eul_wid: rhg-aq

περὶ ἰδεῶν
On the Book-Ideas

Rhetorical Treatise Anonymous On the Book Ideas PDF

7.77.(1t) ΚΕΦΑΛΑΙΑ ΤΟΥ αʹ ΒΙΒΛΙΟΥ ΤΩΝ ΙΔΕΩΝ. Μέρη ἐστὶν ὀκτὼ, ἐξ ὧν ἑκάστη ἰδέα γίνεται καὶ πᾶς λόγος, αʹ. ἔννοια, οἷον ἐπιχείρημα· βʹ. μέθοδος, ἥτις ἐστὶν σχῆμα τῆς διανοίας· γʹ. λέξις. δʹ. σχῆμα, ὅ ἐστιν τῆς λέξεως δηλονότι. εʹ. κῶλα. ϛʹ. συνθήκη. ζʹ. ἀνάπαυσις. ηʹ. ῥυθμός. Τάξις τῶν ηʹ μερῶν τῆς δυνάμεως. αʹ. Ἔννοια πρῶτον, ὃ καὶ ἰσχυρότατον. βʹ. λέξις. γʹ. σχῆμα τῆς λέξεως. δʹ. μέθοδος, ἥτις ἐστὶν ἐννοίας σχῆμα. ἐν δὲ τῇ δεινότητι πρώτην ἔχει τάξιν κατὰ δύναμιν ἡ μέθοδος. εʹ. συνθήκη καὶ ἀνάπαυσις καὶ ῥυθμός· ἐν δὲ τῇ ποιήσει οὐ τὴν τελευταίαν ἔχει τάξιν. Ἰδέαι εἰσὶν ζ ʹ . γενικαὶ μὲν γʹ. εἰδικαὶ δὲ δʹ. σαφήνεια, ᾗ ἐναντία ἀσάφεια· μέγεθος, ᾧ ἐναντίον εὐτέλεια· ἐπιμέλεια, κάλλος, ᾧ ἐναντίον τὸ ἀμελές· μέχρι δὲ τοῦ κάλλους τὸ αʹ βιβλίον· γοργότης, ᾗ ἐναντίον τὸ ἀργὸν καὶ ὕπτιον· ἦθος, ἀλήθεια, ἣν καὶ διάθετον καλεῖ καὶ ἔμψυχον, καὶ ἡ δεινότης. Σαφηνείας εἴδη βʹ. καθαρότης, ᾗ ἐναντίον περιβολὴ, εὐκρίνεια, ᾗ ἐναντία σύγχυσις. μεθόδου εἴδη ϛʹ. σεμνὸν, ᾧ ἐναντίον ἀσάφεια· περιβολὴ, ᾗ ἐναντίον καθαρότης· τραχύτης, ᾗ ἐναντία γλυκύτης καὶ ἐπιείκεια. λαμπρότης, ᾗ ἐναντίον γοργότης, καὶ τὸ κομματικὸν καὶ διαλεκτικόν· ἀκμὴ, ᾗ ἐναντίον γλυκύτης καὶ ἐπιείκεια κατὰ τὴν ἔννοιαν, αἳ καὶ σφοδρότητι καὶ τραχύτητι ἐναντιοῦνται. κατὰ δὲ τὰ λοιπὰ τὸ κομματικὸν καὶ διαλεκτικὸν καὶ γοργὸν, ἃ καὶ τῇ λαμπρότητι ἐναντία ἐστίν· σφοδρότης, ᾗ ἐναντίον γλυκύτης καὶ ἐπιείκεια, αἳ καὶ τῇ τραχύτητι καὶ τῇ ἀκμῇ εἰσιν ἐναντίαι.
7.78 Τοῦ ἤθους εἴδη δʹ. ἐπιείκεια, ᾗ ἐναντία τραχύτης· ἀκμὴ, σφοδρότης, ἀφέλεια, ᾗ ἐναντίον σεμνότης· τὸ ἀληθὲς καὶ ἐνδιάθετον, βαρύτης, ἥτις αὐτὴ μὲν καθ’ ἑαυτὴν οὐ θεωρεῖται, συνίσταται δὲ ἔκ τε ἀφελείας καὶ ἐπιεικείας καί τινος τῶν ἄλλων ἠθικῶν. Ἀφελείας εἴδη βʹ. γλυκύτης, ᾗ ἐναντία τραχύτης καὶ ἀκμὴ καὶ σφοδρότης· δριμύτης· τὴν γλυκύτητα δὲ ἐπίτασιν εἶναι τῆς ἀφελείας φασίν. ἰδέαι ἄτομοι δʹ. κάλλος, γοργότης, ἀλήθεια· περὶ δὲ ταύτης οὐδὲν διδάσκει ὅλως, ἔοικεν οὖν ἡμαρτῆσθαι ἡ τῶν ἀτόμων ἰδεῶν ἀπαρίθμησις· δεινότης. Περὶ κοινωνίας καὶ διαφορᾶς τῶν ἰδεῶν τοῦ αʹ τόμου. Καθαρότης τίσι κοινωνεῖ; τῇ εὐκρινείᾳ, λέξεσι ταῖς κοιναῖς, καὶ μὴ τροπικαῖς, κώλοις καὶ τοῖς κομματικοῖς, συνθήκῃ, ἀναπαύσει, ῥυθμῷ· κεχώρισται δὲ αὕτη τοῖς λοιποῖς τρισὶ, τῇ ἐννοίᾳ, τῇ μεθόδῳ καὶ τοῖς λοιποῖς σχήμασι. Καθαρότης τίσι κοινωνεῖ; τῇ σεμνότητι, σχήμασι, κώλοις, ἀναπαύσει, συνθήκῃ ἐν μέρει· ἀλλ’ ἐν μὲν καθαρότητι οὐ βέβηκεν. ἐν δὲ σεμνότητι βέβηκε, κοινωνεῖ μόνῳ τῷ ἵστασθαι τὸν λόγον ἐπί τινος τῶν οἰκείων ποδῶν τῇ ἰδέᾳ· σχήματι ποίῳ; τῇ ὀρθότητι· κώλοις ποίοις; τοῖς μικροῖς καὶ κομματικοῖς· ἀναπαύσει ποίᾳ; τῷ ἱστάναι τὸν λόγον ἐπί τινος τῶν οἰκείων ποδῶν τῇ ἰδέᾳ κατὰ τοῦτο μόνον. συνθήκῃ κατὰ τί; κατὰ μόνην τὴν σύγκρισιν τῶν φωνηέντων. Πόσαι ἰδέαι τοῦ μεγέθους; κατὰ τί μὲν κοινωνοῦσιν ἀλλήλαις, κατὰ τί δὲ χωρίζονται; αʹ. τραχύτης. βʹ. λαμπρότης. γʹ. ἀκμὴ, σφοδρότης· τραχύτης κοινωνεῖ τῇ ἀκμῇ ἐννοίᾳ, λέξει· τραχύτης, καθαρότης καὶ σεμνότητι κοινωνεῖ συνθήκῃ, συγκρούσει γὰρ χαίρει τῶν φωνηέντων· τραχύτης κοινωνεῖ τῇ σφοδρότητι, ἐννοίαις ταῖς ἐπιτιμητικαῖς καὶ ἐλεγκτικαῖς· διαφέρει δὲ τῷ τὴν μὲν τραχύτητα κατὰ μειζόνων εἶναι προσώπων, τὴν δὲ σφοδρότητα κατὰ ἐλαττόνων, ἢ καὶ καθ’ ὧν οἱ ἀκούοντες ἡδέως δέξαιντο· μεθόδῳ, λέξει τῇ τροπικῇ, καὶ ἀφ’ ἑαυτῆς τῇ σκληρᾷ συνθήκῃ, ἀναπαύσει, ῥυθμῷ· διαφέρει δὲ σχήμασι, κώλοις.
7.79 Λαμπρότης κοινωνεῖ τῇ καθαρότητι, σχήματι τῷ κατὰ ἀπόστασιν· διαφέρει δὲ τῷ πλαγιασμῷ καὶ τοῖς ἄλλοις. ἀκμὴ καθ’ ἑαυτὴν οὐκ ἔχει ὑπόστασιν, ἀλλ’ ἡ μίξις τῶν ἀπὸ τῆς τραχύτητος καὶ σφοδρότητος καὶ τῶν ἀπὸ τῆς λαμπρότητος ποιεῖ τὴν ἀκμήν. ἀκμὴ τίνας ἐννοίας ἔχει καὶ μεθόδους; τῆς τραχύτητος καὶ σφοδρότητος. Λέξιν τίνος; τραχύτητος καὶ σφοδρότητος καὶ λαμπρότητος· περιβολὴ κοινωνεῖ τῇ εὐκρινείᾳ διὰ τῆς τοῦ κατ’ ἄθροισιν προσλήψεως· καὶ τῷ χωρισμῷ· περιβολὴ κοινωνεῖ εὐκρινείᾳ καὶ ἀφελείᾳ κατὰ τὸ σχῆμα τὴν ἀπαρίθμησιν· ἀλλ’ εἰ μὲν ταχεῖαν λάβοι τὴν ἀνταπόδοσιν, ἔσται εὐκρινὲς καὶ ἀφελὲς τὸ σχῆμα· εἰ δὲ διὰ μακροῦ, περιβλητικόν· κάλλος κοινωνεῖ τῇ καθαρότητι κατὰ τὴν λέξιν καὶ τὸ σχῆμα τὸν μερισμόν· κάλλος κοινωνεῖ τῇ περιβολῇ κατὰ τὸ σχῆμα τὸν μερισμόν. ἀλλ’ ἐν μὲν τῷ κάλλει κατὰ συζυγίαν γίνεται, ἐν δὲ προβολῇ διὰ μακροῦ ἀποδέδοται. κάλλος κοινωνεῖ λαμπρότητι καὶ σφοδρότητι καὶ ἀκμῇ τῷ κατὰ ἀναίρεσιν σχήματι. Περὶ κοινωνίας καὶ διαφορᾶς τοῦ τόμου τοῦ βʹ. Γοργότης κοινωνεῖ τῇ καθαρότητι κατὰ ἀνάπαυσιν, εἰς τροχαϊκοὺς πόδας καταλήγουσα· γοργότης κοινωνεῖ τῇ εὐκρινείᾳ, τῷ κατὰ μερισμὸν σχήματι καὶ κατὰ ἀνάπαυσιν τὴν εἰς τροχαϊκοὺς πόδας καταλήγουσαν· γοργότης κοινωνεῖ τῇ ἀκμῇ κατὰ τὸ ἀσύνδετον· ἀλλ’ ἐν μὲν ἐκείνῃ μηκύνεται, ἐν δὲ τῇ γοργότητί ἐστιν κομματικὸν, γοργότης κοινωνεῖ τῇ περιβολῇ κατὰ σχῆμα τὸ ἐπιτρέχον καὶ κατὰ τὴν ὑποστροφὴν καὶ κατὰ τὸν μερισμόν· ἀλλ’ ἐν περιβολῇ μὲν διὰ μακροῦ ἀποδίδοται, ἐν δὲ γοργότητι δι’ ἐλαχίστου· γοργότης κοινωνεῖ τῷ κάλλει κατὰ τὸ σχῆμα τὸν μερισμὸν, ἀλλ’ ἐκεῖ μὲν κατὰ συζυγίαν γίνεται, ἐν δὲ τῇ γοργότητι ἄλλως κοινωνεῖ καὶ κατὰ τὴν ἀναστροφήν· ἔτι κοινωνεῖ τὸ κάλλος καὶ κατὰ ἀνάπαυσιν.
7.80 ἀφέλεια κοινωνεῖ τῇ καθαρότητι κατ’ ἔννοιαν, κατὰ μέθοδον, κατὰ πλείους λέξεις, κατὰ σχῆμα, κατὰ κῶλον, κατὰ συνθήκην. ἀφέλεια κοινωνεῖ τῇ σεμνότητι κατὰ ἀνάπαυσιν τὴν βεβηκυῖαν καὶ τὸν ῥυθμόν· γλυκύτης κοινωνεῖ τῇ καθαρότητι κατὰ μέθοδον, κατὰ σχῆμα· γλυκύτης κοινωνεῖ τῇ ἀφελείᾳ κατὰ μέθοδον καὶ κατὰ σχῆμα καὶ κατὰ λέξιν, τὴν ἰδίαν τῆς ἀφελείας οὖσαν παρὰ τὴν καθαράν· γλυκύτης κοινωνεῖ τῷ κάλλει κατὰ ἔνια τῶν σχημάτων καὶ κατὰ τὴν συνθήκην· γλυκύτης κοινωνεῖ τῇ σεμνότητι κατὰ τὸ πλεονάζον τοῖς αὐτοῖς ἐν τῇ συνθήκῃ ποσίν. γλυκύτης κοινωνεῖ τῇ σεμνότητι ἅμα καὶ ἀφελείᾳ κατὰ τὴν ἀνάπαυσιν τὴν βεβηκυῖαν καὶ τὸν ῥυθμόν. Ἰδέαι εἰσὶν ζʹ. σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, ἀλήθεια, δεινότης. τούτων γενικαὶ γʹ. σαφήνεια, μέγεθος, ἦθος· αἱ δὲ λοιπαὶ δʹ εἰδικαί· ἄτομοι δὲ κάλλος, γοργότης, ἀλήθεια, δεινότης· Σύνοψις τῶν περὶ καθαρότητος εἰρημένων.
7.81.(1t) Ἔννοια ἡ πᾶσι κοινὴ καὶ μηδὲν ἔχουσα τοῖς πολλοῖς ἀσαφές· μέθοδος, ὅταν ἐξ αὐτοῦ τοῦ πράγματος ἄρχηται τις ψιλῶς, μηδὲν ἔξωθεν προσλαμβάνων, γένος εἴδει ἢ ὅλον μέρει ἢ ἀόριστον ὡρισμένῳ ἢ ποιότητα πράγματος· λέξις ἡ μὴ τροπικὴ, ἀλλὰ κοινὴ καὶ εἰς ἅπαντας ἥκουσα· σχῆμα τὸ κατ’ ὀρθὴν εἰσαγόμενον πτῶσιν· κῶλα μικρὰ καὶ κόμματα καὶ καθ’ ἑαυτὰ τὴν διάνοιαν ἀπαρτίζοντα· συνθήκη ἡ μηδὲν φροντίζουσα συγκρούσεως φωνηέντων· ἀνάπαυσις ἡ ἰαμβικὴ τροχαϊκὴ καὶ αἱ τούτων καταλήξεις. Σύνοψις περὶ εὐκρινείας. Ἔννοιαι αἱ καταστατικαὶ πᾶσαι καὶ εἰς ἀρχὴν ἀνάγουσαι τὸν λόγον καὶ αἱ διατυποῦσαι τὴν τάξιν τῶν μελλόντων λέγεσθαι καὶ αἱ συμπληρώσεις· μέθοδος τὸ κατὰ φύσιν τιθέναι τὰ πράγματα, τὰ πρῶτα πρῶτα, καὶ τὰ δεύτερα δεύτερα, καὶ ταῖς ἀντιθέσεσιν ἐπάγειν τὰς λύσεις· σχῆμα τὸ κατ’ ἄθροισιν καὶ ὁ μερισμὸς καὶ ἡ ἀπαρίθμησις, λέξις, κῶλα, συνθήκη, ἀνάπαυσις καὶ ῥυθμὸς ὁμοίως τῇ καθαρότητι. Σύνοψις τῶν περὶ σεμνότητος.
7.82.(1t) Ἔννοιαι αἱ περὶ θεῶν ὡς περὶ θεῶν καὶ ὡρῶν καὶ σκηπτῶν καὶ τῶν τοιούτων· μέθοδοι αἱ κατὰ ἀπόφασιν καὶ χωρὶς ἐνδοιασμοῦ ἐξ ἀφηγήσεως λεγόμεναι καὶ ἀλληγορικαὶ ὅτι διαρκοῖεν, τουτί ἐστιν πληροῖεν τὸν λόγον· λέξις ἡ πλατεῖα καὶ διογκοῦσα τὸ στόμα, ἡ διὰ τοῦ αʹ καὶ ηʹ καὶ ωʹ, καὶ πολὺν ἐπίσχουσα χρόνον ἐν τῇ προφορᾷ· σχῆμα ὁμοίως τῇ καθαρότητι τὸ κατ’ ὀρθότητα καὶ αἱ ἐπικρίσεις· κῶλα ὡς ἐν καθαρότητι τὰ βραχύτερα καὶ κομματικὰ καὶ δίκην ἀφορισμῶν· συνθήκη ἡ συγκρούουσα τὰ φωνήεντα καὶ ἡ διὰ δακτύλων καὶ ἀναπαίστων καὶ σπονδείων ἀνάπαυσις, ἡ ἱστῶσα τὸν λόγον ἐν σπονδείῳ ἢ δακτύλῳ καί τινι τῶν ἄλλων ποδῶν οἰκείων τῇ σεμνότητι χωρὶς καταλήξεως. Σύνοψις τῶν περὶ τραχύτητος. Ἔννοιαι αἱ μειζόνων προσώπων ἐπιτίμησιν ἔχουσαι ἀπό τινος τῶν ἐλαττόνων ἀπαρακαλύπτως· μέθοδος τὸ ἀπαρακαλύπτως καὶ ψιλῶς κατ’ ἐπιτίμησιν, ἀλλὰ μὴ ἄλλως· μηδὲ συμπλέκοντα τοῖς λειαίνουσι τὴν ἀκοὴν εἰσάγειν τὰς ἐννοίας· λέξις ἡ τετραμμένη καὶ ἀφ’ ἑαυτῆς σκληρά· σχήματα τὰ προστακτικὰ καὶ κατ’ ἐρώτησιν ἐλεγκτικά· κῶλα τὰ βραχύτερα καὶ μᾶλλον κομματικά. συνθήκη ἡ σύγκρουσιν φωνηέντων ἔχουσα καὶ ἄρυθμος καὶ ἀνακόλουθος. Σύνοψις τῶν περὶ σφοδρότητος.
7.83.(1t) Ἔννοιαι αἱ ἐπιτομικαὶ καὶ ἐλεγκτικαὶ κατὰ ἐλαττόνων προσώπων καὶ κατὰ ὧν ἂν οἱ ἀκούοντες ἡδέως δέξαιντο τὰς λοιδορίας· μέθοδος τὸ ἀπαρακαλύπτως καὶ ψιλῶς λέγειν τὰς ἐννοίας· λέξις ἡ πρὸς πρᾶγμα ὀνοματοποιουμένη, σχῆμα τὸ κατὰ ἀποστροφὴν καὶ δεικτικόν· κῶλα τὰ μᾶλλον κόμματα καὶ μηδὲ κόμματα, ἀλλὰ κατ’ ὄνομα λέγεται· συνθήκη ἡ σύγκρουσιν φωνηέντων ἔχουσα καὶ ἄρυθμος, ὡς ἐν τραχύτητι· καὶ ἀνάπαυσις ὁμοίως ἀνακόλουθος. Σύνοψις τῶν περὶ λαμπρότητος. Ἔννοιαι, ὅταν πεποίθησιν ἔχῃ ὁ λέγων, ἐν οἷς ἂν λέγοι διὰ τὸ ἔνδοξον εἶναι ἢ διὰ τὸ καλῶς πεπρᾶχθαι ἢ διὰ τὸ χαίρειν τοῖς λεγομένοις τοὺς ἀκούοντας· μέθοδος, ὅταν προηγουμένως εἰσάγῃς τὰς ἐννοίας, ὅταν ὡς θαῤῥῶν καὶ μηδὲν ἐνδοιάζων, ὅταν ἀφηγούμενος μὴ διακόπτῃς ἀφηγήσεις, ὅταν τὰ ἔνδοξα ἐνδοξοτέρως λέγῃς· λέξεις, αἵπερ καὶ σεμναὶ, αἱ πλατεῖαι καὶ διογκοῦσαι τὸ στόμα καὶ αἱ λοιπαί· σχῆμα τὸ κατ’ ἀναίρεσιν, τὸ ἀσύνδετον, εἰ μηκύνοιτο τὰ κῶλα, ὁ πλαγιασμὸς, καὶ αἱ ἀποστάσεις· συνθήκη, ἀνάπαυσις, ῥυθμὸς, ὡς ἐν σεμνότητι. Σύνοψις τῶν περὶ ἀκμῆς εἰρημένων.
7.84.(1t) Ἔννοιαι καὶ μέθοδος, αἵπερ εἰσὶ καὶ τραχύτητος καὶ σφοδρότητος, αἱ τῶν μειζόνων προσώπων ἐπιτίμησιν ἔχουσαι καὶ κατὰ ἐλαττόνων ἐπιτιμητικαὶ καὶ ἐλεγκτικαί· μέθοδος τὸ ἀπαρακαλύπτως εἰσάγειν κατ’ ἐπιτίμησιν τὰς ἐννοίας, ὅ ἐστιν τραχύτητος καὶ σφοδρότητος· σχήματα ὅσα καὶ ἐν λαμπρότητι καὶ ἐν σφοδρότητι τὸ κατὰ ἀναίρεσιν, τὸ ἀσύνδετον, εἰ μηκύνοιτο τὰ κῶλα, αἱ ἀναπαύσεις· σφοδρότητα δὲ τὸ κατὰ ἀποστροφὴν καὶ τὸ δεικτικόν· κῶλα, συνθήκη, ἀνάπαυσις, ῥυθμὸς, ὡς ἐν λαμπρότητι. Σύνοψις τῶν περὶ τῆς περιβολῆς. Λέξις ἰδία οὐκ ἔστιν περιβολῆς· πλὴν εἴ τις τὰς ἰσοδυναμούσας ἑτέραις εἴποι, οἷον τὸ δεσπότης καὶ κύριος, ὅπερ οὐ δοκεῖ αὐτῷ· σχήματα τὰ ἐφελκόμενα ταῖς πρώταις καὶ δευτέρας ἢ τρίτας ἐννοίας· ἥ τε ἀπαρίθμησις καὶ τὸ ἀπαριθμητικὸν καὶ τὸ κατὰ προτίμησιν καὶ τὸ καθ’ ὑπόθεσιν μετὰ μερισμοῦ καὶ οἱ πλαγιασμοὶ καὶ τὸ ἐπιτρέχον καὶ ἡ ἀπόστασις καὶ οἱ μερισμοὶ διὰ μακροῦ ἀποδιδόμενοι εἶτα τὸ κατὰ ἀναίρεσιν καὶ θέσιν καὶ τὸ ἐξ ἀναιρέσεως συμπλεκτικὸν καὶ τὸ κατὰ συστροφὴν καὶ ἡ ἐπεμβολή.
7.85 Σύνοψις τῶν περὶ κάλλους. Ἔννοιαι ἢ μέθοδοι τοῦ τοιούτου κάλλους οὐκ εἰσὶ, πλὴν εἴ τις λέγοι τὴν δριμύτητα· σχήματα αἱ παρισώσεις καὶ αἱ κατὰ κῶλα ἐπαναφοραὶ, ἀλλὰ μὴ κατὰ κόμμα, ἡ ἀντιστροφὴ, εἰ μὴ κατὰ κῶλον λέγοιτο, ἡ ἀναστροφή, ἡ κλίμαξ, αἱ ἀναιρέσεις, οἱ κατὰ συζυγίαν μερισμοὶ, τὸ καθ’ ὑπέρθεσιν ὑπερβατὸν, τὰ καινοπρεπῆ, ἡ διὰ βʹ ἀποφάσεων κατάφασις, τὸ πολύπτωτον· κῶλα τὰ μετρίως μικρότερα καὶ μὴ ἔχοντα σύγκρουσιν φωνηέντων καὶ τὰ ἐξ ἐπιπλοκῆς βραχέα· συνθήκη ἡ ἄνευ συγκρούσεως καὶ ἐγγὺς φωνηέντων. Σύνοψις τῶν περὶ γοργότητος. Ἔννοια γοργότητος οὐκ ἔστιν, εἰ μή τις ἄρα τὰ ὀξέα τῶν νοημάτων γοργὰ λέγοι ταῖς ἀντιθέσεσιν ὁμοῦ· μέθοδος τὸ ταῖς ἀπαντήσεσι ταχείαις χρῆσθαι καὶ ταῖς ἀντιθέσεσιν ὁμοῦ· σχήματα, τὰ μὲν ἐξαιρούμενα τὴν ὑπτιότητα, οἷον ἐπιστροφήν· ἐξ ἐπεμβολῆς τὸ ἐπιτρέχον, τὰ δὲ ποιοῦντα γοργότητα· οἷον τὰ τμητικὰ, ἅ ἐστιν ταῦτα· τὸ ἀσύνδετον, κομματικὸν, τὸ κατ’ ὄνομα κομματικὸν, αἱ δι’ ἐλαχίστου ἐξαλλαγαὶ, οἱ δι’ ἐλαχίστου μερισμοὶ, τὸ κατὰ ἀναστροφὴν κομματικὸν, αἱ ταχεῖαι συμπλοκαί· συνθήκη ἡ μὴ σύγκρουσιν φωνηέντων ἔχουσα, δεῖ δὲ πλεονάζειν τοὺς τροχαίους· ἀνάπαυσις ἡ εἰς τροχαϊκὸν φύσει καταλήγουσα, καὶ μὴ βεβηκυῖα.
7.86 Σύνοψις τῶν περὶ ἀφελείας εἰρημένων. Ἔννοιαι αἱ καθαραὶ, αἱ κοιναὶ, καὶ μηδὲν ἔχουσαι βαθὺ μηδὲ περινενοημένον, ἰδίως δὲ αἱ τῶν ἀπλάστων ἠθῶν καὶ ὑπό τι νηπίων καὶ πλησιάζειν δοκοῦσα τῷ εὐτελεῖ· γίνονται δὲ, ὅταν περὶ εὐτελῶν λέγῃ τις, ἀφελείας ἔννοιαι, καὶ ἀπὸ τῶν ἀλόγων ζώων καὶ φυτῶν καὶ τὸ δι’ ὅρκων πιστοῦσθαι ὁτιδήποτε· μέθοδοι αἱ τῆς καθαρότητος καὶ τὸ πλεονάζειν τοῖς κατὰ μέρος ἐπεξιόντα· λέξεις αἱ πλείους μὲν τῆς καθαρότητος· εἰσὶ δὲ καὶ ἴδιαί τινες, οἷον τὸ ἀδελφίζειν· σχήματα καὶ κῶλα, οἷα τῆς καθαρότητος καὶ συνθήκης· ἀφελεστέρα δὲ ἡ λελυμένη· ἀνάπαυσις ἡ βεβηκυῖα. Σύνοψις τῶν περὶ γλυκύτητος εἰρημένων. Ἔννοιαι μυθικαὶ, δεύτεραι αἱ διηγηματικαὶ καὶ μύθων οὖσαι ἐγγὺς, τρίτον αἱ ὀλίγον τοῦ μυθικοῦ κοινωνοῦσαι· ἐπὶ τούτοις ὅσα ταῖς αἰσθήσεσιν ἡμῶν ἐστιν, ἡ ἰδέα ποιεῖ γλυκύτητα καὶ τοῖς ἀπροαιρέτοις προαιρετικὸν περιτιθέναι· μέθοδοι αἱ τῆς καθαρότητος, αἵπερ εἰσὶ καὶ τῆς ἀφελείας· λέξις ἡ τῆς ἀφελείας ἰδία παρὰ τὴν καθαρὰν, καὶ ἔτι ἡ ποιητικὴ καὶ μάλιστα ἡ δι’ ἐπιθέτων καὶ ἡ δριμεῖα· σχήματα τὰ τῆς καθαρότητος καὶ ἀφελείας καὶ τοῦ κάλλους· συνθήκη τοῦ κάλλους ἡ ἄνευ συγκρούσεως φωνηέντων καὶ ἐγγίζουσα μέτρα καὶ ἰδία τῶν τῆς σεμνότητος ποδῶν· ἀνάπαυσις ἡ τῆς σεμνότητος, ἡ βεβηκυῖα καὶ ὁ ῥυθμὸς ὡσαύτως, ὥσπερ ἐν τῇ ἀφελείᾳ. Σύνοψις τῶν περὶ δριμύτητος εἰρημένων.
7.87.(1t) Ἔννοιαι αἱ ἐξ ἐπεμβολῆς βαθεῖαι, ἴσως οὐκ ἔννοιαι, ἀλλὰ μέθοδος, τοῦτό ἐστιν ἀφελείας· τὸ ἁπλῶς καὶ ἀνειμένως λέγειν τὰ περινενοημένα· δεύτερον εἶδος δριμύτητος, ὅταν κυρίως ἔννοιαν σημαίνῃ λέξις οὐ κυρίως ἐκείνης οὖσα, τρίτον εἶδος δριμύτητος τὸ καθ’ ὁμοιότητα λέξεως· τέταρτον τὸ ἐκ παρονομασίας, πέμπτον, ὅταν τροπικῇ χρησάμενοι λέξει κατὰ ἀκολουθίαν ἐκείνης ἑτέραν τροπὴν ἐπενέγκωμεν. Σύνοψις τῶν περὶ ἐπιεικείας εἰρημένων. Ὅταν ἑκόντα τις ἑαυτὸν μειονεκτοῦντα δεικνύῃ, δεύτερον εἶδος τὸ τοῖς πολλοῖς ἑαυτὸν συναριθμεῖν, καὶ τὸ διδόναι τι πλέον τῷ ἐχθρῷ καὶ τὸ λέγειν, ὡς παρὰ γνώμην δικάζεται καὶ ἀναγκάσαντος τοῦ ἐχθροῦ καὶ ὅσα ἐστὶν προσώπου συστατικά· ἁρμόττει δὲ ταῦτα ὁμοίως καὶ τῷ φεύγοντι· μέθοδοι τὸ ἑκόντα ἐλαττοῦν τὰ ἑαυτοῦ, καὶ τὰ κατὰ τοῦ ἐχθροῦ μὴ λέγειν σφοδρῶς, ὃ κατὰ δύο γίνεται τρόπους· ἢ γὰρ ἐνδείκνυται, ὅτι ἑκὼν παρίησι τὴν σφοδρότητα ἢ οὔ. καὶ τὸ ἐκ παραλήψεως μέθοδός ἐστιν ἐπιεικείας, ὃ καὶ αὐτὸ κατὰ δύο γίνεται τρόπους· τρίτη μέθοδός ἐστιν ἡ τῆς καθαρότητος καὶ ἀφελείας. λέξις καὶ τὰ λοιπὰ πάντα, ὡς ἐν καθαρότητι καὶ ἀφελείᾳ· τὸ ψιλῶς ἀφηγεῖσθαι τὰ πράγματα, ἀρχόμενον ἀπ’ αὐτοῦ, καὶ μηδὲν ἔξωθεν συνεφέλκεσθαι· τὴν αὐτὴν δὲ καὶ τῇ ἀφελείᾳ εἶπεν ἀρμόττειν. Σύνοψις τῶν περὶ ἀληθινοῦ λόγου εἰρημένων. Ἔννοιαι αἱ ἀφελεῖς καὶ ἐπιεικεῖς καὶ αἱ σχετλιαστικαί· μέθοδος ὁ σχετλιασμός· γίνεται γὰρ καὶ μέθοδος ὁ σχετλιασμὸς, ὅταν γένηται περὶ ἔννοιαν μὴ οὖσαν σχετλιαστικὴν, ἔστιν δὲ χρῆσθαι καὶ εὐχῇ καὶ τοῖς ἄλλοις ποιοῦσι τὸ ἦθος, πλὴν μὴ προλέγοντα, ὅτι εὐχῇ χρήσεται, ἢ ὅρκῳ, ἢ ἄλλῃ τινὶ ὀργῇ, φόβῳ, λύπῃ, θαύματι· δεῖ γὰρ μηδὲν τούτων προειπεῖν· ἀλλ’ ἐξαίφνης ἐπὶ τὰ πάθη ὁρμῆσαι καὶ τῷ πεποιθότως λέγειν, καὶ τῷ τὰς λύσεις τῶν ἀντιθέσεων ἀσυνδέτως καὶ χωρὶς καταστάσεως ἐπάγειν καὶ τῷ μὴ σώζειν τὰς ἀκολουθίας ἐν ταῖς ὀργαῖς, καὶ τῷ ταῖς λοιδορίαις μὴ προειπόντα χρῆσθαι· λέξις ἐν ταῖς ὀργαῖς ἡ τραχεῖα καὶ σφοδρὰ, σχήματα, ἐν ταῖς ἐλεεινολογίαις ἡ καθαρὰ καὶ ἀφελὴς καὶ γλυκεῖα· σχήματα ἐν ταῖς ἐπιφοραῖς τὰ σφοδρὰ καὶ αἱ ἀποστροφαὶ καὶ τὸ δεικτικὸν καὶ ἡ διαπόρησις καὶ αἱ ἐπικρίσεις καὶ αἱ ἄνευ ἐνδοιασμοῦ καὶ ἡ ἐπιδιόρθωσις καὶ ὁ ἀπόλυτος μερισμός· κῶλα, συνθήκη, ἀνάπαυσις, ῥυθμὸς, πάντα σφοδρὰ, πλὴν εἰ μὴ ἐλεεινολογοίη τις· τότε δ’ ἔστω ἀφελῆ.
7.88 Σύνοψις τῶν περὶ βαρύτητος εἰρημένων. Ἔννοιαι αἱ ὀνειδιστικαὶ, ὅταν τις εὐεργεσίας ἑαυτοῦ λέγων τὸ μηδενὸς ἢ ἔλαττον ἠξιῶσθαι, ἢ ὅτι καὶ τιμωρίας ἀντὶ τῆς τιμῆς ἠξίωται, ὀνειδίσῃ· γίνεται δὲ πλέον ὀνειδιστικὸς ἐκ παραθέσεως τῶν μηδὲν ἢ μικρὰ εὐεργετησάντων, τυχόντων δὲ ὧν αὐτὸς οὐκ ἠξίωται· καὶ ἐπιεικεῖς ἔννοιαι μεθωδευμέναι γίνονται βαρεῖαι, ὅταν μειονεκτῇ τις ἢ τῶν ἐναντίων ἑαυτὸν ἀξιώσῃ ὀνομάτων ἢ τὸν ἀντίδικον, μέθοδος αἱ εἰρωνεῖαι. μέθοδοι γάρ εἰσιν ἀλλ’ οὐχ ἁπλῶς. σχήματα, ὅταν μὲν ἐφ’ ἑαυτοῦ χρῆται τῇ εἰρωνείᾳ, λαμπρὰν ποιεῖ τὴν βαρύτητα· ὅτε δὲ πρὸς τὸν ἐχθρὸν, ἧττον βαρὺ καὶ ἀμαυρόν· καὶ τὸ περὶ τῶν ὁμολογουμένων ὡς ἀμφισβητουμένων ἐρωτᾷν ἐν διαπορήσει βαρὺ καὶ τὸ ἐνδοιάζειν περὶ τῶν ὁμολογουμένων καὶ τὸ ἐπικρίνειν ὡς δεῖ γενέσθαι ὃ βούλει, ἐνδείξασθαι, ὡς οὐ δεῖ· τὰ λοιπὰ ἓξ μέρη οὐκ ἔχει ἡ βαρύτης, μᾶλλον δὲ ἁρμόζει αὐτῇ τὰ ἠθικά.
7.89 Σύνοψις τῶν περὶ δεινότητος εἰρημένων. Ἔννοιαι παράδοξοι καὶ βαθεῖαι καὶ βίαιοι καὶ αἱ περινενοημέναι, καὶ ἔτι αἱ τὸ μέγεθος ποιοῦσαι πᾶσαι· μέθοδος ἡ τῇ περινενοημένῃ ἐννοίᾳ ἐοικυῖα, καὶ ὅσαι τὸ μέγεθος ποιοῦσιν· ἐν δὲ τῷ ὄντι μὲν, μὴ δοκοῦντι δὲ, ἀφελεῖς καὶ ἠθικαὶ, ὡς παρὰ Λυσίᾳ λέξις ἡ ἀξιωματικὴ πᾶσα καὶ μάλιστα ἡ τετραμμένη, ἐν δὲ τῷ ὄντι μὲν μὴ δοκοῦντι δὲ ἡ ἀφελὴς καὶ ἠθική· ἡ δοκοῦσα μὲν μὴ οὖσα δὲ δεινότης τὸ πλεῖστον ἔχει καὶ λέξιν, ὅταν τραχείας ἢ σφοδρὰς ἢ σεμνὰς συμφορήσας λέξεις εἶτα ἐξαγγέλλοι ταύτας ἐπιπολαίως καὶ κενῶς καὶ σχήμασί τε καὶ κώλοις χρῷτο, ἢ ἅπασι κεκαλλωπισμένοις, ἀκμαίοις τε καὶ σεμνοῖς· σχήματα, κῶλα, συνθήκη, ἀνάπαυσις, ῥυθμός· ταῦτα πάντα ὅσα σεμνὰ καὶ ἀκμαῖα καὶ λαμπρὰ καὶ περιβλητικά· μάλιστα δὲ σχῆμα ἁρμόζει αὐτῇ καὶ τὸ κατὰ συστροφὴν, ἐν δὲ τῷ ὄντι μὲν μὴ δοκοῦντι δὲ τὰ ἀφελῆ καὶ ἠθικά. Περὶ λόγου πολιτικοῦ. Σημαίνει ὅτι ἐν τῷ πολιτικῷ λόγῳ κατὰ πρῶτον λόγον δεῖ πλεονάζειν τάσδε τὰς ἰδέας· σαφήνειαν, τὸ ἠθικὸν, ἀληθὲς, γοργότητα, περιβολὴν κατὰ λόγον, τραχύτητα καὶ σφοδρότητα· κατὰ τρίτον, ἀκμὴν, σεμνότητα, λαμπρότητα· κατὰ τέταρτον, δεινότητα τὴν ἐν μεθόδῳ· τὴν γὰρ ἄλλην ἥκιστα. κάλλος δὲ τὸ κομματικόν· πλεοναζέτω μὲν ὁμοίως τοῖς πρώτοις, καὶ μάλιστα ὅταν δυνατῶς ἐξαγγεῖλαί τι δέοι· ἀνέμφατος δὲ καὶ οἷον μὴ φανερὰ ἔστω ἡ ἐπιτήδευσις.