Creation Rather of the WholeΠοίησις μᾶλλον τοῦ παντός
Alchemist I Creation Rather of the Whole PDF
The ancient Greek alchemical treatise Creation Rather of the Whole, also known as The Making of the All, is attributed to an author designated by modern scholars as Alchemist I, a figure belonging to the Pseudo-Democritus corpus. It constitutes a core component of the foundational Greco-Egyptian work Physical and Mystical Things. This practical manual is primarily concerned with processes for the imitation of precious metals and the production of dyes. Its content details recipes for the transmutation and imitation of metals, with a particular focus on creating gold and silver, alongside methods for preparing dyes such as the prized purple. These technical procedures are framed within a theoretical understanding of matter derived from pre-Socratic philosophical traditions. The text survives as part of the larger Pseudo-Democritean collection in later Byzantine manuscripts, notably the tenth- or eleventh-century Marcianus graecus 299. Its influence extended through translations into Syriac and Arabic, where it informed Islamic alchemical practice before its eventual transmission to medieval Latin Europe. As a principal element of Physical and Mystical Things, this treatise was instrumental in establishing the literary genre and technical vocabulary of Western alchemy. Its concepts concerning the manipulation of matter were later elaborated by significant figures such as Zosimos of Panopolis and provided a foundational basis for subsequent medieval alchemical traditions.
| 1 | ΠΟΙΗΣΙΣ ΜΑΛΛΟΝ ΤΟΥ ΠΑΝΤΟΣ Ἀλλ’ ἐπειδὴ τῆς ἀμφοτέρων διαιτήσεως οὐκ ἀφῃρέθη τὸ κάλυμμα, δίκαιον ἐξ ὑπαρχῆς τὴν ποίησιν τοῦ παντὸς ὑμῖν κόμεως διαγράφειν. Τὸ ξανθὸν μόριον, λέκιθος ἐζεσμένη, λειοῦται ἀσφαλῶς ἐν τῷ χρυσοκομίῳ (?) τῆς τέχνης, ὅ ἐστιν οὐκ ἐν θυείᾳ καὶ δοίδυκι, ἀλλ’ ἐν ὀργάνοις μασθωτοῖς εἰσαγομένοις εἰς πύρωσιν χρυσοκομίῳ (?) θερμῷ. Τοῦτο δὲ τὰ ληφθέντα συνενοῦνται τοῖς μὴ ληφθεῖσιν ἐν σκιᾷ λειωθέντα. Ταῦτα οὖν ἑνούμενα δὶς ἀνασπῶνται, καὶ τὸ μένον κάτω πάλιν συσσήπεται τῷ ἄνω, οὐκ ἐν τοῖς θρεπτικοῖς ὀργάνοις τοῖς ἔχουσιν τοὺς κρουνοὺς, ἀλλ’ ἐν τοῖς πολοειδέσιν, καὶ τῇ πραείᾳ θέρμῃ ἐντὸς ἡμερῶν μʹ, πλεῖον ἢ ἔλασσον, ἵνα διὰ τῆς σήψεως ἀμετάβλητον φυλαχθῇ τὸ εἶδος. |
| 2.277 | Ὥσπερ γὰρ ἡ κιννάβαρις ἐν τοῖς λέβησιν ὀπτωμένη πάντοθεν πεφιμωμένοις οὖσιν ἀναδίδωσιν τὴν ὑδράργυρον, ἥ ἐστιν ὕδωρ θεῖον λευκὸν καὶ ἄργυρος ὄνομα, ἥ ἐστι ἀποδιδράσκουσα τὰ ἀπολλώνια, «καθάπερ τίς δάφνη παρθένος εἰς τὰ πώματα τῶν λεβήτων ἑαυτὴν αἰωρεῖ,» ἐπαγόμενον ἑνοῦν μετὰ τὴν καθαίρεσιν τοῦ πυρὸς εὑρίσκεται καὶ συλλέγεται πυρίφευκτος οὖσα, οὕτως καὶ ἡ ὑδράργυρος ἡ ἀπὸ τῆς τεχνικῆς κινναβάρεως τῆς σπάνης, τουτέστι τῆς σπανίως εὑρισκομένης, τῆς φρυγίας, λέγω δὴ τῆς φριττομένης ἐτοίμι, τάχα δὲ κυριώτερον τῆς καλουμένης καὶ φρυγίας καὶ ἀποδιδρασκούσης ῥαδίως οὐ μόνον τὸ πῦρ, ἀλλὰ καὶ τὴν ἔρευναν τῶν φρενῶν, αἰθερῶδες πνεῦμα γεγῶσαν. Πρός τε τὸ ὑπερκείμενον ἡμισφαίριον ἀναδραμοῦσα κάτεισί τε καὶ ἄνεισι, τὸ δραστήριον τούτου ἀποφεύγουσα, ἕως ἂν τὴν δραπετὶν ὁρμὴν ἀποθεμένη, τοῦ λοιποῦ σῶφρον γενομένη· οὐκέτι γενόμενον, ἀλλὰ καὶ δυσκάθεκτον καὶ θανατῶδες· περὶ οὗ φησιν ὁ Ἀπόλλων ἐν τοῖς χρησμοῖς· ... καὶ πνεῦμα μελάντερον, ὑγρὸν, ἄχραντον. Τοῦτο λοιπὸν πησσόμενον, πήσσει, καὶ κατεχόμενον, κατέχει· καὶ τοῦτο φάσκουσιν ὡς τὸ πέρας τῆς τέχνης· ὁ σοφὸς ἀνακέκραγεν Ζώσιμο ς · «Πήγνυται δὲ αὐτὴ τῇ ὁμοίᾳ νεφέλῃ»· καὶ τοῦτό ἐστιν τὸ λεγόμενον τῷ φυσικῷ φιλοσόφῳ· «Τὰ θειώδη βάπτουσι καὶ φεύγουσιν, κατέχονται δὲ ὑπὸ τοῦ συγγενοῦς ὑδραργύ ρου. Τὸ γὰρ θεῖον λοιπὸν ἕως μιγῇ καὶ τῷ θείῳ θεῖον κρατηθῇ, . |
| 2.277 | καὶ τὸ ὑγρὸν ὑπὸ τοῦ καταλλήλου ὑγροῦ.» Διὰ τοῦτο Ζώσιμος ἔλεγεν ἐν βίβλῳ κλειδῶν· «Τάχα οὖν ὑπὸ ἄλλης φύσεως ἡ νεφέλη κατέχεται· ἀκόλουθον ὅτι ἡ φύσις τὴν φύσιν κρατεῖ». Οἱ δὲ ταῦτα θεώμενοι, φησὶν ὁ Δημόκριτο ς , ἀνακεκρά γασιν λέγοντες· «Ὦ φύσεις οὐρανίων φύσεων δημιουργοί! Ὦ φύσεις παμμεγέθεις ταῖς μεταβολαῖς νικῶσαι τὰς φύσεις!» φύσεις οὐρανίους τὰ πολοειδὴ ὄργανα ὀνομάζων, ἐν οἷς τὴν τε γάσαντο καὶ τὴν ἄρσιν τῶν ὑδάτων· οὐ τῶν πρώτων ὑδάτων μόνον φημὶ τῶν διχαζομένων, ἀλλὰ καὶ τῶν ἐσχάτων, ἅπερ οὐχ ὑποδέξονται σταθμοῦ, ἀναγκαῖον μιγνύμενα τοῖς ἀσήπτοις· κἄντε γὰρ ἴσον βάλῃς, ἢ ἔλαττον, ἢ πλεῖον, οὐκ ἀδικηθήσῃ. Κάλλιον· μᾶλλον δὲ, ἧττον βαλέσθαι τὸν χαλκὸν τῷ λειπομένῳ συνθέματι, διὰ τὸ λέγειν Δημόκριτο ν · «Δεῖ δὲ ἔχειν αὐτὸν καὶ ὀλίγον θεῖον ἄπυρον, ἵνα διαδύῃ τὸ φάρμακον ἐντός»· ὀλίγον εἰπὼν θεῖον ἄπυρον ὅ ἐστιν ἄκαυστον, τουτέστιν τὸν χαλκόν. Καὶ πάλιν ἀεὶ τὸ τέταρτον τοῦ ἀσήμου κατέχειν τὸν χαλκὸν, ἄσημον καλῶν τὸν χαλκὸν, διὰ τὸ ἄγνωστον. Χαλκὸν δὲ τὸ πρῶτον ὕδωρ τὸ ἔνσκιον καὶ φευκτὸν, ἀπὸ μεταφορᾶς τοῦ ἐπισκίου χαλκοῦ· χαλκὸς γὰρ ἄσκιος οὐδέποτε γίνεται, ὥς φησιν ἡ Μαρί α . Χαλκὸς δὲ ἄσκιος γίνεται καλυπτομένης αὐτοῦ τῆς σκιᾶς, τουτέστιν τῆς φυγῆς διὰ τῆς οἰκονομίας. |