Μολίβου κάθαρσις καὶ σκλήρωσις.
Χωνεύσας αὐτὸν στυπτηρίαν σχιστὴν καὶ χάλκανθον λεῖα ποιήσας καὶ ἑνώσας ἐπίπασσε καὶ ἔσται σκληρός.
Ἄλλη κασσιτέρου.
Μόλιβον καὶ κασσίτερον λευκαίνει καὶ ἐκάθηρε πίσσα καὶ ἄσφαλτος, στερροποιεῖ δὲ στυπτηρία καὶ ἅλας καππαδοκικὸν καὶ μαγνησία ἐμπασσόμενα.
Κασσιτέρου κάθαρσις τοῦ βαλλομένου εἰς τὴν κρᾶσιν τοῦ ἀσήμου.
Λαβὼν κασσίτερον καθαρὸν ἀπὸ πάντων χώνευε καὶ ἔασον ψυγῆναι καὶ ἀλείψας ἔλαιον καὶ διεὶς πάλιν χώνευε. Εἶτα τρίψας ἔλαιον καὶ ἄσφαλτον καὶ ἅλας, ἄλειψον καὶ ἐκ τρίτου χώνευε, καὶ ἐὰν χωνευθῇ ἀπόθου καθαρίως πλύνας· ἔσται γὰρ ὡς ἄργυρος σκληρός. Ὅταν δὲ ἀντὶ ἀργυρωμάτων ἐργάζεσθαι θέλῃς, ἵνα λάθῃ καὶ ἔχῃ τὴν τοῦ ἀργύρου σκληρίαν, πρόσμισγε τοῖς τέτρασιν μέρεσιν τοῦ ἀργύρου μέρη γʹ, καὶ γενήσεται τὸ προκείμενον ὡς ἀργύρωμα.
Κασσιτέρου κάθαρσις.
Πίσσαν ὑγρὰν καὶ ἄσφαλτον ἓν καθʼ ἓν βαλὼν χώνευε καὶ κίνει. Οἱ δὲ πίσσης ξηρᾶς 𐅻κʹ ἀσφάλτου 𐅻ιβʹ.
Ἀσήμου ποίησις.
Κασσιτέρου 𐅻ιβʹ, ὑδραργύρου 𐅻δʹ, γῆς Χίας 𐅻βʹ, χωνεύσας τὸν κασσίτερον ἐπέμβαλε τὴν γῆν τετριμμένην εἶτα τὴν ὑδράργυρον, καὶ κίνει σιδήρῳ καὶ χρῶ.
Ἀσήμου δίπλωσις.
Ἡ δὲ δίπλωσις τοῦ ἀσήμου γίνεται οὕτως· τοῦ ἐξιωμένου χαλκοῦ 𐅻μʹ, καὶ ἀσήμου 𐅻ηʹ καὶ κασσιτέρου βούλλης 𐅻μʹ. Χωνεύεται δὲ πρῶτος ὁ χαλκός, καὶ μετὰ δύο πυρώσεις ὁ κασσίτερος, εἶτα ὁ ἄσημος, εἶτα, ὅταν ἀμφότερα μαλακὰ γένηται, ἀναχώνευε πολλάκις, καὶ κατάψυχε τῷ προειρημένῳ σκευάσματι· εἶτα πλατύνας ταῖς αὐταῖς οἰκονομίαις ἀνάσμηχε τῷ κουφολίθῳ. Καὶ τρίπλωσις γίνεται ταῖς αὐταῖς οἰκονομίαις, καταμεριζομέναις ταῖς ὁλκαῖς ἴσως, ὡς προείρηται.
Ἀνέκλειπτος μᾶζα.
Ἡ δὲ ἀνέκλειπτος μᾶζα κατασκευάζεται οὕτως· πάλιν ταῖς αὐταῖς οἰκονομίαις ταῖς τῆς διπλώσεως, ἐπὰν δὲ ἆραι θέλῃς ἀπὸ τῆς μάζης 𐅻ηʹ, ἀποκόψας ἀναχώνευσον τὰς ἴσας ἀσήμου 𐅻δʹ καὶ χώνευσον τρίς, καὶ πάλιν, καὶ εἶτα ψύχων, ἀποτίθου εἰς τὸ κουφόλιθον.
Ἀσήμου ποίησις.
Λαβὼν κασσίτερον λεπτὸν καὶ μαλακὸν κάθαρον τετράκις, καὶ λαβὼν αὐτοῦ μέρη δʹ καὶ χαλκοῦ λευκοῦ καθαροῦ μέρη καὶ γʹ, καὶ ἀσήμου μέρος αʹ, χώνευε. Καὶ ὅταν χωνευθῇ, σμῆχε πλειστάκις καὶ σκεύαζε ὃ θέλεις, ἔσται πρῶτον ἄσημον, ὥστε καὶ τοὺς τεχνίτας λαθεῖν.
Ἀσήμου χυτοῦ ποίησις.
Χαλκοῦ κυπρίου μνᾶ 𐅻—, κασσιτέρου ἵμαντος μνᾶ αʹ, μαγνησίας 𐅻ϛιʹ, ὑδραργύρου 𐅻ηʹ, πώρου κʹ. Χωνεύσας τὸν χαλκὸν ἐπέμβαλε τὸν κασσίτερον, μετὰ δὲ λείαν τὴν μαγνησίαν, εἶτα τὴν πῶρον, ὑστέραν τὴν ὑδράργυρον, καὶ κίνει σιδήρῳ, καὶ ἀπόχεε εἰς τύπον.
Ἀσήμου δίπλωσις.
Λαβὼν χαλκὸν κύπριον ἐξίωσον, καὶ ἐπίβαλλε ἁλὸς ἀμμωνιακοῦ τὰς ἴσας 𐅻δʹ, στυπτηρίας 𐅻δʹ, χωνεύσας μίσγε ἴσον ἄσημον.
Ἀσήμου ποίησις.
Μόλιβον καθάρισον πίσσῃ καὶ ἀσφάλτῳ ἐπιμελῶς, εἰ μὴ κασσίτερον, καὶ μίσγε καδμείαν, λιθάργυρον, ἴσον τῷ μολίβῳ καὶ κίνει ἕως καταμιγῇ καὶ σκληρύνῃ. Οὕτω χρῶ ὡς ἀσήμῳ φυσικῷ.
Ἀσήμου ποίησις.
Λαβὼν τὰ ἀποκόμματα τῶν πετάλων κατάβαψον ὄξει καὶ λευκῇ στυπτηρίᾳ σχιστῇ καὶ ἄφες βρέχεσθαι ἡμέρας ζʹ, καὶ τότε χώνευε τῷ τετάρτῳ χαλκοῦ γῆς χίας ηʹ, καὶ σαμίας 𐅻ηʹ καὶ ἁλὸς καππα δοκικοῦ 𐅻αʹ, στυπτηρίας σχιστῆς 𐅻αʹ. Μίξας χώνευε, ἐπιβάλλων ἀτράμεντον.
Ποίησις κράσεως.
Χαλκοῦ γαλατικοῦ 𐅻ηʹ, κασσιτέρου ἱμάντος 𐅻ιβʹ, μαγνησίας 𐅻ϛʹ, ὑδραργύρου 𐅻ιʹ, ἀσήμου 𐅻εʹ. Ποίησις κραματίνου σκεύους· χαλκοῦ μνᾶ αʹ, χωνεύσας ἐπέμβαλε κασσιτέρου βούλλης μνᾶς καὶ οὕτως ἐργάζου.
Χρυσίου χρῶσις.
Χρυσίον χροΐσαι ὥστε γενέσθαι χρηστόν· μίσυ καὶ ἅλας καὶ ὄξος ἀπὸ καθάρσεως χρυσίου συγκεράσαι πάντα καὶ ἐμβαλεῖν εἰς ἀγγεῖον τὸ προγεγραμμένον χρυσίον εἰς τὰ φάρμακα, καὶ βαλὲ καὶ ἔα ἐπὶ χρόνον τινὰ καὶ ἄρας ἐκ τοῦ ἀγγείου διαθέρμαινε ἐπʼ ἀνθράκων, καὶ πάλιν ἔμβαλε αὐτὸ εἰς τὸ ἀγγεῖον οὗ ἐστιν τὸ φάρμακον τὸ προγεγραμμένον, πλεονάκις δὲ τοῦτο ποίει, ἕως γένηται χρηστόν.
Χρυσίου πλεονασμός.
Χρυσίον πλεῖον ποιῆσαι. Λαβὼν καδμίαν θρακικὴν πλακώδη μεῖξον ἢ γαλατικήν.
Χρυσοῦ δόλος.
Μίσυ καὶ σινωπίδος ἴσον ἴσῳ τῷ χρυσίῳ. Ἐπὴν βληθῇ χρυσὸς εἰς κάμινον καὶ γένηται ἱλαρός, ἔμπασσε ἐξ ἑκάστου, καὶ ἐξελὼν ἔα ψυγῆναι καὶ γίνεται ὁ χρυσὸς διπλοῦς.
Ἀσήμου ποίησις.
Κασσιτέρου μνᾶς δεκατόν, χαλκοῦ κυπρίου ἐκκαιδέκατον, μαγνησίας γῆς τριακοστοδεύτερον, ὑδραργύρου Σβʹ. Χωνεύσας τὸν χαλκόν, πρῶτον βάλε τὸν κασσίτερον, εἶτα τὴν μαγνησίαν, εἶτα τὰ αὐτὰ χωνεύσας ἐπίβαλλε ἀσήμου καλοῦ λευκοῦ τὸ ὄγδοον πρὸς ἀνάλογον. Εἶθʼ ὅταν μιγῇ καὶ ἤδη πρὸς τῷ ψύχεσθαι ᾖ, συγχωνεύειν τότε τὴν ὑδράργυρον ἐσχάτην.
Ἄλλη.
Χαλκοῦ κυπρίου Σ δʹ, γῆς σαμίας Σδʹ, στυπτηρίας σχιστῆς Σδʹ, ἁλὸς τοῦ κοινοῦ Σβʹ, ἀσήμου ἀδραμέντου Σβʹ, ἐὰν δὲ κάλλιον ποιῆσαι θέλῃς, Σ δʹ. Χωνεύσας τὸν χαλκὸν ἐπίπασσε τὴν σαμίαν καὶ τὴν στυπτηρίαν τὴν σχιστὴν, συλλελεασμένα, καὶ κίνει ἕως μιγῇ καὶ τότε τὸν ἄσημον χωνεύσας κατάχεον ταῦτα προκεχωνευμένον συμμίξας ἰουνιπηρίῳ καὶ μιγῇ ἆρον, ὅταν δὲ μέλλῃς ἐλαύνειν αὐτὸ πυρώσας αὐτὸ κατάσβεσον εἰς στυπτηρίαν σχιστὴν καὶ ἅλας ἴσον ἴσῳ μεθʼ ὕδατος γλοιώδους, πάχος λεπτότερον, καὶ ἐὰν συντελεῖσθαι τὸ ἔργον, πάλιν κατάβαψον εἰς τὸ προκείμενον, πύρου δὲ ἵνα λευκότερον γένηται, τὸν δὲ χαλκὸν ἔχε προκεκαθαρμένον· πυρώσας γὰρ αὐτὸν ἐν ἀρχῇ ἀποψόφησον, ἕως ἂν ἀποβάλῃ τὴν λεπίδα καὶ καθαρὸς γένηται, καὶ τότε χρῶ ὡς προγέγραπται τὴν σαμίαν συγχωνεύων.
Ἄλλη.
Λαβὲ στατῆρα πτολεμαϊκόν, ἔχουσι γὰρ τῇ κράσει χαλκόν, καὶ κατάβαψον. Ἔστιν δὲ ἡ κρᾶσις τῆς καταβαφῆς, στυπτηρίας σχιστῆς, ἁλὸς κοινοῦ ἐν ὄξει βαφικῷ, γλοιοῦ πάχος. Καταβάψας καὶ ὅταν ἐκτροχισθῇ χωνευόμενον καὶ μιγῇ εἰς τοῦτο πύρωσον, εἶτα κατάβαψον, εἶτα ἔλασον εἶτα πύρωσον. ἕως τετράκις ἢ καὶ πλεονάκις καθʼ ἑκάστην πύρωσιν καταβάπτων, γίνεται τοῦτο ἀδραμέντου κρεῖσσον, ᾧ δὲ πλεονάκις πυρῶν καταβάπτεις, τοσαυτάκις κάλλιον γίνεται.
Ἀσήμου σκληροῦ ἴασις.
Ὡς δεῖ τὸν σκληρὸν ἄσημον καὶ μέλανα ἁπαλὸν γενέσθαι καὶ ἔκλευκον. Λαβὼν κίκεων φύλλα βρέξον εἰς ὕδωρ ἐφʼ ἡμέραν … εἶτα βρέξον πρὸ τοῦ σε χωνεῦσαι εἰς τὸ ὕδωρ, καὶ ἐπιχώνευε δίς, καὶ ἔκμαξον ἀφρονίτρῳ καὶ ἐμβαλὼν εἰς τὸ βάμμα στυπτηρίαν ἐπὶ τοῦ χωνεύματος, χρῶ. Κρατεῖ τὴν δύναμιν, ἐστὶν γὰρ καλή.
Ἄλλη.
Ἐπὶ παντὸς ἀσήμου σαπροῦ βοηθεία· λαβὼν ἄχυρα καὶ βύνι καὶ ἄγριον πήγανον, βρέξας ὄξει ἐπίχει καὶ ἅλας, ἄνθρακας· ταῦτά τε εἰς τὴν κάμινον βαλέ, φύσα δὲ ἐπίπλεον καὶ ἔα ψυγῆναι.
Χαλκοῦ λεύκωσις.
Χαλκὸν λευκὸν ποιῆσαι, ὥστε μιγέσθαι ἀσήμῳ ἴσον ἴσῳ, καὶ ἀνέγκλητον εἶναι. Λαβὼν χαλκὸν κύπριον χώνευσον βαλὼν εἰς τὴν μνᾶν σανδαράχης τῆς σαπρᾶς τῆς σιδηριζούσης 𐅻βʹ, καὶ στυπτηρίας σχιστῆς 𐅻εʹ καὶ χώνευε. Τῇ δευτέρᾳ χωνεύσει βάλλεται κηροῦ ποντικοῦ 𐅻δʹ, εἰ μή, καὶ πυροῦται καὶ ῥήσσεται.
Κασσιτέρου σκλήρωσις.
Κασσίτερον σκληρὸν ποιῆσαι. Στυπτηρίαν σχιστὴν καὶ χάλκανθον ἐπίπασσε καθʼ ἕν. Ἐὰν δὲ προκαθάρῃς τὸν κασσίτερον ὡς δεῖ καὶ χρήσῃ τοῖς προκειμένοις, ὥστε αὐτῶν πυρουμένων μὴ ῥεῖν, ἕξεις ἄσημον Αἰγύπτιον εἰς σκευῶν κατασκευήν.
Κατάχρισις χρυσοῦ.
Καταχριστὸν χρυσοῦ ἄλλη διακάθαρσις λαμπρότητος χρυσοῦ. Μίσυος μέρη δʹ, στυπτηρίας μέρη δʹ, ἁλὸς μέρη δʹ, τρῖβε μεθʼ ὕδατος, καταχρίσας τὸν χρυσὸν ἔμβαλε εἰς κάμινον ἐν κεραμέῳ ἀγγείῳ περιπεπηλομένῳ ἄχρι ἀναλωθῇ τὰ προειρημένα φάρμακα, καὶ ἐξελὼν ἔκπλυνε ἐπιμελέστατα.
Ἀργύρου κάθαρσις.
Πᾶσάν τις ἄργυρον καθαίρειν καὶ λαμπρύνειν. Λαβὼν μέρος αʹ τοῦ ἀργύρου καὶ τὸ ἴσον μολίβου χαλάσας εἰς κάμινον τῆκε ἄχρι ἂν ὁ μόλιβος ἀναλωθῇ καὶ τοῦτο πολλάκις ἀεὶ ἄχρι λαμπρὸς γένηται.
Ἀργύρου χρῶσις.
Τὰ χαλκᾶ ἀργυρᾶ ποιῆσαι· κασσιτέρου ἱμάντος 𐅻βʹ, ὑδραργύρου 𐅻δʹ, γῆς χίας 𐅻βʹ, χώνευσον τὸν κασσίτερον, ἔμβαλλε τὴν γῆν τετριμμένην ἔπειτα τὴν ὑδράργυρον καὶ ἀνακίνει σιδήρῳ καὶ ἀνάπλασσε σφαιρία.
Χαλκοῦ χρυσοφανοῦς ποίησις.
Κύμινον τρίψας καὶ παραχέας ὕδωρ καὶ συλλεάνας ἔασον ὑποστῆναι ἡμέρας γʹ, τῇ δὲ δʹ ἀναταράξας ἐπίχρισον. Ἐὰν θέλῃς πρόσμισγε χρυσόκολλαν καὶ φανήσεται χρυσός.
Ἀσήμου χυτοῦ ποίησις.
Χαλκοῦ κυπρίου μέρος αʹ, κασσιτέρου μέρος αʹ, μαγνησίας μέρη βʹ, πώρου ὠμοῦ λελειοτριβημένου μέρος 𐅻. Πρῶτον χωνεύεται ὁ χαλκός, εἶτα ὁ κασσίτερος, εἶτα ἡ μαγνησία, εἶτα ἐπιβάλλεται λεῖος ὁ πῶρος καὶ κινεῖς σιδήρῳ καὶ ἀποδίδωσι τὸν χῶνον.
Ἀσήμου ποίησις.
Κασσιτέρου 𐆂ο αʹ, χαλκοῦ γαλατικοῦ 𐆂ο 𐅻, προχώνευε τὸν χαλκὸν εἶτα τὸν κασσίτερον κινῶν ἅμα σιδήρῳ καὶ ἐπέμβαλε τὴν πίσσαν τὴν ξηρὰν ἕως κοπιάσῃ, εἶτα ἀπόχεε καὶ πάλιν χώνευε τῇ στυπτηρίᾳ χρώμενος τῇ σχιστῇ, ὡς καὶ τῇ πίσσῃ, καὶ τότε ἐπίχεε. Ἐὰν δὲ βούλῃ τὸν κασσίτερον πρῶτον χωνεύειν, ῥίνημα τοῦ πρώτου προκειμένου χαλκοῦ καὶ τῇ αὐτῇ συσταθμίᾳ καὶ τῇ αὐτῇ ἀγωγῇ ἀκολούθει.
Χρυσοκόλλου σκευασία.
Τὸ δὲ χρυσόκολλον σκευάζεται οὕτως· χαλκοῦ κυπρίου μέρη δʹ, ἀσήμου μέρη βʹ, χρυσίου μέρος αʹ. Χωνεύεται πρῶτὸς ὁ χαλκὸς, εἶτα ὁ ἄσημος, εἶτα τὸ χρυσίον.
Κασσίτερον γνῶναι εἰ δεδόλωται.
Χωνεύσας αὐτὸν ὑπόστρωσον χαρτὴν καὶ ἔγχεον. Ἐὰν κατακάῃς, χαρτὴς μόλιβον ἔχει.
Κολλῆς χρυσοχοϊκῆς ποίησις. Ὡς δεῖ χρυσοχοϊκὴν κόλλαν ποιῆσαι εἰς χρυσίον.
Χρυσίου μέρη βʹ, χαλκοῦ μέρος αʹ χώνευσον λεῖα· ὅταν δὲ θέλῃς ἱλαρὸν γενέσθαι, συγχώνευσον ἀργύρου βραχύ.
Χρυσογραφία.
Χρυσᾶ γράμματα γράφειν. Λαβὼν ὑδράργυρον ἔκχεον εἰς ἄγγος καθάρειον καὶ συνέμβαλε εἰς αὐτὸ χρυσοῦν πέταλον. Ὅταν δὲ δόξῃ συντετηκέναι τὸ χρυσίον εἰς τὴν ὑδράργυρον, κίνησον ὡς μάλιστα, συνέμβαλε … κόμμιος μικρὸν ὡς ἂν κέγχρον καὶ οὕτως ἐάσας καταστῆναι γράφε χρυσᾶ γράμματα.
Ἄλλη.
Λιθαργύρου χρυσίτιδος μέρος αʹ, στυπτηρίας μέρη βʹ.
Ἄσημον μέλανα ποιῆσαι ὡς ὀψιανόν.
Ἀσήμου μέρη βʹ, μολίβου μέρη δʹ, ἐπιθεὶς ἐπʼ ὄστρακον καινὸν ἐπέμβαλε θεῖον ἄπυρον τριπλοῦν καὶ εἰσενέγκας εἰς τὴν κάμινον, χώνευε καὶ ἐξενέγκας ἔλαυνε καὶ ποίει ὃ θέλεις, ἐάν τε ἐλαστὸν ἐάν τε χυτὸν ζωδίον θέλῃς ποιῆσαι, καὶ τότε ῥίνα καὶ κόλαπτε. Ἔστιν δὲ ἀνίωτον.
Ἀσήμου ποίησις.
Κασσιτέρου χρηστοῦ μέρος αʹ χώνευσον καὶ προσέμβαλε πίσσης ξηρᾶς τὸ τρίτον μέρος τοῦ κασσιτέρου, καὶ ἀνακινήσας ἔα ἀφρίζειν τὴν πίσσαν ὡς οὗ ἐκλείπῃ ἀποβαλλομένη, εἶτα ἐὰν ψυγῇ ὁ κασσίτερος, πάλιν χώνευε καὶ προσέμβαλε εἰς 𐅻ιγʹ τοῦ κασσιτέρου ὑδραργύρου 𐅻αʹ καὶ ἀνακίνει καὶ ἔα ψυγῆναι καὶ ἐργάζου ὡς ἄσημον.
Ὥστε φαίνεσθαι τὰ χαλκᾶ χρυσᾶ. Καὶ οὔτε τῇ πυρώσει οὔτε τῇ παρατρίψει τῇ πρὸς τὸν λίθον ἐλέγχεσθαι, ποιεῖν δὲ μάλιστα ἐπὶ τὸν δακτύλιον τὴν φαντασίαν.
Εἶναι δὲ τὴν κατασκευὴν τοιάνδε· τρίβουσι χρυσὸν καὶ μόλιβον λεπίδα ὡς ἄλευρα, δύο μέρη τοῦ μολίβου πρὸς ἕν, εἶτα μίξαντες τῷ κόμμιδι ἀναφυρῶσιν καὶ μετὰ ταῦτα ἀλείφουσιν τὸν δακτύλιον, εἶτα πυροῦσιν. Τοῦτο δὲ ποιοῦσιν πλεονάκις ἕως ἀναλάβῃ τὴν χροιάν. Δυσέλεγκτον δʼ ὅτι τήν τε παράτριψιν χρυσίου ποιεῖ καὶ πυρούμενος τὸν μὲν μόλιβον ἐντήκει, τὸν δὲ χρυσὸν οὔ.
Χρυσογραφία.
Γράμματα χρυσᾶ· κρόκος, χελώνης ποταμίας χολή.
Ἀσήμου ποίησις.
Λαβὼν κασσίτερον λευκὸν καὶ λεπτότατον κάθαρον τετράκις, εἶτα λαβὼν τούτου μέρη δʹ καὶ χαλκοῦ λευκοῦ καθαροῦ μέρος τέταρτον καὶ ἀσήμου μέρος χώνευε. Ὅταν δὲ χωνευθῇ, σμῆχε ἁλὶ ἐπὶ πλεῖστον καὶ κατασκεύαζε ὃ θέλεις, εἴτε ποτήρια εἴτε ὅσα ἐὰν δόξῃ σοι. Ἔσται ὡς πρῶτον ἄσημον, ὥστε καὶ τοὺς τεχνίτας λαθεῖν.
Ἄλλη.
Ἀργύρου μέρη βʹ κασιτέρου κεκαθαρμένου μέρη γʹ χαλκοῦ 𐅻—χώνευσον, εἶτʼ ἐξελὼν καὶ σμήξας παρατίθει ὡς πρῶτα ἀργυρώματα.
Χαλκοῦ χρίσις.
Ἐὰν θέλῃς χαλκὸν ἀργύρου χρῶμα ἔχειν, τὸν χαλκὸν καθάρας ἐπιμελῶς κατάχριε ὑδραργύρῳ καὶ ψιμυθίῳ, καὶ αὐτὴ δὲ ἡ ὑδράργυρος μόνη ἐπιχρισθεῖσα ποιεῖ.
Χρυσοῦ δοκιμασία.
Ἐὰν θέλῃς χρυσὸν καθᾶραι, ἀναχώνευσον ἢ πύρωσον, καὶ ἐὰν ᾖ καθαρὸς, ἐν τῷ αὐτῷ χρώματι μένει μετὰ τὴν πύρωσιν καὶ ὅμοιος τῷ νομίσματι καθαρός. Ἐὰν λευκότερος φαίνηται, ἄργυρον ἔχει. Ἐὰν δὲ τραχύτερος καὶ σκληρότερος, χαλκὸν καὶ κασσίτερον, ἐάν τε μέλας μὲν μαλακὸς δέ, μόλιβον.
Ἀργύρου δοκιμασία.
Τὸν ἄργυρον θέρμαινε ἢ χώνευε ὥσπερ τὸν χρυσὸν καὶ ἐὰν μὲν ᾖ λευκὸς στίλβων, καθαρός ἐστιν καὶ δόλον οὐκ ἔχει. Ἐὰν δὲ μέλας φαίνῃ, μόλυβον ἔχει. Ἐὰν δὲ σκληρὸς φανῇ καὶ κιρρός, χαλκὸν ἔχει.
Χρυσογραφία.
Χρυσᾶ γράμματα γράφειν· κολλῇ χρυσοχοϊκῇ γράφε ὃ θέλεις σὺν ὄξει.
Χαλκωμάτων σμῆξις.
Σεύτλια ἀναζέσας καλῶς σμῆχε τὰ χαλκώματα καὶ ἀργυρώματα. Ὕδατι ζέννυται τὰ σεύτλια.
Χαλκὸς χρυσοφανής.
Χαλκοῦ χροιὰν χρυσῷ ἐμφερῆ εἶναι· κύμινον τρίψας ἐν ὕδατι καὶ ἐάσας κατασταθῆναι εἰς γʹ ἡμέρας ἐπιμελῶς, τῇ δὲ δʹ ἀναδεύσας δαψιλῶς ἐπίχριε καὶ ὃ ἐὰν βούλῃ ἐπίγραφε· ὅμοιον γὰρ εἶδος ἔχει τὸ ἐπιχρισθὲν ἢ γραφέν.
Ἀργυρωμάτων σμῆξις.
Ἐρίῳ μηλιδέῳ τὸν ἀποβάπτων εἰς ἅλμην δριμεῖαν σμῆχε καὶ σμήξας γλυκεῖ ὕδατι χρῶ.
Ἀργύρου χρύσωσις.
Ἀργυροῦν ἢ χαλκοῦν σκεῦος ἄνευ πετάλων χρυσῶσαι· νίτρον πυρρὸν καὶ ἅλα συγχωνευόμενα φύρησον μεθʼ ὕδατος καὶ ἐπίχρισον καὶ γίνεται.
Χρυσογραφία.
Ἀρσενικὸν τρίψας ὁμοῦ μετὰ κόμμεως καὶ ὕδατος ἀποσείρου δεύτερον, τὸ τρίτον γράφε.
Ἀργύρου χρύσωσις.
Μίσυ καὶ σανδαράκην μετὰ κινναβάρεως τρίψας χρίσον τὸ ἀργυροῦν.
Χρυσογραφία.
Χρυσᾶ πέταλα ἀποξύρας λεάνας μετὰ κόμμεως ἐπίγραφε.
Χρυσίου ὑγροῦ σκευασία.
Χρυσίου πέταλα εἰς θυΐαν ἐμβαλὼν καὶ ὑδράργυρον τρῖβε ὁμοῦ καὶ οὕτως ἔσται.
Χρυσίου χρῶσις.
Ὡς δεῖ ἄργυρον χρύσεον ποιῆσαι· κιννάβαρι μετὰ στυπτηρίας λέανον παραχέων ὄξος λευκὸν καὶ ποιήσας κηρωτῆς πάχος ἔκμασσε πλειστάκις καὶ ἔα ἐκνυκτερεῦσαι.
Χρυσίου ποίησις.
Ἀσήμου ϛ αʹ ἢ χαλκοῦ κυπρίου γʹ, χρυσίου ϛ δʹ συγχώνευσον ἅμα.
Ἄλλη.
Ἀργύρεον χρύσεον ποιῆσαι εἰς αἰῶνα μόνιμον. Λαβὼν ὑδράργυρον καὶ πέταλα χρύσεα ποίησον κηρῶδες καὶ λαβὼν ἀργύρεον σκεῦος σμῆξον αὐτὸ στυπτηρίᾳ καὶ λαβὼν ἐκ τοῦ κηρώδους χρίε αὐτὸ λεαντηρίῳ καὶ ἔα αὐτὸ παγῆναι. Τοῦτο ποίει πεντάκις. Κράτει δὲ αὐτὸ λινῷ ῥάκει καθαρῷ ἵνα μὴ πιτυρίσῃ καὶ λαβὼν μαρίλια ποίησον τέφραν, λέαινε λεαντηρίῳ καὶ χρῶ ὡς σκεύει νομίμῳ. Πεπείραται.
Χρυσογραφία.
Ἀρσενικοῦ χρυσίζοντος 𐅻κʹ, κρυστάλλου ῥινήματος Σ δʹ ἢ ὠοῦ τοῦ λευκοῦ Σ βʹ, κόμμεως λευκοῦ Σ κʹ, κρόκου—, γράψας ξήραινε καὶ ὀδόντιζε.
Ἀσήμου ποίησις.
Γίνεται καὶ ἄσημον διʼ αὐτοῦ τοῦ χαλκοῦ, μναῖ βʹ, κασσιτέρου βούλλης μνᾶ αʹ, προχωνεύσας τὸν χαλκὸν εἰς ἕτερον βάλε τὸν κασσίτερον καὶ κουφολίθου τῆς λεγομένης κρήτης τῇ μνᾷ ἡμιμναῖον, ἀναφύσα δὲ ἕως ἅμα ἀναχωνευθῇ τε ἄργυρος καὶ ἡ κρήτα καὶ μετὰ τὸ σκορπισθῆναι καὶ μόνον τὸν ἄργυρον καταλειφθῆναι τότε καταψύξας χρῶ ὡς ἀσήμῳ τῆς ἀληθείας διαφορωτέρῳ, νόος δὲ χρία … .
Ἄλλη.
Ὁ δὲ ἀνέκλειπτος ἄσημος οὕτως σκευάζεται· ἀσήμου καλοῦ στατῆρα καὶ πρόσβαλε ἐκ τοῦ ἐξιωμένου χαλκοῦ Σ βʹ, ἀναχώνευε βʹ ἢ γʹ.
Κασσιτέρου λεύκωσις.
Κασσίτερον λευκὸν ποιῆσαι· στυπτηρίαν καὶ νίτρον πυρώσας ὁμοῦ χώνευε.
Ἀσήμου γραφή.
Χάλκανθον, ἰὸν, θεῖον, ὄξει λεάνας ἐπίγραφε πυκνῶς.
Χρυσογραφία.
Ἄνθος κνήκου, κόμμι λευκόν, ὠοῦ τὸ λευκὸν κεράσας εἰς κογχίον χολῇ χελώνης μίσγε πρὸς ὄφθαλμον, καθάπερ ἐπὶ τῶν χρωμάτων χρῶ. Ποιεῖ δὲ καὶ ἡ μοσχεία χολὴ κατάπικρος τῇ χρόᾳ.
Ἀσήμου δοκιμασία.
Ἄσημον ἐπιγνῶναι εἰ δόλον ἔχει. Κατάθου εἰς ἅλμην θερμήν. Ἐὰν δόλον ἔχῃ, μέλαν γίνεται.
Κασσιτέρου σμῆξις.
Γύψον καταθέμενος εἰς ῥάκος ἀπόσμηχε.
Ἀργύρου σμῆξις.
Στυπτηρίᾳ ὑγρᾷ χρῶ.
Ἀσήμου καταβαφή.
Κινναβάρεως μέρος αʹ, στυπτηρίας σχιστῆς μέρος αʹ, κιμωλίας γῆς μέρος αʹ, θαλάσσῃ ἀπόδευσον καὶ χρῶ.
Χαλκοῦ μάλαξις.
Πυρώσας ἐντίθει εἰς κόπρον ὀρνίθειον καὶ ὅταν ψυγῇ ἔλαυνε.
Χρυσοῦ καταβαφή.
Μίσυος ὀπτοῦ μέρη γʹ, στυπτηρίας σχιστῆς, ἐλυδρίου ἀνὰ μέρος αʹ. Ταῦτα τρίψας μέλιτος πάχος σὺν οὔρῳ παιδίου ἀφθόρου καὶ χρίων τὸ σκεῦος πύρου καὶ κατάβαπτε εἰς ὕδωρ ψυχρόν.
Χρυσογραφία.
Λαβὼν τετάρτην χρυσοῦ δοκίμου χώνευσον εἰς χῶνον χρυσοχοϊκόν. Ὅταν δὲ χωνευθῇ, προσδὸς μολίβου κεράτιον, ἐπὰν δὲ συμμιγῇ ἄρας ψύξον καὶ λαβὼν θυΐαν βασανίτου λίθου ὁμοίως βάλε τὸ κεχωνευμένον καὶ προσδὸς νίτρου κεράτιον αʹ καὶ συλλέανον ἐπιμελῶς ὄξει δριμεῖ ὡς κολλούριον ἰατρικὸν ἐπὶ ἡμέρας γʹ. Ἔπειτα, ὅταν λεανθῇ, σύμμισγε στυπτηρίας σχιστῆς κεράτιον αʹ καὶ γράψας ὀδόντιζε.
Χρυσογραφία.
Χρυσᾶ πέταλα ἐλαστὰ μετὰ ὑδραργύρου τρῖβε εἰς θυΐαν καὶ οὕτως χρῶ γράφων ὡς μέλανι.
Ἄλλη.
Θείου ἀπύρου λίτρα στυπτηρίας σχιστῆς 𐆄 κόμμεως 𐆄 βρέξας τὸ κόμμι ὕδατι.
Ἄλλη.
Θείου ἀπύρου λίτρα, στυπτηρίας, σιδίου ξηροῦ τὸ ἐντός, καὶ τρίψας τὸ σίδιον καὶ τὸ θεῖον καὶ τὴν στυπτηρίαν λείαν εὖ μάλα μείξας ἐπιμελῶς τρῖβε καὶ χρῶ ὡς μέλανι γραφικῷ ἀνίων οἴνῳ ἀθαλάσσσῳ. Γράφε εἰς βίβλια καὶ διφθέρας.
Ἄλλη.
Χρυσογραφία χωρὶς χρυσοῦ· ἐλυδρίου μέρος αʹ, ῥητίνης καθαρᾶς μέρος αʹ, ἀρσενικοῦ χρυσίζοντος μέρος αʹ ὅ ἐστιν σχιστόν, κόμμεως καθαροῦ, χολῆς χελώνης μέρος αʹ, ὠῶν τοῦ ὑγροῦ μέρη εʹ, ἤτω δὲ τῶν ξηρῶν πάντων ἡ ὁλκὴ Σ κʹ, εἶτα ἐπέμβαλε τούτοις κρόκου κιλικίου Σ δʹ. Ποίει δὲ οὐ μόνον ἐπὶ χάρτου ἢ διφθέρας, ἀλλὰ καὶ ἐπὶ μαρμάρου ἐστιλβωμένου καὶ ἐάν τι ἄλλο καλὸν θέλῃς ὑποζωγραφῆσαι καὶ ποιῆσαι χρυσοειδές.
Χρύσωσις.
Χρύσωσις ὁμοίως ποιοῦσα· ἀρσενικοῦ σχιστοῦ χαλκάνθου, σανδαράκης χρυσίτιδος, ὑδραργύρου, τραγακάνθης, ἄρου τὸ ἐντός, ἴσα συλλειώσας χολῇ αἰγείᾳ. Τοῖς χαλκοῖς ἐκ πυρὸς καὶ ἀργυροῖς καὶ ταῖς εἰκόσι καὶ ἀσπιδίοις ποίει τόδε. Τὸ δὲ χαλκοῦν μὴ ἐχέτω δάσος.
Ἄλλη.
Μίσυος μεταλλικοῦ Σ γʹ, στυπτηρίας μεταλλικῆς Σ γʹ, ἐλυδρίου Σ αʹ, παράχεε οὖρον ἀφθόρου παιδὸς καὶ τρῖβε ἕως γένηται γλοιῶδες καὶ κατάβαπτε.
Ἄλλη.
Λαβὼν κύμινον καὶ λειώσας ἔασον εἰς ὕδωρ ἡμέρας γʹ βρέχεσθαι, τῇ δὲ δʹ ἀνασπάσας κατάχριε τὰ χαλκᾶ ἢ ὃ ἂν βούλῃ. Ἔστω δὲ πεπωμασμένον τὰς γʹ ἡμέρας.
Χρυσογραφία.
Πέταλα χρυσίου τρίψας κόμμει ἀποξηράνας χρῶ ὡς μέλανι γραφικῷ.
Ἀργυρογραφία.
Ἀργυρᾶ γράμματα γράψαι· λιθαργύρου Σ δʹ μετὰ κόπρου περιστερᾶς καὶ ὄξους λεάνας, γράφε ἐν γραφίῳ πεπυρομένῳ.
Ἀσήμου καταβαφή.
Κινναβάρεως, κιμωλίας, στυπτηρίας ὑγρᾶς ἴσα ἄνες ὕδατι θαλασσίῳ καὶ πύρου καὶ κατάβαπτε πλειστάκις.
Ἀργύρου χρῶσις.
Ὥστε μηδὲ ἐκμάσσεσθαι εἰ μὴ πυρί. Χρυσόκολλαν καὶ ψιμύθιον καὶ γῆν χίαν καὶ ὑδράργυρον συλλειώσας παράσταζε μέλι καὶ προνιτρώσας τὰ σκεύη κατάχριε.
Κασσιτέρου σκληρασία.
Χωνεύων αὐτὸν στυπτηρίαν σχιστὴν καὶ χάλκανθον μείξας καὶ ἑνώσας λεῖά τε ποιήσας ἐπίπασσε καὶ ἔσται σκληρός.
Ἀσήμου ποίησις.
Κασσιτέρου χρηστοῦ μνᾶν αʹ, πίσσης ξηρᾶς Σ ιγʹ, ἀσφάλτου Σ ηʹ εἰς χύτραν καινὴν περιπηλώσας χώνευε, εἶτα προψύξας πρόσμισγε χαλκοῦ τροχικοῦ Σ κʹ καὶ ἀσήμου πρώτου Σ γʹ καὶ μαγνησίας λείας Σ ιβʹ. Χωνεύσας ποίει ὃ θέλεις.
Ἀσήμου ποίησις Αἰγυπτίου.
Ὡς Φιμήνας ἐποίει ὁ Σαΐτης. Λαβὼν χαλκὸν κύπριον τὸν ἀνείμενον ἐκκάθαρον ὄξει καὶ ἁλὶ καὶ στυπτηρίᾳ, εἶτα ἐκκαθάρας χώνευε ἐπιβαλὼν ταῖς Σ κʹ ψιμυθίου ἀδόλου Σ γʹ καὶ λιθαργύρου χρυσίζοντος Σ βʹ. Ἔσται λευκὸν. Εἶτα ἐπίβαλλε ἀσήμου ἁπαλωτάτου καὶ ἀμέμπτου Σ βʹ. Δείξει σοι αὐτό· ἔπεχε χωνεύων μὴ ὑποστῇ. Οὐκ ἐστὶν ἰδιώτου ἀλλὰ ἐμπείρου καὶ βήσεται καλῶς.
Ἄλλη.
Ἀσήμου ποίησις ἀληθῶς γινομένη πρὸς ἀληθείαν κρείσσων ἀσήμου· λαβὼν ὀρείχαλκον ὅσον ὁλκὴν αʹ, ἔσβαλε εἰς χῶνον ἕως χυθῇ καὶ πρόσβαλε ἁλὸς ἀμμωνιακοῦ ἢ καππαδοκικοῦ 𐅻δʹ καὶ ἐπιχώνευσον, καὶ προσδὸς στυπτηρίας σχιστῆς ὁλκῆς ὅσον κυάμου Αἰγυπτίου καὶ ἐπιχώνευσον, καὶ προσδὸς σανδράκης μὴ τῆς χρυσιζούσης ἀλλὰ τῆς λευκανθιζούσης τῆς σαπρᾶς 𐅻αʹ, εἶτα μετακένου εἰς ἕτερον χῶνον προκεχρισμένον γῇ χίᾳ, εἶτα χωνεύσας προσδίδου τὸ τρίτον μέρος ἀμώμου καὶ χρῶ.
Ἄλλη.
Λαβὼν κασσιτέρου 𐅻ιβʹ, ὑδραργύρου 𐅻δʹ, γῆς χίας 𐅻βʹ, χώνευε τὸν κασσίτερον, ἔμβαλε τὴν γῆν λελειωμένην, ἔπειτα τὴν ὑδράργυρον, κίνει σιδήρῳ, ἀνάπλασσε σφαιρία.
Χρυσίου δίπλωσις.
Βαρύτερον ἐργάζεσθαι τὸν χρυσὸν τῆς τοῦ χρυσοῦ ὁλκῆς. Καδμίας τὸ τέταρτον συγχώνευε καὶ βαρύτερος μὲν σκληρότερος δὲ ἀποβήσεται.
Ἄλλη.
Δολοῦται χρυσὸς εἰς αὔξησιν μισύει καὶ γῇ σινωπίδι ἰσοστάσιος, πρῶτος ἐμβαλλόμενος εἰς τὴν κάμινον καὶ αὐτῷ γενομένῳ κατὰ τὴν χώνην ἱλαρῶς ἐπεμβάλλεται ἑκάστου πρὸς λόγον ὥστε διπλασιοῦται.
Ἄλλη.
Ὕδατος θείου εὕρεσις· ἀσβέστου δραχμὴν μίαν, θείου τὸ ἴσον προλελειωμένον συνθεὶς ἐν ἀγγείῳ ἔχε ὄξος δριμὺ ἢ οὔρου ἀφθόρου. Ὑπόκαιε ἕως τὸ ὑγρὸν τὸ ἐπιπεμφθὲν ὡς αἶμα φανῇ, ὅπερ ἀποσειρώσας διὰ τὴν τρυγίαν καθαρίως χρῶ.
Ὁ ἄσημος οὕτως ἀραιοῦται.
Πεταλωθεὶς καὶ χριόμενος ὑδραργύρῳ προκισηρισθέντος τοῦ πετάλου καὶ ἐπιπάσσεται ὁ πυρίτης οἰκονομηθεὶς οὕτως καὶ τίθεται ἐπὶ ἀνθράκων ὡς ἀναξηρανθῇ καὶ θεωρισθῇ χρόαν τοῦ πετάλου ἀλλοιωθείς· ἀναφεύγει γὰρ ἡ ὑδράργυρος καὶ ἀραιοῦται τὸ πέταλον καὶ μίσγεται τῇ χωνίᾳ χρυσοῦ μέρος αʹ, ἀργύρου μέρη δʹ, καὶ μιγέντων αὐτῶν ἐπίβαλλε εἰς τοῦ ἀγγείου τὸ ἀρσενικὸν χρυσοῦν, χωρὶς πυρίτου, ἁλὸς ἀμμωνιακοῦ, χαλκίτεως, κυάνου καὶ λειοτριβεῖς ὕδατος θείου, ὀπτᾷς, ἐπιπάσσεις μετὰ τὴν ὑδράργυρον.
Κάτοχος ἀγχούσης.
Οὖρον προβάτειον ἢ κόμμαρι ἢ ὑοσκυάμους ὁμοιώς καὶ τόπῳ νεʹ.
Ἄνεσις ἀγχούσης.
Ἀνίεται ἡ ἄγχουσα στροβιλίοις καὶ τοῖς ἔντος τῶν περ … σικῶν καὶ ἀνδράχνῃ καὶ χυλῷ σευτλίου καὶ φαίκλῃ καὶ οὔρῳ καμήλου καὶ τῷ ἐντὸς τῶν κιτρίων.
Κάτοχος ἀνχούσης.
Κοτυληδόνα καὶ στυπτηρίαν ἐξ ἴσου μίξας λειοτρίβει καὶ ἐπίβαλε τὴν ἄγχουσαν.
Φάρμακα στυπτικά.
Μελαντηρία, χάλκανθος κεκαυμένος, στυπτηρία, χαλκῖτις, κιννάβαρι, ἄσβεστος, σίδιον ῥοᾶς, ἀκάνθης κεράτια, οὖρον σὺν ἀλοῇ, ταῦτα ὡς πρὸς βαφάς.
Πορφύρας ποίησις.
Λίθον φρύγιον κόψας λεπτὸν ζέσας καὶ χαλάσας τὸ ἔριον ἄφες ἕως ψυγῇ. Ἔπειτα βαλὼν εἰς ἄγγος φύκους μνᾶν αʹ ζέσον καὶ ἐπέμβαλλε τὸ ἔριον καὶ ἐάσας ψυγῆναι κλύζε θαλάσσῃ, ἥκουσα δὲ πρόκλυσις δέ, καὶ ὁ φρύγιος πρὸ τοῦ κοπῆναι ὀπτᾶται μέχρι οὗ πορφυροῦς γένηται.
Πορφύρας βαφή.
Ἄσβεστον μεθʼ ὕδατος βρέξον καὶ ἄφες καταστῆναι νύκτα αʹ, καὶ ἀποσιρώσας κάθες τὸ ἔριον εἰς τὸ ὑγρόν ἡμέραν αʹ καὶ ἄρας ξήρανον, καὶ ἄγχουσαν βρέξας ὄξει ζέσον καὶ ἐπίβαλε ἐκεῖ τὸ ἔριον καὶ ἀναβήσεταί σοι κογχυλιωτὸν καὶ διὰ ὕδατος δὲ καὶ νίτρου ζεσθεῖσα ἀνίησι χρῶμα κογχύλιον. Εἶτα ξηράνας αὐτὸ ἐπίβαπτε τρόπῳ τῷδε· φῦκος ὕδατι ζέσον καὶ ὅταν ἐξεράσῃ ἐπίβαλλε μικρὸν χάλκανθον πρὸς ὄφθαλμον ἵνα πορφυροῦν γένηται καὶ τότε χάλα τὸ ἔριον καὶ γίνεται. Ἐὰν δὲ περισσότερον βάλῃς χαλκάνθιον, μελάντερον γίνεται.
Ἄλλη.
Κάρυα διάτριψον καὶ μετʼ αὐτῶν ἄγχουσαν καλήν, εἶθʼ ὅταν τοῦτο ποιήσῃς, ὄξος ἐπίβαλλε δριμὺ καὶ πάλιν τρῖβε βαλὼν ἐκεῖ σίδιον καὶ ἔασον ἡμέρας γʹ καὶ μετὰ τὰ γʹ κάθες ἐκεῖ τὸ ἔριον καὶ ἔσται ψυχροβαφής. Λέγεται δὲ ὅτι παιδερώτινον γίνεται ἐμπορφυρίζον καὶ μετὰ νίτρου βερνικαρίου βραχὺ ἀντὶ τοῦ καρύου τὸ αὐτὸ ποιεῖ.
Ἄλλο.
Στρούθισον τὸ ἔριον καὶ ἔχε ἐν ἑτοίμῳ στυπτηρίαν σχιστὴν καὶ κηκίδος τὸ ἔσω. Τρίψας βάλε μετὰ τῆς στυπτηρίας εἰς χυτρίδιον καὶ ἐπιβαλὼν ἔασον ὥρας ὀλίγας καὶ ἄρας ἔασον ξηρανθῆναι. Προγεγονέτω δέ σοι ἡ ἀγωγὴ αὕτη· φαίκλην τρίψας βαλὼν εἰς ἀγγεῖον ἐπίβαλε ὕδωρ καὶ ταράξας ἔα καταστῆναι, εἶτα ἀποσιρώσας τὸ καθαρὸν ὕδωρ εἰς ἕτερον ἀγγεῖον ἔχε ἐν ἑτοίμῳ. Λαβὼν δὲ ἄγχουσαν καὶ βαλὼν εἰς ἀγγεῖον τῷ ὕδατι τῆς φαίκλης μεῖξον ἕως ἐπιμελῶς ἐμπαχυνθῇ καὶ γένηται ὡς ἀμμῶδες, τότε ἐπίβαλε εἰς ἀγγεῖον ὑπὸ χεῖρα τρίβων ἐκ τοῦ προκειμένου ὕδατος τοῦ τῆς ἀγχούσης. Εἶθʼ ὅταν γένηται ὡς γλοιῶδες, βαλὼν αὐτὸ εἰς χυτρίδιον προσεπίβαλε τὸ λοιπὸν ὕδωρ τῆς ἀγχούσης καὶ ἔα ἕως αὐτὸ χλιαρὸν ποιήσῃς, καὶ τότε χαλάσας τὸ ἔριον ἄφες ὡς ὥρας ὀλίγας καὶ εὑρήσεις πόρφυραν μένουσαν.
Ἄλλο.
Λαβὼν ἄγχουσαν λαοδικίνην λέπισον καὶ λαβὼν τὰ λεπίσματα εἰς θυΐαν τρῖβε λεῖα ὡς στίμι καὶ ἐπίβαλων ὑδαρέστερον ὑδρόμελι πάλιν τρῖβε, εἶτα τετριμμένον αὐτὸ μετάβαλε εἰς ἀγγεῖον καὶ ζέσον. Ὅταν δὲ εἰδῇς ὅτι κεχλίανται κάθες τὸ ἔριον καὶ ἔα ἐγκοιτασθῆναι. Ἔστω δὲ τὸ ἔριον ἐστρουθιμένον καὶ ἐστυμμένον, καὶ τότε λαβὼν αὐτὸ κάθες εἰς ὕδωρ ἀσβέστου καὶ ἔασον συμπιεῖν, εἶτα ἄρας ἀπόπλυνον θαλάσσῃ μὴ λίαν καὶ ψῦξον καὶ ἔνικμον πάλιν καθὲς εἰς τὴν ἄγχουσαν καὶ ἔα ἐγκοιτασθῆναι.
Ἄλλο.
Λαβὼν τὸ αἷμα τὸ ἄνωθεν ἐκ τῆς ἀγχούσης καὶ κηκίδα ὀμφακίνην μίαν καύσας ὀπτανίῳ καὶ τρίψας μετὰ μικροῦ χαλκάνθου καὶ μείξας τῷ αἵματι ζέσας βάπτε πόρφυραν.
Ἀντιγλαυκισμός.
Ἀντὶ τοῦ γλαυκίσαι λαβὼν σκωρίαν σιδηρίου κόψον ἐπιμελῶς ἕως γένηται ὡς σμῆγμα καὶ ζέσον μετʼ ὄξους ἕως σκληρὸν γένηται καὶ χάλα τὸ ἔριον προστρουθιμένον καὶ προστυμμένον, καὶ εὑρήσεις αὐτὸ πορφυρίζον, καὶ οὕτως βάπτε χρώμενος αἷς ἔχεις βαφαῖς.