On the Tribikos and the TubeΠερὶ τοῦ τριβίκου καὶ τοῦ σωλῆνος
Zosimus of Panopolis On the Tribikos and the Tube PDF
On the Tribikos and the Tube is a technical alchemical treatise by Zosimus of Panopolis, who wrote around 300 CE. The work provides practical instructions for constructing and operating two essential pieces of laboratory apparatus: the tribikos, a three-armed alembic used for distillation, and the accompanying tube, or sōlēn, which likely functioned as a condenser. Written in a concise, instructional style, it exemplifies the practical, laboratory-oriented strand of early alchemical practice. The text details the specific design and assembly of the tribikos still, explains the function of the tube, and outlines the methodology for purification and separation processes central to alchemical operations. It survives within the Byzantine manuscript tradition, preserved primarily in later compendia such as the tenth- or eleventh-century Marcianus graecus 299, where it was copied and transmitted by subsequent generations of alchemists as part of Zosimus's influential corpus. The treatise played a significant role in standardizing core alchemical equipment for centuries, directly transmitting essential chemical engineering techniques into the medieval period and cementing Zosimus's foundational role in the history of alchemy.
| 2.236.(1t) | ΠΕΡΙ ΤΟΥ ΤΡΙΒΙΚΟΥ ΚΑΙ ΤΟΥ ΣΩΛΗΝΟΣ Ἑξῆς δὲ τὸν τρίβικόν σοι ὑπογράψω. Καλεῖται δὲ αὕτη ἡ δι’ ἀσκοῦ ἡ παρὰ Μαρίας τεχνοπαράδοτος· ἔχει δὲ οὕτως. «Ποίησον, φησιν, ἐκ χαλκοῦ ἐλατοῦ σωλῆνας τρεῖς, λεπτὸν τὸ ἔλασμα ἔχοντας σταθμοῦ πάχος σμικρὸν παχύτερον ὡσεὶ χαλκοῦ τηγάνου πλακουντηρίου, μῆκος ἔχον πήχεος αʹ 𐅶 ʹ. Ποίησον οὖν σωλῆνας τρεῖς τοιούτους, καὶ ποίησον πάχος ἔχον τὸ μῆκος παρὰ παλαιστὴν, ἄνοιγμα δὲ τοῦ χαλκείου σύμμετρον. Οἱ δὲ τρεῖς σωλῆνες ἐχέτωσαν τὸ ἄνοιγμα τραχήλου βίκου κούφου ἡλάριον, τοῦ δὲ ἀντίχειρας, ἵνα δύο λιχανοὺς αὐτοῦ ταῖς δυσὶν χερσὶν συναρηρότας ἐκ πλευρῶν. Τοῦ δὲ χαλκείου περὶ τὸν πυθμένα, αἱ τρεῖς τρῶγλαι προσαρμόζουσαι τοῖς σωλῆσι, καὶ ἁρμοσθέντες προσκολλάσθωσαν, τοῦ ἄνω παραδόξως πνεῦμα ἔχοντος. Καὶ ἐπιθεὶς τὸ χαλκεῖον ἐπάνω λωπάδος ὀστρακίνης ἐχούσης τὸ θεῖον, συμπεριπηλώσας τὰς συμβολὰς στέατι ἄρτου, ἔνθες ἐπὶ τὰ ἄκρα τῶν σωλήνων βίκους ὑελοῦς μεγάλους, παχεῖς, ἵνα μὴ ῥαγῶσιν ἀπὸ τῆς θέρμης τοῦ ὕδατος κομιζούσης ἀνὰ μέσον. Τὸ δὲ σχῆμα τοῦτο. Λιχανὸς σωλήν. Ἔστι δὲ καὶ ἄλλος τρόπος κομιδῆς ὕδατος θείου, ἀλλ’ οὐχ ὡς ὁ τρίβικος. |
| 2.237 | Ἔστω σωλὴν εἰς πυθμένα χαλκείου ἐντεθειμένος, μῆκος πήχεως αʹ 𐅶 ʹ. Τῷ αὐτῷ τρόπῳ καὶ βίκος εἷς· καὶ ὑποκάτω λωπὰς θείου ἀπύρου, εἰς ἣν συναρμόζει τὸ χαλκεῖον καὶ περιπηλοῖ στέατι ἢ κηρῷ, ἢ πηλῷ, ἢ ὡς βούλει· καὶ καύσας, ἀνάσπα. Ὁ δὲ τύπος οὗτος. Ἐγέλασά σοι καὶ εἰς ἐξάκουστον ἐν ταῖς τάξεσι τῶν ὀργάνων τούτων. Φησὶ γὰρ· «Εἰς ἑκάστην ἐχέτω ἡ λωπὰς μνᾶν θείου ἀπύρου.» Καὶ ἐθαύμασά σε καὶ ἐν τούτῳ ὅτιπερ οὐκ ἀνασχομένη τοῦ φθόνου ἠξίωσας καὶ ταῦτα γραφῆναί σοι. Τάχα δὲ καὶ εἰς κατάγνωσιν ἧκες τοῦ φιλοσόφου, ὅτιπερ ἐτόλμησεν εἰπεῖν ὅτι· «Ταῦτα ἑκὼν παρεσιώπησα διὰ τὸ ἀφθόνως αὐτὰ κεῖσθαι ἐν ταῖς ἄλλων γραφαῖς ... στέατι, ἢ κηρῷ, ἢ πηλῷ, ἢ ὡς βούλει, καὶ καύσας, ἀνάσπα. Ὁ δὲ τύπος οὗτος ἐν γραφαῖς. Καὶ ἐνκύψασα εἰς ἀκάματον φθόνον, κατέγνως τοῦ φιλοσόφου μάτην. Οὐ γὰρ ἐνόησας τί εἶπεν. Οὐκ εἶπεν γὰρ, ὡς καὶ ἐν τοῖς πρότερον ὑπομνήμασιν, ὅτι «τῶν ὑδάτων ἡ ποίησις», ἀλλὰ «ἡ ἄρσις.» Ἕτερον γάρ ἐστι ποίησις, καὶ ἕτερον ἄρσις. Οὐχ ὑδράργυρον αὐτῶν εἶπεν ἀφθόνως γεγράφθαι· τὴν δὲ ποίησιν οὐδεὶς αὐτῶν ἐξέθετο· τοῦτο γὰρ ἦν τὸ ἐμφανὲς μυστήριον, τοῦτό ἐστιν τὸ σφόδρα κεκρυμμένον. Ἡ οὖν ἄρσις τοιάδε ἐστὶν, ἡ διὰ τούτων τῶν ὀργάνων καὶ τῶν ὁμοίων, τῶν ὡς ἀπὸ τοῦ νοὸς γινομένων. Καὶ μάλιστα ἐὰν [εἴ] τις προπαιδευθῇ τὰ πνευματικὰ Ἀρχιμήδου ς , ἢ Ἥρωνος καὶ τῶν ἄλλων καὶ τὰ μηχανικὰ αὐτῶν. ΠΕΡΙ ΕΤΕΡΩΝ ΚΑΜΙΝΩΝ. —Ἐπειδὴ ἑξῆς ὁ λόγος ἡμῖν περὶ καμίνων καὶ καταβαφῆς πρόκειται, οὐ βούλομαι πρὸς σὲ ποιεῖσθαι ἐμπεσοῦσαν ταῖς ἄλλων γραφαῖς. Καὶ γὰρ παρὰ Μαρί ᾳ · «Ἡ τῆς ὁρωμένης καμίνου οὐ κεῖται διαγραφὴ, ἧς ὁ φιλόσοφος οὐκ ἐμνημόνευσεν, οὐ μόνον πρισμάτων καὶ τῶν ἄλλων περὶ ὧν ἠρέμα ἐν τῷ περὶ ποσότητος πυρὸς ὑπομνήματι διέλαβον. |
| 2.238 | » Ἵνα οὖν μὴ δόξῃ τι λείπειν τοῖς σοῖς γράμμασιν, ἔστω παρὰ σοὶ καὶ ἡ κάμινος Μαρία ς , ἧς καὶ ὁ Ἀγαθοδαίμων ἐμνημόνευσεν ἐν τῷ λόγῳ οὕτως· «Ἡ δὲ τῆς κηροτακίδος τοῦ κρεμαστοῦ θείου τάξις οὕτως γίνεται. Λαβὼν φιάλην, σμέρησον, ἢ λίθῳ παράτεμε τὸ μέσον κυκλοτερῶς τὸν πυθμένα τῆς φιάλης, ἵνα ἐμβῇ κάτω ὀξύβαφον σύμμετρον. Καὶ βαλὼν ὀστράκινον ἄγγος λεπτὸν, προσηρμοσμένον τῇ φιάλῃ, ἵνα ᾖ κρεμαστὸν ἐκ τῆς φιάλης ἄνωθεν ἀπ’ αὐτῆς ἀντεχόμενον· φθανέτω δὲ ἐπὶ τὴν σιδηρᾶν κηροτακίδα. Καὶ ἐπιθεὶς ὃ βούλει πέταλον, ἢ ὃ ἂν ἡ γραφὴ αἰτῇ ὑπὸ τὸ ἄγγος καὶ ὑπὸ τὴν κηροτακίδα ἅμα τῇ φιάλῃ, ἵνα ἔσωθεν βλέπῃς, καὶ συμπεριπηλώσας τὰς ἁρμογὰς, ἕψε ἐφ’ ἃς λέγει ὥρας ἡ ἡμετέρα ἡ τάξις. Τοῦτό ἐστι τὸ κρεμαστὸν θεῖον, καὶ κρεμαστὸν ἀρσένικον ὁμοίως. Δίδου τρυμαλίαν λεπτὴν βελόνης, μέσον τοῦ ἄγγους.» Ὑαλῆ ἄλλη φιάλη ὕπωμος τε· ἢ τω δὲ τὸ ἄγγος τὸ ὀστράκινον ἐοικὸς τοῖς τῶν ὀρβίων κύβοις, ἀλλ’ ἐοικὸς τοῖς τῶν ἀγγείων κύβοις. Ἡ δὲ κάμινος φουρνοειδὴς, φησὶν ἡ Μαρί α , ἔχουσα ἄνω τρεῖς μαζοὺς, ἢ ἀνοχὰς, ἢ σύροντας. Καῦσον δὲ καλάμοις ἑλληνικοῖς κατὰ πρόβασιν, νυχθήμερα δύο ἢ τρία, πρὸς ὃ ἔχει ἡ βαφή· καὶ ἄφες ἀποφρυγῆναι ἐν τῇ καμίνῳ. Κατάσπα δὲ δι’ ὅλης ἡμέρας ἄσφαλτον, ἐπιβάλλων ἃ οἶδας, καὶ χαλκὸν λευκὸν ἢ ξανθόν. Δύναται δὲ ὧδε γενέσθαι, καὶ τὸ ἠθμοειδὲς ὄργανον λευκαίνει, ξανθοῖ, ἰοῖ, παροπτᾷ, ἀντέσματα ποιεῖ, μαλαγμάτων καταβαφὰς, καὶ ὅσα ἂν ἐπινοῇς. Ἡ δὲ ποίησις αὐτῆς αὕτη. |