eul_wid: rhg-ab
Περὶ τῶν ὀκτὼ μερῶν τοῦ ῥητορικοῦ λόγουOn the Eight Parts of Rhetorical Speech
Rhetorical Treatise Anonymous On the Eight Parts of Rhetorical Speech PDF
| 3.588.(1t) | ΑΝΩΝΥΜΟΥ ΠΕΡΙ ΤΩΝ ΟΚΤΩ ΜΕΡΩΝ ΤΟΥ ΡΗΤΟΡΙΚΟΥ ΛΟΓΟΥ. Cap. I. Πᾶσα γραφὴ ἡ ῥητορικὴ, κἂν μείζων κἂν ἐλάττων, ἐκ μερῶν ὀκτὼ συνίσταται, ἅτινά εἰσι ταῦτα· ἔννοια, λέξις, σχῆμα, μέθοδος, κῶλον, συνθήκη, ἀνάπαυσις καὶ ῥυθμός. Ἔννοιά ἐστιν ἡ μὲν σοφὴ καὶ ὑψηλὴ, ἡ περὶ θεοῦ δηλαδὴ, ἢ περὶ φύσεως ἀνθρώπου, ἢ περὶ στοιχείων, ἤ τινος τοιούτου· ἡ δὲ σαφὴς καὶ ταπεινὴ, ἢ περὶ πραγμάτων κοινῶν, οἷον περὶ πολέμου, περὶ πανηγύρεως καὶ τῶν ὁμοίων, ἡ δὲ μέση τούτων· ταύτην ζήλωσον μάλιστα, ἢ κίρνα τὰς σοφὰς μετὰ τῶν σοφῶν εὐκαίρως, ἂν εὐπορῇς. Λέξις ἡ μὲν σκληρὰ καὶ ἁδρὰ καὶ ἐπηρμένη· οἷον τὸ ἀναῤῥιχῶμαι, ἀτραπὸς, σμαραγὴ καὶ τὰ τοιαῦτα· ἡ δὲ λεπτὴ καὶ ταπεινὴ, οἷον τὸ κύριε ἐλέησον καὶ σῶσον ἡμᾶς· ἡ δὲ μέση τούτων· ταύτην καὶ ζήλωσον μάλιστα. Σχῆμά ἐστι τὸ μὲν ὀρθὸν καὶ καθαρὸν καὶ σαφὲς, τὸ δὲ πλάγιον καὶ συνεστραμμένον καὶ περιβεβλημένον· καὶ ὀρθὸν μέν ἐστι τὸ ἔχον ῥήματα ἀποδοτικὰ ἐν συντόμοις· οἷον Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε· ὁρᾷς τὰ ἀποδοτικὰ ῥήματα συντόμως καὶ εὐθὺς ἐπαγόμενα, καὶ ταχὺ πληροῦντα τὴν ἔννοιαν, καὶ διὰ τοῦτο σαφῆ ποιοῦντα τὸν λόγον· πλάγιον δὲ σχῆμα τὸ διὰ γενικῆς ἐκφερόμενον πτώσεως, οἷον φίλου μοι θανόντος καὶ κρυβέντος τῷ λίθῳ καὶ ὑπὸ χοῦν ἀφανισθέντος, αὐτὸς μισῶ καὶ τὸν ἥλιον· καὶ ἁπλῶς πᾶν σχῆμα· τὸ μὴ ἀπαρτίζον τὸν λόγον καὶ τὴν ἔννοιαν συντόμως, ἀλλὰ ὑποδιαστέλλον καὶ ἐκκρεμῶν, πλάγιον καὶ ἐμπερίβολον ἐστί τε καὶ λέγεται· οἷόν ἐστι καὶ τὸ, ἐπεὶ γέγονε τόδε καὶ τόδε, καὶ τόδε καὶ τόδε, ἀποβήσεται τόδε. |
| 3.589 | Ἐν τοίνυν τοῖς πανηγυρικοῖς καὶ χαρίεσι λόγοις χρῶ μᾶλλον τοῖς ἀπολύτοις καὶ καθαροῖς σχήμασιν, ἐν δὲ τοῖς ἀγωνιστικοῖς χρῶ πλεῖόν τι τοῖς περιβεβλημένοις. Μέθοδός ἐστιν ἡ εἰσαγωγὴ καὶ ἡ οἰκονομία τῆς ἐννοίας καὶ ἀπάρτησις, ἤγουν τὸ ἀπὸ στιγμῆς εἰς στιγμὴν, ὡς εἴπω σαφέστερον· καὶ τὰ μὲν τῶν κώλων εἰσὶ μακρὰ, ἃ καὶ λαμπρὰ, τὰ δὲ μικρὰ, ἃ καὶ ὡραῖα· ποῦ ποτε δὲ ἕκαστον ἁρμόζει, μαθήσῃ κατὰ καιρόν· τέως τοῖς μικροτέροις χρῶ, σπουδάζονται γὰρ τοῖς πλείοσι τῶν ῥητόρων, ἀλλὰ καὶ ὡς γοργὰ ταῦτα ῥητορικώτερα· εἰσὶ δέ τινα καὶ μέσα τῶν τε μικρῶν καὶ τῶν μακρῶν, καὶ μηδὲ ταῦτα ἀποδοκίμαζε· συνθήκη ἐστὶν ἐν τῷ λόγῳ ἡ σύνθεσις τῶν λέξεων· ἡ δὲ καλλίστη σύνθεσις τούτων ἡ μὴ ἔχουσα χασμῳδίας ἐστὶ, καὶ ἡ τιθεῖσα τὰς ὀξυτόνους λέξεις εἰς παροξυτόνους, καὶ τὰς λοιπὰς ἐμμελῶς. Ἀνάπαυσίς ἐστιν ἡ κατάληξις τοῦ κώλου, ἔνθα καὶ στίζομεν, καὶ ὀφείλει καὶ αὕτη ποτὲ μὲν εἶναι μακρὰ, ἤγουν διὰ μακρᾶς συλλαβῆς ἢ γράμματος ἐκφερομένη· ῥυθμὸς δέ ἐστιν ἡ ἀπήχησις τοῦ λόγου, εἴτε εὔηχος, εἴτε δύσηχος· γίνεται δὲ ὁ ῥυθμὸς ἀπό τε τῆς συνθήκης, καὶ τῆς ἀναπαύσεως, περὶ ὧν ἐγράψαμεν· καὶ εἰ μὲν ἐκεῖναι καλῶς ἔχουσιν, εὔρυθμος γίνεται ὁ ῥυθμὸς, εἰ δὲ οὐ καλῶς ἔχουσιν ἐκεῖναι, καὶ ὁ ῥυθμὸς δύσηχος ἀποτελεῖται. |
| 3.590 | Περὶ τῆς εὐκαίρου δὲ χρήσεως καὶ ἀκριβεστέρας ἑκάστου τῶν ἄνωθεν ἤδη σοι γραφέντων μάθῃς τελειούμενος τὰ ῥητορικά. τῷ τέως γὰρ ἀρκεῖ τὰ λεχθέντα σοι. Ἀλλὰ, φίλε, καὶ περὶ αὐτῶν τῶν χρειωδεστέρων προγυμνασμάτων μάνθανε. Cap. II. Μῦθός ἔστι λόγος ψευδὴς μὲν φύσει, εἰκονίζων δὲ ἀλήθειαν ἤτοι δοκῶν εἶναί πως ἀληθής. Ὁ τοίνυν ῥητορικὸς μῦθος τριπλοῦς ἐστιν, ὁ μὲν λογικὸς, ὁ δὲ ἠθικὸς, ὁ δὲ μικτός· καὶ λογικὸς μὲν, ἐν ᾧ τι ποιῶν ἄνθρωπος πλάττεται, λογικὸν γὰρ ζῶον ὁ ἄνθρωπος, καὶ διὰ τοῦτο καὶ ὁ τοιοῦτος μῦθος λέγεται λογικός· ἠθικὸς δὲ ὁ τὸ ἦθος τῶν ἀλόγων ζώων ἀπομιμούμενος, ἀπὸ γὰρ τοῦ ἤθους ἐκείνων λέγεται ἠθικὸς, οἷον ἐὰν μιμεῖται τὸ δόλιον τῆς ἀλώπεκος, ἢ τὸ εὔηθες τῶν προβάτων καὶ τὰ τοιαῦτα· μικτὸς δὲ ὁ ἐξ ἀμφοτέρων, ἀλόγου καὶ λογικοῦ, οἷον ἐὰν ἄνθρωπος καὶ ζῶον ἄλογον διομιλῶνται, ἢ καὶ πράττουσί τι· πᾶν δὲ εἶδος τοιοῦτον ἐν τοῖς Αἰσωπείοις μύθοις εὑρήσεις· ὀφείλει δὲ ἅπας ῥητορικὸς μῦθος γράφεσθαι πιθανῶς· ἐὰν γὰρ τὸν κόρακα βορὸν καὶ ἁρπακτικὸν παραγάγῃς, τὴν δὲ ἀλώπεκα πονηρὰν καὶ θωπευτικὴν, καὶ τὰ πρόβατα μὲν εὐήθη, τοὺς δὲ λύκους ἐπιβούλους αὐτοῖς, πιθανὸν τὸν μῦθον ἐποίησας, ἐὰν δὲ τἀναντία γράψῃς, ἀπίθανον· συντελεῖ δὲ τοῖς λογογραφοῦσιν ὁ μῦθος καὶ εἰς γλυκύτητα λόγου· δύνασαι δὲ καὶ ἀρχαίους μὲν μύθους παραλαμβάνειν ἐν τῷ λόγῳ, πλάττειν δὲ καὶ νέους ἀφ’ ἑαυτοῦ· ἀλλὰ καὶ οἱ ποιητικοὶ μῦθοι κατὰ τὸν αὐτὸν τρόπον σοι τῷ ῥήτορι χρήσιμοι, ἤγουν τὸν τῆς γλυκύτητος· ὁ δὲ χαρακτὴρ τῆς τοῦ μύθου φράσεως ἔστω διηγηματικός· διήγημα γάρ ἐστι σχεδὸν καὶ ὁ μῦθος. |
| 3.591 | Περὶ δὲ διηγήματος καὶ τῆς τούτου γραφῆς μάθῃς εὐθύς. Cap. III. ΠΕΡΙ ΔΙΗΓΗΜΑΤΟΣ. Διήγημά ἐστιν ἔκθεσις καὶ ἀπαγγελία πράξεώς τινος· ἔστι δὲ τὸ μὲν διήγημα δραματικὸν, τὸ δὲ ἱστορικὸν, τὸ δὲ πολιτικόν· καὶ δρᾶμα μέν ἐστι τὸ πεπλασμένον, οἷά εἰσι τὰ πλείονα τῶν ποιητῶν, τὰ μυθώδη καὶ τὰ μὴ πεφυκότα ὅλως γενέσθαι, ὁποῖον καὶ τὸ τῆς βαφῆς τοῦ ῥόδου, ὅτι ἐκ τοῦ αἵματος τῆς Ἀφροδίτης ποδὸς τρωθέντος ταῖς ἀκάνθαις ἐβάφη τὸ ῥόδον· πῶς γὰρ ἦν δυνατὸν, θεὰν αἷμα βλύζειν καὶ σάρκα ἔχειν; ἢ πῶς ἂν ἐξ αἵματος εἰς ἀναπόνιπτον καθάπαξ ἐβάφη; Τοιοῦτόν ἐστι διήγημα, δραματικὸν δηλονότι καὶ πεπλασμένον, καὶ τὸ κατὰ Δάφνην τὸ δένδρον, ὅτι κόρη ἦν καὶ ἐδιώκετο ὑπὸ τοῦ Ἀπόλλωνος ἐρασθέντος αὐτῆς, καὶ ἡ γῆ διασχισθεῖσα ταύτην ἐδέξατο, καὶ ἀντ’ αὐτῆς ἀνέδωκε τὸ φυτὸν τὴν δάφνην· πῶς γὰρ ἂν θεὸς ἠράσθη τῆς ἀνθρώπου; καὶ πῶς ἡ ἄψυχος γῆ τὴν διωκομένην ἠλέησε; καὶ πῶς ἀντ’ ἀνθρώπου φυτὸν εὐθὺς ἀντέφυσε; ὥστε πεπλασμένα καὶ ψευδῆ ταῦτα καὶ τὰ τοιαῦτα. ἱστορικὸν δὲ διήγημα τὸ παλαιὰν καὶ ἀρχαίαν ἔχον διήγησιν, καὶ πεφυκὸς γενέσθαι καὶ μὴ ἀδύνατον, οἷον τὸ κατὰ τὴν ἁρπαγὴν τῆς Ἑλένης τὴν παρὰ Ἀλεξάνδρου, ὅτι παραπλεύσας εἰς Ἑλλάδα καὶ ἰδὼν ὡραίαν ταύτην ἠράσθη αὐτῆς καὶ ἀντηράσθη παρ’ αὐτῆς ὡς ὡραῖος, καὶ ἥρπασε καὶ ἀπήγαγεν εἰς Τροίαν, καὶ ἐκίνησε τοὺς Ἕλληνας καὶ τοὺς αὐτῶν βασιλεῖς καθ’ αὑτοῦ· ὁρᾷς ὅπως πέφυκε ταῦτα πάντα γενέσθαι. |
| 3.592 | καὶ οὐδὲν τῶν λεχθέντων παρὰ φύσιν ἐστὶ καὶ ἀδύνατον. Πολιτικὸν δέ ἐστι διήγημα, ᾧπερ οἱ ῥήτορες χρῶνται ἐν δικαστηρίοις ἢ καὶ ἐγκωμιαστικοῖς λόγοις καὶ τοιούτοις· οἷον ἐάν τις ῥήτωρ κατηγορῶν τινος ὡς κλέπτου διηγεῖται, πῶς καὶ πότε εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ τίνα ἀφείλετο πράγματα, ἢ ἐὰν ἐγκωμιάζει ὁ ῥήτωρ τινὰ καὶ ἐπαινεῖ καὶ διηγεῖται πρᾶξιν ἢ πράξεις αὐτοῦ. Εὑρίσκονται δὲ ἐν τῷ διηγήματι ἐξ ἀνάγκης ἓξ ταῦτα τὰ λεγόμενα περιστατικὰ, πρόσωπον, πρᾶγμα, χρόνος, τρόπος, τόπος, αἰτία· καὶ πρόσωπον μέν ἐστιν αὐτὸς ὁ ἄνθρωπος ὁ πράξας τόδε τι· πρᾶγμα δὲ αὐτὸ τὸ ἔργον, τὸ πραχθὲν ὑπ’ αὐτοῦ· χρόνος ὁ καιρὸς δηλονότι, καθ’ ὃν ἐπράχθη τὸ ἔργον, ἢ νὺξ, ἢ ἡμέρα, ἢ χειμὼν ἢ ἔαρ· τόπος ἐν ᾧ ἐπράχθη τὸ ἔργον, οἷον ἀγρὸς ἢ πόλις ἢ ὄρος ἢ πεδιάς· τρόπος ἡ τοιάδε μεταχείρισις τοῦ πραχθέντος, οἷον πῶς ἥρπασε τὴν Ἑλένην ὁ Ἀλέξανδρος, τοιῶσδε καὶ τοιῶσδε, καὶ διὰ μέσων τινῶν καὶ κρύφα, καὶ εἰς πλοῖον εἰσαγαγὼν ταύτην ἀπέπλευσαν· αἰτία δὲ διηγήματός ἐστι τὸ αἴτιον καὶ ἡ ἀφορμὴ, δι’ ἣν τὸ πραχθὲν ἐπράχθη, οἷον διατί ἥρπασε τὴν Ἑλένην ὁ Ἀλέξανδρος; ἵνα μίγνυται ταύτῃ, ἐκπληροῖ τοὺς αὐτοῦ ἔρωτας. Πᾶν δὲ διήγημα γραφόμενον ῥητορικῶς καὶ ἀξιολόγως ὀφείλει ἔχειν σαφήνειαν καὶ ἀπὸ τῆς ἐννοίας καὶ ἀπὸ τῆς λέξεως, ὡς μήτε τὰς ἐν αὐτῷ ἐννοίας βαθείας εἶναι καὶ δυσγνώστους, μήτε τὰς λέξεις καινοτέρας, ἢ τραχυτέρας· ὀφείλει ἔχειν καὶ μικροκωλίαν καὶ τὴν ἄλλην συντομίαν τὸ τοιοῦτο διήγημα· καὶ σύνδετα τὰ πλείω κῶλα, σχήματα καθαρὰ μᾶλλον καὶ ὀρθὰ, οὐ πλάγια καὶ περιβεβλημένα, ποτὲ δέ τινα βραχὺν πλαγιασμὸν καὶ περιβολὴν μετρίαν, ἵνα μὴ τοῖς ὀρθοῖς καθόλου σχήμασιν ὑπτιάζῃ ὁ λόγος· τοιαύτην εἶναι χρὴ καὶ τὴν τοῦ μύθου γραφὴν, περὶ οὗ προεδιδάχθης· ἀλλὰ καὶ τὰ ἓξ περιστατικὰ τὰ ἐν τῷ διηγήματι ἐμπίπτουσί πως καὶ ἐν τῷ μύθῳ, οἱονεὶ γάρ τι διήγημα καὶ ὁ μῦθος, ὡς εἴπομεν. |
| 3.593 | Cap. IV. ΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ. Ἠθοποιΐα ἐστὶ μίμησις ἤθους ὑποκειμένου προσώπου· διαφοραὶ δέ εἰσι τρεῖς· εἰδωλοποιΐα, προσωποποιΐα καὶ ἠθοποιΐα· καὶ ἠθοποιΐα μὲν ἡ γνώριμον ἔχουσα πρόσωπον καὶ ζῶν, πλαττομένη δὲ μόνον τὸ ἦθος, ὅθεν καὶ ἠθοποιΐα προσαγορεύεται· οἷον τίνας ἂν εἴπῃ λόγους Ἡρακλῆς, Εὐρυσθέως ἐπιτάσσοντος· ἐνταῦθα ὁ μὲν Ἡρακλῆς ἔγνωσται καὶ ζῶν λαμβάνεται· τούτου δὲ τὸ ἦθος πλαττόμεθα· εἰδωλοποιΐα δὲ ἡ πρόσωπον ἔχουσα γνώριμον, τεθνεὸς δὲ καὶ τοῦ λέγειν παυσάμενον, οἷον εἴ τις πλάττει τὸν Αἴαντα λέγοντα ἐν Ἅιδου, ἰδόντα τὸν Ὀδυσσέα ἐκεῖθεν· ὅθεν καὶ εἰδωλοποιΐα προσαγορεύεται, ἐκ τοῦ ποιεῖσθαι ἐν αὐτῇ καὶ πλάττεσθαι εἴδωλον οἱονεὶ τοῦ τεθνεῶτος λαλοῦν· προσωποποιΐα δὲ, ὅταν ἅπαντα πλάττηται, καὶ πρόσωπον καὶ ἦθος, ὡς Ἀριστοφάνης ὁ κωμικὸς τὸν πλοῦτον ἔπλασεν ὡς πρόσωπον καὶ ἄνθρωπον λαλοῦντα, καὶ τὴν πενίαν ὁμοίως· πράγματα γὰρ ταῦτα, οὐ πρόσωπα, ὅμως ποιοῦνται καὶ πλάττονται, διὸ καὶ προσωποποιΐα τὸ τοιοῦτον· τῶν δὲ ἠθοποιϊῶν αἱ μέν εἰσι παθητικαὶ, αἱ δὲ ἠθικαὶ, αἱ δὲ μικταί· καὶ παθητικαὶ μὲν αἱ κατὰ πάντα πάθος ἔχουσαι, οἷον τίνας ἂν εἴπῃ λόγους Ἑκάβη αἰχμαλωτισθεῖσα μετὰ τὴν ἅλωσιν τῆς Τροίας· ἠθικαὶ δὲ αἱ μόνον ἦθος ἐμφαίνουσαι, οἷον τίνας ἂν εἴπῃ λόγους ἠπειρώτης ἀνὴρ πρῶτος θεασάμενος θάλασσαν· μιμούμεθα γὰρ αὐτοῦ τὸ ἦθος, ἤγουν τὴν ἔκπληξιν καὶ τὸν θαυμασμὸν, οὐ πάθος δὲ καὶ ὀδύνην καὶ ὀδυρμούς· μικταὶ δὲ ἠθοποιΐαι αἱ ἔχουσαι ὁμοῦ καὶ ἦθος καὶ πάθος, οἷον τίνας ἂν εἴπῃ λόγους Ἀχιλλεὺς ἐπὶ τῷ φίλῳ Πατρόκλῳ ἀναιρεθέντι, βουλευόμενος πολεμεῖν πρὸς Τρῶας· ἦθος μὲν γὰρ ἡ βουλὴ καὶ σκέψις, πάθος δὲ ὁ θάνατος τοῦ φίλου. |
| 3.594 | Πᾶσα δὲ ἠθοποιΐα ἐπιδέχεται τοὺς τρεῖς χρόνους, τὸν ἐνεστῶτα, τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα· καὶ ὁ γράφων ὀφείλει μὲν ἄρξασθαι ἀπὸ τοῦ ἐνεστῶτος, τυχὸν οὕτω· ὢ τί τὸ παρὸν, ὁποῖον τὸ βλεπόμενόν μοι, τίς ἡ συμφορὰ αὕτη· ἀπὸ δὲ τοῦ ἐνεστῶτος χωρήσει εἰς τὸν παρεληλυθότα, οἷον ἀλλὰ χθὲς καὶ πρῴην οὐχ οὕτως εἶχε τὰ καθ’ ἡμᾶς· ἐχαίρομεν γὰρ καὶ ἐσκιρτῶμεν καὶ τόδε καὶ τόδε χαρμόσυνον εἴχομεν· νῦν δὲ οὐχ οὕτω· δεῖ γὰρ ἐπανελθεῖν πάλιν ἐκ τοῦ παρεληλυθότος εἰς τὸν ἐνεστῶτα· ὕστερον δὲ τακτέον τὸν μέλλοντα καὶ λεκτέον οὕτω· τί δὲ ἄρα ποιήσομεν; πόθεν παραμυθίαν ἕξομεν; καὶ ὡς τόδε καὶ τόδε συμβήσεται ἡμῖν, χρὴ δὲ τὸν γράφοντα τὴν ἠθοποιΐαν μιμεῖσθαι πρὸς ἀκρίβειαν τὸ ὑποκείμενον πρόσωπον· καὶ εἰ μὲν ἄγροικόν ἐστι τοῦτο καὶ ἄλλως δημοτικὸν, ἀφελεστέρας ἐννοίας προσάπτειν αὐτῷ, εἰ δὲ ἀρχικὸν τὸ πρόσωπον, σεμνοτέρας, εἰ δὲ σοφὸν, σοφωτέρας. ὁ δὲ χαρακτὴρ τῆς ἠθοποιΐας ὀφείλει σύντομος εἶναι, ὡς ὁ τεχνικὸς λέγει, ἤτοι δι’ ἐννοιῶν βραχυτέρων συμπληρούμενος, καὶ μὴ εἰς μακρολογίαν ἐκβαίνων, καὶ κῶλα μικρότερα ἔχων καὶ λέξεις ὁμοίας, καὶ ἁπλῶς τὰ τῆς γοργότητος. |
| 3.595 | Ὀφείλει δὲ εἶναι καὶ καθαρὸς ὁ χαρακτὴρ καὶ ἡ φράσις καὶ μὴ συνδέσμοις τὰ πολλὰ χρώμενος μηδὲ πλοκαῖς καὶ περιβολαῖς καὶ πλαγίαις συντάξεσιν, ἀλλὰ σχήμασι μᾶλλον τοῖς εὐθυτέροις καὶ τάχιον ἀποδιδομένοις, ὡς εἶναι ἀφοριστικὰ καὶ κομματικὰ τὰ λεγόμενα. Καὶ τοιαύτη μὲν ἡ κατὰ τέχνην ἠθοποιΐα· τινὲς δ’ οὐ μόνον συντόμῳ χαρακτῆρι ἐν ταύτῃ ἐχρήσαντο, ἀλλὰ καὶ πάνυ τι ἐξετάθησαν εἰς ἐπίδειξιν ἀφορῶντες καὶ ἐπιβολῶν εὐπορίαν· ἀλλ’ οὐδὲ καθαρὰν τὴν φράσιν ἐτήρησαν φλεγμαίνοντες τὰ πολλὰ καὶ τραχυνόμενοι τῇ λέξει. καὶ τοῦτο δὲ δι’ ἐπίδειξιν, ὅμως οὐκ ἐμέμφθησαν τοῖς πολλοῖς διὰ τὸ φιλότιμον τοῦ λόγου καὶ πόριμον, ἴσως δὲ καὶ ἡμεῖς ζηλώσομεν τούτους κατὰ καιρόν. Cap. V. ΠΕΡΙ ΕΚΦΡΑΣΕΩΣ. Ἔκφρασίς ἐστι λόγος κατὰ λεπτὸν ἐκτιθεὶς τὸ προκεχειρισμένον καὶ εἰς ὀφθαλμοὺς ἄγων ἄντικρυς, καὶ καθ’ ἓν ἕκαστον τῶν τοῦ προκειμένου ἀπαγγέλλων, καὶ τὰ μικρὰ καὶ τὰ μείζω διαγράφων. Ἐκφράζονται δὲ πρόσωπα ἤγουν ἄνθρωποι, οἷον ὁ Ἀχιλλεύς· ὅτι τὴν ἡλικίαν εἶχε τοιάνδε, ὅτι τὴν κεφαλὴν τοιάνδε, τὴν κόμην, τὰς ὀφρῦς, τοὺς ὀφθαλμοὺς, τὴν ῥῖνα, τὸν πώγωνα, τὰς παρειὰς, τοιάδε τινὰ, τὸν τράχηλον, τοὺς ὤμους, τὰς χεῖρας, τὸ στέρνον, τὴν πᾶσαν ὁλομέλειαν τοιάνδε· καὶ χρὴ ἐν ταῖς τοιαύταις τῶν προσώπων ἐκφράσεσιν ἀπὸ τῶν ἄνω καὶ ἐκ τῆς κεφαλῆς ἄρχεσθαι καὶ χωρεῖν διὰ τοῦ προσώπου, εἶτα διὰ τῶν ὑποβεβηκότων μέχρι καὶ τῶν ἐσχάτων μελῶν καὶ μερῶν. |
| 3.596 | Ἐκφράζονται πράγματα, οἷον πανήγυρις, πόλεμος καὶ τὰ τοιαῦτα, καὶ χρὴ ἐν τούτοις ἄρχεσθαι ἀπὸ τῶν προηγουμένων καὶ τῶν πρὸ τοῦ πράγματος· οἷον εἰ πόλεμος εἰς ἔκφρασιν πρόκειται, λέγειν τὰ πρὸ αὐτοῦ, οἷον τὴν παρασκευὴν, τὸ συγκίνημα, τὴν ὁδοιπορίαν. εἶτα λέγειν τὰ ἐν αὐτῷ τῷ πολέμῳ· τὴν παράταξιν, τὴν ἀντιπαράταξιν, τοὺς ἵππους, τοὺς ἱππέας, τὴν ὁπλενδυσίαν, τὰ στίλβοντα κράνη, τοὺς ἁλυσιδωτοὺς θώρακας, τὰς νεοθηγεῖς σπάθας, τὰ δόρατα, τὴν σύῤῥηξιν, τὰ πτώματα, τὰς καρατομήσεις, τοὺς ἀκρωτηριασμοὺς τῶν χειρῶν ἢ τῶν ποδῶν, τὰς κατὰ τῶν στέρνων ἢ τῶν σπλάγχνων διαδορατίσεις, τὰς τῶν αἱμάτων πλημμύρας, τοὺς δρασμοὺς, τὰς ἐπιδιώξεις, τὰς κατασχέσεις καὶ τὰ τοιαῦτα. ἔπειτα λέγειν τὰ μετὰ τὸν πόλεμον· ἤτοι τὰς διαρπαγὰς τῶν σκηνῶν καὶ τοῦ στρατοπέδου, ἢ τὰς ἀναστατώσεις τῶν πολισμάτων, τὰς αἰχμαλωσίας, τὰς λαφυραγωγίας καὶ τὰ τοιαῦτα· ἐκφράζονται καιροὶ, οἷον χειμὼν, ἔαρ καὶ τὰ τοιαῦτα, καὶ χρὴ ἐν τούτοις ἄρχεσθαι ἀπὸ τῶν προηγουμένων, καὶ διέρχεσθαι διὰ τῶν ἑξῆς πάντων· οἷον ἐπὶ ἔαρος, ὅτι ὁ χειμέριος μὲν ζόφος ἐδιώχθη, τοῦ ἡλίου ἀναβαίνοντος ὑψηλότερον· αἰθμάζουσα δὲ ἡ ἡμέρα πανταχοῦ, καὶ ὁ οὐρανὸς τοιόσδε, καὶ οἱ ἀστέρες τοιοίδε· ταῦτα γὰρ προλεκτέον, εἶτα περὶ τοῦ ἀέρος, ὅτι τοιόσδε· καὶ μετ’ αὐτὸν περὶ τῆς γῆς καὶ τῶν ἐξ αὐτῆς ἀνθέων, δένδρων, λειμώνων, ὅλων τῶν πτηνῶν, ἀλλὰ καὶ τῶν τοιούτων· ἔπειτα ῥητέον περὶ τῆς θαλάσσης καὶ τῶν ἐν αὐτῇ, τῶν ἁλιέων, τῶν ναυσιπλοούντων καὶ τῶν τοιούτων· ἐκφράζονται δὲ τόποι, οἷον λιμὴν ἢ ἀγρὸς, καὶ χρὴ ἐν τούτοις ἐκ τῶν περιεχόντων ἔξωθεν ἄρχεσθαι, οἷον ἐπὶ τοῦ ἀγροῦ ἐκ τῆς κατὰ τόπον θέσεως, ἐκ τῆς περιγραφῆς αὐτοῦ καὶ τῆς ἐκεῖ τοῦ ἀέρος κράσεως· εἶτα εἰσχωρεῖν εἰς τὰ ἔνδον, εἴτε δένδρα, εἴτε σκηναί εἰσι καὶ οἰκήσεις· ἢ καὶ τὰ τοιαῦτα ἕτερα ἐκφράζονται, ἄλογα ζῶα, οἷον ἵππος, βοῦς, ἀετὸς, πέρδιξ, καὶ χρὴ καὶ ἐπὶ τούτων ἄρχεσθαι ἀπὸ τῆς κεφαλῆς· ὡς ἐπὶ τοῦ ἀνθρώπου εἴπομεν, καὶ προχωρεῖν διὰ τῶν ἑξῆς μέχρι καὶ τῶν τελευταίων· ἐκφράζονται καὶ φυτὰ, οἷον ἄμπελος, ἐλαία, συκῆ, καὶ χρὴ καὶ ἐπὶ τούτων ἄρχεσθαι ἀπὸ τῆς κεφαλῆς ἤγουν τῆς ῥίζης, αὕτη γὰρ οἱονεὶ κεφαλὴ δένδρου, δι’ ἧς καὶ τρέφεται καὶ αὔξει· ὅθεν καὶ κατωκάρα λέγονται βεβλῆσθαι τὰ δένδρα· καὶ ἀπὸ τῆς ῥίζης προχωρήσεις διὰ τῶν μεταξὺ μέχρι καὶ εἰς τὴν λεγομένην κορυφήν· λέγων ὅταν ἐλαίαν τυχὸν ἐκφράζῃς, ἐῤῥίζωται εἰς βάθος καὶ παγίως ὡς μὴ ἀνέμῳ τινάσσεσθαι· μετὰ τὴν ῥίζαν ἀναβαίνει φιτρὸς ὄρθιος καὶ ἁδρὸς, οὐκ εὔθραστος· στελέχη διαδέχονται τὸν φιτρὸν ἐξ αὐτοῦ σχιζόμενα καὶ ἀντιδιαιρούμενα· τῶν στελέχων ἐκφύονται κλάδοι πυκνοί· ἐν τοῖς κλάδοις λάσιος ἡ φυλλὰς, χλοώδης τὴν χροιὰν ἡ φυλλὰς, καίτοι γλαυκίζουσα, καὶ ὅτι τὰ φύλλα τοιάδε τῷ μήκει· ὁ καρπὸς τῷ μεγέθει τοιόσδε, τῷ ποσῷ τοσόσδε· ἴσως καὶ εἴποις καὶ τὸ ποιὸν, καὶ ὅτι σκιὰ ὑπὸ τῷ δένδρῳ ἀνθρώπῳ μεσημβρίας ἡδίστη κατάκλισις καὶ τὰ ὅμοια. |
| 3.597 | Χρὴ δὲ τὸν ἐκφράζοντα τηρεῖν ἐν ἅπασι καὶ τὸ πρέπον οὕτω παρὰ τοῖς ῥήτορσι καλούμενον· οἷον ἐὰν λειμῶνα ἐκφράζῃ πρέπουσαν καὶ ἁρμόζουσαν τῷ προτεθειμένῳ τὴν λέξιν ἕξει καὶ τὴν φράσιν· δηλονότι λείαν καὶ ἀνθηρὰν καὶ χαρίεσσαν, καὶ μιμουμένην τὸ κάλλος τῶν φυτῶν, καὶ τὸν ἐπιπνέοντα τούτοις ἁπαλὸν Ζέφυρον, καὶ τὸ περὶ ταῦτα πρᾷον ἀντικελαρύζον ὕδωρ· ἐὰν πόλεμον ἐκφράζῃ, τραχυτέραν ἐξενέγκῃ τὴν λέξιν καὶ τὴν φράσιν, καὶ μιμουμένην τοὺς ἐκεῖ δούπους, τὴν σμαραγὴν, τὴν ἐν ταῖς φαρέτραις κλαγγὴν τῶν ὀϊστῶν, τοὺς χρεμετισμοὺς τῶν ἵππων, τὰς κραυγὰς τῶν πολεμιστῶν, τοὺς παντοδαποὺς ἐξελιγμοὺς, καὶ ἁπλῶς τὴν πᾶσαν τραχύτητα τῆς συῤῥήξεως· οὕτω καὶ ἐν πᾶσι τοῖς ἄλλοις ὁ ῥήτωρ τὴν πρέπουσαν καὶ προσφυῆ τῷ ὑποκειμένῳ λέξιν καὶ φράσιν τηρῶν εὐδοκιμήσει· τοῦτο γάρ ἐστιν ὅπερ ἄνωθεν εἴπομεν πρέπον. |
| 3.598 | Cap. VI. ΠΕΡΙ ΕΓΚΩΜΙΟΥ ΚΑΙ ΨΟΓΟΥ. Ἐγκώμιόν ἐστι λόγος ἐκθετικὸς εἴτουν ἀφηγηματικὸς τῶν προσόντων τινὶ καλῶν· ἐγκωμιάζονται δὲ πρόσωπα, ὡς Θουκυδίδης ἢ Δημοσθένης· πράγματα, ὡς δικαιοσύνη ἢ σωφροσύνη· καιροὶ, ὡς ἔαρ ἢ θέρος· τόποι, ὡς λιμένες καὶ κῆποι· ἄλογα, ὡς ἵππος ἢ βοῦς, καὶ φυτὰ ὡς ἄμπελος ἢ ἐλαία· ἐργάζεται δὲ τὸ ἐγκώμιον τοῖσδε τοῖς κεφαλαίοις· προοιμιάσῃ πρῶτον πρὸς τὴν οὖσαν ὑπόθεσιν, οἷον εἰ Δημοσθένην ἐγκωμιάζεις, ἔσται σοι τὸ προοίμιον τοιοῦτον· ἀποδοτέον τοὺς λόγους τῷ ῥήτορι· ὑπ’, αὐτοῦ γὰρ κοσμηθέντες δικαίως τοῦτον ἀντικοσμήσουσι καὶ τὰ τοιαῦτα· ἂν φυτὸν ἐπαινεῖς, τυχὸν προοιμιάσῃ προσφυῶς τῇ ὑποθέσει οὕτω· τῷ καλλίστῳ τῶν φυτῶν, τῇ ἀμπέλῳ, τὸ παρ’ ἡμῖν κάλλιστον, τοὺς λόγους, ἀποδοτέον· δεινὸν γὰρ, ἡ μὲν νέκταρι σχεδὸν καὶ ἀμβροσίᾳ δεξιοῦται, ἡμεῖς δὲ πρὸς μὲν τὴν τρυφὴν τὸ στόμα πλατὺ διαστέλλωμεν, πρὸς δὲ τοὺς δικαίους ἐπαίνους συγκλείωμεν· ταῦτα τὰ προοίμια, ὡς ὁρᾷς, οἰκεῖα ταῖς ὑποθέσεσιν· εἶτα θήσεις τὸ ἄψυχον γένος τοῦ ἐγκωμιαζομένου, ἤγουν τὴν χώραν, ὅτι τυχὸν ἐξ Ἑλλάδος, καὶ ἐπαινέσεις τὴν πατρίδα, ὅτι ἐξ Ἀθηνῶν· μετὰ τοῦτο τὸ ἔμψυχον γένος, προγόνους δηλαδὴ πρῶτον, εἶτα πατέρας καὶ καθεξῆς ἐκθήσεις εἴτι ἀξιόλογον ἔχει ἐπὶ τῇ γεννήσει αὐτοῦ, ἐνύπνια τυχὸν ἢ προῤῥήσεις τινὰς, ἢ ἕτερόν τι θαύματος ἄξιον· ἐπὶ τούτοις ἐκδιηγήσῃ τὴν ἀνατροφὴν καὶ τὰ κατ’ αὐτὴν ἐπιτηδεύματα, καὶ τὰς ἀσκήσεις, ἢ λογισμῷ τεχνῶν ἢ πολιτικῶν καὶ στρατιωτικῶν, καὶ τὴν ἐν ἀτελεῖ ἡλικίας παιδείαν καὶ σύνεσιν· εἶτα ἐπενέγκῃς τὸ μέγιστον τῶν ἐγκωμίων κεφάλαιον, τὰς πράξεις τοῦ ἐγκωμιαζομένου, ἃς διαιρήσεις εἰς τὰ κατὰ ψυχὴν καὶ κατὰ σῶμα καὶ κατὰ τύχην· κατὰ ψυχὴν μὲν φρόνησις, πρᾳότης, ἀνδρεία καὶ τὰ τοιαῦτα· κατὰ δὲ σῶμα κάλλος, τάχος δρόμου, ῥωμαλαιότης καὶ τὰ τοιαῦτα· κατὰ τύχην δὲ πλοῦτος, ἀξίωμα φίλων καὶ τὰ τοιαῦτα. |
| 3.599 | Ἕκαστα δὲ τῶν ἐξαιρέτων τοῦ ἀνδρὸς συγκρίνεις, εἰ θέλεις, πρὸς τὰ παρόμοια τῶν ἀρχαίων καὶ ἐπισήμων· ἐπὶ πᾶσι δὲ θήσεις ὕστερον τὴν περιεκτικὴν καὶ καθολικὴν σύγκρισιν καὶ ἀντιβάλῃς τὸν ἐγκωμιαζόμενον, Δημοσθένην τυχὸν ὁλικῶς τῷ Θουκυδίδῃ ὡς ὁμοίῳ ῥήτορι, ἢ τὸν Ἕκτορα τῷ Ἀχιλλεῖ, ὁμοίως στρατιώτῃ καὶ στρατηγῷ, ἢ βασιλέα ἡμέτερον τῷ Δαβὶδ, ὡς βασιλεῖ καὶ αὐτῷ, ἢ τῷ Μωσεῖ, ἢ τῷ Ἰησοῦ τῷ Ναυῆ ὡς στρατηγοῖς, καὶ τὸν πατριάρχην τῷ Ἀαρὼν ὡς ἀρχιερεῖ, ἢ καὶ αὐτῷ τῷ Μωσεῖ ὡς δημαγωγῷ καὶ παραστάτῃ θεοῦ. Πρὸς παρομοίους γὰρ ὀφείλεις ποιεῖσθαι τὴν σύγκρισιν καὶ δεικνύναι τὸν ἐγκωμιαζόμενον μείζονα, ὡς ἐπὶ πολὺ κατασκευάζων τοῦτο πιθανῶς καὶ ῥητορικῶς· τελευταῖον πάντων ἐπαγάγῃς ἐπίλογον εὐχῇ μᾶλλον προσήκοντα, λέγων· ζῴης καὶ διαμένοις εἰς μακρὸν τηλικοῦτον καλὸν εἰς κοινὸν ἀνθρώποις ὄφελος καὶ τὰ τοιαῦτα· ἴσθι δὲ καὶ τοῦτο, ὅτι οὐ πάντα τὰ ἀναγεγραμμένα τοῦ ἐγκωμίου κεφάλαια πάντοτε τιθέαμεν ἐν τοῖς λόγοις, ἀλλὰ πολλάκις σιωπῶμέν τινα, οἷον ἔθνος ἢ πατρίδα, ἐὰν ὦσι δυσγενῆ· ἢ προγόνους ἢ πατέρας, ἐὰν καὶ αὐτοὶ τῶν ἀσήμων ὦσιν, καίτοι ἕτερον κεφάλαιον παρατρέχομεν, εἰ ἐπαίνων ὕλην μὲν χορηγεῖ· πολλάκις δὲ καὶ ἀξιέπαινον πατρίδα καὶ γονεῖς ἑκόντες παρερχόμεθα καί τινα κεφάλαια ἕτερα· ἐργαζόμεθα δὲ τὸν λόγον ἀπὸ τῶν πράξεων μόνον τοῦ ἐγκωμιαζομένου, καὶ τούτων σπερματικῶν ταύτην ἢ ἐκείνην παραλαμβάνοντες, καὶ τὴν χθὲς ἢ τὴν πέρυσι καὶ ταύτας οὐ κατὰ τάξιν, ἀλλὰ πρωθυστέρους, εἰ τύχοι, καὶ τὰς ἑτέρας παραλιμπάνομεν, καὶ καλεῖται τὸ τοιοῦτον παρὰ τοῖς ῥήτορσι λαλιαὶ, ἤγουν ἐγκωμιαστικὴ προσφώνησις· τῷ τοιούτῳ δὲ εἴδει τοῦ λόγου χρώμεθα ὡς ἐπιτόμῳ, ὅτε καιρὸς κατεπείγει, ἢ ὁ ἐγκωμιαζόμενος βασιλεὺς ὢν τυχὸν καὶ μακροῖς τοῖς λόγοις τὰς ἀκοὰς μὴ προσχολῶν· ἢ καὶ ὅταν αἱ πράξεις τοῦ ἐγκωμιαζομένου μεγάλαι καὶ πολλαὶ οὖσαι ἀρκοῦσιν εἰς ἐγκώμιον, καὶ μηδὲν ἕτερον θέλουσιν ἐπικόσμημα ἀπὸ πατρίδος ἢ προγόνων ἢ τοιούτου τινός· ἡ δὲ γραφὴ τοῦ ἐγκωμίου ὀφείλει καθαρωτέρα εἶναι καὶ ἀνθηροτέρα· πανήγυρις γάρ ἐστι, καὶ μὴ τραχυλεξίαις χρῆσθαι, καὶ ἁδρύνεσθαι ὑπερμέτρως ὡς ἐν κατηγορίᾳ· καὶ σχήματα δὲ οὐχ ἕξει ἐμπερίβολα καὶ συνεστραμμένα, εἰ μὴ σπανίως ἴσως ποτέ· ἐναγώνια γὰρ καὶ ταῦτα καὶ δικανικὰ, οὐ πανηγυρικὰ καὶ χαρίεντα. |
| 3.600 | Ἀντίθετον δέ ἐστι τῷ ἐγκωμίῳ ὁ ψόγος, ἐργάζεται δὲ τοῖς αὐτοῖς τῷ ἐγκωμίῳ κεφαλαίοις πρὸς τὸ ἐναντίον· ὡς γὰρ ἐκεῖ ἐπαινεῖς ἀπὸ πατρίδος, ἀπὸ γεννητόρων, ἀπὸ τῶν πράξεων, ἀπὸ τῶν λοιπῶν· ἐνταῦθα ψέγεις ἀπὸ τῶν αὐτῶν. |
| 3.601 | καὶ συγκρίνων τὸν ψεγόμενον δεικνύεις μείζονα εἰς κακίαν τοῦ πρὸς ὃν συγκρίνεται, καὶ τὸν ἐπίλογον ὡς ἀρὰν σχηματίζεις· ἀφαντωθείη λέγων τοσοῦτον κακὸν, καὶ μηδὲ ὄνομα αὐτοῦ παραμένοι. ἐνταῦθα δὲ ἐν τῷ ψόγῳ καὶ ἡ τραχυλεξία πολλάκις χρήσιμος, διὰ τὸ ὀργήν τινα ὑποφαίνειν τὸν γράφοντα, κἂν οὐχ ὁποίαν ἐν τοῖς δικανικοῖς. Cap. VII. ΠΕΡΙ ΚΑΤΑΣΚΕΥΗΣ ΚΕΦΑΛΑΙΩΝ ΚΑΙ ΑΝΑΣΚΕΥΗΣ, ΗΓΟΥΝ ΠΕΡΙ ΕΠΙΧΕΙΡΗΜΑΤΩΝ, ΕΡΓΑΣΙΩΝ, ΕΝΘΥΜΗΜΑΤΩΝ ΚΑΙ ΤΟΙΟΥΤΩΝ. Διδάξομέν σε κατὰ τὸ ἐγχωροῦν καὶ περὶ κατασκευῆς κεφαλαίου· παραλαμβάνομεν δὲ τοῦτο ἐνταῦθα ἀντὶ τῆς προγυμναστικῆς χρείας καὶ γνώμης· ὡς κεφάλαιον γὰρ ἐκεῖναι μελετῶνται, πλὴν τῆς ἐκείνων κατασκευῆς τελειοτέρα ἡ τοῦ ἐνταῦθα κεφαλαίου. Κεφάλαιον δέ ἐστιν ἐν συμβουλῇ τυχὸν πρός τινα καὶ παραινέσει τοῦτο, ὅτι καλὸν ἡ παρθενία· τὸ τοιοῦτον κεφάλαιον λέγεται, κατασκευάζεται δὲ, ὅτι καλὸν ἡ παρθενία δηλαδὴ, ἐξ ἐπιχειρημάτων εὑρισκομένων ἐκ τῶν ἓξ περιστατικῶν, προσώπου, πράγματος, χρόνου, τόπου, τρόπου καὶ αἰτίας, περὶ ὧν ἐδιδάχθης καὶ ἐν τῷ διηγήματι οἷον λέγων σὺ πρὸς τὸν ἀκούοντα τῆς συμβουλῆς σου, ὅτι καλὸν ἡ παρθενία, ἐπενέγκῃς ἐπιχείρημα. ἐκ τοῦ πράγματος τυχὸν πρῶτον, ὅτι θεῖον τὸ χρῆμα τοῦτο καὶ σεμνὸν, καὶ ἀΰλοις φύσεσι καὶ ἀγγέλοις καθομοιοῦν, καὶ οὐ τῶν χαμαὶ συρομένων καὶ γεηρῶν. |
| 3.602 | Ἐκ τοῦ προσώπου ἐπιχείρημα, ὅταν ἐὰν ὁ δεχόμενος τὴν συμβουλὴν τῶν τῷ θεῷ καθιερωμένων ἴσως εἴη, ὅτι ἁρμόζει σοι τῷ ἱερῷ τὸ ἱερὸν χρῆμα, τῷ τοῖς ἁγνοῖς πλησιάζοντι τὸ ἁγνὸν, τῷ ἐπαγγελλομένῳ βίον θεοφιλῆ ἡ οὐρανὸς ἀρετή. Ἀπὸ τοῦ τόπου ἐπιχείρημα, ὅτι ἐν ναῷ θεοῦ ἀναστρέφῃ, καὶ ἐν τῷ πανάγνῳ θυσιαστηρίῳ, ἢ καὶ ἐν πόλει, ἀρχῆθεν ἐκ προγόνων ἐπιμεληθείσῃ σωφροσύνης. Ἀπὸ τοῦ χρόνου, ὅτι κατὰ τὴν νῦν ἡμέραν σπουδαστέα ἡ τοιαύτη ἀρετὴ μᾶλλον τοῖς νοῦν ἔχουσιν, ὅτε διὰ τὰς τῶν πολλῶν ἀσελγείας θεὸς ἐξοργίζεται καὶ ἀπειλεῖται τὰ πάνδεινα, ἂν μή τινας ὅλως εὑρήσει σωφρονοῦντας καὶ τὰ αὐτῷ φίλα μεταδιώκοντας. Ἀπὸ τοῦ τρόπου, οἷον τίνι τρόπῳ καὶ οἰκονομίᾳ κατορθώσεις τὴν ἀρετὴν ταύτην, τὴν παρθενίαν, ἐὰν τοὺς ὀφθαλμοὺς ἀπαγάγῃ τῶν ὡραίων προσώπων, τῶν τῆς πορνείας ὑπεκκαυμάτων, ἐὰν τὴν ἀκοὴν τῶν ἀκολάστων ἀκουσμάτων, ἐὰν τὴν γεῦσιν τῆς τροφῆς τῆς ὑποφλεγούσης τὴν φύσιν, ἐὰν καὶ τὸν νοῦν πρὸ πάντων αὐτῶν τῶν τῆς ἁμαρτίας ἐνθυμήσεων. Ἀπὸ αἰτίας ἐπιχείρημα, οἷον δι’ ἣν αἰτίαν μετέρχεσθαι δέον τὴν παρθενίαν; διὰ τὸ μέλλειν γὰρ διὰ ταύτης καὶ ἐκεῖ σώζεσθαι τῆς κολάσεως, καὶ ἐνταῦθα βίον ἀτύρβαστον ζῇν, καὶ ἔξω τῶν τῆς συζυγίας πολυφροντισμάτων, ἢ τῶν τῆς πορνείας μιασμάτων. Εἶτα κατασκευάζεις τὸν λόγον καὶ ἐκ τοῦ ἐναντίου· ἤγουν καὶ ἐκ τῆς ἀκολασίας· ἐναντίον γὰρ αὕτη τῇ παρθενίᾳ· καὶ λέγεις οὕτως· ἐπεὶ καὶ ἡ ἀκολασία κακὸν καὶ ὀλέθριον, καὶ κόλασιν ἡμῖν ἐκεῖ προξενοῦν, πάντως ἡ ἀντικαθισταμένη ταύτῃ παρθενία καλὸν, ἐπεὶ καὶ σωτήριον· αὐξήσεις τὸν λόγον καὶ καθεξῆς καὶ ἀπὸ ἐργασίας, ἤτοι παραβολῆς, ἥτις ἐκλαμβάνεται ἐκ τῶν παρ’ ἡμῖν καθ’ ἡμέραν γινομένων, οἷον γηπονιῶν ἢ ἁλιευτικῶν, ἢ ἐξ ὀρνέων, ἢ ἀπὸ φυτῶν, ἢ ὑλῶν σιδήρου, καὶ ἀπὸ τοιούτων. |
| 3.603 | Ποιήσεις γοῦν παραβολὴν ἐν τῷ περὶ παρθενίας λόγῳ, ἀπὸ ὕλης τυχὸν τοιαύτης· ὅτι ὥσπερ ὁ χρυσὸς ἀνεπίδεκτος ὢν ἰοῦ στίλβει πάντοτε, καὶ οὐδὲ μειοῦται ἢ δαπανᾶται, ὁ δὲ σίδηρος τῷ ἰῷ καὶ ἀμαυροῦται καὶ διαβιβρώσκεται, οὕτω καὶ ὁ παρθενεύων μὲν ἀεὶ φαιδρὸς καὶ σῶμα καὶ ψυχὴν ἀδαπάνητος, ὁ δὲ ἀκόλαστος καὶ πόρνος τοὐναντίον ἅπαν, καὶ εὐθὺς ἐπενέγκῃς τὰ λεγόμενα ἐνθυμήματα, ἅτινα καὶ κατὰ σύγκρισίν τινα τὴν πρὸς τὸ παραβληθὲν ἐκφέρονται· οὕτω δηλονότι. καὶ μὴν καὶ ὁ σίδηρος, κἂν ἀμαυρωθῇ κἂν δαπανηθῇ, οὐδὲν πρᾶγμα, φθαρτὴ γὰρ καὶ τῶν κατὰ σῶμα φερομένων ἡ ὕλη· ψυχὴν δὲ ἀνθρώπου, χρῆμα θεῖον καὶ ἀθάνατον, ἀμαυρωθῆναι τῇ ἁμαρτίᾳ παγχάλεπον· καὶ χρυσὸς μὲν στίλβων καὶ ἀνίωτος περιδεῤῥέοις ἢ στεφανίσκοις ἀνθρωπίνοις ἐφήρμοσεν, ἄνθρωπος δὲ στίλβων τῇ παρθενίᾳ τὴν ἄνω καλλωπίσει ἐκκλησίαν τῶν πρωτοτόκων. Αὐξήσεις τὸ κεφάλαιον ἐφεξῆς καὶ ἐξ ἑτέρας ἐργασίας τῆς ἀπὸ παραδείγματος, ἥπερ λαμβάνεται ἀπὸ τῶν ἀνέκαθεν πραχθέντων ἀνθρώποις, καὶ οὐκ ἀπὸ τῶν σήμερον, ὡς ἡ παραβολή. οἷον ὅρα καὶ τὸν Ἰωσὴφ ἀκολασίαν φυγόντα, καὶ τοὺς παρανόμους ἔρωτας τῆς δεσποίνης ἐγκρατευσάμενον, καὶ μεγάλων ἐκ θεοῦ τυχόντα τῶν ἀμοιβῶν, καὶ βασιλείας ἐνταῦθά τε καὶ ἐκεῖ. Ἀκολούθως οὖν εὐθὺς τῷ παραδείγματι ἐπιφέρεις πάλιν τὰ ἐνθυμήματα κατὰ σύγκρισίν τινα τὴν πρὸς τὸ παράδειγμα τεθέντα, οὕτω δηλαδή. Εἰ τοίνυν Ἰωσὴφ οὔπω νόμον ὁρῶν τεθειμένον περὶ σωφροσύνης ἐσωφρόνησε, σὺ ὁ μετὰ νόμον, ὁ μετὰ τὰς κυριακὰς ἐντολὰς οὐ σωφρονήσεις; ἐὰν ἐκεῖνος μὴ καθιερώμενος τῷ θεῷ ὁσίως διεβίω, σὺ ὁ καθοσιώμενος ἀλογήσεις; ἂν ἐκεῖνος καὶ ἑλκόμενος εἰς τὴν ἡδονὴν ἀπεπήδησε, σὺ οὐκ ἂν αἰδεσθείης, ἑκὼν σεαυτὸν ἐπιῤῥίπτων τῷ δεινῷ; Τὰ μετὰ τὸ πρῶτον δὲ ἐνθύμημα ἐπαγόμενα, ὡς ὁρᾷς ἐνταῦθα, ἐπενθυμήματα λέγονται. |
| 3.604 | Ἔχεις ἐπιφέρειν καὶ μαρτυρίας παλαιῶν οὕτω καλουμένας, ἤγουν ῥήσεις παλαιῶν καὶ γνωμικὰ τῶν καθ’ ἡμᾶς, ἢ καὶ τῶν ἔξωθεν, ὑπερηγορούντων τῆς παρθενίας, ἤ τινος ἑτέρου κεφαλαίου προκεχειρισμένου σοι· τῇ τοιαύτῃ τοῦ λόγου ἀγωγῇ χρᾶσθαι δύνασαι καὶ ἐν πάσῃ ἑτέρᾳ λογογραφίᾳ πρὸς τὸ καλοῦν, καὶ ἐγκωμίῳ, οἷον ὁ βασιλεὺς τυχὸν ἐγκωμιαζόμενος παρθενεύει· ἐλθὼν εἰς τὸν τόπον τοῦτον τὸν περὶ παρθενίας εἴποις ἐκ τοῦ προσώπου ἐπιχείρημα· ὦ θαῦμα, βασιλεὺς σωφρονεῖ καὶ παρθενεύει, δεσπότης πάντων, ὑπὸ χεῖρα πᾶσαν ἔχων ἀφορμὴν ἡδονῆς, καὶ ταῖς ὕλαις τῆς τροφῆς περιῤῥεόμενος πάντοθεν, ὅμως ἐγκρατεύεται. Ἀπὸ τοῦ τόπου· ἐν τοῖς βασιλείοις διάγων ἢ ἐν πόλει ἢ ἐν χώρᾳ, ὅπου γυναικωνίτιδες ὅλαι καὶ κάλλη ἀμήχανα καὶ πολλὰ τῆς ἡδονῆς ὑπεκκαύματα. Ἀπὸ αἰτίας, ἵνα θεῷ ἐξομοιῷτο, ὥσπερ κατὰ τὸ ἀρχικὸν, οὕτω καὶ κατ’ αὐτὸ τὸ ἀπαθὲς καὶ φιλάνθρωπον. ὁμοίως δὲ καὶ ἐκ τῶν λοιπῶν περιστατικῶν ἐπιχειρήσεις· εἶτα ἐπενέγκῃς παραβολὴν οἰκείαν τῷ πράγματι καὶ τὰ ὑπ’ αὐτὴν ἐνθυμήματα· εἶτα παράδειγμα καὶ τὰ μετ’ αὐτὸ ἐνθυμήματα αὐτὸν συγκρίνων τὸν βασιλέα τῷ παραδειγματιζομένῳ σοι σώφρονι, καὶ δεικνὺς ὑπερβάλλοντα, εἰ ἐγχωρεῖ. Μαθὲ δὲ καὶ τοῦτο, ὅτι οὐκ ἔχουσι ταῦτα τάξιν ὡρισμένην, οὐδὲ πρῶτον μὲν τὸ ἐκ τοῦ προσώπου τυχὸν ἐπιχείρημα, δεύτερον δὲ τὸ ἐκ τοῦ τόπου, ἤ τινος ἑτέρου, ἀλλ’ ὡς διακρίνει ὁ γράφων, οὕτω καὶ τίθεται. Ἀλλ’ οὐδὲ ἅπαντα τίθενται ἐξ ἀνάγκης, ἀλλά ποτε καί τινα, ὅσα δηλαδὴ εὑρίσκονται, καὶ ὅσα δοκιμάζει ὁ γράφων. |
| 3.605 | Ὀφείλεις μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ ἀπὸ τῶν ἀσθενεστέρων ἐπιχειρημάτων ἐπὶ τὰ ἰσχυρότερα προχωρεῖν, ὡς ἂν ἀκμάζοι ὁ λόγος, τῶν δέ γε μετὰ τὰ ἐπιχειρήματα, ἤγουν τοῦ ἐναντίου τῆς παραβολῆς καὶ τῶν λοιπῶν τάξις ἔστω σοι αὕτη, ἣν καὶ ὑπετυπώσαμεν· δύνασαι δὲ καὶ μιᾷ χρῆσθαι παραβολῇ καὶ πλείοσι, καὶ ἑνὶ ἐνθυμήματι καὶ πλείοσιν, ὅπου δὲ καλεῖ, καὶ μιᾷ μαρτυρίᾳ παλαιῶν καὶ πλείοσιν, ἀλλ’ οὐδὲ πᾶσι τοῖς τοιούτοις ἀπαραιτήτως εἰς τὴν τοῦ κεφαλαίου χρήσῃ κατασκευήν· ἔστι δὲ ὅτε καὶ τούτων τι παραλείψεις, ὡς ἄρα διακρινεῖς· ὅμως τὸ γινώσκειν γε πᾶσαν ὕλην καὶ εὐπορεῖν πανταχόθεν ἀναγκαῖον νενομίκαμεν· ἡ ἀγωγὴ δὲ αὕτη τοῦ λόγου, ἡ ἐπὶ τῇ τοῦ κεφαλαίου κατασκευῇ ἁρμόζειν φανεῖσα καὶ ἐπὶ τῷ ἐπαίνῳ, ἁρμόσει αὕτη καὶ ἐπὶ κεφαλαίου ἀνασκευῇ, καὶ ἐπὶ ψόγῳ· ἀπὸ τῶν αὐτῶν γὰρ περιστατικῶν ἐπιχειρήσεις, ἀνατρέπων ἢ αὔξων ἐν τῷ ψέγειν τὸ κακὸν, καὶ ἀπὸ τῶν λοιπῶν τόπων τῶν ἐκτεθέντων σοι. Ἔτι μαθὲ καὶ ταῦτα· παντὶ διηγήματι ἐνυπάρχουσι τὰ λεγόμενα ἓξ περιστατικὰ, τὸ πρᾶξαν δηλαδὴ πρόσωπον, τὸ πραχθὲν πρᾶγμα, χρόνος καθ’ ὃν, τόπος ἐν ᾧ, τρόπος ὅπως, αἰτία δι’ ἣν, οἷον ἐν τῷ τοῦ Αἴαντος διηγήματι πρόσωπον τὸ πρᾶξαν ὁ Αἴας, πραχθὲν πρᾶγμα κείσθω τέως ὁ φόνος τῶν ἀλόγων, χρόνος ἡ νὺξ, τόπος ἡ ἔπαυλις, ἢ ὁ ναύσταθμος, ἔνθα τὸ Ἑλληνικὸν στρατόπεδον· τρόπος ἡ ξιφηφορία. λέγεται δὲ καὶ ὄργανον, τὸ ξίφος, αἰτία, ἡ ἄμυνα τῶν ἀδικησάντων· τοῖς τοιούτοις περιστατικοῖς παρέπονται ὕλαι, οἷον τῷ Αἴαντι τὸ μεγαλόσωμον, τὸ ἀνδρεῖον, τὸ σακεσφόρον, τῇ νυκτὶ ἡ σελήνη, οἱ ἀστέρες, τῷ τόπῳ τῆς ἐπαύλεως τὸ στενὸν, τὸ συγκεκλεισμένον, καὶ τοῖς ἄλλοις τὰ ἐοικότα. |
| 3.606 | Ἐκ δὲ τῶν τοιούτων περιστατικῶν καὶ τῶν παρ’ αὐτοῖς ὑλῶν χορηγοῦνται τοῖς γράφουσι τὰ οὕτω ταχέως καλούμενα παρὰ τῶν πολλῶν ἐνθυμήματα, καὶ πρόσχες τοῖς λεγομένοις καὶ μίμησαι· μέγας ὁ Αἴας καὶ ἀπέκτεινε πρόβατα καὶ βόας, τὴν λείαν τῶν Ἑλλήνων. Τὰ ἐνθυμήματα οὕτως· ὁ ἡρωϊκὸς, ὁ πελώριος, κατὰ τῶν ταλαιπώρων κτηνῶν καὶ τῶν καματηρῶν βοῶν, λέων ὡς πρὸς μύρμηκας, ὡς πρὸς κώνωπας, καὶ εἴτις που φύσις χθαμαλωτέρα· ξιφηφόρος κατὰ τῶν ἀόπλων ἐκ φύσεως, κατὰ τῶν ἀπαλάμνων ὁ τὴν χεῖρα βριθὺς μάχαιραν ὀξύνει· δυσγενῶς κατὰ τῶν τετραπόδων ὡς μάγειρος· καὶ τὸ δήπου λεχθὲν, εἷς οὗτος μυριάδας προβάτων οὐ δέδοικεν, δευτέραν ἐληΐσατο ταύτην λείαν πανώλεθρον· ὢ καινῆς μάχης κατὰ τῶν βοσκημάτων ἀνδρὸς καὶ τούτου σακεσφόρου καὶ ἥρωος, καὶ ἐπιβουλὴ καὶ νυκτομαχία, ὡς κατ’ ἐχθρῶν γενικῶν· καὶ πάλιν ὅτι τὰ κτήνη φονεύων ἐνόμιζε τοὺς βασιλεῖς κτείνειν καὶ τὸν Ὀδυσσέα, καί τινα τυχὸν ἀγελάρχην κριὸν εἰς τὸν κρατοῦντα παρεφαντάζετο· τῆς μανίας, τοῦ γέλωτος, καὶ τὸ κέρας εἰς κόρυθα καὶ λόφον τὴν ἵππουριν, καὶ τὸν τραγικὸν πώγωνα, καὶ ὡς αὐτὸν διεκέντει, ὑπὸ προβάτῳ τὸν φονέα διέφυγεν Ἰθακήσιος, ὡς ὕστερον ἐν τῷ σπηλαίῳ τὸν Κύκλωπα, ὅσα δὲ καὶ ὑπ’ ἀρνακίδι κλαπεὶς λύκος οὗτος σπαράκτης τοὺς ποιμένας παρέδραμε, καὶ πάλιν ὅτι ἐν ἐπαύλει ὁ ἥρως καὶ κατασφάττει τὰ τετράποδα, ἐστενοχώρει μάνδρα τὸν μέγαν, τὸν γιγαντόσωμον, ὃν οὐκ ἐχώρει πεδία τὰ Τρωϊκὰ κατὰ τῶν ἐχθρῶν ἁπανταχοῦ διαλλόμενον· ὁ προβατεὼν εἶχε τὸν ὁπλίτην, οὐ τὸ στρατόπεδον, τὰ μὴ φόνον ἐργαζόμενα τὸν ἀνδροφόνον ἐχθροῖς· καινὸς βοηλάτης ὁ ἱππηλάτης, καινὸς προβατοκόμος ἀνθρωποκόμος καὶ στρατηγὸς, καὶ ἡ καλαῦροψ ξένη μετὰ χεῖρας τούτῳ, ὅτι καὶ σιδηρᾶ καὶ τῶν ζώων πατάκτρια, καὶ λωβητὴς λύκος ὁ ἄνθρωπος, εἰς εὐήθειαν τῶν κτεινομένων ἐξεπεπτώκει, καὶ ἀρνοκτασία τούτῳ παίζεται ὡς ἀνδροκτασία· Ἄρεϊ θύματα ταῦτα ἢ μανιάσι καὶ Ἐριννῦσι καὶ βακχευτικοῖς τισι δαίμοσι· πάλιν ὅτι νὺξ καὶ σελήνη, καὶ ἡ Ἄρτεμις ἐφ’ ὑψηλοῦ θεατὴς τῆς ὀργῆς Ἀθηνᾶς, καὶ τῆς δραματουργίας τῆς ἐν πάθει τραγικῷ κωμικῆς, καὶ τοῦ παντὸς καταγέλωτος, καὶ ἀπήγγειλε τῷ γεννήτορι τὴν καινοτομίαν τῆς ἀδελφῆς, καὶ μυκτὴρ ἐκ θεῶν κατὰ τοῦ ὑψαύχενος καὶ περιφρονητοῦ τοῦ αὐτῶν ἀξιώματος. |
| 3.607 | Πάλιν ἐνθύμημα ἀπὸ τῆς μανίας καὶ τοῦ παρεπομένου προσώπου τοῦ Ὀδυσσέως· κατὰ παράδειγμα. Μανία ποτὲ καὶ τῶν ἐξ Ἰθάκης ἐν κτήνεσιν, ἀλλὰ σκηνικὴ διεπλάττετο, καὶ βοῦς καὶ ἵππος ἐζεύγνυντο, τὰ ἀσύζευκτα, καὶ ἀροτὴρ ὁ σειραφόρος παρελαμβάνετο. Αἴαντι μανία κατὰ τῶν τετραπόδων, ἀλλ’ ἐναργὴς, καὶ τὸ ἄλογον ὡς ἔλλογον παρεβλέπετο. Τοσαῦτά σοι πρὸς ὑπόδειγμα, πλὴν ῥητορικά· ἂν δὲ καὶ δύνασαι καὶ βούλει καὶ φιλοσοφήσεις ἐν τοῖς τοιούτοις, καὶ φυσικεύσῃ, καὶ ὅπως ἐρῶ· οἶσθα τὴν ὑπόθεσιν, ὡς ἐπὶ τῇ ἀδικίᾳ τῶν Ἀτρειδῶν θυμοῦται ὁ Αἴας, καὶ ἐκ τοῦ θυμοῦ μαίνεται· ἐρεῖς γοῦν ἐμφιλοσόφως· ἀδικοῦσιν οἱ βασιλεῖς τὸν γενναῖον, καὶ πατοῦσι θέμιν τὴν βασίλειον ἀρετὴν, καὶ πρὸς ἑταίρους καλὸν, πρὸς ὑπηκόους ἐξάρχοντα· καὶ τὰ τῆς δικαιοσύνης ζυγὰ παραπρυτανεύουσι, καὶ τὴν ἰσονομίαν καὶ τὸ διανεμητικὸν τοῦ ἐπιπρεποῦς, καὶ οὐκ ἐν ἰσότητι τηροῦσι τὰ τάλαντα τοῦ δωρήματος τοῦ λαβόντος ὅπλα τὰ ἀνδρικὰ μὴ ἐπικληροῦντες τῷ ἀνδρικῷ, ἀλλ’ ἀνίσῳ τῷ κούφῳ μέρει τῆς ἀνδρίας τοῦ Ὀδυσσέως, τὴν ὀγκηρὰν πλάστιγγα τοῦ δωρήματος προσεπιῤῥέποντες· ἐντεῦθεν τῷ ἀδικουμένῳ θυμὸς, καὶ ζέσις αἵματος τοῦ περικαρδίου, καὶ τοῦ ὑποστερνίου λέβητος καχλασμὸς, καὶ εἰς ἀντιλύπησιν τῶν παροξυνόντων ἐκκίνησις, καὶ ἐκ τῆς τοῦ αἵματος ἀναζέσεως λαβροτέρα ἐκχόλωσις καὶ ἀναδρομὴ πρὸς τὴν κεφαλήν· λεπτότερον γὰρ τὸ θερμότερον, τὸ λεπτότερον δὲ κουφότερον, τὸ δὲ κουφότερον ῥᾷον ἀνέδραμε, καὶ τῶν ἐγκεφάλου κοιλιῶν πλήρωσις καὶ δακνηρὸν τὸ χολῶδες, καὶ κεντεῖ τὸν ἐγκέφαλον, ὡς εὐπαθῆ, καὶ τὰς παρ’ ἑκάτερον μήνιγγας, καὶ τὸ λογιστικὸν τῷ Τελαμωνίῳ παρατιτρώσκεται, καὶ παραθεωρεῖ τοὺς ἄρνας ὡς ἄνδρας, καὶ τούτοις ἐπιπηδᾷ λυσσωδέστερον, παραγούσης μάλιστα τὸν νοῦν καὶ τῆς θεᾶς Ἀθηνᾶς· ἔχοι τις καὶ ἐν τῷ περὶ τῆς θεᾶς καθεξῆς φιλοσοφεῖν, ὅμως ἡμεῖς παρεῶμεν, ἀρκοῦντα πρὸς ὑπόδειγμα τὰ λεχθέντα νομίζοντες· τυχὸν τοῦ δέοντος καὶ πλατύτερον τὸν τύπον διὰ τοῦτον τοῦ διηγήματος ἔχεις μεθέλκειν. |
| 3.608 | καὶ εἰς ἐγκώμια καὶ ψόγους καὶ τοιαῦτα, ἐν οἷς καὶ τὰ ἓξ τῶν περιστατικῶν ἐπιχειρήματα χρήσιμα, καὶ ἀπὸ τῶν παραβολῶν καὶ τῶν παραδειγμάτων καὶ τῶν ὁμοίων ἐργασίας καὶ αὐξήσεις, καὶ τὰ ἑξῆς ἐνθυμήματα, περὶ ὧν ὡς τελειοτέρως προσβαίνοντά σε τοῖς ῥητορικοῖς ἐκδιδάξομεν· νῦν δὲ ἄκαιρον λέγειν περὶ αὐτῶν, καὶ τοσαῦτα μέν σοι περὶ ἐννοίας τε καὶ ἐνθυμημάτων, ὡς ἐν εἰσαγωγῇ. τὸ δὲ περὶ λέξεως καὶ ἀττικισμοῦ ἐροῦμεν ὄπισθεν· σημείωσαι δὲ καὶ τοῦτο, ὅτι ἐπὰν ἐγκωμιάζῃς τινὰ, καὶ τὰ κατορθωθέντα τούτῳ κατὰ μέρος διέρχῃ, χρὴ ποιεῖσθαί σε καθ’ ἕκαστον αὐτῶν σύγκρισιν πρὸς τὰ ὅμοια τὰ παρὰ τῶν ἀρχαίων κατορθώματα, καὶ ἐπὶ τέλει πάλιν τοῦ ὅλου λόγου τὴν καθολικὴν ἐπιφέρειν σύγκρισιν, δεῖ δέ σε γινώσκειν καὶ τοῦτο, ὡς ἐν τῷ πανηγυρικῷ ἅμα τίθενται οἱ ἀγῶνες τῇ διηγήσει, καὶ οὐ χωρὶς, ὡς ἐν τῷ δικανικῷ καὶ τῷ συμβουλευτικῷ. |