾷν διὰ παντὸς ἔχῃ τοὺς ἀδελφούς· τοῦτο γὰρ ἐκείνῃ τὸ σπουδαζόμενον, ἀγεράστους ἐκείνους λειφθῆναι μηδέποτε, ὥστε οὐχ ἑαυτῆς ἀλλὰ τῶν ἀδελφῶν χάριν καὶ τὴν τοιαύτην μεταβολὴν ᾑρετίσατο· εἰ μὲν γὰρ ἢ ἀθάνατα ζῇν ἢ πρὸς τὴν τοῦ πάθους δριμύτητα διαρκήσειν ἐπίστευε, τὴν μεταβολὴν οὐκ ἂν παρεδέξατο, ἀλλ’ ἐφ’ ἧς φύσεως ἦν μᾶλλον μένειν ἠγάπα, ὡς ἂν διττῶς τοὺς ἀδελφοὺς θεραπεύῃ τῷ τε ταλαιπωρεῖν διὰ παντὸς καὶ τῷ κλαίειν ὑπὲρ ἐκείνων ἑκάστοτε. |
| 1.613 | ἐπεὶ δὲ τό τε πάθος ἐπὶ θύρας ἠπείλει τὸν θάνατον, καὶ ἑαυτὴν ἐκείνη θνητὴν ἄλλως ἠπίστατο, μεταβαλεῖν ἐζήτησεν, ἐφ’ ἧς φύσεως οὐδενὸς τῶν τριῶν τούτων διαμαρτεῖν ἔγνωκε· καὶ μεταβαλοῦσα, εἰς ὅπερ ὁρᾶται, ἀναισθήτως ἔχει τοῦ πάθους, καὶ διαρκεστέραν τὴν διάνοιαν κέκτηται· καὶ δακρυῤῥοοῦσα τοὺς ἀδελφοὺς τοῖς νενομισμένοις τιμᾷ· καὶ τὰ τρία γὰρ ταῦτα φυτοῖς πέφυκεν, ἀναισθησίαν ἔχειν παντὸς, τῇ διαδοχῇ παραμένειν, καὶ προχεῖν ἑκάστοτε δάκρυα· τοῦ θεοῦ δὲ κατανεύσαντος εἰς τὴν πλάτανον, ἣν ὁρῶμεν, φυτὸν μεταβάλλει ἡ κόρη· ἧς γὰρ τὴν γνώμην τῶν ἀδελφῶν ἀπεδέξατο, ταύτης καὶ τὴν αἴτησιν προσεδέξατο· οὐκ εἰς καρποφόρον δὲ, ἀλλ’ εἰς ἄκαρπον δένδρον μετῆλθεν, ὅτι οὐ κεκοσμῆσθαι ἐβούλετο, καὶ καρποῖς περιστέφεσθαι, καὶ διὰ λύπην ἐναλλαγεῖσα ἕπειτα καλλωπίζεσθαι· ἄλλ’ ἄκαρπος πάντη καὶ ἀκαλλώπιστος διατελεῖν μᾶλλον ἠγάπα, ὡς ἂν ἡ πρὸς τοὺς ἀδελφοὺς λύπη ταύτης διὰ τῆς ἀκοσμίας καὶ τῆς ταλαιπωρίας δημοσιεύηται· ἐπὶ τούτοις ἀληθεῖς πάντες οἱ ποιηταὶ, καὶ οἱ τούτοις ἀντιλέγειν πειρώμενοι, οὐκ ἔστιν εἰπεῖν, ὅσον ψεύδονται. |
| 1.614 | Cap. VII. Κοινὸς τόπος κατὰ ἱεροσύλου. Τά τε ἄλλα, ὦ ἄνδρες δικασταὶ, καὶ τὴν ὀφειλομένην πᾶσαν εὐλάβειαν πρὸς τὸ θεῖον ἡμῶν πάντων ἀπονεμόντων, οἱ τούτου καταφρονηταὶ τὴν ἀξίαν ἀποτιννύτωσαν· εἰ γὰρ τὰ εἰκότα μὲν ἡμεῖς εἰς τὸ θεῖον τελοίημεν, τοὺς δ’ ἀσελγαίνοντας εἰς αὐτὸ ἐξὸν ἐπισχεῖν οὐ κωλύοιμεν, μὴ ὅτι γε οὐδὲν πλέον ἡμῖν ἔσται, ἀλλὰ παρά γε κριτῇ τῷ θεῷ ἀκριβῶς ἴστε τὴν αὐτὴν τοῖς βεβήλοις ἡμεῖς εἰσπραξόμεθα, ὥστε διὰ τῶν αὐτῶν ἡμᾶς τε αὐτοὺς ἐξαιρήσομεν, ὧν καὶ ἡ γνώμη ἡμᾶς φθάσασα ἠλευθέρωσεν, καὶ ὁ ἱερόσυλος σωφρονιζέσθω, ἵνα γνῷ μὴ καταφρονεῖν, ὧνπερ οὐδεὶς κατ’ ἀξίαν τιμᾷν δύναται· ἄλλως τε καὶ πῶς ἂν τοῦ λοιποῦ τὸ θεῖον κατὰ τῶν ἐπηρεαζόντων ἐπικαλεσαμένων ἡμῶν εἰσακούσαιτο, εἰ νῦν οὕτω καταφρονούμενον ἡμεῖς αὐτὸ παραβλέψομεν; μάλιστα δ’ ἀκριβῶς τὴν εἰς τὸ θεῖον παροινίαν τοῦ ἀλιτηρίου τούτου σκοπήσετε, εἰ τὰ ἡμέτερα ἄρτι ἐνθυμηθείητε· ἡμεῖς, ὦ ἄνδρες, ἄνωθεν, ὥσπερ τινὰ κλῆρον πρῶτον διεδεξάμεθα, τὸ θεῖον τιμᾷν μὲν καὶ σέβεσθαι· τῆς δὲ τοιαύτης ἐννοίας τεκμήρια καὶ ἄλλα μὲν πλεῖστα ἐνδείκνυσθαι, μετὰ δέ γε τῶν ἄλλων καὶ τῷ χρυσῷ καὶ ἀργύρῳ. |
| 1.615 | λίθοις τε τῶν τιμίων καὶ μαργάροις τὰς θείας εἰκόνας κατακοσμεῖν τε καὶ περιστέφειν, καὶ τοῖς παρ’ ἡμῖν δοκοῦσι τιμίοις τὰ ὄντως τίμια δεξιοῦσθαι, καὶ εἰκότως, ἐπεὶ γὰρ τὰς ἀξίας ἡμεῖς ἀμοιβὰς ἀποδιδόναι τῷ θείῳ, ὧνπερ δωρεῶν ἀφθόνων παρ’ αὐτοῦ ὅσαι ὧραι καταπολαύομεν, οὐ δυνάμεθα, τῶν γοῦν δυνατῶν οὐκ ἀπολείπεσθαι δέον κρίνομεν· διὰ τοῦτο καὶ περιϊὼν ἴδοι τις τοὺς ἡμετέρους νεὼς ταῖς τοιαύταις τιμίαις ὕλαις κεκαλλωπισμένους, καὶ περιαστράπτοντας πόῤῥωθεν, ἅπερ οὗτος, ὡς ἔοικεν οὐδόλως ἀποδεχόμενος, ἀλλὰ καὶ τῆς πρὸς τὸ θεῖον τιμῆς ἡμᾶς μυσαττόμενος, ἀσεβὲς ἔργον διενοήσατο, καὶ ταῦτα βλέπων πρὸς ἑαυτὸν τοιαῦτα ἐφθέγξατο· τί, λέγων, οἱ μάταιοι οὗτοι τὸν τοσοῦτον χρυσὸν καὶ τὸν ἄργυρον εἰς οὐδὲν δέον ἐνταῦθα κατέχεον, καὶ τὰς εἰκόνας ἐν αὐτοῖς περιέσχον, καὶ λίθους καὶ μαργάρους ἀπείρους κεῖσθαι κενοὺς ἐν τοῖς ναοῖς ἐπεσώρευσαν; ὄντως, τί ποιοῦσιν, οὐκ ἴσασιν, ἀλλ’ ἔγωγε νύκτωρ ὑπεισελθὼν πάντα ταῦτα ὑφελοῦμαι καὶ τοὺς ἐνδεδυμένους ταῦτα γυμνοὺς ποιήσομαι, κἀντεῦθεν ὑπὲρ τοὺς ἄλλους αὐτὸς γενήσομαι, καὶ πάντας ὑπ’ ἐμαυτὸν καταστήσω. |
| 1.616 | Ταῦτα καὶ τὰ τοιαῦτα οὗτος μὲν οὐ μόνον ἀκολάστῳ γλώττῃ καὶ γνώμῃ ἐφθέγξατο, ἀλλὰ καὶ χειρὶ ἀκολαστοτέρᾳ πράττειν ἀπήρξατο, ἡ δέ γε δίκη, καίτοι τὰ πολλὰ μακροθυμεῖν, εἰωθυῖα, ἐνταῦθα οὐδὲ μικρὸν ἀνασχέσθαι δέχεσθαι ἀλλ’ εὐθὺς φωραθῆναι τὸν μιαρὸν εὐδοκεῖ· καὶ τοὺς νεωκόρους ἀνίστησι πρὸς τὴν τούτου κατάσχεσιν· μὴ τοίνυν φιλανθρωπότεροι τοῦ θείου ὑμεῖς δόξαι θελήσητε, συγγνώμης αὐτὸν ἀξιώσαντες, τὸ γὰρ δὴ φαινόμενον αὐτὸς ἐνταῦθα νῦν κρίνει, τῇ δ’ ἀληθείᾳ ἡμεῖς περὶ τοῦ θείου διὰ τῆς ψήφου ταύτης δοκιμαζόμεθα, εἰ ἄρα γε ζηλοῦμεν ὑπὲρ αὐτοῦ, ἢ λόγοις μόνοις αὐτῷ χαριζόμεθα· νῦν γὰρ ἢ δικαίως καταψηφισάμενοι τούτου τοῦ ἀσεβοῦς, τὴν εἰς τὸ θεῖον εὔνοιαν ἡμῶν ἀκριβῶς βεβαιώσομεν, ἢ συγγνώμης αὐτὸν ἀξιώσαντες, τῆς βδελυρᾶς γνώμης αὐτῷ κοινωνεῖν σαφῶς ἀπελεγχθησόμεθα. |
| 1.617 | Δεινὸν ὁ τυμβωρύχος, πῶς γὰρ οὐ; ὃς πρός γε τοῖς ἄλλοις καὶ εἰς τὴν κοινὴν φύσιν ὑβρίζων οὐκ αἰδεῖται· ἀλλ’ ὁ ἱερόσυλος πολλῷ τῷ μέσῳ τυμβωρύχον ὑπερεβάλετο· ὁ μὲν γὰρ εἰς ἀνθρώπους πλημμελεῖ, ὁ δὲ ἱερόσυλος εἰς τὸ θεῖον τολμᾷ· καὶ ὁ μὲν εἰς νεκρὸν, ὁ δὲ εἰς ζῶντα θεὸν πεπαρῴνηκεν· ὅσον τοίνυν ἀνθρώπου νεκροῦ ζῶν θεὸς διενήνοχεν, τοσοῦτον ἱερόσυλος τυμβωρύχου παρανομώτερος· καὶ ἀγνώστως μὲν τρῶσαι καὶ ἀβουλήτως φονεῦσαί τις ἔσχεν εἰπεῖν ὁ τοιούτοις ἁλοὺς δηλαδὴ πλημμελήμασιν· ὁ δέ γε ἱεροσυλῶν τε προβαλέσθαι τοιοῦτον τοιοῦτον οὐκ ἔχει, ἀλλὰ καὶ βεβούλευται, καὶ προέσκεπται, καὶ πρὸ τῆς πράξεως τὴν γνώμην ἱερόσυλος εὕρηται, ὥστε καὶ ὃ μόνον τοῖς ἄλλοις κακουργοῦσιν εἰς λόγον ἀπολογίας λείπεται, τὸν ἱερόσυλον καὶ τοῦτο ἐξέφυγεν· ὁ δὲ τοιοῦτος οὐ μόνον μετὰ τὴν πρᾶξιν, ἀλλὰ καὶ πρὸ ταύτης ὑπεύθυνος· δεινὸν οὖν, εἰ τὸν καὶ πρὸ τῆς πράξεως τιμωρίας ἄξιον ἡμεῖς καὶ μετὰ τὸ πέρας τῆς ἀσεβείας τοῦτον ἐλευθερώσομεν· ἄλλως τε οὐκ ἔστιν ἁπλοῦν, ἀλλὰ πολλαπλοῦν τε κακὸν ἱερόσυλος, κλέπτης γὰρ καὶ τυμβωρύχος καὶ λῃστὴς, καὶ φονεὺς, καὶ τὸ ὅλον εἰπεῖν ὕδρα τις ἀτεχνῶς μυθικὴ, ὁ γὰρ θεοῦ καταφρονῶν πῶς ἀνθρώπων ἂν ὤκνησεν; ὁ μὴ τοὺς ζῶντας φοβούμενος, πῶς λόγον τῶν νεκρῶν ἐποιήσατο; ὁ τὰ τίμια ἀτιμάζων, πῶς τῶν φαυλοτέρων ἀπέσχετο, ἀλλ’ ὡς εἰκὸς κλοπὰς καὶ τυμβωρυχίας μυρίας κατωρθωκὼς, οὕτως εἰς τὸν κολοφῶνα τῆς κακίας ἐχώρησεν ὁ ἐπάρατος· καὶ μετ’ ἐκεῖνα ἔργῳ μὲν ἱερόσυλος, γνώμῃ δὲ δυσσεβὴς ἀπελέγχεται· οὐδὲ τὸ εἰς τοσαύτην μανίαν καὶ τόλμαν ἐλθεῖν ἂν ἐπήρθη, εἰ μὴ περὶ τὸ σέβας πονήρως διέκειτο, ὥστε μὴ τὰς τοῖς ἱεροσύλοις μόνον κειμένας, μηδ’ ἁπλῆν τινα, ἀλλὰ πολλαπλασίαν τὴν δίκην ἀποτισάτω· ὅσων γὰρ ἀτοπημάτων ἔνοχος φαίνεται, τοσαύτας καὶ τὰς ποινὰς ἀποδοῦναι καταδεδίκασται· τοιοῦτον δὲ τοῦτον καταστάντα, τίς ἂν τολμήσειεν ἐξαιρήσεσθαι, πρὸς ἔλεον ἡμᾶς ἐκκαλούμενος, φίλοις μὲν γὰρ καὶ προσήκουσιν ὡς ἄγος οὗτος ὁρᾶσθαι δίκαιος, γυναικὶ δὲ καὶ παισὶν ἐσχάτη συμφορὰ δεῖ νομίζεσθαι· εἰ δὲ καὶ περισταῖεν οὗτοι καὶ χεῖρας πρὸς ἱκεσίαν ἀνάσχοιεν, ἃς αὐτὸς χεῖρας βεβήλοις χερσὶ φεῦ ἀπεγύμνωσεν ἐνθυμήθητε· ἂν δὲ καὶ τὰς τῆς κεφαλῆς τρίχας ἐκτίλλωσι, μὴ τοῦ παρ’ αὐτοῦ περιαιρεθέντος κόσμου τῶν θείων εἰκόνων ὑμεῖς ἐπιλάθησθε, μὴ τοῖς δάκρυσι τὴν ψῆφον ὑμῶν ὑποκλέψωσιν, ἵνα μὴ παρὰ κριτῇ ὑψηλοτέρῳ καὶ φοβερωτέρῳ δικαστηρίῳ δακρύων ὅσων ὑμᾶς ἀναπληθῆναι παρασκευάσωσιν· ἄλλως τε καὶ πῶς δι’ οὓς μᾶλλον ἀπολωλέναι χρεὼν, δι’ αὐτοὺς τὴν σωτηρίαν οὗτος κομίσαιτο· σωθεὶς γὰρ οὗτος νυνὶ τῆς οἰκείας βδελυρίας ἀναπλήσει τοὺς ἑαυτοῦ παῖδας, διδάσκαλος ταύτης ἄριστος αὐτοῖς καταστὰς, ὥστε ὁ νῦν εἰς αὐτὸν ἔλεος εἰς πλατυσμὸν τῆς αὐτῆς παροινίας γενήσεται. |
| 1.618 | καὶ μὴν εἰ οἱ πρὸς ἀνθρώπους ἀσελγαίνοντες τοῖς νόμοις ὑπάγονται, πῶς οἱ κατὰ τοῦ θείου μεθύοντες τοὺς νόμους ἐκφεύξονται; ποῦ δὲ τῇ δίκῃ χρησόμεθα, εἰ μὴ καθ’ οὗ καὶ ἡ ἄνωθεν δίκη κατεψηφίσατο, τοῦτον ἐναργῶς φανερώσασα; τί δὲ καὶ λυσιτελέστερον ἂν γένοιτο τοῦ τιμωρηθῆναι τὸν ἱερόσυλον, οὐ μόνον γὰρ αὐτὸς θανὼν τοῦ λοιποῦ τοιαῦτα τολμῶν παύσεται, ἀλλὰ καὶ τοὺς ὁμογνώμωνας αὐτῷ τῆς τοιαύτης μανίας ἰσχυρῶς ἀνάψεται· ἀλλὰ μηδ’ ἐργῶδες τὸ πεσεῖν τοῦτο οἴεσθαι, ὕδραν αὐτὸν ἀκούσαντες· οὔτε γὰρ Ἡρακλέους, οὔτε σὺν αὐτῷ καὶ Ἰόλεω, ἀλλὰ νεύσεως ἡμῶν μόνης δεόμεθα, καὶ παραυτίκα κεφαλὴν τὴν μιαρὰν ἐκθερίσομεν. |
| 1.619 | Οἷα δὲ καὶ ἐκβήσεται ἱεροσύλου τιμωρηθέντος; τὸ γὰρ θεῖον θεραπευθήσεται, καὶ πρὸς ἡμᾶς εὐμενέστερον τοῦ λοιποῦ βλέψει, οὗ τί ἂν εὐτυχέστερον ἢ μακαριώτερον γένοιτο. Cap. VIII. Ταπεινώσεως ἐγκωμίων. Ὥσπερ οἱ τὴν τῶν ὄντων γνῶσιν εὑρεῖν τε καὶ παραδοῦναι σπουδάσαντες οὐ τοῖς καθ’ ἕκαστα καὶ μερικοῖς τῶν πραγμάτων προσβαλεῖν δεῖν ἐγνώκεσαν, ἄπειρα γὰρ ἐκεῖνα καὶ διὰ τοῦτο τῇ ἐπιστήμῃ ἀπερίληπτα, ἀλλὰ τὰ καθόλου μᾶλλον καὶ γενικὰ ὡς εὐαρίθμητα ζητήσαντες, καὶ τὰ εἰκότα ἐν ἐκείνοις φιλοσοφήσαντες, καὶ διαγνόντες αὐτὰ οὔτε ἐπιτυχεῖς τοῦ ζητουμένου γεγόνασι, καὶ τοῦ παντὸς ἐπιστήμονες, ὡς ἐνῆν, καθεστήκασιν, ὡς ἐξ ἀπόπτου τινὸς τὰ πάντα ἐκεῖθεν ἀκριβῶς θεωρήσαντες, τὸν αὐτὸν δήπουθεν τρόπον καὶ οἱ τὰ κατὰ θεὸν κατορθώματα ἐγκωμιάζοντες, ἅπαντα προελόμενοι μὴ κατὰ μέρος ταῦτα ζητείτωσαν, ὑπὲρ ἀριθμὸν ὄντα, μηδενὸς ἑκάστου ἐκείνων ἀποπειράσθωσαν· ἀμήχανον γὰρ παντὶ, καὶ πάντη σχεδὸν ἀδύνατον, τοσοῦτον πλῆθος μὴ ὅτι γ’ ἐγκωμιάζειν, ἀλλὰ καὶ ψιλῶς μόνον ἀπαριθμεῖν βούλεσθαι. ἀλλὰ τὸ τούτων πάντων αἴτιον, καὶ δι’ οὗ ταῦτα τὸ εἶναι ἔχει, εὑρέτωσαν, κἀκεῖνοι ἐγκωμιάσαντες οὕτως ἐπαινέται τῶν καθ’ ἕκαστα εὑρεθῆναι δυνήσονται. Ἐπαινετέον οὖν τὴν ταπείνωσιν, ὅπως τὰ κατὰ θεὸν ἅπαντα κάλλιστα ἐγκωμιασθείη, καὶ ὡς εἰκὸς ἀνακηρυχθείη πρὸς ἅπαντας· δι’ αὐτῆς γὰρ ἅπαν, ὅ, τι καλὸν καὶ τίμιον κατορθοῦται καὶ ἀναφαίνεται· ἥτις πατρίδος μὲν τοσούτῳ κρείττονος ἁπασῶν ηὐμοίρησεν, ὅσῳ καὶ τόπῳ ἐκείνων αὕτη διέστηκεν, ἢ καὶ μεγέθει ὑπερεβάλλετο, καὶ οὐρανὸν ἐσχηκυῖα πατρίδα, θεὸν πατέρα ἐκτήσατο· ὅσον γὰρ φύσει μέγιστόν τι καὶ ὑψηλότατον τὸ θεῖον καθέστηκε, τοσοῦτον βουλῇ καὶ θελήματι τεταπείνωται· ὅπερ δὴ μέγιστον χρῆμα καὶ πρῶτον εὐεργετεῖ, ἃς καὶ πρῶτον περὶ αὐτὸν δυνάμεις δεδημιούργηκε, καὶ φωτὸς τοῦ οἰκείου αὐτοῖς μεταδοὺς τὴν ταπείνωσιν εἰς φυλακὴν τοῦ φωτὸς ἐκείναις προσεδωρήσατο, ὅπως τῷ μὲν φωτὶ μεγάλως ἐπισεμνύνωνται, τῇ δὲ ταπεινώσει τὸ φῶς συντηρῶσι, καὶ οὕτως αἰεὶ πεφωτισμέναι τυγχάνοιεν. |
| 1.620 | Ὅτι δὲ ταπείνωσις ἀγγέλοις τὸ φῶς συντηρεῖ, ἐναργῶς ἔδειξεν ὁ μὴ ταύτην δεξάμενος, καὶ διὰ τοῦτο μὴ μόνον τοῦ φωτὸς ἀθλίως ἐκεῖνος ἐκπεκτωκὼς, καὶ σκότους κληρονόμος γενόμενος, ἀλλὰ σὺν τοῖς ὁμόφροσι καὶ αὐτὸς οὐρανοῦ καταῤῥαχθεὶς, οὐ μέχρι γῆς αὐτῆς, ἀλλὰ καὶ πέρα βαράθρων γῆς· ἐκ δὴ τούτου δῆλον, ὅτι ταπείνωσις ἐν οὐρανοῖς κρατεῖ, καὶ τοῖς ἐκεῖ κτίσμασι τὴν δόξαν χαρίζεται, καὶ διὰ τοῦτο καὶ οὓς φωράσεις μὴ πειθομένους αὐτῇ, ὑπερορίους ἐκεῖθεν τούτους ποιεῖται, δεσμοῖς ἀλύτοις καθυποβληθῆναι καταδικάζουσα· τί δὲ τὸν οὐράνιον διάκοσμον ἐπιστατεῖ καὶ διακοσμεῖ ἡ ταπείνωσις, τὸν δ’ ὑπ’ οὐρανὸν ἑτέρῳ τινὶ παρεχώρησεν; οὔμενουν· τίς γὰρ οὐκ οἶδεν, ὡς τὰ στοιχεῖα οὐκ ἐν ἄλλῳ τῳ τὴν διαμονὴν καὶ τὴν σύστασιν ἔχει, ἢ τῷ συγκεκρᾶσθαι ἀλλήλοις καὶ συνηνῶσθαι, ὅπερ ἐκ τοῦ ταπεινοῦσθαι καὶ ἀλλήλοις καθυποτάσσεσθαι καὶ καθυπείκειν αὐτοῖς μάλα λαμπρῶς περιγίνεται, ἅπερ συνιστάμενα, καὶ τῷ παντὶ τούτῳ τὸ εἶναι καὶ τὸ καλῶς εἶναι χαρίζεται· ὧραι δὲ πόθεν τὴν ἀρίστην ταύτην χορείαν διηνεκῶς ἐξελίττουσί τε καὶ ἀπαρτίζουσιν; οὐ τῷ ὑποχωρεῖν ἀλλήλαις καὶ ὑπερίστασθαι; ἡμέρα δὲ καὶ νὺξ, οὐ πρὸς ἀλλήλας ὑποταγῇ χρώμεναι, τὴν διαδοχὴν ἅμα καὶ διαμονὴν κέκτηται, οὐδὲ φυτὰ ταπεινώσεως ἄνευ σώζεσθαι δύναται, ἀλλ’ ἐπελθούσης ἢ λαίλαπος βιαίας ὁρμῆς, ἢ ῥύμης ὑδάτων, εἰ μὲν ἀνθίσταται, καὶ πρὸς αὐτὴν ἀντίτυπα γίνεται, ἢ παραχρῆμα προθέλυμνα πίπτει, ἢ κατακλᾷ τῇ βίᾳ· εἰ δ’ ὑποχαλᾷ καὶ ἐνδίδωσι, καὶ ταπεινούμενον κάτω κύπτει, κρείττω τῆς ἐκείνων ἰσχύος αὐτὰ γέγονεν· ἀλλ’ οὐδὲ κεραία μὴ ὑποχαλῶσα καὶ ὑπενδιδοῦσα τὴν ναῦν καὶ τοὺς ἐν τῇ νηῒ ἢ καὶ ἑαυτὴν ἀκινδύνους διασώζειν δύναται, ὥστε πᾶν εἴτι ἐν οὐρανῷ καὶ ὑπ’ οὐρανὸν ταπείνωσις συγχωρεῖ, καὶ τὸ εἶναι τούτοις χαρίζεται, οὐ μὴν ἀλλὰ καὶ πρὸς ἀνθρώπους ἐλθεῖν βουληθεῖσα, ὡς ἂν καὶ ἡμᾶς τῶν αὐτῶν ἀγαθῶν ἀναπλήσειε, διὰ τίνος κατῆλθε; μήτοιγε δι’ ἀγγέλου ἢ σεραφεὶμ, ἢ πολυομμάτου, ἢ ἄλλης τινὸς τῶν τοιούτων δυνάμεων; οὐδαμῶς, ἀλλ’ ὁ πατὴρ αὐτῆς, οἷα γνήσιον παῖδα ἐναγκαλισάμενος σὺν αὐτῇ πρὸς ἡμᾶς λαμπρῶς μάλα κάτεισιν, ἅμα μὲν δεικνύων, ὡς οὐδέποτε ταπείνωσις ἐκείνης ἀφίσταται, ἅμα δὲ καὶ ὅσου τιμᾶται τὴν παῖδα γνωρίζων ἡμῖν, καὶ κατελθὼν εἰς ἅπαν τὸ τῆς σωτηρίας ἡμῶν μυστήριον, συνεργῷ ταύτῃ κέχρηται· γεννᾶται γὰρ καὶ ἐκ γυναικὸς καὶ ἐν σπηλαίῳ, καὶ δούλου μορφὴν λαμβάνει, καὶ ὡς τῶν ῥυπαρῶν εἷς αἰτεῖ κάθαρσιν, καὶ ὑπὸ δούλου τουτὶ δέχεται μὴ δεόμενος, ἅπερ οὐδὲν ἄλλο ἢ ἄκρα ταπείνωσις ἀπειργάζετο, μετὰ δὲ τὸ τοιούτοις ἔργοις ταύτην ἀνακηρύξαι. |
| 1.621 | καὶ λόγοις ἡμῖν αὐτὴν παραδίδωσι, νῦν μὲν, μάθετε ἀπ’ ἐμοῦ, ὃς πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, βοῶν, νῦν δὲ σκώληκα καὶ οὐκ ἄνθρωπον ἑαυτὸν ἀποκαλῶν, αὖθις δὲ καὶ τὸ κέρδος ὁμοῦ ταύτης ἐπαγγελλόμενος, πᾶς ὁ ἑαυτὸν ταπεινῶν ὑψωθήσεται, διϊσχυριζόμενος, καὶ ὅστις πρῶτος εἶναι βούλεται, οὐκ ἐν ἄλλῳ τῳ τῶν ἁπάντων ἢ τῷ πάντων ἔσχατος εἶναι, τοῦ ποθουμένου τύχοι, σοφῶς μάλα ὑποτιθέμενος, καὶ ἵνα τὰ καθ’ ἕκαστα, οἷς αὐτὴν ἀνηγόρευσεν ὁ πατὴρ παραδράμω, ὡς δουλικοὺς δηλαδὴ πόδας ἐν δουλικῷ τῷ σχήματι νίψειεν, ὡς παραδοθεὶς ἄγοιτο οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, ὡς ἀνασκολοπισθείη λογισθεὶς ὡς κακοῦργος, ὡς τὰ ἐν τῷ σταυρῷ θρυλλούμενα, πρόθυμος ἅπαντας καταδέξαιτο, τοῦ θαύματος θνήσκει διὰ ταπείνωσιν, ἐταπείνωσε γάρ, φησιν, ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, καὶ ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ ψυχὴ αὐτοῦ ἤρθη· εἶτα τί; ὁ θεὸς διὰ τοῦτο αὐτὸν ὑπερύψωσεν, ἀνίσταται γὰρ διὰ τούτου δηλῶν, ὡς ὑψοποιὸς ἡ ταπείνωσις, καὶ δι’ αὐτῆς ἐναργεῖ τὰ μέγιστα· μετὰ ταῦτα ἀνέρχεται, ὅθεν κατῆλθεν, ὑψηλότερον· διὰ τοῦτο καὶ αἱ κατερχόμενον αὐτὸν χωρήσασαι πρῶτον πύλαι ἀνερχομένῳ τούτῳ νῦν οὐκ ἀρκοῦσιν, ὅθεν καὶ ὑψηλότερον αὗται ἀρθῆναι κελεύονται, ἵνα τὸν διὰ τῆς παιδὸς ὑψηλότερον γεγονότα χωρῆσαι δυνηθεῖεν. |
| 1.622 | Εἶδες τὰ τῆς ταπεινώσεως κατορθώματα· τὸν θεὸν, οὗ οὐδὲν ὑψηλότερον, ὑψηλότερον ἡμῖν ἀποδείκνυσιν· ἀλλ’ ὁ μὲν ὑψοῦται ἐπὶ τοὺς οὐρανοὺς, ἡ δὲ δόξα αὐτοῦ ἐπὶ πᾶσαν τὴν γῆν καταλείπεται. Δοὺς γὰρ ὁ σωτὴρ ἡμῖν τὸν τῆς ζωῆς θησαυρὸν, ὃν καὶ πρότερον ἔχοντες ἀπωλέσαμεν, ὁ μὲν, ὅθεν κατῆλθε, λαμπρῶς πάλιν ἐπάνεισιν· ταπείνωσις δὲ πρὸς ἡμᾶς καταλείπεται, ὡς ἂν τοῦ μὲν ἀπολαύωμεν, τὸν δὲ ἄσυλον αὐτὸν ἡμῖν αὐτοῖς συντηρῶμεν καὶ ἀναφαίρετον· ἐπεὶ γὰρ ὑπερηφανίᾳ καὶ τῷ τὰ ὑπὲρ ἡμᾶς φαντασθῆναι πρώην αὐτὸν ἐσυλήθημεν, νῦν ταπείνωσις ἡμῖν δίδοται, ἵνα τούτου φύλαξ ἄγρυπνος οὖσα τοὺς ἐπιβουλεύοντας ἀπελαύνῃ, ὃ δὴ καὶ ποιεῖ· τίς γὰρ ταπεινούμενος οὐ μετὰ πολλοῦ τοῦ περιόντος τοῦ κοινοῦ ἐχθροῦ κατευμεγεθεῖ, πασῶν μὲν γὰρ ἀρετῶν ὁ πονηρὸς ἥττηται, ὑπὸ δὲ τῆς ταπεινώσεως οὐκ ἔστιν εἰπεῖν ὅπως κατατροποῦται, καὶ ὅσον ἀνδραποδίζεται· καὶ εἰκότως πλέον πασῶν ἀρετῶν τοῦ ταύτην φθονοῦντος ταπείνωσις περιγίνεται· εἰ μὴ γὰρ δι’ αὐτῆς τούτων οὐδεμία συνίσταται, ὥστε καὶ ἣν ἑκάστη ἰσχὺν κέκτηται, παρ’ αὐτῆς ἔχει· καὶ ὅσης ἅπασαι, αὕτη μόνη ταύτης κυρία καθέστηκεν, καὶ ὁ ταύτην ἔχων, ἅπαντα κέκτηται· τοῦτο δέ τις ἀκριβὴς μύστης αὐτῆς δηλῶν ἔλεγεν, οὐ τόσας καὶ τόσας ἀρετὰς πεποίηκα, ἀλλ’ ἐταπεινώθην καὶ ἔσωσέ με ὁ κύριος. |
| 1.623 | Εἶδες, ἰσχυρῶν βασιλέων ὁ ταπεινούμενος ὑψηλότερος· καθεῖλε γὰρ ὁ ταύτης πατὴρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς· ἀρχιερέων αὕτη προσηγορία καὶ κόσμος παντὸς αὐτοῖς ὑψηλότερος. Ἂν Νινευΐτας ταπείνωσις λάβῃ, οὐρανοῦ πολίτας ποιεῖ· λαὸν γὰρ ταπεινὸν σώζει ὁ κύριος· ἂν μοιχοὺς ἅμα καὶ φονεῖς εὕρῃ, ἡμαρτήσαμεν τῷ σῷ πατρὶ λέγοντας, οὐ μόνον τὰ ἁμαρτήματα τούτων ἀφείλετο, ἀλλὰ καὶ τὴν τῶν προφητῶν χάριν πάλιν ἐκείνοις χαρίζεται· ταπεινοῖς γὰρ δίδωσι χάριν ὁ κύριος· ἂν Μανασῆν ὁρᾷ, τὴν ταπείνωσιν καὶ τὴν κόπρον ἐκείνου τῆς συντριβῆς, πάσας τὰς ἁμαρτίας ἐκείνῳ ἀφίησιν, ἐγγὺς γὰρ ὁ κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώζει· ἂν λῃστὰς, οὐ μόνον μυρίων κολάσεων, ὧν ἦσαν ἔνοχοι, τούτους ἐλευθεροῖ, ἀλλὰ καὶ πρώτους εἰς παράδεισον τῷ οἰκείῳ πατρὶ συνεισάγει· διὰ μικροῦ καὶ ταῦτα τοῦ ῥήματος, θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον· ἂν πόρνους δικαιοῖ, καρδίαν γὰρ συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουθενοῖ· ἂν τελώνας προσδέχεται, ἐν ψυχῇ γὰρ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν· καὶ οὐ μόνον δέχεται, ἀλλὰ καὶ δικαιοτέρους ἀπὸ τοῦ ἱεροῦ τῶν φαρισαίων κατάγει, οὐδενὸς ἄλλου διὰ τούτου δηλουμένου πάντως, πλὴν ὅτι ταπεινώσεως ἀπούσης ἢ οὐδεμία ὡς εἴρηται, τῶν ἀρετῶν φανῆναι δύναται, ἢ μάταιον ἄχθος, εἰ πάρεισι· ταύτης δὲ παρούσης καὶ ἅπασαι πάρεισιν, ἂν ὀστᾶ νεκροῦ ταπεινοῦ ἐρωτᾶται, εἰ τέθνηκεν, οὐχὶ, ἀλλὰ ζῇ, ἀποκρίνεται, ἀγαλλιάσεται γὰρ ὀστέα τεταπεινωμένα, καὶ οὔπω τὸ ὑπερβάλλον τῆς ἰσχύος αὐτῆς ὁ λόγος δεδήλωκεν· ἀνθρώπους γὰρ θεοὺς καὶ δαίμονας, ὢ τοῦ θαύματος, ἀγγέλους ποιεῖν ταπείνωσις δύναται· εἰ γὰρ ἡ ὑπερηφανία τἀναντία ἀπέδειξεν, εὔδηλον ὡς καὶ ἡ ταπείνωσις τὰ τούτων πάλιν ἐναντία δυνήσεται· δέδωκας γὰρ ὄντως κέρας τὸ κρατερόν σου τῇ παιδί σου, καὶ σώζεις τοὺς υἱοὺς τῆς παιδίσκης σου. |
| 1.624 | Ἡ γοῦν πατέρα τοιοῦτον πλουτήσασα, ἡ ταῖς οὐρανίαις δυνάμεσι τὴν δόξαν φυλάττουσα, ἡ τοὺς μὴ πειθομένους αὐτῇ καταράσουσα, ἡ τοῖς ἄνω καὶ τοῖς κάτω τὸ εἶναι καὶ τὸ εὖ εἶναι παρέχουσα, ἡ σὺν τῷ πατρὶ τὴν σωτηρίαν τῶν ἀνθρώπων μὴ μόνον οἰκονομήσασα, ἀλλὰ καὶ ἄσυλον ἡμῖν αὐτὴν συντηροῦσα, ἡ ἀρετὰς πάσας ἀπογεννῶσα, ἡ ἁμαρτίας πάσας ἀποῤῥαπίζουσα, ἡ τὸν θεὸν ὑψηλότερον ἡμῖν ἀποδείξασα, ἡ τοὺς ἀνθρώπους θεοὺς ἀποφήνασα, ἡ τοὺς δαίμονας ἀγγέλους ποιεῖν δυναμένη, πρὸς δὴ τὴν τοιαύτην τί πρὸς σύγκρισιν ὑπολέλειπται; πάντως οὐδέν· διὰ τούτων τοίνυν ὄντως ἀσύγκριτος καὶ ἀπαράμιλλος ἡ ταπείνωσις πέφυκεν. Ἀλλ’ ὦ ταπείνωσις, ὑψηλὴ καὶ ὄντως αἰθέριος, εἰ μὲν ὑψηλοὺς καὶ ἡμεῖς τοὺς σοὺς ἐπαίνους ἐπελέξαμεν, χάρις τῷ τε σῷ πατρὶ καὶ αὐτῇ, οὕτως ἡμᾶς ἀνυψώσαντι καὶ τοιούτων ἡμᾶς ἀξιώσαντι· εἰ δὲ ταπεινῶς, καὶ οὕτως χάριν ἡμῖν, ὅτι ταπεινοφρονεῖν ἡμᾶς ἔτι βούλεσθε, ἵν’ ὑψηλοτέρους ἐν καιρῷ, ὅπερ ἔργον ὑμῖν, ἀποδείξητε. Cap. |
| 1.625.(1t) | IX. Ψόγος ὑπερηφανίας. Εἴπερ καὶ μέρος ὁποιονοῦν τι κακίας διαβάλλειν πάντας εἰκὸς, καὶ κακῶς λέγειν χρὴ τὰ αὐτῶν ἀνατιθεμένους αὐτῷ καὶ τοῖς οἰκείοις καρποῖς περιστέφοντας, ὁποίους δή τινας χρὴ πρὸς τὴν καθόλου κακίαν ἡμᾶς διατίθεσθαι, καὶ ὁπόσον διακωμῳδεῖν ταύτην εἰκὸς, τὰ αὐτῆς ἐξελέγχοντας, ἀλλὰ κατὰ μέρος ἐπεξελθεῖν ταύτῃ τῶν ἀδυνάτων ἓν πέφυκε· πολυκέφαλον γὰρ ὄντως θηρίον καὶ πολυσύνθετον, πολλῷ πλέον τῶν τοῖς μύθοις διατεθρυλλημένων ἐκείνων· διά τοι τοῦτο καὶ σοφώτερον μᾶλλον ἐπεξιτέον, καὶ τὴν ῥίζαν ἐκτμητέον εὑροῦσιν, ὅπως τὰ πολυέλικτα ταύτης ἀναβλαστήματα ἀθρόως χαμαὶ πέσῃ καὶ καταμαρανθείη τῶν ἀξίων ἐπιτυχόντα. Ὑπερηφανία τοίνυν ῥίζα καὶ μήτηρ καὶ πηγὴ καὶ γεννητρὶς καὶ δημιουργὸς καὶ διδάσκαλος καὶ πᾶν εἴτι τοιοῦτον κακίας ἁπάσης πέφυκεν· ὑπερηφανίας οὖν καὶ ἡμεῖς καταδράμωμεν, ἵνα πᾶσαν κακίαν, ὡς εἰκὸς διαβάλλωμεν· ἥτις πρῶτον μὲν οὐ κτίσμα θεοῦ, οὗ τί πρὸς ψόγον μεῖζον ἂν γένοιτο, εἴπερ τὰ θεοῦ κτίσματα οὐ μόνον καλὰ, ἀλλὰ καὶ λίαν· ἡ δ’ ὑπερηφανία τοὐναντίον ἅπαν οὐ μόνον κακὴ δηλαδὴ, ἀλλὰ καὶ λίαν κακὴ, ἔπειτα δὲ οὐδὲ κτίσμα τὴν ἀρχὴν αὕτη, οὐδὲ γὰρ οὐσία τις ὑπερηφανίας, ἀλλ’ ὄνομα ἀνούσιον καὶ ἀνύπαρκτον, καὶ τῇ ἀπουσίᾳ τοῦ καλοῦ τὴν σύστασιν μόνην ἔχουσα, ὥσπερ σκότος τῇ τοῦ φωτὸς στερήσει, αὐτὴ δὲ καθ’ αὑτὴν οὐδόλου ὑφεστηκυῖα· δημιουργὸς δὲ καὶ πατὴρ καὶ διδάσκαλος ὑπερηφανίας διάβολος, ἐκεῖνος γὰρ ταύτην ἐγέννησε, καὶ πρῶτος τὸν ταύτης καρπὸν ἐτρύγησε, τὸν κοπιῶντα γὰρ γεωργὸν πρῶτον δεῖ, καὶ τῆς ἀῤῥήτου λαμπρότητος ἐκείνης, ἧς ἀπήλαυεν, ἀθλίως διὰ ταύτην ἐκπέπτωκε, καὶ κολάζεσθαι μετὰ τῶν σὺν αὐτῷ ἀθλίων καταδεδίκασται· οὕτω τοιγαροῦν τὸ ἐχιδνοτόκον τοῦτο γέννημα διαῤῥῆξαν, καὶ ὡς εἰκὸς θανατῶσαν τὸν ἑαυτοῦ γεννητῆρα, καὶ εἴσω τοῦ παραδείσου πρὸς τὸν πρῶτον ἄνθρωπον ἡ ἀναιδὴς εἰσκωμάσασα διὰ τοῦ οἰκείου πατρὸς, καὶ ὑποκλέψασα, πληγῇ κἀκεῖνον τοσοῦτον δεινοτάτῃ καθυποβάλλει, ὡς θεοῦ μόνον δεηθῆναι πρὸς ἴασιν, οὐ μόνον γὰρ τροφῆς παραδείσου καὶ θεοῦ ἐπισκέψεως καὶ ἀθανασίας ἐξέωσεν, ἀλλὰ καὶ ἀθάνατα κολάζεσθαι παρεσκεύασε τὸν ἀθάνατα τρυφᾷν ἠξιωμένον παρὰ τοῦ κτίσαντος. |
| 1.626 | Δραξαμένη γὰρ ἀρχὴν καὶ τὰς ἑαυτῆς πονηρὰς ῥίζας καταφυτεύσασα, ἐπλήρωσε μὲν πᾶσαν τὴν γῆν τῆς σκιώδους καὶ ζοφερᾶς κακίας αὐτῆς· τὰ δὲ κλήματα αὐτῆς μέχρι θαλάττης τῆς ἁλμυρᾶς φημι ἀπιστίας ἐξέτεινε· καὶ ἦν ἂν ἡ βδελυρὰ καὶ ἡμῶν ὡς καὶ τοῦ ἰδίου πατρὸς κατορχηθεῖσα τελείως, εἰ μὴ ὁ τῶν δυνάμεων θεὸς ἐπιστρέψας ἐξ οὐρανοῦ ἐπέβλεψεν ὡς φιλάνθρωπος καὶ εἶδεν, ὃς καὶ καταβὰς τὸν μὲν φραγμὸν, τὸν πονηρὸν δηλαδὴ γεννητῆρα ταύτης καθεῖλεν, αὐτὴν δὲ λυμαινομένην τἀνθρώπινα καὶ κατανεμομένην καθάπαξ τελείως ἠφάνισεν· ἣν δὲ ἄμπελον ἐφύτευσεν, ἡ δεξιὰ αὐτοῦ ἐπεσκέψατο, καὶ θανατωθέντας ἡμᾶς ζωώσας τὸ ὄνομα αὐτοῦ ἐπικαλεῖσθαι, καὶ οὐ θεοὺς ἀλλοτρίους εὐδόκησεν. Αὕτη μήτηρ τῆς πονηρᾶς πλεονεξίας, ἧς αὖθις πονηρότατον γέννημα ἀδικία· οὐδὲ γὰρ ἔστιν, οὐκ ἔστι τοῖς παροῦσι, κἂν ἄπειρα ᾖ ἀρκεῖσθαι τὸν ἅπαξ ταύτης γεγονότα ἐφόλκιον, ἀλλὰ προσάπτειν οἰκίας πρὸς οἰκίας, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐπείγεται, οὐχ ἵνα τι, ἀλλ’ ἅπαν τοῦ πλησίον ἀφέληται· οἷς οὐ μόνον τὸ τοῦ προφήτου, οὐαὶ, μιστὸς πρόκειται, ἀλλὰ πρὸς τῷ μηδὲν ἀνύσαι, ὧνπερ ἐπιχειροῦσιν, καὶ πολέμοις κατάκρως ἐκτρίβονται. |
| 1.627 | Εἶδες τὴν πονηρὰν ῥίζαν, οὐ μόνον ψυχικὸν, ἀλλὰ καὶ σωματικὸν θάνατον ἐξανθοῦσαν, εἶδες τὴν ὀλεθρίαν σειρῆνα; οὐ μόνον ψυχὴν ἄγχει ἀλλὰ καὶ σώματα. κατὰ γὰρ τὸν ἑαυτῆς γεννητῆρα τοὺς τιμῶντας αὐτὴν οὕτως οἶδε τιμᾷν, οἷς καὶ ὁ προφήτης μὴ μόνον οὐ συνεσθίειν ἐβούλετο, ὑπερηφάνῳ γὰρ ὀφθαλμῷ, φησιν, καὶ ἀπλήστῳ καρδίᾳ οὐ συνήσθιεν, ἀλλ’ οὐδ’ ἐν τῷ αὐτοῦ οἴκῳ τοὺς τοιούτους οἰκεῖν παρεδέχετο· οὐ κατῴκει γὰρ ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, οἷς καὶ ἐπαρώμενος τὴν φρικωδεστάτην κατ’ αὐτῶν ποινὴν τὸν θεὸν ἐξαιτεῖ, ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν· διατί; ὅτι οὐ μόνον παρηνόμουν, φησὶν, ὑπερηφανίᾳ, ἀλλὰ καὶ ἕως σφόδρα. ὅτι δὲ μεγίστη τε μωρία αὕτη, ἔδειξε τοῦτο ὁ μέγας κήρυξ τῆς ἐκκλησίας, φόβον τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος βοῶν· ὃς καὶ αὐτὸς ἀποτρόπαιόν τι κακὸν καὶ θεοῦ πόῤῥω βάλλον ὑπερηφανίαν εἰδὼς, ἀπεύχεται ἑαυτῷ ταύτην λέγων· ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι· μονονουχὶ διὰ τῆς ἀπαγορεύσεως οὐδὲν δεινότερον ὑπερηφανίας ἀποφαινόμενος. Διὰ ταύτην ὁ τῶν Ἑλλήνων πάλαι βασιλεὺς τοῦ ἰδίου φιλτάτου γενέσθαι φονεὺς κατηνάγκασται· Αἴας μανίᾳ πρῶτον ἑάλω, εἶτα καὶ τέλος ἑαυτὸν διεχρήσατο, τῇ ἑαυτοῦ μόνῃ ῥώμῃ τε καὶ φρονήσει τὰ κατορθούμενά οἱ ἐπιγράφειν τῆς ἀσελγοῦς ταύτης ὑποτιθεμένης, θείας δὲ ῥοπῆς μηδόλως δεῖσθαι πρὸς τὸ ἀριστεύειν, καὶ πεισάσης νεανιεύσασθαι. Ὁ δέ γε Περσῶν βασιλεὺς, ὁ τοσοῦτος ἰσχύϊ τε καὶ πλούτῳ καὶ στρατεύμασιν, οὐ δι’ ὑπερηφανίαν, ᾗ μεταστοιχειοῦν καὶ τὸ πᾶν τοῦτο ἐφιλονείκει, ἀθρόον κατεστρατηγήθη, καὶ κατετροπώθη παντάπασιν; Οἱ δὲ περὶ Πολυνείκην κατὰ Θηβῶν ἐκστρατεύσαντες πάλαι, καίτοι γε καὶ δικαίως δι’ ἄλλο τι, ἢ ὑπερηφανίαν πεπτώκασι; τοῖς γὰρ ὑπερηφάνοις ἀνταπόδοσις δίδοται· ταύτης καὶ οἱ περὶ Σεναχερεὶμ τὸν τῶν Ἀσσυρίων ἄρχοντα ὤνιον γίνονται· λαλήσαντος γὰρ ἐκείνου κατά τε τῆς ἁγίας πόλεως καὶ τοῦ θεοῦ ὑψηλὰ εἰς ὑπεροχὴν καὶ μεγαλοῤῥημοσύνην ἐκ στόματος, πέμψας ἄγγελον ἑαυτοῦ ὁ τοῖς ὑπερηφάνοις ἀντιταττόμενοις ἀνεῖλεν ἐν μιᾷ καὶ μόνῃ νυκτὶ τῶν Ἀσσυρίων μυριάδας πέντε καὶ ὀγδοήκοντα πρὸς ταῖς ἑκατὸν, καὶ αὐτὸν Σεναχερεὶμ μαχαίρᾳ πρὸς τῶν γνησίων αὐτοῦ σφαγῆναι παρεσκεύασε, καὶ οὕτως, κατὰ τὸν εἰπόντα, ὑπερηφάνων ἐταπείνωσεν ὕβριν ὁ κύριος. |
| 1.628 | Εἶδες τῆς ἀκολάστου τἀπίχειρα; ὁ ταύτῃ δεδουλωμένος οὐ μόνον πασῶν ἀρετῶν ἀμέτοχος, ἀλλὰ καὶ κακίας πάσης ἐργαστήριον γίνεται· εἰ γὰρ ἀρχὴ σοφίας φόβος κυρίου, φόβον δὲ θεοῦ τὸν μὴ πρότερον πάνυ ταπεινωθέντα κατορθῶσαι ἀδύνατον, πῶς ὁ ἐκ διαμέτρου ἐναντιούμενος τῷ δι’ οὗ ἀρχὴν σοφία λαμβάνει, σοφίας ὅλως ἐκεῖνος δύναιτ’ ἂν ἅψασθαι· ὥσπερ ἂν εἴ τις καὶ ποταμοὺς ὑδάτων ἐκ πυρὸς ὀχετεῦσαι δύνασθαι, ἢ δίχα πτερῶν ὑπερίπτασθαι λέγῃ, ἢ ψυχῆς ἄνευ ζῇν· οὐ μὴν ἀλλὰ καὶ εἴπερ τις μετὰ ταύτης φιλοσοφεῖν δοκεῖ, οὐ μόνον ἀνόνητα ἑαυτὸν κατατρίβει, ἀλλὰ τό τε θηρίον πλέον ἐρεθίζων λανθάνει, καὶ τῷ πυρὶ τὴν ὕλην ἐπιδαψιλευόμενος. Ταύτης τὸ φοβερὸν κέρας καὶ ὁ μέγας διδάσκαλος ἡμᾶς κατακλᾷν βουλόμενος, μηδὲ τὴν ἀριστερὰν, ὅ, τι ποτὲ ποιεῖ ἡ δεξιὰ γινώσκειν συγχωρῶν, ἡμῖν ὑποτίθεται· καίτοι τί φημι ἀρετὰς οὐκ ἐργάζεσθαι ὑπερηφανίαν ἰσχυριζόμενος, ἀρετὰς ἡ ἀναιδὴς, εἴπερ εὕροι, διασκεδάννυσι, καὶ μαρτυρεῖ τοῦτο σὺν πολλοῖς ἄλλοις καὶ Φαρισαῖος· ὃν γὰρ θησαυρὸν ἐκεῖνος δι’ ὅσου τοῦ χρόνου καὶ τοῦ πόνου συνήγαγεν, αὕτη δι’ ἑνὸς ῥήματος καὶ ὥρας μιᾶς διεσκόρπισε, καὶ ὁ ἀρεταῖς πρώην περιῤῥεόμενος, αἴφνης ὑπ’ αὐτῆς πασῶν ἐκείνων γεγύμνωται, καὶ ὁ πρὸς τὸ ἱερὸν λελαμπρυσμένος ἀνιὼν, ῥυπώδης ἐκεῖθεν ἀθρόον κάτεισιν, ἀκάθαρτος γὰρ ἐν κυρίῳ ἅπας ὑψηλοκάρδιος. |
| 1.629 | Ὅτι δὲ μήτηρ ὑπερηφανία πάσης κακίας, καὶ διὰ πάντων μὲν τῶν εἰρημένων ἡμῖν βεβαιοῦται· ἄκουσον δὲ καὶ τοῦ προφήτου περὶ τῆς τοῦ κριτοῦ μελλούσης ἡμέρας καὶ δευτέρας καθόλου διεξιόντος, κἀμοὶ μαρτυροῦντος σαφέστατα· παραγίνεται γάρ, φησιν, ἡ ἡμέρα κυρίου, οὐκ ἐπὶ μοιχοὺς καὶ φονεῖς καὶ ἀδίκους καὶ τοὺς καθ’ ἕκαστα πονηροὺς, ἀλλ’ ἐπὶ τίνας; ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον. καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου, καὶ ἐπὶ πᾶν δένδρον καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν, καὶ πεσεῖται τὸ ὕψος τῶν ἀνθρώπων. Εἶδες, ὅπερ ἐναργέστατα πᾶσαν κακίαν, ὡς ἐγώ φημι, ὑπερηφανίᾳ προσανατίθησιν ὁ προφήτης; εἰ γὰρ ἐπὶ πᾶσαν κακίαν ἡ φοβερὰ ἐκείνη ἡμέρα ἐλεύσεται, καὶ τοῦτ’ ᾔδει καλῶς καὶ αὐτὸς, πῶς τοῖς ὑπερηφάνοις μόνοις αὐτὴν ἐπισείει; ἢ τοῦτο δηλαδὴ διϊσχυριζόμενος, ὡς οὐδεμία τῶν κακιῶν ὑπερηφανίαν ἐξέφυγε, καὶ ταὐτόν ἐστι πάσης κακίας καταριθμήσασθαι, καὶ ὑπερηφανίαν μόνην εἰπεῖν· εἰ δὲ ταῦτα οὕτως, ὥσπερ μέγεθος οὐρανοῦ ἀσύγκριτον πάντη μεμένηκε, τίνι γὰρ ἂν παραθείη, ὃς πάντα συλλαβὼν ὡς οὐδὲν περιέχει τε καὶ περικυκλοῖ, τὸν αὐτὸν τρόπον οὐδ’ ὑπερηφανίαν παραθεῖναί τινι δύναται· πᾶν γὰρ κακίας ἐν ἑαυτῇ συλλαβοῦσα κέκτηται, ἣν φευκτέον πάντως ἐστὶ σθένει παντὶ, οὐχ ὥσπερ πῦρ, ἀλλὰ πλέον πολλῷ δηλαδὴ, καὶ εἰκότως· τὸ μὲν γὰρ μόνων σωμάτων ἅπτεται, ἡ δὲ ψυχὴ μετὰ σωμάτων διαλυμαίνεται δεξιουμένη τοὺς φίλους ἴσα καὶ τῷ πατρί. |
| 1.630 | Cap. X. Συγκρίσεις τοὺς δύο μεγάλους φωστῆρας τῆς ἐκκλησίας, Θεολόγον καὶ μέγαν Βασίλειον. Ἄλλα δύο μεγάλα φῶτα ὁ δημιουργὸς ἡμῖν ἐν τῷ τῆς ἐκκλησίας νέῳ στερεώματι νῦν παρήγαγεν· οὐχ ὥσπερ τὰ πρῶτα ἐκεῖνα ἀλλήλων γένει τε καὶ λαμπρότητι διαφέροντα, ἀλλ’ ἐπὶ πᾶσιν ὅμοιά τε καὶ παραπλήσια, καὶ κατ’ οὐδὲν θάτερον θατέρου ἀπολειπόμενα, καὶ, οἷον εἰπεῖν, οὐχ ἥλιον καὶ σελήνην, ἀλλ’ ἥλιον αὐτοὺς ὁ μέγας ἥλιος τῆς δικαιοσύνης ἀνέδειξεν, ἢ μίαν ἀκτῖνα ἐκ δύο δίσκων ἀποπαλλομένην τε καὶ τὸν κόσμον ὅλον περιαυγάζουσαν, Θεολόγον Γρηγόριόν φημι καὶ μέγαν Βασίλειον, οἵτινες πρῶτον μὲν τοῦ ὀρθοδοξοτάτου καὶ ἡμετέρου κλήρου ὄντες ἐτύγχανον, ἐκ πατέρων ἄμφω τὸν θησαυρὸν τοῦτον διαδεξάμενοι, καὶ ἀμφότεροι γὰρ τὸ ἀπὸ Χριστοῦ γνησίως καὶ ὑγιῶς εἶναι καὶ ὀνομάζεσθαι πεπλουτήκεσαν, καὶ πρὸς τοὺς ἐξ αὐτῶν ὥσπερ τινὰ κλῆρον τὸ χρῆμα παρέπεμψαν, οἳ καὶ πρὸς τοσοῦτον ἀρετῆς ἐληλάκεσαν, ὡς ὁ μὲν κοινὸς διδάσκαλος ἀρετῆς καὶ παιδείας ἐν τῷ Πόντῳ, ὁ δὲ τοῦ Θεολόγου τῆς ἐν Ναζιάνζῳ ἐκκλησίας ποιμὴν καὶ διδάσκαλος προβληθῆναι, καὶ τοὺς ὑφ’ ἑαυτοὺς πάντας ἄριστα καὶ ὡς φίλους θεῷ παιδαγωγῆσαι. Ὅσῳ τοίνυν τὸ σέβας αὐτῶν ἓν, καὶ ἡ τῶν πατέρων ἀρετή τε καὶ ἀξία ἐστὶ παραπλήσιος, τοσούτῳ Βασίλειος καὶ Γρηγόριος ὅμοιοι καθεστήκασιν· οὐ μὴν ἀλλὰ καὶ τοῦ μὲν μεγάλου οἱ πρόγονοι ὑπὲρ τοῦ δι’ ἡμᾶς παθόντος διωχθῆναι καὶ χρόνον ὅτι πολὺν ἐν ἐρημίᾳ ταλαιπωρῆσαι ἠξίωνται, ὃς καὶ θαυματουργῶν τοὺς ὑπὲρ αὐτῶν πάσχοντας τούτους ἐδεξιοῦτο μάλα φιλοτίμως τε καὶ λαμπρῶς, ἔτρεφε γὰρ οὐκ ἄρτοις μόνοις, ὥσπερ τινὰς πρότερον, ἀλλὰ καὶ τοῖς τῆς τρυφῆς τε καὶ περιττοῖς, πάντα θηρία ἐδώδιμα εὐχείρωτα ἐκείνοις παραδιδούς· ὁ δέ γε τοῦ Θεολόγου πατὴρ τῷ τῆς παλιγγενεσίας λούτρῳ καθαιρόμενος ἄνωθεν μαρτυρεῖται, ὡς καὶ ὁ λόγος πρότερον· κἀκεῖ μὲν αὐτὸ τὸ ἅγιον πνεῦμα κάτεισιν, ἐνταῦθα δὲ ἀκτῖνά τινα βάλλει, καὶ περιαυγάζει τὸν βαπτιζόμενον, ὡς καὶ πᾶσι τοῖς εὑρεθεῖσιν ἐκεῖ γνωσθῆναι τουτὶ τὸ ἐξαίσιον τερατούργημα, καὶ τῆς περὶ θεοῦ πρὸς τὸν ἄνδρα μεγίστης τιμῆς τοῦτο θέσθαι τεκμήριον· ὅσον οὖν τὸ θαυματουργίαις τοὺς ἀμφοτέρων προγόνους δοξασθῆναι παρὰ θεοῦ πρὸς ὅμοιον εὐφημίας ὕψος ἐκείνους ἐπαίρει, τοσοῦτον καὶ οὗτοι παρ’ ἡμῶν ὁμοίως θαυμάζονται. |
| 1.631 | Τοιούτων δὲ μεγάλων καὶ παραπλησίων ἐν πᾶσι γεγονότες πατέρων, πατρίδος οὐχ ὁ μὲν τῆς, ὁ δὲ τῆς ἀνεδόθησαν, ἵνα τινὰ κατὰ τοῦτο γοῦν διαφορὰν ἔχωσιν, ἀλλ’ ἄμφω τῆς Καιοαρείας βλαστήματα· ἣ πρότερον μὲν ηὔχει πλεῖστα καὶ διάφορα ἑαυτῇ τὰ πλεονεκτήματα, τούτων δὲ τυχοῦσα τῶν προτέρων ὡς εἰκὸς ἐπελάθετο, ἀποκρυψάντων ἐκεῖνα τούτων, ὥσπερ ἀστέρας ἥλιος· καθόσον τοίνυν ἡ πατρὶς αὐτῶν μία, κατὰ τοσοῦτον καὶ οὗτοι ἓν ἄμφω ὄντες τυγχάνουσιν. Ἐκ τοιαύτης δὲ θαυμαστῆς καὶ μιᾶς πατρίδος ἀναφανέντες ἑκάτερος ὑπὸ τῷ ἰδίῳ πατρὶ τήν τε κατὰ θεὸν σοφίαν καὶ τὴν ἔξωθεν ἐκπαιδεύονται, οὐ γὰρ ὁ μὲν τήνδε, ὁ δὲ τήνδε τῶν τεχνῶν ᾑρετίσαντο, ἀλλ’ ἄμφω πρὸς ἀρετὴν καὶ λόγον ἀπέκλιναν· ὅσῳ δὴ τὸ ἑκάτερον τῷ ἰδίῳ πατρὶ διδασκάλω ἀρήσασθαι, καὶ τὰς αὐτοῦ ἐπιστήμας μετέρχεσθαι ταὐτὸν ἔγνωσται, τοσούτῳ καὶ οὗτοι παρόμοιοι ἀλλήλοις γνωρίζονται· ἐπεὶ δὲ τὸ τῶν πατέρων πᾶν ἐν λόγοις ἐν βραχεῖ συνελέξαντο, ἔσπευδον δὲ καὶ τῆς πατρικῆς εὐχῆς αὐτοὺς ἀξιῶσαι, καὶ τοῦτο πρῶτον ἀντὶ τῶν εἰς αὐτοὺς τροφείων ἐκείνοις ἀνταποδοῦναι, τὸ νικῆσαι πᾶσι καλοῖς τοὺς γεννήτορας, ἀπανίστανται πατρίδος, γονέων, συγγενείας, φίλων, συνηθείας, πάντων, οἷς πᾶς τις ἀφύκτως κατέχεται, καὶ διὰ παιδεύσεως ἀκόρεστον ἔρωτα ὑπερόριοι γίνονται. |
| 1.632 | καὶ πολλοῖς ἐν τῇ ἀλλοδαπῇ καὶ διαφόροις τῶν τότε διδασκάλων ὡμιληκότες, τελευτῶντες ἄμφω πρὸς τὴν ἑστίαν τῶν λόγων κατάγονται, ἔνθα καὶ διατρίβοντες ἓν ἦσαν, ἓν ἐφρόνουν, ἓν ἔπνεον, καὶ τῷ μεγέθει μὲν καὶ τάχει τῆς φύσεως, καὶ σπουδῇ καὶ διηνεκεῖ μελέτῃ, καὶ ἠθῶν εὐρυθμίᾳ καὶ φρενῶν βαθύτητι, καὶ ψυχῆς παραστήματι καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσοις γενναία ψυχὴ γνωρίζεται, πάντων ὑπεραιρόμενοι καὶ πᾶσι περιᾳδόμενοι καὶ λίαν ὑπεραστράπτοντες. Τὸ δέ γε μέγιστον μέσον ἑτεροδόξων τὸ σέβας ἀκραιφνῶς καὶ ἀπειλικρινημένον φυλάττοντες καὶ τὴν ἀρετὴν ὅσαι ὧραι ἀντίσης ἐπαύξοντες, καὶ οἷον εἰπεῖν Λὼτ αὐτόχρημα ὄντες ἐν μέσῳ Σοδόμων, ἀλλὰ ταχέως καὶ Ἀθηναίων ἅπαν τὸ ἐν λόγοις φιλότιμον, ὡς οὐδένες ἄλλοι τῶν ἐκεῖσε ἀφικνουμένων συλλεξάμενοι, πατρίδος αὖ καὶ πατέρων μνημονεύουσι, καὶ ταχέως πρὸς Καισάρειαν ἐκεῖθεν ἀμφότεροι ἐπανήκουσιν· ὅσον τοίνυν τὸ ἄμφω πατρίδος ὁμοίας ἀπαναστῆναι διὰ τὴν αὐτὴν καὶ μίαν αἰτίαν, ἔρωτα δηλαδὴ τῆς ἐγκυκλίου παιδεύσεως, καὶ εἰς τὴν αὐτὴν καταχθῆναι καὶ ταὐτὰ σπουδάζειν, καὶ ἐν πᾶσιν ὁμοφρονεῖν καὶ αὖθις ὁμοίως ἐπανελθεῖν, ὅθεν ἄμφω ἐξῆλθον, οὐδὲν διαφέρει πρὸς ἑαυτὸ, τοσοῦτον καὶ οἱ ταῦτα πράξαντες ἀλλήλων οὐδὲν διαφέρουσιν· ἐπανελθόντες δὲ οὐχ ὁ μὲν τόνδε τὸν βίον αἱρεῖται, ὁ δὲ ἕτερον, οὐδ’ ὁ μὲν γάμοις προσομιλεῖν, ἅτερος δὲ παρθενίαν ἀσκεῖν ᾑρετίσαντο, ἀλλ’ ἄμφω τὸν ἀσκητικὸν εἴτουν ἀγγελικὸν βίον ἐκλέγονται, καὶ παρθενίαν σύνοικον ἐξέτι παίδων ἐκτήσαντο· ὅσον ἄρα βίος αὐτοῖς ὁ αὐτὸς, τοσοῦτον ἑκάτερος ἑκατέρῳ παρόμοιοι. |
| 1.633 | οὕτω δὲ βιοῦντες, καὶ τὴν ἀρίστην φιλοσοφίαν καὶ ὑψηλὴν ἐπίσης ἀκριβῶς μετερχόμενοι πᾶσαν κοσμικὴν καὶ ἀνθρωπίνην δόξαν ἀπέπτυσαν, καὶ οὐδὲ ἐν ὀνείροις ὁρᾷν ταύτην ἠνέσχοντο, ἀλλ’ ἐπείπερ λύχνοι ὄντες, καὶ ἐκ τοῦ τῆς ἀρετῆς ἀκροτάτου ὕψους λαμπρῶς φρυκτωροῦντες, λαθεῖν οὐκ ἠδύναντο. καὶ ἄκοντες τῷ τῆς ἐκκλησίας κλήρῳ ἐγκαταλέγονται· ὥσπερ τοίνυν τοῦ δόξαν ἀνθρωπίνην ὁμοίως ἐκφεύγειν καὶ πάλιν ταύτην ὁμοίαν ἐκβιαθῆναι δέξασθαι αἰτίαν οὐ διαφέρον, ἀλλ’ ἓν ἀμφοῖν, δηλονότι ἡ ἀρετὴ, διὰ ταύτην γὰρ καὶ ἀπέφευγον, καὶ ἑάλωσαν, οὕτω καὶ οἱ ταῦτα πράξαντες καὶ παθόντες, ἓν ἄμφω σαφῶς μεμαρτύρηνται· καὶ λειτουργεῖν τῷ θείῳ ταχθέντες, οὐ τὴν τυχοῦσαν ἐκείνῳ λειτουργίαν προσάγουσιν· ἀλλ’ οἷον κἀκεῖνος πρότερον κατελθὼν ἑαυτῷ λελειτούργηκε· τῶν γὰρ λογικῶν προβάτων, ὡς πρώην εἰδωλολατρίᾳ καὶ ἀπιστίᾳ, οὕτω καὶ τηνικαῦτα παντοδαπαῖς ταῖς αἱρέσεσι διασπαρέντων εἰς ἐρημίαν ὄντως καὶ βάραθρα, οὗτοι ὡς ἐκεῖνος τὸ πρὶν τούτους συνήγαγον, καὶ εἰς χλόην ὀρθοτάτην εὐσεβείας ἐξέθρεψαν, καὶ ἐπὶ ὕδατος ἀνέψυξαν ἀναπαύσεως, πᾶσαν αἵρεσιν ἐκ μέσου πεποιηκότες, καὶ τοὺς ἱερέας ἐκείνων καὶ ἄρχοντας ἐν ῥομφαίᾳ τοῦ λόγου ἀπεκτονότες, δι’ ἧς καὶ τὸν πρῶτον αὐτῶν ἄρχοντα τελείως κατέσφαξαν· ἡ δέ γε πρὸς θεὸν λειτουργία τούτων μία τυγχάνουσα ἕνα τούτους ἄμφω σαφῶς μαρτυρεῖ· οὕτω τοιγαροῦν βιοῦντες καὶ τοιαῦτα κατὰ τοῦ κοινοῦ ἐχθροῦ καὶ τῶν ὑπασπιστῶν αὐτοῦ τὰ τρόπαια περιφανῶς ἀνιστάντες, ποιμένες ὁ μὲν τῆς Κωνσταντίνου, ὁ δὲ μεγάλης τῆς μητρὸς Καισαρείας βασιλικῆς νεύσει θεοῦ χρίονται· ὥσπερ οὖν ἥ τε τὸ ἀξίωμα ἀμφοτέροις δοῦσα χάρις μία, καὶ τὸ δοθὲν ἓν καθέστηκεν, οὕτω καὶ οἱ τοῦ τοιούτου ἀξιωθέντες εἰσὶν ἓν, κἂν διαγνωρίζωνται· ἀλλὰ τῆς ἀκροτάτης ταύτης βαθμίδος ἄμφω ἁψάμενοι, καὶ διδάσκαλοι εὐσεβείας προβληθέντες, οἱ καὶ πρὸ τούτου τυγχάνοντες, καὶ οἷον εἰπεῖν τὰ τίμια ξύλα παρὰ τὰς τῶν γραφικῶν ὑδάτων διεξόδους παρὰ τοῦ μεγάλου φυτηκόμου φυτευθέντες, οὐ μόνον τὸν καρπὸν αὑτῶν ἐν καιρῷ αὐτῶν ἔδωκαν αὐτοπροσώπως δηλαδὴ, ὡς ὁ διδάσκαλος αὐτῶν πρώην τοὺς θεοκαπήλους τελείως τοῦ ἱεροῦ ἀπελάσαντες καὶ τούτου ἐν μέσῳ τὴν εὐσέβειαν τρανῶς διδάξαντες, καὶ τὸν τῆς ἀληθείας λόγον ὀρθοτομήσαντες ἄριστα, ἀλλὰ καὶ τὰ φύλλα αὐτῶν οὐκ ἀποῤῥυῆναι παρῆκαν, τοὺς τῆς παιδείας λόγους φημὶ, οὓς εἰς καλλωπισμὸν καὶ φυλακὴν τοῦ τῆς ἀρετῆς καρποῦ, ὡς ἔφημεν, συνελέξαντο· ἀλλὰ τί; κατὰ πάσης βδελυρᾶς αἱρέσεως καὶ αὐτοῖς κατεχρήσαντο, βιβλία κατ’ αὐτῶν συντεταχότες, καὶ τὰς παρ’ ἐκείνων πικρὰς ἀντιθέσεις εὐχερέστερον ἢ ἀράχνης παίγνια διαλύοντες· εἶτα τὸ ὑπὲρ ἡμῶν τῆς οἰκονομίας ἅπαν μυστήριον πανηγυρικοῖς λόγοις ἄμφω κατακοσμοῦσι, μάρτυρας περιστέφουσιν, ὁσίους ἐπισεμνύνουσιν, ἀρετὰς πάσας καταγλαΐζουσι, καὶ πᾶσαν θείαν γραφὴν διαλιτοῦσί τε καὶ ἀνακαθαίρουσι, καὶ οἷον εἰπεῖν ἀληλεσμένην τροφὴν τοῖς τὰ τοιαῦτα γλιχομένοις ἐσθίειν ἐκτίθενται, τοῖς αὐτοῖς ὀνόμασι, τοῖς αὐτοῖς ἐνθυμήμασιν ἐν ἅπασι χρώμενοι, ἅτε καὶ χάριν μίαν πλουτοῦντες· ὑφ’ ἧς διαθερμαινόμενοι περιεκελάδουν τὸν τῆς ἐκκλησίας τερπνότατον λειμῶνα, οἱ θεοῦ τέττιγες, σειρήνων ἐξηχοῦντες κελάδημα, καὶ Ὀδυσσέας πάντας τοὺς πλανωμένους δηλαδὴ τῷ τῆς ἁλμυρᾶς ἀπιστίας πελάγει ἀφύκτως χειρουμένους. |
| 1.635 | οἱ δὲ τοὺς αὐτοὺς ὁμοίως καὶ κατὰ τὸν αὐτὸν τρόπον νικήσαντες, καὶ ὅμοια κατ’ ἐκείνων τὰ τρόπαια ἀνεγείραντες, καὶ ἐν ἅπασι τὰ αὐτὰ κατορθώσαντες, πῶς οὐχ ἓν ὄντες ἐλέγχονται; οὕτως οὖν ἅπαντα τὸν βίον αὐτῶν κυρίῳ καθιερώσαντες, καὶ ἀρεταῖς παντοίαις σφᾶς αὐτοὺς ἡλίου λαμπροτέρους λίαν ἀπεργασάμενοι, εἰς χεῖρας ἐκείνου εἰρηνικῶς καὶ ἄμφω τὰ πνεύματα παρατίθενται, καὶ πρῶτοι ἐν ἀρχιερεῦσιν ἁγίοις γνωρίζονται, καὶ τῆς ἴσης τιμῆς παρ’ αὐτῷ κατηξίωνται, ἐπίσης ὧδε τὸν ἐκεῖ θεραπεύοντα θεραπεύσαντες· ὅσον τοίνυν βίος καὶ τελευτὴ καὶ τὰ πρὸς τοῦ παμβασιλέως γέρα ὅμοια τοῖς ἀριστεῦσι τούτοις καθέστηκε, τοσοῦτον κἀκεῖνοι τὸ ἓν ἄμφω πεφύκασιν, ὧν δὴ τὸ ὑπερέχον ἅμα καὶ πρὸς ἀλλήλους παντάπασιν ἐξισάζον καὶ ἡ ἐκκλησία δηλοῦντες οὐ τῆς κοινῆς ἐπωνυμίας καὶ τούτους ἠξίωσαν, ἀλλὰ προσηγορίαις τοὺς ἄνδρας ἐδεξιώσαντο, τῆς μὲν πάντων ἁγίων κοινῆς πλεῖστα διαφερούσαις, ἀλλήλων δὲ φωναῖς μὲν ἴσως σημασίαις δὲ οὐδαμῶς, τὸν μὲν γὰρ θεολόγον, τὸν δὲ μέγαν καλῶς προσηγόρευσαν. Εἰ δὲ θεολόγος καὶ μέγας οὐδὲν διαφέρουσιν ὁρᾷν πάρεστιν· οὐδεὶς μέγας κληθήσεται, εἰ μὴ μεγάλα πάντως ἐργάσεται· τοῦ δὲ θεολογεῖν μεῖζον οὐδέν· ὁ τοίνυν Γρηγόριος θεολογήσας μέγας ἐλέγχεται, καὶ πάλιν οὐδεὶς θεολόγος, εἰ μὴ περὶ θεοῦ φιλοσοφήσας φανείη· τὸ δὲ μεγάλα λαλεῖν θεολογεῖν ἐστιν· ὁ τοίνυν Βασίλειος μεγάλα λαλήσας, θεολογῶν μεμαρτύρηται, εἰ δὲ τὸ θεολογεῖν μεγάλα λαλεῖν καὶ τὸ μεγάλα λαλεῖν θεολογεῖν ἀποδέδεικται, οὐδὲν διοίσει θεολόγος Γρηγόριος καὶ μέγας Βασίλειος, ἢ μέγαν Γρηγόριον καὶ θεολόγον Βασίλειον λέγειν· ἄλλως τε οὔτε Γρηγόριος τοῦ μεγάλα λαλεῖν, οὔτε Βασίλειος θεολογίας ἀφίσταντο. |
| 1.636 | Γρηγόριος οὖν ὁ Βασίλειος, καὶ Βασίλειος ὁ Γρηγόριος, εἰ δέ γε βούλει Βασίλειος καὶ Γρηγόριος, ὁ Βασίλειος ὁ καὶ Γρηγόριος, καὶ Βασίλειος ὁ Γρηγόριος· οὕτω καὶ ὀνομάτων μέχρις ἓν τὼ ἄνδρε πεφύκατον· ἀλλὰ τἀκείνων μὲν πάντα πειρᾶσθαι λέγειν, μανία περιφανὴς, ὡς τὸ πρᾶγμα λίαν ἀμήχανον· ἃ δὲ δύναται λέγειν, καὶ ὅμοια δύνασθαι ταῦτα δεικνύειν, ὡς οὐδὲν εὐχερέστερον. Cap. XI. Ἠθοποιΐα. Τίνας ἂν λόγους εἶπεν Ἡρακλῆς μανίᾳ ληφθεὶς, καὶ δοῦλος τῷ Εὐρυσθεῖ καταστάς. Ὄντως ἅπαντα ἐν πᾶσιν ἀστάθμητα, καὶ ἄναλλα τὰ πάντα καὶ ἄνισα, καὶ ἀδικία πάντων κρατεῖ, καὶ περὶ πᾶν πρεσβεύεται· οὐκ ἀνθρώποις μόνοις, ἀλλά γε καὶ παρ’ αὐτοῖς τοῖς θεοῖς, καὶ πλέον ἐν τούτοις τἄδικα πολιτεύεται, ὅσῳ καὶ τὸν εὐθυνοῦντα οὐκ ἔχουσι· καταχρῶνται γοῦν τῇ αὐτονομίᾳ ἐπὶ τὰ πονηρὰ, καὶ ἀδεῶς τἄτοπα πράττουσι καὶ τὴν ἐξουσίαν ἐπὶ τὸ ἀδικεῖν συνέριθον κέκτηνται· τὰ δὲ κατ’ ἐμὲ τοῦτο πάντα δηλοῖ, ὃς θνητῆς μὲν ὁμολογῶ προελθεῖν, ἀλλ’ ὑπάτῳ θεῶν συνελθούσης· καὶ Ἀλκμήνη μὲν θείας φύσεως ἀληθῶς οὐ μετέσχεν, ἀλλ’ ὁ Ζεὺς πάντων θεῶν ὑπερέσχεν, ὅθεν τὸ τῆς μητρὸς ἔλλειμμα τὸ τοῦ πατρὸς ὑπερέχον ἀναπληρῶσαι ἐχρῆν, καὶ τὸν ἐξ αὐτῶν προελθόντα ἐμὲ γεγονέναι ἀθάνατον, ἐπεὶ καὶ ἡ Σεμέλη θνητή· ἀλλ’ ὁ ἐξ αὐτῆς τε καὶ τοῦ Διὸς πάντως ἀθάνατος· καὶ τὸ τῆς μητρὸς θνητὸν οὐδὲν τὸν Διόνυσον εἶναι θεὸν διεκώλυσεν· ἐγὼ δὲ ὁ τοὺς αὐτοὺς ἐκείνῳ κεκτημένος γονέας, τί ὢ τῆς ἀδικίας, μὴ ὅτι γε οὐ θεὸς ἀλλὰ καὶ ἀνθρώπου ἐκ προγόνων θνητοῦ δοῦλος εἶναι καταδεδίκασμαι, καὶ ὁ ἄνωθεν Ἡρακλῆς τῷ κάτωθεν Εὐρυσθεῖ δουλοῦται αἰσχρῶς, ὃν εἰ δοῦλον εἶχεν αὐτὸς, ἦν ἂν οὐδέν. |
| 1.637 | Ὡς ἀπόλοιτο ἡ Ἥρα καὶ τὸ ταύτης ζηλότυπον· μαίνεται πρὸς τοὺς ἐπὶ τῇ μητρὶ ἔρωτας τοῦ πατρὸς, καὶ τὸν Δία τρῶσαι μὴ δυναμένη ὅλην τὴν τῆς μήνιδος φαρέτραν κατ’ ἐμοῦ ἐκκενοῖ, καὶ τὸν τὴν αὐτῆς εὐνὴν ἐξυβρικότα τιμωρήσασθαι ἀδυνατοῦσα τὸν οὐδὲν ἀδικήσαντα πλήττει καιρίως ἐμέ. Τί γὰρ αὐτὸς αἴτιος, εἰ ὁ Ζεὺς μίγνυται τῇ μητρὶ, καὶ ζηλοτυποῦσα ἔκφρονά με ποιεῖ· καὶ τοῦτο δὴ τὸ περιᾳδόμενον· ἄλλου μαινομένου ἄλλος δεσμεῖται, καὶ τὸ δεινότατον, ὅτι κἀκεῖνος ταῦτα ὁρῶν οὔθ’ ὡς ἀδίκως πάσχοντα, οὐθ’ ὡς δι’ αὐτὸν οὔθ’ ὡς υἱοῦ ὅλως ἀντιλαμβάνεται· ἀλλὰ καὶ παραχωρεῖ μαίνεσθαι κατ’ ἐμοῦ· καὶ διὰ τὴν αὐτοῦ μανίαν ἐμὲ μανίᾳ καθυποβαλεῖν αὐτῇ συγχωρεῖ ἐγὼ δὲ τὴν μάστιγα ταύτην οὐ τοσοῦτον ὡς δεινὴν, ὅσον ὡς ἄδικον οὐ φέρων εἰς Πυθίου ἀπέρχομαι, θαῤῥῶν ἐκεῖθεν γοῦν τῶν δικαίων τυχεῖν, καίτοι καὶ τοῦτο ὅσον εἰς λύπης λόγον, τοὺς ἐκ τοῦ αὐτοῦ γεννηθέντας τὸν μὲν θεὸν μέγαν καὶ σοφὸν καὶ ἰατρὸν, καὶ μάντιν εἶναί τε καὶ ὀνομάζεσθαι· τὸν δὲ θνητὸν καὶ δοῦλον βροτοῦ, καὶ δυστυχῆ, καί τι πλέον ἢ ἔκφρονα· καὶ τὸν μὲν σοβαρῶς ἐπ’ ἀργυρηλάτου τρίποδος ὑπερκαθῆσθαι, καὶ παρὰ πάντων δορυφορεῖσθαί τε καὶ προσκυνεῖσθαι, καὶ πᾶσιν, εἰς ὅ τι ἕκαστος βούλοιτο ἂν, βοηθεῖν δύνασθαι, ἐμὲ δὲ τὸν περὶ ψυχῆς θέειν, καὶ μηδὲ ἑαυτῷ δύνασθαι βοηθεῖν, καὶ ὑπὲρ τοῦ μὴ πάσχειν ἐκείνου δεῖσθαι· ὅμως πρὸς τοῖς ἄλλοις φέρω καὶ ταῦτα καὶ ὡς εἷς τῶν πολλῶν ὁ τοῦ Διὸς Ἡρακλῆς ἱκέτης τοῦ ἀδελφοῦ γίνομαι. κἀγὼ μὲν αἰτῶν λύσιν δικαίαν τῆς ἀδίκου μανίας. |
| 1.638 | ὁ δὲ τί; προσεπιτίθησι τοῖς δεινοῖς ἔτι δεινότερον, καὶ λύσιν ἀνεῖλε τῆς μανίας αἰσχροτέραν πολλῷ, καὶ τὸν θεῖον δεσμὸν ἐκφυγεῖν ἔγωγέ τοι ζητῶν προσεπιδεσμοῦμαι καὶ ἀνθρωπίνῳ, καὶ τὴν Ἥραν ἐκφυγεῖν θέλων, οὔτε ταύτην ἐξέφυγον, καὶ τῷ καθάρματι τούτῳ ἀνδράποδον ἄγομαι. Ἐβουλήθην μὲν οὖν τῆς Πυθίας ἐπιέναι τὴν δάφνην σειούσης, καὶ τὰ τοιαῦτα ληρούσης τόν τε τρίποδα τοῦ ποδὸς λαβόμενον ἀνατρέψαι καὶ ταύτην ἐπικαταβαλεῖν, καὶ συμπατήσας τέλεον ἐκτρῖψαι τὴν ὄντως ἐπίτριπτον· εἶτα καὶ τὸν νεὼν ἐκ βάθρων αὐτῶν ἀνασπᾶσαι καὶ σύν γε τοῖς ἀναθήμασι καὶ τῷ θεῷ τοῦ Παρνασοῦ κάτω βαλεῖν, ὡς αὐτὰ μάντεως δεῖσθαι, ὅπως ἐκεῖθεν ἀνελθεῖν δυνηθεῖεν· ὅμως δ’ ἐπέσχον ἐμαυτὸν τῆς ὁρμῆς, καὶ κατελθὼν ἐκεῖθεν δουλοῦμαι τῷ λήρῳ τούτῳ, καὶ τὰ δοκοῦντά οἱ ἀναντιῤῥήτως τελῶ, τέλος τῆς Πυθικῆς παραληρήσεως ἰδεῖν βουλόμενος· ἂν μὲν οὖν τελεσθέντων τῶν διωρισμένων ἀγώνων τῆς νόσου ἀπαλλαγῶ, εἰ δ’ οὒ, τὸ ῥόπαλον τοῦτο τοὺς κατ’ ἐμοῦ λυττήσαντας, ὡς εἰκὸς, μετελεύσεται, καὶ δικαίως τιμωρήσομαι τοὺς ἀδίκως ἐμὲ νῦν ἐλαύνοντας· εἰ μηδὲν γὰρ ἕτερον, τοὺς γοῦν νεὼς πάντας αὐτῶν ἀνατρέψω, καὶ τὰ ξόανα τούτων συντρίψω. καὶ εἴ τινα θύοντα τούτοις καταλάβω, τοῖς θύμασιν αὐτὸν ἐπιθύσω, καὶ οὕτως τὸ ὄνομα τούτων τῆς γῆς ἐξαρῶ, καὶ τότε ἥ τε τῆς Ἥρας ἰσχὺς ἐλεγχθήσεται, καὶ ὁ Ἀπόλλων, εἰ τὰ μέλλοντα ὁρᾷ, φανήσεται. Cap. XII. Ἔκφρασις τοῦ ἐν τῷ βαπτιστοῦ σεμνείῳ τεμένους τοῦ τὴν κολυμβήθραν περιέχοντος. Πάντας μὲν οἴκους ἁπλῶς εἰκὸς ἐπαινεῖν, ἐπὶ οὐ σμικρᾷ θεραπείᾳ τῶν ἀνθρώπων ἐξευρημένους, τοσοῦτον δὲ πλέον, ἐν οἷς τὸ θεῖον οἰκεῖ τε καὶ θεραπεύεται, ὅσον ἀνθρώπων θεὸς διενήνοχε, καὶ ἀπὸ γῆς οὐρανὸς φύσει τε καὶ τόπῳ διέστηκεν. |
| 1.639 | Οὐρανοὶ γὰρ πάντως καὶ οὗτοι, εἴπερ καὶ τὸν οὐράνιον ἐκολπώσαντο, τοσούτῳ δ’ αὖθις τῶν ἑκασταχοῦ πάντων πλέον τὸν ἐν τῷ τοῦ βαπτιστοῦ φροντιστηρίῳ ἑστηκότα καὶ τὴν κολυμβήθραν περιέχοντα, ἐν ᾗ ὁ τῇ φύσει κεκαθαρμένος τὸν παρὰ φύσιν ῥύπον ἡμῶν ἀπεσμήξατο, ὅσῳ τῶν ἄλλων ἁπάντων ἐξαισιώτερος, καὶ κόσμοις παντοίοις καὶ ξέναις χάρισι βέβριθε, καὶ οἷα τῷ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ὡραίῳ κάλλει καθιερωθεὶς, οὐδενὸς ὡραΐσματος τῶν ὁπόσα τῷ παρόντι βίῳ, λειπόμενος οὕτω δὲ περίκλυτος ὢν, καὶ τοῦ κρείττονος χώρου τετύχηκε. Τῆς γὰρ αὐλῆς τὸ μέσον ἐπέλαβε, καὶ ὥσπερ κέντρον μεσαίτατον ταύτης ὑπερανέστηκεν, ὥστ’ ἰδὼν τὴν μὲν πᾶσαν αὐλὴν σώματι καινῷ τινι ἂν εἰκάσειας. τὸν δὲ ναὸν τουτονὶ καρδίᾳ, τῷ καλλίστῳ μέρει τοῦ σώματος, καὶ δι’ οὗ πᾶν συνίσταται· ἢ μᾶλλον τὴν μὲν κατ’ ἀσπίδα φαίης ἐσχηματίσθαι, τὸν δὲ οἷά τινα χρυσοῦν ὀμφαλὸν μέσον αὐτῆς ἐμπεπάρθαι· ἐξαίσιον οἷον ἀποστίλβοντα, καὶ ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐρίζοντα. Ψηφίσι γὰρ χρυσοπάστοις τὸ πλεῖστον μέρος αὐτῆς κατακέκασται, αἷς καὶ προσβαλουσῶν τῶν τοῦ ἡλίου βολῶν, ἀμηχανόν ἐστιν εὑρεῖν, ὁποτέρωθεν ἐξανίσχουσι, καὶ τίνι προσβάλλουσι, πότερον ἐκ τοῦ δίσκου ταῖς ψηφίσιν, ἢ ἐκ τῶν ψηφίδων τῷ δίσκῳ· οἶμαι δὲ οὐκ ἀξιῶσαι τοὺς ἐντὸς περὶ τῷ φροντιστηρίῳ οἴκους καὶ χώρους· ἑνὶ γέ τινι μέρει τἄγαλμα τουτὶ περιγραφῆναι, ὥστε μόνον ἐκεῖνον τούτου κατατρυφᾷν, ἀλλ’ ὥσπερ κοινὸν κτῆμα τούτων καὶ καύχημα μέσον αὐτῶν πάντων ἑστάναι, ἵν’ ἕκαστος τὸ ἴσον αὐτοῦ ἀπολαύοιεν, καὶ μηδεὶς τῶν ἄλλων πλείονος ἔχοιτο, ὡς ἀδικῶν ἐν τούτῳ πάντας περὶ τὰ μέγιστα· καὶ οὕτω μὲν, ὡς ἔφημεν, ἕστηκε· περὶ δὲ τοῦτον κυπάριττοι πάντη ἀναπεφύκεσαν, ὑπερανεστηκυῖαι τῆς τοῦ ναοῦ ὀροφῆς, τοσοῦτον τούτου ἀφεστηκυῖαι, ὅσον τὸν βουλόμενον μεταξὺ ἀπροσψαύστως περινοστεῖν, καὶ ἀπὸ μὲν ῥίζης ἄχρι τῆς κορυφῆς πάντη ἀνατρέχουσιν ὄρθιαι, ἄκραις δὲ κόμαις ἐπινενεύκασι πρὸς τὸν νεὼν, καὶ οἷον εἰπεῖν δακτυλοδεικτοῦσι, μονονοὺ φωνὰς ἀφιᾶσιν ἐν τοῖς ὑπὸ τῶν πνοῶν ὑποψιθυρίσμασιν, ὡς οὗτος ὁ ἐντὸς βαπτιζόμενος μετὰ μικρὸν ἐν ἡμῖν στρωθήσεται· καὶ ἐπὶ τῷ λόγῳ εἴποις ἰδὼν τὰ φυτὰ περισκαίρειν, καὶ οἷον εἰπεῖν ἐπαγάλλεσθαι· κατεσκεύασται δ’ ὁ ναὸς ἐπὶ πλευραῖς ἴσαις ἀλλήλαις τέσσαρσι· τοσαύταις γὰρ στοαῖς τὸ πᾶν κτίσμα ἀπήρτισται· ἑκάστη στοὰ ἑκάστης πλευρᾶς ἐπελάβετο, ἐπὶ ταῖς ἀλλήλων ἑνώσεσιν· εὐφυῶς πως αἱ στοαὶ ἡρμοσμέναι τυγχάνουσιν· οὐκ ἂν εἴποις ἰδὼν τὸ κτίσμα τετράστοον, ἀλλ’ ἓν σῶμά σοι τὸ πᾶν δόξειεν, οὕτως ἡ τέχνη ἠκρίβωται τῷ δομήτορι· ὄροφος ἐφύπερθεν τῶν στοῶν ἐκτετάννυσται· ἔργον καὶ τοῦτο δομήτορος τὰ κάτω μέρη τῷ κτίσματι ὅσον ἀπὸ γῆς μέχρι τινὸς πέριξ πάντη λίθοις λευκοῖς κατεστήρικται, καὶ οἷα πόδες, ἰσχυροτέραις ὕλαις ἐμπεπέδωται, καὶ οἷον εἰπεῖν καταπέφρακται· ὁ δὲ ἑρμογλύφος πῶς ἂν εἴποις, τοὺς λίθους ἀπέξεσέ τε καὶ ἀπεστίλβωσεν, ἢ πῶς αὐτοὺς τοῖς λαξεύμασι κατεποίκιλεν. |
| 1.640 | Τὴν λαξευτικὴν ἑτέρα διαδέχεται τέχνη· καὶ τὰς στοὰς ἐπιλούει ψηφίσιν ὡς ἔφημεν, καὶ οἷα χρυσῷ ἐπενδύει τὰ κτίσματα· τὰ δ’ ὅλα χρυσῷ καταπέπασται· ὅλα ἐξήστραπται, ὅλα τοῦ ἡλίου καταπεφρόνηκεν· ὁ δὲ γεγραφὼς ἐπὶ τοῖς τοίχοις εἰκόνας θείας διαφόρων ἁγίων συντίθησι, καὶ στήλας βασιλικὰς, οὐκ ἐκ χρωμάτων δὲ κατασκευάστων, ἀλλ’ ἐκ ψηφίδων καὶ αὗται γεγράφαται, παντοῖα χρώματα φερουσῶν, καὶ ὅσοις εἰκόνα συγκεῖσθαι εἰκός· οὕτω τὸ πᾶν κατεψήφωται. |
| 1.641 | Ὁ μέντοι φραγμὸς τῶν στοῶν ἄλλης τέχνης ἐξεύρημα, ἑκάστης γὰρ τὸ ἄκρον κύρτωμα ὑπερανέχουσι κίονες, μεταξὺ δὲ τῶν κιόνων ξύλα λεπτὰ εἰς κάλλος ἐξεσμένα καὶ τετορευμένα εὐφυῶς πως ἀλλήλοις καὶ τοῖς κίοσιν ἥρμοσται, καὶ φραγμὸς ταῦτα τῇ τ’ ἄρκτῳ καὶ μεσημβρίᾳ γίνεται· τὰς δ’ ἑτέρας δύο πύλαι ἐμφράττουσιν, οἶμαι δ’ οὐκ ἀπᾷδον οὐδὲ περιττὸν, καὶ ταύτας τὴν μὲν ἐκ δύσεως, τὴν δ’ ἐξ ἀνατολῶν ἠνεῷχθαι· ἀλλ’ ἡ μὲν τοῖς ἐκ ζόφου δυτικοῦ τῆς ἀσεβείας προσελθοῦσι καὶ τῷ θείῳ λούματι προσδραμοῦσι γνησίως ἀναπετάννυται καὶ τῇ κολυμβήθρᾳ τούτους δῶρον δωρεῖται πολύτιμον· εἶτα μυστικῶς τὸν ῥύπον ἀπολουθέντας καὶ λαμπρυνθέντας, ἡ ἑτέρα τούτους παραπέμπει πρὸς τὴν ἐξ ὕψους ἀνατολήν. πλείονος καὶ καθαρωτέρας λαμπηδόνος κατατρυφήσοντας· οὕτως οὐδὲν ἀργὸν τοῦ ναοῦ καὶ λόγου λειπόμενον, καὶ τὰ μὲν ἐκτὸς τοῦ νεὼ ὡδὶ παντοίαις τέχναις μεμέρισται, καὶ ὡσανεί τις ἔρανος φιλοτιμίας αὐτῶν ἀνεγήγερται· εἰσιόντι δὲ τοῦ ναοῦ εὐθὺς τοὔδαφος πᾶν λίθων λευκῶν σοι τοῖς ἐκκρίτοις ἐπέστρωται· μέσον δὲ τούτου χθαμαλή τις κιονὶς ἐνεπάρη, καθ’ ἧσπερ ἡ κολυμβήθρα ἐρήρεισται· ἡ δὲ καὶ αὐτὴ λίθος λευκὴ λελαξευμένη ὡς τὸ εἰκὸς, καὶ θαυμάσιον ἀποστίλβουσα, καὶ ὄντως μαρμαῖρον, ἵν’ οὕτως εἴπω, τὸ μάρμαρον· θάλαμος δὲ τέρας ἄλλο τι ταύτην ἐμπεριείληφε· περὶ γὰρ αὐτὴν κτίσμα τι μικρὸν ὅσον ἀπὸ γῆς μέχρι τινὸς ἀνεστηκὸς, καὶ ταύτης ἱκανὸν διεστὼς περιελίττεται, καὶ χορείαν ὡσανεί τινα ἀναρτίζει· ἐπὶ δέ γε τούτου κιονίδες τινὲς διασταδὸν κατὰ στίχον στηρίζονται, ἅπερ ἄκραις κεφαλαῖς κεκυρτωμένην ὀροφὴν δομήτορος ἔργον ἀνέχουσιν, ἐνταῦθα γὰρ λιθοξόος δομήτορι ὑπεξίσταται· καὶ δομήτωρ λιθοξόῳ ὑποχωρεῖ, ὁ μὲν γὰρ στρώννυσι τοὔδαφος, ὁ δὲ τὸ τοιχίδιον περιΐστησιν· εἶτ’ ἐν μέρει τῷ μὲν οἱ κίονες ἀνατρέχουσι, τῷ δ’ αὖ κυρτοῦται ἡ ὀροφὴ, καὶ οὕτως ὁ θάλαμος ἀπαρτίζεται· τῆς δ’ ὀροφῆς ἔνδον ταύτης ὁ γραφεὺς ὅλα χρώματα συγκεράννυσι, καὶ τὸν βαπτισμὸν τοῦ σωτῆρος ἐκεῖ καταζωγραφεῖ· ὅστις δὴ καὶ κατὰ καιρὸν τῆς θείας κάτω κολυμβήθρας ὕδατος ἐμπλησθείσης ἁγίου, ἔνδον εὐθὺς τοῦ ὕδατος ὁρᾶται, αἰσθητῶς ὡσανεὶ βαπτιζόμενος, καὶ ὁ τοῖς ἄνω ἀεὶ ἐμφιλοχωρῶν θεὸς κάτω δι’ ἐμὲ τηνικαῦτα γίνεται καὶ προσπελάζει τῇ γῇ· φιλῶ σου τὴν χεῖρα γραφεῦ· εἰ δέ γε βούλει τὴν ἐπίνοιαν, καθ’ ὑδάτων γὰρ γράφεις, ὅπερ πολλῷ τῶν λίαν ἀδυνάτων ἐστίν. |
| 1.642 | Ὁ μέντοι γε λοιπὸς χῶρος περιειλεῖται τῷ ξένῳ τούτῳ θαλάμῳ ἐκτὸς, καὶ ὥσπερ στέφανος αὐτὸν περιτρέχει, καὶ προνάῳ τούτου τινὶ ἔοικεν. Ἐπὶ μέντοιγε τὴν ὄροφον τούτου πάλιν ὁ γραφεὺς τῆς σφετέρας τέχνης πᾶν τὸ φιλότιμον πινακηδὸν ἐξαντλεῖ, καὶ πᾶν ὅτι περ συμβάλλον τῷ θείῳ βαπτισμῷ καταγέγραφε· τὸν βαπτιστὴν τὸν λαὸν ἐκδιδάσκοντα, τοὺς προσερχομένους βαπτίζοντα· ἴδοις ἐκεῖ τὸν κεκαθαρμένον ὥσπερ ἕνα τῶν ῥυπαρῶν αἰτοῦντα τὸ βάπτισμα, τὸν δὲ βαπτιστὴν πρὸς τὴν αἴτησιν μέχρι τινὸς ἀπαρνούμενον· ἐκεῖ Ἠλίας κατὰ πῦρ σὺν πυρὶ ἀ ε̈ ροβατῶν καὶ μηδόλως φλεγόμενος, ὅπερ καὶ σαφῶς μαρτυρεῖ τῷ περὶ αὐτὸν πάλαι θαύματι· τὸ μὲν γὰρ πάλαι τῆς ἀληθείας τὸν ζηλωτὴν πυρὶ κατέχεσθαι, καὶ μηδὲ φλέγεσθαι, θείας πάντως δυνάμεως· τὸ δὲ μὴ καὶ νῦν γεγραμμένον ἐνταῦθα τῆς γραφῆς ἀσθένεια πέφυκεν· ἀδυνατεῖ γὰρ πρὸς φύσιν πυρὸς ἡ τέχνη· συμβαίη τοίνυν θεϊκὴν ἰσχὺν τὴν ἀσθένειαν τῆς γραφῆς ὥσπερ διατυποῦν καὶ μιμεῖσθαι, οὕτως ἡ γραφὴ καὶ τῆς ἀληθείας ἐπιτυγχάνουσα ἐπαινετὴ, καὶ ταύτης ἀποτυγχάνουσα ἐπαινετωτέρα καθέστηκε· μετὰ τοῦτο τὸν Ἰακὼβ σὺν γυναιξί τε καὶ θρέμμασι δραπετεύοντα τὸν κηδεστὴν ἔγραψεν, ἔτι δὲ καὶ αὐτὸν τὸν Λάβαν τούτους καταλαμβάνοντα, καὶ τοὺς σφετέρους θεοὺς ζητοῦντα, οὕσπερ ἡ Ῥαχὴλ κλέψασα ὑπὸ τῷ σάγματι τῆς ὄνου κατέκρυψε, πόθον πολὺν εἰς αὐτοὺς τρέφουσα, ὅνπερ ὕστερον πρὸς τὸν ἀληθῆ θεὸν νουνεχῶς μετεκέντρισεν. |
| 1.643 | ἐπὶ τούτοις ὁ Ἰσραὴλ τὴν Αἴγυπτον φεύγει διὰ τῆς ἐρυθρᾶς, ὁ δὲ Φαραὼ ὑποβρύχιος γίνεται· καὶ ὁ Μωϋσῆς τῷ Ἰσραὴλ ἡγούμενος, μετὰ χεῖρας τὴν θαυματοποιὸν ῥάβδον ἔχων, καὶ μετὰ μικρὸν αὐτὴν ἐμβάλλων τῷ ὕδατι, καὶ μεταβάλλων αὐτοῦ τὴν πόσιν τοῖς μὴ μεταβαλλομένοις τὴν γνώμην· μετὰ τοῦτο πάλιν ὁ Ἰσραὴλ ἐφ’ ἁμάξης τὴν πολύκρουνον πέτραν φέρων· ὥσπερ ζημίαν ἡγούμενοι, ἂν μὴ μεθ’ ἑαυτῶν τὸν ἔλεγχον τῆς σφετέρας ἀπιστίας φέρωσι· ταύτης γὰρ οὐκ ἀφιστάμενοι, οὐδὲ τῆς στηλιτευούσης ταύτην πέτρας διΐστανται· εἶτα τούτοις τὴν αἰτηθεῖσαν Αἰγυπτιακὴν τροφὴν ὁ γραφεὺς δίδωσι, καὶ σοφῶς καὶ εὐστόχως, εἴπερ ἐν ἄλλῳ τῷ πηλῷ τε καὶ χρώμασιν ἐν ταύταις ἐχρήσατο· τοιαῦται γὰρ αὗται τῷ τε μάννα καὶ τοῖς ἑτέροις συνεξεταζόμεναι· πρὸς δὲ καὶ ἵν’ ἐσθίοντες τοῦ πηλοῦ καὶ τῆς πλινθίας ἀναμιμνήσκωνται, καὶ οἷς μοχθοῦντες οἱ ἄθλιοι, τοιούτοις ἐτρέφοντο· καὶ ἁπλῶς εἰπεῖν, ὁπόσα τύποι καὶ ὑπογραμμοὶ τοῦ θείου βαπτίσματος, πάντα τῷ γραφεῖ ἐκεῖ καταγέγραπται· ἀλλ’, ὦ γραφεῦ, τίνος χάριν τὰς γραφὰς ταύτας ᾖρας ὑψοῦ καὶ πρὸς τῇ ὀροφῇ, ἀλλ’ οὐ τοῖς τοίχοις κάτω ἐνέγραψας, τί σοι τὸ πρᾶγμα βούλεται; τί τὸ τοῦ τόπου σοι ἀπλησίαστον; ὑποτοπάζω σου τὸ μηχάνημα· οὐ τηνάλλως ἐπιβάλλω τοῖς σοῖς σκαιωρήμασιν, οὔ με τὸν Θεμιστοκλέα λάθοις, ὦ Ἄπολλον· σὺ μὲν ἀνεῖλες λοξὰ, ἐγὼ δὲ καταξανῶ σου τὸ αἴνιγμα· ἄκουε δή· οἶσθα τὴν μὲν σὴν τέχνην, ἀπατῶσαν μὲν ὄψιν, ἡττωμένην δ’ ἁφῆς· τὰ δὲ σὰ τοῖς χρώμασι πεπλασμένα ὕδωρ καὶ πῦρ, τὰς φύσεις ἀνταμειψάμενα, καὶ τὸ μὲν κατάξηρον ὂν, τὸ πῦρ δὲ ὑπέρψυχρον, ἔνθεν τι καὶ τῆς μὲν ἁφῆς τὰ σὰ στοιχεῖα διέστησας, ἵν’ ἀποδραπετεύῃ τὸν ἔλεγχον, τῇ δ’ ὄψει μόνῃ ἀπήρτησας, ἵν’ ἀπατᾷν καὶ ἀληθῶς ταύτῃ κρίνηται· ἔχω σου πάντως τὸν νοῦν· οὐκ ἀποτυγχάνω σου τοῦ σκοποῦ, ἀλλ’ ἐπαινῶ σε τῆς τέχνης, δι’ ἧς τοιαῦτα ταύτῃ μιμῇ· ὑπερεπαινῶ σε τῆς ἐπινοίας, ἐν ᾗ τῇ τέχνῃ σαυτῷ τε καὶ τῷ διὰ πάντων κεχαρισμένῳ τούτῳ ναῷ οὐ τὸν τυχόντα περιῆψας ἢ σμικρὸν ἔπαινον. |
| 1.644 | Cap. XIII. Θέσις, εἰ γεωργίᾳ χρηστέον. Ὁ τὸ συνέχον καὶ συνιστὰν τὸν ἡμέτερον βίον ζητῶν τὴν γεωργίαν εἰς νοῦν λαβέτω μοι· αὕτη γὰρ μετὰ τὰς ἄνωθεν ψήφους ἡμῖν τὸ εἶναι κεχάρισται· ἥτις πρόσταγμα μὲν τοῦ δημιουργοῦ ἐκ τῶν ἀγράπτων καθέστηκεν, ἔργον δὲ ἄνωθεν παρ’ αὐτοῦ δεδομένον τἀνθρώπῳ· ἐργάτης γὰρ καὶ οὐκ ἄλλου τινὸς πλασθεὶς ὁ ἄνθρωπος, πλὴν τοῦ παρ’ ἐκείνου ὑπὲρ αὐτῆς φυτευθέντος περιᾳδομένου παραδείσου τέτακται, ἐν ᾧπερ ἔργον οὐδὲν ἕτερον, ἢ πάντως γεωργία καθέστηκεν· εἰ δὲ κτίσμα μεῖζον οὐδὲν τοῦ ἀνθρώπου, ἔργον δ’ οὐδὲν ἕτερον ἢ γεωργία παρὰ τοῦ δημιουργοῦ τούτῳ δεδώρηται, καὶ ταῦτ’ οὔπω πταίσαντι, τῇ τε δηλαδὴ τοῦ δωρουμένου ὑπεροχῇ καὶ τῇ τοῦ δεχομένου ἀξίᾳ, πάντων ἔργων ὑπερκεῖσθαι ἰσχυρῶς ἡ γεωργία ἐλέγχεται· καὶ παρ’ ἀνθρώποις τὸ καλὸν τοῦτο πολιτευόμενον, τί τῶν λυσιτελῶν οὐκ ἐργάζεται; πρῶτον μὲν ὅσον τὸ καθ’ αὑτὴν ἀθανάτους τοὺς θνητοὺς ἀπεργάζεται, τὸ ζῇν πᾶσι ζώοις παρεχομένη, εἴπερ διὰ μὲν τῆς ζωῆς τὸ ἀθάνατον περιγίνεται, διὰ δὲ τὸ ζῇν τὸ φαγεῖν, τὰς δὲ τροφὰς ἡ γεωργία παρέχεται, ζῇν δὲ παρασχοῦσα καὶ καλῶς ζῇν προσαπένειμε, σοφοὺς ἡμᾶς ἀπεργαζομένη, δι’ ὧν γὰρ αὕτη τῶν πρὸς χρείαν πάντων εὐπορεῖν δίδωσιν, ἐπιστημῶν καὶ τεχνῶν καὶ παντοίων ἐπιτηδευμάτων ἀκωλύτως ἀντέχεσθαι προξενεῖ· ἡ γὰρ ἐκείνων ἀπορία τῶν τοιούτων καλῶν πάντων κώλυμα· ἐπείπερ τοῖς ταύτης δωρήμασι λήξασι συλλήξαιεν ἂν καὶ πᾶν ὅ τι κάλλιστόν τε καὶ χρησιμώτατον· σὺν τούτοις δὲ καὶ ἀνδρίας ἡ γεωργία σοι πρόξενος· εἰ γὰρ ἐξ ἀτροφίας ἀσθένεια καὶ νέκρωσις τοῖς σώμασι περιγίνεται, ἐκ τροφῆς δηλονότι ῥώμη τούτοις προσγίνεται· τὸ μέγιστον σπουδαίους ἡμᾶς ἡ γεωργία ἐργάζεται· οἷς γὰρ τἀναγκαῖα πάντα παρεχομένη τῶν σωματικῶν ἡμᾶς ἀπαλλάττει φροντίδων, αἵπερ πρὸς ἀρετὴν πολλάκις πρόσαντες γίνονται, φιλοσοφεῖν ἀκωλύτως παρέχεται· εἰ δὲ πρόσταγμα γεωργία τοῦ κρείττονος, ἔργον δὲ τῷ τῶν ἁπάντων κτισμάτων τιμιωτάτῳ, πρώτως παρὰ τοῦ δημιουργοῦ δεδομένον, σοφίαν δὲ καὶ ἀνδρίαν ἐργάζεται, ζωῶν δὲ καὶ ἀμφοτέρων αἴτιος φαίνεται, πῶς οὐ τὸ πᾶν αὕτη συνέχει καὶ πάντων ὑπέρκειται; Ναί φησιν, ἀλλ’ ἡ γεωργία ἔσθ’ ὅτε ζημίας παραίτιος γίνεται· στοιχείων ἀνωμαλία τὰ τοιαῦτα οὐ γεωργία ἐργάζεται· πλείστου γὰρ αὐχμοῦ ἢ ὄμβρου ῥαγδαίου ἐπικρατήσαντος, ἢ ἀνέμων δυσπνοίας ἢ τοιαύτης ἄλλης ἐκτροπῆς ἐπεισπεσούσης, τὰ δεινὰ ταῦτ’ εὐθὺς εἰσκωμάζει, ὧν πάντων οὐχ ἡ γεωργία, ἀλλὰ τὰ στοιχεῖα αἴτια πάντως καθέστηκεν, ὥστε ἔλαθες σαυτὸν γεωργίᾳ προφέρων, ἃ στοιχείων ἀδικήματα πέφυκε. |
| 1.646 | δοκεῖς δέ μοι ὁ ταῦτα λέγων ῥᾳδίως καὶ τῷ τρώσαντι συγχωρήσας τὸν ἀδίκως παρ’ ἐκείνου τρωθέντα ἐλέγχειν, καὶ τὸν φονέα παραδραμὼν ἐγκαλεῖν τῷ κειμένῳ, ὅτι ἀδίκως πεφόνευται· καὶ ἁπλῶς τὸν ἀδικηθέντα δίκας εἰσπράττειν, ὅτι ἠδίκηται· ἄλλ’ οὔτε τὰ τοῦ πράξαντος πλημμελήματα τῷ παθόντι προσαναθεῖναι δίκαιον, καὶ ἄλογον, εἰ τῇ γεωργίᾳ τὰς ἐκτροπὰς τοῦ καιροῦ λογιούμεθα· εἰ δὲ καὶ γεωργίαν ταῦτα θησόμεθα, οὐ περὶ τοῦτο ἀργίαν αὐτῆς καταψηφίζεσθαι δίκαιον, οὐδὲ γάρ τις τοῦ βαδίζειν ἐπαύσατο καὶ ἀκίνητος πάντη μένειν ἠγάπησεν, ὅτι βαδίζων προσέπταισε, καὶ τὸν ὀφθαλμὸν ἢ τὴν χεῖρα τυχὸν ἐξέκοπτεν· οὐδέ τις ἀτροφίαν πᾶσαν στέργει καὶ ἄσιτος πάντη κάθηται, ὅτι τινὰ ἐσθίοντα ψιχὸς παρεμπεσούσης ἀπελθεῖν ἔγνωκεν· οὐ γὰρ ὅτι τοῖς πράγμασι δυσχερῆ τινα πρόσεστι, διὰ τοῦτ’ ἀποστατέον αὐτῶν, ἀλλὰ μάλισθ’ ὅτι χρήσιμα ἀνθεκτέον ἐκείνων, τῶν ἐπισυμβαινόντων αὐτοῖς δυσχερῶν ὀλίγα φροντίζοντας· εἰ δὲ πᾶσι μὲν πράγμασι δυσχερῆ τινα πρόσεστι, πάντα δὲ πράττομεν ἄνθρωποι πρὸς μὲν τὸ χρήσιμον ἐκείνων ὁρῶντες· περὶ δὲ τοῦ τέλους αὐτῶν τὰς ἐλπίδας χρηστὰς τρέφοντες, τοσούτῳ γεωργίας μάλιστα πλέον πάντων ἀντιληπτέον ἐστὶν, ὅσῳ καὶ πάντων λυσιτελέστατον πέφυκε. Ναί φησιν, ἀλλὰ τοὺς πλουσίους πένητας ἡ γεωργία ἐργάζεται. Ἀφορίας ταῦτα τἀπίχειρα, καὶ καιροῦ οὐ γεωργίας τὰ συναντήματα· σὺ δ’ ἔοικας κατηγορεῖν γεωργίας, ὅτι μὴ καὶ καιρῶν αὐτῶν βασιλεύει, καὶ τὰ ἄστατα φύσει ὅτι οὐκ ἐπὶ τοῖς αὐτοῖς μένειν παρασκευάζειν δεδύνηται· ἔα τοὺς καιροὺς ἐκτρέπεσθαι καὶ μεταβάλλειν συχνὰ, ὅτι τοῦτο φύσις αὐτοῖς, μὴ ζήτει παρὰ γεωργίας, ἃ τῆς γεωργίας ἀφέστηκε, μὴ ἄλλα διάβαλλε δι’ ἀλλότρια πταίσματα, καὶ καιρῶν τὴν πενίαν προξενούντων, γεωργία μὴ κακιζέσθω σοι ὡς τοὺς μετερχομένους δῆθεν ἐκτρίβουσα, οὐ μὴν, ἀλλὰ καὶ πλοῦτον μᾶλλον οἶδεν ἡ γεωργία οὐ πενίαν χαρίζεσθαι· καιρῶν γὰρ προελθόντων ἐπηρείαις ἀνταγωνίζεται, καὶ ἅπερ καιροῦ ἀταξία καὶ ὕβρις διελυμήνατο, ταῦτα γεωργία ἐπανεσώσατο, τοῖς ἑαυτῆς φαρμάκοις ἐξιωμένη, οὓς ἡ τῶν στοιχείων ἀνωμαλία τραυματίας ἀπέδειξε· πῶς οὖν πενίας ἐργάτης, ἢ πενίας ὀλετὴρ πέφυκεν; εἰ δὲ πενίας ἡ γεωργία φθορεὺς, πλούτου δηλαδὴ πρόξενος. |
| 1.647 | Ναί φησιν, ἀλλ’ ἐργῶδες τὸ πρᾶγμα, ἐργῶδες, καὶ ποίας ἀποδημίας στέλλεσθαι προξενεῖ, ἢ πόσας χώρας καὶ λιμένας μεταμείβειν ἀναγκάζει ἡ γεωργία; οὐκ ἔνθα οἰκεῖς, ἐκεῖ σοι καὶ ταύτην ἐργάζεσθαι πρόκειται; ὅπου γὰρ ἐνδιαιτᾷ γῇ· ἔνθα δὲ γῆ, γεωργεῖν ἔξεστι· τί δέ; ἀποδημεῖς μὲν οὐδαμῶς, πονεῖς δὲ περὶ τὴν ἐργασίαν αὐτῆς, καὶ μὴν βοῦς μὲν τὸν αὐτῇ προσόντα πόνον ὑφίσταται, σὺ δ’ οὐδὲν ἢ τοὺς καρποὺς συγκομίζῃ· καὶ νεφέλαι μὲν ἄρδουσι, σὺ δὲ τὰς ἀποθήκας πληροῖς, καὶ ἥλιος καὶ ἀὴρ ἅμα γῆν συνεκτρέφουσι, σὺ δ’ ἀπολαύεις αὐτῶν· ὥστε πῶς ἐργῶδες, ὃ μηδὲ ὅτι γε πόλεμον οὐδένα σοι προξενεῖ, ἀλλὰ καὶ μετὰ ῥᾳστώνης ὅτι πολλῆς πάντ’ ἀγαθὰ δίδωσιν· εἰ δ’ ἔτι φιλονεικεῖς, ὡς ἐργῶδες ἡ γεωργία, χάρις σοι τοῦ ὑπερφυοῦς ἐγκωμίου, ὅπερ πλέκων νῦν αὐτὴν ἀναδεῖς, εἰ γὰρ τἀγαθὰ πάντα πόνῳ προσγίνεσθαι σαφῶς μεμαρτύρηται, καὶ ἱδρώτων ἄνευ τῶν χρηστῶν οὐδὲν ἀναφαίνεσθαι πᾶσιν ἀνωμολόγηται, πῶς πόνοις σὺ τὴν γεωργίαν κατορθοῦσθαι λέγων οὐκ ἐναργέστατα βεβαιοῖς, ὅτι τῶν χρηστῶν ἓν καὶ αὐτὴ πέφυκεν· ὥστε δι’ ὧν πειρᾷ διαβάλλειν τὴν γεωργίαν, δι’ αὐτῶν ἐπαίρων ταύτην σαυτὸν λανθάνεις· καὶ οἷς προτείνεις ἐπαινέτης ταύτης ἀντὶ κατηγόρου γινόμενος οὐκ αἰσθάνῃ· εἰ μὲν οὖν ἐπαινέσων μὲν γεωργίαν, συνηγορήσων δ’ ἐμοὶ, ἄνθρωπε, νῦν ἀνέστης, τί σχῆμα ἀνέβαλες ἀντιλέγοντος, καὶ πρόσωπον κατηγοροῦντος ὑπέδυς, καὶ οὐ ταῦτα μεταβαλὼν, καὶ τὴν σκηνὴν ῥίψας, καθαρῶς συνεπαινεῖς μοι τὴν γεωργίαν, οὐδέσιν ἄλλοις ἢ τούτοις αὐτοῖς, ἃ προτείνεις νῦν, χρώμενος· εἰ δὲ τοὐναντίον κατηγορήσων μὲν αὐτῆς, ἐμοὶ δ’ ἀντερῶν, ἕτερα προβαλοῦ, ἃ νῦν ἀνθυποφέρεις παρεὶς, ὡς οὐ ψόγους, ἀλλὰ μεγίστους ἐπαίνους γεωργίας τυγχάνοντα, καὶ εἰκότως αὐτὴν ἐπαινεῖς, ἐπαινετὸν γὰρ γεωργία καὶ λυσιτελέστατον, ὡς οὐδὲν ἕτερον· τοῦ κρείττονος πρόσταγμα γὰρ, καὶ πρῶτον ἔργον ἀνθρώπῳ, καὶ ἀρετὰς πάσας παράγουσα, καὶ πλοῦτον διδοῦσα, καὶ τοῖς ψέγειν αὐτὴν πειρωμένοις, μὴ ὅτι γε χώραν οὐδεμίαν ἐῶσα, ἀλλὰ καὶ ὅσων ἐπαίνων παρ’ ἐκείνων τυγχάνουσα· διά τοι τοῦτο καὶ ἀντιληπτέον πάσης γεωργίας ἐστίν. |