On the Work to be Done at Every TimeΠερὶ τοῦ ἐν παντὶ καιρῷ ἀρκτέον τὸ ἔργον
Zosimus of Panopolis On the Work to be Done at Every Time PDF
On the Work to be Done at Every Time is a Greek alchemical treatise composed around 300 CE by Zosimus of Panopolis, an Egyptian author. Structured as a series of five instructional passages, the work offers practical guidance on the timing and methods for laboratory operations, particularly those involving the treatment of metals. It stands as a complete specimen from Zosimus's extensive corpus, which constitutes some of the earliest and most influential alchemical literature in Greek. The text synthesizes Egyptian craft traditions, notably from metallurgy and dyeing, with Greek philosophical concepts and contemporary religious thought such as Gnosticism. Scholars interpret it not merely as a technical manual but as a work intended for initiates, framing the physical transformation of substances as part of a parallel spiritual process aimed at the purification and liberation of the practitioner's soul. Its emphasis on performing operations at the proper moment likely reflects the astrological and seasonal principles pervasive in ancient technical arts. The treatise survives intact through its transmission in Byzantine manuscripts, most notably within a 10th- or 11th-century codex. The writings of Zosimus, including this text, served as a foundational source for subsequent alchemical traditions, being extensively copied and commented upon by Byzantine, Islamic, and later medieval Latin scholars.
| 2.157 | ΠΕΡΙ ΤΟΥ ΕΝ ΠΑΝΤΙ ΚΑΙΡΩ ΑΡΚΤΕΟΝ Ἀναγκαῖον καὶ περὶ καιρῶν ζητήσωμεν. Τὸ πνεῦμα ἔλεγεν, φησὶν, ἀπὸ ἄνθους ἡλιοῦσθαι καὶ ταριχεύεσθαι ἕως τοῦ ἔαρος· καὶ τότε λοιπὸν ἐν παντὶ καιρῷ πυρὸς, ὁ χρυσὸς εἰς τὸ χρῆσθαι. Ὁ γὰρ μέγας, φησὶν, ἥλιος ποιεῖ τοῦτο, ὅτι δι’ αὐτοῦ, φησὶν, γίνεται. Ἄκουε τοῦ Ἑρμοῦ λέγοντος ὅτι ἡ μάλαξις τῶν ἀλαξίμων γίνεται ἐν ψυχροῖς. Περὶ τούτου ἰσχυρῶς διέλαβεν ἐν τῷ τέλει τῆς λευκώσεως τοῦ μολύβ δου· ἐκεῖ καὶ περὶ τοῦ χρυσοῦ λέγει· οὕτως πως ὁ ποιῶν τὸ πᾶν· ἐκεῖ καὶ περὶ τοῦ ἠθμῆσαι τὸ πᾶν διέλαβεν ὅν τινα ἠθμόν· οὔτε Ἀγαθοδαίμονα λέληθε, καὶ ταύτην ἄμμου πλύσιν ἔφη καὶ κάθαρσιν, ὅτε τὸ πᾶν λειωθὲν καὶ γενόμενον ὕδωρ ἔλθῃ διὰ ἠθμοῦ ἢ ὑλιστῆρος. Καὶ ὁ Ἑρμῆς φησιν· «Γίνεται ὡς ἡ στάκτη ἀκακία.» Ἐὰν μὲν γὰρ ὑποστάθμην, δῆλον γέγονεν ὡς αἱ οὐσίαι καὶ τὰ μέταλλα οὐδαμῶς λειοῦνται· Καὶ περὶ τούτων αὐτὸς ὁ Ἑρμῆς ἐν τοῖς κοσκίνοις ἰσχυρῶς διέ λαβεν, λέγων ἄνω καὶ κάτω· «Ἐὰν καταβῇ τὰ ὕδατα, αὐτὸ τὸ κόσ . |
| 2.157 | κινον ὡς ἔοικε ῥοῦν.» Ὅλα ὁμοῦ καταβαίνοντα αὐτὰ κατὰ τὸν μέγαν Ἑρμῆ ν· τάχα καὶ ἀναβαίνοντα δι’ ὀργάνου, εἰς ὃ καὶ ἕψεσθαι δοκοῦσι. Ταῦτα δὲ εἰρήκαμεν τῷ λόγῳ, πλὴν ὁ λόγος περὶ καιροῦ. Καιρὸς γὰρ ὁ θερινὸς, ὅτε ὁ ἥλιος φύσιν ἔχει πρὸς τὸ πρᾶγμα. Ἀμέλει οὖν ἡ Μαρία ἐν ταῖς ποιήσεσιν τοῦ προσωπιδίου· «Ὕδωρ θεῖον ληφθήσεται τοῖς μὴ νοοῦσιν, ὡς γέγραπται, ὃ διὰ τῆς λωπάδος καὶ τοῦ σωλῆνος εἰς ὕψος ἀναπέμπεται.» Ἀλλ’ ἔθος τοῦτο λέγειν ὕδωρ τὴν αἰθάλην θείου ἀθίκτου, ἀρσενίκων· οὗ ἕνεκεν ἐμυκτήρισάς με ὅτι περ δι’ ἑνὸς λόγου, τοσοῦτόν σοι τὸ μυστήριον ἐξέφρασα. |
| 2.157 | Τοῦτο μὲν τὸ ὕδωρ τοῦ θείου λευκαινόμενον διὰ τῶν λευκαινόντων, λευκαίνει, καὶ ξανθούμενον διὰ τῶν ξανθούντων, ξανθοῖ, [καὶ ποιῶν] καὶ μελαινόμενον διὰ χαλκάνθου καὶ κικίδου, μελανοῖ· εἰς μέλανσιν ἀργύρου εἰς τὸν ἡμῶν μολυβδόχαλκον, περὶ οὗ μολυβδοχάλκου ἐν τῷ πατροπαραδότῳ ἀργύρῳ σοι προσεφώνησα. Μελαι νόμενον οὖν καὶ τὸ ὕδωρ ἀναλαμβάνοντα 〈τὸν〉 μολυβδόχαλκον ἡμῶν βάπτει ἄφευκτον μέλανσιν, ἥν τινα, μηδὲν οὖσαν, μέγα ἐπιθυμοῦσιν οἱ μύσται πάντες εἰδέναι· τὸ δὲ αὐτὸ ὕδωρ οἷον λαμβάνει τοιοῦτον, καὶ βάπτει ἄφευκτον, ὑφεξαιρουμένου τοῦ ἐλαίου καὶ τοῦ μέλιτος. Καὶ ὁ φιλόσοφός φησιν ὅτι ὀλίγον θεῖον ἄθικτον οἶδε πολλὰ εἴδη καῦσαι, ἀλλὰ καὶ τοὺς λίθους καὶ τὰ μέταλλα μαλάσσει. Ἐν τούτῳ τῷ ὕδατι λειοῦται τὸ σύνθεμα. τὸ θεῖον, ὡς εἰς τὸν ἀνδροδάμαντα φησίν· «Ἐὰν ἄπυρον θεῖον προβάλλῃς, ποιεῖς χρυσοζώμιον, ὁμοῦ σὺν τῷ συνθέματι τῶν οὐσιῶν· καὶ τὸ σύνθεμα τῶν θειωδῶν λειοῦται». Καὶ οὕτως ἕψειται ἢ ὀπτᾶται, ἵνα ὁ νοῦς σωθῇ. |
| 2.158 | «Ἐὰν, φησὶν, θεῖον ἄπυρον προσβάλλῃς, ποιεῖς χρυσοζώμιον διὰ πρίσ . |
| 2.158 | ματος, ἢ κηροτακίδος, τὸ θεῖον ὕδωρ, ἕως σχῇ χρυσόν· ἕψει ἐλαφρῶς κινῶν, ἐπιβάλλων τὰ μωτάρια τῆς ξανθῆς σανδαράχης.» Μωτάρια δὲ εἰρήκασι διὰ τὸ παχὺ εἶναι αὐτὸ ὡς αἷμα· τὸ λοιπὸν ὄπτα σφοδροτέρως ἡμέρας βʹ ἢ γʹ, καὶ κατενέγκας, ἔκχεε εἰς τὸ τοῦ φαρμάκου λείψανον ἐν ἑκάστῳ, καὶ γίνεται ἰός. Περὶ τούτου ἔλεγεν ὁ Πηβίχιο ς · «Διαμερίσατε τὸ φάρμακον εἰς μέρη δύο, καὶ τὸ ἥμισυ ἔχετε ἐν ὀστρακίνῳ ἀγγείῳ, τὸ δὲ ἕτερον εἰς χαλκοῦν.» Τοῦτο αἰνιττόμενος δι’ ἑνὸς, ἀπὸ μέν [τοι] τοῦ ὀστρακίνου τὴν ὄπτησιν, ἀπὸ δὲ τοῦ χαλκοῦ τὴν ἴωσιν. Προεῖπε δὲ καὶ τὴν λεύκωσιν ἀπὸ τοῦ εἰρηκέναι ἐν δαφνίνοις ξύλοις καίεσθαι τὸν χαλκὸν, τουτέστιν τὸ θεῖον ἄθικτον τῷ ἔχοντι φύλλα δάφνης, ἵνα ἔχῃς εἰδέναι τὴν τῶν ἀρχαίων ἀρετὴν, πῶς φανερῶς πάντα εἰρήκασιν· δοκοῦντες πάντα κρῦψαι, φανερῶς εἰρήκασι· «Πρῶτον ἐλαφροῖς φωσὶν, ἵνα συμπίῃ τὸ ὕδωρ τοῦ θείου ἀθίκτου.» Περὶ ὧν φώτων ἡ Μαρία ἔλεγεν ἐκ προβάσεως τὰ φῶτα, καὶ πάλιν ἐκ προσαγωγῆς τὸ πῦρ, ὅταν ἀρκούντως ποιῇ, προοδωτέρως, ἵνα σωθῇ ὁ νοῦς, ἐκ προβάσεως τὰ φῶτα. Ὁ δὲ καιρὸς ὁ θερινὸς, καὶ ἡ πορφύρα καιρὸν ἴδιον ἔχει διὰ τὰς λύσεις καὶ ψύξεις τὸ ἁλιστέον, ὅ τι καὶ τὸ κόμμι δάκρυον αὐτομάτως προερχόμενον, ἀπὸ τῆς ἰδίας φύσεως, θέρος. Ἤκουσα δέ τινων ὅτι ἐν παντὶ καιρῷ γίνεται ἡ ἡμῶν ἐργασία, καὶ ἀμφιβάλλω. |