EconomyἩ οἰκονομία
Alchemist I Economy PDF
No treatise titled The Economy attributed to an author known as Alchemist I is attested in standard scholarly sources. The pseudonym does not correspond to any known figure in Greek alchemy, such as Zosimus of Panopolis or pseudo-Democritus. While the title implies a subject of household or workshop management, no such alchemical text is recorded in the established corpus. The specific content and themes of the work are undocumented, and there is no known manuscript tradition or preservation history for it in catalogs of extant or fragmentary Greek alchemical texts. Consequently, the work lacks an established place in the historical literature of the field, and its purported existence cannot be verified through conventional reference materials.
| 2.278.(1t) | ΑΛΛΩΣ. Η ΟΙΚΟΝΟΜΙΑ Τινὲς μὲν οὖν οὕτως ἐργασάμενοι εὐδοκίμησαν· ἄλλοι δὲ τὸ πᾶν ζέσαντες ἢ ὀπτήσαντες, ἔκλασαν καὶ διεμέρισαν 〈ὡὰ〉 σὺν τοῖς ὀστράκοις, ἀφελόμενοι τοὺς ὑμένας, καὶ βάλοντες ἐν θυείᾳ τὸ λευκόν τε καὶ ξανθὸν, ἐλείωσαν, ἅμα προσθέντες ἐπὶ τοῦ ξανθοῦ καὶ ἄλλην μοῖραν λεκίθου· ἐπὶ δὲ τοῦ λευκοῦ τοὐναντίον, διὰ τὸ λέγειν Ζώσιμο ν · «Ἐπὶ μὲν τοῦ λευκοῦ λαμβάνει δύο μέρη ἄσβεστον, ἐπὶ δὲ τοῦ ξανθοῦ πάλιν κροκοῦ μέντοι καὶ ἐλύδριον τὸ διπλάσιον. Εἰ γὰρ ὀξυτονήσωμεν τοῦ κροκοῦ, καὶ μὴ βαρύνομεν, ὅ ἐστιν παροξυτονήσομεν, εὑρήσομεν σαφῶς τὸ λεγόμενον.» Εἶτα ποιήσαντες τῇ αὐτῇ συσταθμίᾳ σύνθεμα ὑδάτων τοῖς μασθωτοῖς ὀργάνοις, λειοῦσιν ἐν ἰγδίῳ καλῶς. Καὶ ποιήσαντες ἐλαίου ἢ οἴνου ἢ ζύθου πάχος, διχάζουσιν, καὶ χωρὶς πυρὸς καταίρουσιν, τοῦ «ἔα κάτω, καὶ γενήσεται» μεμνημένοι. Μετὰ δὲ τὸν τεταγμένον χρόνον, ποιοῦσιν τῶν ὑδάτων τῶν ἀθίκτων τὴν ἄρσιν, ἥ ἐστιν κώμαρις σκυθικὴ, καὶ χαλκὸς ἰοποιηθείς. Καὶ μαρτυρεῖ αὐτοῖς Πετάσιο ς , γράφων· «Τινὲς δὲ ἐν τοῖς ὀργάνοις ἴωσαν» ἀντὶ τοῦ «διὰ τῶν ὀργάνων ἀνέσπασαν τὸν χαλκόν·» καὶ μίξαντες ἀμφότερα, λέγω δὴ τὸ σαπὲν πέταλον τῷ μὴ σαπέντι πετάλῳ, καὶ τοῖς βολβίτοις ἀπέδωκαν πρὸς δύο ἢ τρεῖς. Καὶ τοῦ ποθουμένου ἔτυχον, ὥς φησιν, εἴτε οὕτως, εἴτε ἐκείνως, εἴτε ἄλλως· ἡ πεῖρα διδασκαλίη. Ἔρρωσο ἐν Κυρίῳ. |