Ἰσοκράτης φησὶ μηδὲν ἄλλο ἐπιτηδεύειν τοὺς ῥητόρας ἢ ἐπιστήμην πειθοῦς.
Καὶ γὰρ Ἰσοκράτης ἔργον ἔφασκεν εἶναι ῥητορικῆς τὰ μὲν σμικρὰ μεγάλως εἰπεῖν, τὰ δὲ μέγαλα σμικρῶς; καὶ τὰ μὲν καινὰ παλαιῶς, τὰ δὲ παλαιὰ καινῶς.
Διαιρήσομαι δὲ αὐτὰς — τὰς τοῦ λόγου ἰδέας —, ὡς Ἰσοκράτει τε καὶ τοῖς κατʼ ἐκεῖνον τὸν ἄνδρα κοσμουμένοις ἤρεσεν, ἀρξάμενος ἀπὸ τῶν προοιμίων.
Ἐν γὰρ ταῖς καταστάσεσι τά τε οἰκεῖα συνιστῶμεν καὶ τὰ τῶν ἐναντίων διαβάλλομεν πρὸς τὸ οἰκεῖον συμφέρον ἐργαζόμενοι τὰς καταστάσεις, ὡς Ἰσοκράτης ἐδίδαξεν.
Καὶ γὰρ Ἰσοκράτης ἐν τῇ τέχνῃ φησὶν ὡς ἐν τῇ διηγήσει λεκτέον τό τε πρᾶγμα καὶ τὰ πρὸ τοῦ πράγματος καὶ τὰ μετὰ τὸ πρᾶγμα καὶ τὰς διανοίας, αἷς ἑκάτερος τῶν ἀγωνιζομένων χρώμενος τόδε τι πέπραχεν ἢ μέλλει πράττειν, καὶ τούτων τοῖς συμβαλλομένοις ἡμῖν χρηστέον.
Ἀλλὰ πρῶτον μὲν ἐοίκασι τῶν ὀνομάτων τούτων κῶλον, κόμμα ἐλθεῖν εἰς ἔννοιαν ἐν ἐξετάσει λόγων οὐ κατὰ μέτρα προενηνεγμένων, φιλοσόφων μὲν Ἀριστοτέλης ἐν ταῖς ῥητορικαῖς λεγομέναις τέχναις, σοφιστῶν δὲ Ἰσοκράτης· τί δὲ τούτων ἕκαστος λέγει καὶ ὅπως μὲν Ἀριστοτέλης τὴν περίοδον ὡρίσατο, ὡς συμπληροῖ τὰ κῶλα καὶ τὰ κόμματα, ὅπως δὲ πάλιν Ἰσοκράτης, τῷ Λαχάρῃ δεόντως ἐν τῷ περὶ αὐτῶν εἴρηται λόγῳ· πολλοὺς γὰρ ὁρισμοὺς τῶν ἀρχαίων παρατίθησι· λέγει γὰρ καὶ Ἰσοκράτους ὁρισμὸν, ὃν οὐ παραδέχεται.
Οἱ Ἀττικισταὶ παντελῶς ἀποτρέπουσι τοῦ ὀνοματοποιεῖν καὶ μόνοις προστάττουσι κεχρῆσθαι ταῖς εἰρημέναις λέξεσι καὶ τοῖς τεταγμένοις ὀνόμασιν, ὥς φησιν Ἰσοκράτης.
Ἐκ τῆς Ἰσοκράτους τέχνης διδασκόμεθα ποῖαι τῶν λέξεων λέγονται καθαραί· τοσοῦτον γὰρ πεφρόντικε τῆς καθαρότητος τῶν λέξεων ὁ ἀνὴρ, ὡς καὶ ἐν τῇ οἰκείᾳ τέχνῃ τοίαδε παραγγέλλειν περὶ λέξεως· δεῖ δὲ ἐν τῇ μὲν λέξει τὰ φωνήεντα μὴ συμπίπτειν — χωλὸν γὰρ τὸ τοιόνδε —, μηδὲ τελευτᾶν καὶ ἄρχεσθαι ἀπὸ τῆς αὐτῆς συλλαβῆς, οἷον εἰποῦσα σαφῆ, ἡλίκα καλὰ, ἔνθα Θαλῆς· καὶ τοὺς συνδέσμους τοὺς αὐτοὺς μὴ σύνεγγυς τιθέναι καὶ τὸν ἑπόμενον τῷ ἡγουμένῳ εὐθὺς ἀνταποδιδόναι· ὀνόματι δὲ χρῆσθαι ἢ μεταφορᾷ μὴ σκληρᾷ, ἀλλʼ ἢ τῷ καλλίστῳ ἢ τῷ ἥκιστα πεποιημένῳ ἢ τῷ γνωριμωτάτῳ· ὅλως δὲ ὁ λόγος μὴ λόγος ἔστω — ξηρὸν γάρ — μηδὲ ἔμμετρος — καταφανὲς γάρ —, ἀλλὰ μεμίχθω παντὶ ῥυθμῷ, μάλιστα ἰαμβικῷ ἢ τροχαϊκῷ ... Διηγητέον δὲ τὸ πρῶτον καὶ τὸ δεύτερον καὶ τὰ λοιπὰ ἑπομένως· καὶ μὴ πρὶν ἀποτελέσαι τὸ πρῶτον ἐπʼ ἄλλο ἰέναι, εἶτα ἐπὶ τὸ πρῶτον ἐπανιέναι ἀπὸ τοῦ τέλους· καὶ αἱ ἐπὶ μέρος δὲ διάνοιαι τελειούσθωσαν ἐφʼ ἑαυτὰς περιγραφόμεναι.
Ἰσοκράτης ὁ ῥήτωρ ἔλεγεν ὑπὲρ τῆς Ἀθηναίων πόλεως ὁμοίαν εἶναι ταῖς ἑταίραις· καὶ γὰρ τοὺς ἁλισκομένους ὑπὸ τῆς ὥρας αὐτῶν βούλεσθαι συνεῖναι αὐταῖς· ὅμως δὲ μηδένα ἐντελῶς οὕτως παραφρονεῖν, ὡς ὑπομεῖναι ἂν συνοικῆσαί τινι αὐτῶν· καὶ οὖν καὶ τὴν Ἀθηναίων πόλιν ἐνεπιδημῆσαι μὲν εἶναι ἡδίστην καὶ κατά γε τοῦτο πασῶν τῶν κατὰ τὴν Ἑλλάδα διαφέρειν, ἐνοικῆσαι δὲ ἀσφαλῆ μηκέτι εἶναι. Ἠινίττετο δὲ διὰ τούτων τοὺς ἐπιχωριάζοντας αὐτῇ συκοφάντας καὶ τὰς ἐκ τῶν δημαγωγούντων ἐπιβουλάς.
Πεφύκασιν αἱ πονηραὶ φύσεις καὶ φιλόνεικοι μὴ πρότερον λήγειν τῆς διαμάχης καὶ ἔριδος πρὶν ἢ καιρίαν δέξασθαι τὴν πληγὴν καὶ ἀνεπιλήστου τιμωρίας πεῖραν λαβεῖν. Ἰσοκράτους.
Ἰσοκράτης, ... ὥς φασιν, ἤδη γέρων γεγονὼς, πρὸς τὸν πυθόμενον πῶς διάγει. «Οὕτως, εἶπεν, ὡς ἄνθρωπος ὑπὲρ ἐνενήκοντα ἔτη γεγονὼς καὶ μέγιστον ἡγούμενος τῶν κακῶν τὸν θάνατον.»
Κατὰ ἀμφιβολίαν δὲ, οἷον Ἰσοκράτης ὁ ῥήτωρ, συνισταμένου αὐτῷ παιδίου καὶ ἐρωτῶντος τίνος αὐτῷ δεῖ, εἶπε· «Πινακιδίου καὶ νοῦ, καὶ γραφειδίου καὶ νοῦ.» Ἀμφιβαλλόμενον γὰρ πότερον νοῦ καὶ πινακιδίου λέγει ἢ πινακίδος καινῆς καὶ καινοῦ γραφειδίου.
Ἰσοκράτης, εἰπόντος αὐτῷ τινος ὅτι ὁ δῆμος ὑπὸ τῶν ῥητόρων ἁρπάζεται· «Τί θαυμαστὸν εἰ Κόρακος ἐφευρόντος τὴν ῥητορικὴν οἱ ἀπʼ ἐκείνου κόρακές εἰσιν;»
Ἰσοκράτης ὁ ῥήτωρ, ... Καρέωνος ὄντος λάλου καὶ σχολάζειν παρʼ αὐτῷ βουλομένου, διττοὺς ᾔτησε μισθούς. Τοῦ δὲ τὴν αἰτίαν πυθομένου· «Ἕνα μὲν, ἔφη, ἵνα λέγειν μάθῃς· τὸν δὲ ἕτερον ἵνα σιγᾶν.»
Ἰσοκράτης ὁ σοφιστὴς τοὺς εὐφυεῖς τῶν μαθητῶν θεῶν παῖδας ἔλεγεν εἶναι.
Ἰσοκράτης ὁ ῥήτωρ παρῄνει τοῖς γνωρίμοις προτιμᾶν τῶν γονέων τοὺς διδασκάλους, ὅτι οἱ μὲν τοῦ ζῆν μόνον, οἱ δὲ διδάσκαλοι καὶ τοῦ καλῶς ζῆν αἴτιοι γεγόνασιν.
Ὁ Ἰσοκράτης ἔφησε τῆς παιδείας τὴν μὲν ῥίζαν εἶναι πικρὰν, τὸν δὲ καρπὸν γλυκύν.
Ἐρωτηθεὶς ὑπό τινος, τίνι οἱ φιλόπονοι τῶν ῥᾳθύμων διαφέρουσιν, εἶπεν· «Ὡς οἱ εὐσεβεῖς τῶν ἀσεβῶν, ἐλπίσιν ἀγαθαῖς.»
Ἰδὼν νεανίαν φιλοπονοῦντα, ἔφη· «Κάλλιστον ὄψον τῷ γήρατι ἀρτύεις.»
Ἰσοκράτης τοῖς μαθηταῖς παρεκελεύετο μὴ πράγματα λέγειν, ἀλλὰ πράγματα παρέχειν τοῖς ἀκροωμένοις.
Ἰσοκράτης εἶπεν ὅτι τὸν χρηστὸν καὶ ἀγαθὸν ἄνδρα δεῖ τῶν μὲν προγεγενημένων μεμνῆσθαι, τὰ δὲ ἐνεστῶτα πράττειν, περὶ δὲ τῶν μελλόντων φυλάττεσθαι.
Ὁ μεμνημένος τί ἐστιν ἄνθρωπος, ἐπʼ οὐδενὶ τῶν συμβάντων δυσχερανεῖ.
Εἰς μὲν τὸ εὐπλοῆσαι κυβερνήτου καὶ πνεύματος, εἰς δὲ τὸ εὐδαιμονῆσαι λογισμοῦ δεῖ καὶ τέχνης.
Καὶ κυβερνήτης ἀγαθὸς ἐνίοτε ναυαγεῖ καὶ ἀνὴρ σπουδαῖος ἀτυχεῖ.
Εὐτυχίας ὥσπερ μέθης ἄφρων ἐπὶ πλεῖον ἀπολαύσας ἀνοητότερος γίνεται.
Τῆς εὐτυχίας ὥσπερ ὀπώρας παρούσης ἀπολαύειν δεῖ.
Ἀλόγιστός ἐστιν ὁ ἐν τοῖς συμβαίνουσι κατὰ φυσικὴν ἀνάγκην ἀχθόμενος.
Τὸν λογισμὸν ὥσπερ ἰατρὸν ἀγαθὸν ἐπικαλεῖσθαι δεῖ ἐν ἀτυχίᾳ βοηθόν. Ἰσοκράτους.
Δεῖ, ὥσπερ ἐξ εὐνομουμένης πόλεως φυγαδεύειν στασιαστὴν ἄνθρωπον, οὕτως ἐκ τῆς ψυχῆς τὸν πρὸς τὰ φαῦλα κεκλικότα λογισμόν.
Τῷ γὰρ πάθει τοῦ σώματος καὶ τὸ νοερὸν τῆς ψυχῆς συνομολογεῖν ἀνέχεται.
Ἡ ἀληθινὴ φιλία τρία ζητεῖ μάλιστα· τὴν ἀρετὴν ὡς καλὸν, καὶ τὴν συνήθειαν ὡς ἡδὺ καὶ τὴν χρείαν ὡς ἀναγκαῖον. Δεῖ γὰρ ἀποδέξασθαι κρίναντα καὶ χαίρειν συνόντα καὶ χρῆσθαι δεόμενον.
Οἱ ἄνθρωποι τότε γίνονται βελτίους ὅταν θεῷ προσέρχωνται· ὅμοιον δὲ ἔχουσιν θεῷ τὸ εὐεργετεῖν καὶ ἀληθεύειν. Ἰσοκράτους.
Οὗτος ἀκούσας παρά τινος ὅτι ὁ δεῖνα ἐπʼ ἐμοῦ τάδε κατὰ σοῦ ἐλοιδόρει· «Εἰ μὴ σὺ, εἶπεν, ἡδέως ἤκουσας, οὐκ ἂν ἐκεῖνος ἐλοιδόρει·»
Εὖ σοι τὸ μέλλον ἕξει ἂν τὸ παρὸν εὖ τιθῇς. Ἰσοκράτους
Ἐὰν καλὸν ἔχῃς σῶμα καὶ ψυχὴν κακὴν, καλὴν ἔχεις ναῦν, καὶ κακὸν κυβερνήτην. Ἰσοκράτους
Ἰσοκράτους. Ὕδωρ θολερὸν καὶ ἀπαίδευτον ψυχὴν οὐ δεῖ ταράττειν.
Νόμῳ καὶ ἄρχοντι καὶ τῷ σοφωτέρῳ εἴκειν κόσμιον.
Ἰσοκράτης κάκιστον ἔλεγεν ἄρχοντα εἶναι τὸν ἄρχειν ἑαυτοῦ μὴ δυνάμενον.
Οἴδασι γὰρ τὸ ἐφʼ ἑκάτερα τρεπτὸν καὶ ἀβέβαιον τῶν ἀνθρωπίνων πραγμάτων.