eul_wid: rrg-bz
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Alchemical Treatise, Recension B by Alchemist I

The Chemical Treatise is a foundational manual of Greco-Egyptian alchemy, spuriously attributed to the philosopher Democritus and now associated with an anonymous author known as Pseudo-Democritus. Composed in Koine Greek around the second or third century CE, likely in Roman Egypt, the work is a practical guide focused on the dyeing and coloring of metals to imitate gold and silver. Its structure, as preserved in later sources, consists of numerous discrete passages that provide technical recipes. These detail laboratory procedures using substances like sulfur and mercury, describe specialized equipment, and stress the need for operations to be conducted under favorable astrological conditions. The text uniquely blends this hands-on craft with mystical philosophy, suggesting the art required both divine favour and secret knowledge.

The original Greek text is lost and known only through fragments. The work is a product of Alexandria, where Greek philosophy, Egyptian metallurgy, and Babylonian astrology merged. Its false attribution to Democritus was a common strategy to lend ancient authority to its contents. The treatise is thought to have been written for a community of early practitioners who saw the transformation of matter as both a technical and a spiritual pursuit. It was profoundly influential, cited by later alchemists like Zosimus of Panopolis, and its translations into Syriac and Arabic helped transmit core alchemical concepts into the Islamic world and, eventually, medieval Europe.

Ἀργύρου ποίησις.

Χαλκὸν τὸν κύπριον τὸν ἤδη εἰργασμένον καὶ ἔκτασιν ἔχοντα τῇ χρήσει κατάβαψον ὄξει βαφικῷ στυπτηρίᾳ τε, καὶ τρισὶν ἡμέραις ἔα βρέχεσθαι. Τότε δὴ χώνευε τῇ τοῦ χαλκοῦ μνᾷ γῆς Χίας ἁλός τε Καππάδοκος καὶ στυπτηρίας σχιστῆς ἐκ δραχμῶν ϛʹ ἀναμείξας. Ἔμπειρος δὲ χώνευε καὶ ἔσται σπουδαῖος. Πρόσβαλε δὲ ἀργύρου καλοῦ καὶ δοκίμου τοῦ ἁπλοῦ μὴ πλείω 𐅻κʹ, ὃ διαφυλάξει τὴν σύμπασαν μεῖξιν ἀνεξάλειπτον.

Ἄλλο.

Εἰς δὲ Δημόκριτον Ἀναξίλαος ἀναφέρει καὶ τόδε. Τοὺς κοινοὺς ἅλας ἅμα στυπτηρίᾳ τῇ σχιστῇ λεάνας εὖ μάλα σὺν ὄξει καὶ ἀναπλάσας κολλούρια ταῦτʼ ἐπὶ τρεῖς ἡμέρας ἔψυχεν ἐν βαλανίῳ κἄπειτα λεάνας συνεχώνευε τὸν χαλκὸν ἐπὶ τρεῖς καὶ ὕδατι θαλαττίῳ κατασβεννύων ἔψυχεν. Ἐλέγξει τὸ ἀποβησόμενον ἡ πεῖρα.

Ἄλλο.

Κασσίτερον λευκόν τε καὶ μαλακὸν τετράκις καθήρας κἀκ τοῦδε μέρη ϛʹ χαλκοῦ τε γαλατικοῦ λευκοῦ μνᾶν αʹ συγχωνεύσας σμῆχε καὶ σκεύαζε ὃ θέλεις, καὶ γίνεται ἄργυρος ὁπρῶτος, ὡς καὶ τοὺς τεχνίτας λανθάνειν ὅτι ἐξ οἰκονομίας τοιᾶσδε συνέστη.

Κασσιτέρου κάθαρσις.

Ἡ δὲ τοῦ κασσιτέρου κάθαρσις τοῦ χωροῦντος ἐς τὴν τοῦ ἀργύρου κρᾶσιν ἥδε· κασσίτερον καθαρὸν ἔα ψυγῆναι καὶ ἀλείψας ἐλαίῳ τε καὶ ἀσφάλτῳ ἐκ τετάρτου χώνευε καὶ πλύνας ἀπόθου καθαρίως. Πρόσβαλλε τοῖς τέτταρσιν τοῦ ἀργύρου τοῦδε μέρη ϛʹ καὶ χαλκοῦ τοῦ γαλατικοῦ μέρη ζʹ καὶ λήσεται προκείμενον ὡς ἀργύρωμα.

Ἀργύρου διπλασιασμός.

Οἰκονομίαις γίνεται διαφόροις. Τὸν κύπριον χαλκὸν ἐξιωμένον σὺν ἁλοσάχνῃ ἑξάκις χωνεύσας ἐπίβαλε τὸν ἄργυρον εἰς διπλασιασμόν.

Ἄλλο.

Τὰ ἀποκόμματα τῶν τοῦ χαλκοῦ πετάλων ἅλμῃ κατάβαπτε καὶ στυπτηρίᾳ στιλβάδι τε ἀνιμένῃ γλυκεῖ ὕδατι ἀπόβρεχε ἡμέρας ϛʹ. Εἶτʼ ἐπιβάλλων ἠρέμα τὸν ἄργυρον χώνευε.

Ἄλλο.

Πρὸς δὲ ταῖς καὶ ἤδη· χαλκοῦ γαλατικοῦ μέρος 𐅻, ἀργύρου τε κασσιτέρου τε τοῦ σπουδαιοτάτου, ὃν δὴ βούλλαν ἐπονομάζουσιν Ἰβηρῖται οἱ ἑσπέριοι, παρʼ οἷς γίνεται, καὶ Ῥωμαῖοι ὁμοίως. Χωνεύεται πρῶτος ὁ χαλκός, εἶθʼ ὁ ἄργυρος καὶ μετὰ δύο διαπυρώσεις ὁ κασσίτερος. Ἔπειθʼ ὅταν μαλακυνθῇ, πολλάκις ἀναχώνευε καὶ κατάψυχε ἔχων ἑτοίμην στιλβάδα ἀνιμένην ὕδατι πηγαίῳ. Ταύτην τὴν μᾶζαν ἐξελὼν κατασβέννυε, πάλιν τε πύρου καὶ πολλάκις καὶ μέχρι γένηται λευκότατος ὁ ἄργυρος. Εἶτʼ ἐλάσας αὐτὸν καὶ πλατύνας ἀνάτριβε κουφολίθῳ σμῶν, οὕτω τε κατεργάζου. Καὶ ἡ τρίπλωσις γίνεται τῷ αὐτῷ τρόπῳ καταμεριζομένων τῶν ὁλκῶν, ᾧ πρόκειται.

Ἡ δὲ ἀνέκλειπτος μᾶζα κατασκευάζεται πάλιν τῇδε τάξει τῆς διπλώσεως. Ἀφελὼν γὰρ τῆς μάζης 𐅻ηʹ ἀναχώνευε τοσαύτας ἀργύρου μιγνὺς καὶ τοῦτο ποιήσας τρὶς κατάψυχε καὶ εἰς τὸν κουφόλιθον ἀποτίθει.

Ἀργύρου ποίησις.

Ἀγόρασον ἄνθρακας, οἷς οἱ χαλκεῖς χρῶνται, καὶ ἔμβρεξον αὐτοὺς ὄξει ἡμέραν αʹ. Μετέπειτα λάβε χαλκοῦ ὀγκίαν αʹ, στῦφε δὲ αὐτὸν τῇ μάλα στυπτηρίᾳ καὶ οὕτως χώνευε. Εἶτα λάμβανε ὑδραργύρου ὀγκίας ηʹ, κενώσεις δὲ αὐτὸν τὸν ὑδράργυρον εἰς κένωμα μήκωνος. Λάμβανε δὲ καὶ ἀργύρου ὀγκίαν αʹ. Ταῦτα εἰς ἓν ποιήσας χώνευε. Καὶ ὡς ἂν χωνεύσῃς αὐτὸν τὸν βῶλον, εἰς ἄγγος χαλκοῦν βάλε μετὰ οὔρου φοράδος καὶ ῥινήματος σιδήρου, ταῦτα ἡμέραις γʹ. Καὶ ἐξελών ἕξεις τὴν μόνην ἀμαύρωσιν φυσικὴν ἀληθείαν ἐμφαίνουσαν τῇ κράσει τῆς συσταθμίας.

Μαργαρίτου λεύκωσις.

Μαργαριτάρια κιρρὰ ὡς καπνιαῖα λευκὰ ποιῆσαι. Λαβὼν μέλι ἄδολον ὂν ὡς ὀβολὸν ἐπίβαλε ὕδατος λακκαίου κυάθους βʹ καὶ ποιήσας ὑδρόμελι βάλε εἰς πουλταρίδιον καὶ σύκου ῥίζαν συγκόψας βάλε κάτω. Καὶ ὅταν ἑψοῦντος σοῦ καχλάσῃ, ἄρας ἀπὸτοῦ πυρὸς λέανον σὺν τῷ ὑγρῷ καὶ ὅταν λεῖον γένηται ἀληθινὸν καὶ κινήσας καὶ ποιήσας ἄποχος σύμμετρον κατάχριε τὰ μαργαριτάρια καὶ ἔα παγῆναι. Καὶ ἀπόμασσε ῥάκει λινῷ καθαρῷ καὶ εὐθέως σοι δείξει τὴν λευκασίαν. Ἐὰν δέ σοι δόξῃ μήπω ἔκλευκα γεγονέναι, πάλιν ἐπίχρισον. Ὅσῳ γὰρ ἐπιχρίων ἐκμάσσεις, ἐκλευκότερα γίνεται. Μηκέτι δέ, ἂν ζέσῃ, ἐπιζέσῃς, ἀλλὰ ἐκ τοῦ αὐτοῦ χρῶ τούτῳ.

Ἄλλη.

Λαβὼν τὰ πινάρια ἢ τὰ μαργαριτάρια, εἰς γάλα κυνὸς χάλα καὶ ἔα ἡμέρας βʹ καὶ νύκτας ἐπιπωμάσας, καὶ ἔπαιρε αὐτὰ διειρμένα τριχὶ ὀνίᾳ καὶ ἐναπόβλεπε, εἰ γέγονε λευκά, εἰ δὲ μή, ἐπιχάλα, ἕως καλῶς ἔχῃ τοῦτο. Καὶ ἐὰν ἄνθρωπον χρίσῃς, λεπροῦται, τοσαύτην ἔχει ἐνέργειαν.

Ἄλλο.

Αὕτη δὲ καὶ χάρτας γεγραμμένους πάλιν ψᾶ, ὥστε δοκεῖν μηδέποτε γεγράφθαι. Λαβὼν ἀφρόνιτρον τῆξον εἰς ὕδωρ. Εἶτα κατὰ τὸ γεγενῆσαν νίτρωμα προσέμβαλε γῆς ἐμπάσας ὠμῆς μέρος αʹ καὶ γῆς κιμωλίας μέρος αʹ καὶ γάλα βόϊον, ὡς πάντα μιγέντα γενέσθαι γλοιώδη, καὶ προσμίξας σχίνου χυλοῦ κατάχρισον πτερῷ. Καὶ ἐάσας ξηρανθῆναι, εἶτα ἀπολέπισον, εὑρήσεις λευκά. Ἐὰν δὲ κατὰ βάθους ᾖ κιρρά, πάλιν ἐπίχριε, ἐὰν δὲ εἰς χάρτην, μόνα τὰ γράμματα χρῖε.

Ἄλλο.

Λαβὼν τοὺς μαργαρίτας πρόστυψον οὔρῳ ἀφθόρου παιδὸς καὶ στυπτηρίᾳ χρῖσον καὶ ξήρανον ἀπὸ τοῦ στύμματος. Εἶτα λαβὼν ὑδράργυρον καὶ γάλα κυνὸς πρόσφατον βαλὼν εἰς ἀγγεῖον ὀστράκινον ὁμοῦ πάντα κάε ἐπέχων τὸ γινόμενον. Ἄνθραξι δὲ χρῶ ξενικοῖς καὶ μαλακῷ πυρί.

Σαρδίου βαφή.

Ἄγχουσαν ἄνες ἐλαίῳ, εἶτα βάλε περιστερᾶς αἷμα καὶ σινωπίδος χνοῦν καὶ ὄξος βραχύ, ἴνα μὴ τὸ αἷμα παγῇ, καὶ χάλασον τὸν διοπτερίτην λίθον καὶ περιφιμώσας ἡμέρας ιʹ θὲς ὑπὸ δρόσον. Ἐὰν θέλῃς περίλευκον ποιῆσαι, λιθουργήσας γύρωσον τρίχα ἵππου καὶ περίδησον καὶ βάλε εἰς τὸ φάρμακον.

Σαπφείρου βαφή.

Τὸ δὲ σαπφείριον προβάπτεται χολῇ χελώνης καὶ μεταβάλλεται εἰς τὸν ζωμὸν τοῦ ἀμεθύστου ἐπὶ τὰς αὐτὰς ἡμέρας τὰ λοιπά.

Κρυστάλλου κάθαρσις.

Καπνιαίας κρυστάλλου κάθαρσις. Ἔμβαλε γυργαθὸν καὶ χάλασον εἰς τὸ χαλκίον τῶν βαλανέων καὶ ἔασον ἡμέρας ζʹ. Εἶτα ὅταν καθαρθῇ λαβὼν τίτανον θερμὴν φύρασον ὄξει καὶ ἐγκρύψας τὸν λίθον ἔασον στυφῆναι καὶ βάπτε πρὸς ὃ ἂν θέλῃς.

Σμαράγδου ποίησις.

Λαβὼν λίθον τὸν καλούμενον τάβασιν βάλε στυπτηρίαν ὑγρὰν καὶ ἄφες ἡμέρας γʹ. Εἶτα ἀνελόμενος βάλε εἰς χαλκοῦν χυτρίδιον καὶ πωμάσας φίμωσον βαλὼν ἰὸν χαλκοῦ ἄδολον καθαρὸν μετὰ ὄξους δριμέος καὶ ὑπόκαιε ἐλαΐνοις ξύλοις ἐπὶ ὥρας κʹ μαλακῶς—ἢ ὅσον πλεῖον κάεις ἔμπειρος, κρείσσων καὶ βαθύτερος, μόνον, ὡς εἶπον, μαλακῷ πυρί—καὶ ψύξας ἆρον. Ἡ δὲ δύναμις δεικνύει, εἰ γέγονεν. Ὄψῃ γὰρ ἀτμίδα χλωρὰν γεγονυῖαν. Ἔα δὲ ψύχεσθαι ἐπὶ πολλῷ. Εἰ δὲ μή, ῥήσσεται ταχύ. Βάλε οὖν εἰς πύξινον χυτρίδιον ἔλαιον πρὸ ἱκανῶν ἡμερῶν, ἵνα προεξιωθῇ καὶ ἄρῃς τὸ γεγονός. Βάλε κάτω καὶ ἔασον ἡμέρας ζʹ πωμάσας καὶ ἐξελὼν ἕξεις σμάραγδον ὅμοιον τῇ φύσει.

Μαργαριτῶν ποίησις.

Λαβὼν λίθον εὔθρυπτον, ὅς ἐστιν σπεκλάριον, τρῖψον καὶ λαβὼν γάλα βοὸς καὶ τραγάκανθαν βρέχε ἡμέρας ιʹ. Ὅταν γένηται ἁπαλόν, διάχεον, ἕως γένηται ὡς γλοιὸς παχύ. Καὶ κηρὸν τυρρηνικὸν τῆξον καὶ ᾠοῦ τὸ λευκὸν καὶ ὑδράργυρον—τῆς μὲν ὑδραργύρου μέρη βʹ, τοῦ δὲ λίθου μέρη γʹ, τῶν δὲ λοιπῶν πάντων ἑκάστου μέρος αʹ— καὶ μίξας φύρασον μετὰ ὑδραργύρου καὶ τῆς τραγακάνθης καὶ τοῦ ᾠοῦ τοῦ ὀρνιθίου τῆξον καὶ μεῖξον τοῖς ὑγροῖς πᾶσιν καὶ τότε τὸν λίθον, ὃν ποιεῖς, ποίει εἰκάσας. Ἀπολιθοῦται γὰρ ταχύ. Καὶ ποίησον τύπους βαθεῖς στρογγύλους καὶ ὑγροὺς ὄντας αὐτοὺς τίτρα καὶ ἔα παγῆναι καὶ πλεῖον ὀδόντιζε καὶ ἔσται, χειρισθεὶς ὡς δεῖ, ὑπὲρ τὸν φυσικόν.

Καρχηδονίου βαφή.

Σκευὴ κρυστάλλου ὥστε φαίνεσθαι καρχηδόνιον. Λαβὼν κρύσταλλον τὴν καπνίζουσαν ποίησον λιθάρια συντετελεσμένα καὶ ταῦτα λαβὼν πύρωσον ἐκ προσαγωγῆς ἐν τῇ σκοτίᾳ καὶ ἕως ἄν σοι φαίνηται ἐσχηκέναι τὴν πύρωσιν. Πύρου δὲ ἐν ἀχύροις χρυσοχοϊκοῖς. Καὶ ταῦτα λαβὼν κατάβαπτε εἰς κεδρίαν σὺν θείῳ ἀπύρῳ καὶ ἄφες αὐτὰ συμπίνειν ἐν τῷ φαρμάκῳ ἕως πρωεί.

Χλωροῦ λίθου ποίησις.

Λαβὼν κρύσταλλον τὴν λεγομένην καπνιαίαν ποίησον ὁλκὴν ἄγουσαν μὴ πλείω 𐅻βʹ. Καὶ λαβὼν χρυσόκολλαν μακεδονικὴν καὶ ἁλικακάβων τὰ φύλλα λειοτρίβησον χρησίμως καὶ διάχεον ὄξει δριμεῖ καὶ ὑπόκαιε μαλακῷ πυρί, ἕως χλωρὰ γένηται. Ἔστω δὲ καὶ ταῦτα ἐν τῷ γυργαθῷ κρεμάμενα πρὸς τὸ ἀναιρούμενα θεωρεῖσθαι, εἰ γέγονεν. Εἰ δὲ μή, πάλιν χάλα, ἕως γένηται.

Ἄλλη.

Ἰὸς καὶ ὄξος, ἰὸς καὶ ἔλαιον, ἰὸς καὶ χολὴ μόσχου, γίνεται σμάραγδος.

Μαργαρίτου βαφή.

Κρύσταλλον στῦψον ἐν οὔρῳ καὶ στυπτηρίᾳ ἐπὶ πλείονας ἡμέρας καὶ λαβὼν ἀναγαλλίδος χύλον τῆς τὸ κυάνεον ἄνθος ἐχούσης, καὶ ἀειζώου καὶ τιθυμάλλου ὀπὸν καὶ ὑδράργυρον ὁμοῦ ἐπὶ μαλακοῦ πυρὸς ἕψε.

Μαργαρίτου ποίησις.

Ἀπὸ κρυστάλλου στῦφε οὔρῳ παιδὸς ἀφθόρου καὶ στυπτηρίᾳ στρογγύλῃ, εἶτα ὑδραργύρῳ μετὰ γυναικίου γάλακτος.

Στῦψις λίθων.

Παντὸς λίθου στῦμμα. Στυπτηρία καὶ νίτρον ἴσον ἴσῳ ζέννυται ὕδατι. Εἶτα στύφεται τὰ λιθάρια. Προθερμαίνων δὲ πρὸς πῦρ βραχέως βάπτε εἰς τὸ στῦμμα. Ζέοντος αὐτοῦ ὅσον χρόνον καθάπαξ ἕως τρὶς τοῦτο ποίει, βάπτων αὐτὰ καὶ πάλιν χαλῶν ἕως τρίς, μὴ ἐπὶ πλεῖον, μὴ ῥαγῇ τὸ λιθάριον.

Μαργαρίτου λεύκωσις.

Μαργαρίτης ὁ πεπωκὼς οὕτως λευκαίνεται· δίδου ὀρνιθίῳ καταπιεῖν αὐτὸν καὶ εὐθέως ἀνάσχισον καὶ εὑρήσεις γεγονότα λευκόν.

Κεραυνίου στῦψις.

Κεραυνίου στῦψις ἡ αὐτὴ ἕψησις. Κόκκον κνίδιον μετʼ ὄξους ἕψε σὺν τῷ λίθῳ, ἕως ἀπὸ τοῦ ὑγροῦ τὸ τρίτον ληφθῇ.

Ἀραίωσις λίθων.

Ἵνα γνῷς, ὅτι δεκτικά ἐστιν καὶ ὅτι ἀραίωσιν ἔχει ὁ πυκνὸς λίθος. Ἐγκρύψας εἰς ἰσχάδα λιπαρὰν ἐπίθες ἐπʼ ἀνθράκων καὶ εὐθέως μεταβαλεῖ ὁ λίθος.

Κρυστάλλου τήρησις.

Ὥστε τὰ βαπτόμενα λιθάρια ἐκ τῆς κρυστάλλου μὴ ῥήσσεσθαι. Λαβὼν ἰσχάδα διανοίξας ἔνθες τὸν λίθον καὶ βάλε τὴν ἰσχάδα εἰς ἀνθρακίζειν.

Λίθων στῦψις.

Οὖρον ταριχηρὸν καὶ στυπτηρίαν ταρίχευε σὺν τοῖς λιθαρίοις ἡμέρας λʹ. Εἶτα ἄρας ἔγκρυβε ἰσχάδα ἢ φοίνικας λιπαρούς. Εἰργασμένα καὶ ταῦτα ἔστω ἐπʼ ἀνθράκων καὶ φύσα φυσητῆρι, ἕως κάῃ καὶ γένηται ἄνθραξ. Καὶ τότε λαβιδίῳ ἐπιλαβόμενος, μὴ τῇ χειρί, θερμὸν εὐθέως βάλε εἰς τὸ βάμμα καὶ ἄφες ἐναποψυγῆναι. Ποίει δὲ ἀπὸ 𐅻βʹ, μὴ πλείω, τὰ λιθάρια ὅσα βούλει. Ἔστω δὲ τὸ βάμμα ὡς γλοιός.

Σμαράγδου βαφή.

Σμάραγδον βάψαι τὸν κρύσταλλον. Λαβὼν ἀγγεῖον ὀστράκινον καὶ στυπτηρίαν στρογγύλην εἰς ὕδωρ φυράσας ἀπόθου. Λαβὼν δὲ κηρὸν διαυγῆ ἰσόσταθμον τῷ κρυστάλλῳ—οὐ πλέον δὲ δύναται ἀλλοιωθῆναι ὁλκῆς 𐅻βʹ —τῆξον καὶ εἰς ἀγγεῖον ἀπόθου. Λαβὼν δὲ τὸν κρύσταλλον ἔνθες εἰς τὴν στυπτηρίαν ἡμέραν καὶ νύκτα. Οὕτως γὰρ ἀεροειδὴς φανεῖται. Εἶτα ἐξελὼν περίπλασον τῷ κηρῷ. Εἶτʼ ἀνελόμενος τὸν κρύσταλλον ἐκ τοῦ κηροῦ ἐντίθει εἰς χρυσόκολλαν. Ἔστω δέ σοι τετριμμένη ἡ χρυσόκολλα ὀγκία αʹ. Καὶ ἕψε τὸν κρύσταλλον εἰς χυτρίσκην ἐλαίου κοτύλας ϛʹ ἐπὶ ὥρας ϛʹ. Εἶτα ἐντίθει εἰς τὴν χρυσόκολλαν ἡμέραν καὶ νύκτα. Τῇ ἐχομένῃ ἐξαίρει.

Λίθων ἕψησις.

Λαβὼν κρύσταλλον εἰργασμένον πρὸς ὃ θέλεις, ἐὰν βούλῃ καρχηδόνιον ποιῆσαι, ἐμβαλών εἰς κηροτακίδα ῥητίνην τερεβινθίνην, ἀγχούσης λείας μικρὸν κίνει, ὡς ἀναβῇ τὸ βάμμα, καὶ τότε ἐπαιώρει τὸν λίθον.

Σμαράγδου ποίησις.

Ἰὸς ἄδολος, χρυσόκολλα, χελώνης χολῆς, ταυρίας μέρη βʹ, κρύσταλλος ἡ καπνίζουσα.

Κρυστάλλου τήρησις.

Ὅπως μὴ κατάσσηται ἢ ῥαγῇ. Λαβὼν χηνίου ᾠοῦ τὸ λευκὸν ἀνάμειξον κουφολίθῳ καὶ ποιήσας γλοιοῦ πάχος κατάχρισον καὶ βαλὼν εἰς ὀθόνιον δήσας ἄφες ἡμέρας γʹ εἰς δρόσον καὶ ἥλιον. Μετὰ δὲ τὰς γʹ λῦσον τὸν λίθον καὶ κατεργάζου.

Σμαράγδου ποίησις.

Χαλκοῦ κεκαυμένου μέρος αʹ, ἰοῦ μέρη βʹ, μέλιτος ποντικοῦ τὸ ἱκανὸν ἕψε ὥραν αʹ.

Ἄλλη.

Λαβὼν κρύσταλλον ἰνδικὴν τὴν ἰρίζουσαν τέλεσον πρὸς ἃ θέλεις λιθάρια καὶ λέανον. Εἶτα λαβὼν στυπτηρίαν σχιστὴν καὶ σκόροδα ἰσόσταθμα λέανον μετʼ ὄξους δριμυτάτου, ἕως γλοιοῦ πάχος σχῇ, καὶ ἔνθες τὰ λιθάρια καὶ ἔασον ἡμέρας γʹ. Μετὰ δὲ ταῦτα ἐπίχεε τῷ φαρμάκῳ ὄξος, ὥστε αὐτὸ ὑγρὸν γενέσθαι, καὶ μεταβαλὼν αὐτὸ εἰς χύτραν ξενικὴν κρέμασον τὰ λιθάρια ἐν γυργαθείῳ μὴ ἁπτόμενα τοῦ πυθμένος καὶ ἕψε μάλακοῖς ἄνθραξι. Πεπωμάσθω δὲ τὸ χυτρίδιον καὶ περιπεπλάσθω στέατι. Σὺ δὲ φύσα φυσητῆρι πρὸς τὸ μὴ σβεσθῆναι τὸ φῶς. Καῖε δὲ ἐφʼ ὥρας βʹ. Εἶτα λαβὼν χρυσόκολλαν μακεδονικὴν καὶ ἰὸν ἐξ ἴσης καὶ χολῆς μοσχείας μέρος 𐅻 —λέανον εὖ μάλα. Εἶτα ἐπίχεον ἔλαιον ὀμφάκινον πρὸς ὀφθαλμόν. Εἶτα λαβὼν κηρὸν περίπλασον τὰ λιθάρια καὶ ἔασον σὺν ἐλαίῳ κατὰ μόνας ἢ κῖκι βαλὼν εἰς χυτρίδιον. Τὰ δὲ λιθάρια πάλιν ἀποκρεμάσθω ἐν γυργαθείῳ καὶ καῖε ἐπὶ ὥρας ϛʹ, κρεμάσθω δὲ πάλιν τὰ λιθάρια ἱππίᾳ τριχὶ καὶ ἄφες ἐν τῷ φαρμάκῳ διανυκτερεῦσαι καὶ ἐξελὼν εὑρήσεις.

Κρυστάλλου μάλαξις.

Κρύσταλλον μαλακῦναι. Λαβὼν τράγιον αἷμα προπύρου τὴν κρύσταλλον μαλακῷ πυρὶ καὶ κατάβαπτε, μέχρι ἀρέσῃ σοι.

Σμαράγδου λείωσις.

Σμάραγδον τὸν τραχὺν ἔγκρυψον εἰς κηρὸν ἐπὶ ἡμέρας ιδʹ καὶ μετὰ τὰς ἡμέρας σκόροδον τρίψας ποίησον μᾶζαν. Καὶ ἐξελὼν τὸν λίθον ἐκ τοῦ κηροῦ ἔγκρυψον εἰς τὴν μᾶζαν τῶν σκορόδων ἐπὶ ἡμέρας ζʹ. Καὶ λαβὼν πράσα χύλισον καὶ μεῖξον τῷ χυλῷ τῶν πράσων τὸ ἴσον ἐλαίου καὶ βαλὼν εἰς χυτρίδιον καινὸν συνεμβαλὼν τοὺς λίθους ἔψε ἡμέρας γʹ, ἕως σοι εὐάρεστοι γένωνται. Ἔστωσαν δὲ οἱ λίθοι ἐν γυργαθίῳ, ἵνα μὴ ἅπτωνται τοῦ πυθμένος τῆς χύτρας.

Πρόστυψις καθολική.

Ἐπὶ παντὸς λίθου στυφομένου ἀραίωσις καὶ βώλωσις καὶ στῦψις βοτάνη ἡλιοτρόπιος ἡ τὰ σφαιρία ἔχουσα. Ἄτερ γὰρ ταύτης τῆς βοτάνης, ὃ πίνουσιν, οὐ γὰρ ἀραιοῦται οὔτε κρύσταλλος οὔτε ὁ λεγόμενος τάβασις ἐκ τῆς Αἰγύπτου καταφερόμενος. Χρῶ οὖν τῷ χυλῷ τῆς βοτάνης εἰς τὰς προστύψεις καὶ οὕτως ἐπιτεύξῃ.

Βηρύλλου ποίησις.

Λαβὼν κρύσταλλον τὸν λίθον εἶρον τριχὶ καὶ κρίμνα εἰς σταμνίον οὔρου ὄνου θηλείας μὴ ἁπτόμενον τοῦ οὔρου. Ἔστω δὲ πεφιμωμένον ἐπὶ ἡμέρας γʹ. Μεθʼ ἃς ἐπιτίθει τὸ σταμνίον ἐπὶ πυρὸς χλιεροῦ καὶ εὑρήσεις βήρυλλον ἄριστον.

Κρυστάλλου ἰδία στῦψις.

Θεῖον, ἄσβεστον, στυπτηρίαν ἄνες εἰς ὄξος. Τοῦτο ποίει τρὶς ἢ τετράκις καὶ ἄφες συμπίνειν ἐπὶ ἡμέρας γʹ ἢ δʹ καὶ τότε χρῶ τοῖς ἑπομένοις.

Προβαφή.

Πρόβαπτε τοὺς λίθους ἐν τούτῳ. Ἁλὸς μέρος αʹ, ὕδατος δέκατον. Τούτοις προβάπτειν τοὺς λίθους. Ξηράνας δὲ θέρμαινε ἐπὶ τὸ στόμα τῆς καμίνου. Εἶτα βάπτε, οἵους θέλεις.

Σμαράγδου ποίησις.

Χαλκοῦ κεκαυμένου μέρος αʹ, ἰοῦ μέρη βʹ φύρασον μετὰ μέλιτος καὶ ἐπίθες ἐπὶ τὴν τέφραν, ζέσον καὶ βάλε τὴν κρύσταλλον.

Ἄλλη.

Χρυσοκόλλης ὁλκῆς ἥμισυ, ἀρμενίου τὸ αὐτὸ, οὔρου ἀφθόρου παιδὸς κοτύλης ἥμισυ, χολῆς ταυρίας τοῦ ὑγροῦ δίμοιρον μείξας βάλε τοὺς λίθους ἄγοντας ἀνὰ δωδέκατον ὁλκῆς. Καὶ πωμάσας τὸ χυτρίδιον περιπήλωσον τὸ πῶμα καὶ καῖε ἐλαΐνοις ξύλοις στερεοῖς ἐλαφρῷ τῷ πυρὶ ἐπὶ ὥρας ϛʹ. Ἐὰν δὲ γένηται σημεῖον τοιοῦτον, τὸ πῶμα χλωρόν, μηκέτι καῖε ἀλλὰ καταψύξας ἆρον καὶ εὑρήσεις γεγονότα. Ἔστι δὲ ὁ λίθος κρύσταλλος. Ἑψομένη ἐν κίκει μέλαινα γίνεται.

Ἀμεθύστου βαφή.

Πρόστυψον τριπλῇ τῇ στυπτηρίᾳ τοῦ λίθου καὶ ἕψε, ἕως ζέσῃ τρίς, καὶ ἄφες ἀποψυγῆναι. Καὶ λαβὼν κριμνὸν ἀπόβρεξον μετʼ ὄξους καὶ ἕψε λαβὼν τοὺς λίθους, ἕως ἀρέσῃ σοι.

Χρυσολίθου βαφή.

Κρύσταλλον πυρώσας κατάβαψον εἰς πίσσαν ὑγρὰν καὶ κεδρίαν καὶ ἔσται χρυσόλιθος.

Λυχνίδος βαφή.

Προστύψας, ὡς πρόκειται, λαβὼν φῦκος καὶ ἄγχουσαν καὶ ὄξος κατάθες, ἕως ἀρέσῃ.

Βηρύλλου βαφή.

Μέλαν ἰνδικὸν πρόσμισγε ῥητίνῃ καὶ τότε πύρου τὴν κρύσταλλον καὶ ἔσται δόκιμος, ἐῶν ψύγεσθαι.

Ἄλλη.

Ἄνες χελώνης χολὴν μετὰ γάλακτος φοράδος καὶ χαλκοῦ καὶ ὄξους δριμέος καὶ ἔσται βήρυλλος, ὡς καὶ τοὺς τεχνίτας λανθάνειν.

Ἰάσπιδος βαφή.

Πύρου τὸν λίθον, εἶτα ἀπόστυφε στυπτηρίᾳ μετʼ ὄξους καὶ βάλε εἰς ἰόν, μοσχίαν χολήν.

Κεραυνίου βαφή.

Πίσσαν ὑγρὰν καὶ ἄγχουσαν ζέσας βάλε τὸν λίθον καὶ ἔσται κεραύνιον, ἢ εἰς μόρων χύλον ἢ εἰς κόκκον τετριμμένον μετʼ ὄξους ἢ εἰς ἀρμένιον μετὰ χολῆς μοσχίας.

Κρυστάλλου στῦψις.

Πρὸ τοῦ βάλλειν αὐτὸν βάπτεσθαι. Ἀσβέστου μέρος αʹ, θείου ἀπύρου μέρος αʹ τρίψας πρόσμειξον ὄξος καὶ θὲς τοὺς λίθους. Καὶ ἐν τῷ γʹ τόμῳ οὕτως· ἡ ἀνθρωπίνη κόπρος ἐστὶν τὸ λεγόμενον σκόρδον.

Κεραυνίου ποίησις.

Δὸς ἴσως θεῖον καὶ ὄξος καὶ χολὴν μόσχου. Γίνεται δόκιμον καὶ πρωτεῖον.

Λίθων στῦψις καὶ ἀραίωσις.

Στυπτηρίαν τρίψας τῆξον ὄξει ἐπιμελῶς καὶ βάλε τοὺς λίθους καὶ δὸς βράσμα ἓν καὶ ἄφες νυκτερεῦσαι. Τῇ δὲ αὔριον ἀποκλύσας βάπτε, ὡς θέλεις, χρώμενος ταῖς γραφαῖς.

Ἄλλη.

Βαλὼν εἰς βατάνιον τοὺς λίθους ἐπιπώμασον ἄλλο βατάνιον καὶ πηλήσας δὸς εἰς ὀπτασίαν ὀπτᾶσθαι πρὸς ὀλίγον. Εἶτα κατʼ ὀλίγον ἀποπωμάσας ἐπίχυννε ὄξος καὶ στυπτηρίαν. Εἶτα τότε ὃ θέλεις χρῶμα βάπτε.

Κρυστάλλου στῦψις.

Κρυστάλλινον μεῖναν ἐν στύψει ἡμέραν καὶ νύκτα ἀεροειδὲς γίνεται.

Κρυστάλλου λεύκωσις.

Ὄρυζαν ἄνιε ὕδατι καὶ καθεὶς τὸν κρύσταλλον πάλιν σύνεψε.

Κρυστάλλου μάλαξις.

Τραγείῳ αἵματι ζέσας μάλασσε. Τὸ δὲ αὐτὸ καὶ ὑέλῳ.

Κεραυνίου ποίησις.

Προστύψας ὕδατι καὶ στυπτηρίᾳ τὸν λίθον τὸν καπνιαῖον ἡμέρας ζʹ λαβίδι ἐκ προσαγωγῆς πυρώσας κάθες εἰς κεδρίαν.

Κίκεως ἀντεμβολή.

Πᾶσα κρύσταλλος ἑψομένη ἐν κίκει μέλαινα γίνεται. Διὸ μὴ χρῶ, ὅπου λέγει μετὰ κίκεως. Κεῖται γὰρ πρὸς ἀντιβολήν. Ἀλλὰ ἀντὶ τούτου ἐλαίῳ χρῶ.

Μαργαρίτου σμῆξις.

Ἄν δέ ποτε τῇ χρήσει τὸ ἀληθινὸν μάργαρον ἐκπνεῦσαν ῥυπωθῇ, ὧδε ἀποσμῶσιν Ἰνδοί· ἐνιᾶσιν ὡς ἐδωδὴν ἀλεκτρυόνι τὴν ψῆφον ἑσπέρας. Ἕωθε δὲ τὸν ἀπόβατον ἀνερευνήσαντες ἐν τῇ τοῦ ὄρνιθος εὑρίσκουσιν κοιλίᾳ κεκαθαρμένον λευκότητά τε προσκτησάμενον τῆς ἀρχαίας οὐκ ἀποδέουσαν.

Ἄλλη.

Ἄσβεστον, μηδέπω λυθεῖσαν ὕδατι ἴδιον ἔχουσαν μετὰ τὴν κάμινον τὸ ἀφανὲς ἔνδοθεν πῦρ, κυνείῳ κατασβεννύουσι γάλακτι, κυνὸς δὲ λευκῆς. Εἶτα φυρῶσιν καὶ περιπλάσαντες τῷ μαργάρῳ ἐῶσιν οὕτως αʹ ἡμέραν καὶ ἀποψήσαντες εὑρίσκουσιν λελευκασμένον.

Κεραυνίου ποίησις.

Δρακόντιον αἷμα ὀποβαλσάμῳ τῷ σπουδαίῳ καὶ παλαιστίνης, εἰ δὲ μὴ παρείη τοῦτο, ῥητίνης τομή τις. Τὴν δὲ μείξας ἅμα ἀγχούσῃ ποντικῇ ἔμβρεχε τὸν κρύσταλλον ἠραιωμένον, κἂν μὲν ἄκρατον ᾖ τὸ φάρμακον, κεραύνιος, ὁ λίθος ἀναφαίνεται. Γένοιτο δʼ ἂν ὀλίγης πίσσης ὑγρᾶς πρὸς τῇ προκειμένῃ μείξει προσβληθείσης ὁ καρχηδόνιος.

Βηρύλλου ποίησις.

Πολλὴ κρυστάλλῳ συγγενεία πρὸς βήρυλλον καθʼ ὁμοιότητα. Καὶ τῇ τὸν κρύσταλλον βήρυλλον ἕξεις αὐτὸν ἀραίωσας τὸν λίθον καὶ μετὰ τὴν πύρωσιν ἀποψυγέντα εἴς τε τὴν προειρημένην ῥητίνην ἰνδικῷ τε τῷ φαρμάκῳ συμμεμιγμένῳ ἐμβαλών. Ἔτι δὲ ζέων εἰς τὸ φάρμακον καθεθεὶς ὁ ὑάκινθος ὁ βαπτὸς ἀποβαίνει.

Χρυσοπρασίου ποίησις.

Ἐλύδριον μειχθὲν ἰνδικῷ χρώματι γίνεται χλωρόν. Τὴν δὲ ῥητίνην προσλαβὼν φάρμακόν ἐστιν ἐπιτήδειον εἰς βαφήν. Εἰς τοῦτο καθεθεὶς ὁ κρύσταλλος μετὰ τὴν χρῶσιν καὶ συμπιὼν λίθος ὁ χρυσοπράσιος ἀναφαίνεται.

Χρυσολίθου ποίησις.

Χρυσόλιθος δέ, ὁπόταν εἰς ἐλύδριον καὶ εἰς πίσσαν ὑγρὰν ἀναμεμιγμένην πυρώσας ἐμβάλῃς τὸν κρύσταλλον.

Στῦψις λίθων.

Στῦψις δὲ τῶν λίθων τοιάδε τις ἔστω. Εἰς κεραμεᾶς λοπάδας τὰς ἀνηπλωμένας καθεὶς αὐτοὺς καὶ πωμάσας φίμου πηλῷ καὶ εἰς ὀπτάνιον πέμπε. Εἶτα κατʼ ὀλίγον ἀποπωμάσας εἰς ὄξος ἀναδεδευμένῃ στυπτηρίᾳ κατάβαπτε. Εἶτα αὖθις αὐτοὺς θερμήνας τοῖς χρώμασιν ἔμβαλε κεχλιαμμένοις.

Ἄλλη.

Ἄλλως γέ τοι· εἰς λοπάδα καθεὶς καὶ ἄλλῃ λοπάδι ἐπιπωμάσας πύρου κατʼ ὀλίγον. Εἶτʼ ἠπίως ἀποπωμάσας ἐπίχει ὄξος ἅμα στυπτηρίᾳ καὶ ὅτι θέλεις χρῶμα κατάβαπτε.

Κρυστάλλου στῦψις.

Ἰδία δὲ κρυστάλλου στῦψις. Εἰς θεῖον ἄσβεστόν τε καὶ στυπτηρίαν ἅμα ὄξει καθίεται τρὶς ἢ τετράκις. Σὺ δὲ ἔα συμπίνειν ἐπὶ γʹ ἢ δʹ ἡμέρας καὶ τότε χρῶ τοῖς ἑπομένοις.

Λίθων παντοίων στῦψις.

Κοινὴ δὲ παντὸς ἀραίωσις λίθου καὶ στῦψις βοτάνη ἡλιοτρόπιον, ἣ τὰς σφαίρας ποιεῖ. Χυλίσας ἐν αὐτῇ προαραίου, ἐπιτεύξει τε ἐν ἅπαντος λίθου βαφῇ.

Λίθων εἴδη τῶν εἰς βαφήν.

Οἱ δὲ ἐπιτήδειοι πρὸς βαφὴν λίθοι κρύσταλλος ταβάσιός τε. Ἐρευθιᾷ κατὰ βαιὸν πυρίτης. Ἕψε δὲ ἐν οἰκίσκῳ σκεπηνῷ πάντα ἀποφράττων ἀνέμῳ παντὶ πολεμοῦντα.

Σμαράγδου ποίησις.

Χρυσοκόλλης, οὔρου παιδίου, χολῆς μοσχίας μείγνυε ἐν καινῇ χύτρᾳ. Ξύλοις ἐλαΐνοις μαλακῷ πυρὶ τὸ πῶμα πηλώσας καὶ τὰ κρυστάλλα προσβαλὼν ἕψε ἐφʼ ὥρας εʹ. Αἰφνίδιον δὲ ἐπόψει τὸ πῶμα, ἔνθεν μηκέτι καίειν. Καταψύξας δὲ ἀφαίρει. Ἔστω δὲ τῆς χύτρας τὸ πῶμα ὠμόν.

Ἄλλη.

Ἄλλου τραχέος βαφή. Κρύψον ἐφ, ἡμέρας εʹ ἐν νίτρῳ τὸν λίθον, εἶτα σκόροδον τριπτῶν ἔγκρυβε μάζῃ ἐφʼ ἡμέρας ζʹ. Ἐπὶ δὲ ταῖς πράσα χυλίσας καὶ προσμείξας ἔλαιον ἴσον ἕψε ἡμέρας γʹ εἰς χυτρίδιον καινὸν βαλών, ἕως συμπίῃ. Τὸ πῶμα ὠμόν.

Ἄλλη.

Ἰοῦ παγκάλου μέρος, στυπτηρίας ἴσον, χαλκοῦ δὲ κεκαυμένου τοῖς δύο ἴσον τρίψας σὺν ὄξει καὶ γλοιοῦ πάχος ποιήσας ἔνθες τὰ λιθίδια καὶ ἔασον ἡμέρας ζʹ κάεσθαι.

Ἰοῦ ποίησις τοῦ εἰς τὸν σμάραγδον ἐκ χαλκοῦ κυπρίου εὐπαγῆ.

Λεπίδα κισήριδι μεθʼ ὕδατος ἀποσμήξας ἐπιμελῶς καὶ ἀφαυήνας ἐπίχρισον ὀλιγίστῳ ἐλαίῳ ἐλαφρότατα καὶ πρήσας σπάρτῳ διάλαβε. Εἶτα ἀπάρτησον εἰς κεράμιον ὄξους δριμέος, ὡς τοῦ ὄξους μὴ ἅπτεσθαι, καὶ τὸ κεράμιον ἐπιμελῶς, ὡς μὴ διαπνέῃ, φίμου. Ἐὰν μὲν οὖν ἕωθεν καθῇς, ἑσπέρας ἀσφαλέως ἀπόμασσε πτερῷ τὸν ἰόν. Εἰ δὲ ἑσπέρας, ἀπόψα κατὰ τὴν ἕω καὶ πάλιν ἀπάρτα, ἔστʼ ἂν ἡ λεπὶς ἀπαναλωθῇ. Ὁσάκις δὲ ἂν ἀποψήσῃς, ἐλαίῳ ἐπίχριε τὴν λεπίδα, καθὼς πρόκειται. Τὸ μέντοι ὄξος εἰς χρῆσιν ἄχρηστον.

Βηρύλλου ποίησις.

Τὸν κρύσταλλον εἴρας τριχὶ κρίμνα ἐν σταμνίῳ οὔρου θηλείας ὄνου ἐφʼ ἡμέρας γʹ, μὴ ἁπτέσθω δὲ τοῦ οὔρου. Τὸ δὲ ἔστω πεφιμωμένον τὸ ἄγγος. Εἶτα τίθει τὸν στάμνον ἐπὶ πυρὸς ἠπίου καὶ εὑρήσεις βήρυλλον ἄριστον.

Σμαράγδου ποίησις.

Λαβὼν λίθον πυρίτην ἢ κρύσταλλον καθάριον ποίησον οὕτως τὴν σύνθεσιν· ἰοῦ Σβ, ἐλυδρίου Σαʹ, σκυθικοῦ μέλανος Σγʹ, ῥητίνης ὑγρᾶς τῆς ἀπὸ στόματος τὸ ἀρκοῦν. Λειώσας τὰ ξηρὰ μίσγε τὴν ῥητίνην καὶ ἀπόθου. Καὶ λαβὼν στυπτηρίαν ὑγρὰν ἔχε ἐν ὀστρακίνῳ ἀγγείῳ ὕδωρ ἐπιβαλών, ὡς εἶναι ὑδαρέστερον μετρίως. Καὶ πυρώσας τὸν λίθον ἐν ἀγγείῳ ὀστρακίνῳ ἀπόψυχε εἰς τὴν στυπτηρίαν καὶ κατάθου τὸν λίθον εἰς τὴν προκειμένην σύνθεσιν θερμάνας. Ἐὰν δὲ θέλῃς χλωρότε— ρον γενέσθαι, ἐπίβαλε πάλιν ἰὸν λελειωμένον.

Ἄλλη.

Ἰοῦ ξύσμα τρίψας ἐν ἐλαίῳ βρέξας ἡμέραν καὶ νύκτα εἶτα ἕψε φλογὶ μαλακῇ, ἕως ἀρέσῃ.

Ἄλλη.

Εἰς ἄγγος κεραμεοῦν δίες στυπτηρίαν ὄξους καὶ ἀπόθου καὶ λαβὼν τὸν κρύσταλλον ἔασον.

Ἄλλη.

Σμαράγδου ποίησις. Εἰς ἄγγος κεραμεοῦν δίει στυπτηρίαν ὄξους καὶ ἀπόθου. Καὶ λαβὼν τὸν κρύσταλλον ἔασον ἡμέραν καὶ νύκτα. Εἶτα λαβὼν περίπλασον κηρῷ ἢ πηλῷ. Εἶτα ἕψε ἐν ἐλαίῳ. Ἐὰν δὲ βαρὺς ᾖ ὁ λίθος, κρίμνα ἐν μέλιτι. Εἶτα ἄρας ἔμβαλε εἰς χρυσόκολλαν ἡμέραν καὶ νύκτα καὶ ἐξελὼν περίπλασον, ἵνα μὴ διαπνεύσῃ. Μετὰ δὲ ταῦτα χρῖσον αὐτὸν πάλιν τοῖς φαρμάκοις εἰς τὸ μέλι, ἕως γένηται.

Ἄλλη.

Σμαράγδου ποίησις. Χρυσοκόλλης Σʹθʹ, ἰοῦ μείξας Σʹαʹ, ἐλυδρίου Σʹαʹ, ἰνδικοῦ τριώβολον ῥητίνην χρῖε.

Κομμάρεως λύσις.

Λαβὼν κονίαν στακτὴν βάλε εἰς κόμαριν καὶ καῦσον νύκτα καὶ ἡμέραν καὶ λυθήσεται. Ἔστιν δὲ ἡ στακτὴ κονία. Βάλε αὐτὴν εἰς ὕδωρ αὔταρκες καὶ βαλὼν εἰς χύτραν τρῆσον καὶ ἐπίθες εἰς τὸ τρῆμα ἄσβεστον καὶ βάλε κάτω τὴν κονίαν καὶ ῥεύσει καθαρὸν διὰ τοῦ σεβεννίου. Τούτῳ χρῶ εἰς τὴν λύσιν.

Ἄλλη.

Ἔνιοι δὲ καὶ τούτῳ πολυτελεῖ ὄντι φαρμάκῳ ἔλυσαν, τῷ καπνελαίῳ, ἄλλοι δὲ καὶ τῷ ὀποβαλσάμῳ.

Ἄλλη.

Κομάρεως λύσις. Εἰς κάκκαβον ὕδωρ πηγαῖον ὡσεὶ ξέστας δύο. Τοῦτο ὁπόταν ζέσῃ ἅπαξ, ἐπίβαλε τραγακάνθης τὸ τρίτον καὶ τὸ κόμαρι κεκαθαρμένον καὶ πεπλυμένον καλῶς λειώσας ἐν χύτρᾳ ἐπίβαλε τὸ τρίτον. Ὁπόταν δὲ ζέσῃ ἑξάκις, αἶρε αὐτὸ ἀπὸ τοῦ πυρός. Ἕψε δὲ μαλακῷ πυρί. Θεὶς δὲ χαμαὶ ἔασον ψυγῆναι μέχρι ἡμερῶν τινων καὶ οὕτως χρῶ. Ἐξ αὐτοῦ δὲ καὶ ὑπόχρισμα εἰς πάντα λίθον εὐχρηστεῖ.

Σμαράγδου ποίησις.

Χρυσοκόλλης ὁλκῆς Σ —, ἀρμενικοῦ ὁλκῆς Σ —, οὔρου ἀφθόρου παιδὸς κοτύλης Σ, χολῆς ταυρίας τοῦ ὑγροῦ τὸ δίμοιρον μείξας βάλε εἰς χυτρίδιον ὁμοῦ καὶ βάλε τοὺς λίθους πάντας, ἵνα ἄγωσιν ἀνὰ Σ βʹ καὶ Σ δʹ. Καὶ πωμάσας τὸ χυτρίδιον περιπήλωσον τὸ πῶμα καὶ κάε ἐν ἐλαΐνοις ξύλοις ἐλαφρῷ πυρὶ ἐφʼ ὥρας ἓξ ἕψων. Ἐὰν δὲ γένηται σημεῖον τοῦτο, τὸ πῶμα χλωρόν, μηκέτι καῖε ἀλλὰ καταψύξας ἆρον καὶ εὑρήσεις γεγονότας. Εἰσὶν δὲ οἱ λίθοι κρυστάλλινοι. Πᾶσα δὲ κρύσταλλος ἑψομένη μεταβάλλει τὴν χρόαν.

Βάμμα χρωμάτων γʹ.

Βάμμα, ἐξ οὗ τρία βάμματα γίνεται. Κριμνοῦ μέρος βʹ καὶ στυπτηρίας βαφικῆς μέρος αʹ κόψον καὶ φύρασον μεθʼ ὕδατος καὶ χάλα τὰ ἔρια καὶ γίνεται κόκκινα. Ἐὰν πράσινα, θεῖον μεθʼ ὕδατος τρίψας ἐπίβαλε. Ἐὰν δὲ μήλινα, νίτρον ἄκρατον μεθʼ ὕδατος ἐπίβαλε.

Στρουθισμός.

Τὸ δὲ στρουθίσαι ἐστὶν τοῦτο· λαβὼν στρούθιον κόψον καὶ βαλὼν εἰς ὕδωρ χλίανον. Εἶτα τὸ ἔριον βαλὼν σάλευσον ἐπʼ ὀλίγον καὶ ἄρας ξήραινε. Εἶτα τότε στῦφε.

Πορφύρας.

Ἀσφόδελον καὶ νίτρον ζέσας χάλα τὰ ἔρια ἀνὰ 𐅻ηʹ καὶ ἔκλυσον. Εἶτα λαβὼν γίγαρτον μνᾶν αʹ κόψας φύρασον ὄξει καὶ ἄφες ὥρας ϛʹ. Εἶτα ζέσας χάλα τὰ ἔρια.

Στῦψις.

Χάλκανθον καὶ σκορπίουρον ζέσας χρῶ πρὸς ὃ ἂν βούλει βάμμα. Στύφει δὲ καὶ λίθους καὶ δέρματα παντοῖα.

Ἄνεσις ἀγχούσης.

Ἀνίεται ἡ ἄγχουσα ἐλαίῳ καὶ ὕδατι καὶ καρύοις. Κρείσσων δέ ἐστιν πασῶν τῶν ἀνέσεων τὸ οὖρον τὸ καμήλειον. Καὶ στύφει γὰρ καὶ κάτοχός ἐστιν.

Ἄλλη.

Ἄγχουσαν κόψας νίτρον πρόσμισγε, ἕως σχῇ χρῶμα αἵματος. Μεθʼ ὕδατος ζέννυται καὶ ὃ θέλεις βάπτε, ἢ κόψον εἰς ὅλμον μετὰ κνήκου καὶ ἐπεμβαλὼν ἔα συμπίνεσθαι τὸ αἷμα. Καὶ ἐὰν μετὰ τήλεως, ὁμοίως. Βάπτειν δὲ καὶ ὀθόνια καὶ βύσσινα ἅμα χαλκάνθῳ. Ἅμα γὰρ χαλκάνθῳ εἰς τὸ φοινικοῦν τρέπεται.

Πορφύρας λεύκωσις.

Πορφύραν λευκὴν ποιῆσαι. Ἕψε μετὰ σκαμμωνίας καὶ ἄνεσι ἢ μετὰ σικύου ἀγρίου ἢ ἐλατηρίου ἢ ἑλλεβόρου.

Ἄνεσις ἀγχούσης.

Λαβὼν ἄγχουσαν μετὰ βύνεως λειοτρίβει. Ἔστω δὲ πρόσφατον τὸ βύνι. Καὶ φυράσας ὄξει ἔασον νυκτερεῦσαι. Τῇ δὲ ἐπαύριον θερμάνας σὺν ὄξει ἔμβρεξον τὴν ἄγχουσαν καὶ ἔα, μέχρις ἐξεράσῃ. Ἔπειτα λαβὼν τὸ ἔριον κατάθου εἰς τὸ τῆς ἀσβέστου ὕδωρ καὶ ἐπιχάλασον εἰς τὴν ἐξέρασιν. Καὶ τότε εἰς ἀπόζεσμα φύκους χαλάσας χείριζε ὁμοίως καὶ τόπῳ κϛʹ πληρέστατον.

Κομμάρεως ἄνεσις.

Κόμμαρι ἀνιέναι. Φαίκλαν τρίψας ὕδατι βάλε εἰς βησσίον καὶ ἀνακίνει καὶ τὸ καθεσταμένον ὕδωρ μετέρασον εἰς ἕτερον ἀγγεῖον καὶ βάλε εἰς αὐτὸ τετριμμένον τὸ κόμμαρι καὶ ἀνακίνει καὶ ἐξεράσει πάραυτα. Εἶτα ἔασον καταστῆναι ἕως τῆς ἐπαύριον καὶ εὑρήσεις πορφύραν.

Πορφύρας σαρδινῆς στῦψις.

Τῇ μνᾷ τῶν ἐρίων σκωρίας σιδήρου μνᾶς δʹ, ῥοᾶς ὀξείας χοίνικα, εἰ δὲ μή, ὄξους χοῦν, ὕδατος χοεῖς ηʹ. Καῖε, ἕως τὸ ἥμισυ ἐκλείπῃ τοῦ ὕδατος. Εἶτα ὑφελὼν τὸ πῦρ ἔμβαλε τὰ ἔρια τὰ πεπλυμένα καὶ ἔασον, ἕως ἂν τὸ ὕδωρ ψυχρὸν γένηται. Εἶτα ἐξελὼν ἀπόπλυνε καὶ ἔσται ἐστυμμένον.

Πορφύρας σικελικῆς στῦψις.

Βάλε εἰς τὸ χαλκίον ὕδατος χοεῖς ηʹ καὶ στυπτηρίας ἡμίμνουν, χαλκοῦ ἄνθους μνᾶν αʹ, κηκίδων μνᾶν αʹ, ὅταν ζέῃ, βάλε ἐρίων πεπλυμένων μνᾶν αʹ, καὶ ἐὰν ζέσῃ δὶς ἢ τρίς, ἔξελε. Ἐὰν γὰρ πλείω χρόνον ἐάσῃς, ἐρυθρὰ ἔσται ἡ πορφύρα. Ἐξελὼν δὲ πλῦνε καὶ ἔσται σοι ἐστυμμένα.

Πορφύρας ἀληθινῆς στῦψις καὶ βαφή.

Τῷ στατῆρι τοῦ ἐρίου στυπτηρίας ὀβολοὺς εʹ, ὕδατος κοτύλας βʹ βαλὼν εἰς ἄγγος ζέσον καὶ ἔασον χλιερόν. Ἔασον ἕως πρωείας. Εἶτα ἄρας ψύξον. Εἶτα ἐπίστυψον βαλὼν ὕδατος κοτύλας δύο καὶ βαλαυστίου Σʹ ηʹ. Ζέσας χάλασον τὰ ἔρια. Ὅταν δὲ πλειστάκις ἀποβάψῃς, ἆρον τὸ ἔριον καὶ ἐπίβαλε εἰς τὸ ὕδωρ τοῦ βαλαυστίου φύκους στυπτηρίου ὡς σφαῖραν καὶ βάπτε πρὸς βλέπησιν. Ἐὰν δὲ θέλῃς αὐτὴν μέλαιναν εἶναι, ἄφες χρονίσαι ἐπιβαλὼν μικρὸν χαλκάνθιον. Ἐν ἄλλῳ τόπῳ οὕτως ἦν· ἐὰν δὲ θέλῃς αὐτὴν μέλαιναν εἶναι, ἐπίπασσε νίτρον καὶ ὀλίγον χαλκάνθιον.

Βαφὴ πορφύρας.

Πορφύρα. Λίθον φρύγιον ὀπτήσας ζέσον καὶ ἄφες, ἕως ψυγῇ. Εἶτα ἄρας εἰς ἄλλο ἀγγεῖον ἐπέμβαλε φύκους καὶ ἀμαράντου μνᾶν αʹ καὶ ζέσον καὶ ἔα ψυγῆναι.

Ἄλλη.

Τὰ ἔρια λαβὼν στρούθισον καὶ λαβὼν αἱματίτην λίθον βάλε εἰς χαλκίον καὶ χαλκάνθιον προζέσας βάλε τὸ ἔριον προστύψας οὔρῳ καὶ στυπτηρίᾳ καὶ μίσυι καὶ χάλασον καὶ ἀνασπάσας θαλάσσισον καὶ ψῦχε καὶ ἐπάν θισον κηκίδι καὶ ὑακίνθῳ. Γίνεται αὕτη λίαν καλὴ βαρβαρική.

Ἄλλη.

Λαβὼν κανθαρίδας καὶ σκωρίας σιδήρου καὶ δάφνας ζέσον προταριχεύσας μνᾶς βʹ καὶ ζέσας χάλασον καὶ ἀνασπάσας ψῦχε καὶ ἐπάνθισον ὕδατι ἀσβέστου.

Ἄλλη.

Λίθος φρύγιος ὀπτᾶται καὶ ζέννυται καὶ χαλᾶται τὰ ἔρια καὶ ἄφες, ἕως ψυγῇ. Εἶτα ἄρας βάλε εἰς ἄλλο ἀγγεῖον φύκους μέρος αʹ, ἀμαράντου ἄνθους μέρος αʹ καὶ πάλιν ζέσον καὶ ἐπίβαλε τὸ ἔριον καὶ ἔα ψυγῆναι καὶ ἄρας ἀπόκλυσον θαλάσσῃ.

Ἄλλη.

Ἡ διὰ τῶν μόρων. Λαβὼν ὄμφακας σταφυλῆς πίεσον καὶ στῦφε τὰ ἔρια ἐπὶ γʹ ἡμέρας. Τῇ τετάρτῃ ζέσον βαλὼν αὐτὸν εἰς χύτραν τὸν χυλὸν τῶν ὀμφάκων. Ὅταν δὲ ζέσῃ, ἄρας ἔκκλυσον ὕδατι τὸ ἔριον καὶ ψύξον. Εἶτα λαβὼν χυλὸν μόρων ἀνάζεσον, ἕως ζέσῃ δίς, καὶ κάθες τὸ ἔριον καὶ ἔα ψυγῆναι καὶ ἔσται πορφύρα εὔχρους καλή.

Πορφύρας ψυχροβαφὴ ἀληθῶς γινομένη.

Τήρει ἀπόκρυφον πρᾶγμα. Ἔστιν γὰρ καὶ εὐανθὴς ὑπερβολῇ. Λαβὼν τὸν ἀφρὸν τῆς ἰσάτεως παρὰ τῶν βαφέων καὶ ἀγχούσης ἐξωτικῆς μέρος τὸ αὔταρκες ὡς ἰσόσταθμον τοῦ ἀφροῦ—ἔστιν γὰρ ἐλαφρὸς ὁ ἀφρόσδιάτριψον ἐπὶ τῆς θυίας. Ἄνες οὖν τὴν ἄγχουσαν τρίψας ἐν τῷ ἀφρῷ καὶ ἀφήσει ἑαυτῆς τὴν δύναμιν. Εἶτα λαβὼν τὸ ἄνθος τὸ ἀπὸ τῶν βαφέων—εἰ μὲν τὸ ἀπὸ τοῦ κόκκου, κρεῖττον, εἰ δὲ μή γε, ἀπὸ τοῦ κριμνοῦ—αὐτὸν τὸν χόνδρον εἰς τὸ ἥμισυ τοῦ ἀφροῦ ἐπιθερμαίνων ἐπίβαλλε κατὰ τῆς θυίας καὶ χαλάσας τὸ ἔριον βάψον ἄστυφον καὶ εὑρήσεις ἀδιήγητον.

Πορφύρας καλῆς βαφή.

Λαβὼν ἔριον στρούθισον. Εἶτα εἰς ἄσβεστον διυλισμένην στῦψον. Εἶτα στυπτηρίᾳ καὶ ὕδατι ἕψησον. Ἔστω δὲ στυμνὴ ἡ στυπτηρία ὀξῖτις. Εἶτα τῇ διὰ τοῦ οὔρου στύψει ἕψησον. Εἶτα ἄνθισον. Ἔκκλυσον ὕδατι, εἶτα θαλάσσῃ καὶ ἀπόθου.

Λαβὼν οὔρου πρὸς τὸν στατῆρα τοῦ ἐρίου κοτύλην μίαν καὶ φλοιοῦ ἀγχούσης Σʹ δʹ καὶ νίτρου πυρροῦ Σʹ αʹ καὶ μίσυος κυπρίου ὠμοῦ Σ αʹ βάλε εἰς τὴν λοπάδα τοῦ οὔρου καὶ μίσγε, ἕως σοι δοκῇ καλῶς ἔχειν. Ἀφαίρει δὲ τὸν πρῶτον ἀφρόν, ὅς ἐστιν λευκὸς καὶ ἀεικὴς τῷ φαρμάκῳ. Ὅταν δὲ δόξῃ ἐξηρακέναι τὰ φάρμακα, ἄρας τὸ γυργάθειον ἢ τὸ σπυρίδιον ἐκπίασον ἐπιμελῶς εἰς τὴν λοπάδα. Αὐτὰ μὲν ῥῖψον, τὰ δὲ ἔρια ἐστυμμένα χαλάσας ποίησον. Καὶ πρότερον δειγμάτιζε ὑπὸ χεῖρα καθεὶς θεώρει. Ἔστω δὲ τὸ ἄγγος, ἐν ᾧ ἕψεται, χωροῦν τὸ ἑξαπλοῦν διὰ τὸ ὑπερζέον πολλάκις. Ὅταν δὲ καλῶς ἔχῃ, κρέμασον καὶ ἔασον ἀποστάζειν, ἕως τὸν ἀνθισμὸν ἑψήσῃς.

Ἰσάτεως συγκομιδή.

Ἐκτεμόντα εἰς κόφινον συνθεῖναι ἐν σκιᾷ καὶ συνθλάσαντα κόπτειν καὶ ἐᾶν ὅλην τὴν ἡμέραν, τῇ δὲ ἐχομένῃ διαψύχειν καὶ ἐμπεριπατεῖν, ὅπως ἀναβάλλητα διὰ τῆς τῶν ποδῶν κινήσεως καὶ ὁμαλῶς ξηραίνηται, καὶ συνθέντα εἰς φορμοὺς ἀποθέσθαι. Καλεῖται δὲ χειρισθεῖσα ἡ ἰσάτις οὕτως ἄνθραξ.

Ἀνθρακίνου βαφή.

Ὡς τάλαντον εἰς πίθον ἐμβαλεῖν ἐν ἡλίῳ κείμενον, χωροῦντα μὴ ἔλασσον μετρητῶν ιεʹ καὶ ἐπισάξαι καλῶς. Εἶτʼ ἐπιχέοντα οὖρον, ἕως ἂν ὑπερέχῃ τὸ ὑγρόν, ἡλιάζειν, τῇ δὲ ἐχομένῃ ἀναποιῆσαι συμπατοῦντα ἐν ἡλίῳ, ἕως ἀναδευθῇ καλῶς. Τοῦτο δὲ χρὴ ποιεῖν ἐφʼ ἡμέρας γʹ.

Ἄνθρακος ἕψησις.

Τριμερῆ ποιήσαντα τὸν ἄνθρακα καὶ τὸ ἀπὸ τοῦ ἐπιχυθέντος οὔρου περισσὸν ἀναδεῦσαι χρησίμως καὶ εἰς χύτραν ἐγχέοντα ὑποκαίειν. Αἰσθήσει δὲ, εἰ ἥψηται, οὕτως. Ἐάν ζέσῃ, ἀνακίνει μὴ ταρασσόμενος, ἐπιμελῶς δέ, ὅπως μὴ συγκαθίσας συντήξῃ τὸν λέβητα. Ὅταν δʼ ἐκ τοῦ μέσου σχίζηται, τελεία ἡ ἕψησις γίνεται. Δεῖ δὲ ὑποσπάσαντα κινεῖν τὸ πῦρ μηδὲν ἧσσον. Κατάψυχε δὲ τὰ ὑπὸ τὸν χύτρον ὕδατι ψυχρῷ προσραίνων. Εἶτα λαβὼν στρουθίου ἡμιχοίνικον ἔμβαλε εἰς πίθον καὶ ἀπὸ τοῦ φαρμάκου μετεράσας τὸ ἱκανὸν ἐπιθεὶς κανόνας ἢ καλάμους τῷ χείλει τοῦ πίθου πώμαζε φορμοῖς καὶ ὑπόκαιε πυρὶ συμμέτρῳ, ὥστε μὴ ὑπερζέσαι μηδὲ περιψύχεσθαι. Καὶ ἀφεὶς ἡμέρας γʹ ἀνάζεσον οὖρον μετὰ στρουθίου καὶ τὸ ἀποζέον ἀποσύρων καθίει ἔριον ἑψήμενον. Εἶτʼ ἀποκλύσας χρησίμως καὶ ἐκπιάσας διάξανον καὶ κάθες εἰς τὸ φάρμακον. Ὅταν δέ σοι δοκῇ καλῶς ἔχειν, ἐξελὼν καὶ πωμάσας πάλιν ὑπόκαιε τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τὸ ὑγρὸν ἅμα ζέσας καὶ τὸν ἀφρὸν ἀποσύρας φύκους ἔμβαλε μνᾶς βʹ καὶ τὸ βαφὲν ἔριον καθίει καὶ ἀποκλύσας ἐν θαλάσσῃ διάψυξον. Γλαύκου δὲ δὶς τῆς ἡμέρας, πρωίας καὶ δείλης, ἐφʼ ὅσον ἂν ὑπηρετῇ τὸ φάρμακον.

Ῥοδοβαφοῦς βαφή.

Ῥοδοβαφὲς δὲ οὕτως βάπτεται· καταπάσας τοὺς κυκλίσκους τῶν ἐρίων σποδῷ καὶ ἀναποιήσας πλῦνε γῆς κεραμικῆς χυλῷ καὶ ἐκκλύσας στῦφε, καθὼς προγέγραπται. Μετὰ δὲ τὴν στῦψιν ἐκκλύσας ἐν θαλάσσῃ ὄμβριον ὕδωρ ἔχε θερμόν, ὥστε μὴ δύνασθαι χεῖρα καθεῖναι. Εἶτα ῥίζης λαβὼν πεφρυγμένης καὶ κεκομμένης λείας μέρος τέταρτον τῆς μνᾶς εἰς τὴν μνᾶν τῶν ἐρίων καὶ λεκιθίου χοίνικος τέταρτον φύρασον ἐν ταύτῳ παρέχων ὄξος λευκὸν ἐπιπάσας τε εἰς τὸν λέβητα ἀνακίνησον καὶ καθεὶς τὰ ἔρια εἰς τὸν λέβητα πάλιν ἀνακίνει συνεχῶς, ὅπως ὁμαλισθῇ. Ὅταν δέ σοι δόξῃ συμπεπωκέναι, ἐπάνθιζε διὰ στυπτηρίας καὶ ἀναποκλύσας θαλάσσῃ ξήραινε ἐν σκιᾷ φυλασσόμενος καπνόν.

Φύκους βαφή.

Φύκει βάπτειν. Τὰ ἔρια πλῦναι, καθάπερ προγέγραπται, καὶ λαβόντα οὔρου χοέας δʹ καὶ στυπτηρίας ἡμιμναῖον εἰς τὴν μνᾶν ἀναμεῖξαι ὑποκάοντα, ἕως ἀναζέσῃ, καὶ καθέντα τὰ ἔρια κινεῖν συνεχῶς. Ὅταν δὲ συνίζῃ καὶ τὸ ὑγρὸν καθιστῆται, ἀποκλύσαντα ὕδατι ποτίμῳ ἕψειν φύκους τριπλάσιον τῆς τῶν ἐρίων ὁλκῆς καὶ ἐξελόντα τὸ φῦκος καθεῖναι τὰ ἔρια καὶ ἀνακινεῖν ὁμαλῶς, ἕως ἂν συμπίῃ, κἄπειτα χαλκάνθους μνᾶς τέταρτον εἰς τὴν μνᾶν λεάνας παράμισγε καὶ ὁμαλίζων ἀνακίνει συνεχῶς. Εἶτʼ ἐξελὼν ἀπόκλυσον καὶ ξήραινε, καθὼς καὶ τὰ λοιπά.

Φοινικοῦ διὰ φύκους βαφή.

Κυκλίσαντα τὰ ἔρια κατασῆσαι σποδὸν καὶ συμπατήσαντα χρησίμως πάλιν τῆς σποδοῦ κατασήθειν, ἕως ἂν ῥυφθῇ καὶ καταρρυπωθῇ. Τῇ δʼ ἐχομένῃ ἐκτεινάξαντα ἐκκλύσαι. Καὶ μετὰ τὴν πλύσιν θαλάσσης ἀναζέσαι χοέας ϛʹ εἰς τὴν μνᾶν καὶ παραμείξαντα στυπτηρίας ἡμιμναῖον στύφειν, ὡς εἴρηται, καὶ ἀποκλύσαι. Εἶτα φύκους τὸ τριπλάσιον ἕψειν μεθʼ ὕδατος ὀμβρίου, ἕως ἂν ζέσῃ, καὶ γάλα αἴγειον ἐπιχέαντα ἀνακινεῖν καὶ τὰ ἔρια ἐμβαλόντα πάλιν κινεῖν, ἕως ἂν εὖ ἄνωθε ἐνῆται τὸ χρῶμα κἄπειτʼ ἐξελόντα ἀποκλύσαι καὶ ἀναξηραίνειν ἐν σκιᾷ ἀπὸ καπνοῦ φυλάσσοντα.

Πορφύρας ὀξείας βαφή.

Πορφύραν ὀξυτέραν ποιῆσαι. Φῦκος ἑψήσας ἐκ τοῦ χυλοῦ λάμβανε κυάθους εʹ εἰς τὴν μνᾶν. Ἐὰν ἐπιτεῖναι θέλῃς, παράμισγε νίτρον λεῖον. Ἐὰν δὲ μᾶλλον ἔτι βούλῃ, χαλκανθές.

Ἀφρικανοῦ βύβλου. Πορφύρας ὀξείας ποίησις.

Λαβὼν τὸ ἔριον ἐστυμμένον χάλα εἰς κριμνοῦ χοίνικα αʹ, φύκους χοίνικας δʹ, ζέσας χάλα τὸ ἔριον καὶ ἄφες ἕως ὀψὲ καὶ ἄρας ἀπόκλυσον θαλάσσῃ, εἶτα ὕδατι.

Ἄλλη.

Χαλκάνθου Σ δʹ, σινωπίδος Σʹ δʹ, κριμνοῦ Σ ηʹ κόψας ἕψει καὶ χάλα τὸ ἔριον ἐστυμμένον καὶ ἔσται πορφύρα βαθεῖα καλή.

Ἄλλη.

Πορφύρας βαφὴ διὰ βοτανῶν. Λαβὼν τὸ ἔριον χάλα εἰς χυλὸν ὑοσκυάμου καὶ θέρμου πικροῦ ἐζεσμένον τοῦ ὕδατος. Τοῦτο πρόστυμμά ἐστιν. Εἶτα λαβὼν τοῦ ῥάμνου τὰ σφαιρία βάλε εἰς λέβητα ὕδωρ καὶ ζέσον καὶ χάλα τὸ ἔριον καὶ ἔσται πορφύρα καλή. Ἄρας ἀπόκλυσον χαλκέως ὕδατι καὶ ξήραινε ἐν ἡλίῳ καὶ ἔσται πρώτη.

Ἄλλη.

Προστύψας τὸ ἔριον καὶ λαβὼν σινωπίδος καλῆς Σ κʹ καὶ ζέσας ὄξει χάλα τὸ ἔριον καὶ πρόσβαλε χαλκάνθου Σβʹ καὶ ἄρας τὸ ἔριον βάλε εἰς χαλκίον μεστὸν θέρμου καὶ ἄφες ὥραν αʹ καὶ ἄρας ἀπόκλυσον.

Διαφόρων χρωμάτων βαφαί.

Φοινικόχροα ποιῆσαι. Λαβὼν ἡλιοτρόπιον σύνδησον ἀγχούσῃ καὶ κατάθου εἰς ἀγγεῖον ὀστράκινον ῥαίνων ἐπὶ ἡμέρας γʹ ὄξει λευκῷ. Τῇ τετάρτῃ ἡμέρᾳ ἕψε ἐπιμελῶς ἐπιβάλλων ὕδωρ, μέχρι ἐπιπλεύσῃ. Ἐὰν δὲ θέλῃς κέδρινον βάψαι, ἆρον τὴν ἄγχουσαν καὶ ἕψε ἐλαφρῶς. Ἐὰν δὲ κεράσινον, ἐμβαλὼν κριμνὸν ὠξυσμένον σὺν ὀλίγῳ σμήγματι κατάθου καὶ σύνεψε, μέχρι σοι δόξῃ καλῶς ἔχειν.

Φαιῶν ψυχροβαφαί.

Λιθαργύρου χρυσιζούσης μέρος, ἀσβέστου μέρη βʹ καταθέμενος εἰς ἀγγεῖον ἐπίχεε ὕδωρ, ὥστε ὑπερέχειν, καὶ κινήσας, μέχρι καταμιγῇ, χάλασον τὰ ἔρια προεκκεκλυσμένα, ἃ γίνεται κατὰ διάστημα ἑτερόχροα. Ἐὰν ἀγχούσης μείξῃς, κρείσσω.

Κοκκίνων βαφαί.

Λαβὼν στῦψον τῇ ἰσάτιδι, ὅ ἐστιν γλαυκισμός, καὶ πλύνας ξήρανον. Εἶτα λαβὼν κόκκον καὶ ὕδωρ κόπτε, ἕως ἀνεθῇ, καὶ τότε μεῖξον φῦκος χωρικὸν καὶ ἕψε οὕτως καὶ χάλα τὰ ἔρια καὶ ἔσται κόκκος.

Χρυσανθῆ ποιῆσαι ψυχροβαφῆ.

Λαβὼν κνήκου ἄνθος καὶ βούφθαλμον ὁμοῦ κόψας βάλε εἰς ὕδωρ. Χάλα τὰ ἔρια καὶ ῥαῖνε ὕδατι καὶ ἄρας ψῦχε καὶ χρῶ.

Ἐρίων τραχέων πλύσις.

Ἐρίων τραχέων ἥδε πλύσις ἐστίν. Μνᾷ τῶν ἐρίων κιμωλίας μνᾶς θʹ, ὄξους κοτύλας βʹ, ὕδωρ ἐπιχέας πλῦνε καὶ διάψυχε.

Δοκιμασίαι φαρμάκων βαφικῶν.

Ἰσάτις ἡ βαρεῖα καὶ κυανῆ καλή, ἡ δὲ ἔκλευκος καὶ κούφη οὐκ ἐσθλή. Κόκκου συρίου δοκιμασία· θραῦε τὸν εὐανθέστατον καὶ κουφότατον αἱρῶν. Ὁ δὲ μέλας ἢ διάλευκος πονηρός. Νίτρῳ δὲ διαμασησάμενος διάκρινε τὸν εὐανθῆ. Ἐρυθρόδανον εὐανθέστατον συντρίβων εἰς δοκιμασίαν ἄγε. Φῦκος τὸ πορφυρόχροον καὶ εὐπαγὲς ὅπως ὄστρεον. Τὸ δὲ διάλευκον καὶ μέλανον ὂν οὐκ ἐσθλόν. Διαμασώμενος οὖν φύλασσε εἰς τὴν χεῖρα εὐανθέστερον αἱρῶν. Στυπτηρία δὲ ὑγρὰ καὶ λευκὴ λίαν. Ἡ δὲ ἅλμην ἔχουσα ἀχρεία ἐστίν. Χαλκοῦ ἄνθος τὸ κυανόχρουν καὶ χλωρόν λίαν πρασῶδες καὶ εὐανθέστατον.

Ἐρίων κανυσίων βαφή.

Κριμνοῦ 𐅻κʹ, ἀκάνθης 𐅻ηʹ ἢ ιβʹ, ὕδατος χοῦν αʹ ἐρίων ἀστύφων μνᾷ αʹ προζέσας ἐν μολυβῷ χαλκίῳ ἐπιχάλα τὰ ἔρια καὶ δειγμάτιζε καὶ ἔσται.

Βαφὴ χρώματος.

Ἄσβεστον θερμὸν ξηρὰν καὶ λιθάργυρον χρυσῖτιν, τὰ δύο τρίψας εἰς ἀγγεῖον ὀστράκινον ἀνακινήσας χάλασον τὰ ἔρια καὶ ἔα ἡμέραν αʹ καὶ νύκτα καὶ ἀναβήσεται καὶ ἐκκλύσεις στρουθίῳ. Ἐὰν ἐκκλυσθῇ καὶ ἔτι θέλῃς, πάλιν ἐκ τοῦ φαρμάκου βάπτε.

Βαφὴ πορφύρας.

Πορφύρα ὀξεῖα. Φύκους χυλός. Ἐὰν ἐπιτεῖναι θέλῃς, βάλε νίτρον, ἐὰν ἔτι μᾶλλον, χάλκανθον.

Ἄλλη.

Κύσθου θαλασσείου πλοκάμοις σὺν ὕδατι βάπτουσι πορφύραν ἀνεξάλειπτον.

Ἄλλη.

Πορφύρα μὴ ἀνιοῦσα. Κύσθος θαλάσσιον σὺν φύκει καὶ ὄξει ἕψων χάλα τὸ ἔριον ὁμαλίζων.

Ἄλλη.

Ὁ παιδέρως σὺν ὄξει ἀνιέμενος πορφύραν ποιεῖ.

Ἄλλη.

Ὁ παιδέρως σὺν ὄξει ἀνιέμενος πορφύραν ποιεῖ.

Ἄλλη.

Ἄγχουσα, ἐρυθρόδανον, φῦκος, αἷμα μόσχιον πορφύραν βάπτει.

Ἄλλη.

Πορφύρα. Λίθος φρύγιος κόπτεται καὶ ζέννυται καὶ χαλᾶται τὰ ἔρια. Καὶ ἄφες, ἕως ψυγῇ. Εἶτα ἄρας βάλε εἰς ἄλλο ἀγγεῖον φύκους μέρος αʹ, ἀμαράντου τοῦ ἄνθους μέρος αʹ καὶ πάλιν ζέσον καὶ ἐπίβαλε τὸ ἔριον καὶ ἔα ψυγῆναι καὶ ἄρας ἀπόκλυσον θαλάσσῃ. Στῦμμα πρῶτον τῆς πορφύρας φρυγίου λίθου, τῇ κοτύλῃ τῶν ἐρίων κοτύλη τοῦ λίθου, γίνεται.

Ἄλλη.

Πορφύρα ψυχροβαφής. Ὕδατι λακκαίῳ ἀνάκοψον ἄσβεστον. Τὴν κονίαν ἀποσειρώσας στῦφε ὃ θέλεις ἀπὸ ὀψὲ ἕως πρωί, εἶτα ἀπόκλυζε γλυκεῖ ὕδατι, βάπτε δὲ ἀφεψήματι φύκους πρῶτον. Εἶτα προσέμβαλε χάλκανθον.

Βαφὴ ἐρίων φαιῶν.

Βαφὴ ἐρίων φαιῶν παντοίων, ὥστε δοκεῖν αὐτῶν χρῶμα εἶναι. Λιθάργυρον χρυσῖτιν λεάνας ἔμβαλε εἰς ἀγγεῖον καθαρὸνν βραχὺ καὶ ἀσβέστου τὸ τετραπλοῦν καὶ ἐπίχεον ὕδωρ ὄμβριον γλυκύ, ὥστε ὑπερέχειν, καὶ διακινήσας, ὅπως συμμιγῇ καλῶς, χάλα τὰ ἔρια προεκκλύσας. Γίνεται γὰρ φαιὰ καὶ κατὰ διάστημα χρόνου ἑτερόχροα, ὥστε δοκεῖν ἀληθινὸν εἶναι καὶ θαυμαστόν.

Φύκους ἄνεσις.

Λαβὼν τὸ φῦκος ἐπιμελῶς πλῦνον καὶ ψύξας ἀπόθου. Εἶτα λαβὼν ἐρεγμὸν ἕψε ὕδατι πολλῷ καὶ ὅταν κάθεφθος γένηται, τῷ ὕδατι τοῦ ἐρεγμοῦ πρόσμισγε τὸ φῦκος καὶ ἐῶν συγκαταψυγῆναι οὕτως ἀνέσεις.

Ἀγχούσης ἄνεσις.

Λαβὼν ἄγχουσαν ἐκπεφλοισμένην καὶ κεκομμένην ἐπίβαλε βασιλικῶν καρύων τὸ ἐντὸς καὶ πάλιν κόπτε καὶ ἐπίβαλε στυπτηρίαν σχιστὴν ὀλίγην καὶ κόπτε πάντα ὁμοῦ νοτίσας τῷ ὕδατι καὶ ποιήσας μᾶζαν ἀπόθου καὶ ἔασον συμπίνειν. Εἶτα λαβὼν ὕδατος ἀγγεῖον βάλε τὴν μᾶζαν εἰς τὸ ὕδωρ καὶ ἀνακινήσας ἔασον ἄτομον καὶ χάλα τὸν δάκτυλον, κἂν ᾖ εὐανθές, χρῶ.

Σκευὴ πορφύρας ἀληθινῆς.

Ἰὸς σιδήρου καὶ μίσυ ὀπτὸν καὶ βαλαυστίας ἄνθος στυφέντα τῷ ὕδατι καὶ τοῦ ἐρίου ἐφʼ ὥρας δʹ πορφύραν καλὴν βαθεῖαν ἀναφέρουσιν.

Ἄλλη.

Ἰὸν σιδήρου καὶ ὄξος ταρίχευε ἐπὶ ἡμέρας ἱκανάς. Εἶτα τούτῳ στῦφε τὸ ἔριον ψυχρῷ. Εἶτʼ ἀποζέσας κριμνὸν χάλα τὰ ἐστυμμένα.

Ἀφρικανοῦ ἐκ βύβλου γʹ.

Στῦψις δὲ πρὸς πᾶσαν βαφὴν ἥδε. Πρῶτα μὲν ἀποπλύνεται τὸ ζῷον ἢ καὶ νάκος. Οὕτω γὰρ ἂν πρόσοιτο τὰ τῆς στύψεως. Ἐπὶ δὲ τὴν στυπτηρίαν ἀναλυτέον ὄξει κἀπιχρίειν, ὅπερ ἂν βάψαι δέοι. Ἀφαυανθὲν δὲ ἡλίῳ ἀποπλύνεται καὶ τῆς νοτίδος ἐλευθερωθὲν πᾶσαν προσίεται βαφήν. Νύκτα δὲ καὶ ἡμέραν ἐπὶ τῇ στύψει φυλάττειν χρὴ τὸ στυφόμενον.

Χρωμάτων βαφαί.

Ἄσβεστος μετὰ λιθαργύρου τριβομένη καὶ φυρωμένη ποιεῖ χρώματα πλεῖστα παρὰ τὴν μονὴν τοῦ ἐρίου. Πρῶτον μὲν γαλάκτεινα, εἶτα ἰδιόχρωμα, εἶτα βαθέα ψυχροβαφῇ.

Στῦψις παντὸς χρώματος πλὴν πορφύρας.

Στυπτηρίαν διεὶς ὄξει πρόσβαλε μίσυ ὠμὸν καὶ χρῶ.

Στῦψις πορφύρας.

Ἐὰν πορφυρῶς στύφῃς, προσέμβαλε θεῖον τὸ ἀληθινὸν τὸ βωλῶδες, ἵνα προσέλθῃ ἡ πορφύρα εἰς λευκασίαν, μὴ λευκανθῇ τὸ συγγενὲς τοῦ ἐξετάζοντος ἔχουσα.

Χρωμάτων βαφαί.

Ἐλύδριόν ἐστι ῥίζα βοτάνης. Ψυχροβαφῇ βάπτει χρυσανθῆ. Ἔστιν δὲ τίμιον τὸ ἐλύδριον. Χρήσῃ οὖν τῇ ῥίζῃ τῆς ῥοιᾶς καὶ τὸ αὐτὸ ποιεῖ. Καὶ ὁ τιθύμαλλος ξηρανθεὶς καὶ ζεσθεὶς γάλβινα ποιεῖ, ὀλίγου δὲ ἰοῦ μιγέντος πράσινα ποιεῖ. Καὶ τὸ ἄνθος τοῦ κνήκου ὁμοίως.

Ἀγχούσης ἄνεσις.

Ἀνίεται ἡ ἄγχουσα ῥίζῃ ὑοσκυάμου, οἱ δὲ ῥίζῃ συκαμίνου συνέψωσιν, οἱ δὲ ῥίζῃ καππάρεως ὁμοίως. Οἱ δὲ ἕψουσιν τὴν ἄγχουσαν μετὰ φακοῦ, οἱ δὲ μετὰ πυρέθρου.

Κάτοχος ἀγχούσης.

Οὖρον προβάτιον ἢ κόμμαρι ἢ ὑοσκύαμον ἴσα.

Φύκους καὶ ἀγχούσης κάτοχος.

Ἀπόζεσμα φύλλων κιτρίων καὶ ἀποζέσματα τῆς κριθῆς καὶ τῆς κοτυληδόνος, χυλὸς τοῦ βόλβου. Τούτων ἕκαστον κατέχει κατὰ μόνας.

Κομάρου ἄνεσις.

Λαβὼν κόπρον χοιρείαν ἐξυδάρωσον οὔρῳ ἀφθόρου καὶ ἀνάζεσον καὶ ἀποσείρωσον κατὰ τοῦ κομάρου.

Ἄλλη.

Ἀσβέστου μαρμαρικῆς ψυχρῷ ὕδατι λυθείσης ἐν τῷ γάλακτι σύνθες τὸ κόμμαρι καὶ διαλυθήσεται.

Στρουθισμός.

Λαβὼν στρούθιον καὶ ἀναποιήσας ὕδατι θερμῷ ποίησον ὡς στέατος σφαῖραν. Εἶτα ἄνες τοῦτο ὕδατι θερμῷ, ἕως διαλυθῇ. Ἔστω δὲ τὸ ὕδωρ ὑπερέχον τὸ ἔριον. Εἶτα ἀναφλύσας βάλε τὸ ἔριον καὶ ἄπεχε, μὴ καυσωθῇ, καὶ μικρὸν αὐτὸ ἔασον, ἕως αὐτὸ ἴδῃς καθαρόν. Ἆρον καὶ ἀπόκλυσον καὶ ξήρανον.

Στῦψις.

Εἶτα λαβὼν ἄσβεστον καὶ ὕδωρ ζεστὸν χυλοποιήσας ἄφες κατασταθῆναι ἀφαιρῶν τὴν ἐπικειμένην ἀκαθαρσίαν. Ὅταν δὲ ἴδῃς, ὅτι κρυσταλλῶδες γέγονεν τὸ ὕδωρ, χάλα τὰ ἔρια καὶ πάλιν δονήσας ἔα ἐπʼ ὀλίγον. Ἄρας ἔκκλυσον.

Ἕψησις.

Εἶτα λαβὼν ὕδατος γλυκέος ὡς τῷ στατῆρι τοῦ ἐρίου κοτύλας δύο καὶ στυπτηρίας ὀξίτιδος ὁλκὰς ηʹ βαλὼν τὸ ὕδωρ, καὶ τὴν στυπτηρίαν ἐν σπυριδίῳ καὶ κριθὰς ὀλίγας καῖε, ἕως αἱ κριθαὶ ἑψηθῶσιν καὶ ἡ στυπτηρία διαλυθῇ. Ἀφελὼν δὲ τὸ ἐν τῷ ὑγρῷ ἀκάθαρτον χάλα τὰ ἔρια καὶ τῷ προχείρῳ καταβάψας διάστιλον καὶ ὁμαλίσας πωμάσας καῦσον, ἕως ἂν ἴδῃς φυσώμενα τὰ ἔρια. Εἶτα ἐπάρας αὐτὰ καὶ κρεμάσας καὶ πάλιν τῷ προχείρῳ τὰ αὐτὰ ποιεῖ καὶ καῖε. Ὅταν δὲ ἐπαρθῇ, ἀπάρας κρεμάσον καὶ ἔα ἀποστάζειν, ἕως ἐποίσεις τὴν διὰ τοῦ οὔρου στῦψιν.

Πορφύρας τυρίας ποίησις.

Λίθος φρύγιος κόπτεται καὶ ζέννυται καὶ χαλᾶται τὸ ἔριον καὶ ἐᾶται, ἕως ψυγῇ. Εἶτα ἄρας βάλε εἰς ἀγγεῖον φύκους μνᾶν μίαν καὶ ζέσον καὶ ἐπέμβαλε τὸ ἔριον καὶ ἔα ψυγῆναι καὶ ἄρας ἔκκλυσον θαλάσσῃ.

Ψυχροβαφὴ πορφύρας.

Λαβὼν ἄσβεστον ἀνάκοψον μετὰ ὕδατος ὀμβρίου καὶ διηθήσας τὸ ὕδωρ ἐν αὐτῷ στῦφε ὀψὲ καὶ πρωί. Ἔκκλυζε μὴ θαλάσσῃ ἀλλὰ γλυκεῖ ὕδατι. Εἶτα βάπτε φύκει ἀπεζεσμένῳ. Εἶτα χάλκανθον προσέμβαλε καὶ γίνεται πορφύρα.

Βαφὴ κόκκου γαλατικοῦ.

Ἄγχουσαν καὶ φῦκος ἀνὰ ὀγκίαν αʹ, αἵματος χοίρου ὀγκίας βιʹ χαλκάνθου 𐅻εʹ, ἀρσενικοῦ κεκαυμένου 𐅻β, ὕδατος ξέστας ηʹ.

Βαφὴ πορφύρας τυρίας καὶ πρωτίας δοκίμου.

Ἀγχούσης 𐅻ζʹ, ἀρσενικοῦ 𐅻εʹ, οὔρου ὀγκία αʹ, ἀσβέστου 𐅻εʹ, ὕδατος κοτύλη αʹ.

Χρωμάτων ἄνεσις.

Θεῖον, ἂν θέλῃς ἄνθος ἀνεῖναι τὸ ἴδιον χρῶμα, ἕψε μετὰ γάλακτος βοείου καὶ εὐχερῶς ἀνήσει.

Πορφύρας ῥιζίνης βαφή.

Γλαυκώσας τὰ ἔρια κατάπασον σποδῷ χρησίμως συμπατῶν. Εἶτα γῆν κεραμικὴν χυλώσας ἔκπλυνον ἐν αὐτῇ τὸ ἀπογλαυκωθὲν καὶ ἀποκλύσας ἐν θαλάσσῃ στῦφε. Γνώσῃ δὲ εἰ ἔστυπται ἱκανῶς ὅταν συνιζάνῃ ἐν τῷ λέβητι καὶ τὸ ὑγρὸν διαυγῇ. Εἶθʼ ὕδωρ ὄμβριον θερμάνας, ὥστε μὴ καθεῖναι τὴν χεῖρα, ῥίζαν, τοῦτʼ ἔστιν ἐρευθέδανον πεφρυγμένην κεκομμένην καὶ σεσησμένην φύρασον ὄξει λευκῷ σταθμὸν εἰς τὴν μνᾶν τῶν ἐρίων ἡμιμναῖον, καὶ συνανάφυρε, τῇ ῥίζῃ λεκίθου χοίνικος τέταρτον. Εἶτα ἐμβαλὼν εἰς λέβητα ἀνακινεῖν ἔρια κἄπειτα καθεὶς τὰ ἔρια συνεχῶς ἀνακινῶν ὁμάλιζε καὶ ἐξελὼν ἀπόκλυσον ἐν θαλάσσῃ. Ἐὰν δὲ βούλῃ εὐανθῆ εἶναι καὶ μὴ ἐξίτηλον, ἐπάνθιζε διὰ τῆς στυπτηρίας καὶ ἀποκλύσας πάλιν ἐν θαλάσσῃ ξήραινε ἐν σκιᾷ φυλασσόμενος ἀπὸ καπνοῦ.