eul_wid: ufu-aa

Διαίρεσις τῶν ἐπιδεικτικῶν
Division of Demonstratives

Menander the Rhetorician of Laodicea Division of Demonstratives PDF

331 (1t) ΜΕΝΑΝΔΡΟΓ ΡΗΤΟΡΟΣ †ΓΕΝΕΘΛΙΩΝ† ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΕΠΙΔΕΙΚΤΙΚΩΝ Τῆς ῥητορικῆς ἁπάσης τριχῶς διαιρουμένης ὡς μέρεσιν ἢ εἴδεσιν, ἢ ὅπως δεῖ καλεῖν, εἰς τοὺς λόγους τοὺς ἐν δικαστηρίοις ὑπὲρ κοινῶν [ἤτοι δημοσίων] ἢ ἰδίων, καὶ οὓς ἐν ἐκκλησίαις ἢ ἐν βουλαῖς διατίθενται, καὶ εἰς τρίτους τοὺς ἐπιδεικτικούς, οὓς δὴ ἐγκωμιαστικοὺς ἢ ψεκτικοὺς καλοῦσιν, ἀπολογεῖσθαι συμβαίνει 〈τοῖσ〉 ὑπὲρ τούτων τῶν τὴν τρίτην τάξιν εἰληφότων διδάσκουσιν †ὀρθῶς†. μὴ τοίνυν περὶ ῥητορικῆς προσδόκα ὅλης ἀκροᾶσθαι ἐξ ἀρχῆς, κἂν ἄνωθεν ὑπὲρ παντὸς μέρους διεξιέναι σοι ἐν βραχυτάτῳ προαιρήσωμαι. σκεψώμεθα τοίνυν τὴν μέθοδον, εἰ καθ’ ὁδὸν χωρήσει. Τῶν δὴ ἐπιδεικτικῶν τὸ μὲν ψόγος, τὸ δὲ ἔπαινος· ἃς γὰρ ἐπιδείξεις λόγων πολιτικῶν οἱ σοφισταὶ καλούμενοι ποιοῦνται, μελέτην ἀγώνων εἶναί φαμεν, οὐκ ἐπίδειξιν. τὸ μὲν τοίνυν τοῦ ψόγου μέρος ἄτμητον. ἔπαινος δέ τις γίνεται, ὁτὲ μὲν εἰς 〈θεούς, ὁτὲ δὲ εἰς τὰ θνητά· καὶ ὅτε μὲν εἰσ〉 θεούς, ὕμνους καλοῦμεν, καὶ τούτους αὖ διαιροῦμεν κατὰ θεὸν ἕκαστον· τοὺς μὲν γὰρ εἰς Ἀπόλλωνα παιᾶνας καὶ ὑπορχήματα ὀνομάζομεν, τοὺς δὲ εἰς Διόνυσον διθυράμβους καὶ ἰοβάκχους, καὶ ὅσα τοιαῦτα [εἴρηται Διονύσου], τοὺς δὲ εἰς Ἀφροδίτην ἐρωτικούς, τοὺς δὲ τῶν ἄλλων θεῶν ἢ τῷ [λόγῳ] γένει ὕμνους καλοῦμεν 〈ἢ〉 μερικώτερον 〈οἷον〉 πρὸς Δία.
332 ὅπως δὲ χρὴ μετιέναι τούτων τῶν εἰδῶν ἕκαστον, καὶ εἰ ἁρμόττει ὅλως τοῖς καταλογάδην συγγράφουσιν, ἢ πόσα μὲν ἁρμόττει, πόσα δ’ οὔ, ἢ πόσαι μέθοδοι καθ’ ἕκαστον, ἢ τίνες οἱ τρόποι, ἐπειδὰν τὸ ὅλον διελώμεθα, τηνικαῦτα καθ’ ἕκαστα ἐργασόμεθα. Τῶν δ’ αὖ περὶ θνητῶν οἱ μὲν περὶ πόλεις γίνονται ἔπαινοι, οἱ δὲ περὶ ζώων. τὸ μὲν δὴ περὶ τὰς πόλεις καὶ χώρας ἄτμητον, διὸ τὰς διαφορὰς ἐν ταῖς τεχνικαῖς μεθόδοις ἐπιδειξόμεθα. [οἱ μὲν περὶ ἀθανάτων,] οἱ δὲ περὶ ζώων [θνητῶν] οἱ μὲν περὶ λογικόν, ἄνθρωπον, οἱ δὲ περὶ ἀλόγων γίνονται ἔπαινοι. καὶ τὸν μὲν περὶ τὸν ἄνθρωπον μεθῶμεν, τῶν δ’ αὖ περὶ τὰ ἄλογα οἱ μὲν περὶ χερσαῖα, οἱ δὲ περὶ ἔνυδρα ἔπαινοι γίνονται. καὶ τὸ μὲν περὶ τῶν ἐνύδρων πάλιν ἀποτιθέμεθα, τῶν δ’ αὖ ἄλλων [ἐν γῇ] μέρος διττόν, ἢ πτηνὸν ἢ πεζόν. ἐφ’ ἅπασι δὲ τούτοις ἑξῆς [ἀνθέων καὶ φυτῶν] μέτιμεν ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα. Αἱ μὲν 〈οὖν〉 διαιρέσεις τοῦ ἐπιδεικτικοῦ μέρους παντὸς πᾶσαι αὗται, οὐκ ἀγνοῶ δ’ ὅτι ἐπιτηδευμάτων καὶ τεχνῶν ἤδη τινὲς ἐγκώμια γεγράφασιν, ἀλλ’ ἀφ’ οὗπερ ἡμῖν ὁ λόγος γίνεται περὶ τὸν ἄνθρωπον, πάντα ταῦτα †δείξει†, ὥστε λελήθασιν αὑτοὺς οἱ συγγράφοντες μέρος τι τοῦ παντὸς ἐγκωμίου ὡς ὅλον ἐγκώμιον συνθέντες. οὐ μὴν οὐδ’ ἐκεῖνο ἀγνοῶ, ὅτι καὶ τῶν ἁλῶν καὶ τῶν τοιούτων ἤδη τινὲς τῶν πάλαι σοφιστῶν ἐπαίνους συνεγράψαντο, ἀλλ’ ἀφ’ οὗπερ ἡμῖν ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα μεταβέβηκεν ἡ διαίρεσις, ἤδη περιείληφεν καὶ τοῦτο τὸ μέρος. ὅπως δὲ τούτων ἕκαστον τμητέον, καὶ ὅπη τὰ αὐτὰ κεφάλαια πᾶσιν ὕπεστιν, καὶ ὅπη ἑκάστῳ ἁρμόττει χρήσασθαι, ἐφεξῆς [καὶ δὴ] δείκνυμεν. ΠΕΡΙ ΤΩΝ ΥΜΝΩΝ ΤΩΝ ΕΙΣ ΤΟΥΣ ΘΕΟΥΣ Πρῶτον μὲν οὖν, ὥσπερ ἐξ ἀρχῆς διειλόμεθα, περὶ τῶν ὕμνων ἐπισκεψώμεθα τῶν εἰς θεούς.
333 (1t) αὐτῶν γὰρ δὴ τῶν ὕμνων οἱ μὲν κλητικοί, οἱ δὲ ἀποπεμπτικοί, καὶ οἱ μὲν φυσικοί, οἱ δὲ μυθικοί, καὶ οἱ μὲν γενεαλογικοί, οἱ δὲ πεπλασμένοι, καὶ οἱ μὲν εὐκτικοί, οἱ δὲ ἀπευκτικοί, οἱ δὲ μικτοὶ ἢ δύο τούτων ἢ τριῶν ἢ πάντων ὁμοῦ. κλητικοὶ μὲν οὖν ὁποῖοί εἰσιν οἱ πολλοὶ τῶν τε παρὰ τῇ Σαπφοῖ ἢ Ἀνακρέοντι ἢ τοῖς ἄλλοις μελικοῖς, κλῆσιν ἔχοντες πολλῶν θεῶν. ἀποπεμπτικοὶ δὲ ὁποῖοι καὶ παρὰ τῷ Βακχυλίδῃ ἔνιοι εὕρηνται, ἀποπομπὴν ὡς ἀποδημίας τινὸς γινομένης ἔχοντες. φυσικοὶ δὲ οἵους οἱ περὶ Παρμενίδην καὶ Ἐμπεδοκλέα ἐποίησαν, τίς ἡ τοῦ Ἀπόλλωνος φύσις, τίς ἡ τοῦ Διός, παρατιθέμενοι. καὶ οἱ πολλοὶ τῶν Ὀρφέως τούτου τοῦ τρόπου. μυθικοὶ δὲ οἱ τοὺς μύθους ἔχοντες, κατ’ ἀλληγορίαν προϊόντες ψιλήν, οἷον Ἀπόλλων ἀνῳκοδόμησε τεῖχος, ἢ ἐθήτευσεν Ἀδμήτῳ ὁ Ἀπόλλων ἢ τὰ τοιαῦτα. γενεαλογικοὶ δὲ οἱ ταῖς τῶν ποιητῶν θεογονίαις ἀκολουθοῦντες, ὅταν Λητοῦς μὲν τὸν Ἀπόλλωνα, Μνημοσύνης δὲ τὰς Μούσας καλῶμεν. πεπλασμένοι δὲ ὅταν αὐτοὶ σωματοποιῶμεν καὶ θεὸν καὶ γονὰς θεῶν ἢ δαιμόνων, ὥσπερ Σιμωνίδης 〈τὴν〉 Αὔριον δαίμονα κέκληκε, καὶ ἕτεροι Ὄκνον, καὶ ἕτεροι ἕτερόν τινα. εὐκτικοὶ δὲ οἱ ψιλὴν εὐχὴν ἔχοντες ἄνευ τῶν ἄλλων μερῶν ὧν εἴπομεν, καὶ ἀπευκτικοὶ οἱ τὰ ἐναντία ἀπευχόμενοι ψιλῶς. καὶ παρὰ τούτους τοὺς τρόπους οὐκ ἂν ὕμνοι γίγνοιντο εἰς θεούς. τῷ δὲ μυθικῷ γένει καὶ γενεαλογικῷ τὰ πολλὰ εἰώθασι χρῆσθαι ἅπαντες γενέσεις διεξιόντες, καὶ ὅσων ἀγαθῶν ἀνθρώποις αἴτιοι κατέστησαν, ἀπὸ μύθων λαμβάνοντες. ἔστι δὲ τοῦτο ὡς ἐγώ φημι καὶ ζητῆσαι ἄξιον, πότερον ἑνὶ τούτων ἀεὶ χρηστέον ἢ πᾶσιν ἔξεστιν, ἢ τοῖς μὲν ποιηταῖς ἐξεῖναι χρὴ νομίζειν, τοῖς δὲ συγγραφεῦσιν ἢ λογοποιοῖς τοῦ μηκέτι ἐξεῖναι ἕνα 〈εἶναι〉 καὶ ἁπλοῦν ὅρον, ὅτι πλείονα τὴν ἐξουσίαν τὴν περὶ ταῦτα ποιήσει μὲν 〈παρέχει〉 ἡ περὶ τὸ θεῖον μερίς, ἀφορμὴ 〈δὲ〉 πλείστη ὑπόκειται τῇ συγγραφῇ ἡ περὶ τὸν ἄνθρωπον.
334 χρηστέον γε μὴν καὶ τῷ συγγραφεῖ καὶ τῷ λογογράφῳ καὶ τούτων ἑκάστῳ εἴδει καὶ ὁμοῦ πᾶσιν, ὅπη καὶ Πλάτωνα περὶ τὴν γραφὴν ἄκρον καὶ ἄριστον εἶναι πεπιστεύκαμεν, ὁρῶμεν δὲ σχεδὸν τοῦτον πᾶσι τοῖς εἴδεσι κεχρημένον, ἄλλῳ ἄλλοτε, ἀλλὰ καὶ ἐν ἑνὶ βιβλίῳ τοῖς πλείστοις [ταῦτα ἐν τῷ Συμποσίῳ]. ἃ μὲν γὰρ ὁ Φαῖδρος περὶ τοῦ Ἔρωτος 〈λέγει〉, γενεαλογικοῦ τύπου ἂν εἴη, ἃ δὲ Ἀριστοφάνης κομψεύεται διὰ μύθου, τοῦ μυθολογικοῦ, ἃ δὲ Ἀγάθων, ὡσαύτως τοῦ μυθικοῦ, ἃ δ’ αὖ Σωκράτης, αὐτὸ τοῦτο κατὰ πλάσιν (πλάττει γὰρ Πόρους καὶ Πενίας), ἐγγυτάτω τοῦ φυσιολογικοῦ. καὶ μὴν ἐν οἷς μὲν καλεῖ τὰς Μούσας ἐν τῷ Φαίδρῳ, τὸν κλητικὸν τύπον δείκνυσιν, ἐν οἷς δ’ αὖ εὔχεται τῷ Πανί, τὸν εὐκτικόν. καὶ ζητῶν ἂν εὕροις πανταχοῦ κεχρημένον, εἰ δὲ μὴ πρὸς κόρον μηδ’ ἐπ’ ἀκριβείας, λογιστέον ὡς ἐξ ἐλάττονος ἐξουσίας μέτεστι τῇ συγγραφῇ. πῶς δὲ ἕκαστον τούτων τῶν εἰδῶν μετιτέον τε καὶ μέχρι τίνος προσακτέον, καὶ τίς ἑρμηνεία πρέπουσα, ἑξῆς λέγειν πειράσομαι. ΠΕΡΙ ΤΩΝ ΚΛΗΤΙΚΩΝ ...μέτρον μέντοι τῶν κλητικῶν ὕμνων ἐν μὲν ποιήσει ἐπιμηκέστερον. ἀναμιμνήσκειν γὰρ πολλῶν τόπων ἐκείνοις ἔξεστιν, ὡς παρὰ τῇ Σαπφοῖ καὶ τῷ Ἀλκμᾶνι πολλαχοῦ εὑρίσκομεν. ὁ μὲν γὰρ Ἄρτεμιν ἐκ μυρίων ὀρέων, μυρίων δὲ πόλεων, ἔτι δὲ ποταμῶν ἀνακαλεῖ, ἡ δὲ Ἀφροδίτην 〈ἐκ〉 Κύπρου, Κνίδου, Συρίας, πολλαχόθεν ἀλλαχόθεν ἀνακαλεῖ. οὐ μόνον γε, ἀλλὰ καὶ τοὺς τόπους αὐτοὺς ἔξεστι διαγράφειν, οἷον εἰ ἀπὸ ποταμῶν καλοίη, ὕδωρ ἢ ὄχθας καὶ τοὺς ὑποπεφυκότας λειμῶνας καὶ χοροὺς ἐπὶ τοῖς ποταμοῖς γινομένους καὶ τὰ τοιαῦτα προσαναγράφουσι.
335 καὶ εἰ ἀπὸ ἱερῶν, ὡσαύτως, ὥστε ἀνάγκη μακροὺς αὐτῶν γίγνεσθαι τοὺς κλητικοὺς ὕμνους. τοῖς δὲ συγγραφεῦσι βραχυτέραν τὴν περὶ ταῦτα διατριβὴν ἀναγκαῖον γίνεσθαι· οὔτε γὰρ ἐκ πολλῶν τόπων καὶ χωρίων ἀνακαλέσουσιν, οὔτε ἐφ’ ἑκάστου μετὰ διαγραφῆς, ἀλλ’ ὁ μὲν Πλάτων ὥσπερ ἐξηγούμενος τῷ εἴδει κέχρηται, ἄγετε δὴ Μοῦσαι λίγεια ι , εἴτε δ ι ’ ᾠδῆς εἶδος εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετε τὴν ἐπωνυμία ν . Ὁ δὲ Ὅμηρος ἐν κλητικῷ χρῆται τῷ εἴδει μετὰ τῆς ἰσοσυλλαβίας, ἐν οἷς ὁ Χρύσης εὔχεται τῆς Ἰλιάδος ἐν τοῖς πρώτοις, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις. ἓν οὖν τόδε γίνωσκε, ὡς ποιητῇ μὲν ἐξουσία πλείων, τῷ δὲ συγγραφεῖ ἐλάττων. ἑρμηνεία δὲ πρέπουσα, †οἵα καὶ† τοῖς κλητικοῖς, ἡ [τε] δι’ ὥρας προϊοῦσα καὶ κόσμου, διόπερ τὰς διατριβὰς προσλαμβάνουσιν οἱ ποιηταί. σχήματα δὲ τὰ ἀνακλητικὰ ἁρμόττοντα. Οὐ χεῖρον δ’ ἴσως καὶ τὴν μέθοδον, ᾗ κεχρήμεθα ἡμεῖς ἐν τῷ κλητικῷ τοῦ Ἀπόλλωνος ὕμνῳ †βιβλίῳ πως θέσθαι. ὥσπερ ἂν ἡ ὥρα ἐνίη πλείω†, ἅμα τε μήτε ὑπερβαίνοιμεν τὸ μέτρον τὸ τῷ συγγραφεῖ πρέπον, μήτε ἡ περὶ τὴν κατασκευὴν ἁβρότης ὑπερφθέγγοιτο τὴν συγγραφήν· αὐτοῖς γὰρ τοῖς ποιηταῖς τὸ πλεῖον προστεθείκαμεν, καλοῦσιν ἐκ †τῶνδε† τῶν τόπων, ἐγὼ δὲ οὐκ ἂν καλέσαιμι. καὶ πολλὰ ἂν εὕροις πεποικιλμένα τῇ μεθόδῳ. γίνωσκε δὲ τόδε τὸ θεώρημα οὐκ ἄχρηστον, ὅτι εἰ μὲν εὐχὴ ἐπακολουθεῖ τῇ κλήσει, ἔτι ἐλάττων ἡ διατριβὴ καὶ τοῖς ποιηταῖς καὶ τοῖς συγγραφεῦσιν· εἰ δὲ αὐτὸ τοῦτο εἴη ψιλὴ κλῆσις, πλείων ἐστί, καὶ ζητῶν ἂν εὕροις παρὰ τοῖς ποιηταῖς τὴν συνήθειαν ταύτην πεφυλαγμένην.
336 ΠΕΡΙ ΑΠΟΠΕΜΠΤΙΚΩΝ Οἱ τοίνυν ἀποπεμπτικοί εἰσιν, ὡς καὶ τοὔνομα δηλοῖ, τοῖς κλητικοῖς ὑπεναντίοι, ἐλάχιστον δὲ τὸ τοιοῦτον εἶδος, καὶ παρὰ τοῖς ποιηταῖς μόνον εὑρίσκεται. ἐπιλέγονται δὲ ἀποδημίαις θεῶν νομιζομέναις ἢ γινομέναις, οἷον Ἀπόλλωνος ἀποδημίαι τινὲς ὀνομάζονται παρὰ Δηλίοις καὶ Μιλησίοις, καὶ Ἀρτέμιδος παρὰ Ἀργείοις. εἰσὶ τοίνυν καὶ τῷ Βακχυλίδῃ ὕμνοι ἀποπεμπτικοί. ἀφορμὴ δ’ ὑποβέβληται τοῖς τοιούτοις ὕμνοις ἡ χώρα ἣν καταλείπει, καὶ πόλεις καὶ ἔθνη, καὶ πρὸς ἣν ἄπεισι πόλιν ὁμοίως ἢ χώραν, καὶ διαγραφαὶ τόπων, καὶ ὅσα τοιαῦτα. γινέσθω δὲ δι’ ἡδονῆς προϊὼν ὁ λόγος· δεῖ γὰρ μετὰ ἀνειμένης τινὸς ἁρμονίας καὶ εὐμενεστέρας προπέμπεσθαι. διατριβὴν δὲ ἐνδέχεται πλείονα, οὐχ ὥσπερ οἱ κλητικοὶ ἐλάττονα. ἐν μὲν γὰρ τοῖς ὅτι τάχιστα ἡμῖν συνεῖναι τοὺς θεοὺς βουλόμεθα, ἐν δὲ τοῖς ὅτι βραδύτατα ἀπαλλάττεσθαι. ἀνάγκη δὲ εἶναι καὶ εὐχὴν ἐπὶ ἐπανόδῳ καὶ ἐπιδημίᾳ δευτέρᾳ. ταῦτά σοι [καὶ] περὶ ἀποπεμπτικῶν ὕμνων εἰρήσθω. ΠΕΡΙ ΤΩΝ ΦΥΣΙΚΩΝ Περὶ τοίνυν τῶν φυσικῶν ἐφεξῆς ἂν εἴη, ὥσπερ προεθέμεθα, λέγειν. πρῶτον τοίνυν τόδε περὶ αὐτῶν ῥητέον, ὅτι ἐλάχιστα μὲν τοῖς ἀφελεστέροις τὸ εἶδος ἁρμόττει, μάλιστα δὲ τοῖς ἐμψυχοτέροις καὶ μεγαλονουστέροις, ἔπειτα ὅτι ποιηταῖς μᾶλλον ἢ συγγραφεῦσιν ἢ λογογράφοις ἢ πολιτικοῖς ἁρμόττουσιν.
337 εἰσὶ δὲ τοιοῦτοι, ὅταν Ἀπόλλωνος ὕμνον λέγοντες ἥλιον αὐτὸν εἶναι φάσκωμεν, καὶ περὶ τοῦ ἡλίου τῆς φύσεως διαλεγώμεθα, καὶ περὶ Ἥρας ὅτι ἀήρ, καὶ Ζεὺς τὸ θερμόν· οἱ γὰρ τοιοῦτοι ὕμνοι φυσιολογικοί. καὶ χρῶνται δὲ τῷ τοιούτῳ τρόπῳ Παρμενίδης τε καὶ Ἐμπεδοκλῆς ἀκριβῶς, κέχρηται δὲ καὶ ὁ Πλάτων· ἐν τῷ Φαίδρῳ γὰρ φυσιολογῶν ὅτι πάθος ἐστὶ τῆς ψυχῆς ὁ Ἔρως, ἀναπτεροποιεῖ αὐτόν. αὐτῶν δὲ τῶν φυσικῶν οἱ μὲν ἐξηγητικοί, οἱ δὲ ἐν βραχεῖ προαγόμενοι· πλεῖστον γὰρ διαφέρει, ὡς εἰδότα ἀναμιμνήσκειν συμμέτρως, ἢ ὅλως ἀγνοοῦντα διδάσκειν. Παρμενίδης μὲν γὰρ καὶ Ἐμπεδοκλῆς ἐξηγοῦνται, Πλάτων δὲ ἐν βραχυτάτοις ἀνυμνεῖ. ἔτι δὲ οἱ μὲν κατ’ αἰνίγματα, οἱ δὲ ἐκ τοῦ φανεροῦ προάγονται· κατ’ αἰνίγματα μέν, ὁποῖοί εἰσιν οἱ Πυθαγόρειοι φερόμενοι, ἐκ τοῦ φανεροῦ δὲ ὁποίους μικρῷ πρόσθεν ἐφάσκομεν. ὥσπερ δὲ καὶ αὐτῶν τῶν φυσιολογικῶν διαφορὰς ἐδείκνυμεν ταύτας οὔσας, οὕτω καὶ τῆς συμμετρίας διαφορὰς ὁριούμεθα. οἱ γὰρ κατ’ αἰνίγματα προϊόντες βραχύτητα ἀπαιτοῦσιν, ἔτι δὲ οἱ καὶ μὴ διδασκαλικοὶ ἄλλως κεφαλαιωδέστεροι. οἱ δὲ ἕτεροι πλείστην καὶ μεγίστην διατριβὴν ἐνδέχονται. ὁ γοῦν Πλάτων ὕμνον τοῦ Παντὸς τὸν Τίμαιον καλεῖ ἐν τῷ Κριτίᾳ, καὶ οἱ φυσικώτεροι ποιηταί, ὧν ἐπεμνήσθημεν, πραγματείας ὅλας κατέθεντο. εὐχῆς δὲ οὐδέν τι πάνυ χρὴ ἐπὶ τούτων. ἐπιτηρεῖν δὲ χρὴ καὶ μὴ εἰς τὸν πολὺν ὄχλον καὶ δῆμον ἐκφέρειν τοὺς τοιούτους ὕμνους· ἀπιθανώτεροι γὰρ καὶ καταγελαστικώτεροι τοῖς πολλοῖς φαίνονται. Ἑρμηνείαν δὲ καὶ πρὸς τὸν διθύραμβον ἀνελθεῖν μικρὸν διαφέρει· οὐ γάρ ἐστιν ὑπὲρ ὧν σεμνοτέρων 〈ἂν〉 ἄνθρωπος φθέγξαιτο. ΠΕΡΙ ΜΥΘΙΚΩΝ Ἑξῆς ἂν εἴη περὶ τῶν μυθικῶν εἰπεῖν, οὓς ἔνιοι μὲν τοὺς αὐτοὺς εἶναι νομίζουσι τοῖς γενεαλογικοῖς, ἔνιοι δὲ οὐχ οὕτως [εἶναι νομίζουσι τοῖς γενεαλογικοῖς].
338 (1t) οἱ μέν γε νομίζοντες οὐδὲν διαφέρειν καὶ τὰς γενεαλογίας μύθους εἶναί φασιν, οἷον εἰ βούλει, ὅσα γε Ἀκουσίλεως καὶ Ἡσίοδος καὶ Ὀρφεὺς ἐν 〈ταῖσ〉 θεογονίαις εἰρήκασιν· εἰσὶ μὲν γὰρ [γενεαλογικαὶ] αἵδε οὐδὲν ἧττον μυθικαί. τάδε δὲ αὖ φασιν οἱ διαφέρειν νομίζοντες, ὅτι καὶ χωρὶς τῶν γενεαλογικῶν εἴησαν 〈ἄν〉 τινες μυθικοὶ ὕμνοι, οἷον ὅτι Διόνυσος Ἰκαρίῳ ἐπεξενώθη, ἢ ὅτι ἐν Ζωστῆρι τὴν ζώνην ἐλύσατο ἡ Λητώ, ἢ ὅτι ἡ Δημήτηρ παρὰ Κελεῷ ἐπεξενώθη, ἢ ὅσα ἕτερα τοιαῦτα. ταῦτα γὰρ [καὶ] γενεαλογίαν μὲν οὐδεμίαν εἴληφε, μυθικὴν δέ τινα ἄλλην ἱστορίαν. ἃ μέντοι ἀμφότεροι λέγοντες τὰ σφῶν αὐτῶν ἑκάτεροι νικᾶν ἀξιοῦσι, σχεδὸν ἀκήκοας, ἐμοὶ δὲ δοκεῖ κάλλιον ἐν ὅρῳ εἶναι ἀκριβῶς διελέσθαι. πάσας μὲν γὰρ γενεαλογίας καὶ πάντας ὕμνους τοὺς διὰ γενεαλογικῶν διὰ μυθικῶν περιστάσεων προάγεσθαι νομίζω, οὐ μὴν πάντας γε τοὺς μυθικοὺς διὰ γενεαλογίας, ὥστε τὸ μὲν τῶν μυθικῶν ὕμνων [τὸ] μέρος γενικώτερον ἂν εἴη, τὸ δὲ τῶν γενεαλογικῶν εἰδικώτερον. ταῦτά σοι περὶ διαφορᾶς εἴρηται, ὑπὲρ δὲ τῶν μυθικῶν χωρὶς ἀποτεμόμενον χρὴ λέγειν. φημὶ δὴ τὸ πρῶτον μὲν μηδαμῶς μετέχειν αὐτοὺς φυσιολογίας, λέγω φανερᾶς· εἰ γάρ τις ἐγκεκρυμμένη καθ’ ὑπόνοιαν, ὥς γε πολλὰ ἔχει τῶν θείων, οὐδὲν τοῦτό γε διαφέρει. ἔπειτα εἶναι τῷ ποιητῇ μᾶλλον προσφόρους· ἡ γὰρ ἐξουσία καὶ τοῦ κατὰ σχολὴν λέγειν καὶ τοῦ περιστέλλειν τοῖς ποιητικοῖς κόσμοις καὶ ταῖς κατασκευαῖς οὔτε κόρον οὔτε ἀηδίαν παρίστησι· καίτοι οὐκ ἀγνοῶ ὡς αὐτῶν ἔνιοι τῶν ποιητῶν προσφέρουσι τὰς ἀκαίρους διατριβάς· συγγραφεῦσι δὲ ἢ λογοποιοῖς ἐλαχίστη ἐξουσία.
339 γυμνοὶ δὲ οἱ μῦθοι τιθέμενοι σφόδρα λυποῦσι καὶ ἐνοχλοῦσι τὰς ἀκοάς. δεῖ τοίνυν ὅτι βραχυτάτοις ἀπαλλάττεσθαι. παραμυθίας οὖν προσακτέον καὶ πρὸς συντομίαν καὶ πρὸς ἡδονήν, πρῶτον μὲν μὴ ἀπ’ εὐθείας πάντα εἰσάγειν, ἀλλὰ τὰ μὲν παραλείπειν λέγοντα, τὰ δὲ συγχωρεῖν, τὰ δὲ κατὰ συμπλοκὴν εἰσάγειν, τὰ δὲ προσποιεῖσθαι ἐξηγεῖσθαι, τὰ δὲ μὴ πιστεύειν μηδὲ ἀπιστεῖν. καὶ ὅλως οὐκ ἀπορήσεις μεθόδων, ἕν γε τοῦτο θεώρημα σώζων, ὡς διατριβὴ ἀπρόσφορος. Ἡ δὲ ἑρμηνεία, ὅπερ καὶ περὶ τῆς διατριβῆς ἔφαμεν, ἐπὶ ἐλάττονος ἐξουσίας γινέσθω, σώζουσα μὲν τὸν ἐπιδεικτικὸν κόσμον, πολὺ δὲ τοῦ διθυράμβου ἀποβεβηκυῖα. γίγνοιτο δ’ 〈ἂν〉 τοιαύτη, εἰ τῷ Ἰσοκράτους θεωρήματι χρησόμεθα, καὶ τὸ κάλλος καὶ τὴν σεμνότητα μὴ ἀπὸ τῶν ὀνομάτων μᾶλλον [ἢ] τῆς ἀρχαιότητος ἢ τοῦ μεγέθους θηρώμεθα, 〈ἀλλ’〉 ἀπὸ τῆς ἁρμονίας καὶ τῶν σχημάτων, ἐπεὶ αὐτό γε τοῦτο, ὃ πάντες θρυλοῦσι, Δήμητρος γὰρ ἀφικομένης εἰς τὴν χώραν ἡμῶν καὶ τὰ ἑξῆς, τίς οὐκ οἶδεν, ὅτι τοῖς μὲν ὀνόμασιν ἐγγὺς τοῦ πολιτικοῦ καθήκει, τῇ δὲ συνθέσει καὶ τῇ ἁρμονίᾳ καὶ τῷ σχήματι †ὀλίγα καὶ λείπει ἔνια† σεμνότερα εἶναι δοκεῖ; καὶ τὸ Τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος καὶ τὰ ἑξῆς τοῦ αὐτοῦ τύπου, εἰ καὶ περὶ ἀνθρωπίνων εἴρηται. καὶ παρὰ Πλάτωνι, φήμη τις καὶ λόγος διαρρε ῖ , ὡς ἄρα ὁ θεὸς οὗτος ὑπὸ μητρυιᾶς οὔσης τῆς Ἥρας ἐκινήθ η, καὶ πολλὰ παραδείγματα 〈παρὰ〉 τῷ Πλάτωνι, ὥστε εἰ σώζοις τὸ θεώρημα, φυλακτήριον ἔσται πρὸς ἀρετὴν λόγου. ὅλως δὲ περὶ τῶν μυθικῶν τούτων ὕμνων περί τε ἔννοιαν καὶ ἑρμηνείαν ἐκεῖνο ἰστέον, ὅτι τῷ ἀξιώματι κατ’ ἄμφω τὸ μυθικὸν [λεῖπον]. ΠΕΡΙ ΓΕΝΕΑΛΟΓΙΚΩΝ Περὶ δὲ τῶν γενεαλογικῶν ἓν μὲν ἤδη τοσοῦτον εἴρηται, ὡς τοὺς αὐτοὺς ᾠήθησαν ἔνιοι τοῖς μυθικοῖς, ἐν ᾧ καὶ τὴν διαφορὰν προσετίθεμεν· ἕτερον δὲ τοσοῦτον εἰρήσεται, ὡς σπανίως ἔστιν ὕμνον εὑρεῖν θεῶν 〈ἐν ᾧ〉 τὸ γενεαλογικὸν μόνον φέρεται, πλὴν εἰ 〈μή〉 τις ὑπολαμβάνοι τὰς θεογονίας ὕμνους εἶναι τῶν θεῶν, [ἐν ᾧ τὸ γενεαλογικὸν μόνον φέρεται] ὡς τὰ πολλὰ δὲ ἢ τοῖς μυθικοῖς παρεμπλέκονται ἢ ἄλλοις γε τῶν ὕμνων 〈εἴδεσιν〉 ἢ ἑνὶ ἢ καὶ πλείοσι.
340 (1t) γραῶδες γὰρ καὶ δεινῶς μειρακιῶδες, ὕμνον Διὸς προελόμενον πραγματείαν, μόνον 〈γονὰσ〉 ἐκλέξασθαι. ἀλλ’ ἐπεὶ εὕρηται καὶ τοῦτο τὸ εἶδος τῶν ὕμνων παρὰ τοῖς ἀρχαίοις, καὶ ἤδη τινὲς καὶ Διονύσου γονὰς ὕμνησαν, καὶ Ἀπόλλωνος ἕτεροι, καὶ Ἀλκαῖος Ἡφαίστου καὶ πάλιν Ἑρμοῦ, καὶ τοῦτ’ ἀποτετμήμεθα τὸ μέρος. χρὴ τοίνυν, εἰ μὲν παρεμπεπλεγμένον εἴη τοῖς ἄλλοις εἴδεσιν, εἰδέναι, ὅτι καὶ μῆκος προσίεται, εἰ δὲ καθ’ αὑτὸ εἴη τὸ μέρος, ὅτι βραχείας δεῖται διατριβῆς· ἔτι δὲ ὡς ποιητῇ μὲν καθ’ αὑτὸ μόνον τὸ εἶδος χρήσιμον, συγγραφεῖ δὲ οὐδέποτε. ὁ μὲν γὰρ καὶ Χάριτας μαιουμένας καὶ Ὥρας ὑποδεχομένας καὶ τὰ τοιαῦτα πραγματεύεται, ὁ δ’ ἐπάναγκες ὅτι βραχύτατα ἐρεῖ. Ἀρετὴ δ’ ἑρμηνείας ἐν τοῖς τοιούτοις καθαρότης καὶ τὸ ἀπροσκορές· γένοιτο 〈δ’〉 ἂν ἐν ποιήσει ἐκ συμμετρίας τῶν περιφράσεων, ἐν δὲ τῇ συγγραφῇ ἐκ τῆς ποικιλίας τῶν κώλων. παρέσχετο δὲ τὴν μὲν ἐν ποιήσει ἀρετὴν Ἡσίοδος, καὶ γνοίη τις ἂν μᾶλλον, εἰ τοῖς Ὀρφέως παραθείη· τὴν δὲ ἐν τῇ συγγραφῇ πολλαχοῦ μὲν Πλάτων, πολλαχοῦ δὲ καὶ Ἡρόδοτος ἐν τοῖς Αἰγυπτιακοῖς. ΠΕΡΙ ΠΕΠΛΑΣΜΕΝΩΝ Περὶ δὲ τῶν πεπλασμένων ταῦτα ἰστέον, πρῶτον μὲν ὅτι οὐκ ἂν γένοιντο περὶ τοὺς περιφανεῖς τῶν θεῶν ῥᾳδίως, καὶ ὧν αἱ γενέσεις καὶ δυνάμεις πρόδηλοι, ἀλλὰ περὶ τοὺς ἀφανεστέρους ὡς τὰ πολλὰ θεοὺς καὶ δαίμονας, οἷον καὶ περὶ τὸν Ἔρωτα ὁ Πλάτων ποτὲ μὲν ὡς πρὸ γῆς ἐγένετο, ποτὲ δὲ ὡς Ἀφροδίτης ἐστὶ παῖς, πάλιν δὲ πεπλασμένος ὕστερον Πόρου καὶ Πενίας, καὶ πάλιν [ὁ Παυσανίας], ὅτι τῇ τέχνῃ τῇ ἰατρικῇ ἐφέστηκεν ἡ δύναμις τοῦ Ἔρωτος, καὶ [Ἀριστοφάνης] ὅτι συνάγει τὰ ἡμίτομα τῶν σωμάτων, τούτους [γὰρ] τοὺς ὕμνους ποικίλως σφόδρα πλάσας, τοὺς μὲν περὶ φύσιν, τοὺς δὲ περὶ δύναμιν, τοὺς δὲ περὶ γένος.
341 ἥκει καὶ αὕτη ἡ ἐξουσία παρὰ τῶν ποιητῶν [παρὰ] τοῖς συγγραφεῦσιν. Ἄρεως μὲν γὰρ θεράποντας Δεῖμον καὶ Φόβον ἀναπλάττουσι, τοῦ δὲ Φόβου τὴν Φυγὴν φίλην, καὶ τοῦ Θανάτου τὸν Ὕπνον ἀδελφόν· ἤδη δὲ καὶ ἡμεῖς τὸν Λόγον Διὸς ἀδελφὸν ἀνεπλάσαμεν, ὡς ἐν ἠθικῇ συνόψει. Ἃ τοίνυν χρὴ ἐν τοῖς πεπλασμένοις τῶν ὕμνων διορᾶν, ἔχοιτο ἂν λέγειν. φυλακτέον γὰρ πρῶτον μὲν μὴ ἀπηρτημένως ἀλλὰ συνεχῶς πλάττειν, εἴη δ’ ἂν τὸ τοιοῦτο σωζόμενον, εἰ ἀπ’ αὐτῶν 〈τῶν πραγμάτων〉 λαμβάνοιτο ἡ πλάσις, καὶ μὴ ἀνακεχωρηκυῖα εἴη. ἔπειτα μὴ ἀηδῶς, ἀλλὰ στωμύλως καὶ γλαφυρῶς ἀναπλάττειν, οἷον Μούσας Μνημοσύνης παῖδας, ἢ ὅσα τοιαῦτα. ἔνιαι γὰρ καὶ ἀκοῦσαι ἀηδεῖς, οἷον 〈ὅτι〉 ἐκ τῆς κεφαλῆς τοῦ Διὸς ἀνέδραμεν ἡ Ἀθηνᾶ. μὴ γὰρ τοῦτο, εἰ καθ’ ὑπόνοιαν εἴρηται καὶ πρὸς ἄλλο τι, ἔχει ὀρθῶς, ἄλλως δ’ ἀηδῶς πέπλασται. ἔπειτα δὲ πίστεις λαμβάνειν ἀπὸ τῶν ἀληθῶν, ἐν οἷς ἂν ψευδώμεθα, ὡς καὶ ἡμεῖς πεποιήκαμεν, πολλάκις δὲ καὶ ὁ Ὅμηρος. ἔτι δὲ καὶ τοὺς πεπλασμένους ὕμνους ἑαυτοῖς εἶναι συμφώνους, καὶ μὴ ἐναντιούμενα ἢ μαχόμενα ἐφέλκεσθαι, ὥσπερ ἐν ἐκείνῳ τῷ μύθῳ, ὅτι Ζεὺς πρὸ πάντων ἐγένετο καὶ θεῶν ἁπάντων ἐστὶ πατήρ, καὶ τὴν Θέμιν οὖσαν τοῦ Κρόνου τὸ παλαιὸν γυναῖκα ἠγάγετο.
342 εἰ μὲν γὰρ ἦν πρὸ πάντων καὶ 〈πρὸ〉 Θέμιδος· εἰ δ’ ἦν πρὸ Διὸς Θέμις, οὐ πρὸ πάντων. ἔτι πρὸς τούτῳ φυλακτέον ἐν τοῖς πεπλασμένοις ὕμνοις τὸ μῆκος καὶ τὴν περιεργίαν. ἤδη γάρ τινες τῶν νεωτέρων, ἀναπλάσαντες δαίμονά τινα νέον Ζηλοτυπίαν, κρήδεμνον μὲν αὐτῇ Φθόνον προσέθεσαν, ζώνην δ’ αὖ Ἔριν. καὶ μάλιστα ὁ Παυσανίας ἐπιφορὰς ἔχει πρὸς τὴν κατὰ μέρος ταύτην περιεργίαν. ἔστι δὲ †εντ ... ουσαν† ἀρχαῖον καὶ νέον ἐν ποιήσει μέν, μάλιστα δὲ ἐν συγγραφῇ. Τὴν ἑρμηνείαν δὲ προσάξεις τοῖς τοιούτοις ὕμνοις πρὸς τὰ πράγματα ὁρῶν, εἰ μὲν ἀνθρώπινόν τι ἀναπλάττοις, ἀφελεστέραν καὶ κομψοτέραν, λέγω δὲ ἀνθρώπινα ὅσα οὐ παντάπασιν φρικώδη καὶ θεῖα, οἷον Πενίαν καὶ Ἀγρυπνίαν, καὶ ὅσα τοιαῦτα. εἰ δὲ ἀναπλάττοις θεῖα, οὕτω καὶ τὴν ἑρμηνείαν σεμνοτέραν προσάξεις. χρὴ δὲ εἰδέναι, ὅτι γονιμώτατος καὶ ἐπινοίας ἐστὶ σημεῖον ὁ τοιοῦτος ὕμνος. ΠΕΡΙ ΑΠΕΥΚΤΙΚΩΝ ΚΑΙ ΠΡΟΣΕΥΚΤΙΚΩΝ Οἱ δὲ ἀπευκτικοὶ καὶ προσευκτικοὶ ὕμνοι σχεδὸν μέν, ὥσπερ ἐφάσκομεν, πᾶσι τοῖς προειρημένοις εἰσὶν ἀναπεπλεγμένοι, ἢ τοῖς γε πλείστοις αὐτῶν. ἅπαντες γὰρ ἀνυμνοῦντες τοὺς θεοὺς εἰς εὐχὰς ἐγκλείουσι τοὺς λόγους. ἤδη δέ τινες καὶ ἀποτόμως καθ’ αὑτοὺς γεγόνασιν, ἀπευκτικὸς μὲν ὁ τοιοῦτος· Ζεῦ κύδιστε μέγιστε, κελαινεφές, αἰθέρι ναίων, μὴ πρὶν ἐπ’ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν· προσευκτικοὶ δέ· κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥτε μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι.
343 καὶ παρὰ Πλάτωνι, ὦ φίλε Πᾶν καὶ ὅσα ἐν τῷ Φαίδρῳ εὔχεται. δεῖ δὲ τοὺς τοιούτους ὕμνους μὴ κατακορεῖς εἶναι. τὰς μὲν γὰρ εὐχὰς δικαίας εἶναι χρή, καὶ [ἀπευχὰς] δικαίας οὔσας καὶ ἁπλᾶς εἶναι δεῖ, τὸ δεῖνα γενέσθαι, εἶναι δὲ [ἁπλᾶς] καὶ βραχείας, ἔτι δὲ οὐ διδάσκειν τοὺς θεούς, ἀλλ’ αἰτεῖν ἅπερ ἀκριβῶς ἴσασιν. ἔτι δὲ καὶ πάσας εὐχὰς καὶ συγγραφέων ἐπιὼν τὰς αἰτήσεις [εἰς τοὺς πολίτας] βραχείας οὔσας εὑρήσεις. ἤδη δὲ καὶ εἰς τοὺς πολιτικοὺς τὸ μέρος τοῦτο τῶν ὕμνων κατῆλθε, πλήν γε ὡς ἐπιμαρτυρίαι· τὸ γὰρ πρῶτον μὲν ὦ [ ἄνδρε ς ] Ἀθηναῖο ι , τοῖς θεοῖς εὔχομαι καὶ τὰ ἑξῆς, καὶ τὸ καλῶν δὲ τὸν Ἀπόλλω τὸν Πύθιο ν, τῶν εὐκτικῶν καὶ ἀπευκτικῶν ὕμνων μετείληφεν ἴχνη. Οὐκ ἀγνοῶ δὲ ὅτι ἀπορητικούς τινες τεθείκασι καὶ διαπορητικοὺς καθ’ ἕκαστον τῶν μερῶν, οἷον διηπόρησαν περὶ γενεαλογίας [περὶ] Ἔρωτος εὐθύς, εἴτε ἐκ χάους ἐγένετο, εἴτε ἐξ Ἀφροδίτης, καὶ πολλὰ τοιαῦτα. καὶ πάλιν περὶ δύναμιν, εἴτε ἀνθρώπιναι πράξεις καὶ διοικήσεις, εἴτε θεῖαι. καὶ συνορᾷς δὴ τοῦτο τὸ εἶδος ὅ φημι πᾶν, ἀλλὰ τὸν τοιοῦτον ὕμνον τῷ μὲν σχήματι διαφέρειν φημί, τῇ δὲ φύσει τὸν αὐτὸν εἶναι ἐκείνων ἑκάστῳ, ὥσπερ καὶ τὴν Τύχην Σοφοκλῆς ὕμνησε διαπορῶν [ὑμνεῖ]. Ἔφην δὲ γενέσθαι τινὰς ὕμνους καὶ ἐξ ὁμοίου τούτων ἁπάντων ἢ τῶν πλείστων συντεθέντων, οἵπερ εἰσὶ καὶ τελειότατοι ἔπαινοι καὶ μάλιστα τοῖς συγγραφεῦσι πρέποντες· τῷ μὲν 〈γὰρ〉 ποιητῇ ἐξαρκεῖ καὶ μέρος τι ἀπολαβόντι καὶ κατακοσμήσαντι τῇ ποιητικῇ κατασκευῇ πεπαῦσθαι, ὁ δὲ συγγραφεὺς πειράσεται διὰ πάντων ἐλθεῖν.
344 χαριέστατον δὲ τὸ τοιοῦτον μέρος παρέσχηται ἐν τοῖς Μαντευτοῖς Ἀριστείδης. οὗτος γὰρ τὸν Ἀσκληπιὸν καὶ τὴν Ὑγίειαν συγγέγραφεν †οὐκέτι μοι ὡς† ἐπαίνων ἀνθρωπίνην περιέργειαν ἔχοντας. Τὸ μὲν δὴ περὶ τῶν εἰς τοὺς θεοὺς βιβλίον τέλος εἴληφεν ἡμῖν, ἐξ ὧν ἡγούμεθα καὶ ποιητὰς καὶ συγγραφέας καὶ ῥήτορας πάντας ἀνυμνεῖν θεοὺς ἐντέχνως, καὶ ὅπως καὶ ἐν ὁποίοις καιροῖς. ἐφεξῆς δ’ ἂν εἴη περὶ χώρας 〈καὶ〉 πόλεως ἐπαίνων εἰπεῖν· οὕτως γὰρ καὶ εἰς τοὺς τόμους ἀναγωγὴ γεγένηται. καὶ πρῶτον περὶ τῶν τῆς χώρας ἐγκωμίων, οὐχ ὡς ἀποτόμως [περί] τινὸς ἐγκωμιάσαντος χώραν ἄνευ πόλεως, ἀλλ’ ἐν τοῖς τῶν πόλεων ἐγκωμίοις καὶ τῶν περὶ χώρας ἐπαίνων παραλαμβανομένων. ΠΩΣ ΧΡΗ ΧΩΡΑΝ ΕΠΑΙΝΕΙΝ Ἔπαινος μὲν χώρας, ὡς ἀνωτάτω διελέσθαι, διττός, ἢ κατὰ φύσιν ἢ κατὰ θέσιν. ἢ γὰρ πῶς κεῖται ἐξετάσαντες ἀξίαν αὐτὴν ἐπαίνου ἀποφαίνομεν, ἢ ὅπως πέφυκε. θέσιν τοίνυν χώρας δοκιμάζομέν τε καὶ κρίνομεν ὅπως κεῖται πρὸς γῆν ἢ 〈πρὸσ〉 θάλατταν ἢ πρὸς οὐρανόν· πρὸς μὲν γῆν, εἰ μεσόγειος εἴη καὶ πλέον ἢ ἔλαττον θαλάττης ἀπέχουσα, ἢ ἐπιθαλαττίδιος καὶ ἐπ’ αἰγιαλοῖς· πρὸς δὲ θάλατταν, εἰ νῆσος ἢ νήσῳ ἐοικυῖα· πρὸς δὲ οὐρανόν, εἰ ἐν δυσμαῖς, ἢ ἐν ἀνατολαῖς, ἢ ἐν μεσημβρίᾳ, ἢ ἐν ἄρκτῳ, ἢ ἐν τῷ μέσῳ τούτων. ἤδη δέ τινες καὶ κατ’ αὐτοὺς τοὺς ἀστέρας τὴν θέσιν ὡρίσαντο, ὥσπερ οἱ ποιηταί, ὑπὸ Πλειάδας ἢ Ὑάδας, ἢ ὑπὸ Ἀρκτοῦρον ἀνίσχοντα, ἢ ὑπὸ Ἕσπερον. κατὰ γὰρ τοὺς τρεῖς κανόνας θέσιν χώρας δοκιμάζομεν· ἐν γὰρ τῷ περὶ οὐρανοῦ καὶ τὸ τῶν ὡρῶν συνείληπται. τὴν δὲ φύσιν τῆς χώρας δοκιμάζομεν ἁπάσης ἐκ τῶν ἓξ τόπων τούτων, ἢ γὰρ ὀρεινή τίς ἐστιν ἢ πεδινή, ἢ ξηρὰ καὶ ἄνυδρος ἢ λιπαρὰ καὶ εὔυδρος, καὶ ἢ εὔφορος καὶ πολυφόρος ἢ ἄφορος καὶ δύσφορος.
345 ἀπὸ γὰρ τούτων χώρας ἀρετὴν καὶ κακίαν διαγινώσκομεν. ἵνα δέ σοι τῶν θεωρημάτων τούτων ἁπάντων παραδείγματα ὑπάρχῃ, ἑκάστου ἐκθήσομαι, δύο εἰπὼν πρότερον πρὸς ἃ [τὰ κεφάλαια] ἀνάγοντας ἐπαινεῖν δεῖ, πρὸς ἡδονὴν ἢ πρὸς ὠφέλειαν· πρὸς γὰρ ταῦτα τὰ κεφάλαια ὁρῶντα δεῖ τοὺς περὶ χώρας ἐπαίνους ποιεῖσθαι. οἷον εἰ μεσόγειον ἐπαινοίης, πρὸς μὲν ἡδονήν, ὅτι τῶν ἀπὸ τῆς ἠπείρου ἀγαθῶν βεβαίως ἀπόλαυσις καὶ τέρψις γίνεται, ὀρῶν πεδία περιλαμβανόντων καὶ τῶν πεδίων ληΐοις κατεστεμμένων· πρὸς δὲ ὠφέλειαν, διότι οἱ καρποὶ [τε] γνησιώτεροι ἀπὸ τῆς γῆς ἅτ’ οὐ κλυζομένης καὶ τῶν ἀπὸ τῆς θαλάττης ταραχῶν ἀπεχούσης. εἰ δὲ ἐπιθαλάττιον ἐπαινοίης, ὅτι ὅσα καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ ἡδέα καὶ ὠφέλιμα, συνείληφεν ἡ χώρα. εἰ δὲ νῆσον ἐπαινοίης, καὶ πρὸς ἡδονὴν καὶ πρὸς ὠφέλειαν, ὥσπερ Ἀριστείδης ἐν τῷ Νησιωτικῷ. εἰ δὲ νήσῳ ἐοικυῖαν, ἅ τε περὶ Τύρου Ἀριστόβουλος ἱστόρησε καὶ περὶ Κυζίκου Ἀριστείδης ἐν τῷ πρὸς Κυζικηνούς, καὶ Ξενοφῶν ἐν τοῖς Πόροις [τοῖς] περὶ τῆς Ἀττικῆς. καὶ μὴν εἰ μὲν ἀνατολικὴ εἴη, ὅτι πρώτη αὕτη ἡλίῳ ἐντυγχάνει, καὶ ἡγεμών ἐστι φωτὸς ἄλλαις, εἰ δὲ δυτικὴ εἴη, ὅτι ὥσπερ κορωνὶς ἐπίκειται, παραπέμπουσα τὸν θεόν· εἰ δὲ μεσημβρινή, ὅτι ὥσπερ ἐπὶ παρατάξεως τοῦ οὐρανοῦ τὸ μέσον κατείληφεν· εἰ δὲ ἀρκτική, ὅτι τὸ ὑψηλότατον τῆς γῆς καὶ ὑπόβορρον ὥσπερ ἀκρόπολις κατέχει· εἰ δὲ τὸ μεσαίτατον, ὃ δὴ περὶ τῆς Ἀττικῆς καὶ τῆς Ἑλλάδος λέγουσιν, ὅτι περὶ αὐτὴν ἡ πᾶσα γῆ κυκλεῖται, καὶ ὥραις ἐστὶν εὔκρατος. ἔτι τοίνυν εἰ μὲν ὀρεινὴ εἴη, ὅτι ἀνδρὶ ἐρρωμένῳ ἔοικε νεύροις διειλημμένῳ· εἰ δὲ πεδινή, ὅτι εὔτακτός ἐστι καὶ οὐκ ἀνώμαλος οὐδ’ ὀστώδης.
346 καὶ μὴν εἰ μὲν ξηρὰ καὶ ἄνυδρος, ὅτι διάπυρός ἐστι κατὰ τὸν περὶ τοῦ αἰθέρος λόγον καὶ τοῦ οὐρανοῦ· πυρώδης γὰρ ὁ οὐρανὸς καὶ ἐπίξηρος· εἰ δὲ λιπαρὰ καὶ εὔυδρος, καὶ πρὸς τὴν ἡδονὴν καὶ πρὸς τὴν ὠφέλειαν εὐφυής. καὶ εἰ μὲν πάμφορος, ὅτι γυναικὶ εὔπαιδι ἔοικεν· εἰ δὲ ἄφορός τε καὶ δύσφορος, ὅτι φιλοσοφεῖν τε καὶ καρτερεῖν διδάσκουσα. Ἐκεῖνό γε μὴν ἰστέον, ὅτι τῶν ἐγκωμίων τὰ μέν ἐστιν ἔνδοξα, [τὰ δὲ ἄδοξα,] τὰ δὲ ἀμφίδοξα, τὰ δὲ παράδοξα. ἔνδοξα μὲν τὰ περὶ ἀγαθῶν ὁμολογουμένων, οἷον θεοῦ ἢ ἄλλου τινὸς ἀγαθοῦ φανεροῦ· [ἄδοξα δὲ τὰ περὶ δαιμόνων καὶ κακοῦ φανεροῦ·] ἀμφίδοξα δὲ ὅσα πῆ μὲν ἔνδοξά ἐστι, πῆ δὲ ἄδοξα, ὃ ἐν τοῖς Παναθηναϊκοῖς εὑρίσκεται καὶ Ἰσοκράτους καὶ Ἀριστείδου· τὰ μὲν γάρ ἐστιν ἐπαινετά, τὰ δὲ ψεκτά, ὑπὲρ ὧν ἀπολογοῦνται· παράδοξα δὲ οἷον Ἀλκιδάμαντος τὸ τοῦ Θανάτου ἐγκώμιον, ἢ τὸ τῆς Πενίας Πρωτέως τοῦ κυνός. ἐνέταξα δὲ τὸ θεώρημα, ἐπειδὴ ἀφόρους καὶ δυσφόρους χώρας, καὶ τὰς ἀνύδρους καὶ ψαμμώδεις, ὅπως ἐπαινεῖν χρὴ ὑπέδειξα. ὅτι γὰρ τῶν τοιούτων [καὶ] παραδόξων καὶ ἀπολογίαν ἐξευρίσκειν ἔστιν, εἰς ἐγκώμιον ἐξαρκεῖ. χώρας μὲν ἀπὸ τούτων ἐγκωμιαστέον, πόλεις δὲ ἐξ ὧν δεῖ ἐπαινεῖν μετὰ ταῦτα ὑποδεικτέον, ἵνα ἡμῖν κατὰ τὴν τομὴν προΐῃ τὸ σύνταγμα. ΠΩΣ ΧΡΗ ΠΟΛΕΙΣ ΕΠΑΙΝΕΙΝ Οἱ τοίνυν περὶ τὰς πόλεις ἔπαινοι μικτοί εἰσιν ἀπὸ κεφαλαίων τῶν περὶ χώρας εἰρημένων καὶ τῶν περὶ ἀνθρώπους. ἐκ μὲν γὰρ τῶν περὶ χώρας τὴν θέσιν ληπτέον, ἐκ δὲ τῶν περὶ ἀνθρώπους τὸ γένος, τὰς πράξεις, τὰς ἐπιτηδεύσεις· ἀπὸ γὰρ τούτων τὰς πόλεις ἐγκωμιάζομεν.
347 ὅπως δὲ τῶν κεφαλαίων τούτων ἕκαστον ἐργαζόμεθα, ἐγὼ διδάξω καὶ φράσω. θέσιν πόλεως δοκιμάζομεν κατὰ τοὺς ἄνω τρόπους τοὺς εἰρημένους καὶ καθ’ ἑτέρους πλείονας, ἢ πρὸς οὐρανὸν καὶ ὥρας, ἢ πρὸς ἤπειρον, ἢ πρὸς θάλατταν, ἢ πρὸς τὴν χώραν ἐν ᾗ κεῖται, ἢ πρὸς τὰς περιοίκους χώρας καὶ πόλεις, ἢ πρὸς ὄρη, ἢ πρὸς πεδία. τὸ γὰρ εὔυδρον εἶναι τὴν πόλιν ἢ ποταμοῖς περιειλῆφθαι ἔφην τῶν περὶ χώραν εἶναι. αὐτῶν δὲ τούτων ἕκαστον καὶ πρὸς ἡδονὴν καὶ ὠφέλειαν κατὰ τὴν ἄνω γεγονυῖαν διαίρεσιν. χρὴ δὲ καὶ καθ’ ἕκαστον τούτων ... τὸ εὐμαθέστερον καὶ σαφέστερον γενέσθαι τὸ σύνταγμα. τὴν γὰρ θέσιν πρῶτον ἔφην κατὰ τὸν οὐρανὸν καὶ κατὰ τὰς ὥρας δεῖν θεωρεῖν. θεωρεῖται δὲ ἢ κατὰ ψύξιν ἢ κατὰ θάλψιν ἢ κατ’ ἀχλὺν ἢ κατὰ καθαρότητα ἢ κατὰ εὐαρμοστίαν πασῶν τῶν ὡρῶν. εἰ γάρ τις 〈κατὰ〉 τὸν οὐρανὸν δοκιμάσει, γίγνεται θέσις πόλεως ἢ κατὰ ταῦτα πάντα ἢ κατὰ τούτων τὰ πλεῖστα ἢ ἔνια. ἂν μὲν οὖν περιῇ δεικνύειν τὴν πόλιν, ἣν ἐγκωμιάζομεν, κατὰ πάντα ταῦτα εὔθετον οὖσαν, θαυμαστὸν γίνεται τὸ χρῆμα καὶ πλείους αἱ ἀφορμαί. εἰ δὲ μή, τὰ πλεῖστα τούτων πειρᾶσθαι δεῖ προσόντα αὐτῇ ἀποδεικνύναι· εἰ δὲ μὴ τὰ πλεῖστα, ἀλλὰ τὰ ἰσχυρότατα καὶ τὰ μέγιστα. εἰ δὲ παντάπασιν ἄμοιρος εἴη ἡ πόλις ἐγκωμίων κατὰ τὴν θέσιν (ὅπερ σπανιώτατόν ἐστιν· εὑρήσομεν γὰρ ἢ ἐν ψυχροῖς τόποις οὖσαν ἢ ἐν θερμοῖς ἢ ἐν εὐαρμοστοῖς παρὰ τὴν κρᾶσιν τῶν ὡρῶν), εἰ δέ τινες τὴν Ἄσκρην οἰκοῖεν, ἐχρῆν αὐτὸ τοῦτο εἰς ἐγκώμιον λαμβάνειν [εἰ δ’ αὖ ἄφορός τε καὶ δύσφορος, ἐχρῆν αὐτὸ τοῦτο εἰς ἐγκώμιον λαμβάνειν], ὅτι φιλοσοφεῖν ἀνάγκη τοὺς ἐνοικοῦντας καὶ καρτερικοὺς εἶναι. κατὰ τὸν αὐτὸν δὲ ὅρον, εἰ μὲν θερμότερος εἴη ὁ τόπος, τὰ ἐν τοῖς ψυχροῖς κακὰ λεκτέον· εἰ δὲ ψυχρότερος, τὰ ἐν τοῖς θερμοτέροις.
348 ἄριστα δὲ κεκραμένας χρὴ νομίζειν τὰς ἱκανὸν χρόνον μέρει ἑκάστῳ παραμενούσας. αὐτῶν δὲ τῶν ὡρῶν αἱ μὲν ἐπὶ τὸ μᾶλλον θεωροῦνται, αἱ δὲ ἐπὶ τὸ ἔλαττον. χειμὼν μὲν γὰρ καὶ θέρος ἐπὶ τὸ ἔλαττον· μᾶλλον γὰρ ἐλάττους καὶ ἀσθενεστέρας ἐπαινετέον. ἔαρ δὲ καὶ μετόπωρον ἐπὶ τὸ μᾶλλον· μᾶλλον γὰρ ἰσχύειν τὰς ὥρας ταύτας ἐπαίνου ἄξιον. ἐν δὲ 〈τῷ〉 περὶ τῶν ὡρῶν καὶ ἃ ἑκάστη φέρει τακτέον, αὐτὰ ταῦτα δὲ ἐφ’ ἑκάστῃ κατὰ τὰ τρία ταῦτα θεωρητέον, χρόνον ποιότητα ποσότητα· χρόνον μὲν εἰ ὅλον μένει ἀκήρατα, εἰ πλεῖστον τοῦ ἔτους· ποιότητα δὲ [εἰ] πρὸς ἡδονὴν καὶ ὠφέλειαν, ὠφέλειαν μὲν εἰ ἀβλαβῆ ἐστιν, ἡδονὴν δὲ εἰ ταῖς αἰσθήσεσι τερπνὰ †γεύσεσιν ὄψεσι καὶ ταῖς ἄλλαις†· ποσότητα δὲ εἰ πολλὰ ταῦτα εἴη. Περὶ μὲν τῆς θέσεως τῆς κατ’ οὐρανὸν καὶ ὥρας ταῦτα, ἐξ ὧν ἄν τις ἐγκωμιάζοι πόλιν, ἐφεξῆς δὲ καὶ περὶ τῶν ἄλλων τῶν τῆς θέσεως στοιχείων ἐπισκεψώμεθα. ἦν δὲ δεύτερον καὶ τρίτον στοιχεῖον, ὅπως κεῖται πρὸς ἤπειρον, ὅπως πρὸς θάλασσαν. ἐὰν μὲν τοίνυν ἠπειρωτικὴ ᾖ καὶ πλεῖστον ἀπέχῃ 〈ἀπὸ〉 τῆς θαλάσσης, τὴν ἀπὸ τῆς ἀποχωρήσεως ἀσφάλειαν ἐγκωμιάσεις, καὶ σοφῶν ἀνδρῶν παραθήσεις γνώμας, αἳ τοὺς κατ’ ἤπειρον οἰκισμοὺς ἐπαινοῦσι καὶ τοὺς πλεῖστον ἀπὸ θαλάττης ἀπέχοντας, καὶ πάντα ἐρεῖς ὅσα ἐν τῷ ἑτέρῳ κακά. ἐὰν δὲ ἡ πόλις θαλαττία ᾖ ἢ νῆσος, τάς τε ἠπείρους ἐρεῖς κακῶς καὶ τοὺς ἠπειρωτικοὺς οἰκισμούς, καὶ ὅσα ἀγαθὰ ἀπὸ θαλάσσης ἀριθμήσῃ. ἰδίως δὲ καὶ περιεργάσῃ τὴν ἑκάστης νήσου ἢ τὴν ἑκάστης πόλεως θέσιν. τὸ γὰρ τοιοῦτον μέρος ἀδύνατον περιστοιχίζεσθαι διὰ τὸ ἄπειρον. ἐὰν δὲ παραθαλάττιος ᾖ καὶ ἐπ’ αἰγιαλοῖς, ὅτι ἀμφότερα ὑπάρχει τὰ ἀγαθά. ἐὰν δὲ ὀλίγον ἀπέχῃ ἀπὸ τοῦ αἰγιαλοῦ, ὅτι τὰ μὲν ἑκατέρωθεν ἐκπέφευγε λυπηρά, τὰ δ’ ἀμφοτέρων ἀγαθὰ ἀνείληφεν.
349 Ἑξῆς ἦν στοιχεῖα θέσεως, ὅπως ἔχει πρὸς τὴν περιοικίδα χώραν, καὶ ὅπως πρὸς τὰς ἀστυγείτονας χώρας. πρὸς μὲν τοίνυν τὴν περιοικίδα χώραν θεωρητέον, εἰ ἐπ’ ἀρχῆς κεῖται, ἢ ἐν μέσῳ, ἢ πρὸς τῷ τέλει. καὶ εἰ μὲν ἐπ’ ἀρχῆς κεῖται, ὥσπερ προσώπῳ ἀπεικαστέον, καὶ ὅτι ἐντὸς τὴν αὑτῆς χώραν φυλάττει, ὥσπερ μιᾶς οἰκίας προπύλαια. ἐὰν δὲ ἐν μέσῳ, ὅτι ὥσπερ βασίλεια ἢ ἀρχεῖα ἢ ὀμφαλὸς ἀσπίδος, ὥσπερ Ἀριστείδης εἶπε, [κατείληφεν] ἢ ὥσπερ ἐν κύκλῳ μέσον σημεῖον. ἐὰν δὲ ἐπὶ τέλει, ὅτι ὥσπερ ἐραστὰς ἀποφυγοῦσα τοὺς προσιόντας. Ἔτι δὲ ὀψόμεθα καὶ ζητήσομεν, πότερον τὰ σκληρὰ προβαλλομένη ἐν πεδινοῖς ἐστιν, ἢ ἐν τοῖς σκληροτάτοις τόποις κατῴκισται τὰ πεδία προβαλλομένη· καὶ ἐὰν ἐν πεδινοῖς ἱδρυμένη, ὅτι ἀποπειρᾶται τῶν ἀφικνουμένων, ὥσπερ ἀγῶνα προτιθεῖσα, ἢ ὅτι εὐερκής ἐστιν, ὥσπερ τείχους ἀνεστηκότος. ἐὰν δὲ τὰ πεδία προβαλλομένη ἐν τοῖς σκληροῖς φαίνηται ἱδρυμένη, ὅτι ἥμερός ἐστι πρὸς τοὺς ἀφικνουμένους, καὶ ὥσπερ ἀκρόπολις [αὕτη κατείληφεν] ἀφ’ ὑψηλοῦ πυρσεύουσα. ἐὰν δὲ ἀναμὶξ ᾖ ταῦτα καὶ συγκεχυμένως φαίνηται διακείμενα, τὴν ποικιλίαν ἐπαινετέον, ὥσπερ Ἀριστείδης πεποίηκεν. ἔτι δὲ πρὸς τὰ ὕδατα τὰ ἐν τῇ χώρᾳ θεατέον. ὑδάτων δὲ φύσεις τριχῆ δεῖ διαιρεῖν, ἢ ὡς πηγῶν, ἢ ὡς ποταμῶν, ἢ ὡς λιμνῶν. κριτέον δ’ αὐτὰ ὥσπερ καὶ τὰ ἄλλα, πρὸς ἡδονὴν καὶ ὠφέλειαν, καὶ ἔτι πρὸς ταύτῃ τῇ διαιρέσει πρὸς πλῆθος καὶ αὐτοφυΐαν· ἐνιαχοῦ γὰρ καὶ θερμαὶ πηγαὶ εὑρίσκονται. Πρὸς τοίνυν τὰς ἐν γειτόνων θεωρητέον ἢ [ὡς πρὸς] πόλεις ἢ [ὡς πρὸς] χώρας, [ἢ] πότερον ἐν ἀρχῇ ἐστιν αὕτη, ἢ πρὸς τῷ τέλει, ἢ πανταχόθεν μέση· καὶ χῶραι καὶ πόλεις εἰ μικραὶ καὶ ἀφανεῖς, 〈ἢ μεγάλαι καὶ ἐπιφανεῖς,〉 καὶ εἰ ἀρχαῖαι ἢ νέαι.
350 πρὸς μὲν τοίνυν χώρας, οἷον εἰ λέγοι τις, ὅτι [ἡ νῦν καλουμένη Ἀσία] παρῴκισται μεγάλῳ ἔθνει, καὶ ὅμως ὑπὸ μεγέθους οὐ κρύπτεται· πόλεις δ’, ὥσπερ λέγουσι περὶ τῶν πόλεων τῶν Ἀσιανῶν, ὅτι ἐγγὺς ἀλλήλων οὖσαι οὐκ ἀφαιροῦνται ἀλλήλας τὸν κόσμον. καὶ εἰ μὲν ἐπ’ ἀρχῆς τῶν ἄλλων ἐθνῶν, ὅτι προβέβληται ἀντ’ ἄλλου φυλακτηρίου, ὥσπερ ὁ Ἀριστείδης· τοῦτο γάρ φησι περὶ τῶν Ἀθηνῶν. εἰ δὲ μέση κέοιτο ἡ πόλις πολλῶν χωρῶν καὶ πόλεων μεγάλων, ὅτι πανταχόθεν περιβέβληται καὶ ἀντὶ κόσμου προπύλαια καὶ εἰς ἀσφάλειαν περιβόλους. εἰ δὲ πρὸς τέλει, ὅτι ἀντὶ κεφαλῆς ἐπίκειται ταῖς ἄλλαις [χώραις] καὶ κορυφῆς. εἰ δ’ ἔνδοξοι εἶεν αἱ πόλεις καὶ ἐπιφανεῖς, ὅτι ἐνδόξων ἐνδοξοτέρα ἐστὶ καὶ ἐπιφανῶν ἐπιφανεστέρα, ἢ ἐπιφανῶν οὐκ ἀφανεστέρα ἢ οὐ πολύ· εἰ δὲ ἄδοξοι καὶ 〈οὐκ〉 ἐπιφανεῖς, ὅτι δι’ αὐτὴν ἀλλ’ οὖν ὀνόματος καὶ φήμης τυγχάνουσιν. εἰ μὲν ἀρχαῖαι χῶραι εἴησαν, ὅτι ἀνάγκη καὶ αὐτὴν ἀρχαίαν εἶναι τὴν πρόσοικον [χώραν]· εἰ δὲ πόλεις, ὅτι αἱ μὲν κεκμήκασι χρόνῳ, ἡ δ’ ἀνθεῖ· εἰ δ’ αὖ νέα, ὅτι πρὸς φυλακὴν προβέβληται νεωστὶ γεγενημένη. Σκεψώμεθα τοίνυν καὶ τὴν τοπικὴν καλουμένην θέσιν, ἥπερ ἐστὶν ὑπόλοιπος. καλοῦσι δὲ τοπικὴν τὴν τοῦ τόπου φύσιν, ἐν ᾧ ἡ πόλις ἵδρυται. πᾶσα πόλις, ὡς ἀνωτάτω συλλαβεῖν, αὐτὰ γὰρ τὰ καθ’ ἑκάστην σχήματα ἀδύνατον περιλαβεῖν, ἢ πᾶσα ἐν ὄρει καὶ γηλόφῳ 〈ἕστηκεν〉 ἢ πᾶσα ἐν πεδίῳ 〈ἢ πῆ μὲν ἐν ὄρει πῆ δὲ ἐν πεδίῳ〉. ἂν μὲν τοίνυν πᾶσα ἐν ὄρει, καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς ἡδονὴν ἐπαινετέον ἐκ τούτου, κατὰ μὲν εἰρήνην διὰ τὴν τοῦ ἀέρος τοῦ ὑποκειμένου καθαρότητα, κατὰ δὲ πόλεμον ὅτι αὐτοφυὲς τεῖχος καὶ ἀπρόσβατον κέκτηται.
351 ἐλαττώματα δὲ τῶν ἐν γηλόφῳ κειμένων ψύχους ὑπερβολαί, ὁμίχλη, στενοχωρίαι. δεῖ οὖν ἀποφαίνειν οὐ προσόντα ταῦτα ἢ οὐ μάλιστα. ἐὰν δὲ ἐν πεδίῳ, δεῖ ἐπαινεῖν, ὅτι ἐν ὀφθαλμῷ ἡ πόλις φαίνεται, ὅτι οὐκ ἔστιν ἀνώμαλος τοῖς ἄρθροις, ὥσπερ σῶμα εὔρυθμον, ὅτι γεωργική τίς ἐστιν ἡ φύσις τῆς πόλεως, ὅτι ὑπ’ ἀνδρείας οὐ πέφευγεν, ὥσπερ αἱ ἄλλαι πόλεις, εἰς ὄρη. [τὰ ἐλαττώματα τῶν ἐν ὑψηλῷ πόλεων ἱδρυμένων ὀνειδιεῖς, τὰ δὲ τῶν ἐν πεδίῳ φεύξῃ.] ἔστι δὲ ἐλαττώματα αὐχμοὶ καὶ πνιγμοὶ καὶ ῥᾳστώνη ἐπιθέσεως καὶ ὅσα τοιαῦτα. ταῦτα οὖν ἢ ὡς ἥκιστα ἢ ὡς ἐλάχιστα ἀποδεικνύναι χρὴ προσόντα. ἀλλὰ μὴν εἰ πῆ μὲν πεδινὴ εἴη ἡ πόλις, πῆ δὲ ἐν ὄρεσιν, τό τε πλῆθος ἐπαινέσεις καὶ τὴν ποικιλίαν, ὅτι ἅπερ ἀμφοτέραις ταῖς πόλεσι πρόσεστι, ταῦτα ἀμφότερα μόνη κέκτηται, 〈καὶ〉 ὅτι τὰ ἀμφοτέρων ἐλαττώματα ἐκπέφευγε· πειράσῃ δὲ ἀποδεικνύναι καὶ ὅτι πολλαῖς ἔοικε πόλεσιν. ἐκ τούτων καὶ περὶ ταῦτα ἡ μέθοδος. ΠΩΣ ΔΕΙ ΛΙΜΕΝΑΣ ΕΓΚΩΜΙΑΖΕΙΝ Ἐν τούτῳ δὲ τῷ μέρει καὶ τὸ περὶ λιμένων ἔγκειται. λιμένες δὲ ἢ ἐν μέσῳ τῆς πόλεως, καὶ φήσεις ὥσπερ κόλπῳ δέχεσθαι τοὺς καταπλέοντας ὑπὸ τὰς ἀγκάλας· ἢ ἐν ἀρχῇ τῆς θέσεως, καὶ φήσεις ὥσπερ ποσὶν ἐπιστηρίζεσθαι τῷ λιμένι. καὶ ἢ αὐτοφυεῖς εἰσιν ἢ χειροποίητοι. ἂν μὲν τοίνυν χειροποίητοι ὦσιν, ἐρεῖς 〈ὅτι〉 οὐχ ἡ πόλις δι’ αὐτούς, ἀλλ’ αὐτοὶ διὰ τὴν πόλιν γεγόνασιν· εἰ δ’ αὐτοφυεῖς, ὅτι ἀπρόχωστοί εἰσι διὰ τὸ αὐτοφυεῖς εἶναι, ὅσοι δὲ χειροποίητοι, προχοῦνται. καὶ ἢ εἷς ἐστιν ἢ πολλοί. ἂν μὲν εἷς, ὅτι ὥσπερ σώματος εἷς κόλπος ἐστίν· ἐὰν δὲ πολλοί, ὅτι ὑπὸ φιλανθρωπίας πολλὰς χεῖρας προτείνει τοῖς καταίρουσι.
352 λιμένας δὲ ἐπαινέσεις ἢ ὡς ἀκλύστους, ἢ ὡς νηνέμους καὶ ὡς ἐπισκεπεῖς, ἢ ὡς πολύπλους, ἢ ὡς κατὰ πάντα ἄνεμον ἐκπέμποντας, ἢ ὡς πρὸ τῶν μεγάλων πελαγῶν προκειμένους, ἢ ὡς ἀγχιβαθεῖς. [ΠΩΣ ΔΕΙ ΚΟΛΠΟΥΣ ΕΠΑΙΝΕΙΝ] Ἐν τούτῳ 〈δὲ〉 καὶ τὸ περὶ τῶν κόλπων. κόλπους ἐπαινέσεις εἰς μέγεθος καὶ κάλλος καὶ εὐρυθμίαν καὶ εἰς εὐλιμενότητα καὶ πολυλιμενότητα. [ΠΩΣ ΔΕΙ ΑΚΡΟΠΟΛΙΝ ΕΓΚΩΜΙΑΖΕΙΝ] Ἐν τούτῳ δὲ καὶ τὸ περὶ τῶν ἀκροπόλεων· αἱ μὲν ἐν μέσῳ πόλεών εἰσιν, αἱ δ’ ἐν πλαγίῳ. καὶ αἱ μὲν ὑψηλαί, στεναὶ δὲ τὸ ἄνω δάπεδον, αἱ δὲ βραχεῖαι μέν, εὐρύχωροι δέ· καὶ αἱ μὲν εὔυδροι, αἱ δὲ ἄνυδροι· καὶ αἱ μὲν ἀνώμαλοι τὰς κορυφάς, αἱ δὲ πεδινώτεραι. ἥτις μὲν οὖν τὰς μὲν ἀρετὰς εἴληφεν τὰς δὲ κακίας ἐκπέφευγεν, αὕτη καλλίστη, ὅμως δ’ ἐξ ὧν ἐπαινετέον τούτων ἑκάστην λεκτέον. ἂν μὲν τοίνυν ἐν πλαγίῳ τῆς πόλεως ᾖ, ὅτι ἀκριβῶς κέλητι ἔοικε· †μετὰ γὰρ πᾶν τὸ σῶμα κεῖται†. εἰ δ’ ἐν μέσῳ, ὅτι περὶ αὐτὴν ἡ πόλις ἵδρυται, ὥσπερ βασιλικαὶ περὶ ἱερὸν περιβολαί. ἂν δ’ ὑψηλὴ μέν, στενὴ δὲ τὸ ἄνω ἔδαφος, ὅτι ὥσπερ ἱερὸν τῷ ὄντι ἅπαν ἀοίκητόν ἐστι πλὴν ὅσα τοῖς κατέχουσι θεοῖς. εἰ δὲ βραχεῖα μέν, εὐρύχωρος δέ, ὅτι πόλει ἔοικεν ἡ ἀκρόπολις ὑπ’ εὐρυχωρίας. καὶ εἰ μὲν ἄνυδρος, ὅτι ὑπὸ ὕψους τοῦτο πέπονθεν, εἰ δὲ εὔυδρος, ὅτι καὶ ὑψηλὴ οὖσα καὶ πρὸς χρείαν ἐστὶν αὐτάρκης. καὶ εἰ μὲν ἀνώμαλος, ὅτι ὥσπερ ἄλλας ἀκροπόλεις ἐν αὑτῇ ἔχει· εἰ δὲ πεδινή, ὅτι θέσεως ἕνεκα καὶ ῥᾳστώνης καὶ πόλις ... ᾠκίσθη. κράτιστον δὲ ὅπερ ἔφη τὰς ἀρετὰς παρούσας τὰς δὲ κακίας ἀπούσας ἁπάσας δεικνύναι, ἢ πλείονας ἀρετὰς κακιῶν.
353 ταῦτα καὶ περὶ ἀκροπόλεων θέσεως ἡμῖν ἀποδεδείχθω. ΠΩΣ ΔΕΙ ΑΠΟ ΓΕΝΟΥΣ ΠΟΛΙΝ ΕΓΚΩΜΙΑΖΕΙΝ Δεύτερος δ’ ἂν εἴη τόπος ὁ τοῦ γένους καλούμενος, διαιρεῖται δὲ εἰς οἰκιστάς, εἰς τοὺς οἰκήσαντας, εἰς τὸν χρόνον, εἰς τὰς μεταβολάς, εἰς τὰς αἰτίας ἀφ’ ὧν αἱ πόλεις οἰκοῦνται. τούτων δ’ αὖ ἕκαστον πολλαχῆ διαιρετέον, οἷον εὐθὺς εἰ τίς οἰκιστὴς ζητοῖμεν, εἰ θεός, εἰ ἥρως, εἰ ἄνθρωπος, καὶ πάλιν κατὰ τύχας στρατηγὸς ἢ βασιλεὺς ἢ ἰδιώτης. ἐὰν μὲν τοίνυν θεὸς ᾖ, μέγιστον τὸ ἐγκώμιον, ὥσπερ ἐπ’ ἐνίων λέγεται, ὡς περὶ Ἑρμουπόλεως καὶ Ἡλιουπόλεως καὶ τῶν τοιούτων. ἐὰν δὲ ἡμιθέων καὶ ἡρώων ᾖ καὶ μετὰ ταῦτα θεὸς γενόμενος, ἔλαττον μὲν τὸ ἐγκώμιον, ἔνδοξον δὲ καὶ οὕτως, ὥσπερ ἐφ’ Ἡρακλείας [τῆς πόλεως], καὶ ὅσας ἢ Σαρπηδὼν ἢ Μίνως ᾤκισεν ἢ ἄλλοι ἥρωες. ἐὰν δὲ ἄνθρωπος, ἐὰν μὲν ᾖ στρατηγὸς ἢ βασιλεύς, ἔνδοξον, ἐὰν δὲ ἰδιώτης, ἄδοξον καὶ οὐκ ἐπιφανές. χρὴ οὖν, ὅτε τὸ περὶ τῶν οἰκιστῶν ἡμῖν διῄρηται, ἐκεῖνο τὸ θεώρημα [καὶ τὸ στοιχεῖον] κατὰ πάσης τῆς διαιρέσεως εἰδέναι, ὡς εἰ μὲν ἔνδοξος εἴη ὁ κατοικίσας, τά τε ἄλλα αὐτοῦ ἐγκωμιαστέον ἐν βραχυτάτοις, καὶ ὅτι τὴν πόλιν ᾤκισεν ἣν ἂν ἐπαινῶμεν, ἐὰν δὲ ἄδοξος καὶ ἡ διαδοχὴ ἄδοξος, γίνεται ἢ τῷ αἰσχρὰν ἔχειν δόξαν, ἢ τῷ μηδ’ ὅλως ἔχειν. ἐὰν μὲν τοίνυν μηδ’ ὅλως ἔχῃ, φατέον μόνον, ὅτι ἀπὸ τῆς κτίσεως τῆς πόλεως, ὥσπερ ἐξαρκοῦν, ἠξίωσε γνωρίζεσθαι· εἰ δὲ φαύλην δόξαν εἰληφώς, ὅτι ἀπολογίαν ἱκανὴν ταύτην ἐπὶ τοῖς ἄλλοις ἐξεῦρεν. ἀπὸ μὲν τῆς τομῆς ταύτης τὸν οἰκιστὴν γνωριοῦμεν. Τοὺς δὲ οἰκήσαντας διαιρήσομεν μιᾷ μὲν τομῇ Ἑλλήνων καὶ βαρβάρων, δευτέρᾳ δὲ βαρβάρων μὲν 〈ἢ〉 τῶν ἀρχαιοτάτων, ὥσπερ Φρυγῶν, ἢ βασιλικωτάτων, ὥσπερ Λυδῶν ἢ Μήδων ἢ Περσῶν ἢ Αἰθιόπων ἢ Σκυθῶν.
354 καὶ ὅλως δήλη ἐστὶν ἡ ὁδὸς τῷ προϊόντι κατὰ τὸ ἀποδοθὲν θεώρημα. δεῖ γὰρ ἀποφαίνειν τὰ οἰκήσαντα γένη τὴν βάρβαρον πόλιν, ἣν ἂν ἐπαινέσῃς, ἢ πρεσβύτατα ἢ σοφώτατα ἢ ἀρχικώτατα ἢ ὅλως ἀρετήν τινα σχόντα, ἢ μίαν, ἢ πολλάς, ἢ πάσας, †ἢ† μάλιστα. Ἑλλήνων δ’ αὖ τῶν εὐγενεστάτων νομιζομένων γενῶν· γένη δὲ τὰ ἀνωτάτω καὶ γνωριμώτατα τρία, τὸ Δωριέων, Αἰολέων, Ἰώνων. τὸ μὲν τοίνυν Αἰολέων πολὺ ἰσχυρότατον, τὸ δὲ Δωριέων ἀνδρικώτατον, τὸ δὲ Ἰώνων ἐλλογιμώτατον. χρὴ οὖν ἀποφαίνειν τὴν Ἑλληνίδα πόλιν ἐκ τούτων οὖσαν τῶν γενῶν. καὶ οὕτως μὲν τὰ γένη τῶν ἐνοικούντων διαγνωσόμεθα, καὶ τοὺς ἐπαίνους, οὓς ἂν περὶ τῶν γενῶν εἴπωμεν, νομιοῦμεν προσήκειν τοῖς οἰκήσασιν, ὥσπερ εἰ λέγοιμεν, ὅτι ἡ Σμύρνα ἢ Ἔφεσος τοῦ ἐλλογιμωτάτου μέρους ἐστίν, ἢ τῶν ἐν Κρήτῃ πόλεων πολλαὶ καὶ Ῥόδος τοῦ ἀνδρικωτάτου (Δωρικαὶ γάρ εἰσι) καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Τρίτον ἔφαμεν τοῦ γένους εἶναι τὸν χρόνον, τρισὶ διαιρούμενον ὅροις· ἢ τῶν παλαιοτάτων, ὅταν ἢ πρὸ ἄστρων ἢ μετὰ τῶν ἄστρων φάσκωμεν, ἢ πρὸ κατακλυσμοῦ ἢ μετὰ κατακλυσμὸν φάσκωμεν οἰκισθῆναι ἢ πόλιν ἢ χώραν, ὥσπερ Ἀθηναῖοι μεθ’ ἡλίου γενέσθαι φασίν, Ἀρκάδες δὲ πρὸ σελήνης, Δελφοὶ δὲ μετὰ τὸν κατακλυσμὸν εὐθύς (διαστήματα γὰρ καὶ ὥσπερ ἀρχαὶ αὗται 〈τοῦ〉 αἰῶνος)· ἢ μέσῳ ὅρῳ λογιούμεθα, οἷον ὅτ’ ἤνθησεν ἡ Ἑλλὰς ἢ ἡ Περσῶν δύναμις ἢ Ἀσσυρίων ἢ Μήδων, ὥσπερ Συρακοῦσαι καὶ ἔνιαι τῶν ἐν Ἰωνίᾳ πόλεων καὶ πλεῖσται τῆς Ἑλλάδος καὶ τῆς βαρβάρου· τῶν δὲ ἐσχάτων καὶ νεωτάτων αἱ ἐπὶ Ῥωμαίων· ὅσαι γὰρ νεώταται πόλεις, παρὰ τούτων ἐκτίσθησαν.
355 ἐὰν μὲν τοίνυν ἀρχαιοτάτη ἡ πόλις ᾖ, φήσεις τὸ πρεσβύτατον τιμιώτατον εἶναι καὶ ὅτι αἰώνιός ἐστιν ἡ πόλις, ὥσπερ οἱ θεοί. ἐὰν δὲ τοῦ μέσου ὅρου, ὅτι οὔθ’ ὑπορρεῖ καὶ γεγήρακεν ὥστε πεπονηκέναι, οὔτε νεωστὶ ἀνέστηκεν. ἐὰν δὲ νεωτέρα ᾖ, ὅτι ἀνθεῖ καθάπερ κόρη ἀκμάζουσα, καὶ ὅτι μετὰ πλειόνων καὶ βελτιόνων ἐλπίδων οἰκεῖται. χρὴ δὲ τὰς νεωτέρας μηδὲν ἐλαττουμένας σεμνότητι τῶν παλαιοτέρων δεικνύειν, τὰς δὲ ἀπὸ τοῦ μέσου ὅρου πρὸς ἀμφοτέρας αὐτάρκεις. τοσαῦτα καὶ περὶ χρόνου τῶν πόλεων δεδόσθω. Τέταρτος τόπος ὁ τῶν μεταβολῶν, διαιρεῖται δὲ κατὰ τάδε· ἢ γὰρ ἀπῳκίσθη, 〈ἢ συνῳκίσθη, ἢ μετῳκίσθη,〉 ἢ ἐπηυξήθη, ἢ ὅλως οὐκ οὖσα πρότερον ᾠκίσθη. ἀπῳκίσθη μέν, ὥσπερ αἱ πλεῖσται τῶν Ἑλληνίδων, αἱ ἐν Ἰωνίᾳ, αἱ ἐν Ἑλλησπόντῳ, αἱ νῆσοι· συνῳκίσθη δέ, 〈ὥσπερ〉 Μεγάλη πόλις ἐν Ἀρκαδίᾳ· μετῳκίσθη δέ, ὥσπερ περὶ Σμύρνης Ἀριστείδης, φησὶ γὰρ αὐτὴν τρὶς ἀλλάξαι τὸν τόπον· ἐπηυξήθη δέ, ὥσπερ ὅσας πρότερον κώμας οὔσας [ὅλως] πόλεις πεποιήκασι βασιλεῖς· ᾠκίσθησαν δέ, ὅσας πρότερον οὐδ’ οὔσας [κώμας] ὅλως πόλεις τινὲς ἀπέφηναν. Μεταβολὴ δὲ παρὰ ταύτας ἁπάσας γίνεται ἐπ’ ἐνίων πολλάκις περὶ τὸ ὄνομα· τὴν γὰρ αὐτὴν πόλιν ἢ χώραν ποτὲ μὲν Κραναάν, ποτὲ δὲ Κεκροπίαν, ποτὲ δὲ Ἀκτήν, ποτὲ δὲ Ἀττικήν, ποτὲ δὲ Ἀθήνας κεκλήκασι· καὶ Πελοπόννησον ποτὲ μὲν Πελασγίαν, ποτὲ δὲ Ἀπίαν, ποτὲ δὲ ἄλλο τι τοιοῦτον. ἀλλὰ τὸ τοιοῦτον τῆς μεταβολῆς εἶδος οὐκ ἔχει πρόφασιν ἐπαίνου, πλὴν εἴ τις τοὺς ἄνδρας ἐπαινοίη ἢ θεούς, ἀφ’ ὧν αἱ πόλεις ὀνομάζονται. ὅπως δὲ τῶν μεταβολῶν ἕκαστον εἶδος ἐπαινεσόμεθα, διδάξω.
356 ἐὰν μὲν ἀποικίαν, ὅτι ἀπὸ μεγίστης πόλεως ἀπῴκησαν καὶ ἐνδοξοτάτης, ὅτι ἀπῴκισται ἐνδόξως, ὅτι δυνάμει κατέσχε τὸν τόπον, ὅτι κατὰ φιλίαν ἀπῳκίσθησαν, οὐχὶ στάσει καὶ πολέμοις ἐκπεσόντες, καὶ ὅλως ὑποδέδεικταί σοι πρὸς ἃ χρὴ βλέπειν κἀν τοῖς τῶν ἀπῳκισμένων πόλεων ἐπαίνοις. εἰ δὲ συνῳκισμένην πόλιν ἐπαινοίης, καὶ τὰ μέρη αὐτὰ καθ’ ἑαυτὰ μέγιστα ἀποφανεῖς· ὅσῳ γὰρ ἂν μειζόνως ἐπαινοίης, μειζόνως τὴν συνῳκισμένην πόλιν ἐγκωμιάσεις, τὴν 〈δὲ〉 πρόφασιν τοῦ συνοικισμοῦ ἐξετάσεις 〈καὶ〉 τοὺς συνοικήσαντας, οἵτινες ἦσαν· καὶ πάλιν ἡ τούτων ἰδέα σοι ἐπιδέδεικται εἰ δὲ μετῳκισμένη εἴη ἡ πόλις, δεῖ σε δεικνύναι ὅτι οὐ κατὰ συμφορὰς ἀλλὰ πρὸς κάλλος μεταβαλοῦσα τὸν τόπον, ὅτι μετοικιζομένη μείζων καὶ καλλίων ἐγένετο, καὶ περιεργάσῃ εἴτε ἅπαξ εἴτε πολλάκις· κἂν μὲν ἅπαξ ἢ δίς, ἔκτυπα αὑτῆς πρότερον καταθέσθαι· εἰ δὲ πολλάκις, ὅτι κινουμένῃ καὶ βαδιζούσῃ ἔοικεν ἡ πόλις. καὶ τῶν μετοικισμῶν τὰς αἰτίας, εἰ μὲν εἴησαν φαῦλαι, συγκρύψεις ὡς δυνατόν, οἷον σεισμοὺς ἢ πορθήσεις ἢ λοιμοὺς ἢ τὰ τοιαῦτα· εἰ δ’ εἴησαν ἀγαθαί, ἐγκωμιάσεις καὶ ἀπὸ τούτων. τοιαῦτά σοι περὶ τούτων ἀποδέδεικται. εἰ δ’ ἐπηυξημένη ἡ πόλις εἴη, οὐ χαλεπὸν συνιδεῖν, ἀφ’ ὧν ἄν τις ἐγκωμιάζοι. ὥσπερ γὰρ σῶμα αὐξανόμενον, τῷ χρόνῳ φήσεις προεληλυθέναι αὐτὴν εἰς μέγεθος, καὶ διὰ τοῦτο προσδοκᾶν αὐτὴν καὶ ἔτι μᾶλλον προελεύσεσθαι. εἰ δ’ ἡ πόλις ἣν ἐπαινεῖς ἅμα οἰκοδομηθεῖσα καὶ πόλις ἦν γενομένη, τὸ ἐκ διαφορᾶς πρὸς τὰς ἐκ κωμῶν μεταβαλούσας πολλὰς ἄν σοι παράσχοι προφάσεις ἐπαίνων, ὅτι, ὥσπερ ἔνιοι ἅμα τῷ τεχθῆναι ἐν ἀξιώματί εἰσι καὶ οὐ πρότερον δοῦλοι εἶτα ἐλεύθεροι, οὐδὲ πρότερον ἰδιῶται εἶτα ἄρχοντες, οὕτως αἱ τοιαῦται πόλεις.
357 καὶ αὕτη ἡ περὶ ταῦτα μέθοδος. εἰ δ’ ἐκ κώμης εἴη μεταβεβληκυῖα, ὅτι, ὥσπερ ἐν στρατοπέδῳ οὗτος ἄριστος στρατηγός, ὅστις χιλίαρχος πρότερον ἐγένετο, καὶ χιλίαρχος ὅστις λοχαγός, καὶ λοχαγὸς ὅστις στρατιώτης, οὕτω καὶ πόλις ἀρίστη, ἥτις ἐν πείραις ἐξητάσθη. καὶ ὅλως οὐκ ἀπορήσεις, κατὰ τοῦτο ἰὼν τὸ ἴχνος, ἐξ ὧν ἂν ἐπαινοίης. τοσαῦτά σοι καὶ περὶ τῶν μεταβολῶν καὶ τῶν εἰδῶν τῆς μεταβολῆς 〈εἰρήσθω· τὴν γὰρ περὶ τὸ ὄνομα μεταβολήν〉 φημι οὐδὲν μέγα πρὸς ἐγκώμιον ἔχειν ἢ βραχύ, ἐπαινούντων ἡμῶν ἢ θεὸν ἢ ἄνθρωπον τὸν ἐπώνυμον. Ἦν δὲ μετὰ τὰς μεταβολὰς τόπος ὁ τῶν αἰτιῶν, πενταχῆ δὲ καὶ οὗτος διαιρεῖται, καὶ πῶς τὴν διαίρεσιν ποιησάμενοι τοὺς ἐπαίνους ἂν προσαγάγοιμεν ἑξῆς ἂν εἴη ἀποδεῖξαι. αἰτίαι τοίνυν οἰκισμῶν πόλεων ἢ θεῖαι ἢ ἡρωϊκαὶ ἢ ἀνθρώπιναι. καὶ πάλιν ἢ ἐπ’ εὐφροσύνῃ ἢ πένθει· καὶ πάλιν κατὰ τὰ τελικὰ καλούμενα κεφάλαια, 〈ἢ ὡς διὰ τὸ δίκαιον ἢ ὡς διὰ τὸ καλὸν〉 ἢ ὡς διὰ τὸ συμφέρον, ἢ ὡς διὰ τὸ ἀναγκαῖον. χρὴ δὲ τούτων τὰ παραδείγματα ἐκθέσθαι. θεία μὲν τοίνυν αἰτία ἐστίν, ὁποία περὶ Ῥόδου ἢ Δήλου· περὶ μὲν Ῥόδου ὅτι διαλαχόντες ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ Ἅιδης τὰ πάντα Ἡλίῳ μοῖραν οὐ κατέλιπον, ἀναμνησθέντες δὲ ἔμελλον ἀνακληροῦσθαι, ὁ δ’ Ἥλιος ἀρκεῖν αὑτῷ ἔφη εἰ φανερὰν ποιήσειαν τὴν Ῥόδον· περὶ δὲ Δήλου, ὅτι διὰ τὴν Ἀπόλλωνος καὶ Ἀρτέμιδος γένεσιν ἀνέδραμεν ἐκ θαλάττης. ἡρωϊκαὶ δ’ αἰτίαι 〈αἱ〉 περὶ Σαλαμῖνος τῆς ἐν Κύπρῳ, ἢ Ἄργους τοῦ Ἀμφιλοχικοῦ· τὴν μὲν γὰρ ὁ Τεῦκρος ᾤκισεν ἐκπεσών, τὴν δὲ Ἀμφίλοχος ὁ Ἀμφιάρεω, καὶ πολλαὶ πόλεις τῶν Ἑλληνίδων τοιαύτας ἔχουσιν αἰτίας ἡρωϊκάς. ἀνθρώπιναι δέ, ὁποῖαι 〈αἱ〉 περὶ Βαβυλῶνος λεγόμεναι, †οἷον νυινουν† Σεμίραμις ᾠκοδόμησεν [βασίλειαν εἶναί φησι].
358 καὶ Ῥωμαϊκαὶ δὲ πᾶσαι πόλεις, ἃς Ῥωμαίων ᾤκισαν βασιλεῖς, τοιαύτας ἔχουσι τὰς αἰτίας. αὕτη μὲν δὴ πρώτη διαίρεσις. Ἡ δὲ δευτέρα, ὅτι αἱ μὲν ἐπ’ εὐφροσύνῃ, αἱ δὲ ἐπὶ πένθει. εὐφροσύνῃ μέν, οἷον γάμῳ γενέσει νίκῃ καὶ τοῖς τοιούτοις. δεῖ δὲ καὶ τούτων παραδείγματα γράψαι. γάμων μὲν τοίνυν, 〈ὥσ〉 φασι τὴν Μέμφιν ἐπὶ τῷ γάμῳ τῆς Ἀφροδίτης καὶ τοῦ Ἡφαίστου. νίκης δέ, οἷόν φασι τὴν Θεσσαλονίκην ἐπὶ τῇ νίκῃ τῶν Θεσσαλῶν οἰκισθῆναι ὑπὸ Μακεδόνων· καὶ τὴν ἐπὶ Ἀκτίῳ Νικόπολιν ὑπὸ Ῥωμαίων ἐπὶ τῇ νίκῃ τῇ κατὰ Κλεοπάτρας. ἐπὶ πένθει δὲ καὶ οἴκτῳ, 〈ὡσ〉 ἱστοροῦσι Βουκέφαλον τὴν ἐν Ἰνδοῖς πόλιν ἐπὶ τῷ ἵππῳ τοῦ Ἀλεξάνδρου τῷ Βουκεφάλῳ ἀνοικισθῆναι· τὴν Ἀντινόου δὲ ἐν Αἰγύπτῳ 〈ἐπὶ τῷ〉 Ἀντινόου θανάτῳ ὑπὸ Ἀδριανοῦ. καὶ δῆλον ἡγοῦμαί σοι γεγενῆσθαι καὶ τὸ τῆς διαιρέσεως ταύτης θεώρημα. Ἦν δὲ ἡ τρίτη διαίρεσις κατὰ τὰ τελικὰ κεφάλαια καλούμενα. τοῦ μὲν τοίνυν δικαίου τὸ κατὰ Ῥήνειαν, ὅτι οἰκίσας αὐτὴν ὁ Μίνως ἀνέθηκε τῷ Ἀπόλλωνι εὐσεβείᾳ, τὸ δ’ εὐσεβὲς δίκαιον. τοῦ δὲ καλοῦ, ὡς τὸ κατὰ Ἀλεξάνδρειαν, ὅτι εὐδοξίας ἕνεκα καὶ κλέους ὁ Ἀλέξανδρος μεγίστην τῶν ὑφ’ ἡλίῳ πόλεων ἠβουλήθη κατοικίσαι. τοῦ δὲ συμφέροντος, ὡς τὸ καθ’ Ἡράκλειαν τὴν ἐν Πόντῳ, ὅτι τοὺς βαρβάρους ἀναστέλλων Ἡρακλῆς τὸν ἐκεῖ τόπον κατῴκισε. τοῦ δ’ ἀναγκαίου, ὡς τὸ κατὰ τὰς πόλεις τὰς κατ’ Ἴστρον ποταμὸν ὑπὸ Ῥωμαίων κατοικισθείσας, τὰς καλουμένας Καρπίας, ὡς μὴ διαβαίνοντες οἱ βάρβαροι κακουργοῖεν. οὐσῶν δὲ τούτων τῶν αἰτιῶν καὶ τοιουτοτρόπων εἰδέναι σε χρὴ ὅτι ἐνδοξόταται μὲν αἱ θεῖαι, δεύτεραι δὲ αἱ ἡρωϊκαί, τρίται δὲ αἱ ἀνθρωπικαί· καὶ πάλιν πρῶται μὲν αἱ ἐπ’ εὐφροσύνῃ, δεύτεραι δὲ αἱ ἐπὶ πένθει· καὶ πάλιν ἐνδοξότεραι μὲν αἱ ἐκ περιουσίας τῶν τελικῶν κεφαλαίων, χρησιμώτεραι δὲ αἱ ἀπὸ τῶν ἀναγκαίων καὶ συμφερόντων.
359 ἐν μὲν οὖν ταῖς ἐνδοξοτέραις ἐπὶ πλέον διατριπτέον, ἐν δὲ ταῖς ἀδόξοις ἐπ’ ἔλαττον· ὁ μέντοι τόπος ἀναγκαιότατος πρὸς ἔπαινον πόλεων ῥήτορι πανταχοῦ. αὐτῶν δὲ τούτων τῶν αἰτιῶν μυθώδεις μὲν αἱ θεῖαι καὶ ἡρωϊκαί, πιθανώτεραι δὲ αἱ ἀνθρωπικαί. τὰς μὲν τοίνυν ἀνθρωπικὰς αὐξητέον, τὰς δὲ ἡρωϊκὰς καὶ θείας καὶ πιστωτέον καὶ αὐξητέον. τοσαῦτά σοι καὶ περὶ τῆς τοῦ γένους ἐπιχειρήσεως ἔχομεν συμβαλέσθαι. τρίτον τοίνυν ἡμῖν βιβλίον γραφέσθω τόδε περὶ ἐπιτηδεύσεων καὶ πράξεων· καὶ γὰρ ἀπὸ τούτων δεῖν ἔφαμεν τὰς πόλεις ἐγκωμιάζειν. ΠΩΣ ΔΕΙ ΑΠΟ ΕΠΙΤΗΔΕΥΣΕΩΝ ΤΑΣ ΠΟΛΕΙΣ ΕΓΚΩΜΙΑΖΕΙΝ Τῶν τοίνυν ἐπιτηδεύσεων αἱ μὲν κατὰ τὴν τῆς πολιτείας κατάστασιν θεωροῦνται, αἱ δὲ κατὰ τὰς ἐπιστήμας, αἱ δὲ κατὰ τὰς τέχνας, αἱ δὲ κατὰ τὰς δυνάμεις. αὐτῶν δὲ τούτων τῶν μερῶν ἢ εἰδῶν ὅ τι χρὴ διαιρεῖσθαι, πειράσομαι ποιῆσαι καταφανές. πολιτεῖαι μέν εἰσι τρεῖς, βασιλεία, ἀριστοκρατία, δημοκρατία, ταύταις δὲ παρακείμεναί εἰσι κακίαι, βασιλείᾳ μὲν τυραννίς, ἀριστοκρατίᾳ δὲ ὀλιγαρχία καὶ πλουτοκρατία λεγομένη, δημοκρατίᾳ δὲ λαοκρατία. παρὰ πάσας δὲ ταύτας ἡ μικτὴ ἐκ πάντων τούτων, ὁποία ἥ τε Ῥωμαϊκὴ καὶ ἡ Λακωνικὴ τὸ παλαιόν. εἰ τοίνυν ἐπαινοίης πόλιν, εἰ μὲν τυραννουμένην, ὡς βασιλευομένην ἐπαινεῖν δεῖ, ὡς ἐν τοῖς Νικοκλείοις ὁ Ἰσοκράτης πεποίηκεν, εἰ δὲ λαοκρατουμένην, ὡς δημοκρατουμένην, ὡς ἐν τῷ Παναθηναϊκῷ Ἰσοκράτης καὶ Πλάτων ἐν τῷ ἐπιταφίῳ· εἰ δὲ πλουτοκρατουμένην, ὡς ἀριστοκρατουμένην· εἰ δὲ μικτήν, ὅτι ἐξ ἁπασῶν εἴληφε τὰ κάλλιστα.
360 τοῦτο δὲ ὁ Πλάτων περὶ τῆς Λακωνικῆς πολιτείας ἐν τοῖς Νόμοις εἴρηκεν καὶ Ἀριστείδης ἐν τῷ Ῥωμαϊκῷ [νόμῳ]. εἴησαν δ’ 〈ἂν〉 ἐπαίνων ἀφορμαὶ παρὰ ταύτας ἁπάσας δεῖξαι πόλιν μὴ κατὰ τοὺς αὐτοὺς χρόνους ἁπάσαις κεχρημένην ἀλλ’ ἄλλοτε ἄλλῃ, ὅπερ Ἰσοκράτης περὶ τῆς τῶν Ἀθηναίων πόλεως εἴρηκε καὶ Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ. δεῖ δὲ νομίζειν περὶ πολιτείας ἄριστον εἶναι [καὶ] τὸ ἑκοῦσαν ἀλλὰ μὴ ἄκουσαν ἄρχεσθαι τὴν πόλιν, καὶ τὸ ἀκριβῶς φυλάττειν τοὺς νόμους, ἥκιστα δὲ νόμων δεῖσθαι. τοῦτο δὲ τὸ μέρος τῶν ἐπαίνων κινδυνεύει σχεδὸν ἀργὸν εἶναι· ὑπὸ γὰρ μιᾶς αἱ Ῥωμαϊκαὶ ἅπασαι νῦν διοικοῦνται πόλεις, τελειότητος δὲ ἕνεκεν ἐχρῆν περὶ αὐτοῦ μνησθῆναι. Αἱ δὲ κατὰ τὰς ἐπιστήμας ἐπιτηδεύσεις, εἰ κατὰ πόλιν εἴησαν εὐδόκιμοι, ἀστρολογία καὶ γεωμετρία ἢ μουσικὴ ἢ γραμματικὴ ἢ φιλοσοφία· αἱ γὰρ τοιαῦταί εἰσιν αἱ κατ’ ἐπιστήμην ἐπιτηδεύσεις. φασὶ γὰρ τοὺς Μυτιληναίους ἐπὶ κιθαρῳδίᾳ μέγιστον φρονῆσαι, Θηβαίους δὲ ἐπὶ αὐλητικῇ, [Δηλίους ἐπὶ χοροστατικῇ,] ἔτι δὲ καὶ νῦν τοὺς Ἀλεξανδρέας ἐπὶ γραμματικῇ καὶ γεωμετρίᾳ καὶ φιλοσοφίᾳ. Αἱ δὲ κατὰ τὰς τέχνας ἐπιτηδεύσεις αἱ μέν εἰσι βάναυσοι, αἱ δὲ ἐλευθέριοι. βάναυσοι μὲν χρυσοχοϊκὴ καὶ χαλκευτικὴ καὶ τεκτονικὴ καὶ ὅσαι τοιαῦται. ... ἔστιν οὖν καὶ ἀπὸ τούτων ἐπαινέσαι πόλιν ἢ εἰς πλῆθος ἢ εἰς ἀκρίβειαν. φασὶ γὰρ Ἀθηναίους μὲν ἐπὶ ἀγαλματοποιΐᾳ καὶ ζωγραφίᾳ, καὶ Κροτωνιάτας ἐπὶ ἰατρικῇ μέγιστον φρονῆσαι, καὶ ἄλλους ἐπ’ ἄλλαις τέχναις. Αἱ δὲ κατὰ τὰς δυνάμεις ἐπιτηδεύσεις ῥητορικὴ καὶ ἀθλητικὴ καὶ ὅσαι τοιαῦται.
361 Αἰγινῆται μὲν γὰρ ἐπὶ ἀθλητικῇ καὶ Ἑρμουπολῖται ... μεγαλοφρονοῦσι. Παρὰ πάσας δὲ ταύτας τὰς ἐπιτηδεύσεις καὶ τὰ ἐνεργήματα σκοπούμεθα, εἰ κοσμίως διοικεῖται ἡ πόλις· ἀνήκει δὲ ἐπὶ τὴν τῶν ἀνδρῶν καὶ τὴν τῶν γυναικῶν δίαιταν καὶ τὴν τῶν παίδων ἀγωγήν. δεῖ γὰρ †τὸ αὐτὸ† ἀποφαίνειν προσῆκον καὶ γυναιξὶ καὶ ἀνδράσι καὶ παισὶν ἐπὶ διαίτῃ ἀπονενεμημένον, ὅπερ ὁ Δίων ἐν τῷ Ταρσικῷ ἐπιγραφομένῳ πεποίηκεν. Ἀπὸ μὲν δὴ τούτων τὰς τῶν πόλεων ἐπιτηδεύσεις δοκιμαστέον, τὰς δὲ πράξεις κατὰ τὰς ἀρετὰς [αὐτῶν] καὶ τὰ μέρη αὐτῶν. χρὴ δὲ καὶ περὶ τούτων σοι διελέσθαι. οὐκοῦν ἀρεταὶ μέν, ὥσπερ ἔφαμεν, τέσσαρες· ἀνδρεία, δικαιοσύνη, σωφροσύνη, φρόνησις. πράξεις δὲ πᾶσαι, ὅσας ἢ ἰδιῶται ἢ πόλεις ἀποδείκνυνται, κατὰ ταύτας δοκιμάζονται, καὶ αὐτὰς καὶ τὰ μέρη αὐτῶν. ἔστι δὲ δικαιοσύνης μὲν μέρη εὐσέβεια, δικαιοπραγία καὶ ὁσιότης. εὐσέβεια μὲν περὶ τοὺς θεούς, δικαιοπραγία δὲ περὶ τοὺς ἀνθρώπους, ὁσιότης δὲ περὶ τοὺς κατοιχομένους. τῆς δ’ αὖ περὶ τοὺς θεοὺς εὐσεβείας τὸ μέν τί ἐστι θεοφιλότης, τὸ δὲ φιλοθεότης. θεοφιλότης μὲν τὸ ὑπὸ τῶν θεῶν φιλεῖσθαι καὶ παρὰ τῶν θεῶν πολλῶν τυγχάνειν, φιλοθεότης δὲ τὸ φιλεῖν τοὺς θεοὺς καὶ φιλίαν ἔχειν περὶ αὐτούς. τῆς δ’ αὖ φιλοθεότητος τὸ μέν τί ἐστιν ἐν λόγοις, τὸ δέ τι [ἐστιν] ἐν ἔργοις. ἔργα δ’ ἢ ἴδια ἢ δημόσια, 〈δημόσια δ’〉 ἢ κατ’ εἰρήνην ἢ πόλεμον· ἄλλως γὰρ οὐκ ἂν εὐσέβεια φανείη πόλεως. δεῖ δὲ καὶ τούτων παραδείγματα ἑκάστων ἐκθέσθαι. τῆς μὲν θεοφιλότητος ἐκεῖνα [ἐγκώμια] ἃ περὶ Ἀθηναίων καὶ Ῥοδίων καὶ Κορινθίων 〈καὶ Δελφῶν〉 λέγεται. περὶ Ἀθηναίων μέν, ὅτι Ἀθηνᾶ καὶ Ποσειδῶν ἤρισαν περὶ γῆς αὐτῶν, περὶ δὲ Ῥοδίων, ὅτι ὗσεν ὁ Ζεὺς χρυσῷ, περὶ δὲ Κορινθίων καὶ Ἰσθμοῦ, ὅτι Ἥλιος καὶ Ποσειδῶν ἤρισαν, περὶ δὲ Δελφῶν Ἀπόλλων καὶ Ποσειδῶν καὶ Θέμις καὶ Νύξ.
362 ἐν δὲ τούτῳ τῷ μέρει ἢ τοὺς πλείστους ἢ τοὺς ἀρίστους τῶν θεῶν ταῖς μεγίσταις τῶν τιμῶν ἢ ταῖς πρώταις ἢ ταῖς πλείσταις ἢ ταῖς ἀναγκαιοτάταις ἀποφαίνειν χρὴ τετιμηκότας· πλείστους μέν, ὡς περὶ Ἀθηναίων λέγεται· καὶ γὰρ Διόνυσον καὶ Ἀπόλλωνα καὶ Ποσειδῶνα καὶ Ἀθηνᾶν καὶ Ἥφαιστον καὶ Ἄρην ἢ πάντας αὐτοὺς ἢ τοὺς πλείστους τετιμηκέναι λέγουσι· τοὺς ἀρίστους δέ, ὥσπερ Ὀλυμπίαν τὸν Δία καὶ Νεμέαν; ταῖς δὲ μεγίσταις, ὡς περὶ Ἀθηναίων, ὅτι σῖτον αὐτοῖς ἐδωρήσαντο· πλείσταις δέ, ὡς περὶ Ἀθηναίων· σχεδὸν γὰρ ἅπασαν τοῦ βίου τὴν κατασκευὴν αὐτοῖς ἀξιοῦσι παρὰ τῶν θεῶν γεγενῆσθαι· ταῖς δὲ ἀναγκαιοτάταις, ὡς τὸ περὶ Αἰγυπτίων· ἀστρολογίαν 〈γὰρ〉 καὶ γεωμετρίαν ἀξιοῦσι παρ’ αὐτῶν γεγενῆσθαι. καὶ †μάλιστα† ὡς τὸ περὶ λόγων καὶ φιλοσοφίας· Ἀθηναίοις γὰρ μάλιστα ταῦτα ὑπάρξαι δοκεῖ. οὕτως μὲν οὖν †ἡ θεοφιλότης ὠνομάσθη, ἣν τῆς τεχνικῆς ἕνεκα χρείας ἐπισκεπτέον†. τὴν δ’ αὖ φιλοθεότητα, ὥσπερ ἔφην, κριτέον ἰδίᾳ μέν, εἰ τῶν πολιτῶν ἕκαστος τῆς περὶ τοὺς θεοὺς θεραπείας ἐπιμελεῖται, δημοσίᾳ δὲ κατὰ πολλοὺς τρόπους, εἰ τελετὰς κατεστήσαντο, εἰ πολλὰς ἑορτὰς ἐνόμισαν, εἰ πλείστας θυσίας ἢ ἀκριβεστάτας, εἰ πλεῖστα ἱερὰ ᾠκοδόμησαν ἢ πάντων θεῶν ἢ πολλὰ ἑκάστου, εἰ τὰς ἱερωσύνας ἀκριβῶς ποιοῦνται· ἀπὸ γὰρ τούτων αἱ τῶν πόλεων φιλοθεότητες σκοποῦνται. τὴν μὲν οὖν τῶν καθ’ ἕνα σπάνιον ἐν τοῖς 〈νῦν〉 χρόνοις εὑρεῖν, τῆς δὲ κοινῆς εὐσεβείας καὶ περὶ τοὺς θεοὺς σπουδῆς πολλαὶ ἀντιποιοῦνται πόλεις, ὥστ’, εἰ τούτων μίαν ἀποφαίνοις τὴν ἐγκωμιαζομένην, ἱκανὴν εὐφημίαν ἔσῃ πεπορισμένος.
363 καὶ περὶ μὲν τῆς εἰς τοὺς θεοὺς εὐσεβείας ταῦτα. Ἡ δ’ αὖ δικαιοπραγία διαιρεῖται εἴς τε τοὺς ἀφικνουμένους ξένους καὶ εἰς ἀλλήλους, μέρος δ’ αὐτῆς καὶ τὸ τοῖς ἔθεσιν ἴσοις καὶ φιλανθρώποις καὶ τὸ νόμοις ἀκριβέσι καὶ δικαίοις χρῆσθαι. εἰ γὰρ μήτε ξένους ἀδικοῖεν μήτε ἀλλήλους κακουργοῖεν, τοῖς δ’ ἔθεσιν ἴσοις καὶ κοινοῖς καὶ τοῖς νόμοις χρῷντο δικαίοις, οἱ πολῖται ἄριστα καὶ δικαιότατα τὰς πόλεις οἰκήσονται. ἀλλὰ τὸ τῶν νόμων ἐν τοῖς νῦν χρόνοις ἄχρηστον· κατὰ γὰρ τοὺς κοινοὺς τῶν Ῥωμαίων νόμους πολιτευόμεθα, ἔθεσι δ’ ἄλλη πόλις ἄλλοις χρῆται, ἐξ ὧν προσῆκεν ἐγκωμιάζειν. Τῆς τοίνυν ὁσιότητος διττὸς τρόπος· ἢ γὰρ περὶ τὴν ἐκφορὰν τῶν τετελευτηκότων αἱ τιμαὶ γίνονται ἢ περὶ τὰ νομιζόμενα κατὰ τὰ μνήματα καὶ τοὺς τάφους. περὶ μὲν δὴ τὴν ἐκφοράν, ὡς τὸ Ἀθήνησι πρὸ ἡλίου ἀνίσχοντος, ἢ ἐν Θουρίοις νύκτωρ ἡ πρόθεσις, ἢ προθέσεως ἡμέρα τακτή, ὡς τὸ Ἀθήνησι καὶ ὅσα ἄλλα τοιαῦτα. περὶ δὲ τὰ ἐτήσια, τίνος ἀπάγουσι χοάς, πόσας τινάς, μέχρι τίνος, ἐν ποίᾳ ἡλικίᾳ, τίνες αἱ ἀποφράδες ἡμέραι· πάντα γὰρ ταῦτα ὁσιότητός εἰσιν. αὕτη τῆς δικαιοσύνης ἡ διαίρεσις αὐτῆς καὶ τῶν μερῶν, πρὸς ἣν τὸν ἐγκωμιάζοντα εἰς δικαιοσύνην ἡντινοῦν τῶν πόλεων δεῖ βλέπειν. Μετὰ δὲ τὴν δικαιοσύνην [καὶ] τὴν σωφροσύνην καὶ τὴν φρόνησιν ἐπισκεψώμεθα. σωφροσύνης μὲν οὖν διττὸς ἔλεγχος, ἔν τε τῇ κοινῇ πολιτείᾳ καὶ τοῖς ἰδίοις οἴκοις. ἐν πολιτείᾳ μὲν κοινῇ περί τε παίδων ἀγωγῆς καὶ παρθένων καὶ γάμων καὶ συνοικήσεων καὶ τῶν νομίμων τῶν ἐπὶ τοῖς ἁμαρτήμασιν τοῖς ἀκόσμοις. καὶ γὰρ γυναικονόμους πολλαὶ τῶν πόλεων εἰσὶν αἳ χειροτονοῦσιν.
364 ἐν ἄλλαις δὲ τῶν πόλεων οὔτε πρὸ πληθούσης ἀγορᾶς νέον φαίνεσθαι οὔτε μετὰ δείλην ὀψίαν καλόν, οὐδὲ γυναῖκα καπηλεύειν ἢ ἄλλο τι ποιεῖν τῶν κατὰ τὴν ἀγοράν. ἐν ἐνίαις δὲ πανηγύρεσιν οὐδὲ γυναῖκες φαίνονται, ὥσπερ ἐν Ὀλυμπίᾳ. χρὴ τοίνυν καὶ ταῦτα 〈ἐν〉 τοῖς ἐγκωμίοις παρατηρεῖν. ἐν δὲ τοῖς ἰδίοις βίοις ἤδη καὶ εἰ ἐλάχιστα μοιχεία καὶ ἄλλα ἁμαρτήματα ἐν τῇ πόλει φαίνεται. Φρονήσεως δὲ κατὰ τὸν αὐτὸν τρόπον· ἐν μὲν τοῖς κοινοῖς εἰ τὰ νόμιμα καὶ περὶ ὧν οἱ νόμοι τίθεται ἀκριβῶς ἡ πόλις, κλῆρον ἐπικλήρων, καὶ ὅσα ἄλλα μέρη νόμων· ἀλλὰ καὶ τοῦτο τὸ μέρος διὰ τὸ τοῖς κοινοῖς χρῆσθαι τῶν Ῥωμαίων νόμοις ἄχρηστον. ἰδίως δέ, εἰ πολλοὶ ἐλλόγιμοι γεγόνασιν ἀπὸ τῆς πόλεως ῥήτορες, σοφισταί, γεωμέτραι, καὶ ὅσαι ἐπιστῆμαι φρονήσεως ἤρτηνται. Ἡ δ’ ἀνδρεία κατ’ εἰρήνην καὶ κατὰ πόλεμον δοκιμάζεται· κατὰ μὲν εἰρήνην πρὸς τὰς ἐκ τοῦ δαιμονίου συντυχίας, σεισμούς, λιμούς, λοιμούς, αὐχμούς, καὶ ὅσα τοιαῦτα. κατὰ δὲ πόλεμον πρὸς τὰς ἐν τοῖς ὅπλοις πράξεις. †πρὸς τὰ τέλη γὰρ νίκην ἢ ἧτταν ἀναγκαῖον γενέσθαι. χρὴ τοίνυν ἧτταν μὲν ἐρρωμένως, νίκην δὲ ἀνθρωπίνως ἀποφαίνειν ἐνηνοχυῖαν τὴν πόλιν. τῶν δ’ ἐν τοῖς ὅπλοις πράξεων† αἱ μὲν πρὸς Ἕλληνας, αἱ δὲ πρὸς βαρβάρους· ἔτι δὲ αἱ μὲν ἐκ περιουσίας, αἱ δ’ ἐξ ἀνάγκης. ἐνδοξότεραι μὲν τοίνυν αἱ ἐκ περιουσίας, δικαιότεραι δὲ αἱ ἐξ ἀνάγκης. τῶν δὲ πράξεων αἱ μὲν ἔνδοξοι, αἱ δὲ ἀμφίδοξοι, αἱ δὲ ἄδοξοι. ἔνδοξοι μέν, ὧν καὶ ἡ πρόφασις καλὴ καὶ τὸ τέλος, ὡς ἡ ἐν Μαραθῶνι. καὶ γὰρ τὸ τέλος καὶ ἡ [τοῦ τέλους] πρόφασις τῆς βελτίστης μοίρας. ἀμφίδοξοι δέ, ὧν τὸ μὲν τέλος φαῦλον, ἡ δ’ αἰτία καλή, ὡς τὸ ἐν Θερμοπύλαις Λακεδαιμονίων ἔργον· ἢ τὸ μὲν τέλος ἀγαθόν, ἡ δ’ αἰτία φαύλη, ὡς τὸ περὶ Μηλίους Ἀθηναίων ἔργον.
365 ἄδοξοι δέ, ὧν καὶ ἡ αἰτία καὶ τὸ τέλος φαῦλον, ὡς τὸ Λακεδαιμονίων περὶ Καδμείαν ἔργον. αὐτῶν δὲ τῶν πράξεων αἱ μὲν κοιναί, αἱ δὲ ἴδιαι· ἴδιαι μέν, ὡς τὸ περὶ Θυρέαν Λακεδαιμονίου ἔργον, κοιναὶ δέ, ὡς τὸ ἐν Θερμοπύλαις Λακεδαιμονίων ἔργον. ἐνδοξότεραι τοίνυν αἱ κοιναί. ὡς δὲ χρὴ ταύτας τάττειν, ἐν ἄλλοις δείξομεν. Δοκεῖ δὲ ἴδιος τόπος εἶναι παρὰ τούτους ὁ ἀπὸ τῶν τιμῶν, ὧν τετυχήκασιν αἱ πόλεις παρὰ βασιλέων ἢ ἀρχόντων ἢ γνωρίμων ἀνδρῶν, οἷον ὅτι αὐτονόμους ἀφῆκαν ἐνίας πόλεις οἱ Ῥωμαῖοι καὶ ἐλευθέρας. ἀλλὰ τοῦτο ἐπιχείρημα ἂν εἴη μᾶλλον ἢ τόπος γενικός· ἔστι γὰρ [ὁ] ἀπὸ κρίσεως ἐνδόξου, ἡμῖν δὲ νῦν οὐκ ἐπιχειρημάτων †συγγράμματος ἔσται σοι ἡ περὶ ταῦτα ἔφοδος, γνωριμωτέρα δὲ† ἡ περὶ τῶν γενικῶν καὶ ἀνωτάτω τόπων, ἀφ’ ὧν πόλεις ἔστιν ἐπαινεῖν. χρὴ δέ σε μηδ’ ἐκεῖνο ἀγνοεῖν, ὅτι καὶ ἐπὶ μέρει τούτων ὅλαι ὑποθέσεις γίνονται. καὶ γὰρ ἐπὶ λουτροῦ μόνου κατασκευῇ καὶ ἐπὶ λιμένος καὶ ἐπὶ μέρει τινὶ τῆς πόλεως ἀνοικοδομηθέντι ἔστι προσφωνεῖν. ἐπὶ μέντοι τούτων διαμέμνησο μὴ τελέως τέμνειν, †ἀλλὰ μόνον τὸ προσταχθὲν ἀναγκαίως βραχύτατα ἐπιδραμεῖν.† Ἔτι τοῖς τῶν πόλεων ἐγκωμίοις κἀκεῖνο χρὴ ἐπισημήνασθαι, ὅτι τὰ ἐγκώμια γίγνεται τὰ μὲν κοινὰ παντὸς τοῦ χρόνου, τὰ δ’ ἴδια καιρῶν, 〈ἴδια μὲν καιρῶν〉 ὅταν ἐν ἑορταῖς ἢ πανηγύρεσιν οἱ λόγοι γίγνωνται, 〈ἢ〉 ἐν ἀγῶνι, ἢ ἐν μονομαχίαις· κοινὰ δέ, ὅταν μηδεμίαν τοιαύτην πρόφασιν ἔχῃ. χρὴ τοίνυν τῶν πανηγυρικῶν πλείστην διατριβὴν περὶ τὸν καιρὸν ἕκαστον ποιεῖσθαι, οἷον εἰ ἑορτὴ εἴη ἢ πανήγυρις ἢ σύνοδος ἐν ἀγῶνι ἢ ἐνοπλίῳ ἢ γυμνικῷ ἢ μουσικῷ.
366 ὅπως δὲ χρὴ τούτων ἕκαστον ἐπαινεῖν, νῦν ἤδη ἄκουε. ἐπαινεῖν χρὴ τὰς συνόδους καὶ πανηγύρεις ἢ ἐκ τῶν ἰδίων ἢ ἐκ τῶν κοινῶν· κοινῶν μὲν τῶν θετικῶν, ὅσα ἀγαθὰ ἐκ συνόδων γίνεται ἀνθρώποις· ἰδίων δέ, [τὰ περιστατικὰ καλούμενα μόρια,] ἀπὸ προσώπου τριχῶς, θεῶν εἰ ἑορταὶ ἢ ἡρώων ἢ βασιλέων, τίνες οἱ συνάγοντές εἰσι, τίνες οἱ συνιόντες· ἀπὸ τοῦ τόπου, εἰ ἐν εὐκαιρίᾳ κεῖται ὁ τόπος, ἔνθα ἡ σύνοδος, ἢ καὶ ἀπὸ τόπων πλεῖστον ἀπεχόντων συνέρχονται· τὰ γὰρ περισπούδαστα τίμια· ἀπὸ δὲ χρόνου, εἰ τοῦ ἔτους ἐν τῷ ὑγιεινοτάτῳ καὶ ἡδίστῳ καιρῷ· ἀπὸ δὲ αἰτίας, εἰ οἴονται ἡδίους καὶ βελτίους ἔσεσθαι· ἀπὸ ὕλης δέ, ἂν πολυτελεῖς καὶ σεμναί. Δεῖ δ’ ἴσως καὶ παραδείγματα τούτων εἰπεῖν, ἵν’ ὑπάρχῃ ῥᾴδιον παρακολουθῆσαι. τῶν μὲν τοίνυν κοινῶν ἐστιν, οἷον τὸ Ἰσοκράτους, τῶν τοίνυν τὰς πανηγύρεις καταστησάντων δικαίως ἐπαινουμένω ν.... ἡ μὲν πανήγυρις ἄγεται θεῷ, ὡς Ὀλύμπια τῷ Διΐ· ἥρωϊ δὲ τὰ Ἴσθμια Παλαίμονι, καὶ Νέμεα Ἀρχεμόρῳ· βασιλεῖ δέ, ὡς τὰ Σεβάστεια πολλαχοῦ. τῶν δὲ συναγόντων, ὡς τῶν Ἀθηναίων ἢ Ῥωμαίων· συμβάλλεται γὰρ ἐπὶ δόξαν τῇ πανηγύρει καὶ τὸ ἐνδόξους εἶναι τοὺς ἐπαγγέλλοντας τὴν σύνοδον. τῶν δὲ συνιόντων ὡς πλείστων ἢ ὡς ἐνδοξοτάτων, ἐνδοξοτάτων μέν, ὡς οἱ Ὀλυμπίαζε· οἱ γὰρ γνωριμώτεροι συνέρχονται· πλείστων δέ, ὡς τὸ περὶ τὴν πανήγυριν τῶν Ἑβραίων ἐπὶ τὴν Συρίαν τὴν Παλαιστίνην· ἐξ ἐθνῶν γὰρ πλείστων συλλέγονται. κατὰ δὲ τὸν τόπον, ἔνθα μὲν ἡ πανήγυρις, ὡς τὸ περὶ Δελφῶν, ὅτι ἐν ὀμφαλῷ τῆς γῆς κεῖται· ὅθεν δὲ ὁρμῶνται οἱ συνιόντες, ὡς ἐπὶ τοῦ Πυθικοῦ ἀγῶνος· ἐκ περάτων γὰρ τῆς γῆς συνίασι· δι’ οὗ δὲ τόπου συνέρχονται, ὡς τὸ περὶ Ὀλυμπίων· χαλεπωτάτη γὰρ ἡ ἄνοδος, ὅμως δὲ παραβάλλονται οἱ ἄνθρωποι.
367 ἀπὸ δὲ χρόνου κατὰ μὲν τὴν περίοδον, ἐὰν μὲν ᾖ ἐνιαύσιος, ὅτι οὐ σπανιότητί ἐστι περισπούδαστος, ὥσπερ αἱ ἄλλαι, καὶ συνεχῶς γινομένη οὐδὲν ἐκείνων ἀπολείπεται σεμνότητι, ὡς τὰ Ληναῖα, ὡς Ἐλευσίνια ... καὶ Νέμεα καὶ Ἴσθμια· ἐν δὲ πενταετηρικῇ ἢ τετραετηρικῇ ἢ 〈διὰ〉 πλειόνων, ὡς τὰ Πύθια καὶ Ὀλύμπια καὶ Δαίδαλα ἐν Πλαταιαῖς· δι’ ἑξήκοντα γὰρ ἐτῶν ἄγεται.