Anonymous DissertatiEarthquakesἈνωνύμου πραγματεία περὶ σεισμῶν
Earthquakes Treatise Anonymous DissertatiEarthquakes PDF
The anonymous Greek treatise On Earthquakes is a brief work belonging to the genre of paradoxography, which specialized in compiling accounts of marvels and unusual natural phenomena. The text consists of four passages describing specific, historically attested earthquakes and their extraordinary effects, such as cities being swallowed by the earth, the sudden emergence of new islands, and the dramatic diversion of rivers. This focus on thaumata, or wonders, aligns with the paradoxographical tradition's preference for recording sensational events rather than constructing systematic scientific theories. The treatise is preserved in a single manuscript, the 13th- or 14th-century Parisinus Graecus 1630, a composite codex containing various paradoxographical works. Its significance lies in its illustration of the methods and interests of the paradoxographical genre, providing evidence for how catastrophic natural events were recorded as marvels in antiquity, distinct from contemporaneous philosophical or meteorological explanations. As such, it contributes to the understanding of the reception and popular transmission of natural historical knowledge in the Greco-Roman world.
| 172 (1t) | ANONYMI DISSERTATIO DE TERRAE MOTIBUS IN CODICE LAURENTIANO 28, 34 (SAEC. XI) FOL. 110 SQ. ΦΥΣΙΚΗ ΘΕΩΡΙΑ ΠΕΡΙ ΤΩΝ ΓΙΝΟΜΕΝΩΝ ΣΕΙΣΜΩΝ ΩΣ ΟΙ ΠΑΛΑΙΟΙ Καθόλου τοίνυν περὶ τῶν ἐν τῇ γῇ γινομένων σεισμῶν καὶ τῆς τούτων αἰτίας, καθὰ τοῖς παλαιοῖς διείληπται, ῥητέον δυσεπηβόλου τε καὶ σχεδὸν ἀτεκμάρτου αὐτοῖς τοῦ τοιούτου εἴδους καταληφθέντος· ἐπεὶ τοίνυν τοῖς περὶ τὴν γῆν πάθεσιν μίαν ἐκ πασῶν τὴν περὶ τοῦ καταγείου πυρὸς αἰτίαν τέως ἀποδεχομένους ὁρῶμεν, ἐπεὶ καὶ τοὺς τόπους, ἐν οἷς συνεχῶς σάλοι συμβαίνουσιν, ἐπετήρησαν. καὶ γὰρ τὸ πῦρ διεργαζόμενον cetera quae apud Lydum cap. 53 p. 107 v. 14 usque ad p. 109 v. 10 leguntur. οἱ δέ γε τῶν φυσικῶν ἀκριβέστερον περὶ σεισμῶν ἀναλαβόντες τὴν αὐτῶν γένεσιν οὕτως πώς φασιν. ἔστι φανερὸν ὅτι ἀναγκαῖον καὶ ἀπὸ ὑγροῦ καὶ ἀπὸ ξηροῦ γίνεσθαι ἀναθυμίασιν cetera quae leguntur per totum caput octavum Aristotelis meteorologic. |
| 173 | lib. II; et explicit: περὶ μὲν οὖν σεισμῶν καὶ ὅντινα τρόπον γίγνονται τὰ παρὰ τῶν παλαιῶν εὑρήματα τοσαῦτα. ΠΕΡΙ ΣΕΙΣΜΩΝ ΠΡΟΣΗΜΕΙΩΣΕΙΣ Ἃ δὲ καὶ περὶ τοῦ προγνῶναι τὴν αὐτῶν γένεσιν, ὅσον κατὰ δύναμιν ἀνθρώποις ἐσημειώθη, συναγαγόντες εἰς ἓν σύνοπτον παραθεῖναι διέγνωμεν. λέγεται τοίνυν σημαίνεσθαι σεισμὸς τῶν κακοποιῶν ἀστέρων ἐν τοῖς ἐπισήμοις τῷ πάθει ζωδίοις γιγνομένων. Κρόνος 〈ἐν〉 ταύρ ῳ. Κρόνος μὲν γὰρ εἰς τὸν ταῦρον τὴν μετάβασιν ποιούμενος σεισμὸν ὡς ἐπὶ τὸ πλεῖστον ποιεῖ κατὰ τόπους καὶ μάλιστα ἐν ταῖς χώραις καὶ πόλεσιν, ἐν αἷς ὑπάρχει ἡ τοῦ ταύρου δεσποτία. ὁ δ’ αὐτὸς ἀστὴρ τοῦ Κρόνου καὶ φάσιν ποιούμενος ἐν τῷ πρώτῳ δεκανῷ τοῦ ταύρου σεισμοὺς κατὰ τόπους ποιεῖ. Κρόνος 〈ἐν〉 διδύμοι ς. ἐν δὲ τοῖς διδύμοις ὁ Κρόνος γενόμενος καὶ ἐν τοῖς βορείοις ἐλθὼν τούτου τοῦ ζωδίου μέρεσι σεισμοὺς κατὰ τόπους ποιεῖ. Κρόνος 〈ἐν〉 καρκίν ῳ. ἔτι δ’ ἐν καρκίνῳ τὴν μετάβασιν ὁ Κρόνος ποιούμενος σεισμοὺς ποιεῖ. Κρόνος 〈ἐν〉 σκορπί ῳ. ἐν δὲ τῷ τρίτῳ δεκανῷ τοῦ σκορπίου φάσιν ὁ Κρόνος ποιούμενος σεισμὸν γενέσθαι σημαίνει. Ἄρης 〈ἐν〉 ταύρ ῳ. Ἄρης δ’ ἐν ταύρῳ διὰ μέσου τοῦ ζωδίου γινόμενος σεισμῶν ἐστι κινητικός. |
| 174 | ἐν δὲ τοῖς διδύμοις ὁ αὐτὸς ἀστὴρ γινόμενος καὶ ἐν τοῖς βορείοις τοῦ ζωδίου μέρεσιν ἐλθὼν σεισμὸν ποιεῖ. ἐν καρκίνῳ δὲ Ἄρης φάσιν ποιούμενος ἐν τῷ πρώτῳ δεκανῷ σεισμὸν σημαίνει. ἥλιος 〈ἐν〉 ὑδροχό ῳ. καὶ ἥλιος δὲ ἐκλείπων ἐν τῷ δευτέρῳ δεκανῷ τοῦ ὑδροχόου σεισμοὺς σημαίνει. ἥλιος 〈ἐν〉 ἰχθύσι ν. ἔτι δὲ ἐκλείπων ὁ ἥλιος ἐν τῇ πρώτῃ δεκαμοιρίᾳ τῶν ἰχθύων σεισμὸν ἐν ταῖς παραλίαις σημαίνει. σελήνη 〈ἐν〉 σκορπί ῳ. σελήνη δὲ ἐκλείπουσα ἐν τῇ πρώτῃ δεκαμοιρίᾳ τοῦ σκορπίου ἐνίοτε σεισμὸν σημαίνει. Καθόλου δὲ αἱ ὑπὸ γῆν ἐκλείψεις ἡλίου ἢ σελήνης σεισμοὺς ἀποτελοῦσιν ὡς ἐπὶ τὸ πλεῖστον. ἔτι τὰ προηγούμενα τοῦ δωδεκατημορίου τοῦ ταύρου καὶ μάλιστα τὰ κατὰ τὴν πλειάδα σεισμώδη γίγνεται, εἰ μή τις τῶν ἀγαθοποιῶν ἀστέρων ἐπίδοι. καὶ τὰ βόρεια δὲ τοῦ δωδεκατημορίου τῶν διδύμων σεισμώδη καθίσταται καὶ τὰ τοῦ δωδεκατημορίου τοῦ σκορπίου ἑπόμενα σεισμώδη φασίν. ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ τὴν οἰκοδεσποτίαν λαβὼν σεισμῶν ἀποτελεστικὸς περὶ τὸ κατάστημα. περὶ δὲ τὰς τῆς σελήνης ἐκλείψεις ἐνίοτε προσδοκᾶν χρὴ εὐθὺς γενέσθαι σεισμόν. ἐὰν δὲ μεθ’ ἡμέραν ἢ μικρὸν μετὰ δυσμὰς αἰθρίας οὔσης νεφέλιον λεπτὸν φαίνηται διατεῖνον καὶ μακρὸν οἷον γραμμῆς μῆκος εὐθύτητι διηκριβωμένον, σεισμὸν σημαίνει παραυτίκα. καὶ ψόφος δὲ γιγνόμενος ὑπὸ γῆν σεισμὸν σημαίνει. ὅταν δὲ σεισμὸς μέγας γένηται, πρότερον μὲν ἐπὶ τεσσαράκοντα ἡμέρας σείει· ὕστερον δὲ καὶ ἐπ’ ἐνιαυτὸν καὶ δύο ἔτη πολλάκις σείει κατὰ τοὺς αὐτοὺς τόπους. |
| 175 | Τοσαῦτα μὲν οὖν καὶ περὶ τῆς τῶν σεισμῶν προγνώσεως ἐσημειώθη παρὰ τοῖς παλαιοῖς· ἡμῖν δὲ νόμος καὶ ὅρος ἑκάστοτε καὶ ἐφ’ ἑκάστῳ τῶν συμβαινόντων ἄνωθεν τὸ θεῖον πρόσταγμα πιστεύεται, ἀρρήτῳ τινὶ προνοίας λόγῳ τοῦ πάντα πεποιηκότος θεοῦ κυβερνῶντος καὶ διοικοῦντος τὰ σύμπαντα. Σχόλιον ἀπὸ φωνῆς Συμεὼν μονάχου τοῦ χρυσογράφου εἰς τὰ προκείμενα δύο κανόνια περὶ σεισμῶν. τὸν ἀστέρα τὸν κύριον τῆς προγενομένης συνόδου ἢ πανσελήνου ἐπισκόπει καὶ τὸ πλάτος αὐτοῦ εἴτε βόρειόν ἐστιν ἢ νότιον, καὶ ἐπὶ ποίου βαθμοῦ τοῦ πλάτους ἕστηκεν ὁ ἀστήρ, καὶ ταῦτα ἐφευρίσκων εἰσέρχου τὰ προκείμενα κανόνια καὶ ἀναψηλαφῶν τὸ ζώδιον, ἐν ᾧ ὁ κύριος τῆς συζυγίας ἔτυχεν, ἀποφαίνου. |