eul_wid: pfk-ap
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Pseudosophist or Solecist by Lucian of Samosata

The Pseudosophist or Solecist is a short satirical oration by the second-century CE Syrian-Greek author Lucian of Samosata. Structured as a direct address and written in Attic Greek, the work targets the figure of the fraudulent intellectual, the "pseudosophist," who affects an elite education and linguistic purity but is betrayed by his fundamental ignorance and frequent grammatical errors, or solecisms. Through a comedic dialogue, Lucian exposes the pretensions of this character, demonstrating that the self-proclaimed expert cannot even recognise the very mistakes he claims to despise and detect in others. The piece blends rhetorical critique with character assassination, cataloging the hypocrisies of those who use the veneer of sophistic eloquence to mask a profound lack of genuine learning.

The work is a product of the Second Sophistic, a cultural movement in which mastery of classical Attic Greek served as a primary marker of social and intellectual status. Lucian’s satire engages directly with contemporary debates about authentic intellectualism versus social climbing, reflecting anxieties about the performative nature of rhetorical education. The oration forms part of Lucian’s broader critique of the vanity, pretension, and hypocrisy he perceived within the professional rhetorical culture of the Roman Empire. The text survives in full through the robust manuscript tradition of Lucian’s works, transmitted as a concise and complete example of his satirical oratory.

ΨΕΥΔΟΣΟΦΙΣΤΗΣ Η ΣΟΛΟΙΚΙΣΤΗΣ

Λουκιανός

Ἆρά γε ὁ γνῶναι τὸν σολοικίζοντα δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός; Σοφιστής

Ἐμοὶ μὲν δοκεῖ. Λουκιανός

Ὁ δέ γε μὴ φυλάξασθαι οὐδὲ γνῶναι τὸν οὕτως ἔχοντα; Σοφιστής

Ἀληθῆ λέγεις. Λουκιανός

Σὺ δὲ αὐτὸς φῂς οὐ σολοικίζειν, ἢ πῶς λέγωμεν περὶ σοῦ; Σοφιστής

Ἀπαίδευτος γὰρ ἂν εἴην, εἰ σολοικίζοιμι τηλικοῦτος ὤν. Λουκιανός

Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον; Σοφιστής

Παντάπασί γε. Λουκιανός

Ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ σολοικιῶ. Σοφιστής

Οὐκοῦν εἰπέ. Λουκιανός

Ἀλλʼ ἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ οὐκ ἐπέγνως. Σοφιστής

Παίζεις ἔχων; Λουκιανός

Μὰ τοὺς θεούς· ἐπεὶ σολοικίσας ἔλαθόν σε ὡς οὐκ ἐπιστάμενον. αὖθις δὲ σκόπει· οὐ γάρ σέ φημι δύνασθαι κατανοῆσαι, ἐπεὶ ἃ μὲν οἶσθʼ, ἃ δʼ οὐκ οἶσθα. Σοφιστής

Εἰπὲ μόνον. Λουκιανός

Ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δʼ οὐκ ἔγνως. Σοφιστής

Πῶς γάρ, σοῦ μηδὲν λέγοντος; Λουκιανός

Ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δʼ οὐχ ἕπῃ τοῦτο δρῶντι· ἐπεὶ ὄφελον καὶ νῦν ἀκολουθῆσαι δυνήσῃ. Σοφιστής

Θαυμαστὰ λέγεις, εἰ μὴ δυνήσομαι καταμαθεῖν σολοικισμόν. Λουκιανός

Καὶ πῶς ἂν δύναιο τὸν ἕνα μαθεῖν τοὺς τρεῖς ἀγνοήσας; Σοφιστής

Τίνας τρεῖς; Λουκιανός

Ὅλους ἀρτιγενείους. Σοφιστής

Ἐγὼ μέν σε παίζειν δοκῶ. Λουκιανός

Ἐγὼ δὲ σὲ ἀγνοεῖν τὸν ἁμαρτάνοντα ἐν τοῖς λόγοις. Σοφιστής

Καὶ πῶς ἄν τις μάθοι μηδενὸς εἰρημένου; Λουκιανός

Λέλεκται καὶ σεσολοίκισται τετραπλῇ, σὺ δʼ οὐκ ἔγνως. μέγα οὖν ἆθλον κατέπραξας ἄν, εἴπερ ἔγνως. Σοφιστής

Οὐ μέγα μέν, ἀναγκαῖον δὲ τῷ ὁμολογήσαντι. Λουκιανός

Ἀλλʼ οὐδὲ νῦν ἔγνως. Σοφιστής

Πότε νῦν; Λουκιανός

Ὅτε τὸ ἆθλον ἔφην σε καταπρᾶξαι. Σοφιστής

Οὐκ οἶδα ὅ τι λέγεις. Λουκιανός

Ὀρθῶς ἔφης· οὐ γὰρ οἶσθα. καὶ πρόιθί γε ἐς τὸ ἔμπροσθεν· οὐ γὰρ ἐθέλεις ἕπεσθαι, συνήσων ἄν, εἴπερ ἐθελήσειας. Σοφιστής

Ἀλλʼ ἐγὼ βούλομαι· σὺ δʼ οὐδὲν εἶπας ὧν ἄνθρωποι σολοικίζοντες λέγουσιν. Λουκιανός

Τὸ γὰρ νῦν ῥηθὲν μικρόν τί σοι φαίνεται κακὸν εἶναι; ὅμως δὲ ἀκολούθησον αὖθις, ἐπεὶ οὐκ ἔμαθες ἐκδραμόντα. Σοφιστής

Μὰ τοὺς θεοὺς οὐκ ἔγωγε. Λουκιανός

Ἀλλὰ μὴν μεθῆκα θεῖν λαγὼ ταχέως. ἆρα παρῇξεν; ἀλλὰ καὶ νῦν ἔξεστιν ἰδεῖν τὸν λαγώ· εἰ δὲ μή, πολλοὶ γενόμενοι λαγῲ λήσουσί σε ἐν σολοικισμῷ πεσόντες. Σοφιστής

Οὐ λήσουσιν. Λουκιανός

Καὶ μὴν ἔλαθόν γε. Σοφιστής

Θαυμαστὰ λέγεις. Λουκιανός

Σὺ δὲ ὑπὸ τῆς ἄγαν παιδείας διέφθορας, ὥστε μηδʼ αὐτὸ τοῦτο σολοικίζοντας κατανοῆσαι. Σοφιστής

Ταῦτα μὲν οὐκ οἶδα πῶς λέγεις· ἐγὼ δὲ πολλοὺς ἤδη σολοικίζοντας κατενόησα. Λουκιανός

Κἀμὲ τοίνυν εἴσῃ τότε, ὅταν τι τῶν παιδίων γένῃ τῶν τὰς τίτθας θηλαζόντων πιούσας. εἰ οὐ νῦν ἔγνως σολοικίζοντά με, οὐδὲ αὐξάνοντα παιδία σολοικισμὸν ποιήσει τῷ μηδὲν εἰδότι. Σοφιστής

Ἀληθῆ λέγεις. Λουκιανός

Καὶ μὴν εἰ ταῦτα ἀγνοήσομεν, οὐδὲν γνωσόμεθα τῶν ἑαυτῶν, ἐπεὶ καὶ τόδε σολοικισθὲν ἀπέφυγέ σε. μὴ τοίνυν ἔτι λέγειν, ὡς ἱκανὸς εἶ κατιδεῖν τὸν σολοικίζοντα καὶ αὐτὸς μὴ σολοικίζειν.

Κἀγὼ μὲν οὕτως. Σωκράτης δὲ ὁ ἀπὸ Μόψου, ᾧ συνεγενόμην ἐν Αἰγύπτῳ, τὰ τοιαῦτα ἔλεγεν ἀνεπαχθῶς καὶ οὐκ ἤλεγχε τὸν ἁμαρτάνοντα.

Πρὸς μέντοι τὸν ἐρωτήσαντα πηνίκα ἔξεισιν, Τίς γὰρ ἄν, ἔφη, φαίη σοι περὶ τῆς τήμερον ὡς ἐξιών; ἑτέρου δὲ φήσαντος, Ἱκανὰ ἔχω τὰ πατρῷα, Πῶς φῄς; εἶπε· τέθνηκεν γὰρ ὁ πατήρ σοι; ἄλλου δὲ αὖθις λέγοντος, Πατριώτης ἔστι μοι· Ἐλάνθανες ἄρα ἡμᾶς, ἔφη, βάρβαρος ὤν. ἄλλου δὲ εἰπόντος, Ὁ δεῖνά ἐστι μεθύσης, Μητρός, εἶπεν, ἢ πῶς λέγεις; ἑτέρου δὲ ... λέγοντος λέοντας, Διπλασιάζεις, ἔφη, τοὺς λέοντας. εἰπόντος δέ τινος, Λῆμμα πάρεστιν αὐτῷ, διὰ τῶν δύο μ, Οὐκοῦν, ἔφη, λήψεται, εἰ λῆμμα αὐτῷ πάρεστιν. ἑτέρου δὲ εἰπόντος, Πρόσεισιν ὁ μεῖραξ οὑμὸς φίλος, Ἔπειτα, ἔφη, λοιδορεῖς φίλον ὄντα; πρὸς δὲ τὸν εἰπόντα, Δεδίττομαι τὸν ἄνδρα καὶ φεύγω, Σύ, ἔφη, καὶ ὅταν τινὰ εὐλαβηθῇς, διώξῃ. ἄλλου δὲ εἰπόντος, Τῶν φίλων ὁ κορυφαιότατος, Χάριέν γε, ἔφη, τὸ τῆς κορυφῆς ποιεῖν τι ἐπάνω. καὶ ἐξορμῶ δέ τινος εἰπόντος, Καὶ τίς ἐστιν, εἶπεν, ὃν ἐξορμᾷς; Ἐξ ἐπιπολῆς δέ τινος εἰπόντος, Ἐκ τῆς ἐπιπολῆς, εἶπεν, ὡς ἐκ τῆς πιθάκνης. λέγοντος δέ τινος Συνετάξατό μοι, Καὶ λόχον δέ, ἔφη, Ξενοφῶν συνετάξατο. ἄλλου δὲ εἰπόντος, Περιέστην αὐτὸν ὥστε λαθεῖν, Θαυμαστόν, ἔφη, εἰ εἷς ὢν περιέστης τὸν ἕνα. ἑτέρου δὲ λέγοντος, Συνεκρίνετο αὐτῷ, Καὶ διεκρίνετο πάντως, εἶπεν.

Εἰώθει δὲ καὶ πρὸς τοὺς σολοικίζοντας Ἀττικῶς παίζειν ἀνεπαχθῶς· πρὸς γοῦν τὸν εἰπόντα, Νῶι τοῦτο δοκεῖ, Σύ, ἔφη, καὶ νῶιν ἐρεῖς ὡς ἁμαρτάνομεν. ἑτέρου δὲ σπουδῇ διηγουμένου τι τῶν ἐπιχωρίων καὶ εἰπόντος, Ἡ δὲ τῷ Ἡρακλεῖ μιχθεῖσα, Οὐκ ἄρα, ἔφη, ὁ Ἡρακλῆς ἐμίχθη αὐτῇ; Καρῆναι δέ τινος εἰπόντος ὡς δέοιτο, Τί γάρ, ἔφη, σοὶ δεινὸν εἴργασται καὶ ἄξιον ἀτιμίας; καὶ ζυγομαχεῖν δέ τινος λέγοντος, Πρὸς τὸν ἐχθρόν, εἶπε, ζυγομαχεῖς; ἑτέρου δὲ εἰπόντος βασανίζεσθαι τὸν παῖδα αὐτῷ νοσοῦντα, Ἐπὶ τῷ, ἔφη, ἢ τί βουλομένου τοῦ βασανίζοντος; Προκόπτει δέ τινος εἰπόντος ἐν τοῖς μαθήμασιν, Ὁ δὲ Πλάτων, ἔφη, τοῦτο ἐπιδιδόναι καλεῖ. ἐρομένου δέ τινος εἰ μελετήσει ὁ δεῖνα, Πῶς οὖν, ἔφη, ἐμὲ ἐρωτῶν εἰ μελετήσομαι, λέγεις ὅτι ὁ δεῖνα;

Ἀττικίζοντος δέ τινος καὶ τεθνήξει εἰπόντος ἐπὶ τοῦ τρίτου, Βέλτιον, ἔφη, καὶ ἐνταῦθα μὴ ἀττικίζειν καταρώμενον. καὶ πρὸς τὸν εἰπόντα δὲ στοχάζομαι αὐτοῦ ἐπὶ τοῦ φείδομαι αὐτοῦ, Μή τι, ἔφη, διήμαρτες βαλών; ἀφιστᾶν δέ τινος εἰπόντος καὶ ἑτέρου ἀφιστάνειν, Ταῦτα μέν, ἔφη, οὐκ οἶδα. πρὸς δὲ τὸν λέγοντα πλὴν εἰ μή, Ταῦτα, ἔφη, διπλᾶ χαρίζῃ. καὶ χρᾶσθαι δέ τινος εἰπόντος, Ψευδαττικόν, ἔφη, τὸ ῥῆμα. τῷ δὲ λέγοντι ἔκτοτε, Καλόν, ἔφη, τὸ εἰπεῖν ἐκπέρυσι, ὁ γὰρ Πλάτων ἐς τότε λέγει. τῷ δὲ ἰδού ἐπὶ τοῦ ἰδέ χρωμένου τινός, Ἕτερα ἀνθʼ ἑτέρων, ἔφη, σημαίνεις. ἀντιλαμβάνομαι δὲ ἐπὶ τοῦ συνίημι λέγοντός τινος, θαυμάζειν ἔφη πῶς ἀντιποιούμενος τοῦ λέγοντος φῂς μὴ ἀντιποιεῖσθαι. βράδιον δέ τινος εἰπόντος, Οὐκ ἔστιν, ἔφη, ὅμοιον τῷ τάχιον. βαρεῖν δέ τινος εἰπόντος, Οὐκ ἔστιν, ἔφη, τὸ βαρύνειν ᾗ νενόμικας. λέλογχα δὲ τὸ εἴληχα λέγοντος, Ὀλίγων, ἔφη, καὶ παρʼ οἷς ἁμαρτάνεται. ἵπτασθαι δὲ ἐπὶ τοῦ πέτεσθαι πολλῶν λεγόντων, Ὅτι μὲν ἀπὸ τῆς πτήσεως τὸ ὄνομα, σαφῶς ἴσμεν. περιστερὸν δέ τινος εἰπόντος ὡς δὴ Ἀττικόν, Καὶ τὸν φάττον ἐροῦμεν, ἔφη. φακὸν δέ τινος εἰπόντος ἐδηδοκέναι, Καὶ πῶς ἄν, ἔφη, φακόν τις φάγοι; ταῦτα μὲν τὰ Σωκράτεια.

Ἐπανίωμεν δέ, εἰ δοκεῖ, ἐπὶ τὴν ἅμιλλαν τῶν προτέρων λόγων. κἀγὼ μὲν καλῶ τοὺς βελτίστους ἰέναι ὅλους, σὺ δὲ γνώρισον· οἶμαι γάρ σε κἂν νῦν δυνήσεσθαι τοσούτων γε ἐπακούσαντα τῶν ἑξῆς λεγομένων. Σοφιστής

Ἴσως μὲν οὐδὲ νῦν δυνήσομαί σου λέγοντος· ὅμως εἰπέ. Λουκιανός

Καὶ πῶς φῂς οὐ δυνήσεσθαι; ἡ γὰρ θύρα σχεδὸν ἀνέῳγέ σοι τῆς γνωρίσεως αὐτῶν. Σοφιστής

Εἰπὲ τοίνυν. Λουκιανός

Ἀλλὰ εἶπον. Σοφιστής

Οὐδέν γε, ὥστε ἐμὲ μαθεῖν. Λουκιανός

Οὐ γὰρ ἔμαθες τὸ ἀνέῳγεν; Σοφιστής

Οὐκ ἔμαθον. Λουκιανός

Τί οὖν πεισόμεθα, εἰ μηδὲ νῦν ἀκολουθήσεις τοῖς λεγομένοις; καίτοι πρός γε τὰ κατʼ ἀρχὰς ῥηθέντα ὑπὸ σοῦ ἐγὼ μὲν ᾤμην ἱππεῖς ἐς πεδίον καλεῖν. σὺ δὲ τοὺς ἱππεῖς κατενόησας; ἀλλὰ ἔοικας οὐ φροντίζειν τῶν λόγων, μάλιστα οὓς νῦν κατὰ σφᾶς αὐτοὺς διήλθομεν. Σοφιστής

Ἐγὼ μὲν φροντίζω, σὺ δὲ ἀδήλως αὐτοὺς διεξέρχῃ. Λουκιανός

Πάνυ γοῦν ἄδηλόν ἐστι τὸ κατὰ σφᾶς αὐτοὺς ἐφʼ ἡμῶν λεγόμενον. ἀλλὰ τοῦτο μὲν δῆλον· σὲ δὲ οὐδεὶς ἂν θεῶν ἀγνοοῦντα παύσειεν πλήν γε ὁ Ἀπόλλων. μαντεύεται γοῦν ἐκεῖνος πᾶσι τοῖς ἐρωτῶσι, σὺ δὲ οὐδὲ τὸν μαντευόμενον κατενόησας. Σοφιστής

Μὰ τοὺς θεούς, οὐ γὰρ ἔμαθον. Λουκιανός

Ἦ ἄρα καθʼ εἷς λανθάνει σε περιιών; Σοφιστής

Ἐοίκασί γε. Λουκιανός

Ὁ δὲ καθʼ εἷς πῶς παρῆλθεν; Σοφιστής

Οὐδὲ τοῦτο ἔμαθον. Λουκιανός

Οἶσθα δέ τινα μνηστευόμενον αὑτῷ γάμον; Σοφιστής

Τί οὖν τοῦτο; Λουκιανός

Ὅτι σολοικίζειν ἀνάγκη τὸν μνηστευόμενον αὑτῷ. Σοφιστής

Τί οὖν πρὸς τοὐμὸν πρᾶγμα, εἰ σολοικίζει τις μνηστευόμενος; Λουκιανός

Ὅτι ἀγνοεῖ ὁ φάσκων εἰδέναι. καὶ τὸ μὲν οὕτως ἔχει. εἰ δέ τις λέγοι σοι παρελθὼν ὡς ἀπολείποι τὴν γυναῖκα, ἆρʼ ἂν ἐπιτρέποις αὐτῷ; Σοφιστής

Τί γὰρ οὐκ ἂν ἐπιτρέποιμι, εἰ φαίνοιτο ἀδικούμενος; Λουκιανός

Εἰ δὲ σολοικίζων φαίνοιτο, ἐπιτρέποις ἂν αὐτῷ τοῦτο; Σοφιστής

Οὐκ ἔγωγε. Λουκιανός

Ὀρθῶς γὰρ λέγεις· οὐ γὰρ ἐπιτρεπτέον σολοικίζοντι τῷ φίλῳ, ἀλλὰ διδακτέον ὅπως τοῦτο μὴ πείσεται. καὶ εἴ τίς γε νῦν ψοφοίη τὴν θύραν ἐσιὼν ἢ ἐξιὼν κόπτοι, τί φήσομέν σε πεπονθέναι; Σοφιστής

Ἐμὲ μὲν οὐδέν, ἐκεῖνον δὲ ἐπεσελθεῖν βούλεσθαι ἢ ἐξιέναι. Λουκιανός

Σὲ δὲ ἀγνοοῦντα τὸν κόπτοντα ἢ ψοφοῦντα οὐδὲν ὅλως πεπονθέναι δόξομεν ἀπαίδευτον ὄντα; Σοφιστής

Ὑβριστὴς εἶ. Λουκιανός

Τί λέγεις; ὑβριστὴς ἐγώ; νῦν δὴ γενήσομαί σοι διαλεγόμενος. ἔοικα δὲ σολοικίσαι τὸ νῦν δὴ γενήσομαι, σὺ δʼ οὐκ ἔγνως. Σοφιστής

Παῦσαι πρὸς τῆς Ἀθηνᾶς· ἀλλʼ εἰπέ τι τοιοῦτον ὥστε κἀμὲ μαθεῖν. Λουκιανός

Καὶ πῶς ἂν μάθοις; Σοφιστής

Εἴ μοι πάντα ἐπέλθοις, ὅσα φῂς σολοικίσας ἐμὲ λαθεῖν καὶ παρʼ ὅ τι ἕκαστον σεσολοίκισται. Λουκιανός

Μηδαμῶς, ὦ ἄριστε· μακρὸν γὰρ ἂν ποιήσαιμεν τὸν διάλογον. ἀλλὰ περὶ μὲν τούτων ἔξεστί σοι καθʼ ἕκαστον αὐτῶν πυνθάνεσθαι· νῦν δὲ ἕτερʼ ἄττα ἐπέλθωμεν, εἰ δοκεῖ, καὶ πρῶτόν γε αὐτὸ τὸ ἄττα μὴ δασέως ἀλλὰ ψιλῶς ἐξενεγκεῖν ὀρθῶς φαίνεται ῥηθὲν μετὰ τοῦ ἕτερα συντιθέμενον. μὴ γὰρ οὕτως ἄλογον ἦν ἄν. ἔπειτα τὸ τῆς ὕβρεως, ἥν με φῂς ὑβρίσαι σε, εἰ μὴ οὕτω λέγοιμι, ἀλλʼ εἰς σὲ φαίην, ἴδιον. Σοφιστής

Ἐγὼ μὲν οὐκ ἔχω εἰπεῖν. Λουκιανός

Ὅτι τὸ μὲν σὲ ὑβρίζειν τὸ σῶμά ἐστι τὸ σὸν ἤτοι πληγαῖς ἢ δεσμοῖς ἢ καὶ ἄλλῳ τρόπῳ, τὸ δὲ ἐς σέ, ὅταν εἴς τι τῶν σῶν γίγνηται ἡ ὕβρις· καὶ γὰρ ὅστις γυναῖκα ὑβρίζει τὴν σήν, εἰς σὲ ὑβρίζει, καὶ ὅστις παῖδα καὶ φίλον καὶ ὅστις γε οἰκέτην. πλὴν γὰρ περὶ πραγμάτων οὕτως ἔχει σοι· ἐπεὶ τὸ ἐς πρᾶγμα ὑβρίζειν λέλεκται, οἷον ἐς τὴν παροιμίαν, ὡς ὁ Πλάτων φησὶν ἐν τῷ Συμποσίῳ. Σοφιστής

Κατανοῶ τὸ διάφορον. Λουκιανός

Ἆρʼ οὖν καὶ τοῦτο κατανοεῖς, ὅτι τὸ ταῦτα ὑπαλλάττειν σολοικίζειν καλοῦσιν; Σοφιστής

Ἀλλὰ νῦν εἴσομαι. Λουκιανός

Αὐτὸ δὲ τὸ ἐναλλάττειν; Σοφιστής

Ἐμοὶ μὲν ταὐτὸν λέγειν δόξει. Λουκιανός

Καὶ πῶς ἂν εἴη ταὐτὸν τῷ ὑπαλλάττειν τὸ ἐναλλάττειν, εἴπερ τὸ μὲν ἑτέρου πρὸς ἕτερον γίγνεται, τοῦ μὴ ὀρθοῦ πρὸς τὸ ὀρθόν, τὸ δὲ τοῦ μὴ ὄντος πρὸς τὸ ὄν; Σοφιστής

Κατέμαθον ὅτι τὸ μὲν ὑπαλλάττειν τὸ μὴ κύριον ἀντὶ τοῦ κυρίου λέγειν ἐστίν, τὸ δʼ ἐναλλάττειν ποτὲ μὲν τῷ κυρίῳ, ποτὲ δὲ τῷ μὴ κυρίῳ χρῆσθαι. Λουκιανός

Ἔχει τινὰ καὶ ταῦτα κατανόησιν οὐκ ἄχαριν, τὸ δὲ σπουδάζειν πρός τινα τὴν οἰκείαν ὠφέλειαν τοῦ σπουδάζοντος ἐμφαίνει, τὸ δὲ περί τινα τὴν ἐκείνου περὶ ὃν σπουδάζει. καὶ ταῦτα ἴσως μὲν ὑποσυγκέχυται, ἴσως δὲ καὶ ἀκριβοῦται παρά τισι· βέλτιον δὲ τὸ ἀκριβοῦν ἑκάστῳ. Σοφιστής

Ὀρθῶς γὰρ λέγεις. Λουκιανός

Τό γε μὴν καθέζεσθαι τοῦ καθίζειν καὶ τὸ κάθισον τοῦ κάθησο ἆρʼ οἶσθʼ ὅτι διενήνοχεν; Σοφιστής

Οὐκ οἶδα. τὸ καθέσθητι ἤκουόν σου λέγοντος ὡς ἔστιν ἔκφυλον. Λουκιανός

Καὶ ὀρθῶς γε ἤκουσας. ἀλλὰ τὸ κάθισον τοῦ κάθησο διαφέρειν φημί. Σοφιστής

Καὶ τῷ ποτʼ ἂν εἴη διαφέρον; Λουκιανός

Τῷ τὸ μὲν πρὸς τὸν ἑστῶτα λέγεσθαι, τὸ κάθισον, τὸ δὲ πρὸς τὸν καθεζόμενον· ἧσο, ξεῖνʼ, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην, ἀντὶ τοῦ μένε καθεζόμενος. πάλιν οὖν εἰρήσθω ὅτι τὸ ταῦτα παραλλάττειν ἁμαρτάνειν ἐστί. τὸ δὲ καθίζω τοῦ καθέζομαι ἆρά σοι δοκεῖ μικρῷ τινι διαφέρειν; εἴπερ τὸ μὲν καὶ ἕτερον δρῶμεν, τὸ καθίζειν λέγω, τὸ δὲ μόνους ἡμᾶς αὐτούς, τὸ καθέζεσθαι. Σοφιστής

Καὶ ταῦτα ἱκανῶς διελήλυθας, καὶ δεῖ δέ γε οὕτω σε προδιδάσκειν. Λουκιανός

Ἑτέρως γὰρ λέγοντος οὐ κατανοεῖς; οὐκ οἶσθα οἷόν ἐστι ξυγγραφεὺς ἀνήρ; ... Σοφιστής

Πάνυ οἶδα νῦν γέ σου ἀκούσας ταῦτα λέγοντος. Λουκιανός

Ἐπεὶ καὶ τὸ καταδουλοῦν σὺ μὲν ἴσως ταὐτὸν τῷ καταδουλοῦσθαι νενόμικας, ἐγὼ δὲ οἶδα διαφορὰν οὐκ ὀλίγην ἔχον. Σοφιστής

Τίνα ταύτην; Λουκιανός

Ὅτι τὸ μὲν ἑτέρῳ, τὸ καταδουλοῦν, τὸ δʼ ἑαυτῷ γίγνεται. Σοφιστής

Καλῶς λέγεις. Λουκιανός

Καὶ ἄλλα δέ σοι πολλὰ ὑπάρχει μανθάνειν, εἴπερ μὴ αὐτὸς εἰδέναι οὐκ εἰδὼς δόξεις. Σοφιστής

Ἀλλʼ οὐκ ἂν δόξαιμι. Λουκιανός

Οὐκοῦν τὰ λοιπὰ εἰσαῦθις ἀναβαλώμεθα, νῦν δὲ διαλύσωμεν τὸν διάλογον.