eul_wid: shk-aa

Cyranides
Κυρανίδες

Cyranides Anonymous Cyranides PDF

The Cyranides is an anonymous Greek treatise on magic and medicine, compiled between the 1st and 4th centuries CE. Written in Koine Greek, it functions as a practical handbook from the Hermetic tradition, systematically detailing the occult properties of animals, plants, and stones for use in amulets and remedies. The work presents itself as secret wisdom, a divine gift from the god Hermes Trismegistus, originally revealed by a mythical Persian king named Cyranus—a common pseudepigraphic device to grant the text ancient authority. It is structured into four books containing 259 passages, with the first book famously aligning 24 substances, including stones, birds, plants, and fish, with the letters of the Greek alphabet. Subsequent books expand this catalog with further magical recipes and lore.

The text survives in full through medieval Greek manuscripts, the oldest of which dates from the 14th century, and it exerted considerable influence through later translations into Latin, Syriac, and Arabic. Modern scholarship regards it as a composite work, with material accreted over time, making the identification of a single original version impossible. The Cyranides reflects a syncretic worldview where astrology, language, and the material world are profoundly interconnected through principles of sympathy and antipathy. As such, it served as a significant source for medieval and Renaissance lapidaries, herbals, and occult literature, preserving and transmitting a vast body of ancient magical and medicinal knowledge.

1 pro (t) 〈ΠΡΟΛΟΓΟΣ〉 Βίβλος αὕτη Κυρανοῦ 〈καὶ〉 Ἑρμεία ἐπικλητὴ “τὰ τρία”, ἐξ ἀμφοτέρων βίβλος φυσικῶν δυνάμεων συμπαθειῶν καὶ ἀντιπαθειῶν, συνταχθεῖσα {ἐκ δύο βίβλων}, ἔκ τε τοῦ Κυρανοῦ βασιλέως Περσῶν τῆς πρώτης βίβλου τῶν Κυρανίδων, καὶ ἐκ τοῦ Ἁρποκρατίωνος τοῦ Ἀλεξανδρέως πρὸς τὴν οἰκεῖαν θυγατέραν. Εἶχε δὲ ἡ πρώτη Κυρανοῦ βίβλος οὕτως, καθὼς καὶ ὑπεθήκαμεν. Θεοῦ δῶρον μέγιστον 〈ἀπ’〉 ἀγγέλων λαβὼν Ἑρμῆς ὁ τρισμέγιστος θεὸς ἀνθρώποις πᾶσιν μετέδωκεν δεκτικοῖς μυστικῶν βιβλίον τόδε. μὴ οὖν μετάδος ἀνδράσιν ἀγνώμοσιν, ἀλλ’ ἔχε ἐν ἑαυτῷ ὡς κτῆμα μέγιστον· μόνον δὲ τέκνοις, εἰ δυνηθείης, μετάδος σὺ ὁ πατὴρ ἀντὶ χρυσίου πολυτίμου, κτῆμα μέγα πρὸς ἐνέργειαν, ὁρκῶν αὐτοὺς μόνον ἀσφαλῶς ἔχειν τέκνον ἱερόν. Αὕτη ἡ βίβλος Συριακοῖς ἐγκεχαραγμένη γράμμασιν ἐν στήλῃ σιδηρᾷ ἐν 〈λίμνῃ τῆς Συρίας κατεχώσθη ὡς προείρηται ἐν〉 {μὲν} τῇ πρὸ αὐτῆς βίβλῳ Ἀρχαϊκῇ ὑπ’ ἐμοῦ ἑρμηνευθείσῃ· ἐν ταύτῃ δὲ τῇ καλουμένῃ Κυρανίδι ἐγράφη περὶ λίθων κδʹ, πτηνῶν κδʹ, βοτανῶν κδʹ, καὶ ἰχθύων κδʹ. τούτων οὖν ἑκάστη δύναμις συγκραθεῖσα καὶ μιγεῖσα ταῖς λοιπαῖς δυνάμεσι σώματος θνητοῦ θεραπείας ἔνεκεν, οὐ μὴν ἀλλὰ καὶ τέρψεως καὶ φύσεως, εὗρεν παρὰ θεοῦ παντοκράτορος τοῦ παντοδυνάμου διὰ τῆς αὐτοῦ σοφίας βοτανῶν καὶ λίθων καὶ ἰχθύων καὶ πτηνῶν ἐνεργείας καὶ {λίθων} δυνάμεις καὶ ζῴων καὶ θηρίων φύσιν, ἔτι δὲ καὶ τὰς πρὸς ἀλλήλους μίξεις τε καὶ ἐναντιώσεις καὶ ἰδιότητας. ἤτις θεόθεν ἧκεν εἰς ἀνθρώπους γνῶσις τε καὶ πολυπειρία. Εἰς τρεῖς οὖν διελὼν Κυρανίδας τὸ πᾶν σύνταγμα, ἐσαφήνισα κατὰ στοιχεῖον ὡς ἐμνημόνευται τὰ πράγματα. Κυρανίδες εἴρηνται διὰ τὸ τῶν ἄλλων γραφεισῶν βίβλων βασιλίσσας εἶναι ταύτας. εὕρηνται δὲ παρὰ Κυρανοῦ τοῦ βασιλέως Περσῶν, ὧν ἡ πρώτη αὕτη. Οὗτος μὲν ὁ τούτου πρόλογος· τοῦ δὲ Ἁρποκρατίωνος εἶχεν οὕτως. Βίβλος ἀπὸ Συρίας θεραπευτική, τῇ οἰκείᾳ θυγατρὶ Ἁρποκρατίων γέγραφε τάδε: ὁδοιπορίας μοί τινος γενομένης περὶ τὴν Βαβυλωνίαν χώραν, πόλις ἐστίν τις ἐκεῖσε Σελεύκεια καλουμένη, ἣν πᾶσαν ἱστορήσας ἐκεῖθεν ἀπῇρον. ἡμεῖς δὲ τὰ περὶ τῆς πόλεως ἐκείνης, ὡς ἐκεῖνος μακρῷ λόγῳ, οὐ χρείαν ἔχομεν ἀναγράφειν, ἵνα μὴ ἀεὶ ἐν τοῖς προοιμίοις ἐνασχολώμεθα, ὅπως ἐπὶ τὸ προκείμενον τοῦ σκοποῦ ἐπανέλθωμεν. ἔτι δὲ καὶ ἄλλην ἔφη θεάσασθαι πόλιν πρὸ δεκαεπτὰ τῆς Σελευκίας σχοινίων, ἢν Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ὑποστρέφων κατέστρεψε, καὶ ἔκτισεν ἑτέραν Σελεύκειαν ὑπὸ Περσῶν κειμένην ὡς εἶναι περσογενῆ· καλεῖται δὲ πρώτη Ἀλεξάνδρεια ἡ πρὸς Βαβυλῶνα. ταῦτα μὲν ὦ τέκνον ἱστορήσας, συνέτυχον τρίτον ἐπὶ ξένης γέροντι πεπαιδευμένῳ λίαν καὶ ἐν τοῖς Ἑλλήνων γράμμασι· ἔλεγε δὲ αὐτὸν Σύρον μὲν εἶναι τῷ γένει, αἰχμάλωτον δὲ γενόμενον ἐκεῖ διατρίβειν· οὗτος οὖν πᾶσαν τὴν πόλιν σὺν ἐμοὶ περιερχόμενος ἐπεδείκνυεν ἕκαστα. ἐλθὼν δὲ ἐπί τινος τόπου ἀπέχοντος τῆς πόλεως ὡσεὶ μίλια δʹ, στήλην ἐκεῖσε ἐθεασάμην μετὰ πύργων μεγίστην, ἣν οἱ ἐπιχώριοι ἀπὸ Συρίας ἔλεγον κεκομίσθαι καὶ ἀνατεθεῖσθαι πρὸς θεραπείαν τῶν ἐνοικούντων ἀνδρῶν τῇ πόλει. ἀτενίσας οὖν γράμμασι παροίκοις ἐγκεχαραγμένην εὗρον. εὐθέως οὖν τοῦ πρεσβύτου δεηθεὶς εὐπειθῆ πρὸς τὴν ἐπίδειξιν ἔσχον. ἤκουον δὲ αὐτοῦ διηγουμένου τὰ περὶ τὴν στήλην, καὶ ἑρμηνεύοντος ἀφθόνως Ἑλλάδι φωνῇ τὰ τῶν βαρβάρων γράμματα, “ὁρᾷς γε” ἔφασκεν, “ὦ τέκνον, πάντας τοὺς κειμένους πύργους τρεῖς, ὧν ὁ μὲν ἐπὶ μίλια εʹ ἐκτέταται, ὁ δὲ ἐπὶ δύο ἥμισυ, ὁ δὲ ἐπὶ δʹ”.
1 pro (50) τούτους ᾠκοδομῆσθαι παρὰ γιγάντων ἔλεγεν, ἐθελόντων εἰς οὐρανοὺς ἀνελθεῖν. ἐκ δὲ τῆς ἀσεβοῦς ταύτης μανίας τῶν μὲν κεραυνοβοληθέντων, τῶν δὲ ἑαυτοὺς ἠγνοηκότων εἰς τὸν λοιπὸν χρόνον τῇ τοῦ θεοῦ βουλήσει, καὶ τῶν λοιπῶν ἁπάντων ἐφ’ ὅλην τὴν Κρητικὴν νῆσον πεπτωκότων, εἰς ἣν ὑπέβαλεν αὐτοὺς ὁ θεὸς χολούμενος αὐτοῖς. ἐκέλευσεν οὖν μετὰ ταῦτα ὁ πρεσβύτης σχοινίῳ διαμετρῆσαι τὸν λίθον τὸν πρὸς ἀνατολὰς μέγιστον τυγχάνοντα. κἀγὼ μετρήσας τὸν πλησίον εὗρον ἔχοντα τὸ μὲν ὕψος πηχῶν χκβʹ, τὸ δὲ πλάτος οηʹ. ἦσαν δὲ καὶ ὀρυγαὶ ἀνατάσσουσαι ηʹ. ἐθεασάμην δὲ καὶ ἱερόν. ὁ δὲ μέσον τοῦ ἱεροῦ ναὸς κλίμακας εἶχε τξεʹ ἀργυρᾶς καὶ ἑτέρας χρυσᾶς ξʹ, εἰς ἃς ἀνεληλύθαμεν προσεύξασθαι τῷ θεῷ. καὶ ἔλεγε μυρίας τοῦ θεοῦ δυνάμεις, ἃς οὐ χρὴ καταλέγειν. ἐγὼ δὲ καὶ περὶ τῶν λοιπῶν ἐξετάζειν προαιρούμενος, τὰ μὲν ἄλλα παρεπεμπόμην, περὶ δὲ τῆς στήλης μόνης ἀκούειν ἠξίουν. ὁ δὲ πρεσβύτης ἀφελὼν τὰ καλύπτοντα τὴν στήλην βύσσινα ἐδείκνυε παροίκοις γράμμασιν αὐτὴν ἐγκεχαραγμένην. ἐγὼ δὲ τῶν γραμμάτων ἄπειρος ὢν ἐδεόμην ἀφθόνως ἕκαστα μανθάνειν· ἐτύγχανον δὲ τὰ ἐν τῇ στήλῃ ἀναγινωσκόμενα οὕτως ἔχοντα. Μῦθος πολυφθεγγής· πολλὰ ἰδὼν ἀθανάτου βουλαῖς, {ὅπως ἔσται δευτέρα βίβλος τοὔνομα λέξαι θεοῦ ἡ Κυρανίς, δευτέρα βίβλος ἀπὸ τῆς πρώτης Ἀρχαϊκῆς συριάδος οὖσα, ὅπου ῥοαὶ χύνονται ποταμοῦ θεοῦ Εὐράτου. στήλαις σιδηραῖς κεχαραγμένα γράμματα ταῦτα, ὅσα πρὶν ἐχάραξα καὶ μέλλοντα}. πάλιν ἀνέζευξα ἐν δυνάμεσι λίθους, σὺν αὐτοῖς καὶ φυτὰ γαίης, ἐκ βυθοῦ τε ἰχθυόεντα, καὶ ὄρνεα ἀερόεντα, συγκρίνας δύναμιν δυνάμει ἐν τετράδι· 〈ὅπως ἔσται δευτέρα βίβλος τοὔνομα λέξαι θεοῦ ἡ Κυρανίς, δευτέρα βίβλος ἀπὸ τῆς πρώτης Ἀρχαϊκῆς Συριάδος οὖσα, ὅπου ῥοαὶ χύνονται ποταμοῦ θεοῦ Εὐφράτου. στήλαις σιδηραῖς κεχαραγμένα γράμματα ταῦτα, ὅσα πρὶν ἐχάραξα καὶ μέλλοντα〉. μείζω ταῦτα ἀνθρώποις γεγόνασί τε καὶ μέλλουσιν. ὦ ψυχὴ ἀθάνατε θνητὸν σῶμα φοροῦσα, ἀχθεῖσα ἀερόθεν δεσμοῖς κακοῖς ὑπ’ ἀνάγκης, ὡς θεὸς αὐτὸς ἔφρασε θνητοῖς σώμασί σε κυβερνᾶν στέργειν ἐναμάρτοις, καὶ Μοιρῶν ἀνάγκης τε ἐπίκλωσμα· ὥσπερ γὰρ ἐν συνοχῇ ἀνὴρ ἐνὼν καὶ δεσμοῖσιν, οὕτως ἄρα καὶ σὺ δεσμοῖς κρατῇ κρατεροῖς ὑπ’ ἀνάγκης. ἐξελθοῦσα δὲ θνητοῦ καὶ δυσαχθοῦς σώματος, ὅντως ὅψει δεσπόζοντα θεὸν ἐν αἰθέρι καὶ νεφέλαις, ὃς βροντάς, σεισμοὺς ἀεὶ γαίῃ ἐπάγει ἀστραπάς τε κεραυνούς, καὶ θεμέλια γαίης κινεῖ, καὶ κύματα πόντου. ταῦτα ἔσται ἔργα θεοῦ παμμήτορος αἰώνια. πάντα βροτοῖς κατέδειξεν ὁ θεὸς καὶ ἐναντία πάντα.” Ἀλλ’ αὕτη ἡ βίβλος κατεχώσθη ἐν λίμνῃ τῆς συρίας ἐγκεχαραγμένη στήλῃ ὁλοστόμῳ σιδηρᾷ ὡς προείρηται ἐν τῇ πρὸ ταύτης βίβλῳ καλουμένῃ Ἀρχαϊκῇ. ἐν δὲ ταύτῃ τῇ καλουμένῃ Κυρανίδι ἐγράφη περὶ λίθων κδʹ καὶ πτηνῶν κδʹ καὶ ἰχθύων κδʹ καὶ βοτανῶν κδʹ. τούτων ἑκάστη δύναμις συγκραθεῖσα μιγήσεται ταῖς λοιπαῖς δυνάμεσιν, ὅπως τὸ θνητὸν σῶμα λοιπὸν παρηγορήσαντες ὑγιὲς εἰς τὸν αἰῶνα ἀπολαύσωμεν. οὐδεὶς γὰρ ἀνθρώπῳ πνεῦμα δωρήσεται ἢ θεός. πάντα δὲ ἐγράφη ἀπὸ τῆς τοῦ κυρίου συντάξεως, ἔστι δὲ ἡ ἀρχὴ ἥδε· Οὕτως μὲν οὖν αἱ τῶν ἀμφοτέρων ἀρχαὶ ἤγουν οἱ πρόλογοι τὴν διαφωνίαν ἔχουσιν· ἀπ’ ἐντεῦθεν δὲ ὡς ἐκ συμφώνου τὴν ἀπαρχὴν πεποιήκασιν ἀπὸ τοῦ ἄλφα στοιχείου οὕτως: Στοιχεῖον αʹ.
1.1.(1t) ἄμπελος λευκή, ἀετὸς πτηνόν, ἀετίτης λίθος, ἀετὸς ἰχθὺς ἀλέπιδος καὶ οὗτος θαλάσσιος. Ἄμπελος λευκὴ ἱερωτάτη, ἡ πρώτη καὶ θαυμαστὴ βοτάνη, ἥτις ἐστὶν ἡ θεία ἡ λεγομένη βρυωνία. Ἀετὸς ἄρσεν, βασιλεὺς πτηνῶν πάντων. Ἀετίτης λίθος ἔγκυος, ὁ κτυπῶν. κἂν γὰρ εἰς μικρότατον τέμῃς αὐτὸν καὶ πρὸς τὸ οὖς σαλεύων θῇς, ἀκούσει κωδωνίζοντος. Ἀετὸς ἰχθύς ἐστιν ἀλέπιδος, θαλάσσιος παρόμοιος ἱέρακος, μελανώτερος δέ, ἐοικὼς κατὰ πάντα τρυγόνι. Τῆς μὲν βοτάνης ἡ ῥίζα περιαπτομένη τῷ τραχήλῳ, σπαστικοὺς καὶ ἐπιληπτικοὺς ἰᾶται. τῶν δὲ φύλλων ὁ χυλὸς ὅσον κύαθος εἷς δοθείς τινι δυσεντερίᾳ περιειλημμένῳ ἀπαλλάξει· ὁμοίως δὲ καὶ αἱμοχύτους. Ὑγιὴς δέ τις βουλόμενος πολυποσίᾳ χρήσασθαι καὶ μὴ μεθυσθῆναι, ἀπὸ τοῦ χυλοῦ τῶν φύλλων οὐγ. αʹ μετὰ ὄξους νῆστις, ἴσου τοῦ χυλοῦ πιών, ἀμέθυστος ἔσται ὡς μὴ γινώσκων ὄτι πίνει. ἐὰν δὲ καὶ τὸν λίθον τὸν ἐν τῇ κεφαλῇ τοῦ ἰχθύος μετὰ ἀκράτου πίῃ, οὐκ αἰσθήσεται τὸ σύνολον ὅτι πίνει. ἐὰν δὲ φορῇ τις περὶ τὸν τράχηλον χωρὶς τῆς βοτάνης, ἀκράτου κεράμιον πιὼν οὐκ αἰσθήσεται. τὸν δὲ αὐτὸν λίθον τοῦ ἰχθύος μετὰ ἀκράτου λειώσας πίῃ, οὐκ αἰσθήσεται τὸ σύνολον ὅτι πίνει. Γίγαρτα δὲ ἐκ τῶν πεπιεσμένων βοτρύων λειωθέντα μετὰ βραχέως τοῦ προειρημένου λίθου διδόμενα ἐν ποτῷ τοῖς παραλυθεῖσι τὸ αἰδοῖον πολλὴν ἔντασιν παρέξει· ἀλλὰ καὶ τοῖς μὴ δυναμένοις τὴν μίξιν ἀποτελεῖν ὑγιεῖς ἀποκαθίστησι. τοῦτο δὲ θεὸς αὐτὸς κατέδειξε, σῶμα θνητὸν μὴ ἀπορῆσαι. Οἴνου δὲ λευκοῦ κοτύλας γʹ, μετὰ βλαστῶν μʹ τῆς βοτάνης, κηροῦ βυρσοδεψικοῦ οὐγ. γʹ, ἑψόμενα ἔως κοτύλη μία γένηται, δυσεντερικούς, λειεντερικοὺς καὶ ὅσα τοιαῦτα παύει τοῦτο πινόμενον. Παύει δὲ κόλου παντοῖα πάθη ἀπόζεμα τῶν φύλλων μετὰ μέλιτος ὀλίγου πινόμενον. ἐὰν δὲ καὶ βραχὺ τοῦ λίθου μίξῃς, οὐκέτι ἐπαυξήσει ἢ ἐπανήξει τὸ πάθος. Γυναικὸς οὖν εἶδον ἀπὸ τῶν χειρῶν ὀστέα τεθραυσμένα καὶ ἐθαύμασα θεραπευόμενα μαθὼν οὕτως ὡς ἦν ὡς ἐτῶν κεʹ ἀπόνως. λαμπρὰ καὶ θειοτάτη φύσις· οὔτε μὲν γὰρ χεῖρας ἐκίνει, ἀλλ’ ἐσέσηπτο ἡ σάρξ· οὔτε αἴσθησίν τινα εἶχεν· ἔμελλεν οὖν καὶ τὰ λοιπὰ ὀστέα θραύεσθαι. ἐν ταύτῃ τῇ ἱερᾷ βίβλῳ εὗρον οὕτως· τῶν φύλλων τῆς βοτάνης χυλὸν καὶ ἴσον οἴνου λευκοῦ ἀναμίξας δίδου πιεῖν ἐπὶ ἡμέρας ζʹ καὶ σωθήσεται. Καὶ ὁ λίθος δὲ ὁ ἀετίτης περιαπτόμενος καὶ ὁ ἰχθὺς ἐσθιόμενος τὸ αὐτὸ ποιεῖ. τοῦτο θεῶν δῶρον ἀμετάδοτον ὥστε μήτε ἰδίῳ τέκνῳ μὴ μεταδοῦναι. πρὸς τοὺς πεπτωκότας τῶν μεγάλων δακτύλων ὄνυχας τοὺς δυσθεραπεύτους τυγχάνοντας τοὺς μὴ πειθομένους ἀλλ’ ἐπιρευματιζομένους, φοίνικας πατητοὺς βρέξας οἴνῳ λευκῷ, διαμασησάμενος ἐπιτίθει, ὁτὲ μὲν μοναχόν, ὁτὲ δὲ μετὰ ῥοδίνου. Πρὸς δὲ τὰς μυρμηκίας τὰς ἐν ὅλῳ τῷ σώματι ἢ τὰς ἐν μέρει γενομένας ἢ καὶ ἀκροχορδόνας, τῆς ἀμπέλου κλῆμα ἢ ξύλα καῦσον καὶ τοῦ ἄκρου τῆς κληματίδος τὸ ἐξερχόμενον ὑγρὸν περίχριε ἢ δὸς πιεῖν, καὶ πεσοῦνται πᾶσαι. τοῦτο μηδένα δίδασκε. Ὁμοίως δὲ καὶ ἡ κόπρος τοῦ ἀετοῦ περιχριομένη ἀπαλλάσσει. καὶ ὁ λίθος περιαφθεὶς ἢ τὸ στέαρ τοῦ ἰχθύος διαχριόμενον διασώζει.
1.1.(50) Πρὸς δὲ τὰς σηπεδόνας τῶν οὔλων καὶ τῶν μυλῶν, καὶ ἐν ὅλῳ τῷ σώματι γινομένας σήψεις καὶ ἕλκη φαγεδαινικὰ ἢ νεμόμενα, τοῦ χυλοῦ τῶ φύλλων οὐγ. γʹ, στυπτηρίας οὐγ. δʹ, μίσυος ὠμοῦ οὐγ. δʹ, ἴρεως ἰλλυρικοῦ οὐγ. αʹ, χαλκάνθου οὐγ. δʹ, μάννης οὐγ. δʹ, λειοῦνται ἕως οὗ ξηρὰ γένηται. τοῦτο καθαίρει, ἀναπληροῖ καὶ στέλλει τὸ ἐπιφερόμενον ῥεῦμα, καὶ καθόλου τοῦτο μέγιστον ἐστίν. Ἱστορήσαμεν δέ τι μέγιστον, θεασάμενοι ἐπὶ γλώσσης σηπεδόνας ὥστε ἀπονεκρωθῆναι τὰ οὖλα· τοῦ χυλοῦ τῶν φύλλων μετὰ μέλιτος καὶ μίσυος ὁμοῦ προσενεχθέντων ἐκαθαρίσθη· εἶτα ἶριν ξηρὰν ἐπισπάσας ἀνεπλήρωσε τὸ βρωθέν. Πρὸς δὲ τὰς ὀζαίνας καὶ ὄχθους καὶ πολύποδας καὶ ἀναβρώσεις τε καὶ καταβρώσεις, νομάς τε καὶ χίμεθλα καὶ ὅσα περὶ τοὺς μυκτῆρας, τὸ θεῖον φάρμακον· τοῦ χυλοῦ τῶν φύλλων οὐγ. γʹ μάννης, χαλκάνθου, λιβάνου χαλκίτεως, ἀριστολοχίας ἀνὰ κοκκίας γʹ· λειοῦται ἕως ξηρὸν γένηται, καὶ ὡς θειοτάτης δυνάμεως χρῶ. Πρὸς δὲ τὰς μανδαρώσεις καὶ ἐκρίσεις τῶν τριχῶν ἕλκη τε καὶ πίτυρα καὶ ὄχθους καὶ ὅσα ἐν τῇ κεφαλῇ πάθη· τοῦ χυλοῦ τῆς βοτάνης καὶ χυλοῦ ποταμογείτονος καὶ σεύτλου χυλοῦ ἴσα κατάχριε· μίξας ἐπὶ ἡμέρας τρεῖς τοῦτο λίαν κάλλιστον. Μύλας δὲ ἀσήπτους καὶ ἀκινήτους ποιῆσαι καὶ ἀβρώτους· ἔνθεόν ἐστι τὸ φάρμακον, μή σε παραδραμέτω. τοῦ χυλοῦ τῶν βοτρύων κοτύλας βʹ, ῥίζης φλοιοῦ μορέας οὐγ. ϛʹ, ἕψε ἕως ἂν εἰς τὸ ἥμισυ ἔλθῃ καὶ δίδου διάκλυσμα ἐπὶ ἡμέρας τρεῖς ἢ πέντε ἢ ἑπτά, καὶ οὐδέποτε μύλη πονέσῃ ἢ οὖλος. ἐὰν οὖν τις θέλῃ ἐντέχνως ἐπινοῆσαι ἀπὸ κεφαλῆς μέχρι ποδῶν, ἡ ἄμπελος θεραπεύει τὰ πάθη ἡ θεοδώρητος βοτάνη. Ὁ μὲν Κυρανὸς καὶ Ἁρποκρατίων ἕως τοῦ παρόντος ὡμοφώνησαν. ἔνθεν δὲ ὁ Κυρανὸς μεταλλάσσων λέγει: Τῆς οὖν βοτάνης οἱ ἀσπάραγοι κατὰ τὴν πρώτην ἐκβλάστησιν ἑφθοὶ ἐσθιόμενοι οὖρά τε καὶ κοιλίαν κινοῦσιν. δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς θερμοτάτην τε καὶ δριμείαν. Ἔχει δὲ καὶ ἄλλην ἄρρητόν τινα καὶ θείαν ἐνέργειαν. ἰᾶται γὰρ τὰ χρόνια ἕλκη καὶ γαγραίνας καὶ φαγεδαίνας καὶ τὰ ἕλκη τὰ σαπρὰ μετὰ γάλακτος καὶ ἅμμου καταπλασσομένη. ἡ δὲ ῥίζα αὐτῆς ὀπτὴ ἐσθιομένη ἔφηλιν καὶ τέτανον καὶ ἐσπιλωμένον πρόσωπον καὶ νεφέλας ἀποκαθαίρει. ἰόνθους καὶ φακοὺς καὶ ἀλφοὺς καὶ ὑπώπια καὶ πτερύγια ἐν δακτύλοις καὶ τὰς φλεγμονὰς τὰς μελαίνας σὺν ὀροβίῳ ἀλεύρῳ καὶ τίλῃ μιγνυμένη καθαίρει. ἑψηθεῖσα δὲ σὺν ἐλαίῳ ἕως ἂν κηρωθῇ πρὸς τὰ αὐτὰ ἁρμόζει. τὰ δὲ ὑπώπια καὶ πτερύγια τὰ ἐν δακτύλοις στέλλει σὺν οἴνῳ καταπλασθεῖσα. διαφορεῖ δὲ καὶ φλεγμονάς. Πρὸς δὲ ἐπιληψίας πίνεται καθ’ ἡμέραν κοκκίον αʹ πρὸς ἐνιαυτὸν σὺν ὀξυμέλιτι. ὠφελεῖ δὲ καὶ ἀποπληκτικοὺς καὶ σκοτωματικοὺς ὁμοίως διδομένη κοκκία βʹ. ἐχιοδήκτοις δὲ βοηθεῖ ὀξέως. ἔμβρυα δὲ φθείρει. ὑποταράσσει δὲ καὶ τὴν διάνοιαν. ἐνίοτε δὲ καὶ προστεθεῖσα δευτέρια ἐπισπᾶται καὶ οὖρα πινομένη. σπλῆνα δὲ τήκει τριόβολον ποθὲν σὺν ὄξει ἐπὶ ἡμέρας λʹ. καταπλάσσεται δὲ καὶ μετὰ σύκων χρησίμως πρὸς τὸ αὐτό. ἀφεψεῖται δὲ καὶ πρὸς ἐγκαθίσματα καθαρτικὰ ὑστέρας· ἔστι δὲ καὶ εὐκοίλιος. Ὁ δὲ καρπὸς μόνος ποιεῖ πρὸς ἰχῶρας καὶ λέπρας συγχριόμενος καὶ καταπλασσόμενος.
1.1.(100) ὁ δὲ χυλὸς αὐτῆς χυλισθείσης ὅλης, μετὰ ῥοφήματός τε ποθείς, γάλα κατασπᾷ. ἁρμόζει δὲ καὶ παραλυτικοῖς ποθείς τε καὶ συγχρισθεὶς σὺν ἐλαίῳ ἐπειδὰν ἑλκωθῶσιν. Τὰ δὲ φύλλα σὺν οἴνῳ καταπλασσόμενα καὶ πρὸς ῥεύματα ὁμοίως ἁρμόζει ἐπιτιθέμενα, καὶ ἁπλῶς εἰπεῖν καθόλου ἐστὶ χρήσιμος πρὸς πάντας τοὺς σεμνῶς αὐτῇ χρωμένους. Δύο δὲ αὐτῆς εἰσιν εἴδη. ἡ μὲν πρώτη ἄμπελος λευκή, ἥν τινες βρυωνίαν καλοῦσιν, οἱ δὲ ὄφεως σταφυλήν, οἱ δὲ χελιδόνα, οἱ δὲ μέλιθρον, οἱ δὲ ψίλωθρον, οἱ δὲ ἀργιζώστην, οἱ δὲ κέχεδρον. ταύτης τὰ κλήματα καὶ τὰ φύλλα καὶ οἱ ἕλικες ὅμοιά εἰσιν ἀμπέλου ἡμέρου, δασύτερα δέ· καὶ ἐμπλέκεται τοῖς παρακειμένοις θάμνοις ἐπιλαμβανομένη ταῖς ἕλιξι. καρπὸν δὲ ἔχει βοτρυοειδῆ πυρρόν, ᾧ ψιλοῦνται τὰ δέρματα. Ἡ δὲ δευτέρα ἄμπελος μέλαινα καλεῖται, ἣν καὶ αὐτὴν βρυωνίαν ὀνομάζουσιν, οἱ δὲ χειρώνιον. φύλλα ἔχει κισσοειδῆ, μᾶλλον ὅμοια σμίλακος, μείζονα δὲ ἐπιλαμβανομένη καὶ αὐτὴ τῶν δένδρων ταῖς ἕλιξιν, καρποὺς δὲ βοτρυοειδεῖς, χλωροὺς μὲν κατ’ ἀρχάς, πεπανθέντας δὲ μέλανας· 〈ῥίζας μέλανασ〉 μὲν ἔξωθεν, ἔσωθεν δὲ πυρρώδεις. καὶ ταύτης δὲ οἱ καυλοὶ κατὰ τὴν πρώτην ἐκβλάστησιν λαχανεύονται· εἰσὶ δὲ διουρητικοὶ καὶ καταμηνίων ἀγωγοί, σπληνὸς ἰαματικοί· ἁρμόδιοι σπληνικοῖς μάλιστα αἱ ῥίζαι. καὶ πᾶσα δὲ ἡ βοτάνη ἁρμόδιος ἐπιληπτικοῖς καὶ σκοτωματικοῖς. ποιεῖ δὲ καὶ πρὸς τοὺς τῶν ὑπορρωγίων λόφους ἑλκομένους. τὰ φύλλα σὺν οἴνῳ καταπλασθέντα καὶ πρὸς στρέμματα καὶ πυρώσεις, καὶ καθόλου ὁμοίαν ἔχει τὴν δύναμιν τῇ πρὸ αὐτῆς. ἡ δὲ λευκὴ ἄμπελος ἔχει καὶ ἄλλας ἐνεργείας κοσμικὰς καὶ χαριεστάτας, ὥστε ἐν πότοις μὴ μόνον νηφάλιον εἶναί τινα, ἀλλὰ καὶ εὐωχίαν ἔχειν. Ὡς ἐνταῦθα μὲν ὁ Κυρανὸς οὕτως. ἀπὸ δὲ τῆς ἀνωτέρῳ γραφείσης τῶν ἀμφοτέρων διαφωνίας εἶχεν ἐκεῖ οὕτως ὁ τοῦ Ἁρποκρατίωνος λόγος: Μάκαιρα βοτάνη τῶν θεῶν ἡγητρία ἄνασσα πᾶσιν ἐν φυτοῖς δυναστρία, γαίης κρατοῦσα οὐρανοῦ καὶ ἀέρος, νόον λύουσα βοτρυοφόρῳ πότῳ ὡς ἐπιλύειν πᾶν μέλος ποιοῦσα δὲ ὕπνον. οὐδεὶς οὐ λόγῳ οὐ σώματι ἰητὴρ οὐδεὶς πρὸς σὲ δυνήσεται. ἀλλ’ ἐλέγχεις ὅσα ἐν ψυχαῖς βροτῶν τῶν ἐγκρύφων ἔχουσι μυστικὰς φρένας. τὴν ἀρρήτως ἔχουσα ἄμπελε πάντ’ ἐκφαίνεις μόναις ὅσα γραφαῖς ἢ φαρμάκοισι γίνεται ἢ φασγάνῳ ἢ πελέκει ὅσα τοιαῦτα κρύβεται. ταῦτα μὲν λελέχθαι ἀμπέλου μυστήρια. ἔχει δὲ ἄλλα κοσμικὰ ὡς ἐν βροτοῖς μὴ φαῦλον εἰπεῖν, ἀλλ’ εὐωχίαν ἔχειν. Λέγει δὲ οὕτως ἐντεῦθεν ὁ ἱερὸς λόγος καθάπερ εἶχε καὶ ἡ Κυρανίς. Μάκαιρα ἐκ θεοῦ ἄνασσα βοτρυοφόρε μῆτερ, ἁπάσης θείας φύσεως εὐαγοῦς ἐν φυτοῖς τῇ πρώτῃ ἐαωυ ἰοη εὐοίνων φρενῶν τήρησον εὐωχίαν ἰυαημεο Ὀλύμπου οὖσα. ταῦτα εἰπὼν εἰς ποτήριον, βάλλε εἰς κεράμιον ὅθεν πίνουσιν ἅπαντες καὶ ἀναλύουσιν εὐφρανθέντες μηδενὸς συζητήσαντος. Ἐὰν οὖν θέλωμεν φράσαι περὶ ἀμπέλου ὅσα δύναται, βιβλίον ὅλον οὐκ ἀρκέσεται ἡμῖν. πινόμενος γὰρ ὁ κυλὸς τοῦ βότρους εὐωχίας μεγίστας ποιεῖται. φύτευε αὐτὴν εἰς πάντα τόπον. οὔτε μὲν γὰρ ἑορτὴ θεῶν ἢ θνητῶν ἤδη πέρας ἐσχηκότων τοῦ βίου ἢ εἰς τὸν βίον εἰσεληλυθότων ἢ ἐπὶ σπορᾶς βίου ὁρμώντων ἢ γεωργίας ἢ φυτείας ἢ ἕτερόν τι τῶν ἐν βίῳ γινομένων δυνήσεται ἄνευ τοῦ φυτοῦ τούτου.
1.1.(150) Ἔτι δὲ λείπει μοι περί τινος κακοῦ δαίμονος ὅς ἐστι τεταρταῖος, ὃς ἐπιπέμπεται ἀνδράσι καὶ γυναιξὶ ὑπὸ δεκανοῦ τοῦ πρώτου αἰγόκερω μὴ ταχέως πειθομένου, διότι οὐ βλέπει οὐδὲ ἀκούει, ὑπάρχει γὰρ ἀκέφαλος. Λαβὼν οὖν σταφίδας ἐχούσας γίγαρτα δʹ ἐκκόκισον αὐτὰ τοῖς ὄνυξι καὶ μὴ τῷ στόματι· καὶ βαλὼν αὐτὰ εἰς ῥάκος περίαπτε τῷ τραχήλῳ ἁγνῷ ὄντι ἁγνὸς ὤν, καὶ ἀπαλλάξεις αὐτὸν τῆς νόσου τῇ τοῦ θεοῦ χάριτι. καὶ ὁ λίθος ὁ ἐκ τῆς κεφαλῆς τοῦ ἰχθύος περιαπτόμενος ἀπαλλάσσει τοὺς τεταρταΐζοντας. Ἡ δὲ τοῦ Κυρανοῦ περὶ εὐφρασίας στήλη εἶχεν οὕτως· θειοτάτη βοτάνη βοτρυοφόρε ἄμπελος λευκὴ ἡ μήτηρ τῶν βοτανῶν εὔδιε κυμβαληφόρε γῆς ἐν φυτοῖς ἡ πρώτη. λέγε εἰς ποτήριον τοὺς λόγους τούτους. εὐιη· εὐοινῶν φρενῶν μου τήρησον ἀβλαβῆ εἶναι· εὐιηε· Ὀλυμπία οὖσα συντήρησόν μου νοὸς φρένας, εὔθυμος οὖσα καὶ θειοτάτη καὶ ὑγιής· ευει ευαε αεηιαηο εαωε. ταῦτα εἰς ποτήριον οἴνου ἐπειπὼν βάλλε εἰς κεράμιον οἴνου ὅθεν πίνουσιν πάντες, καὶ ἀναλύουσιν πάντες εὐφρανθέντες οἱ φίλοι μηδενὸς συζητήσαντος. Λαβὼν οὖν ἀετίτην λίθον γλύψον ἀετὸν καὶ ὑπὸ τὸν λίθον ὑπόθες γίγαρτον σταφυλῆς καὶ τὸ ἄκρον τοῦ πτεροῦ τοῦ ἀετοῦ εἴτε ἱέρακος καὶ κατακλείσας φόρει. διαφυλάξει σε γὰρ ἀπὸ πάντων τῶν προειρημένων παθῶν. ἔτι μὴν καὶ ἀξιόλογον καὶ προσφιλῆ συντυχίαις δυναστῶν καὶ μεγάλων ἀνδρῶν καὶ ὑπερεχόντων χάριν παρέξει· καὶ ἐπὶ ἑτέρων πολλῶν ἄλλων ὧν οὐ χρεία ἐστὶ λέγειν ποιήσει· καὶ οὕτως πέρας εἴληφε τὸ πρῶτον στοιχεῖον ἄλφα. Στοιχεῖον βʹ.
1.2.(1t) βράθυ βοτάνη ὁμοία κυπαρίσσῳ, βρύσις ὄρνεον, ὅ ἐστι κορώνη, βήρυλλος λίθος λευκός, βύσσα ὅ ἐστι κάραβος. Ἡ θεόγνωστος δενδρικὴ καλουμένη ὁμοία κυπαρίσσῳ. καλεῖται δὲ βράθυ, ἢ καὶ σαβίνα. αὕτη θυμιᾶται τοῖς θεοῖς ἀντὶ λιβάνου. Βρύσις κοινὸν ζῷόν ἐστιν, ἡ κορώνη, ζῶν ἕως ἐτῶν φʹ. Βήρυλλος λευκὸς λίθος πολύγνωστος, βαρύτιμος. Βύσσα ὁ καὶ κάραβος θαλάσσιος. ἐκλήθη δὲ βύσσα διὰ τὴν ὁμοιότητα τῶν βυσσάλων. Ἡ οὖν βοτάνη σὺν οἴνῳ πινομένη ὁδοποιήσει τὰ νεμόμενα. πλὴν ὑποτεθεῖσα ἔμβρυα κατασπᾷ καὶ δυσουρητικοὺς αἷμα οὐρεῖν παρασκευάζει. Πρὸς οὖν δυσπνοϊκοὺς καὶ ἀσθματικούς, βράθυος οὐγ. βʹ, βουτύρου οὐγ. δʹ, μέλιτος οὐγ. βʹ, εἴλιγμα ποιήσας νήστει δίδου. Τοῦ δὲ καράβου οἱ ὀφθαλμοὶ περιαπτόμενοι ἰῶνται δυσπνοϊκούς. Τῆς δὲ κορώνης τοῦ πτηνοῦ ἡ φύσις ἐστὶ τοιαύτη. ἐὰν ἡ θήλεια τελευτήσῃ, ὁ ἄρρην ἑτέρας οὐχ ἅπτεται. ὁμοίως δὲ καὶ ἡ θήλεια τὸ αὐτὸ ποιεῖ. Ὁ οὖν ἀνὴρ ἐὰν φορέσῃ τοῦ ἄρρενος τὴν καρδίαν, ἡ δὲ γυνὴ τῆς θηλείας, εὐνοήσουσιν ἑαυτοῖς τὸν ἅπαντα τῆς ζωῆς ἑαυτῶν χρόνον. τοῦτο ἀνυπέρβλητον θαῦμα. Λαβὼν οὖν βήρυλλον λίθον γλύψον κορώνην καὶ ὑπὸ τοὺς πόδας αὐτῆς κάραβον καὶ κατακλείσας βράθυος βραχὺ καὶ ὀλίγον τῆς καρδίας τοῦ πτηνοῦ καὶ τὴν λεγομένην ἀφροδίτην τοῦ καράβου, καὶ φόρει ὡς βούλει. ποιεῖ γὰρ πρὸς δυσπνοϊκούς, ἡπατικούς, καὶ νεφριτικούς. ἔστι γὰρ Διὸς ὁ λίθος. τὸν δὲ φοροῦντα ποιήσει ἐπίχαριν, ἐπιτευκτικὸν εἰς ὃ ἂν ἐπιβάληται. ποιεῖ δὲ καὶ εὔνοιαν εἰς τοὺς γαμοῦντας καὶ ὁμόνοιαν εἰς τὰ ἀνδρόγυνα ὡς λίαν κάλλιστον. Στοιχεῖον γʹ.
1.3.(1t) γλυκισίδη βοτάνη, οἱ δὲ παιωνίαν, γλαῦκος πτηνόν, γνάθιος λίθος, γλαῦκος ἰχθὺς ὁ πᾶσι γνωστός. Γλυκισίδη βοτάνη ἐστὶν ἡ καὶ παιωνία· ἐκλήθη δὲ παιωνία διὰ τὸ τὸν Παίωνα αὐτὴν εὑρηκέναι. ἔχει δὲ καρπὸν ὡσεὶ στύρακα ἀμυγδαλῆς. τὰ μὲν οὖν σπέρματα αὐτῆς ἐστι μεμυκότα, ἃ δὲ κεχηνότα. Γλαῦκός ἐστι πτηνόν· τοῦτο τῇ Ἀθηνᾷ ἀναγράφεται. βασίλειον ἔχει ἐπὶ τῆς κεφαλῆς πτερωτόν, ὀφθαλμοὺς δὲ νυκτικόρακος μεγάλους. ἐν ἀγροῖς διατρίβει. Γνάθιος λίθος ἐστὶ σκληρὸς ὡς μυλίτης, ὅμοιος γνάθῳ. Γλαῦκος ἰχθὺς θαλάσσιος πᾶσι γνωστός. Τῆς οὖν βοτάνης εἴδη εἰσὶ δύο, ἡ μὲν ἀρρενική, ἡ δὲ θηλυκή. ἐὰν οὖν γυναικὸς μὴ κατέχῃ μήτρα τὸ ἐσπαρμένον, θέλει δὲ συλλαβεῖν θεῖον βλάστημα, περιζωννύσθω καρπὸν μεμυκότα δήσασα αὐτὸν ἐν ῥάκει λινῷ, λύματι βεβαμμένον ἑπτὰ χροιὰς περὶ τὸ ἦτρον δὲ ζωννύσθω. εἰ δὲ οὖ συλλαβεῖν θέλει, τοῦ κεχηνότος σπέρματος τῆς γλυκισίδης μετὰ ῥύπου ὠτὸς ἡμιόνου περιαπτέσθω ἐφ’ ὅσον ἂν θέλῃ χρόνον. Εἰ δὲ ἐν ὠδῖσιν ἐστὶ τίκτουσα καὶ ἔχει κίνδυνον, κεχηνὸς σπέρμα τῆς βοτάνης εἰς ἔλαιον βαλὼν ἄλειφε τὴν ὀσφὺν καὶ τὸ ὑπογάστριον, καὶ ἀλύπως τέξεται. Ἐπιθυμιωμένη δὲ ἡ ῥίζα ἢ ποτιζομένη, δαίμονας ἀπελαύνει καὶ φαντάσματα πάντα φορουμένη. Γλαύκου οὖν τοῦ ὀρνέου καὶ γλαύκου τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς λειώσας μεθ’ ὕδατος ὀλίγου θαλασσίου, ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ· κάλλιον δέ ἐστι καὶ τὰς χολὰς ἀμφοτέρων σμῆξαι, καὶ ἐπιτιθέναι ἐν ἀγγείῳ ὑελίνῳ καὶ ἀποθέσθαι. ὅταν οὖν θέλῃς θαυμάσαι τὴν δύναμιν τῆς φύσεως, γράψον ἐκ τοῦ προειρημένου ὑγροῦ κολλυρίου ἐν καθαρῷ ἀγράφῳ χάρτῃ· καὶ ἡμέρας οὐχ ὁραθήσεται, σκοτίας δὲ γενομένης ἀναγνωσθήσεται τὸ γραφέν. εἰ δὲ εἰς τοῖχον θέλῃς, ζωγράφησον ζώδιον οἷον θέλεις, καὶ νυκτὸς γενομένης οἱ θεωροῦντες ἐν τῇ σκοτίᾳ φεύξονται δοκοῦντες δαίμονας ἢ θεοὺς εἶναι. Ἐὰν δέ τις εἰς γνάθιον λίθον γλύψῃ γλαῦκα τὸ ὄρνεον καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ γλαῦκον τὸν ἰχθύν, τούτου δὲ τοὺς ὀφθαλμοὺς ὑποκατακλείσας φορέσῃ ἀπεχόμενος χοιρείου κρέατος καὶ πάσης ῥυπαρίας, σκοτίας δὲ γενομένης φανήσεται γενναῖος τοῖς ἀνθρώποις. δόξουσι γὰρ οἱ ὁρῶντες ἔνθεόν σε εἶναι. εἰς δὲ τὴν ἡμέραν ὃ ἂν εἴπῃ πιστευθήσεται. εἰς κοίτην δὲ φορούμενον ὁράματα ἀληθῆ δείκνυσιν. Στοιχεῖον δʹ.
1.4.(1t) δρακόντιος βοτάνη, δενδροκολάπτης πτηνόν, δράκων ἰχθύς, δενδρίτης λίθος εὔγνωστος. Δρακοντίων δύο εἴδη εἰσίν· μία μὲν ἡ ἀγρία ἥτις ὑπερεκνὸς καλεῖται, ἑτέρα δὲ ἡ ἥμερος ἡ καὶ οἰνοβίκη, ὅ ἐστιν τὸ ἀγριολάχανον ἢ καὶ ἀρμενολάχανον. ἡ οὖν βοτάνη αὕτη τὸ σπέρμα ὅμοιον ποιεῖ ὀφθαλμοῖς δρακόντων. αὕτη δὲ λέγεται κρείττω ἡ χολοβοτάνη, ἥτις ἔχει φύλλα πλατέα ὅμοια πλατάνοις. ἐκ τοῦ σπέρματος δὲ τῆς βοτάνης ταύτης ἐκθλίβεται ὀπός, ὃν καλοῦσι δρακόντιον αἷμα διὰ τὸ ἐρυθρὸν εἶναι. Δενδροκολάπτης πτηνόν ἐστι πᾶσι γνωστόν, τῷ μεγέθει ὡς ὄρτυξ. κολάπτει δὲ τὰς δρῦς, ἐλαίας τε καὶ καρύας, ἵνα νοσσεύσῃ ἔνδον τοῦ στελέχους. Δράκων θαλάσσιός ἐστιν ἰχθὺς ἀλέπιδος ἀληθῶς. ἐὰν οὖν ὑπερμεγέθης γένηται καὶ θελήσῃ δυναστεύειν, τοῦτον ἁρπάζουσιν αἱ νεφέλαι εἰς τὸν ἀέρα καὶ ῥίπτουσιν εἰς τὰ ὄρη, κατὰ μέλος αὐτοῦ διαιρουμένου ὅπως μὴ ὑπάρχῃ. ἡ δὲ γλῶσσα αὐτοῦ οὖσα διδιμωτὴ ὡς θρὶξ ἱππεία παμμεγέθης, ἔχουσα μῆκος δακτύλων δύο. ἣν βαλὼν εἰς ἔλαιον ἔχε. περιαπτομένη γὰρ παισὶν ἀβασκάντους καὶ ἀνόσους τηρήσει. εἶδον δὲ τὴν ἱστορίαν ταύτην ἐν τοῖς παραθαλασσίοις τόποις τῆς Συρίας τῆς Ἀσσυρίων χώρας. Δενδρίτης λίθος, ὃς γινώσκεται ὑπὸ πολλῶν παρόμοιος κοραλλίῳ. οὗτος φύεται ἐν τῇ Ἰνδικῇ παρὰ τοὺς πετρώδεις τόπους τῆς θαλάσσης, ἔχων ὕψος ὡσεὶ δακτύλων ἕξ. Τῆς οὖν δρακοντίου βοτάνης τὸ σπέρμα φορούμενον ὀξυωπίαν παρέχει· κεφαλαλγίας τε ἀπαλλάσσει ἀλγούσας βραχύ. πτερὸν δὲ τοῦ ζῴου μετ’ ὀλίγου λίθου κεφαλαλγίαν καὶ ἡμικρανίαν ἀπαλλάσσει περιαπτόμενον. ὁμοίως πτερὸν τοῦ ζῴου καὶ ὀλίγον τοῦ ἰχθύος κοπέντα καὶ λειωθέντα καὶ περιχριόμενα πᾶσαν κεφαλαλγίαν ἰῶνται ταχέως. Ἵνα οὖν μὴ πλανώμεθα πρὸς τὴν δυσπορίαν τοῦ μεγάλου δράκοντος, ἄλλα τὰ γινόμενά ἐστι δρακόντια μικρὰ ὡσεὶ παλαιστῶν δύο εἰς ὕψος ἰχθυώδη πιπρασκόμενα. τούτοις χρησόμεθα ἀντὶ ἐκείνων. Πρὸς οὖν τὰς ἀλγηδόνας τῆς κεφαλῆς καὶ ἀρχὴν ἐλεφαντιάσεως καὶ κελεφίας καὶ λευκασίας τὰς περὶ τὸ σῶμα γιγνομένας καὶ πᾶσαν τὴν κακίστην λέπραν, τὸ στέαρ τῶν δρακόντων μετὰ χυλοῦ τῆς βοτάνης κατάχριε πρωῒ καὶ ὀψέ. Ἐὰν οὖν τις σφηνώσῃ τὴν νοσσιὰν τοῦ δενδροκολάπτου γῇ ἢ λίθῳ, φέρει βοτάνην αὐτός, ἣν γινώσκει, καὶ προσαγαγὼν ἀνοίγει. εἰ μὲν γὰρ πηλῷ ἀποφράττεται ὁ πηλὸς καὶ πίπτει· εἰ δὲ λίθῳ, ὁ λίθος πηδᾷ. εἰ δὲ σανίδι καὶ ἥλοις, ἐξηλθέντα πεσοῦνται. εἰ δὲ σιδηρῷ πετάλῳ καὶ ἥλοις, διαρραγήσονται. μόνον γὰρ παραθιγὼν ἐκεῖ τὴν βοτάνην, ἀνοίξει ἅπαντα ταῦτα πάραυτα καὶ αἴρει τὰ νοσσία αὑτοῦ. ἐὰν οὖν τις τὴν βοτάνην ταύτην ἐπιτύχῃ, πρὸς πολλὰ ποιήσει ἃ οὐκ ἔξεστι λαλεῖν. δυνήσεται γὰρ ποιεῖν διὰ τῆς φυσικῆς αὐτῆς δυνάμεως, ἃ οὐδεὶς τελέσειεν ἀνδρῶν. Ἐὰν οὖν τις γλύψῃ εἰς δενδρίτην λίθον τὸν δενδροκολάπτην, ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ δράκοντα θαλάσσιον καὶ ὑποκατακλείσας τὴν εὑρισκομένην βοτάνην ὑπὸ τοῦ δενδροκολάπτου καὶ φορέσῃ, πᾶσα θύρα αὐτῷ ἀνοιγήσεται καὶ δεσμοὺς καὶ κλεῖθρα λύσει, ἄγρια θηρία αὐτῷ ὑποταγήσεται καὶ ἡμερωθήσεται, θεοῖς τε καὶ ἀνθρώποις πᾶσιν ἔσται ἠγαπημένος καὶ εὐάκουστος.
1.4.(50) καὶ ὅπερ ἂν θελήσῃ ἐπιτεύξεται, καὶ ὃ βούλεται περιγενήσεται. Λέγεται δὲ καὶ ὕμνος εἰς τὸν τρισμέγιστον Ἑρμῆν ὅς ἐστιν πάσης σοφίας καθηγητὴς καὶ λόγων ἡγούμενος καὶ πάσης τέχνης σοφώτατος παροχεύς, καὶ ἀστέρων ὁ θαυμαστότατος. Μάκαρ θεῶν Ἑρμῆ. μέροψ ζῷόν ἐστιν θεῶν, ἄγνωστος αὐτοῦ ἐστιν ἡ φύσις. γένος γὰρ ἀνδρῶν τις ἡμίθεος σοφῶς νοῶν, φέρων φρενήρης, καὶ μύστης θεῶν οὐκ ἄν ποτε εὕροι τοῦτο, ἀλλὰ πταίσειεν ἀνυπέρθεος γάρ ἐστιν ἡ φύσις. φορῶν δὲ μαθήσει τὰ ἐν θεοῖς ὅντα τε κλεῖθρα ἀνοίξεις καὶ δεσμὰ λύσεις πάντα· θῆρας δὲ πάντας ἡμερώσεις πάντοτε βουλήματι τοῦ ἐν οὐρανοῖς. τὰ πτηνὰ πάντα πρὸς σὲ ἐλεύσεται καὶ πόντου θήρας ἡμερώσεις ὡς θεός. κῦμα δεινὸν παύσεις ἀγριούμενον, ἅπας δὲ δαίμων φεύξεταί σε πάντοτε. ἀγαθὸς φανήσει πᾶσιν ἀνθρώποις μόνος Τραπήσομαι δὲ ἐφ’ ἑτέραν συμβουλίαν. εἰ δὲ ὡς εἰκὸς μὴ εὑρεθῇ ἡ βοτάνη εἰς τὴν ἀνοιχθεῖσαν νοσσιάν, ὑποκατάκλειε τῷ γεγλυμένῳ λίθῳ ἀκρόπτερον τοῦ πτηνοῦ καὶ τὴν καρδίαν καὶ κόκκον ἕνα τοῦ σπέρματος τῆς δρακοντίου βοτάνης, καὶ λίθον ἢ μυελὸν τοῦ ἰχθύος. οὗτος γὰρ φορούμενος ὀξυωπίαν παρέχει, καὶ κεφαλαλγίαν ἰᾶται καὶ ἁπλῶς ἀπαθῆ ἕνεκεν τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ποιεῖ τὸν φοροῦντα, ἔτι δὲ καὶ ἐπιτευκτικὸν καὶ φοβερὸν παρὰ πᾶσιν ἀνθρώποις δείκνυσιν. Στοιχεῖον εʹ.
1.5.(1t) εὔζωμος βοτάνη ἡ καὶ τζαντύρη λεγομένη, εὐβοὴ πτηνόν, ὅ ἐστιν ἀηδών, ἐχῖνος ἰχθυοειδής, εὔανθος λίθος. Εὔζωμος βοτάνη ἐστὶν ἐσθιομένη ὡς λάχανον, παρὰ πᾶσι γνωστόν. Εὐβοὴ πτηνόν ἐστιν, ὃ καὶ ἀηδὼν καλεῖται ὑπὸ πάντων γινωσκόμενον. Ἐχῖνος θαλάσσιος ὑπὸ πάντων γινωσκόμενος. Εὔανθος λίθος ἐστὶ πάγχρυσος· οὗτος ἀνῆκεν τῇ Ἀφροδίτῃ, ὅτι πολύχρωμός ἐστι καὶ ἀερώδης, ἢ ὡς κυανὸς ἔχων χρυσὰς ἶνας. Τὸ οὖν εὔζωμον θερμαίνει. ἐπεὶ πλάνη ἐστὶ παρὰ πολλοῖς μὴ εἰδόσι τὰς φύσεις μιᾶς ἑκάστης βοτάνης. τὸ οὖν εὔζωμον καὶ τὸ πήγανον καὶ τὸ ἄγνον οἱ ἱερεῖς ἐσθίουσιν ἁγνείας χάριν· τὸ μὲν γὰρ χλωρὸν εὔζωμον ψύχει τὰς συνουσίας καὶ οὐκ ἐᾷ πολλὰ συνουσιάζειν, οὔτε πυκνῶς ὀρθιᾶν οὔτε ὀνειριάζειν· διὸ καὶ συνεχῶς ἐσθίεται παρὰ τῶν ἐν τοῖς ἱεροῖς διατριβόντων. Τούτου τοῦ σπέρματος οὐγ. δʹ, πεπέρεως οὐγ. αʹ μετὰ μέλιτος πρωὶ καὶ ὀψὲ λαμβανόμενον, ὅσον δακτύλων δύο ὀρθιᾶν ποιεῖ. ἐὰν δέ τις τὴν ἡλικίαν ἐστὶ προβεβηκὼς καὶ τὸ μόριον ἔχει παρειμένον, ποιείτω τοῦτο· εὐζώμου σπέρματος οὐγ. ιϛʹ, κυμίνου οὐγ. ηʹ, πεπέρεως οὐγ. δʹ, ἀνδράχνης σπέρματος οὐγ. βʹ λεῖα, μέλιτι ἀναλαβών· δίδου ὀψὲ καὶ πρωί, τοῦτο ἀσύγκριτόν ἐστιν. Τῆς δὲ ἀηδόνος οἱ ὀφθαλμοὶ καὶ ἡ καρδία περιαπτόμενοι ἐν κραβάτῳ ἀΰπνους ποιοῦσι τοὺς ἀνακειμένους. ἐὰν δέ τις λειώσας δώῃ τινὶ πιεῖν λάθρα, ἄυπνος ἀποθανεῖται· λύσιν δὲ οὐκ ἔχει. Ἐχίνου δὲ θαλασσίου τὸ μεσομφάλιον ἐὰν λειώσας δώσῃς ἐπιληψίᾳ πειραζομένοις παραυτίκα κουφισθήσονται. δίδου δὲ μόνον μετὰ μέλιτος πλειστάκις. Εἰς δὲ τὸν εὐανθῆ λίθον τὸν πάγχρυσον γλύφεται Ἀφροδίτη τὰς τρίχας καὶ τοὺς πλοκάμους τῆς κεφαλῆς ἀναδεσμουμένη καὶ ὑποβάλλεται ῥίζα τῆς βοτάνης καὶ ἀηδόνος γλῶσσα· καὶ κατακλείσας φόρει. καὶ ἔση πᾶσιν ἀνθρώποις φιλητὸς καὶ γνωστὸς καὶ ἡδύλαλος οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θεοῖς καὶ δαίμοσι, πᾶν δὲ θηρίον φεύξεταί σε. Στοιχεῖον ζʹ.
1.6.(1t) ζμῖλαξ βοτάνη, ζῶκος πτηνόν, ζμῦρνα θαλασσία, ζμάραγδος λίθος τίμιος πράσινος. Ζμῖλάξ ἐστι βοτάνη ἰσχυροτάτη ὡς κισσόφυτον. ἐὰν οὖν τις στέψῃ μετ’ αὐτοῦ γυναῖκα δυστοκοῦσαν, πάραυτα τέξεται ἀπόνως. ἐὰν δὲ ἐν ταῖς καθάρσεσι δυσκολαίνει τις μετὰ ἀλγηδόνων καὶ περιζώσῃς αὐτὴν τῇ βοτάνῃ, καθαρθήσεται ἀπόνως. ἐὰν δὲ τοῦ χυλοῦ τῶν φύλλων δραγμὴν μίαν καὶ μέλιτος οὐγ. αʹ μίξας δώσῃς ὑδρωπικῷ, ἀκινδύνως κενωθήσεται. γυνὴ δὲ γευσαμένη αἱμορραγήσει. Ζῶκός ἐστι πτηνόν. οἱ μὲν ζώδι καλοῦσιν, οἱ δὲ ἅρπην. ἔστι δὲ εἶδος λευκοῦ γυπός, νεκροβόρον. Ζμύραινα θαλασσία γνωστὴ πᾶσι. Ζμάραγδος λίθος πᾶσιν γνωστός. Τῆς οὖν ἅρπης τὸ ἔντερον ἐὰν δώσῃς τινὶ φαγεῖν ἐν βρώματι, ὁ τοῦτο λαβὼν ῥαγήσεται· ἐσθίων ἔσται γὰρ ἀχόρταστος. τὸ δὲ κωλέντερον τοῦ πτηνοῦ ἐὰν δώῃς λεῖον πιεῖν, ἢ ὀπτὸν φαγεῖν κωλικῷ, τελείως σωθήσεται. στέαρ δὲ συγχριόμενον μετ’ ἐλαίου μύρου, τεταρταΐζοντας ἀπολύει. ἡ κόπρος δὲ λέπρας παύει μετ’ ὄξους καταχριομένη. τὸ δὲ ἧπαρ διδόμενον ὡς ἂν βούλῃ φθείρει τὰ ἐντὸς πάντα. Ὁ δὲ ζμάραγδος, λίθος ἐστὶ χλωρὸς βαρύτιμος. Γλύψον οὖν ἐν αὐτῷ τὴν ἅρπην καὶ ὑπὸ τοὺς πόδας αὐτῆς τὴν ζμύραιναν καὶ ὑπὸ τὸν λίθον κατάκλισον ῥίζαν τῆς βοτάνης, καὶ φόρει πρὸς ταραχώδη ἐνύπνια καὶ θάμβει καὶ ὅσα σεληνιαζομένοις ἀνήκει· παύει δὲ καὶ κωλικούς. κάλλιον δέ, εἰ καὶ στέαρ ζμυραίνης ὑποβληθείη. τοῦτο ἔνθεόν ἐστιν. Στοιχεῖον ηʹ.
1.7.(1t) ἠρύγγιος βοτάνη, ἡλίου ζῷον ἢ φοινικόπτερος, ἡφαιστίτης λίθος, ἡδονὶς θαλάσσιος, οἱ δὲ ἀμφίβιον. Ἠρύγγιος βοτάνη ἐστίν, ὡς κάλαμος φυομένη, ἀκανθώδης, ἣ καὶ γοργόνιος λέγεται· δυνάμεως ἔχεται τοιᾶσδε. ἐὰν γάρ τις τὴν ῥίζαν φορῇ, δαίμονος πεῖραν οὐχ ἕξει ποτέ. ἐὰν δέ τις πνεῦμα ἔχει ἀερῶδες, τὴν δὲ ῥίζαν ὑποθήσῃ ὑπὸ τὰς ἐσθῆτας αὐτοῦ, ἐξομολογήσεται ὁποῖός ἐστι καὶ πόθεν, καὶ φυγαδευθήσεται ξένος ὤν. ἡ δὲ ὅλη βοτάνη σὺν ταῖς ῥίζαις, ποτιζομένη ὕδατι καὶ μέλιτι κωλικοὺς παύει. ἐὰν δὲ μετὰ οἰνομέλιτος ἐκζεσθῇ καὶ ποτίσῃς λιθιῶντας στραγγουριῶντας καὶ νεφριτικούς, ἀπαλλάξεις τοῦ πόνου. πινέτωσαν δὲ ἐπὶ ἡμέρας ιϛʹ, πρωῖ καὶ εἰς κοίτην. ἐὰν δὲ καὶ φλοιὸν ῥοϊδίων συζέσῃς αὐτοῖς, κρεῖσσον ὠφελήσεις. Τοῦ δὲ φοινικοπτέρου τὸν ἐχῖνον ἐὰν ζέσας δώσῃς λάθρα, κρεῖσσον ποιήσεις. Ἡδονὶς δὲ ἡ θαλασσία τὸ καὶ ἀφίδιν λεγόμενον συχνῶς ἐσθιόμενον τὰς γινομένας νομὰς ἐν τοῖς νεφροῖς ἀποθεραπεύει. Εἰς δὲ τὸν ἡφαιστίτην λίθον τὸν καὶ πυρίτην λεγόμενον ἐὰν γλύψῃς φοινικόπτερον, παρὰ δὲ τοὺς πόδας αὐτοῦ σκορπίον, καὶ ὑποβάλῃς τῷ λίθῳ ῥίζιον τοῦ φυτοῦ μικρόν, ἕξεις φυλακτήριον ἐκ πάντων ζῴων ἰοβόλων. ἀποστρέφει δὲ καὶ ἰνδαλμοὺς νυκτερινούς. ποιεῖ δὲ καὶ ἐπὶ λιθιώντων. βασκανίαν δὲ πᾶσαν ἀποστρέφει. Κεδνὰ †σα κεδνῶ† χάριν καὶ δεινὴ βροτοῖσιν ἅπασιν· αὐτὸς ἐφόρει Κρονίδης καὶ φάος ἐν ἄστροις. γαῖα καὶ κτήσει χρυσὸν καὶ ἄργυρον ἐξολοθρεύειν νόσον καὶ πενίαν δεινὴν δεσμοῖς κακὴν ὑπ’ ἀνάγκης. οὐχ ὁρᾷ φὼς ἐὼν ἀγαθός. ἀλλ’ ἔστιν ἀνάγκᾳ σείων γαῖαν ἅπασαν καὶ οὐρανὸν ἀστερόεντα μαστίζων μοίραισ〈ι〉 βροτοὺς ἄγχων ὑπ’ ἀνάγκης. αὐτὸς ἄναξ Κρονίδης τὶς ὁ Κυρανὸς ἐν ἑνὶ κόσμῳ ῥόμβοις ἀφθάρτοις κυλινδούμενος πορείαις κυκλίσκων τὰ πάντα ἀπ’ ἀνατολίης ἐπὶ δυσμὰς ἑπταπόλοις ἄρκτοις δυσὶ συγκινούμενα πάντα. λισσομένη ψυχή, ἀρκείσθω ὅσα σὺ κάμνει λυομένου καιροῦ. εἰ καὶ μετὰ τὸ ἐγγίσαι ὄντως εὐθὺς θεὸν γινώσκουσα ἐν ἀέρι καὶ νεφέλαισι νοῦσον ὑπερφυγεοῦσα εἰς ὃν οἰκήσασα ἐκολάσθης ὦ ψυχὴ σὺ μάκαιρα ἀθάνατος ἀπὸ τότε οὖσα παῦσον σου κάματον ἐν σώματι· μηκέτι κάμνε ὡς ἐπιζητεῖν τίς οὐρανὸς ἢ πόθεν ὕδωρ. εἰ δὲ θέλῃς μαθεῖν φράσσω ὅσα κελεύεις. οὐρανός ἐστιν ὕδωρ καὶ πῦρ ἄστρα τὰ φαινόμενα καὶ σκότος ἐστὶν ὕπερθε θεοῖς αὐτοῖς ἀλάλητον καὶ σφαῖρα κυλινδουμένη ἀπὸ ἀνατολῆς ἐπὶ δυσμάς. δινεῖ δὲ ἀυπνίαν ἀνέμων κινοῦσα ἅπαντα. ἐκ πόντου πρηστῆρα ἄγει καὶ εἰς αἰθέρα λύει· ἐκ πατάγου βροντὴν καὶ ἀστεροπὴν πυρὸς ἄγει καὶ ὄμβρον ὑδάτων γλυκερῶν. ῥιζήματα γαῖᾳ μητρὶ ἁπαντοτρόφῳ, δεκτῆρι γαστέρι θείᾳ κρύπτουσα τὰ πάντα ὅσα εἰς γαίην ἂν καθικνεῖται, ῥίζης βοτανῶν γαίης πολυανθέα τέκνα φύουσιν, ἃς περὶ τετράσιν τετράποσι πτηνῶν καὶ νεπόδων πάντων καὶ φωλεοκοίτων ἁπλῶς πάντα βροτοῖσι πέφυκεν, ἐχθρὰ δὲ πάντα ἔοικεν. Ἀρκείσθω ὅσα προεῖπον. πεζῷ δὲ λόγῳ καταλέξω καὶ δείξω τῆς ψυχῆς τὰ προμάντια ὄντα ὁρατὰ ὅσα προεῖπον· ἐπεσόμενα δὲ ἄλλα φράσω. ἔφρασα δὲ τοὺς μέλλοντας στίχους λέγεσθαι περὶ τῆς προγνώσεως καὶ τῶν ἐν αὐτῇ λοιπῶν οὕτως ζῴων. Ζῷόν ἐστιν ἐν ἀέρι πετόμενον ὃ καλεῖται ἔποψ, ἑπτάχρωμον βασίλειον, ἔχον μήκει δακτύλων δύο ἁπλούμενον καὶ συστελλόμενον· αὐτὸ δὲ τετράχρωμον ὡς εἰπεῖν πρὸς τὰς τέσσαρας τροπὰς τοῦ ἐνιαυτοῦ.
1.7.(50) οὗτος καλεῖται κούκουφας καὶ ποῦπος ὡς ἐγράφη τὰ περὶ τούτου ἐν τῇ πρὸ ταύτης βίβλῳ Ἀρχαϊκῇ καλουμένῃ. ἔστι δὲ τὸ ζῷον ἱερόν. Λαβὼν οὖν τὴν τούτου καρδίαν ἔτι σπαίρουσαν κατάπιε ἄντικρυς τοῦ ἡλίου ὥρας πρώτης ἀρχομένης ἢ ὀγδόης. ἔστω δὲ ἡμέρα Κρόνου, σελήνης ἀνατολικῆς οὔσης. καὶ ἐπίπιε γάλα βοὸς μελαίνης μετ’ ὀλίγου μέλιτος ἐκ τοῦ συνθέματος αὐθωρόν, ἵνα ἡ καρδία ὑγιὴς καταποθῇ, καὶ ἔσῃ προγινώσκων τὰ ἐν οὐρανῷ καὶ γῇ καὶ εἴ τις κατὰ ψυχὴν ἔχει τι καὶ ὅσα κατὰ τὰ κλίματα καὶ κατὰ πόλεις γίνεται καὶ τὰ μέλλοντα ἅπασιν ἀνθρώποις. Ἔστι δὲ τὸ τοῦ μέλιτος σύνθεμα οὕτως· μέλιτος κοτύλην αʹ καὶ μαγνήτου ζῶντος λειωτάτου οὐγ. βʹ καὶ τῆς βοτάνης ἠρυγγίου καρδίας ζʹ. ταῦτα λεῖα μίγνυε τῷ μέλιτι. ἔχε δὲ καὶ ἕτερον μαγνήτην εἰς ὃν τὸ ὄρνεον γέγλυπται τοῦτο, ὃν δεῖ ἐν τῷ τοῦ μέλιτος συνθέματι ἐμβρέχεσθαι. ὅταν δὲ θέλῃς προγινώσκειν ⟦ εἴ τι βούλῃ ⟧ πρόγευσαι δάκτυλον αʹ, καὶ περίθου τὸν γεγλυμμένον μαγνήτην καὶ φόρει ἐν τῷ τραχήλῳ, καὶ προγνώσῃ πάντα περὶ ὧν θέλεις. ἐὰν δὲ καὶ ἑτέραν καρδίαν καὶ ἧπαρ ἔποπος βάλλῃς ἐν τῷ συνθέματι, κρεῖττον ἔσται καὶ ἔτι μνημονικότερον ποιεῖ. ἵνα δὲ μὴ φθειριάσῃ τὸ σῶμα τοῦ ἐσθίοντος τὸ μέλι ἢ τοῦ καταπιόντος τὴν καρδίαν, εἴωθε γὰρ ἐξαίρειν πλῆθος φθειρῶν, δέον ἀλείφεσθαι πρῶτον τῷ ἐλαίῳ τούτῳ· ἐλαίου κοτύλη αʹ, σταφίδος ἀγρίας λειοτάτης οὐγ. βʹ λειώσας καλῶς καὶ ἑνώσας ἔχε ἀποκείμενον ἕτοιμον· ὅταν οὖν χρήζῃς εἰς κοίτην, ἄλειφε. Ἐρώτησις πρὸς τὸν τεχνίτην. “λέγε μοι πρότερον· ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ θνητή”; καί φησιν· “τέκνον ἄκουε· πολλοὶ τῶν κακοτέχνων πλανῶνται τὸ νοερὸν τῆς ἀθανάτου ψυχῆς. αὐτὴ δὲ ἑαυτὴν ἐλέγχει, διατὶ τοῦ σώματος ἡρεμοῦντος ἐπὶ τῆς κοίτης καὶ ἡ ψυχὴ ἀναπαύεται ἐν τῷ ἰδίῳ τόπῳ (τουτέστι ἐν τῷ ἀέρι) ὅθεν αὐτὴν καὶ ἐλάβομεν· καὶ θεώρει τὰ ἐν ἄλλοις κλίμασι γινόμενα. πολλάκις δὲ καὶ φιλοστοργοῦσα τὸ σῶμα ἐν ᾧ κατοικεῖ πρὸ χρόνων προμαντεύεται τὰ ἀγαθὰ ἢ τἀναντία, ὃ καλεῖται ὄνειρος. εἶτα παλινδρομεῖ εἰς τὸ ἴδιον οἰκητήριον καὶ ἀνεγείρασα ἐξηγήσατο τὸ αὐτὸ ὄνειρον. ἐντεῦθεν σοι φανείσθω ὅτι ἡ ψυχὴ ἀθάνατος καὶ ἄφθαρτός ἐστι”. Οὕτως μὲν ὁ Ἁρποκρατίων εἰπὼν ἐνταῦθα τὸ στοιχεῖον τοῦτο ἐπλήρωσεν. ὁ δὲ Κυρανὸς τὰ μὲν ἄλλως κατέλεξε τὰ δὲ κατὰ συμφώνησιν. προσέθηκε δὲ ἀπὸ τοῦ ἔποπος ἀπόγευμα καὶ ὅτι εἷπεν ὅσα γίνονται ἐν τῷ κόσμῳ προγευόμενος γνώσει. εἶχεν δὲ ἐκεῖθεν οὕτως: Ἐπειδὴ δυσανεύρετός ἐστιν ἡ ἐσχάτη ῥίζα τοῦ ἠρυγγίου, ἤγουν ἡ κεφαλή, καὶ θέλεις αὐτὴν εὐλήπτως ἐπιτυχεῖν, ποίει οὕτως· λαβὼν σπέρμα ἠρυγγίου καὶ γῆν ἐν ᾗ φύεται, βάλλε εἰς γάστραν τὴν γῆν καὶ τὸ σπέρμα. πότιζε δὲ ἀραιάκις. καὶ ὅταν ἀναφυῇ καὶ γένηται ὥριμον ἐν τῇ γάστρᾳ ὥσπερ τὰ ἄλλα ἠρύγγια, τότε ψηλάφησον εἰς τὴν γάστραν ἁγνὸς ὢν καὶ νήστης ὡς πρέπει, καὶ εὑρήσεις κεφαλὴν γοργόνης. ταύτην ἀνελόμενος ἔχε ἕτοιμον. Λαβὼν οὖν φώκης θαλασσίας τρίχας τὰς μέσον τῶν ῥινῶν καὶ τοῦ στόματος καὶ λίθον ἴασπιν χλωρόν, καὶ καρδίαν καὶ ἧπαρ ἔποπος καὶ ῥίζιον μικρὸν τοῦ ἠρυγγίου τῆς γοργόνης καὶ ῥίζιον παιωνίας τῆς γλυκισίδης καὶ σπέρμα περιστερεῶνος βοτάνης καὶ τὸ κοσμικὸν αἷμα τῆς χρυσανθέμου καὶ τῆς καρδίας τῆς φώκης τὸ ἄκρον, ἔτι δὲ καὶ τὸ βασίλειον τὸ ἐπὶ τῆς κεφαλῆς τοῦ ἔποπος κρεῖττον ἕξεις.
1.7.(100) πάντα οὖν τὰ προειρημένα εἰσὶν εἴδη δέκα, ἅτινα σὺν μόσχῳ ὀλίγῳ περιειλήσας θυμιάματι τετραείδῳ ἔμβαλλε εἰς δέρμα ἰχνεύμονος ἢ φώκης ἢ ἐλάφου ἢ γυπὸς καὶ φόρει ἁγνὸς ὤν. εἰ δὲ καὶ χρυσώσῃς ἔξωθεν, κάλλιον ἔσται. ἔσῃ γὰρ εἰς πάντα ὅσα θέλεις ἐπιτυγχάνων, φιλητὸς παρὰ πᾶσιν ἀνθρώποις καὶ γυναιξίν. ἔσῃ δὲ καὶ φοβερὸς φαινόμενος καὶ εἰρηνικὸς καὶ ἥσυχος. θηρία δὲ πάντα ὑποτάξεις καὶ ἐχθροὺς κατὰ σοῦ φιλιώσεις. ἐὰν δὲ καὶ λύκου τὸν δεξιὸν ὀφθαλμὸν ἐμβάλλῃς τοῖς προειρημένοις καὶ φορῇς, ἔσῃ εἰς πάντα ἀκαταγώνιστος, νικῶν εἰς πᾶν πρᾶγμα καὶ ἐπιτυγχάνων. φεύξεται γάρ σε πᾶς δαίμων καὶ πᾶν θηρίον, καὶ ἔσῃ πᾶσιν εὐδαιμονῶν· καὶ ἄνοσον δὲ διαφυλλάξει σε. Ἐγὼ δὲ καὶ τὴν πυτίαν τῆς φώκης ἔμιξα καὶ ἐνίκων πάντας τοὺς ἀντιδίκους μου καὶ ἀήττητος ἤμην. ὁ γὰρ φορῶν τοῦτο τὸ φυλακτήριον ἕξει ἀγαθὰ ὅσα οὐ προσδοκᾷ ἀπὸ τοῦ θεοῦ, καὶ ἔσται ἔντιμος πανταχοῦ, νικῶν ἐν πᾶσιν ἔργοις καὶ λόγοις, ῥυόμενος ἀπὸ παντὸς κινδύνου καὶ δαιμόνων καὶ φαρμακείας καὶ πάσης κακουργίας, καὶ ἁπλῶς εἰπεῖν, πάντα τὰ κακὰ ἀποστρέφει, πάντα δὲ τὰ ἀγαθὰ προξενεῖ. ἔστι δὲ καὶ προγνωστικὸν, ὅπερ σὺν σοὶ θεὸς μόνος ἐπίσταται. Ἐνταῦθα τὸ στοιχεῖον ὁ Κυρανὸς ἐτέλεσεν. Στοιχεῖον θʹ.
1.8.(1t) θύρσις βοτάνη, θὺρ πτηνόν, θυρσίτης λίθος ὅμοιος κοραλλίῳ, θύννος ἰχθὺς θαλάσσιος. Θύρσις βοτάνη, ἥτις ἐστὶν διονυσιακή, θαμνώδης, ἀγαθὴ εἰς πάντα. Θύρ ἐστι πτηνὸν ὅμοιον ἱέρακι τῷ πελαγίῳ, δραστικόν, ἔνθεον. Θυρσίτης λίθος ὅμοιος κοραλλίῳ. Θύννος ἰχθὺς θαλάσσιος, ἐδώδιμος ὅμοιος τῇ παλαμίδι, μέγας δὲ καὶ εὔγνωστος. Βάκκερά ἐστι φυτὸν Διονύσου. αὐτὸ τὸ θύρσιον ἐν βάκχαις καὶ μαινάσι ληνοβατεῖται. γῆς φυτόν ἐστιν πεφυκὸς εἰς εὐφροσύνην ἀνθρώπων. νῦν δέ τινας λέξω δυνάμεις τὰς εὐμαρεούσας ἐν οἴνῳ, ὅσα βροτοῖς πέφυκεν παρὰ χεύμασι ληνοβατεῖσθαι. τοῦτο ὕστερον αὖ μετέπειτα πεζῷ λόγῳ καταλέξω. εἰδέναι δεῖ. γῆς ἐστι τοῦτο. Τοῦ οὖν φυτοῦ τούτου ἐάν τις λειώσῃ ὅσον δραγμὴν αʹ καὶ τοῦ λίθου οὐγ. αʹ καὶ εἴπῃ τὸ διονυσιακὸν ὄνομα, βάλῃ δὲ αὐτὸ εἰς κεράμιον οἴνου ὅθεν πάντες πίνουσιν ἓν ποτήριον μόνον, καὶ πιόντες ἀναλύσουσιν πάντες ὡς μεθύοντες καὶ εὐχαριστοῦντες, λέγοντες ὅτι “ηὔφρανας ἡμᾶς δέσποτα”. Ἐὰν δὲ τοῦ θύννου τὸν δεξιὸν ὀφθαλμὸν βάλῃς εἰς τὸν οἶνον, καὶ εἴπῃς τὸ τοῦ Διονύσου ὄνομα καὶ ὅτι ἀναλυσάτωσαν οἱ ἀνακεκλιμένοι φίλοι μὴ πιόντες, ἀλλὰ καὶ εὐχαριστοῦντες ὡς εὐφραινόμενοι. ἐὰν δὲ καὶ πτερὸν τοῦ θυρὸς ὀρνέου κόψῃς μαχαίρᾳ ὁλοσιδήρῳ, βάλῃς τε εἰς κεράμιον οἴνου ἐπιλέγων τὸ ὄνομα τὸ διονυσιακόν, καὶ ὅτι “κύριε ἀνάστησον τοὺς ἀνακειμένους, αἱματεκχύτους γενέσθαι ἀλλήλους δέροντας”, γίνεται οὕτως. Εἰς δὲ τὸν θυρσίτην λίθον γλύψον θύρα τὸ πτηνὸν καὶ Διόνυσον κρατοῦντα τὸ πτηνὸν καὶ ὑπὸ τὸν λίθον ῥίζαν τῆς βοτάνης, καὶ κατακλείσας φόρει. καὶ ἔσῃ ἀμέθυστος, πρὸς πάντας χάριν ἔχων. ἔσῃ δὲ καὶ ἀκίνδυνος καὶ ἐπὶ κριτηρίων ἀήττητος. ἔστι δὲ τὸ διονυσιακὸν ὄνομα τοῦτο. ευι ευιε βακχευιυε ευιη οιωο αεηιη. ἡ δὲ ἀλήθεια τοῦ ὀνόματός ἐστιν ηοευ ἢ οωβ. οὕτως μὲν ὁ Ἁρποκρατίων, ὁ δὲ Κυρανὸς οὕτως. ευια βαιχευ ευιλευ Διόνυσε. Στοιχεῖον Ιʹ.
1.9.(1t) ἰτέα δένδρον, ἴασπις λίθος χλωρός, ἰκτὶς πτηνόν, ἰουλὶς ἰχθύς. Ἰτέα ἐστὶν δένδρον πᾶσι γνωστόν, ἄκαρπον. Ἴασπις λίθος πᾶσι γνωστός Ἰκτὶς πτηνὸν πᾶσι γνωστόν. Ἰουλὶς ἰχθὺς θαλάσσιος, μικρός, ποικίλος, εὐκόπως εὑρισκόμενος. Τῆς οὖν ἰτέας τὰ φύλλα χλωρὰ λειώσας, κατάπλαττε μετ’ ὀλίγου ἁλὸς καὶ σιάλου ὀδυνωμένους σπλῆνα, καὶ πάραυτα ἄπονον ποιήσεις· ἐὰν δὲ θέλῃς καὶ ἐκτῆξαι τὸν σπλῆνα, τὸν φλοῦν ζέσας ὀξυμέλιτι, δίδου νήστῃ κοχλιάρια δύο ἢ τρία, ἀποτριτῶν δὲ αὐτό. δίδου δὲ πρὸς τὴν δύναμιν ἑκάστου. Εἰς δὲ τὸν ἴασπιν λίθον γλύψον ἰκτῖνα διασπαράσσοντα ὄφιν, καὶ ὑπὸ τὸν λίθον ἐκ τῆς κεφαλῆς τοῦ ἰούλου λίθον, καὶ κατακλείσας δίδου φορεῖν ἐπὶ τοῦ στήθους· πάντα δὲ πόνον στομάχου παύει καὶ πολλὰ ἐσθίειν ποιεῖ εὐπέπτως. ἔχει δὲ καὶ ἑτέρας δυνάμεις· τοῦτο φόρει ἐπὶ τοῦ στήθους καὶ ὄψει. Στοιχεῖον κʹ.
1.10.(1t) κιναίδιος βοτάνη, κιναίδιος ἰχθύς, κιναίδιος λίθος, κιναίδιος πτηνόν. Κιναίδιος βοτάνη, ἥτις ἐστὶ περιστερεὼν ὕπτιος Ἀφροδίτης. Κιναίδιος πτηνόν, ὃ καλεῖται ἴυγξ, ὥς φησιν ὁ Κυρανὸς ἐνεγκὼν καὶ τὸν τοῦ Θεοκρίτου στῖχον εἰς ὑπόδειγμα· ἴυγξ ἕλκε τὸ τηνὸν ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα, οἱ δὲ ἰύγγιον ἀττικόν, στρουθίον ἐδώδιμον ὡς ὄρτυξ, ἀνακλώμενον τὸν τράχηλον, ὥς φησιν ὁ Ἁρποκρατίων. οὗτος ἔχει τρεῖς λίθους περὶ τὸν τράχηλον, γλῶσσαν μικράν, ἀνῆκε δὲ τῇ Ἀφροδίτῃ. Κιναίδιος ἰχθὺς θαλάσσιος· τὸ μέγεθος ἔχει δακτύλους ἕξ, κεφαλὴ πλατεῖα ὡς βλέννου. ἰχθύδιον στρογγύλον, διαυγὲς δὲ τὸ σῶμα ὡς φαίνεσθαι αὐτοῦ τὴν ῥάχιν διὰ τοῦ σώματος ὡς διὰ σπεκλαρίου. πληθύνει δὲ ἐν τῇ παραλίᾳ τῆς Συρίας καὶ Παλαιστίνης καὶ Λιβύης. οὗτος οὖν ἔχει λίθους βʹ, οἳ καὶ ἰδίας ἔχουσιν πράξεις, ὡς καὶ μεταξὺ ῥηθήσεται· εἰσὶ δὲ ἐν τῇ κεφαλῇ. ἔχει δὲ καὶ ἕτερον λίθον ἐν τῷ τρίτῳ σπονδύλῳ τῆς ῥάχεως παρὰ τὴν οὐράν, ὅς ἐστιν ἰσχυρότατος λίαν, καὶ ζητούμενος ἐν τῷ κεστῷ τῆς Ἀφροδίτης. Ὁ δὲ κιναίδιος λίθος εὔγνωστος ὢν 〈ὅμ〉ως δύσγνωστος ὑπάρχει, ὃς καλεῖται ὀψιανός. ἐστὶ δὲ Κρόνου. οὗτος ὁ λίθος ἐστὶ δισσός. ὁ μὲν γάρ ἐστι σκοτεινὸς καὶ μέλας, ὁ δὲ μέλας μέν, διαυγὴς δὲ ὥσπερ τὰ κάτοπτρα. οὗτός ἐστιν ὃν ζητοῦσιν πολλοί, καὶ οὐ γινώσκουσιν αὐτόν. οὗτος γάρ ἐστι δρακόντιος λίθος. Ἐὰν οὖν τις βραχὺ τῆς βοτάνης μετὰ κόπρου γυπὸς ὑποθυμιάσῃ ὑπὸ περσικίαν, φυλλοροήσει. ἐὰν δὲ ὑπὸ τὸ προσκεφάλαιόν τινος ὑποτεθῇ ἡ βοτάνη, οὐκ ὀρθιάσει ὁ κατακείμενος. ἐὰν βραχὺ λειώσας δῷς πιεῖν ἀνδρί, οὐκ ὀρθιάσει ἐν τῇ συνουσίᾳ ἐπὶ ἡμέρας ζʹ. ἀλέκτορι δὲ ἐὰν δῷς μετὰ ἀλφίτων, οὐ πατήσει θήλειαν. Τοῦ δὲ κιναιδίου ἰχθύος λίθου τοῦ ἐν τῷ τρίτῳ σπονδύλῳ τῆς ῥάχεως ἐὰν δῷς τινι ἐν ποτῷ ἢ ἐν βρώματι, τὸν λίθον ὁ λαβών, κίναιδος ἔσται ὁμολογουμένως αὐθημερόν. ἐὰν δὲ ἀλεκτρυόνι αὐτὸν δῷς μετὰ ἀλφίτων, ὑπὸ ἑτέρων ἀλεκτρυόνων βιβασθήσεται πυκνῶς· καὶ ἄλλον οἷον ἂν ᾖ ἀρρενικὸν ζῷον μαλθακιάσει. ἐὰν οὖν τὸν λίθον τοῦτον βάλλῃς, μετὰ τοῦ ὁμοίου ζῴου βιβασθήσεται ὡς θήλεια· ὅσα ἀληθῶς ὁ προειρημένος λίθος ποιεῖ. Τὴν δὲ γλῶσσαν τοῦ ὀρνέου ἐὰν φορῇ τις ἐν χρυσῷ πετάλῳ, ἔσται χάριν ἔχων καὶ φιλητὸς ὑπὸ πάντων, θεῶν καὶ ἀνθρώπων. Τὸ δὲ ὀρθοπύγιον αὐτοῦ λάθρα διδόμενον ἀνθρώπῳ ἢ ἑτέρῳ ἀρρενικῷ ζῴῳ, ὁ τοιοῦτος μαλθακισθήσεται καὶ τῶν θηλειῶν ἔργα ἀποτελέσει. Τὸν δὲ δεξιὸν ὀφθαλμὸν ἐάν τις φορέσῃ ὑπὸ λίθον σάπφειρον ἄσπιλον, ἐν ᾧ ἐστιν γεγλυμμένη Ἀφροδίτη, ὁ τοῦτο φορῶν ἐπίχαρις ἔσται καὶ παρὰ ἀνθρώποις ἐξάκουστος καὶ ἐπὶ πάσης δίκης νίκην ἕξει. τὸ δ’ αὐτὸ ποιεῖ καὶ ὁ εὐώνυμος ὀφθαλμὸς ὑπὸ θηλείας φορούμενος. Αἷμα δὲ αὐτοῦ μιγνύμενον μεθ’ οἱουδήποτε κολλυρίου καὶ ἐγχριόμενον ὑποχύνει ὀφθαλμούς. ἡ δὲ καρδία αὐτοῦ ληγούσης τῆς σελήνης περιαπτομένη, τριταίους καὶ τεταρταίους ἰᾶται. ὁ δὲ ἐγκέφαλος τοῦ ὀρνέου λάθρα ἐν βρώματι ἢ ἐν πόματι διδόμενος κεφαλαλγίαν παύει ἀνίατον. τὸ δὲ ἧπαρ αὐτοῦ ἡπατικοὺς ἐν ἁλσὶ καὶ ὕδατι ἑζεσμένον ἀπαλλάσσει. Τῆς οὖν μεγάλης θεᾶς τῆς Ἀφροδίτης ὁ πρῶτος κεστὸς ὁ δεινότατος καὶ μεταλλάσσων τὰς φύσεις τῶν ἀνθρώπων καὶ πάντων ζῴων, ὁμοίως καὶ τὰς γνώμας ἀρρενικῶν, μάλιστα δὲ ἀνθρώπων ὥστε μαλθακίζεσθαι καὶ ἀπογυναικοῦσθαι τὸν ἁψάμενον ἢ φορέσαντα.
1.10.(50) Ἔτι δὲ εἰς τὸν ὀψιανὸν λίθον γλύψον ἄνθρωπον ἀπόκοπον, ἔχοντα παρὰ τοὺς πόδας τὰ αἰδοῖα κείμενα, τὰς δὲ χεῖρας κάτω ἐσταλμένας, αὐτὸν δὲ κάτω βλέποντα τοῖς αἰδοίοις· ὀπίσω δὲ πρὸς νῶτον Ἀφροδίτην, νῶτα πρὸς νῶτον ἔχουσαν, αὐτὴν δὲ ἑαυτὴν στρέφουσαν τὴν ὄψιν καὶ βλέπουσαν αὐτόν. ὑποκατάκλεισον δὲ τοῦ κιναιδίου ἰχθύος τὸν λίθον. ἐὰν δὲ μὴ ἔχῃς ἕνα τῶν ἐν τῇ κεφαλῇ, ὑπόθες ῥίζιον τῆς βοτάνης καὶ τοῦ ὀρνέου ἀκρόπτερον τὸ εὐώνυμον. κατάκλειε δὲ εἰς λήνειον κρυσοῦν πλατύτερον· θήσεις δὲ αὐτὸ ἐντὸς ἱμάντος νευρίου ἀπὸ τῆς κοιλίας ἱέρακος, ἵνα ᾖ τρυφερόν, συρράψας κατὰ τὸ μέσον τοῦ ἱμάντος, ἵνα μὴ φαίνηται. οὗτός ἐστιν ὁ περὶ τὴν κεφαλὴν τῆς Ἀφροδίτης ζωγραφούμενος ἢ πλασσόμενος ἱμὰς ὡς διάδημα, ὃ καλεῖται κεστός. ἐὰν οὖν τις ἅψηται ἄρρην τοῦ ἱμάντος, οὐκ ὀρθιάσει· ἐὰν δὲ ἀγνώστως φορέσῃ, μαλακισθήσεται. ἐὰν δὲ ἐκ τοῦ λίθου τοῦ ἰχθύος γεύσηται, κίναιδος τέλειος γενήσεται, μὴ ἀποκαθιστάμενος εἰς τὸ κατὰ φύσιν. ἐὰν δὲ γυνὴ φορέσῃ τὸν ἱμάντα τοῦτον, οὐδεὶς αὐτῇ συνελεύσεται ἐν συνουσίᾳ· οὐ γὰρ ὀρθιάσει ὁ ἀνήρ. ἡ δὲ συμμετρία τοῦ ἱμάντος πλάτος μὲν δακτύλων βʹ μῆκος δὲ παλαιστῶν εʹ. Ἔστι δ’ οὖν καὶ ἕτερον σκεῦος, ὃ φοροῦσιν αἱ βασίλισσαι, τῆς Ἀφροδίτης καὶ ὅσα δύνανται οἱ ἄλλοι ὁμοίως. εἰς ἱμάντα ἀπὸ νεύρου συντίθενται τῷ τρόπῳ τούτῳ, ἵνα φαίνωνται οἱ λίθοι τὴν γλυφὴν ἔχοντες ὡς ὑπόκειται. Ὁ μὲν πρῶτος ἔστω κατὰ τὸ μέσον τοῦ ἱμάντος λυχνίτης ἢ κεραυνίτης, ἔχων γλυφὴν τὸν Ἄρεα ἔνοπλον· Ἔνθα δὲ καὶ ἔνθα συγκατερραμμένους ἀδάμαντας δύο ἔχοντας Ἀφροδίτης ἀκάνθην ἤγουν ῥοδωνιὰν ἐκ τοῦ ποδός. Εἶτα πάλιν ἐξ ἑκατέρου μέρους σαπφείρους λίθους ἀσπίλους βʹ, ἔχοντας Ἀφροδίτην ἀναδεσμευομένην τὴν τρίχα καὶ Ἔρωτα παρεστῶτα. Πάλιν δὲ ἄλλους βʹ λίθους ἐξ ἑκατέρου μέρους ὁμοσάρδια γλυφὴν ἔχοντας ἀμφότερα ὁμοῦ Ἥλιον ἐπὶ τετραπώλου καὶ Σελήνην ἐπὶ δύο ταύρων, ἕνα ἕκαστον λίθον. Ἄλλους δὲ δύο λίθους 〈ἀχάτασ〉 ἐξ ἀμφοτέρων τῶν μερῶν γλυφὴν ἔχοντας Ἑρμῆν κηρύκιον ἔχοντα ἐν τῇ δεξιᾷ ῥάβδον. Ἄλλους δὲ δύο 〈νεμεσίτασ〉 κειμένους ἐξ ἀμφοτέρων τῶν μερῶν †βράχιστα†, ἔχοντας Νέμεσιν ἐπὶ τροχοῦ τὸν πόδα ἔχουσαν καὶ ῥάβδον κατέχουσαν. Ἄλλους δὲ δύο μαργαρίτας ἀσπίλους ἔχοντας ἐκ τῶν δύο μερῶν ἀγλύφους συγκειμένους τῷ κεστῷ, ἵνα πλήρεις γένωνται οἱ λίθοι ιγʹ. Βληθέντες δὲ εἰς ληνείαν χρυσῆν ἵνα οὕτως εἰς τὸν ἱμάντα ῥαφέντες μὴ φαίνωνται ὑπὸ τοῦ ὄχλου. ἔστι δὲ ὁ ἱμὰς διπλοῦς γινόμενος. ἀκόλουθος δέ ἐστιν ἕτερος λίθος περὶ τὸν τράχηλον φορούμενος, ὅς ἐστι σεληνίτης, ἐν ᾧ φαίνεται ἡ θεὸς αὐξουμένη, ἡ σελήνη, καὶ μειουμένη. ἔχει δὲ γλυφὴν σελήνην ὡς στηθιαίαν, ὑπὸ δὲ τὸν λίθον σελίνου ἀγόνου ῥίζαν ἐν ληνείῳ χρυσῷ. οὗτος δὲ φορεῖται περὶ τὸν τράχηλον. τοῦτο τὸ μυστήριον φορούμενον ἔνθεον ποιεῖ τὸν φοροῦντα, καὶ ὑπὸ πάντων προσκυνεῖσθαι καὶ σέβεσθαι ἄξιον. πολλοὶ δὲ τῶν βασιλέων ἔνδοθεν αὐτὸ φοροῦσιν ἢ ἐντὸς τοῦ διαδήματος ὡς κεστόν, ἵνα μὴ ὑπό τινος ὁραθῇ. Τὸν δὲ σεληνίτην ἐν δακτυλίῳ φορούμενον τὰ αὐτά φασιν ποιεῖν.
1.10.(100) Ἵνα δὲ μὴ καταργήσωμεν τὸ βιβλίον, ἀρκείσθω ὁ λόγος, ἐπεὶ μεγίστας ἔχει δυνάμεις. δι’ ὅ, ὦ τέκνον, μετὰ πολλῆς φιλοπονίας καὶ πόνου ψυχῆς ταῦτα ἑρμηνεύσας σοι ἔγραψα. γίνωσκε δὲ τοῦτο, ὅτι οὐδεὶς ἕτερος ἔχει. δι’ ὃ μηδενὶ μετάδος τοῦτο τὸ ἔνθεον μυστήριον. Στοιχεῖον λʹ.
1.11.(1t) Λίβανος βοτάνη, λύγγουρος λίθος, λώβηξ πτηνόν, λάβραξ ἰχθὺς καὶ θαλάσσιος καὶ ποτάμιος. Λίβανός ἐστι βοτάνη δενδρική, ἧς ὁ ὀπὸς θυμιώμενος ἀνεγείρει τὰ θεῖα πνεύματα. Λύγγουρος δὲ λίθος ἐστὶν ἐκ τοῦ ὄρους τῆς Λυγγὸς ὀνομαζόμενος· οἱ δὲ λέγουσιν αὐτὸν αἰγείρου δάκρυ· ἀγαθὸν δέ. Λώβηξ πτηνόν ἐστιν ὃ καὶ γὺψ λέγεται, ζῷον ἰσχυρότατον. Λάβραξ πᾶσι γνώριμος ἰχθύς. ἐκ δὲ τούτου σκευάζεται ὑγρὸν κολλύριον θειότατον ποιοῦν πρὸς ἀμβλυωπίας πάσας, ὥστε ἐν τρισὶν ἡμέραις ὀξυδορκῆσαι. ποιεῖ δὲ καὶ πρὸς ἀρχομένας ὑποχύσεις καὶ πτερύγια, νεφέλας, ἀχλύας, μύωπας, τραχώματα, μυδριάσεις, νυκτάλωπας, ὑδατίδας, ψωροφθαλμίας, ξηροφθαλμίας, μίλφους, βεβρωμένους κανθούς. πρὸς ταῦτα πάντα ἄκρως ὠφελεῖ ἐγχριόμενον. ἡ δὲ σκευασία ἐστὶν οὕτως· λιβάνου ἄρρενος οὐγ. θʹ, λυγγούρου λίθου οὐγ. βʹ, χολὴ γυπὸς οὐγ. ϛʹ, χολὴ λάβρακος ὅλη, πεπέρεως οὐγ. γʹ, μέλιτος καλλίστου οὐγ. ϛʹ. τοῦτο παλαιούμενον κρεῖττον γίνεται. Τὸ δὲ ἐκ τοῦ Κυρανοῦ κολλύριον εἶχεν οὕτως· λιβάνου ἄρρενος, λυγγούρου λίθου ἀνὰ οὐγ. βʹ, χολὴ γυπὸς οὐγ. ϛʹ, χολὴ λάβρακος οὐγ. ϛʹ, πεπέρεως οὐγ. γʹ, μέλιτος ἀκάπνου οὐγ. γʹ. Εἰς δὲ τὸν λύγγουρον λίθον γλύψον γῦπα, καὶ ὑπόθες ὀλίγον λίβανον καὶ ἀκρόπτερον τοῦ πτηνοῦ καὶ φόρει. ὠφελεῖ γὰρ πρὸς ἀμβλυωπίαν καὶ ὑποχύσεις ὀφθαλμῶν. Στοιχεῖον μʹ.
1.12.(1t) μορέα φυτόν, μυγερὸς πτηνόν, μηδικὸς λίθος, μόρμυρος ἰχθὺς θαλάσσιος. Μορέα ἐστὶ φυτὸν δενδρικὸν πᾶσι γνωστόν, ἡ καὶ συκαμινέα λεγομένη. Μυγερός ἐστι πτηνὸν ὁ νυκτικόραξ πᾶσι γνωστόν. Μηδικὸς λίθος, οὗτος ἀνήκει τῇ Ἀφροδίτῃ. Μόρμυρος ἰχθὺς θαλάσσιος ἐδώδιμος μικρός. Τῆς οὖν μορέας ὁ ὀπὸς τῆς ῥίζης, διδόμενος λάθρα ἐν βρώματι ἢ ποτῷ καθαίρει καὶ διάρροιαν παρέχει. ἐὰν δέ τις τοῦ φλοιοῦ τῆς ῥίζης βραχὺ διαμασησάμενος τὸν σίελον καταπίῃ αὐτὸ δὲ ῥίψῃ, ἐκ διαρροίας ὁ τοιοῦτος κινδυνεύσει. Πρὸς δὲ τὰς μεγίστας τῶν μυλῶν ἀλγηδόνας καὶ τῶν οὔλων ὠφελεῖ. οὐκ ἐᾷ δὲ βρωθῆναι μύλην, ἀλλὰ καὶ τὰς ἤδη βεβρωμένας ἀναλγεῖς ποιεῖ. Συνθέματα ἐξ αὐτῆς κατασκευαζόμενα τοιαῦτα· τοῦ φλοιοῦ τῆς ῥίζης οὐγ. βʹ, (ἐν ἄλλω οὐγ. γʹ) ζιζιβέρεως ἀκεντήτου οὐγ. γʹ, ὄξους καλλίστου κοτύλας βʹ· ἕψει συγκόψας ἕως ἂν γένηται κοτύλη αʹ. ἐκ τούτου διακλειζέσθω τὸ στόμα πρωὶ καὶ ὀψέ. ἱστορήσαμεν δὲ τοῦτο ἐκ θείας δυνάμεως. Τῆς οὖν μορέας οἱ κλάδοι οἱ μὲν ἄνω βλέπουσιν, οἱ δὲ κάτω ἔχουσιν τὸ ἄκρον, ἰσοκάρδιον καὶ δυοειδές. Ἐὰν οὖν τις σταθεὶς πρὸς πόδα ἀτενίζων πρὸς λίβα, δυσὶ δὲ δακτύλοις τῆς εὐωνύμου χειρὸς ἐκτείνας τὸ ἄνω βλέπον καρδίδιον πρὸς ἡλίου ἀνατολὴν καὶ μετὰ πορφύρας ἀληθινῆς περιάψῃ γυναικὶ περὶ τὰ ἰσχία, αἱμορραγούσῃ ἢ ἐκ μήτρας ἢ ἐκ τοῦ δακτυλίου, ἵστησιν εἰς τρεῖς ἡμέρας τὴν φορὰν τοῦ αἵματος. ἐὰν δὲ τὸ κάτω βλέπον καρδίδιον ὁμοίως ὡς εἴρηται σταθεὶς καὶ ἐκτείνας περιάψῃς αἱμοπτοϊκούς, ὁμοίως ἵστησι τὴν φορὰν ἐν τρισὶν ἡμέραις. ταῦτα δέ εἰσιν τὰ καλούμενα ἀνακάρδια. ἰᾶται μὲν τὰ ἄνω βλέποντα τὰς κάτω αἱμορραγίας ταῖς αὐταῖς ἡμέραις, τὰ δὲ κάτω βλέποντα τὰς ἄνω. τοῦτο δέ ἐστιν τὸ καλούμενον ἀνακάρδιον ἢ κατακάρδιον. πολλοὶ δὲ τῶν ψευδοσοφιστῶν πλανῶνται. Πρὸς δὲ τὰς αἱμορροΐδας, τὰς ἐντερίδας καλουμένας ἐζωχάδας, φάρμακον ἀσύγκριτον τοῦτο. τοῦ καρποῦ τῆς μορέας τοῦ ὄμφακος οὐγ. βʹ, χαλκίτεως οὐγ. βʹ, λίθου μηδικοῦ οὐγ. δʹ, πτερῶν ζʹ κόρακος κεκαυμένων τὰ ἀκρότερα, οἴνῳ βραχὺ ἀναλάμβανε μετὰ πτεροῦ τοῦ αὐτοῦ κόρακος, ἵνα γένηται γλοιῶδες. εἰς μὲν τὰς ἔσω αἱμορραγίας ποιοῦν τὰ κλύσματα, ταῖς δὲ ἔξω, καταχρίσματα τῷ δέοντι ἀναδεσμῷ χρώμενος. Εἰς δὲ τὸν μηδικὸν λίθον γλύφεται μόρμυρος ἰχθὺς καὶ κατακλείσας εἰς σιδηρᾶν πυξίδα, καὶ ὑποβάλλεται καρδίδιον ἀνωβλεπὲς τῆς μορέας, καὶ φορεῖται πρὸς τὰς αἱμορροΐδας καὶ τὰ περὶ τὴν ἕδραν πάθη. Εἰ δὲ τὴν κάτω βλέπουσαν καρδίαν ὑποκλείσῃς, ἔσται φυλακτήριον πρὸς αἱμοπτοϊκοὺς καὶ τὰς ἐκ ῥινῶν αἱμορραγίας, καὶ ὅσα πάθη αἱμορραγίας αἱμορροϊκὰ ἄνωθεν. σκευάζεται δὲ καὶ καθάρσιον ἐκ τῆς ῥίζης τῆς μορέας. Ὦ μορέα, ἱερὸν φυτόν, οὐκ ὀλίγοισιν ἐπαχθές. σῆς γὰρ ὀπὸς ῥίζης μιχθεὶς ἴσῳ χυλῷ στρατιώτου, περσείης ῥίζης, ὁμοίως ὀπὸν μυρτίτου, τιθυμάλλου καὶ σκαμωνίας τὸ ἴσον μίξας δὲ ἴσον εἰς ἅπαντα καὶ μέλιτος τὸ τριπλοῦν ἕψει ἕως σχῇ ὑγρᾶς κηρωτῆς πάχος, καὶ ἑλόμενος ἔχε ἐν βικίῳ ὑελίνῳ καὶ δίδου ἐξ αὐτοῦ οὐγ.
1.12.(50) αʹ νήστῃ προδιαιτησαμένῳ ἄκρως. ἐὰν δὲ πλεῖον δοθῇ φασούλου μέγεθος, ὁ τοῦτο λαβὼν χολέρᾳ ληφθεὶς οὐ ζήσεται ἡμέραν. μηδὲν ὕπερθεν ποτῷ ἢ ἐν βρώμασι δίδου, κατὰ δύναμιν δὲ ἑκάστῳ δίδου. Στοιχεῖον νʹ.
1.13.(1t) νεκύα βοτάνη, ναυκράτης ἰχθύς, νῆσσα πτηνόν, νεμεσίτης λίθος. Νεκύα βοτάνη ἐστὶ ἡ λεγομένη φλόμος. ταύτης τῆς βοτάνης εἴδη εἰσὶν ἑπτά. λέγεται δὲ περὶ αὐτῆς ὅτι τὰ ἀναβαίνοντα τῶν φύλλων ὑπὲρ γῆν πῆχυν αʹ καίουσιν ἐν τοῖς λύχνοις ἀντὶ λυχνίου. ἐπειδὴ δὲ τοῦτο κατέχουσιν ἐν ταῖς νεκυομαντείαις ταῖς διὰ λεκάνης γενομέναις οἱ τὰ τοιαῦτα πράττοντες, διὰ τοῦτο καὶ ἐκάλουν τὰ τοιαῦτα φύλλα νεκύδια. Νῆσσα πτηνόν ἐστιν νηχόμενον ἐν τοῖς κύμασιν, ὡς ὄρνιθος μέγεθος ἔχουσα. Ναυκράτης ἰχθὺς θαλάσσιός ἐστιν, ἡ ἐχενηίς. οὗτος ἐὰν κολληθῇ πλοίῳ ἀρμενίζοντι, οὐκ ἐᾷ αὐτὸ κινηθῆναι ὅλως, εἰ μὴ ἀπωσθῇ τῆς τροπῖδος αὐτοῦ. οὖτος ὁ ἰχθὺς ὅλος ἐν ἐλαίῳ ἑψηθεὶς ἕως κηρωθῇ, διηθουμένου τοῦ ἐλαίου καὶ λαβόντος κηροῦ τὸ ἀρκοῦν καὶ καταπλασσόμενος ποδάγρας θεραπεύει. Νεμεσίτης ἐστὶ λίθος αἰρόμενος ἀπὸ βωμοῦ Νεμέσεως. Γλύφεται οὖν ἐπὶ τὸν λίθον Νέμεσις ἔχουσα τὸν πόδα ἐπὶ τροχοῦ ἐστῶτα. τὸ δὲ εἶδος αὐτῆς ὡσεὶ παρθένου, τῇ εὐωνύμῳ χειρὶ κρατοῦσα πῆχυν, τῇ δεξιᾷ δὲ ῥάβδον. ὑποκατακλείσεις δὲ τῷ λίθῳ ἀκρόπτερον νήσσης καὶ βραχὺ τῆς βοτάνης. Ἐὰν οὖν τὸν δακτύλιον τοῦτον προσενέγκῃς δαιμονιζομένῳ, πάραυτα ὁ δαίμων ἐξομολογησάμενος ἑαυτὸν φεύξεται. ἀφυγιάζει δὲ καὶ σεληνιαζομένους περὶ τὸν τράχηλον φορούμενος. ἀποτρέπει δὲ καὶ φαντασίας δαιμόνων ἐπὶ τῶν ἐνυπνίων, καὶ βρεφῶν ἐξαλλομένων καὶ νυκτερινῶν συναντημάτων. δέον οὖν τὸν φοροῦντα ἀπέχεσθαι ἀπὸ παντὸς μυσεροῦ πράγματος. Οὗτος οὖν ὁ δακτύλιος φορούμενος μηνύει τὴν ποσότητα τῶν ἐτῶν τοῦ ζῆν χρόνου καὶ τὴν ποιότητα τοῦ θανάτου καὶ τὸν τόπον. δέον οὖν τὸν φοροῦντα ἀπέχεσθαι ἀπὸ παντὸς πονηροῦ πράγματος. Τῆς δὲ ἐχενηίδος βραχὺ ἐκ τῶν ὀστέων ἐὰν καταρράψῃς εἰς ἵππου δέρμα καὶ ἔχῃς ἐντός σου καὶ ἐπιβῇς εἰς πλοῖον καὶ κρύψῃς, οὐκέτι πλεύσει τὸ πλοῖον, εἰ μὴ βασταχθῇ τὸ κεκρυμμένον ἢ ἐξέλθῃς τοῦ πλοίου. Εἰς δὲ τὴν πρόγνωσιν τὴν περὶ ζωῆς καὶ θανάτου ὡς πρὸ ὀλίγου εἶπον, χρῆ σε χρᾶσθαι τῷ τοῦ ἱέρακος ἀπογεύματι. Στοιχεῖον ξʹ.
1.14.(1t) ξίφιος βοτάνη, ξίφιος λίθος, ξίφιος πτηνόν, ξίφιος ἰχθὺς θαλάσσιος. Ξίφιος βοτάνη ἐστὶ πληθύνουσα ἐν πάσῃ γῇ· φύλλα ἔχει ὅμοια σίτῳ, πλὴν ἐπιμηκέστερα. συμφύεται δὲ ἐν ταῖς ἀρούραις σὺν τῷ σίτῳ· ἥν τινες μαχαιρίαν καλοῦσιν, ἔνιοι δὲ φάσγανον. ὀρθὴ δὲ ἀναβαίνουσα ἀπὸ τῆς γῆς ὡσεὶ πῆχυν αʹ. ἔστι δὲ μονόκλωνος. ἄνθος ἔχει κυάνεον, εὔοσμον, ὑποπόρφυρον. ταύτην οἱ ποιμένες πλέξαντες στέφονται, ἔαρος ὄντος. Ξίφιος λίθος πᾶσι γνωστός. οὗτος ἐν πάσῃ τῇ γῇ πληθύνει ὡς οἱ κόχλακες, ἐξαιρέτως δὲ ἐν τῇ Καππαδοκίᾳ καὶ ἐν τῇ Ναζιανζῷ. τῇ δὲ χροᾷ ὡσεὶ κελαινός. τοῦτον ἐν τῇ Ἀσσυρίων χώρᾳ κατεάξουσι καὶ ὑποθυμιῶντες τὰ ἑαυτῶν ὀρεσίτροφα ζῷα ἐκπέμπουσι καὶ διατηροῦνται ἀπήμονα ἀπὸ τῶν θηρίων. Ξίφιος πτηνόν ἐστιν, ἱέραξ, ὁ καλούμενος κίρκος. Ξίφιος ἰχθὺς ὅμοιος ἰουλίδι ποικίλος μὲν, μικρότερος δὲ καὶ λεπτός. Τῆς οὖν βοτάνης τὸ ἄνθος καὶ τὴν ῥίζαν ἐὰν ἐν ἐλαίῳ πλείονι τεθῇ καὶ χρόνον διαμένῃ τινά, καὶ ἀποσιρώσας ἀποθῇς εἰς μύρον ζητούμενον ἐν ταῖς ἱερατικαῖς βίβλοις καλούμενον σούσινον ἐν τῇ μελανί〈τι〉δι γῇ, (περὶ οὗ οἱ ἀρχαῖοι προφῆται πλανῶνται), κατὰ δὲ τὴν Ἀσσυρίων χώραν καλεῖται τὸ φυτὸν σουσανόν. αὕτη ἡ βοτάνη δύο ἔχει ῥίζας, μίαν ἐπὶ τὴν μίαν καθεζομένην. τὴν ἐπάνωθεν οὖν ῥίζαν ἐάν τις λειώσας δώσῃ σὺν οἴνῳ πιεῖν, εἰς συνουσίαν παρορμᾷ· τὴν δὲ ὑποκάτω ἐὰν πίῃ τις, τὸ ἐναντίον ποιήσει ἀγόνους. Γλύψον οὖν ἐν τῷ λίθῳ ἱέρακα καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ τὸν ἰχθύν. ὑποκατάκλεισον δὲ ἐν τῷ λίθῳ τὴν ῥίζαν τῆς βοτάνης καὶ ἔχε. οὗτος ὁ δακτύλιός ἐστιν ἁγνός, ὡς καὶ ὁ πρὸ αὐτοῦ. ἐὰν οὖν ἔχῃς αὐτὸν παρὰ σεαυτῷ, χρηματισθήσῃ περὶ οὗ θέλεις. καὶ ἐὰν θῇς αὐτὸ ἐν ζῴῳ ἢ ἐν εἰδώλῳ θεοῦ τινος τῶν λατρευομένων, χρηματισθήσῃ ὃ ἂν θέλῃς παρ’ αὐτοῦ μαθεῖν. Ἡ δὲ κεφαλὴ τοῦ ἰχθύος ἐπιθυμιωμένη καὶ μετὰ σμύρνης ἐνθουσιάζεσθαι ποιεῖ τοὺς ὀσφραινομένους· σὺ δὲ τοὺς μυκτῆράς σου χρίε μύρῳ δυνατῷ καὶ οὖκ ἐνθουσιασθήσει τὸ καθόλου. Στοιχεῖον οʹ.
1.15.(1t) ὀνόθυρσις βοτάνη, ὄρτυξ πτηνόν, ὀρφὸς ἰχθύς, ὀνυχίτης λίθος γνωστὸς πᾶσι. Ὀνόθυρσις βοτάνη ἐστίν· οἱ μὲν ὀνόθουριν καλοῦσιν οἱ δὲ ὀνομαλάχην. αὕτη ἐστὶν τὸ ῥόδον ἐξ ἧς τοὺς στεφάνους πλέκουσιν Ἕλληνες ἐν ταῖς ἑορταῖς τῶν θεῶν. φύλλα ἔχει ὅμοια μαλάχῃ ἡμέρῳ. ταύτην Ἕλληνες καλοῦσιν ἀλθαίαν. Ὄρτυξ πτηνὸν πᾶσι γνωστόν· οὐκ εὐκόλως δὲ ἐγνώσθη ἡ φύσις τοῦ ὄρτυγος ἢ πόθεν ἐστὶν ἡ τούτου γένεσις· ἔστι δὲ οὕτως· ὅταν χειμῶνες μεγάλοι γένωνται ἐν τοῖς μέρεσι τῆς Λιβύης τοῖς ἐρήμοις, ἡ θάλασσα τοὺς μεγίστους θύννους εἰς τοὺς αἰγιαλοὺς παραρρίπτει· οὗτοι δὲ σκώληκας ποιοῦσιν ἐπὶ ἡμέρας ιδʹ, καὶ ἀποτελεσθέντες γίνονται ὡς μυῖαι, εἶτα ὡς ἀκρίδες· αὗται δὲ αὐξανόμεναι γίνονται ὄρτυγες. εἶτα νοτίου ἀνέμου γινομένου ἢ λιβονότου αὐξήσαντες διαπεραιοῦνται τὴν θάλασσαν καὶ ἔρχονται εἰς τὴν Παμφυλίαν καὶ Κιλικίαν καὶ Καρίαν καὶ Λυκίαν, καὶ πάλιν βορέου φυσήσαντος οὗτοι ἀφίπτανται εἰς τοὺς παραθαλασσίους τόπους τῆς τε Ἀσσυρίων χώρας καὶ τὰς λοιπὰς τῆς μελανίτιδος γῆς. οἱ δὲ ἀμύητοι τῶν ψευδοσοφιστῶν λέγουσιν αὐτοὺς ἁγνοὺς εἶναι ἀγνοοῦντες τὴν τούτων φύσιν καὶ ἀρχὴν μὴ γινώσκοντες. Ὀρφὸς ἰχθὺς θαλάσσιος, ἐδώδιμος, πᾶσι γνωστός. Ὀνυχίτης λίθος ἢ σαρδόνυξ ὑπὸ πάντων γινωσκόμενος. Τῆς οὖν βοτάνης ἡ ῥίζα ἑψομένη μετ’ ἐλαίου καὶ τοῦ στέατος τοῦ ὄρτυγος, εἶτα κηροῦ μιγνυμένου καὶ παγέντος ποιεῖ πρὸς τὰ σκληρώματα τῆς μήτρας καὶ φλεγμονάς, ἕλκη καὶ νομὰς καὶ ὅσα περὶ τὸν γυναικεῖον κόλπον· ἀνίεται δὲ ῥοδίνῳ· ποιεῖ δὲ καὶ πρὸς χειρώνεια. Οἱ δὲ ὀφθαλμοὶ τοῦ ὄρτυγος μετὰ τῆς ῥίζης τῆς βοτάνης περιαφθέντες καθημερινὸν ῥῖγος καὶ τριταίους ἀπαλλάσσουσιν ἐν ἀποκρούσει περιαφθέντες. Τοῦ δὲ ὄρτυγος ἢ τοῦ ὄρφου τοὺς ὀφθαλμοὺς λειώσας μεθ’ ὕδατος ὀλίγου ἐν ὑελίνῳ ἔχε ἀγγείῳ ἐπὶ ἡμέρας ζʹ. εἶτα πρόσβαλε ἔλαιον βραχύ, ἐκ δὲ τούτου εἰς τὸν λύχνον βάλε ἢ τὸ ἐλλύχνιον μόνον ἄλειψον· ἅψας δὲ κόμισον τοῖς ἀνακειμένοις, καὶ ὄψονται ἑαυτοὺς ὡσεὶ δαίμονας πυρωπούς, ὥστε ἀναστάντας πάντας φεύγειν. Εἰς δὲ τὸν ὀνυχίτην λίθον γλύψον ὄρτυγα καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ τὸν ὀρφὸν τὸν ἰχθύν, ἐκ δὲ τοῦ συνθέματος τοῦ εἰς τὸν λύχνον ὑπὸ τὸν λίθον βάλε, καὶ οὐδείς σε ὄψεται, οὐδὲ ἐὰν βαστάζῃς τι τῶν ὄντων· τὴν δὲ ὄψιν σου χρῖσον ἐκ τοῦ συνθέματος καὶ τὸν δακτύλιον φόρει, καὶ οὐδείς σε ὄψεται ἤ τις ἂν ᾖς ⟦ καὶ ⟧ ἤ τι καὶ ἂν ποιῇς. Στοιχεῖον πʹ.
1.16.(1t) πολύγονος βοτάνη, πορφυρίων πτηνόν, πορφύρα θαλασσία, πορφυρίτης λίθος εὔγνωστος πᾶσιν. Πολύγονος βοτάνη, οἱ δὲ χαμαίμηλον λέγουσιν. Πορφυρίων πτηνὸν ποτάμιον ἐν τοῖς ποταμοῖς πληθύνον. Πορφύρα θαλασσία, οἱ δὲ κηρύκιον, ὁμοία κοχλίᾳ. Πορφυρίτης λίθος γνωστὸς μάλιστα ἐν τῇ μελανίτιδι γῇ. Τῆς οὖν βοτάνης ἡ ῥίζα αἰρομένη ἐν ἀποκρούσει καὶ φορουμένη οὐκ ἐᾷ ὀφθαλμοὺς νοσεῖν. ὁ δὲ χυλὸς αὐτῆς σκευαζόμενος ὡς ὑπόκειται ποιεῖ πρὸς πολλὰ αἰνιγματώδη πάθη ἐν ὀφθαλμοῖς· {ἐν πολλοῖς γὰρ πάθεσιν πηροῦνται οἱ ὀφθαλμοὶ τοῦ ἀνθρώπου, ὡς οὕτως}. ἵνα δὲ μὴ μηκύνωμεν τὸν λόγον, ἀπόκειται ἐπὶ μὲν τῶν βλεφάρων, κνίφη, κονιδισμός. φθειρίασις, ἀτριχία, τριχίασις, φαλάγγωσις, χάλαζα, κριθή, ἀκροχορδών, μίλφωσις, παχυβλεφαρία, γίνεται πάθη ιαʹ. περὶ δὲ τὰ ἐπισκύνια, τράχωμα, ὑδατίς, ἕλκος, τρίχωσις, γίνεται δʹ. περὶ δὲ τοὺς κανθούς, ψωροφθαλμία, ξηροφθαλμία, ἄργεθμον, ἔγκαυσις, αἰγιλωπία, ἀγχύλωψ, σύριγξ, νομή, ἀνάβρωσις, γίνεται θʹ. περὶ δὲ ὅλον τὸν βολβόν, πτερύγιον, λεύκωμα, ῥῆξις, μυοκεφάλιον, σταφυλίς, βυσμὸς σταφυλῶν, τάραξις, ἀμάλωψ, στραβισμός, γίνονται θʹ. περὶ δὲ τὴν κόρην, νεφέλιον, ἀχλύς, ἀμβλυωπία, πλατυκορία, σύγχυσις, ἀτονία, ἀτροφία, φθίσις, γλαύκωσις, μυδρίασις, δικορία, ἱππάριον, νυκτάλωψ, μύωψ, σκοτισμός, γίνεται ιεʹ. περὶ δὲ ὅλον τὸν ὀφθαλμόν, φλεγμονή, φίμωσις, χύμωσις, σύγκαυσις, σύγχυσις, ἀπόστημα, βρῶσις, ἕλκος, περιωδυνία, ψυδράκιον γίνονται ιʹ. Εἴδη δὲ ῥευμάτων· λάβρον, ἀθρόον, θερμόν, γλυκύ, ψυχρόν, χλιαρόν, λεπτόν, δριμύ, παλαιόν, ἀμμῶδες, νιτρῶδες, γίνεται ῥεύματα ιαʹ. γίνεται δὲ τὰ ὅλα πάθη ξʹ. Ἔστι δὲ ἡ σκευασία τοῦ φαρμάκου πρὸς τὰ προκείμενα σύμπαντα αὕτη: τῆς βοτάνης χυλοῦ οὐγ. ϛʹ, λυκίου ἰνδικοῦ οὐγ. ϛʹ, ἀλόης ἰνδικῆς οὐγ. ϛʹ, σμύρνης οὐγ. δʹ, κρόκου οὐγ. δʹ, λιβάνου οὐγ. δʹ, ὀπίου οὐγ. δʹ, ἀκακίας μελαίνης οὐγ. ιβʹ, ὕδατος ὀμβρίου οὐγ. εʹ· λειώσας ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ· κρεῖττον δὲ οἴνου λευκοῦ ἀντὶ ὕδατος εἰ βάλῃς. τοῦτο ἔχε πρὸς παντοῖον ῥεῦμα καὶ πᾶν πάθος τῶν ὀφθαλμῶν. πρὸς δὲ τὰς ἀμβλυωπίας ἀσύγκριτον· ἵστησι δὲ καὶ παντοῖον ῥεῦμα· ἐπὶ δὲ περιωδυνίας πάσης ἐνχρίσας εἰς βαλανεῖον ἀπόλουε. τοῦτο μέγιστον φάρμακον. Σάρκα δὲ ὠμὴν τῆς πορφύρας καταπλάσας μέτωπον ἡμικρανίαν ἀπαλλάσσει. Εἰς δὲ τὸν πορφυρίτην λίθον γλύψον τὸ πτηνόν, καὶ παρὰ τοὺς πόδας τὸ κηρύκιον· ὑπὸ δὲ τὸν λίθον ἀκρόπτερον τοῦ πτηνοῦ· καὶ κατακλείσας φόρει πρὸς τὰς περιωδυνίας τῆς κεφαλῆς καὶ ἡμικρανίου πόνον. ποιεῖ δὲ ἐπὶ τῶν ῥευματιζομένων τοὺς ὀφθαλμούς. ἐν ἀποκρούσει σκεύαζε τῆς σελήνης καὶ τὸν δακτύλιον καὶ τὸ κολλούριον. Στοιχεῖον ρʹ.
1.17.(1t) ῥάμνος φυτόν, ῥομφαία πτηνόν, ῥαφὶς ἰχθύς, ῥινόκερως λίθος. Ῥάμνος βοτάνη, ἐν παντὶ κλίματι φυομένη, γνωστή, ἀκανθώδης. Ῥομφαία πτηνόν, ὅ ἐστι νυκτερίς, ὑπὸ πάντων γινωσκόμενον. Ῥαφὶς ἰχθὺς θαλάσσιος μικρός, ὡς ῥαφίδα ἔχων τὸ στόμα. Ῥινόκερως λίθος, ὅς ἐστιν ἀπὸ τοῦ ἄκρου τῆς ῥινὸς τοῦ ῥινοκέρωτος, ἔστι δὲ κερατοειδής. Τῆς οὖν βοτάνης κλάδον ἐὰν καταθῇς ἐν οἰκίᾳ, πάντα τὰ πνεύματα ἀποδιώκει. Ὁ δὲ χυλὸς τοῦ καρποῦ τῆς τοιαύτης βοτάνης, μετὰ μέλιτος ἐγχριόμενος ὀξυωπίαν παρέχει. ἐὰν δὲ μοναχός, λεύκωμα ἀπαλλάξει. ἕψει δὲ αὐτὸν ἕως σύστασιν σχῇ. Χολὴν δὲ τῆς νυκτερίδος μετὰ χυλοῦ τῆς βοτάνης καὶ μέλιτος ἐὰν χρίσῃς τοὺς ὀφθαλμούς, ὀξυωπίαν μὲν παρέξεις, ὑπόχυσιν δὲ ἀπαλλάξεις. Γλύφεται οὖν ἡ νυκτερὶς ἐπὶ τὸν λίθον καὶ παρὰ τοὺς πόδας αὐτῆς ἡ ῥαφίς, ὑπὸ δὲ τὸν λίθον ῥίζιον τῆς βοτάνης. τοῦτο φορούμενον δαίμονας ἀποδιώκει. ἐὰν δὲ θῇς αὐτὸ πρὸς κεφαλήν τινος λάθρα, οὐ κοιμηθήσεται. ὁμοίως καὶ τῆς νυκτερίδος τὴν κεφαλὴν ἐὰν κόψῃς ζώσης καὶ ἐνδύσῃς μελανῷ δέρματι καὶ περιάψῃς λαιῷ βραχίονί τινος, οὐδόλως κοιμηθήσεται ἕως ἂν ἄρῃς αὐτὸ ἐξ αὐτοῦ. ἀλλὰ καὶ τὰς τρίχας, ἃς ἔχει περὶ τὸν τράχηλον ἡ νυκτερὶς ἐὰν περιάψῃς ἱματίῳ ἢ κλίνῃ, οὐδόλως κοιμηθήσεται ὁ φορῶν ἢ ὁ ἀνακείμενος ἐν κλίνῃ ἄνθρωπος. Στοιχεῖον ςʹ.
1.18.(1t) σατύριος βοτάνη, στρουθοκάμηλος πτηνόν, σάλπη ἰχθύς, σάπφειρος λίθος. Σατύριός ἐστι βοτάνη ὡς ἀκανθώδης, καὶ ὅλος ὁ καυλὸς ἀναβαίνων ἀπὸ τῆς γῆς ἔχει μῆκος παλαιστὰς βʹ, μεστὸς δὲ σπέρματος· τῇ χρόᾳ ἐστὶν ὡς κνήκου, ὠχρότερον μέσον τοῦ σπέρματος. Στρουθοκάμηλος πτηνόν ἐστιν ὑπὸ πάντων γινωσκόμενον. Σάλπη ἰχθὺς θαλάσσιος, εὐανθής, γνωστός, ἐδώδιμος. Σάπφειρος λίθος, ἢ κυάνεος· ἀνῆκεν τῇ Ἀφροδίτῃ, ἄσπιλος, ἔχων καὶ φλεβία χρυσᾶ· διὰ τοῦτο καὶ χρυσοσάπφειρος παρά τισιν ὀνομάζεται· ἀφ’ οὗ ποιοῦσιν οἱ ζωγράφοι τὸ λαζοῦριν τὸ ἄριστον, ὃ καλοῦσιν φυσικόν. Τῆς οὖν βοτάνης γίνεται σκευὴ τοιαύτη, καί ἐστι χρησίμη πρὸς τὰς παρειμένας ἐν ταῖς συνουσίαις ὑπὸ πόνους ὑγροτάτας γυναῖκας καὶ μὴ δυναμένας συλλαμβάνειν, καὶ ποιεῖ αὐτὰς στρυφνὰς καὶ καταξήρους τὰς φύσεις ἔχειν. ἔστι γὰρ ξηρίον ἡδονικὸν καὶ εὐσύλληπτον· ἐὰν οὖν τις πρὸ ὥρας τῆς συνουσίας πάσσῃ ἑαυτοῦ τὸ αἰδοῖον ἐκ τοῦ γινομένου ξηρίου ἀπὸ τῆς βοτάνης, εἴθ’ οὕτως συνέλθῃ τῇ γυναικί, συλλαβεῖν αὐτὴν ἐργάσεται· πλὴν προτοῦ πᾶσσαι τὸ αἰδοῖον, ὀφείλει χρῖσαι τοῦτο μέλιτι· εἰ γὰρ μὴ χρίσαις, ὀγκοῦται ὑπὸ τοῦ ξηρίου σφόδρα καὶ ὑπερεκτείνεται εἰς μέγεθος ἀσύμμετρον τῇ γυναικὶ διὰ τὴν ἄφατον ἡδονήν. ὁμοίως καὶ ἡ γυνὴ ἐὰν χρίσῃ ἀπὸ τούτου κροκίδιον καὶ θῇ περὶ τὸ αἰδοῖον, εὐσύλληπτος ἔσται, γενήσεται 〈δὲ〉 ἔντασις μεγάλη καὶ ἡδονή. ἀναξηραίνει γὰρ τὰς φύσεις τῶν γυναικῶν καὶ ποιεῖ τεκνοσπορῆσαι, ὥστε καὶ τὰς ἀγόνους καὶ στεῖρας συλλαμβάνειν. Ἡ δὲ σκευὴ τοῦ ξηρίου ἐστὶν αὕτη: σατυρίου σπέρματος οὐγ. βʹ ἥμισυ ἢ αʹ ἥμισυ, πεπέρεως οὐγ. αʹ, στυπτηρίας στρογγύλης οὐγ. βʹ, καὶ σχιστῆς στυπτηρίας οὐγ. βʹ, μύρου ξηροῦ οὐγ. αʹ ἥμισυ, καρποβαλσάμου οὐγ. δʹ, ὀποβαλσάμου οὐγ. αʹ ἥμισυ, ταῦτα τρίψας ἀπόθου ἐν ἀγγείῳ ὑελίνῳ. Τοῦ δὲ ξηροῦ μύρου ἡ σκευή ἐστιν αὕτη: κόστου οὐγ. γʹ, νάρδου στάχυος οὐγ. ἡμισείαν, καρπὸν βαλσάμου οὐγ. γʹ, ἀμώμου οὐγ. ἡμίσειαν, καρυοφύλλου οὐγ. βʹ, κασσίας οὐγ. βʹ ἥμισυ, στύρακος οὐγ. εʹ, κρόκου οὐγ. δʹ, ὀποβαλσάμου οὐγ. αʹ, ῥόδων ἐξονυχισμένων οὐγ. δʹ, μόσχου καλοῦ γραμμάρια βʹ· ταῦτα ξηρὰ κόψον καὶ σεῖσον καλῶς. τὰ δὲ ῥόδα ὁλμοκοπήσας καὶ λειώσας σὺν κρόκῳ ἀφεὶς ἐκ τῶν λειωθέντων ὀλίγα, ἐν οἷς ὀλίγοις ἔμβαλε τὸν στύρακα, καὶ ταὐτὰ κόψας ἐπιμελῶς ἕως ἂν καὶ ὁ στύραξ λειωθῇ, ἐπίβαλε τὰ ξηρὰ σὺν τοῖς ὑπολοίποις ῥόδοις καὶ συνθεὶς καλῶς ποίει τροχίσκους, ὑποθυμιάσας αὐτοῖς ἶριν καὶ μαστίχην καὶ στύρακα καὶ ὄνυχα καστορείου· καὶ ἀναξηράνας ἀπόθου ἐν βικίῳ, καὶ ὅτε χρείαν ἔχῃς, κόπτε καὶ ποίει ξηρὸν μύρον, καὶ δίδου οὐγ. βʹ τῶν μὴ δυναμένων γυναικῶν συλλήψασθαι. Τῶν δὲ στρουθοκαμήλων ὁ ἐχῖνος τὸ λεγόμενον σιφούκιον ξηρὸν λειωθὲν καὶ διδόμενον λάθρα φιλτροπόσιμόν ἐστιν ἡδονικὸν παρασκευάζον εἰς ἔρωτα τὴν πίνουσαν αὐτὸ κόρην. Λίθος δὲ ἐκ τοῦ ἐχίνου μετὰ ἑνὸς κόκκου σατυρίου κεκλασμένος καὶ διδόμενος ἐν πόσει ἢ βρώσει μεγίστην ἔντασιν ποιεῖται, μάλιστα τῶν μὴ δυναμένων συνουσιάζειν, μήτε ψυχὴν ἀντὶ ψυχῆς κτίζειν. αὐτὸς δὲ ὁ λίθος καθ’ ἑαυτὸν περιαπτόμενος μεγίστην εὐπεψίαν παρέχει καὶ ἔντασιν τοῖς μὴ δυναμένοις συνουσιάζειν. Τῆς δὲ σάλπης τοῦ ἰχθύος ὁ δεξιὸς τοῦ κρανίου λίθος περιαπτόμενος ἔντασιν ποιεῖ, ὁ δὲ εὐώνυμος ἀνεντάτους.
1.18.(50) τὸ δὲ στέαρ τοῦ ἰχθύος μετὰ μέλιτος λειούμενον ἡδονὰς μεγίστας ποιεῖ περιχριόμενον εἰς τὸ αἰδοῖον ἀμφοτέρων. Γλύφεται οὖν ἐν τῷ σαπφείρῳ λίθῳ στρουθοκάμηλος ἐν τῷ στόματι ἔχων τὴν σάλπην, καὶ ὑπόθες ὑπὸ τὸν λίθον κόκκον σατυρίου καὶ βραχὺ τοῦ ἐχίνου τοῦ ἐν τῇ κοιλίᾳ τοῦ στρουθοκαμήλου, καὶ κατακλείσας φόρει πρὸς πᾶσαν εὐπεψίαν· καὶ ἔντασιν ποιεῖται καὶ ἐρωτικὰς συμπαθείας· μάλιστα τὴν ἔντασιν παρέχει τοῖς ἤδη γηρῶσιν τοῖς τε θέλουσιν πολλὰ συνουσιάζειν. ποιεῖ δὲ καὶ ἐπίχαριν τὸν φοροῦντα. Στοιχεῖον τʹ.
1.19.(1t) τριφύλλιος βοτάνη, ταὼς ὄρνεον, τρυγὼν θαλασσία, ταΐτης λίθος εὐανθής. Τριφύλλιος βοτάνη ἐστὶν γνώριμος πᾶσιν, ἀγαθή. Ταώς ἐστι πτηνὸν ἐπίχαρι, εὔγνωστον, ὡραῖον. Τρυγών ἐστιν ἰχθὺς θαλάσσιος ἔχουσα καὶ ἀγαθὸν καὶ φαῦλον. Ταΐτης λίθος ἐστὶ ποικίλος, εὐανθής, ὅμοιος τῷ ταῶνι, ὁ καὶ πάνχρους καλούμενος. οὗτος ἀνήκει τῷ ταῶνι διὰ τὸ πολύχρωμον, καθὼς καὶ ὁ ταώς. Γλύφεται οὖν ἐπὶ τοῦ λίθου ταὼς πατῶν τρυγόνα θαλασσίαν, καὶ ὑπὸ τὸν λίθον ἡ φωνὴ τοῦ ταῶνος ὥς ἐστι αιω. καὶ ῥίζιον τῆς βοτάνης ὑπόθες καὶ ὑποκατακλείσας φόρει. τοῦτό ἐστιν μέγα καὶ θαυμαστὸν φορούμενον ἐπί τε νίκης καὶ φιλίας καὶ συστάσεως πρὸς πάντας καὶ πάσας, ὥστε πάντας εὐηκόους ἔχειν. δηλοῖ δὲ καὶ καθ’ ὕπνους περὶ οὗ ἄν τις βούλοιτο. ἐὰν γὰρ πρὸς τῇ κεφαλῇ ὑποτεθῇ τοῦ ὑπνοῦντος πλὴν ἀγνοῦ ὄντος, ἐάν τις βούληταί τι κατὰ σοῦ ἢ ὑπὲρ σοῦ, γνώσῃ τοῦτο καθ’ ὕπνους. ποιεῖ δὲ καὶ ἐπιληπτικοῖς ἄκρως, περιαπτόμενος ἑρπετίῳ βαμβακίνῳ εἰς τὸν τράχηλον, καί ἐστιν παραχρῆμα ὑγιὴς ὁ πάσχων. τοῦτον δὲ τὸν δακτύλιον μηδενὶ παραδώσεις ἑτέρῳ, ὅτι μέγιστος ὑπάρχει, καὶ ἄλλου τοιούτου οὐκ εὐμοιρήσεις. Στοιχεῖον υʹ.
1.20.(1t) ὑπέρεικον βοτάνη, ὑπερωνὶς πτηνόν, ὕλλος ἰχθὺς θαλάσσιος, ὑέτιος λίθος. Ὑπέρεικόν ἐστιν βοτάνη ἀγαθή, θαμνώδης, οἱ δὲ διονυσίαν καλοῦσιν· ἔστι δὲ θερινή. Ὑπερωνὶς πτηνόν ἐστιν, ὅ ἐστιν ἀετὸς θήλεια, ὥσπερ καὶ ὁ ἄρρην ὑπάρχει. Ὕλλος θαλάσσιος γνωστός, ἐδώδιμος, πονηρός. Ὑέτιος λίθος ἐστὶ ποταμοφόρητος, ψηφὶς αἱματίζουσα μᾶλλον τῷ χρώματι. Τὸν μὲν οὖν λίθον λιθουργήσας, γλύψον εἰς αὐτὸν ἀετὸν διασπαράττοντα τὸν ἰχθύν, ὑπὸ δὲ τὸν λίθον μικρὸν ῥίζιον τῆς βοτάνης καὶ τὸ ἀκρόπτερον τοῦ πτηνοῦ. ἐὰν δὲ μὴ ἔχῃς ὑπερωνίδος, κἂν θὲς ἱέρακος, καὶ κατακλείσας ἔχε μέγα φυλακτήριον καὶ ἀνδράσι καὶ γυναιξὶν πᾶσι χρήσιμον. ποιεῖ γὰρ πρός τε τὰς ἀναδρομὰς τῆς μήτρας, παρεγκλίσεις, σκοτισμούς, αἱμορραγίας, ἀκαταστασίας, φλεγμονάς, ῥειάδας καὶ ἁπλῶς, χωρὶς πτώσεως καὶ ἀναβρώσεως καὶ καταβρώσεως, πρὸς πάντα ποιεῖ. δίδου οὖν φορεῖν ταῖς ἀναγκαζομέναις γυναιξὶν πρὸς τὰς ἀναδρομὰς τῆς μήτρας, παρεγκλίσεις καὶ τὰ ἄλλα, ὡς μέγα μυστήριον καὶ ἀσφαλέστατον βοήθημα ἄκρως. Στοιχεῖον φʹ.
1.21.(1t) φρύνη βοτάνη, φρῦνος πτηνόν, φώκη θαλασσία, φρῦνος λίθος. Φρύνη βοτάνη ἐστίν, ἣν καὶ βατράχιον καλοῦσιν ἢ βατραχίτην. πονηρὸν φυτόν, τῇ ἰδέᾳ ὡς σέλινον. φύεται δὲ ἐν τοῖς ὕδασιν. ἐστὶν δὲ καυσῶδες καὶ ἔμπυρον τῇ δυνάμει. Φρῦνος πτηνόν, οἱ δὲ ἴκτερον, οἱ δὲ χλωρὸν λέγουσιν· τῷ μεγέθει ὡς στρουθίον ἐστί. Φώκη θαλασσία, ζῷον κάλλιστόν ἐστι καὶ γνωστόν, ἀνθρωπείας χεῖρας ἔχουσα, πρόσωπον δὲ βοὸς μικράς. Φρῦνος λίθος, οἱ δὲ βατραχίτην καλοῦσιν. Τῆς οὖν βοτάνης ἐστὶν δύναμις ἰσχυροτάτη τοιαύτη· ἀντὶ σιδήρου τέμνει ἀποστήματα καὶ ἐσθίει δοθιῆνας, χοιράδας καὶ ὅσα φλέγματα ὑπάρχει. ποιήσεις δὲ τὸ ἐπιτιθέμενον ἐμπλάστριον, τὸ πλάτος δακτύλων δύο, τὸ δὲ μῆκος πρὸς ὃ θέλεις τέμνειν ὡς ἡμιδακτύλιον. ἐπιτίθει δὲ τῷ φαρμάκῳ κηρωτάριον, μετὰ δὲ ὥρας τρεῖς ἢ ἓξ βαστάσας εὑρήσεις τετμημένον. χρῆσαι οὖν τοῖς δυναμένοις ἀνακαθαίρειν τὴν τομὴν καὶ τὰ ἕλκη ἐμπλάστροις, ἔπειτα τοῖς ναρκῶσιν, ἐπὶ δὲ κόλπον τοῖς παρακολλῶσιν. ἔστι δὲ τὸ σμίλιον ἤγουν τὸ ἔμπλαστρον τοῦτο· χυλοῦ τῆς βοτάνης οὐγ. δʹ, (ἐν ἄλλῳ οὐγ. αʹ), ἀρσενικοῦ, σανδαράχης ἀνὰ οὐγ. δʹ, λεπίδος ἐρυθρᾶς οὐγ. δʹ, λαθυρίδων οὐγ. δʹ, θωράκων κανθαρίδων οὐγ. ϛʹ, ἀσβέστου οὐγ. ηʹ, κεδρίας ἢ ῥοδίνου τὸ ἰκανόν· ἀπόθου λειώσας ἐν ὑελίνῳ ἀγγείῳ. παρατήρει δὲ μὴ ἐπὶ νεῦρον ἢ φλέβα ἐπιθῇς, ἵνα μὴ σπασμὸν ἐργάσῃ. ποιεῖ δὲ καὶ πρὸς αἰγίλωπας καὶ τριχιάσεις μετὰ εὐφυίας ἐντιθέμενον. τὰς δὲ κανθαρίδας ἀπόκοπτε, ῥίπτων αὐτῶν τὰ σκέλη καὶ τὰ πτερά· μόνους δὲ τοὺς θώρακας βάλλε. βάλλε δὲ καὶ γαλλικὸν οὐγ. δʹ, καὶ τὴν ἄσβεστον ζῶσαν· κόπτε, μάλασσε, λείαινε καὶ ποίει ὡς ἐμπλαστρῶδες καὶ ἐπιτίθει. Τῆς οὖν φώκης αἱ τρίχες αἱ ἀνὰ μέσον τῶν ῥινῶν καὶ τοῦ στόματος εὑρισκόμεναι μεγάλαι καὶ τραχεῖαι μετὰ τοῦ μέσου τῆς καρδίας τῆς φώκης καὶ τοῦ ἄκρου τῆς καρδίας τοῦ ἔποπος καὶ ὀλίγου ἥπατος τῆς φώκης, καὶ χρυσανθέμου βοτάνης (τὸ μυρμήκιον) καὶ ὄστλιγγος τοῦ στρουθίου, τῆς γλώττης τῆς στρουθοκαμήλου καὶ ὀλίγου μόσχου μετὰ δεξιοῦ ὀφθαλμοῦ τοῦ λύκου εἰς δέρμα ἐλάφιον συνδήσας ἔχε μέγιστον φυλακτήριον πρὸς πᾶσαν φιλίαν καὶ σύστασιν καὶ νίκην. λύει γὰρ πᾶσαν μάχην καὶ εἰς φιλίαν μετατρέπει. ῥύεται δὲ ἀπὸ πάσης ἀνάγκης χαλεπῆς καὶ κεραυνοῦ καὶ κινδύνου καὶ πάσης ζάλης καὶ περιστάσεως θαλασσίων κινδύνων καὶ πειρασμῶν ἔν τε γῇ καὶ θαλάσσῃ καὶ ἀπὸ δαιμόνων καὶ πάσης νόσου. παρέχει δὲ καὶ ὑγείαν καὶ εὐπραξίαν καὶ εὐημερίαν καὶ εὐπορίαν παντοίων ἀγαθῶν, καὶ ἀληθῶς ἐστι μέγα καὶ θεόδοτον φυλακτήριον νικητικὸν καὶ φιλητήσιον, μάλιστα δὲ ἐὰν ἔχῃς καὶ ἀλπαιωνίας βοτάνης ῥίζαν ἢ καρπόν. Οἱ δὲ ὄνυχες τῶν χειρῶν τῆς φώκης βασταζόμενοι ἢ φορούμενοι πᾶσαν βασκανίαν καὶ πᾶσαν νόσον καὶ κάκωσιν ἀπελαύνουσιν. οὐδὲν οὖν ἄτοπον εἰ καὶ ὄνυχα τῆς δεξιᾶς χειρὸς ἐμβάλλῃς τῷ φυλακτῷ· κρείττων γάρ ἐστιν. Αἱ δὲ τρίχες αὐτῆς ἐπὶ κεφαλῆς ἀγρυπνούντων τιθέμεναι ὕπνον ἐπάγουσιν, καὶ ταῖς δυστοκούσαις μέγιστον ἀγαθὸν ἐν λαιῷ μηρῷ περιαπτόμεναι. Τὸ δὲ δέρμα φορούμενον ὡς ζώνη ἐπὶ μὲν τῶν ψυῶν πάντα πόνον νεφρῶν ἰᾶται, ἐπὶ δὲ τῶν ποδῶν, εἰ σανδάλια ποιήσῃς, ποδάγραν ἰῶνται καὶ δυσουρίαν.
1.21.(50) ὁμοίως δὲ καὶ τὸ στέαρ τῆς φώκης μιγνύμενον κηρωτῇ ῥητίνῃ ποδάγρας ὠφελεῖ καὶ ἀρθριτικούς. Ἐὰν δὲ τὴν καρδίαν αὐτῆς περιάψῃς εἰς κατάρτιν πλοίου, οὐδέποτε ναυαγήσει. ὁμοίως δὲ καὶ τὴν δοράν, ἐὰν καθηλώσῃς εἰς τὸ ἀκρόπρωρον, οὐ πειραθήσεταί ποτε κεραυνοβολίας τὸ πλοῖον. Τὸ δὲ πτηνὸν βρωθὲν ἰκτεριῶντας ἀπαλλάσσει. οἱ δὲ ὄνυχες αὐτοῦ περιαπτόμενοι τριταῖον ψῦχος καὶ καθημερινὸν ἰῶνται ἐν ῥάκει περιαφθέντες. ἡ δὲ καρδία αὐτοῦ ἐν ῥάκει περιαφθεῖσα καὶ ἐν βραχίονι φορουμένη τριταῖον τεταρταῖον καὶ ἀμφημερινὸν ψῦχος ἰᾶται. Εἰς δὲ τὸν βατραχίτην λίθον γλύψον ἱέρακα καὶ παρὰ τοὺς πόδας αὐτοῦ βάτραχον, καὶ κατάκλειε γλῶσσαν βατράχου καὶ ῥίζιον τῆς βοτάνης καὶ ἄκρον γλώσσης τοῦ πτηνοῦ καὶ κατακλείσας δὸς φορεῖν. ἵστησιν δὲ πᾶσαν αἱμορραγίαν καὶ ἀσκληπιάδας φορούμενον καὶ ἰκτεριῶντας διασώζει. ποιεῖ δὲ καὶ τοῖς αἷμα ἀνάγουσιν καὶ ταῖς ἀπὸ μήτρας αἱμορραγούσαις γυναιξίν. ἔστι δὲ καὶ πραϋντικὸν θυμοῦ ἐπὶ ὀργῆς ἐχθρῶν, ἐὰν μάλιστα καὶ τὰς τρίχας ὑποκατακλείσῃς τῆς φώκης. διαφυλάττει γὰρ καὶ ἀπὸ θηρίων ἰοβόλων. ἔχει δὲ καὶ ἄλλας πράξεις ἂς φράσω θειοτάτας ὁ λίθος οὗτος. Μὴ κάμνε ψυχὴ θνητῷ σώματι χρόνων ἀρχὴν τέλος 〈τε〉 ἔχουσα· οἶδε γὰρ μόνην Γαίη τὸ σῶμα ὃ φορεῖς λύπην ἔχειν νόσοισι πικραῖς καὶ νόμοις κρατούμενον οὐ μὴν νόμοισι τούτοις, ἀλλὰ καὶ κρίσεις ἔχειν οὐδὲ αὐτὰ πάντα κάμνεις λυπουμένη. μυριώνυμε θεὲ θεῶν, ἄκουε καὶ ἐμοῦ τῶν λόγων. ἄναξ ἁπάντων ἐστὶν ἄνθρωπος μόνος ῥητῶς ἅπαντας ὀνομάζων καὶ βλέπων. καὶ θεῶν ἀείδει ἀγγέλους καὶ δαίμονας. εἰς ἑαυτὸν εἶπας ἐλθὼν δαίμονας λαλεῖν ἅπαντα ὅσα ἔκτισας μόνος, λόγισι θείοις ἀγγέλους. κἀγώ εἰμι συμπαθείαις αὐτοῦ νόμοισιν αὐτοῦ καὶ νόσοις καὶ ἱλαρίαις. ὧ Μοῖρα σεπτὴ ζώοισι, τούτοις συμπάσχων στιγμαῖς πρὸς ὥραν ἀναφορὰ εἰς θεῖον ἣ πάντα γεννᾷ κόσμον ἐν ῥοπῇ μόνον, λείπουσα κἀγὼ σῶμα εἰς τὸν ἀέρα τραπῶ, ὅθεν καὶ ἦλθον δεσπότου συμβουλίαις. φράσω δὲ ταῦτα ὅθεν ἔχει τὸ θέσφατον πῶς ἔχει τροπὴν βίου. ὃ δὲ λέγει, ἐστὶ τοῦτο. ὧ πάσης φύσεως μεταμορφουμένη φύσις ἡ πάντα γινώσκουσα τὰ αἰνοῦντα ἐν οὐρανῷ, ἀέρι, γαίῃ καὶ ὀρνέων τὰ τραυλοηχοῦντα μέλη ἐναερίων ἃ δ’ ἄλλα μυκᾶται γένη τετραπόδων, κυνῶν ὑλάσματα, ἑρπετῶν συρίσματα, τούτων ἄκου σὺ φθέγματα παντὸς τρόπου μυός, γαλῆς, μυογάλου, ἀσκαλαβώτου γένη σίλφης, ἁπάσης σφηκὸς καὶ μελίσσης παντοίας. Λαβὼν οὖν λίθον ἱερακίτην γλύψον εἰς αὐτὸν ἱέρακα καὶ παρὰ τοὺς πόδας αὐτοῦ βάτραχον, καὶ ὑπὸ τὸν λίθον γράψε ταῦτα: ΜΑΛΛΕΝΕΚΑΑ (ἐν ἄλλῳ ΜΑΛΘΑΛΑ), καὶ εἰς μαγνήτην ζῶντα τὴν αὐτὴν γλυφήν, ὑπὸ δὲ τὸν λίθον γλύφεις ταῦτα· ΜΑΜΑΛΑΙΝΑ (οἱ δὲ ΜΑΛΑΛΑ), καὶ ἐνδύσεις ὡς ὑπόκειται. Ταῦτα μὲν ὁ Ἁρποκρατίων καὶ αὖθις· ὁ δὲ Κυρανὸς οὕτως εἰς τὴν τῶν λίθων ἐξέθετο γλυφήν· εἰς τὸν ἱερακίτην λίθον γλύψον ἱέρακα καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ βάτραχον καὶ ὑποκάτωθεν τοῦ λίθου γράφε τοῦτο: ΜΑΛΑΑ καὶ εἰς μαγνήτην λίθον τὴν αὐτὴν γλυφήν. ὑποκάτωθεν δὲ τοῦ λίθου ΜΑΛΛΕΝΑ. Λαβὼν οὖν ἱέρακα τὸν κοινόν, ὃν καλοῦσιν κίρκον, βύθισον ὕδατι πηγαίῳ ὡς κοτύλας δύο ἕως οὗ ἀποθεωθῇ, τουτέστιν πνῖξον εἰς τὸ ὕδωρ τὸν ἱέρακα, ἕως οὗ ἀποθάνῃ.
1.21.(100) εἶτα ἄρας αὐτὸν ἔασον ὡς ὥρας ϛʹ· ὁ δὲ Κυρανὸς ζʹ εἶπεν ἡμέρας τεταριχευμένον· μετὰ δὲ ταῦτα τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὴν γλῶτταν καὶ τὴν καρδίαν ἔνδυσον μετὰ γλώσσης βατράχου ζῶντος καὶ τῶν δύο λίθων, τοῦ μαγνήτου καὶ τοῦ ἱερακίτου, καὶ ὀλίγου ῥινίσματος σιδήρου, διὰ τὸ εἶναι ζῶντα τὸν μαγνήτην, καὶ συνδήσας ἔχε μέγα φυλακτήριον. ἔστωσαν δὲ ταῦτα πάντα δεδεμένα εἰς τὸ δέρμα τοῦ ἱέρακος· τὸν δὲ δεσμὸν τοῦ φυλακτηρίου ποίει ἐκ τῶν νεύρων τοῦ ἱέρακος ὡς σπαρτίον κλωστόν, λεπτόν, ἐπιμηκέστερον, ἵνα φορούμενον ἐπὶ τὸν τράχηλον φθάνῃ ἕως τοῦ στομάχου καὶ τῆς καρδίας κατὰ μέσον· καὶ προγνώσεις πάντα. τοῦτο μηδὲ ἰδίῳ τέκνῳ παραδίδου ἢ δίδασκε. Τὸ δὲ ἀκόλουθον ἀπόγευμα τοῦ φυλακτηρίου τοῦτό ἐστι. βαλὼν εἰς προπεποτισμένον ἀγγεῖον ὀστράκινον τὸ ὕδωρ ἐν ᾧ ἀπεθεώθη ὁ ἱέραξ καὶ μέλιτος κοτύλην αʹ, καὶ λιβανωτίδος ῥίζης βοτάνης οὐγ. δʹ, λείας κριθὰς βεβρεγμένας ὕδατι ποταμίῳ, ἕως ἂν βλαστήσωσι καὶ ἔξω τὰς γλῶσσας ἔχωσιν, κηʹ, καὶ βατραχίου βοτάνης οὐγ. αʹ (ἐν ἄλλῳ δʹ), λιβάνου οὐγ. αʹ (ἐν ἄλλῳ δʹ), χαμελαίας βοτάνης ἐλαίας γʹ. ταῦτα λειώσας ἕψει μετὰ τοῦ συνθέματος, ἕως γένηται ἑλίγματος σύστασις, καὶ ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ εὖ μάλα φιμώσας. ὅταν δὲ αὐτὸ ἀποτιθῇς, ἔμβαλε εἰς αὐτὸ καρδίαν κούκουφος ἔτι θερμὴν καὶ σπαίρουσαν καὶ ὀλίγον ἐκ τοῦ αἵματος αὐτοῦ. εἶτα ἑτέρου κούκο〈υ〉φος καρδίαν κατάπιε ἔτι σπαίρουσαν ἐπιπιὼν ὑδρόμελι καὶ ἔσῃ τετελεσμένος εἰς τὸν ἀεί σου βίον. Ὅταν οὖν θέλῃς γινώσκειν ὅσα γίνεται ἐν κόσμῳ ἢ ἐν οὐρανῷ ἢ κατὰ κλίματα ἢ κατὰ πόλιν ἢ κατ’ ἄνθρωπον ἢ ἐν τῷ οἴκῳ σου ἢ ἄλλῳ οἴκῳ περὶ γυναικῶν καὶ ἀνδρῶν ἢ κλεπτῶν, πρόγευσαι ἐκ τοῦ συνθέματος δάκτυλον αʹ, καὶ ἐπίπιε γάλα βοὸς καὶ ὑδρόμελι. φόρει δὲ καὶ τὸ προειρημένον φυλακτήριον περὶ τὸν τράχηλον, ἵνα ἅπτηται εἰς τὴν καρδίαν σου καὶ τὸν στόμαχον, καὶ ἔσῃ προγινώσκων ὅσα θέλεις, καὶ πάντα ἐννοήσεις. ἔσῃ γὰρ πάντα τὰ προειρημένα νοῶν, βίους τε καὶ μοῖρας ἀνδρῶν τε καὶ γυναικῶν. καὶ περὶ κλεπτῶν καὶ δραπετῶν τὸ ποῦ καὶ πῶς, καὶ ἁπλῶς ἅπαντα. Ταῦτα μὲν ἀμφότεροι ἐξ ἴσου συνεγράψαντο· ὁ δὲ Ἁρποκρατίων καὶ ταῦτα· Ἐξορκίζω σε τέκνον· οὐρανόν, ἀέρα, γῆν, βυθόν, πηγάς τε καὶ ποταμοὺς καὶ τὸν εἰσπνέοντα εἰς σὲ θεόν, μηδενὶ μεταδοῦναι τὸ μυστήριον τοῦτο, μηδὲ ἰδίῳ τέκνῳ, εἰ μὴ ἄξιος εἴῃ εἰδέναι τὴν φύσιν ταύτην. θεοὶ δὲ πάντες, οἱ προσκυνούμενοι, ταύτην ἔχουσιν τὴν δύναμιν. ἀλλὰ μηδενὶ φράσῃς ἀλλ’ ὡς σοφῇ ψυχῇ χρῶ. Στοιχεῖον χʹ.
1.22.(1t) χρυσάνθεμος βοτάνη, χρυσόπτερον πτηνόν, χρυσοφὸς ἰχθύς, χρυσίτης λίθος. Χρυσάνθεμος βοτάνη γινωσκομένη ὑπὸ πάντων. Χρυσόπτερον πτηνόν, ὡς ὄρτυξ τὸ μέγεθος. Χρυσοφὸς ἰχθὺς ἐδώδιμος, θαλάσσιος, γνωστός. Χρυσίτης λίθος ποικίλος ὡς χρυσίζων. Τῆς οὖν χρυσανθέμου τὸ ἄνθος ἐστὶ χρυσίζον ὡσεὶ καλυκοειδές, καὶ κατὰ μέσον τοῦ ἄνθους ὡσεὶ μυρμήκια μικρά, μελανά, βραχέα πτερὰ ἔχοντα. ταῦτα καλεῖται αἷμα κοσμικόν· τοῦτο οὖν αἴρεται πρὸ ἡλίου ἀνατολῆς, ἡλίου ὄντος ἐν κριῷ, καὶ ἀποτίθεται ἐν ὑελίνῳ ἀγγείῳ μετὰ ῥοδίνου καὶ ὀλίγου τοῦ ἄνθους τῆς βοτάνης. εἶτα πρωὶ προερχόμενος, ἁγνὸς ὤν, βραχὺ λαβὼν ἐξ αὐτοῦ, ἀλείφου τὰς ὄψεις, καὶ πορεύου θαρρῶν. ποιεῖ γάρ σε προσφιλῆ, ἐπιχαρῆ, εὐσύστατον πρὸς πάντας καὶ πάσας. ἐὰν δὲ τοῦ ἡλίου ἀνατέλλοντος οὕτως ποιήσῃς, κρείσσων ἐνεργήσεις. ποιεῖ δὲ καὶ πρὸς μοιρικὰς ἀνεπιτυχίας, ἀπραξίας καὶ τὰ τοιαῦτα. Τῆς οὖν ῥίζης τῆς βοτάνης μετὰ λίθου τοῦ ἐκ τῆς κεφαλῆς τοῦ ἰχθύος περίαπτε ἐν ῥάκει πρὸς ὀδύνας τῶν ὀδοντοφυούντων παίδων. τοῦ δὲ χρυσοπτέρου ὀρνέου οἱ ὀφθαλμοὶ περιαπτόμενοι τριταΐζοντας διασώζουσιν. ἡ δὲ καρδία αὐτοῦ περιαπτομένη πυρέττοντας ἀπαλλάσσει. οἱ δὲ ἐν τῇ κεφαλῇ 〈τοῦ ἰχθύοσ〉 λίθοι περιαπτόμενοι τραχήλῳ φθισικοὺς ἰῶνται. Εἰς δὲ τὸν χρυσίτην λίθον γλύψον τὸ ὄρνεον βασίλειον ἔχον δισκοειδές, καὶ παρὰ τοὺς πόδας τὸν ἰχθύν, καὶ ὑποκατακλείσας ῥίζιον τῆς βοτάνης, δίδου φορεῖν. ποιεῖ γὰρ πρὸς τὰς ἀλγηδόνας τοῦ στομάχου καὶ ἀναδρομὴν μήτρας καὶ νεφρῶν. ποιεῖ δὲ ἐπιχαρῆ τὸν φοροῦντα καὶ ἐν πᾶσι φιλητόν. ποιεῖ καὶ πρὸς τοὺς πυρέσσοντας ἐὰν εἰς ἔλαιον βληθῇ καὶ συγχρίσῃς τοῦ ἐλαίου πρὸς δυσμὰς ἡλίου. ἔχει δὲ καὶ ἄλλας ἐνεργείας πρὸς φιλτροπόσιμα, ἐὰν βραχῇ εἰς οἶνον καὶ καταποθῇ. ἐὰν δὲ καὶ λίθον ἔχῃς τῆς κεφαλῆς τοῦ ἰχθύος σὺν τοῖς λεχθεῖσιν, καὶ φθισικοὺς ὠφελεῖ σφόδρα. Στοιχεῖον ψʹ.
1.23.(1t) ψύλλιος βοτάνη, ψύλλος θαλάσσιος, ψάρος πτηνόν, ψωρίτης λίθος ὁ καὶ πῶρος λεγόμενος. Ψύλλιός ἐστι βοτάνη πᾶσι γνωστή. Ψύλλος θαλάσσιος μικρὸν ζωύφιον ὃ χρῶνται οἱ ἁλιεῖς παρὰ τοὺς αἰγιαλούς· Ψάρος πτηνὸν γνωστὸν πᾶσι. Ψωρίτης λίθος, ὃν καὶ πῶρον καλοῦσιν. Τῆς οὖν βοτάνης τοῦ σπέρματος οὐγ. γʹ μεθ’ ὕδατος κοτύλας βʹ ἕψε ἕως ἰξῶδες γένηται, καὶ εἰλήσας ἐν ῥάκει τὸ μὲν σκύβαλον τοῦ ἐκπιέσματος ῥίψον, εἰς δὲ τὸ ὕδωρ τοῦ χυλοῦ ἐπίβαλε κηροῦ οὐγ. ϛʹ, ἐλαίου οὐγ. ϛʹ· εἶτα ἕψε ἕως οὗ λυθῇ ὁ κηρός, καὶ κατεράσας εἰς θυσίαν λειοῦ. ἔχε εὖ μάλα. τοῦτο γάρ ἐστιν ἔνθεον κατάπλασμα ποδαλγικῶν καὶ τοῖς πυρῶδες ὄλεθρον ἔχουσιν. Ἐὰν δὲ τῷ αἵματι τοῦ ὀρνέου ἀνύσῃς τὸν λίθον καὶ περιχρίσῃς τὸ μέτωπον, τριταΐζοντας καὶ τετραΐζοντας διασώσεις. Ἐὰν δὲ τὸν προειρημένον χυλὸν τῆς βοτάνης ἀνύσῃς τὸν λίθον καὶ περιχρίσῃς πυρέσσοντας ἢ κεφαλαλγοῦντας τὸ μέτωπον, φυλάσσεις ἀνωδύνους. Ψύλλους δὲ θαλασσίους μετὰ ψυλλίου σπέρματος κόκκων κηʹ (ἐν ἄλλῳ κοτύλας ηʹ) ἐν ῥάκει περιαπτόμενος τριταῖον ῥῖγος καὶ πυρετόν, ἀπαλλάσσεις. Ψύλλους δὲ θαλασσίους πολλοὺς ἕψε μετὰ θαλασσίου ὕδατος καὶ ῥαῖνε ὅπου πολλοί εἰσιν ψύλλοι, καὶ οὐχ ὑπάρξουσιν ἔτι. Εἰς δὲ τὸν ψωρίτην λίθον γλύψον ψύλλους θαλασσίους γʹ ὑπὸ κάλαμον χλωρὸν ἑστῶτας καὶ κατάκλεισον ῥίζιον τῆς βοτάνης καὶ δίδου φορεῖν πρὸς τὰ ἐξαλλόμενα παιδία, κατὰ τὴν νύκτα καὶ τρίζοντα τοὺς ὀδόντας. ἐὰν δὲ ἁλιεὺς αὐτὸ φορῇ ἀγρυπνῶν ἐν ἡμέρᾳ ἐπὶ ποταμὸν ἢ λίμνην ἀγρεύων, μεγάλως ἐπιτυχεῖ τῆς ἁλείας. Στοιχεῖον ωʹ.
1.24.(1t) ὤκιμος βοτάνη, ὠκύπτερος πτηνόν, ὠμὶς θαλασσία, ὠκυτόκιος λίθος. Ὤκιμον φυτὸν ἐδώδιμον, λαχανῶδες, πᾶσι γνωστόν, εὔοσμον. αὕτη δέ ἐστιν ἡ λεγομένη βασιλικόν. Ὠκύπτερος πτηνόν, σεβάσμιον ζῷον, ὅ ἐστιν ἡ κοινῶς λεγομένη χελιδών. Ὠμὶς θαλασσία, ὅ ἐστι βεμβράς, ἄλλως δὲ λύημβρος, λεπτὸν ζῷον ἐσθιόμενον, ὃ καλοῦσι μαινίδα. Ὠκυτόκιος λίθος ἐστίν, ἐοικὼς τῷ ἀετίτῃ, μικρότερος δὲ ἐκείνου, πλὴν ἀπηχῶν ὡς ἐκεῖνος ἐν τῷ κινεῖσθαι παρὰ τὸ οὖς. ἔστι δὲ λεῖος τῇ θέᾳ. Ἱστορήσαμεν δὲ περὶ τοῦ φυτοῦ τοῦ ὠκίμου καὶ ἔχει πράξεις μεγίστας. Ἐὰν γάρ τις μασησάμενος τοῦτο τὸ φυτὸν νῆστις, ἀπλύτου αὐτοῦ ὄντος καὶ θῇ ἐν ὑπαίθρῳ νύκτας ἑπτά, ἡλίου μὴ θεωρήσαντος διὰ τὸ τὰς ἡμέρας συστέλλειν αὐτὸ καὶ νυκτὸς αἰθριάζειν, τοῦτο εὑρήσεις γινόμενον σκορπίον ἑπτασφόνδυλον χλωρόν. οὗτος ἐὰν τύψῃ τινά, τριταῖος φυσηθεὶς τεθνήξεται. Ἐὰν δὲ αὐτὸν ἀποθεώσῃς ὕδατι ἢ οἴνῳ καὶ δῷς τινι πιεῖν, ὁ πιὼν ἐξανθήματα ἕξει περὶ ὅλον τὸ σῶμα. ἐκ δὲ τούτων ἕλκη ἀνίατα. Ἐὰν δὲ τρίψῃς τὸν αὐτὸν σκορπίον μετὰ σπέρματος σκορπιούρου βοτάνης καὶ ποιήσῃς καταπότια, ξηράνας δὲ ἀποθῇς ἐν ὑελίνῳ ἀγγείῳ, καὶ δώῃς τινὶ ἐπιληψίᾳ πειραζομένῳ, οὐκέτι βλαβήσεται. δίδου δὲ ἐπὶ ἡμέρας ζʹ ἀνὰ τρία καταπότια νήστει εἰς εὔκρατον. ἐὰν δὲ ὑγιαίνοντι δώῃς σεληνιασθεὶς οὐκέτι σωθήσεται. Ἐὰν δὲ χυλοῦ τῆς ὠκίμου βοτάνης μετὰ κόπρου χελιδόνος συγχρίσῃς, τετραΐζοντας ἀπαλλάξεις. Ἐὰν δὲ πτερὸν χελιδόνος καὶ ῥίζιον ὠκίμου δώῃς κρατεῖν δυστοκούσῃ γυναικί, πάραυτα τέξεται ἀνωδύνως. Πτερὸν δὲ τοῦ ζῴου εἴπερ βάλλῃς εἰς οἷον δήποτε μύρον, μεγίστην μοιρικὴν καὶ μεσιτείαν ἕξεις ἀπὸ πάντων καὶ πασῶν. Τὴν δὲ καρδίαν τῆς χελιδόνος περιαπτόμενος ἐλαφείῳ δέρματι ἀπαλλάξεις σεληνιαζομένους. Περὶ δὲ τοῦ κοινοῦ σκορπίου οὐκ ἀποκρύψω τὰ ἱστορούμενα διὰ τὸ παρὰ πολλοῖς ἀγνοεῖσθαι, τὴν πλάνην τῶν ἀσόφων· πλάνη γάρ ἐστιν ἐν ἀέρι †φυτουμένη†. Ἐὰν γὰρ βάλλῃς τὸν κοινὸν σκορπίον εἰς ἐλαίου κοτύλην μίαν ἐν ἀποκρούσει τῆς σελήνης καὶ ἔχῃς ἐναποκείμενον, συγχρίσῃς δέ τινος ῥάχιν καὶ ἄκρον ποδῶν καὶ χειρῶν, τὴν δὲ ῥάχιν χρίῃς ἐπάνωθεν ἐκ τοῦ σπονδύλου ἕως κάτω καὶ τὸ μέτωπον καὶ τὴν κεφαλὴν πρὸ τῆς ὥρας τῆς ἐπισημασίας, τριταῖον, τεταρταῖον καὶ ἀμφημερινὸν τύπον ἰάσεις· θαυμαστὸν τοῦτο. κουφίζει δὲ καὶ σεληνιαζομένους καὶ δαιμονιζομένους. ἐὰν δὲ πάλιν πτερὸν βάλλῃς τοῦ πτηνοῦ εἰς ἔλαιον ἄλλο καὶ συγχρίσῃς τὸν ἀπαλλαγέντα, ἐπανελεύσεται αὐτῷ τὸ πάθος καὶ οὐ σωθήσεται. Ὀπτὸς δὲ ὁ κοινὸς σκορπίος ἐσθιόμενος ὑπὸ λιθιώντων ποιεῖ αὐτοὺς ἐξουρεῖν τὸν λίθον ἀβασανίστως. Κέντρον δὲ τοῦ σκορπίου καὶ τῆς ὠκίμου βοτάνης τὸ ἄκρον, ἐν ᾧ ἐστιν τὸ σπέρμα, καὶ χελιδόνος καρδίαν περίαπτε ἐν ἐλαφείῳ δέρματι, καὶ σεληνιαζομένους τῆς μανίας ἀπαλλάξεις.
1.24.(50) τοῦτο δὲ τὸ φυλακτήριον ἐξελαύνει καὶ τοὺς ἀπειθοῦντας ἐξελθεῖν δαίμονας. Τὸν δὲ λίθον τὸν προδηλωθέντα λείωσον μετὰ χυλοῦ τῆς βοτάνης καὶ αἵματος τοῦ πτηνοῦ καὶ κεφαλὴν μίαν τῆς ὠμίδος καὶ ὀλίγου ὕδατος καὶ ἔχε ἀποκείμενον ἐν ὑελίνῳ ἀγγείῳ, καὶ ὅταν θέλῃς ἐπίδειξιν ποιῆσαι, μόλυνον τοὺς δακτύλους τῆς εὐωνύμου χειρὸς ἢ τῆς δεξιᾶς καὶ ἅψε οἵου θέλεις ἰσχυροτάτου λίθου ἢ ξύλου ἢ ὀστέου καὶ θραυσθήσεται παραυτίκα ὥστε δοκεῖν τοὺς παρατυχόντας μάγον σε εἶναι. Θειοτάτην δὲ ἔφη ὁ Ἁρποκρατίων καὶ ἐπιδεικτικὴν εἴδομεν πρᾶξιν γενομένην ἐν τῇ μητροπόλει τῆς Βαβυλωνίας χώρας. ἐὰν γάρ τις ἐπιούσης τῆς ὠμίδος ἐπ’ ἀνθράκων ἀκάπνων τὴν κεφαλὴν ἐπιθήσῃ ἐπὶ δώματος, καθαροῦ ὄντος τοῦ ἀέρος, νυκτός, ἰδίας ποιήσει συνδρομὰς πάντων τῶν φαινομένων ἀστέρων. ἐὰν δὲ ἐν πανσελήνῳ βάλῃ τις τὴν κεφαλὴν τοῦ ζῴου ἐντὸς ἰσχάδος καὶ ἐπιθήσῃ τῷ πυρί, νυκτὸς οὔσης καὶ αἰθρίας τοῦ ἀέρος ἡσυχάζοντος, ὄψει τὸν δίσκον τῆς σελήνης ὡς ἐπὶ τὸ ἥμισυ τοῦ οὐρανοῦ. ἐὰν δὲ μίξῃς μετ’ αὐτοῦ βραχύ τι ἀπὸ ἀστέρος θαλασσίου, ἴδοις ἂν παμμέγεθες γινόμενον τὸ στοιχεῖον καὶ ἑστὸς παρὰ τοὺς πόδας σου. ἐὰν δὲ πυρίτην λελειωμένον συνεπιθήσῃς, βρονταὶ καὶ ἀστραπαὶ γενήσονται. ἐὰν δὲ γῆν ἀπὸ οἰκίας πεσούσης ἐπάνω ἀνθρώπων συνεπιθήσῃς, σεισμὸς γενήσεται τῷ τόπῳ. Ὠμίδα δὲ ἐκάλεσαν τὴν μαινίδα διὰ τὸ ἔχειν αὐτὴν ἐν τοῖς ὤμοις μεγίστην δύναμιν. ἔχει γὰρ σκευὴν καταπλάσματος τοιαύτην: Τῶν ὄντων ὀστέων ἐν τοῖς ὤμοις τῶν μαινίδων οὐγ. αʹ, μανδραγόρου μῆλα οὐγ. αʹ, ὑοσκιάμου σπέρματος οὐγ. αʹ, ὀπίου οὐγ. αʹ, ῥόδων ξηρῶν οὐγ. αʹ, ἁλικακάβου τῶν φλοιῶν τῆς ῥίζης οὐγ. γʹ, κολοφωνίαν μνᾶν αʹ, θείου οὐγ. αʹ, νίτρου οὐγ. αʹ, σκεύαζε ὡς ἐπίθεμα καὶ κατάπλασσε ὃν θέλεις, καὶ ταχέως ἀπαλλάξεις τῆς νόσου. Ἐὰν δὲ ποιήσῃς τὸ κατάπλασμα ἡμέραν αʹ ἐπικείμενον, καὶ εἶτα θελήσῃ ἄλλος βοηθῆσαι τῷ πάσχοντι, οὐδὲν ὠφελήσει. {οὐ γὰρ ὑπερβήσεται ἡμέρας ζʹ· τοῦτο γάρ ἐστιν ἴαμα τῶν ὑπερτεταμένων νοσημάτων.} Ἐκλήθη δὲ μαινὶς διὰ τὸ ἔχειν σκευὴν μανίας τοιαύτην. λαβὼν οὖν τῆς μαινίδος τοὺς ὀφθαλμοὺς βάλλε εἰς οἴνου κοτύλην αʹ (ἐν ἄλλῳ· εἰς σούσινον), καὶ ἄφες βρέχεσθαι ἐπὶ ἡμέρας ζʹ. εἶτα ἐπίβαλλε τῷ οἴνῳ κόκκους σπέρματος μανδραγόρου οὐγ. ιδʹ, κοινοῦ βάτου κόκκους οὐγ. δʹ, σκορπιούρου βοτάνης σπέρμα οὐγ. δʹ. ταῦτα ἕψε ἕως εἰς τὸ ἥμισυ ἔλθῃ, καὶ ἀποθέμενος χρῶ οὕτως. ἐὰν ἴδῃς τινὰ ἐντὸς μανίας ὄντα, δίδου αὐτῷ ἐκ τοῦ οἴνου ὄσον οὐγ. αʹ μεθ’ ὕδατος θερμοῦ, καὶ σωθήσεται. (ἐν ἄλλῳ κοτύλην αʹ εἶχεν ἵνα δίδωται). ἐὰν δὲ πεπτωκότι καὶ μὴ μαινομένῳ δῷς μετ’ οἴνου πιεῖν, μανήσεται. ἐὰν δὲ μετὰ κολλυρίου οἱουδήποτε ἀνύσας δῷς ἐγχρίσασθαι, ὑποχυθεὶς τοὺς ὀφθαλμοὺς ἐντὸς ἡμερῶν ἑπτὰ μανήσεται. 〈οὐ γὰρ ὑπερβήσεται ἡμέρας ζʹ· τοῦτο γάρ ἐστιν ἴαμα τῶν ὑπερτεταμένων νοσημάτων〉. Ὠταλγοῦντι δὲ ἐὰν ἐξ αὐτοῦ χρίσῃς τὰ ὦτα, τὴν μὲν ἀλγηδόνα παύσει, κωφὸς δὲ γενήσεται. Οἱ δὲ ἐν τῇ κεφαλῇ τῆς μαινίδος λίθοι λειωθέντες μετὰ χολῆς ἀλάβητος μέλανος καὶ ἐγχρισθέντες ποιοῦσιν τὰ ἐν τῇ σκοτίᾳ φαίνεσθαι καὶ βλέπειν. Ἐὰν δὲ προσμίξῃς βραχὺ μαγνήτου ζῶντος καὶ ὀλίγον ὕδωρ ὄμβριον ἐγχρισθῇς τοῖς ὀφθαλμοῖς, τὰ ἐν οὐρανῷ καὶ ἀέρι θεωρήσεις ἐπὶ ἡμέρας ἑπτά. Γλύψον δὲ ἐν τῷ λίθῳ χελιδόνα καὶ παρὰ τοὺς πόδας τὸν σκορπίον ἐπὶ τῆς μαινίδος ἐστῶτα, καὶ ὑπὸ τὸν λίθον ὑποκατάκλεισον τοὺς ὀφθαλμοὺς τοῦ σκορπίου καὶ τῆς μαινίδος, καὶ σκορπιούρου ῥίζιον, καὶ κατακλείσας φόρει· ἀποστρέφει γὰρ παντοῖον ἰοβόλον ζῷον ἑρπετὸν τε καὶ τετράπουν, καὶ πάντας ἐχθροὺς καὶ ἐπιβούλους ταπεινοῖ.
1.24.(100) Ἐὰν δέ τις πληγῇ ὑπὸ σκορπίου καὶ τῇ σφραγῖδι ταύτῃ σφραγίσῃς τὴν πληγήν, ἀπαλλάξεις τὸν πληγέντα τοῦ κινδύνου. Ἐὰν δὲ ὑπὸ μαινομένου κυνὸς δηχθῇ τις καὶ γενόμενος ὑδροφόβος τὸ ποτὸν μὴ λαμβάνῃ, λαβὼν τὸν δακτύλιον τοῦτον βάλλε εἰς τὸ ὕδωρ καὶ δὸς πιεῖν· ὁ πιὼν σωθήσεται. ἐὰν δὲ πρὸ τοῦ μανῆναι δώῃς προπιεῖν, οὐ μανήσεται. Ἐὰν δὲ τῆς μαινίδος τὴν γλῶσσαν νεαρᾶς οὔσης δώῃς τινὶ λειανθεῖσαν μεθ’ ὕδατος, βαλὼν δὲ τὸν δακτύλιον κάτω δώῃς πιεῖν μαινομένῳ, σωθήσεται· εἰ δὲ νήφοντι, μανήσεται. τούτου λύσις· μαινίδα ὀπτὴν δὸς φαγεῖν· μανήσεται ὁ ἄνθρωπος ἀγνοῶν τὰ λεχθέντα ἅπαντα, ὡς φράζει Κυρανὶς θεία βροτοῖς. Οὕτως ὁ Ἁρποκρατίων ἐνταῦθα τὴν βίβλον ἐπλήρωσεν· καὶ ἕτερον αὐτοῦ βιβλίον ἐκ τούτων τῶν λεγομένων Κυρανίδων ἡμεῖς οὐχ εὕρομεν, ἀλλ’ ἐν τούτῳ μὲν ὅσον διεφώνει ὁ Ἁρποκρατίων πρὸς τὸν Κυρανόν, ἢ ἕτερος ἑτέρου, ἅπαντα κατὰ λόγον ἀναλεξάμενος ἐκ τῶν ἀμφοτέρων ὡς ὑπόκειται συνέταξα τὸ βιβλίον μηδενὸς καταφρονήσας λόγου. νῦν δὲ μετελεύσομαι ἐπὶ τὰς τοῦ Κυρανοῦ ἑτέρας βίβλους, ὅπως καὶ παρ’ αὐτῶν ὠφεληθῶμεν. Ἔλαβεν τέλος ἡ βίβλος τοῦ πανσέπτου καὶ παντάρχου. Τέλος τοῦ πρώτου βιβλίου. Κυρανίδος βιβλίον δεύτερον· περὶ ζῴων τετραπόδων.
2.1.(2t) Περὶ ἄρκτου. Ἄρκτος θηρίον ἐστί, ζῷον δασὺ καὶ νωθρόν, κατὰ πάντα ἐοικὸς τῷ ἀνθρώπῳ, συνετὸν καὶ ὀρθὰ βαδίζειν θέλων. Τούτου τοῦ ζῴου ἕκαστον μέλος πεποίηται πρὸς ἕκαστον μέλος τοῦ ἀνθρώπου. ὠφελεῖ οὖν εἰς θεραπείαν. Τῆς γὰρ κεφαλῆς τὰ ὀστᾶ περίαπτε πρὸς κεφαλαλγίαν πᾶσαν. ὁ δὲ ἐγκέφαλος αὐτοῦ βρωθεὶς ἐπιληψίαν ἰᾶται. οἱ ὀφθαλμοὶ δὲ φορούμενοι παντοῖον πάθος ὀφθαλμῶν ἀποστρέφουσιν. τῶν δὲ ὠτῶν αὐτοῦ ὁ ῥύπος σὺν ῥοδίνῳ πᾶσαν ὠταλγίαν ἰᾶται. οἱ δὲ ὀδόντες ὀδονταλγίαν καὶ περιαφθέντες παιδίοις ἀνωδύνως ὀδοντοφυοῦσιν. οἱ δὲ ὀφθαλμοὶ φορούμενοι χαριτήσιοί εἰσιν. καὶ οἱ ὄνυχες τῆς δεξιᾶς χειρὸς φορούμενοι παντοῖον πυρετὸν διώκουσιν. αἱ δὲ τρίχες πνεύματα πονηρὰ καὶ παντοῖον πυρετὸν διώκουσιν θυμιώμεναι καὶ φορούμεναι. τὸ δὲ ἧπαρ ξηρόν, λεῖον ἐπιπασθέν, ἡπατικοὺς ἰᾶται. νεῦρα δὲ χειρῶν καὶ ποδῶν φορούμενα ποδαγροὺς καὶ χειραγροὺς βοηθεῖ. ἡ δὲ κόπρος αὐτοῦ σὺν ὄξει καταχριομένη ὀξυωπίαν παρέχει. ἡ δὲ καρδία φορουμένη ἐπιχαρῆ καὶ ἐπιτευκτικὸν καὶ φοβερὸν ποιεῖ τὸν φοροῦντα. τὸ δὲ στέαρ αὐτοῦ μετὰ λαδάνου καὶ ἀδιάντου ἀλειφέν, ἀλωπεκίας δασύνει, ὁμοίως καὶ ὀφρύων καὶ γενείων λιποτριχίας σὺν κηκιδίοις καὶ χαλκάνθῳ καὶ κεδρίᾳ καὶ λύχνου θρυαλλίσι. καθ’ ἑαυτὸ δὲ τὸ στέαρ παρωτίδας καὶ ῥαγάδας καὶ χίμετλα ἰᾶται. αἰδοῖον δὲ ἄρκτου ὑποτιθέμενον τῇ ὑστέρᾳ ὥστε παράψασθαι τοῦ στομίου ὑστερικὰς πνίγας ἰᾶται. ἔχε δὲ αὐτὸ ἕτοιμον ξηρόν. ἡ δὲ χολὴ σὺν μέλιτι πινομένη ὅσον κοχλιάριον αʹ, ἡπατικοὺς ἄκρως ἰᾶται. τὸ δὲ δέρμα αὐτοῦ ἐπιτεθὲν ὅπου ἄν εἰσι ψύλλοι, φεύξονται καὶ οὐδόλως παραμένουσιν. Περὶ ἀλώπεκος.
2.2.(1t) Ἀλώπηξ θηρίον ἐστὶ πᾶσι γνωστόν, δεινότατον καὶ πανουργότατον καὶ σοφόν, ὀρνιθοβόρον καὶ δύσοσμον. Ἐὰν οὖν τις αὐτὴν ζῶσαν ἀγρεύσῃ καὶ ἐμβάλῃ εἰς παλαιότατον ἔλαιον καὶ καθεψήσῃ ἕως οὗ εἶς τέλος τακῇ αὕτη, εἶτα τὸ ἔλαιον διηθήσῃ καὶ ἐμβάλῃ εἰς ἀγγεῖον ἔτι θερμοῦ ὄντος καὶ ἀλείψῃ ἐξ αὐτοῦ τοῦ ἐλαίου, θεραπεύσει πάθη δυσίατα ἐπαλείφων αὐτὸ ἤτοι: ποδαλγικούς, ἀρθριτικούς, ἰσχιαδικούς, παρέτους, ἔχοντας ἔτη πολλὰ τὸ πάθος. ὅταν δὲ ἀγρεύσῃς αὐτὴν, ὀφείλεις εἰπεῖν αὐτῇ καὶ τὴν αἰτίαν τὸ τίνος ἕνεκα ἤγρευσας ταύτην. Ταύτης τὸ στέαρ χλιαρὸν ἐνσταζόμενον τοῖς ὠσὶν ὠταλγίαν ἰᾶται. ὁ δὲ ὄρχις αὐτοῦ ὁ δεξιὸς ξηρός, λεῖος ἐπιπασθεὶς ἐν ποτῷ, φιλτροπόσιμόν ἐστιν ἐπὶ γυναικῶν, ὁ δὲ εὐώνυμος ἐπὶ ἀνδρῶν. τὸ δὲ ἄκρον αὐτοῦ περιαφθὲν μεγίστην ἔντασιν ποιεῖ. ὁμοίως καὶ λεῖον ἐπιπασθὲν ἐν ποτῷ λάθρα. καὶ οἱ ὄρχεις πινόμενοι ξηροὶ τὸ αὐτὸ δρῶσιν. δίδου δὲ ὅσον κοχλιαρίου πλῆθος. τοσοῦτον δέ ἐστιν ἀνυτικὸν ὥστε ἀβλαβῆ τὴν ἔντασιν ποιεῖν καὶ τὴν πύρωσιν ἀδιάψευστον τηρεῖν. Τοὺς δὲ ὄρχεις τούτου ζῶντος τοῦ ζῴου ἔκκοψον· εἶτα ζῶντα μὲν αὐτὸν ἀπόλυσον, θεραπεύσας δὲ περίαψον. ἐὰν γὰρ αὐτῶν τοὺς διδύμους ὡς εἴρηται περιάψῃς, πάραυτα ἐντείνει. τινὲς δὲ αὐτοὺς βάλλουσιν εἰς τὰ ἰσχία τοῦ τράγου. Ἐὰν δὲ τοῦ αἰδοίου αὐτοῦ τὸ ἄκρον ἐν κύστει ἢ ἐν δέρματι ἐνδήσῃς, ἐν ᾧ ἐπιγράψεις τὸ ὄνομα τοῦτο διὰ σμυρνομέλανος “τιν βιβ ηλιθι” καὶ περιάψῃς, ἀβλαβῶς συνουσιάσεις. Τὸ δὲ αἷμα αὐτοῦ νεφρὸν ἀλγοῦντα ἰᾶται, θερμὸν ἐπιχυθέν. οἱ δὲ νεφροὶ αὐτοῦ ἐσθιόμενοι ἢ πινόμενοι ἀφροδίσια παρορμῶσιν. τὸ δὲ ἦπαρ αὐτοῦ ξηρόν, λεῖον ἐπιπασθὲν σὺν ὀξυμέλιτι καὶ ποθέν, σπληνικοὺς ἄκρως ἰᾶται. καὶ ὁ σπλὴν αὐτοῦ φορούμενος. τὸ δὲ ἧπαρ αὐτοῦ σὺν οἴνῳ ποθέν, ἀσθματικοὺς ἰᾶται, ὁ δὲ πνεύμων δύσπνοιαν ὀπτὸς βρωθείς. Τὸ δὲ στέαρ αὐτοῦ ἀλωπεκίας ἄκρως θεραπεύει. ἡ δὲ κόπρος αὐτοῦ σὺν ῥοδίνῳ ἐν πεσσῷ σύλληψιν ποιεῖ. ἡ δὲ καρδία φορουμένη ἀβασκάντους ποιεῖ. ὀδοὺς δὲ ἀλώπεκος περιαφθεὶς ἐσχάρας ὠφελεῖ καὶ παῖδας ἀνωδύνως ὀδοντοφυεῖ. μετὰ δὲ ἀσφάλτου καὶ ἐλαίου ὀμφακίνου προλειωθέντων ὀνύχων ἐν ῥοδίνῳ καὶ μιγέντων ἀμφοτέρων, προστεθὲν δὲ ἐν πεσσῷ ὑστερικὰς πνίγας ἄκρως ἰᾶται. Ὁ δὲ ὄρχις λεῖος σὺν κηρωτῇ, παρωτίδας ὠφελεῖ. ἐὰν δέ τις τὸ μόριον αὐτοῦ ἐνειλήσας ῥάκει περιάψῃ τῇ κεφαλῇ, πάντα πόνον κεφαλῆς καὶ ἡμικράνιον καὶ σκοτώματα ἰᾶται. ἡ δὲ κόπρος αὐτοῦ μετ’ ὄξους λειουμένη λειχῆνας θεραπεύει, σὺν δὲ στέατι ἐπιπασθεῖσα ἀλωπεκίας δασύνει. Περὶ ἀσφάλακος.
2.3.(1t) Ἀσφάλαξ ζῷόν ἐστιν τυφλόν, ὑποκάτω τῆς γῆς τὴν οἴκησιν ποιούμενον, ἐν ᾗ καὶ φωλεύει καὶ βαδίζει. εἰ δὲ συμβῇ τῆς γῆς ἐξελθεῖν, εἰ μέν ἐστι νύξ, πάλιν εἰ ἐντύχῃ τῇ ὀπῇ δι’ ἧς ἐξῆλθεν, εἰσέρχεται εἰς τὰς διατριβὰς αὐτοῦ ἢ ὁρύττων ἄλλην εἰσέρχεται. εἰ δέ ἐστιν ἡμέρα, ἅμα τὸ προσβάλλειν αὐτῷ τὴν τοῦ ἡλίου θέρμην, οὐκέτι δέχεται αὐτὸν ἡ γῇ, ἀλλὰ τελευτᾷ. Τούτου οὖν ἡ καρδία ἐν ἐλαφείῳ δέρματι περιαπτομένη σεληνιαζομένους ἰᾶται. ἐν δέρματι δὲ ἔποπος τοῦ ὀρνέου σὺν τοῖς δυσὶν τοῦ ὀρνέου ὀφθαλμοῖς περιαπτομένη προγινώσκειν ποιεῖ τὸν φοροῦντα πάντα τὰ ἐπερχόμενα, ἐφ’ ὅσον χρόνον φορεῖ αὐτὸ ἁγνός. ἐὰν δὲ καὶ τὴν καρδίαν φορῇ τοῦ τοιούτου ἀσπάλακος, μείζονα καὶ κρείττονα ποιεῖ τὸν φοροῦντα. ἡ γὰρ δύναμις τοῦ ζῴου τούτου θεία καὶ ἐνεργής, περὶ ἧς εἰπὼν οὐ σιωπήσομαι. Σκευάζεται δὲ ἐκ τούτου καὶ γευστόν, μεγάλην ἐνέργειαν ἐμποιοῦν τῷ γευομένῳ. ἐὰν γάρ τις ἀπογεύσηται τοῦ ἡλίου ἀνατέλλοντος δάκτυλον ἕνα, προγνώσει τὰ γινόμενα ἕως οὗ δύσει ὁ ἥλιος. ἔστι δὲ ἡ σκευὴ τῆς ἀπογεύσεως αὕτη· λαβὼν ζῶντα τὸν ἀσφάλακα ἀπόπνιξον ἐν ὕδατι ὀμβρίῳ κοτύλας γʹ· εἶτα ἕψε αὐτὸν ἕως οὗ τακῇ καὶ κηρωθῇ. εἶτα διυλίσας τὸ ὕδωρ ἕψε ἐν χαλκῷ ἀγγείῳ ἐπιβαλὼν εἴδη ταῦτα. εἶτα σκεύαζε οὕτως· θεογόνου ῥίζης, (ἐν ἄλλῳ γράφει θεόπνου) οὐγ. δʹ, ἀρτεμισίας μονοκλώνου οὐγ, δʹ, στύρακος καλαμίτου οὐγ. δʹ σμύρνης τρωγλοδυτικῆς οὐγ. δʹ, βδελλίου οὐγ. δʹ, σφαιρίου οὐγ. δʹ, λιβάνου ἄρρενος οὐγ. ηʹ, ταῦτα κόψας, σείσας καὶ ἑνώσας τῷ ἑψηθέντι ἀσφάλακι ἐπίβαλλε μέλιτος πρώτου κοτύλην αʹ καὶ πάλιν ἕψε, ἕως οὗ γένηται μέλιτος πάχος, καὶ οὕτως ἀνελόμενος ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ καὶ χρῷ ὡς εἴρηται. τὰ δὲ ὀστᾶ τοῦ ἀσφάλακος θάψον ἐν τῷ οἴκῳ σου ἔνδον. ὁ γὰρ ἀσφάλαξ καὶ ζῶν καὶ θανὼν χρηματίζει, ὥσπερ καὶ αἱ θήλειαι αἶγες. Ἐὰν οὖν τις ἔχων χοιράδας ἢ παρωτίδας ἢ παντοῖον ἀπόστημα λάβῃ ζῶντα τὸν ἀσφάλακα καὶ μαλάσσῃ αὐτόν, οὗτος δηλονότι ὁ κάμνων, ταῖς ἰδίαις χερσίν, ἕως οὗ ἀποθάνῃ εἰς τὰς χεῖρας αὐτοῦ μαλασσόμενος, θεραπευθήσεται πάντως ἀπὸ τῶν τοιούτων παθῶν. καὶ οὐκέτι πειρασθήσεται ἢ σταφυλὴν πονέσει ἢ ἀντιάδας, ἢ βουβῶνας, ἢ χοιράδας ἔξει ποτὲ ἢ παντοῖον ἀπόστημα. Τὸ δὲ στέαρ αὐτοῦ τακὲν ὠταλγίας ἄκρως ἰᾶται. τὸν οὖν ἀσφάλακα θάπτε ἐν τῇ γῇ. εἴ τις δὲ τὴν καρδίαν αὐτοῦ ἔτι σπαίρουσαν καταπίῃ, πρόγνωσιν λάβει τῶν μελλόντων καὶ τῶν ἀπ’ αἰῶνος. (ἐν ἄλλῳ γράφει τὴν ἐπ’ αἰώνων). Περὶ αἰγῶν θηλείων.
2.4.(1t) Αἶγες θήλειαι πᾶσι γνωσταί, αἵτινες καὶ χρηματίζουσιν· ὥστε εἴ τις τὴν δορὰν τῆς αἰγὸς περιθῇ ἐπιληπτικῷ καὶ ἀπαγάγῃ πρὸς ποταμὸν ἢ θάλασσαν, παραχρῆμα ἐλεγχθήσεται πεσὼν ἔντρομος καὶ νήφων. Ταύτης τὸ γάλα ἔτι θερμὸν πινόμενον, φθισικοὺς καὶ ἰκτερικοὺς ὠφελεῖ. τὸ δὲ αἷμα σὺν μέλιτι πινόμενον ἀποστήματα πεπαίνει. τοῦ δὲ ἥπατος αὐτοῦ ὀπτομένου ὁ ἀποστάζων ἰχὼρ ἐνσταζόμενος εἰς αἰγίλωπας ὠφέλιμος γίνεται, καὶ ὁ ἀτμὸς δὲ αὐτοῦ ὁμοίως τοῖς ὀφθαλμοῖς ἐμπίπτων. τὸ δὲ κέρας αὐτοῦ κεκαυμένον ὀδόντας λαμπρύνει, καὶ οὖλα πλαδῶντα ἰᾶται. ἡ δὲ κόπρος καταπλασσομένη σκληρώδεις ὄγκους διαφορεῖ. Αἷμα δὲ αἰγὸς θερμανθὲν ἐν πυρὶ καὶ βρωθὲν δυσεντερικοὺς θεραπεύει καὶ τοὺς τὰ τοξικὰ φάρμακα πίνοντας σώζει ἐνεργῶς, καὶ ὑδρωπικοὺς καὶ στομαχικοὺς σὺν μέλιτι ἄκρως ἰᾶται. Ἡ δὲ χολὴ σὺν ἀκάπνῳ μέλιτι ἐγχριομένη θεραπεύει ἀχλύν, ἄργεμα καὶ πτερύγια. ὁ δὲ σπλὴν τῆς αἰγὸς ἔναιμος ἔτι ὢν καὶ πρόσφατος, ἐν πυρὶ ὀπτηθεὶς καὶ βρωθείς, δυσεντερίαν ἰᾶται. Ἡ δὲ κόπρος λεία σὺν ἀλφίτοις καταπλασθεῖσα τοῖς ἕλκεσι φαλαγγιοδήκτους καὶ ἐχιοδήκτους καὶ τοὺς ἀπὸ βουπρήστεως πληγέντας ἰᾶται. ξηρὰ δὲ ἡ κόπρος ποθεῖσα σὺν οἰνομέλιτι δυσουρίαν ὀνίνησι. σὺν οἴνῳ δὲ παλαιῷ ἑψομμένη καὶ ἐπιτιθεμένη οἰδήματα ἄρθρων καὶ φλεγμονὰς διδύμων καὶ μαστῶν καὶ ἰσχίων ἄκρως ἰᾶται. σὺν μέλιτι δὲ λεία καταπλασθεῖσα ἄνθρακας ἰᾶται. τοῦ δὲ ἐρίφου τὸ αἷμα ὅσον ἡμικότυλον σὺν ὄξει πινόμενον, τοὺς ἐκ θώρακος αἷμα ἀνάγοντας ἰᾶται, τοὺς ὑπὸ ὄφεων καὶ ἰοβόλων δηχθέντας ἰᾶται, καὶ πάντα τὸν ἰὸν ἀνιμᾶται. Ὁ δὲ σπλὴν τῆς αἰγὸς ληφθεὶς θερμὸς προσφατὸς εἰς ὄνομα τοῦ πάσχοντος καὶ ἐπιτεθεὶς τῷ σπληνικῷ ἐπάνω τῆς σπληνὸς καὶ φασκιωθεὶς ἡμέραν μίαν, εἶτα τῇ ἑξῆς ἡμέρᾳ κατὰ τὴν ἑσπέραν ἐπάρας ὁ κάμνων κρεμάσει αὐτὸν ὑπὸ τὸν καπνὸν ἢ εἰς ἄνεμον ἕως ὅτου ξηρανθῇ, ὁ σπλὴν τῆς αἰγὸς ξηραίνεται καὶ ὁ τοῦ πάσχοντος μειοῦται. Τοῦ δὲ ἐρίφου τὸ δέρμα ποθὲν τοὺς ἀπὸ διψάδων τρωθέντας ἰᾶται. ἡ δὲ τάμισος αὐτοῦ ὀπτὴ ἐσθιομένη δυσεντερικοὺς θεραπεύει. ὀπτὴ δὲ μετὰ κικίδων καὶ ἐλαίου ἑψομμένη καὶ ἐσθιομένη γαστρόρροιαν ἵστησιν. ὁ δὲ σπλὴν αὐτοῦ ἐσθιόμενος ὀπτὸς συνεχῶς σπληνικοὺς ἰᾶται. ἡ δὲ δορὰ αὐτοῦ καπνιζομένη ληθαργικοὺς διεγείρει, καὶ τοὺς πίπτοντας ἐπιληπτικοὺς καὶ τὰς ὑστερικὰς πνιγμονάς. καὶ αἱ τρίχες καπνιζόμεναι τὰ αὐτὰ ποιοῦσι κατ’ ἐνέργειαν. Περὶ βατράχου.
2.5.(1t) Βάτραχος ζῷόν ἐστι πᾶσι γνωστόν. Τούτου τὴν γλῶσσαν ἐάν τις κόψῃ, αὐτὸν δὲ ἀπολύσῃ ζῶντα, καὶ ἐπιγράψῃ ἐν τῇ γλώσσῃ οὕτως: “χουοχ οδαμενοφ” καὶ λαθραίως καθευδούσης γυναικὸς ἐπιθῇ τῷ στήθει, ἐξείπει σοι πάντα ὅσα ἔπραξεν ἐν βίῳ. ἡ δὲ τέφρα αὐτοῦ σὺν πίσσῃ ὑγρᾷ ἐπιχριομένη ἀλωπεκίας δασύνει. μετ’ ὄξους δὲ προστιθεμένη πᾶσαν αἱμορραγίαν ῥινὸς καὶ ἑλκῶν καὶ ἕδρας ἵστησι καὶ ῥήξεις φλεβῶν καὶ ἀρτηριῶν καὶ τὰ πυρίκαυστα ἰᾶται. Ἐὰν δέ τις λάβῃ ζῶντα βάτραχον εἰς ὄνομά τινος μήτε ἡλίου μήτε σελήνης φαινομένων ὑπὲρ γῆν καὶ ἀποτεμῇ ψαλίδι τοὺς δύο ὄπισθεν αὐτοῦ πόδας καὶ δήσας ἐν ἐλαφίῳ δέρματι καὶ περιάψῃ ποσὶν δεξιὸν δεξιῷ, καὶ ἀριστερὸν ἀριστερῷ, ποδαγροὺς θεραπεύει εἰς τὸ παντελές. Ἐὰν δέ τις θέλῃ ἀπορρυῆναι τὰς τρίχας ὅλου τοῦ σώματος, τοῦ βατράχου τὸ δέρμα καύσας βάλλε εἰς ὃ λούεται ὕδωρ, καὶ ἀπορρυήσονται πᾶσαι αἱ τρίχες. βατράχους δὲ μικροὺς καύσας, λείωσον σὺν ὑγροπίσσῃ καὶ ἐπίχρισον ἀλωπεκίας, καὶ ἰαθήσονται. Ὁ δὲ χερσαῖος βάτραχος ὁ καλούμενος σάκκος, ὃς καὶ ἰοβόλον ἆσθμα προΐησιν, ἔχει ἐν τῷ μυελῷ τῆς κεφαλῆς λίθον ἐπικείμενον. τοῦτον ἐὰν ἀγρεύσῃς σελήνης ληγούσης, κατάκλεισον εἰς βύσσαν ἕως ἡμερῶν μʹ καὶ μετὰ ταῦτα ἐκβαλὼν αὐτὸν τῆς βύσσης καὶ ἀνατεμὼν λάβε τὸν εἰρημένον λίθον, καὶ ἕξεις τοῦτο μέγα φυλακτήριον. ἰᾶται γὰρ σπληνικοὺς καὶ ὑδρωπικοὺς περὶ τὴν ζώνην περιαπτόμενος, ὡς ἐγὼ διὰ πείρας εἶδον. Βάτραχοι ἀντιφάρμακόν εἰσιν ἑρπετῶν ἁπάντων ζωμευθέντες σὺν ἁλσὶ καὶ ἐλαίῳ, τοῦ ζωμοῦ λαμβανομένου ὁμοίως καὶ πρὸς χρονίους τῶν τενόντων ἀποστάσεις. καέντες δὲ καὶ ἐπιπασθέντες αἱμορραγίαν στέλλουσι καὶ ἀλωπεκίαν ἰῶνται σὺν πίσσῃ ὑγρᾷ καταχριόμενοι. τῶν δὲ χλωρῶν βατράχων τὸ αἷμα ἐπισταζόμενον κωλύει τὰς ἐκτιλθείσας ἀπὸ τῶν βλεφάρων τρίχας φύεσθαι· ὠφελοῦσι καὶ ὀδονταλγίας συνεψόμενοι ὕδατι καὶ ὄξει καὶ διακλυζόμενοι. Περὶ βοὸς θηλείας.
2.6.(1t) Βοῦς θήλεια γνωστὴ πᾶσι. Ταύτης τὴν κόπρον λαβὼν ξηρὰν λείωσον καὶ σείσας στῆσον λίτρον αʹ, κηροῦ οὐγ. ϛʹ, κράμβης χυλοῦ οὐγ. ϛʹ (ἢ γʹ ὡς ἐν ἄλλῳ), ὠὰ ὠμὰ γʹ, ἐλαίου καλοῦ λίτρον αʹ, θείου οὐγ. αʹ, λείωσον τὰ ξηρὰ καὶ τῆξον τὰ τηκτά· εἶτα καθελὼν καὶ χλιάνας βάλλε τὰ ὠὰ καὶ συλλείου καλῶς· καὶ ἐκ τούτου κατάπλασσε σπληνικούς, ἡπατικούς, ὑδρωπικούς, ὁμοίως καὶ ὑδροκοίλους καὶ ποδαλγούς, καὶ πάραυτα μεγάλως ὠφελήσεις. τοῦτο κρύβε ὡς μέγα δῶρον. Ἐὰν δὲ τὴν κόπρον λειώσας σὺν ὄξει χρίσῃς τινὰ τόπον ἢ ἀγγεῖον μελιτηρόν, μύρμηκες ἐν αὐτῷ οὐχ ὑπερβήσονται. ὄνυχες δὲ βοῶν ἐκζεσμένοι, μετὰ σινάπεως ἐσθιόμενοι ἀντιτάσσονται πᾶσαν φαρμακείαν ὡς οὐδὲν ἄλλο. Ἡ δὲ βοεία χολὴ σὺν ἀλεύρῳ ὀροβίνῳ χριομένη, ἰόνθους ῥήγνυσιν καὶ στίλβει πρόσωπον. ἡ δὲ κόπρος καπνιζομένη ὑπὸ τὸν δίφρον τῆς κυούσης ὠκυτόκιός ἐστιν καὶ τὰ δευτέρια κατάγει καὶ ἐκβάλλει. Ταῦτα πάντα ποιεῖ τῆς θηλείας. Τοῦ δὲ ἄρρενος βοὸς ἡ χρεία ἐστὶν αὕτη: τὰ ἀστράγαλα τούτου καυθέντα καὶ ἐπιπασθέντα τοῖς ὀδοῦσι λευκοὺς τούτους διαφυλάττουσιν. ἡ δὲ χολὴ αὐτοῦ μεμυκυῖα ὑστέραν διανοίγει. ὁμοίως τοῦτο ποιεῖ καὶ ἐν πεσσῷ προστιθεμένη. τὸν δὲ λοβὸν τοῦ ἥπατος αὐτοῦ βαλὼν εἰς χύτραν καινὴν καὶ πωμάσας ἀσφαλῶς, ἵνα μηδαμῶς ἀναπνέῃ, καὶ ὑποκαύσας ἐν θερμοσποδίᾳ καμίνου ἡμέρας ζʹ, εἶτα λειώσας ἐν ποτῷ δίδου μεθ’ ὑδρομέλιτος ἢ μετὰ οἴνου θερμοῦ ὑδρωπικῷ, καὶ ἰαθήσεται. ὑποκαπνιζόμενον δὲ καὶ καταχριόμενον μελισσῶν καὶ σφηκῶν δήγματα ἰᾶται. Βόας ἐργαζομένους μὴ κοπιᾶν ποιήσεις οὕτως· ἔλαιον καὶ τερεβινθίνην ἑψήσας χρίε τούτων τὰ κέρατα. Περὶ γαλῆς.
2.7.(1t) Γαλῆ ζῷόν ἐστι μικρὸν γνώριμον πᾶσι. Ταύτης τὸ αἷμα καὶ ὁ ἐγκέφαλος ξηρὸς πινόμενος μετ’ ὄξους ἐπιληπτικοῖς βοηθεῖ. ταύτης ἡ γλῶσσα ξηρὰ ὑπὸ τοῖς ὑποδήμασι φορουμένη φιμοκάτοχός ἐστιν. Εἰ δὲ εὕροις ποτὲ γαλῆν ἐρριμένην νεκράν, ἀνελόμενος ἕψε σὺν ἐλαίῳ ἄχρις ἂν τακῇ, καὶ διυλίσας τὸ ἔλαιον ἔμβαλλε κηροῦ τὸ ἀρκοῦν, καὶ ποιήσας κηρωτὴν ἔχε μέγιστον ἴαμα πρὸς ἀρθριτικοὺς καὶ πᾶσαν νευρικὴν συμπάθειαν καὶ φλεγμονὰς ποδῶν καὶ ἄρθρων καὶ πάντα ῥευματισμόν. ἰᾶται δὲ καὶ χοιράδας μεγάλας καὶ μαστοὺς καὶ ὄρχεις καὶ πᾶν ἀπόστημα εἰς χειρουργίας μελετώμενον καὶ βουβῶνας. Οἱ δὲ ὄρχεις αὐτῆς εἰσι καὶ συλληπτικοὶ καὶ ἀσύλληπτοι. ἐὰν γάρ τις τὸν δεξιὸν αὐτῆς ὄρχιν τεφρώσας καὶ λειώσας μετὰ μύρου σὺν ἐρίῳ ἐν πεσσῷ προσθῇ καὶ συνουσιάσῃ, παραχρῆμα συλλήψεται ἡ γυνή. ὁ δὲ εὐώνυμος ὄρχις ἐν ἡμιόνου δέρματι δεθεὶς καὶ περιαφθείς, ἀσύλληπτόν ἐστι. δεῖ δὲ γράφειν ἐν τῷ δέρματι τοῦ ἡμιόνου τὰ ὀνόματα ταῦτα. “ιωα ωια ραυιω ου οικοοχξ”. εἰ δὲ ἀπιστῇς, δοκίμασον εἰς ὄρνιν τίκτουσαν ὠά, καὶ πάντως οὐ τέξεται παρ’ ὅσου καιροῦ ἐὰν περιαφθῇ αὐτῇ. τοὺς δὲ ὄρχεις αὐτῆς ἀπότεμνε ἐν ἀποκρούσει, αὐτὴν δὲ ζῶσαν ἄφες. τοὺς δὲ ὄρχεις δὸς φορεῖν εἰς ἡμιόνου δέρμα· ἀσύλληπτον γάρ ἐστι καὶ ἀνίκητον καὶ φίλτρον γλυκύ. Τὸ δὲ αἷμα αὐτῆς φύλαττε σὺν ὄξει καὶ δίδου λάθρα ἐπιληπτικῷ, καὶ ἕως ἂν δαπανηθῇ ἰάσει ἄκρως. τὴν δὲ οὐρὰν κόψας καὶ ἀφεὶς ἐκείνην ζῶσαν βάσταζε, καὶ κύνες οὐ μή σοι ὑλακτῶσι. Περὶ γῆς ἔντερα.
2.8.(1t) Γῆς ἔντερα πᾶσι γνωστά εἰσι. ταῦτα ἁρμόζουσι τοῖς νευροτρώτοις λεῖα ἐπιτιθέμενα· παραχρῆμα γὰρ θαυμαστῶς ὀνίνησι. μετὰ δὲ ἀλφίτων συλλειωθέντα τὰ ἐν τοῖς μαστοῖς ἀποστήματα ἰῶνται, καὶ γάγγλια ἀναλύουσι σὺν μέλιτι λειωθέντα καὶ ἐπιτεθέντα καὶ σκορπιοπλήκτους ἰῶνται, καὶ δῆγμα ζμυραίνης θαλασσίας. σὺν οἴνῳ δὲ λεῖα ποθέντα λαθραίως λίθους θρύπτουσι καὶ δυσουρίαν ἰῶνται. γάλα δὲ πολὺ ἄγει ταῖς θηλαζούσαις, ὡς εἴρηται ποθέντα. ὀδονταλγίαν δὲ ἐπιτεθέντα πάνυ θεραπεύουσι. σὺν δὲ ναρδίνῳ ἢ ῥοδίνῳ ἐλαίῳ θερμανθέντα ἢ βουτύρῳ μέχρι τακῶσι, καὶ ἐνσταζόμενα τοῖς ὠσὶν ὠταλγίας ἰῶνται. καυθέντων δὲ ἡ τέφρα λειωθεῖσα σὺν οὔρῳ παρθένου καὶ ἐπιχρισθεῖσα ταῖς θριξὶν οὐκ ἐᾷ λευκανθῆναι αὐτάς. ξηρὰ δὲ μετὰ ἀρτεμισίας λεῖα ἐπιτιθέμενα τῷ ὀμφαλῷ ἔλμινθας κατάγουσι. σὺν δὲ ἀφεψήματι ἠρυγγίου καὶ δικτάμου λεῖα πινόμενα δυσουρίαν παύουσι. Εἰς δὲ τὰ βρώματα τῶν μυλῶν ἐντιθέμενοι ἐξαίρουσιν αὐτὰς ἀνωδύνως, ὥστε ἀκολουθεῖν ἀπὸ τῆς ῥίζης τὴν μύλην τῇ χειρὶ ἐκριζωμένην. μετὰ δὲ κηρωτῆς γινομένης λείας διὰ ὠῶν, ἐπιτεθέντα ποδάγραν ἰῶνται. Τὰ τῆς γῆς ἔντερα καὶ πᾶσαν τὴν ἀπὸ σιδήρου ἢ λίθου ἢ ἑτέρου τινὸς πληγὴν κολλᾷ καὶ μάλιστα ἐν τοῖς νευρώδεσι καὶ δυσκολλήτοις μορίοις, οἷα χείλεσιν ἢ ῥινός, ἢ ὠτὸς καὶ τὰ ὅμοια. πινόμενα δὲ ὅσον εʹ ἢ ζʹ σὺν γλυκεῖ οὔρησιν κινεῖ, καὶ ἑλμινθῶν γένος ἅπαν ἐκβάλλει ὁμοίως πινόμενα ἕως βούλει. τὴν δὲ πλατεῖαν ἕλμινθα ἐκβάλλει μετ’ ὀξυμέλιτος πινόμενα. καὶ ἴκτερον καὶ τὸ δυσίατον καθαίρει δι’ οὔρου. ὁμοίως μετὰ γλυκέως πινόμενα εʹ ἢ ζʹ καὶ καθ’ ἑαυτὰ καὶ μετὰ σμύρνης τρωγλίτιδος ὅσον τερεβίνθου μέγεθος· χρῶ θαρρῶν· γῆς ἔντερα οὐγ. ϛʹ, ῥοδίνου λίτρον αʹ. καὶ ὀδύνας ὀδόντων παύει τῶν κατ’ ἀλλήλων τῷ ὀδυνομένῳ ἐπὶ ὀδόντος θερμὸν τὸ ἔλαιον ἐκχεόμενον. καὶ ὑποθυμιώμενα καὶ ἀπ’ ἀνθράκων παύει τὰς ὀδύνας τῶν ὀδόντων, ἐχομένου τοῦ κάμνοντος τὸν καπνὸν διὰ χωνῆς εἰς τὸν ὀδυνώμενον ὀδόντα. μύλας δὲ ἄρσεως δεομένης αἴρει χωρὶς ὀδοντάγρας, κεκαυμένα λεῖα καὶ ἐπιπασσόμενα κατὰ κύκλῳ τοῦ ὀδυνομένου ὀδόντος. δεῖ δὲ προπεριχαράσσειν ἀκριβῶς. Αὐτὰ καὶ καυθέντα ἐπ’ ὀστράκου καὶ ἡ τέφρα αὐτῶν λεῖα προσαγομένη ὡς ξηροκολλύριον μεγάλως ὠφελεῖ ταῖς ἀρχομέναις ὑποχύσεσι· καὶ τοῖς δὲ τριχιῶσι βλεφάροις ὠφελεῖ. προεκτιλάντων ἡμῶν τὰς περιτὰς τρίχας, ἔπειτα καὶ ἐπιπασσόντων διὰ μύλης τοὺς τόπους τῆς τέφρας αὐτῶν κωλύει τὴν τῶν παρὰ φύσιν τριχῶν ἔκφυσιν. λεῖα δὲ ζʹ πινόμενα μετὰ οἰνομέλιτος νήστεις ἐπὶ ἡμέρας πλείους λίθους τοὺς ἐν κύστει ῥίπτει καὶ κατὰ βραχὺ ἐξουρεῖσθαι ποιεῖ. τὰ δὲ ἐντὸς ἀποστήματα ῥήσσει καὶ πρὸς διαχώρησιν ἄγει ποθέντα ζʹ ἢ θʹ πρὸς δύναμιν λεῖα ἐν ὕδατι κυάθων τριῶν. Εἰ δέ τις αὐτὰ ἐναποκείμενα ἐν μέλιτι φυλάττει λεῖα, ἕξει βοήθημα κάλλιστον σκορπιοπλήκτοις. νεύρων δὲ συστροφὰς λύει, ἃ καλοῦμεν γάγγλια, καταπλασσόμενα καθ’ ἑαυτὰ λεῖα. παύει καὶ τὰς ἐν μασθοῖς ἀποστάσεις καθ’ ἑαυτὰ λεῖα καταπλασσόμενα· πυοποιῆ γὰρ ἐπισπᾶται ῥύσει ἐπουλεῖ. ὠφελεῖ καὶ ῥυσιπέλατα κεκαυμένα λεῖα μετ’ ὄξους ἐπιχριόμενα. μεγάλας φλεγμονὰς παύει μετὰ μέλιτος λεῖα ὡς κηρωτῆς ἔχειν πάχος τοῖς τόποις ἐπιτιθέμενα. προϋπόχριε δὲ ῥοδίνῳ τοὺς τόπους καὶ λύε.
2.8.(50) καὶ ῥοδίνῃ δὲ κηρωτῇ λεῖα ἀναλαμβανόμενα μάλιστα τὰς ὀδύνας τῶν ποδῶν παρηγορεῖ. δίδου καὶ ὑδρωπικοῖς ζʹ σὺν οἰνομέλιτι. τοὺς δὲ νεφροὺς ἢ κύστιν ἡλκωμένα ἔχοντα δίδου ἑφθὰ λεῖα μετὰ ἑψήματος κρομμύου· καὶ χοιράδας δὲ κατὰ βραχὺ μειοῖ τοῖς τόποις περιαφθέντα ζῶντα τοσαῦτα τὸν ἀριθμὸν ὅσα εἰσὶν αἱ χοιράδες. ἐν ῥάκει δεθέντα παύει πᾶσαν κεφαλαλγίαν καὶ ἡμικρανίαν ἐπιχριόμενα τοῖς κροτάφοις. Κατώρυχα δέ ἐστιν ταῦτα. προϊόντα οὖν καὶ ἡλιοφανῆ γενόμενα χειμῶνας καὶ ὄμβρους προμηνύει. Περὶ δορκάδος.
2.9.(1t) Δορκὰς ζῷόν ἐστι τετράπουν πᾶσιν ἀνθρώποις γνωστόν. τοῦτο ἐνεργεῖ ἔχον δύναμιν εὐσύλληπτον. ἐὰν οὖν βούλῃ εὐσύλληπτον ποιῆσαι μέγιστον καὶ ἀπαράβατον, ποίει οὕτως: σατυρίου σπέρματος οὐγ. δʹ, χολῆς δορκάδος τὸ ὑγρὸν ὅλον μέλιτος οὐγ. δʹ. ταῦτα λειώσας ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ. ὅταν δὲ χρεία γένηται, δίδου ἐν κροκύδι ἐξ αὐτοῦ ἐν πεσσῷ καὶ συγγενέσθω. καὶ ἐὰν μὲν ἄρρεν θέλῃς γεννηθῆναι, ἄρρενος χολὴν βάλλε· εἰ δὲ θῆλυ, θηλείας. ἔστι γὰρ ἡδονικὸν πάνυ. ἐὰν δὲ ξηρόν ἐστι, ἐπίβαλλε μέλιτος τὸ ἀρκοῦν. Περὶ αἰλούρου ἤτοι κάττας.
2.10.(1t) Αἴλουρος ἤτοι κάττα πᾶσι γνωστή. Ἐὰν οὖν σπασθῇ ἐπιληπτικὸς καὶ πέσῃ χαμαὶ ἢ σκοτωματικὸς ἢ ἀποπληξία λάβῃ τινὰ καὶ κεῖται ὕπτιος ὁ ἄνθρωπος σπαραττόμενος, αἰφνίδιον δὲ ἐπιθήσῃ ἐπ’ αὐτὸν κάτταν ζῶσαν, εὐθέως παύεται τοῦ σπασμοῦ, ἢ τοῦ σκοτώματος, ἢ τῆς ἀποπληξίας· λέγε δὲ τὸ ὄνομα τοῦτο συνεχῶς “κοβελθω”. Ἡ δὲ κόπρος αὐτοῦ μετὰ ἰρίνου μύρου συγχριομένη λεπτοπυρέτια παύει. σὺν δὲ σινάπει καὶ ὄξει ξηρὰ λειωθεῖσα ἀλωπεκίας δασύνει καλῶς. Περὶ ἐλάφου.
2.11.(1t) Ἐλάφων εἰσὶν εἴδη τρία· γνώριμον δὲ τὸ ζῷον. ὁ μὲν καλεῖται πλάτωνις διὰ τὸ ἔχειν κέρατα πλατέα ὑψηλά, ὁ δὲ δεύτερος στρογγύλα κέρατα ἔχων, καὶ τρίτον ἡ θήλεια κεράτων ἄνευ. ταύτῃ οὐ δύναται ὁ ἄρρην μιγῆναι, εἰ μὴ παρὰ πηγήν. ὅταν γὰρ διψᾷ, ζητεῖ πηγήν, καὶ ὡς πίνει τῇ δίψῃ φλεγομένη, τότε ὁ ἄρρην ἐπιβαίνει αὐτήν. ἀναγκαζομένη γὰρ ἐκ τῆς δίψης καὶ τοῦ ποτοῦ ὀρεγομένη οὐ δύναται φυγεῖν. ἐν ἄλλῳ δὲ καιρῷ οὐ καταδέχεται βιβασθῆναι. εὐθέως οὖν συλλαμβάνει. τοῦτο τὸ ζῷον ζῇ ἔτη φʹ, ἐὰν μὴ ἀγρευθῇ, καὶ οὕτως ἰδίῳ θανάτῳ τελευτᾷ. Τοῦ οὖν ἀληθινοῦ ἐλάφου τοῦ ἔχοντος τὰ κέρατα στρογγύλα, ῥινίσματα ἐκ τῶν κεράτων κοχλιάριον αʹ δίδου μεθ’ ὑδρομέλιτος ἐπὶ ἡμέρας ζʹ τῷ ἔχοντι κωλικόν, καὶ τελείως τοῦ πάθους ἀπαλλαγήσεται. ὁμοίως καὶ σὺν ὀξυμέλιτι πινόμενον σπλῆνα τήκει, καὶ ἔλμινθας κτείνει. ἡ δὲ χολὴ αὐτοῦ σὺν μέλιτι ἐπιχριομένη ὀξυωπίαν παρέχει. σὺν δὲ σατυρίῳ προστιθεμένη καὶ ἐν κροκύδι τιθεμένη, πεσσοῦ γινομένου καὶ τιθεμένου τῷ στόματι τῆς μήτρας, σύλληψιν ὁμολογουμένως ἐργάζεται καὶ ἡδονήν. Κέρας δὲ ἐλάφου κεκαυμένον καὶ σὺν οἴνῳ λειούμενον καὶ περιπλασσόμενον ὀδόντας σειομένους ἵστησι. μετὰ δὲ τὸ καυθῆναι καὶ πλυθῆναι πινόμενον ὡσεὶ κοχλιάρια βʹ, δυσεντερικούς τε καὶ κοιλιακοὺς καὶ ἰκτερικοὺς καὶ αἱμοπτοϊκοὺς ὠφελεῖ. σὺν δὲ γάλακτι γυναικείῳ ἀρρενοτόκῳ καὶ ὀφθαλμῶν αἴρει τραχώματα. τὸ δὲ ἧπαρ αὐτοῦ ξηρὸν λεῖον μετὰ ἀρσενικῆς σχιστῆς ἐν πόσει δοθὲν σὺν οἴνῳ ἐν βαλανείῳ βῆχα καὶ κυνάγχην ἄκρως ἰᾶται. ὁ δὲ μυελὸς αὐτοῦ σὺν τῷ ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ἐκρινομένῳ ῥύπῳ πινόμενος θηριοδήκτοις βοηθεῖ, καὶ πάσῃ φαρμακείᾳ ἀντιτάσσεται. ἐπὶ δὲ δέρματος ἐλάφου ἐάν τις καθεύδῃ, οὐ βλαβήσεται ὑπὸ ἑρπετοῦ ἰοβόλου. Περὶ ἐχίδνης.
2.12.(1t) Ἔχιδνά ἐστιν ζῷον συρτὸν πᾶσι γνωστόν. Τοῦτο ζῶν ἀγρευόμενον παρὰ τῶν ἰδιωτῶν, διαιρούμενον μέρους τινὸς τοῦ πρὸς τῇ κεφαλῇ καὶ μέρους τινὸς τοῦ πρὸς τῇ οὐρᾷ ὡς μὴ ἀπομεῖναι τὸ τυχὸν ἀπὸ τοῦ ἰοῦ ἐν τῷ μέσῳ, τὸ λοιπὸν ἐκζέσαντες καὶ διελόντες τὰς σάρκας τῆς ἀκάνθης ἐμβάλλουσιν εἰς χύτραν καινὴν μεγάλην σὺν ἁλσὶ καὶ βάλλουσιν εἰς κάμινον νυχθήμερον ἕως φρυχθῶσιν καὶ μίξαντες βάλλουσιν ἀρώματα. ποιοῦσι πρὸς πᾶσαν νόσον ἀνθισταμένην. αὕτη ἰᾶται ἐλεφαντιῶσιν, λεπροῖς, ποδαγροῖς, ἐπιληπτικοῖς, παραλύτοις καὶ ὅσα ἀπεγνωσμένα πάθη θεραπεύει. Τῆς δὲ ἐχίδνης τὸ στέαρ ὀξυδέρκειαν παρέχει, καὶ ἰᾶται πᾶσαν ἀμβλυωπίαν. οἱ δὲ ὀφθαλμοὶ περιαπτόμενοι πᾶσαν ὀφθαλμίαν ἰῶνται. οἱ δὲ ὀδόντες ὀδονταλγίαν καὶ παίδων ἀνωδύνως ὀδοντοφυΐαν ἐργάζονται. Διώκει δὲ αὐτὴν λίθος γαγάτης. θυμιώμενος καὶ πινόμενος δὲ τὰ ἐξ αὐτῆς δήγματα ἰᾶται σὺν ἐλαφείῳ μυελῷ. Περὶ ἐχίνου χερσαίου.
2.13.(1t) Ἐχῖνος χερσαῖος ὁ καὶ ἀκανθόχοιρος ζῷόν ἐστι μικρόν, πονηρὸν πάνυ. τοῦτον ἀγρεύσας καὶ ταριχεύσας ἔχε ὡς μέγα ἴαμα. τὴν μέντοι χολὴν αὐτοῦ ῥίψον, κακὴ γάρ ἐστι. ἡ δὲ κεφαλὴ αὐτοῦ καεῖσα καὶ σὺν μέλιτι ἐπιχρισθεῖσα ἀλωπεκίας δασύνει. Τοῦ δὲ ταριχευθέντος σώματος μέρος διδόμενον ἐν ποτῷ ξηρόν, ἐπιληψίας, τρόμους, σκοτώματα, κεφαλαλγίας καὶ ὅσα τοιαῦτα ἰᾶται. νεφρούς τε καὶ ἰσχιάδας θεραπεύει. δίδου δὲ οὐγ. αʹ. τὸ μέντοι δέρμα ἰδίως καὲν καὶ λειωθὲν ἀλωπεκίας δασύνει. τὸ δὲ ἄλλο σῶμα ὅλον μετὰ τῶν σπλάχνων χωρὶς τῶν ἐντέρων καὶ τῆς χολῆς ταριχεύσας καὶ ξηράνας, ἔπειτα λειώσας καλῶς ἀπόθου ἐν ἀγγείῳ ὑελίνῳ καὶ δίδου πίνειν σὺν ὀξυμέλιτι οὐγ. αʹ, ἐλεφαντιῶσιν, ὑδρωπικοῖς τοῖς ἀνὰ σάρκα, καὶ ἰαθήσονται. Ὁμοίως δὲ τὸ ἧπαρ καὶ οἱ νεφροὶ καὶ ἡ καρδία καὶ ὁ πνεύμων συνταριχευθέντα τὰ αὐτὰ ἰῶνται. Ἔντερα τοῦ αὐτοῦ ἐχίνου καὶ ῥίζαν μαλάχης καὶ φλοιὸν ἰτέας συμπλασσόμενα ὠφελεῖ τὸ ἐμπαγὲν ἢ ξύλον ἢ ὀστοῦν ἐν οἱῳδήποτε τοῦ σώματος τόπῳ θαυμασίως. Περὶ ζαύρας.
2.14.(1t) Ζαύρα γνωστὴ πᾶσι. ζαυρῶν δέ εἰσι γένη τρία. ἡ μὲν ἡλιακὴ λέγεται, ἡ δὲ χαλκῆ, ἡ δὲ χλωρά. Ἡ οὖν ἡλιακὴ γνωστὴ πᾶσιν. ταύτης τὴν δεξιὰν χεῖρα ἐὰν φορῇ τις περὶ τὸν ἀριστερὸν βραχίονα ἐν χρυσῷ σωληναρίῳ ἔχοντι γεγραμμένον τὸ ὄνομα τοῦτο “εβλουσαυρε”, ἐκφεύξεται πᾶσαν χαλεπὴν νόσον, καὶ οὐ μήποτε πειρασθῆ ἀρρωστίας ὅσον ζῇ χρόνον καὶ φέρει. Οἱ δὲ ὀφθαλμοὶ αὐτῆς ἀφαιρεθέντες ζώσης εἰς ὄνομα τοῦ πάσχοντος πᾶσαν ὀφθαλμίαν ἰῶνται. ἀπολύεται δὲ ἡ ζαύρα ζῶσα. Ἐὰν δὲ μιγνυμένας δύο ἀρσενόθηλυ ἀγρεύσῃς καὶ κόψῃς τὸ μόριον καὶ ξηράνῃς καὶ ποτίσῃς γυναικί, γίνεται φιλία ἄλυτος. καὶ ὅταν βιβάζωσιν, ἐὰν ῥίψῃς ἐπάνω ὀράριον ἢ ῥάκος, ἐστὶν χαριτήσιον μέγα. ἡ δὲ οὐρὰ φορουμένη ἔντασιν ποιεῖ. Ταύτης ἡ κεφαλὴ κεκαυμένη καὶ ἐπιτιθεμένη σκόλοπας ἐξάγει καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἥλους. τὸ δὲ ἧπαρ αὐτῆς κεκαυμένον, ἐπιπασσόμενον ὀδοῦσι βεβρωμένοις ἀνωδύνους ποιεῖ. ὅλη δὲ ἀνασχισθεῖσα ἡ ζαύρα καὶ ἐπιτεθεῖσα σκορπιοδήκτους βοηθεῖ. τὸ δὲ ἧπαρ αὐτῆς ἥλους ἰᾶται καταπλασσόμενον. Ἡ δὲ χολὴ αὐτῆς ἐν οἴνῳ σαπεῖσα ἐπὶ ἡμέρας μαʹ τοῖς ὑπὸ κύνα καύμασι καὶ τρίχας θραύει τὰς ἐν βλεφάροις. ἡ ἡλιακὴ σαύρα τὰ ἴσα δύναται τῇ χλωρᾷ. Τὴν ἡλιακὴν σαύραν ἐὰν τῇ δεξιᾷ χειρὶ ἀγρεύσας ποιήσῃς περόνας βʹ ἢ χρυσᾶς ἢ ἀργυρᾶς καὶ δι’ αὐτῶν τυφλώσῃς τὴν σαύραν, βάλλε εἰς χύτραν ἔχουσαν γῆν παρθένον· εἶτα ἔασαι ἐπὶ ἡμέρας θʹ, καὶ μετὰ ταῦτα ἀνοίξας τὴν χύτραν εὑρήσεις βλέπουσαν τὴν σαύραν. ταύτην μὲν ἀπόλυε ζῶσαν, τὰς δὲ περόνας ποίησον δακτυλίους καὶ φόρει. ἐν μὲν τῇ δεξιᾷ τὴν τὸν δεξιὸν ὀφθαλμὸν ἐκβαλοῦσαν, ἐν δὲ τῇ εὐωνύμῳ τὸν εὐώνυμον, κατακλείσας ἐν αὐτοῖς λίθον ἴασπιν ἔχοντα γλυφὴν σαύραν ἐπὶ κοιλίαν ἡπλωμένην καὶ ὑποκάτωθεν τὸ ὄνομα τοῦτο: “χουθεσουλε”, καὶ φόρει. ἀβλαβὴς γὰρ ἔση ἐξ ὀφθαλμῶν ἐναντίων πάντα τὰ ἔτη σου, καὶ ὀφθαλμιῶντας ἰάσεις τῷ δακτυλίῳ περιάπτων. Κεκαυμένη δὲ ὅλη καὶ μετὰ σκόρδου ἐνωθεῖσα καὶ συντριβεῖσα, σιδηρᾶ βέλη καὶ ἀκίδας καὶ ὅσα ἐκ βάθους φέρει εἰς τὴν ἄνω ἐπιφάνειαν ὡς οὐκ ἄλλο τι. καὶ τριχοποιεῖ αὕτη. Περὶ ἡμιόνου ἤτοι βουρδῶνος.
2.15.(1t) Ἡμίονος ζῷόν ἐστιν πᾶσι γνωστὸν ἐξ ὄνου ἄρρενος καὶ ἵππου θηλείας κυοφορούμενον. Τῆς οὖν μοῦλας ὁ ῥύπος ὁ ἐν τῷ ὠτίῳ ἀσύλληπτον ἄκρως ἐστίν, ἐν δέρματι αὐτῆς περιαφθείς. ἐὰν δὲ τὸν ῥύπον δῷς λάθρα ἐν ποτῷ γυναικί, οὐ συλλήψεταί ποτε. οὕτω δὲ καὶ ἐὰν ἐκ τῆς μήτρας αὐτῆς συνεψήσας μεθ’ ἑτέρων κρεῶν δῴης λάθρα γυναικὶ φαγεῖν, οὐδέποτε συλλήψεται. ὁμοίως καὶ οἱ ὄνυχες αὐτοῦ κεκαυμένοι τὸ αὐτὸ ποιοῦσι. Εἰ δέ τις ἔχῃ ψυγμοκατάρρουν καὶ φιλήσῃ βουρδῶνος τὰς ῥίνας, ἰαθήσεται, εἰ καὶ κόρυζαν ἔχει. ἐὰν δέ τις λάθρα λάβῃ τὸ οὖρον τοῦ βουρδῶνος καὶ συνεψήσῃ κηρῷ καὶ ἐλαίῳ καὶ λιθαργύρῳ, καὶ καταπλάσσῃ ποδαγρῷ, ὁ μὲν ἀσθενῶν ἰαθήσεται, ὁ δὲ βουρδὼν ποδαγριᾷ. καὶ ἐπὶ μὲν ἀνδρῶν βουρδών, ἐπὶ δὲ γυναικὸς μοῦλα. Περὶ θηράφου.
2.16.(1t) Θήραφος ἢ ἀράχνη ὃ καὶ φαλάγγιον λέγεται καὶ καματερή, παρ’ ἐνίοις δὲ σαλαμίνθη. αὕτη ζωΰφιόν ἐστιν μικρόν, ἑξάπουν, ἀράχνας εἰς τοὺς τοίχους ὑφαῖνον, γνώριμον πᾶσι. Αὕτη ληφθεῖσα εἰς ὄνομα τοῦ πάσχοντος καὶ συμμαλαχθεῖσα ἐμπλάστρῳ μετὰ ἐλαίου καὶ ἐπιτεθεῖσα μετώπῳ καὶ κροτάφοις τριταῖον ῥιγοπύρετον ἀπελαύνει. ἐὰν δὲ αὐτὸν ζῶντα βάλῃς ἐν σύριγγι ἢ καλάμῳ καὶ περιάψῃς τραχήλῳ, ἀφημερινὸν ἰᾶται. ἐν ὀλίγῳ δὲ ῥοδίνῳ ἢ νάρδῳ συνεψηθεὶς ὠταλγίαν ἰᾶται καὶ ῥαγάδας τὰς ἐν τοῖς ποσίν. ἡ δὲ ἀράχνη αὐτῆς (ἤγουν ὁ ἰστὸς) ἐπιτιθέμενος αἱμορραγίαν φλεβὸς ἵστησι, καὶ ἀφλέγμονα τὸν τόπον διατηρεῖ. Θήραφος δὲ ὁ ἐν τοῖς δένδροις ἀραχνοποιῶν μέλας καὶ μείζων τοῦ λευκοῦ, λαμβανόμενος εἰς τὸ ὄνομα τοῦ πάσχοντος καὶ περιαπτόμενος, χοιράδας ἀρχομένας ἰᾶται. ὁ δὲ τοῦ λευκοῦ ἱστὸς σὺν τῷ ζῴῳ καλάμῳ βληθεὶς ὀφθαλμίαν παύει καὶ ῥεύματα στέλλει, καὶ ὅσα περὶ τὸν λαιμὸν συμβαίνει. Ἐὰν δέ τις ἐν ὕδατι ἑψήσῃ τὸν θήραφον, ἔπειτα τῷ ὕδατι τούτῳ χρίσῃ κεφαλὴν ἀγρυπνοῦντος, ὑπνώσει. εἰς δὲ τὸ ὕφος τοῦ λευκοῦ εἰ βάλῃς χόνδρον ἅλατος, ἐνθεὶς τῷ τετριμμένῳ ὀδόντι ἰάσει. ἐν ἐλαίῳ δὲ τὴν θήραφον ἀποπνίξας, ἀπὸ τοῦ τοιούτου ἐλαίου κατάχριε τοῖς ἀσπιδοδήκτοις, καὶ εὐθέως ὁ πόνος παύει καὶ ἡ πληγὴ ὑγιαίνει. Ταύτης τὰ ὠὰ ποθέντα τρία μὲν ἐπὶ τριταίου, τέσσαρα δὲ ἐπὶ τεταρταίου, ἐπὶ δὲ ἀφημερινοῦ ἕν, πάντα τύπον πυρετὸν ἀποδιώκουσιν. Περὶ ἵππου.
2.17.(1t) Ἵππος ζῷόν ἐστι τετράπουν, βασιλικόν, ὀξύ, γνώριμον πᾶσι. τούτου γεννηθέντος εὐθὺς πρόσεξον ἵνα πάρῃς τῷ ἐν τῷ μετώπῳ νεφέλιον, ὅπερ οἱ ἱππονόμοι ἱππομανὲς λέγουσιν. φέρων αὐτὸ ἕξεις φορῶν φιλητήσιον μέγιστον. εἰ γὰρ μόνον περιάψῃς τινὶ μετ’ αὐτοῦ, σφόδρα σε ἀγαπήσει. κἂν ἐν ποτῷ ἐμβάψῃς αὐτὸ καὶ δῷς τινι πιεῖν, τὸ αὐτὸ δράσεις· ὁμοίως δὲ καὶ ἐν βρώσει· φιληθήσῃ γὰρ πάντως. Ἡ δὲ χολὴ τοῦ ἵππου καταγλυκαινομένη ἐν μολυβδίνῳ ἀγγείῳ ἰσχυρὰς πράξεις ἀποτελεῖ διδομένη ἐν οἴνῳ ἀνθρώπῳ καὶ ἀνάπαυσιν ἀποτελεῖ. Τῆς δὲ φοράδος τὸ γάλα ἐγχριόμενον μετὰ μέλιτος λευκώματα λεπτύνει. ὄνυξ δὲ αὐτῆς θυμιώμενος νεκρὰ ἔμβρυα ἐκβάλλει, καὶ ὑποκαπνιζόμενος ὠκυτόκιός ἐστιν. ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη ὀξυωπίαν παρέχει. ἡ δὲ κόπρος τοῦ ἵππου ἐπιτιθεμένη αἱμορραγίαν πᾶσαν ἵστησι. Περὶ καμήλου.
2.18.(1t) Κάμηλος ζῷόν ἐστι γνώριμον πᾶσι. Ταύτης ὁ ἐγκέφαλος ξηρὸς μετ’ ὄξους πινόμενος ἐπιληπτικοὺς ἰᾶται. ἡ δὲ χολὴ τῆς καμήλου παγεῖσα ἐν μολυβδίνῳ ἀγγείῳ ἔως οὗ γλυκανθῇ αὐθημερὸν κοσμεῖ ἐν βρώματι καὶ χαριτοῖ. ἄφοδος δὲ αὐτοῦ καεῖσα καὶ σὺν ἐλαίῳ τριβεῖσα ἀλωπεκίας καὶ τριχορροίας τὰς ἀπὸ νόσου ἄκρως ἰᾶται. καταπλασσομένη δὲ ὡς εἴρηται ὑδρωπικοὺς κενοῖ δι’ οὔρων. ξηρὰ δὲ λεία ἐπιπασθεῖσα ἐν ὕδατι καὶ ποθεῖσα δυσεντερικοὺς ἰᾶται. θυμιωμένη δὲ τὰ ἐναντία διώκει. Τὸ δὲ γάλα αὐτῆς οὐ πήγνυται· κἂν καταμιχθείῃ δὲ ἑτέρῳ γάλακτι, κἀκεῖνο ἄπηκτον ποιεῖ. καὶ πινόμενον θερμὸν ἱερὰν νόσον διώκει καὶ βοηθεῖ. καὶ τὰ κρέα ἑφθὰ ἐσθιώμενα ὁμοίως τὸ αὐτὸ δρῶσι. ὁ δὲ μυελὸς αὐτοῦ σὺν ῥοδίνῳ, ἀλειφόμενος τῇ κεφαλῇ ἔμπροσθεν καὶ ὅλον τὸ σῶμα, ἐπιληψίαν ἰᾶται παραδόξως καὶ ὑπὲρ λόγον. Περὶ κυνοποτάμου ἤτοι κάστορος.
2.19.(1t) Κυνοπόταμος ὁ καὶ κάστωρ λεγόμενος γνωστός ἐστι. Τούτου οἱ ὄρχεις, τὸ καλούμενον καστόριον, εἰσὶν ὠφέλιμοι. τοῦτο οὖν λεῖον ἐν πεσσῷ προστεθὲν ἔμμηνα ἄγει. πινόμενον δὲ σὺν ῥύπῳ μοῦλας ἀπὸ τοῦ ὠτίου ἀτόκιόν ἐστιν. σὺν ἀνηθελαίῳ δὲ ἑψηθὲν καὶ ἀλειφὲν νεῦρα χαλᾷ καὶ ψῦξιν ὠφελεῖ. σὺν οἴνῳ δὲ χριόμενον τὰς ὑστερικὰς πνίγας ὀνίνησι. σὺν δὲ πηγανίνῳ ἐλαίῳ ἐνιέμενον κωλικοὺς ἰᾶται. πινόμενον δὲ στομαχικούς, σπληνικούς, ληθαργικοὺς καὶ ὀπισθοτόνους ἄκρως ἰᾶται. εἰς δὲ τὰ κατὰ τὸν πνεύμονα καὶ τὸν ἐγκέφαλον πάθη δι’ εἰσπνοῆς θυμιώμενον μεγάλως ὀνίνησι. τὸ δὲ δέρμα αὐτοῦ φορούμενον εἰς ὑποδήματα ποδαγροὺς ἰᾶται. ἡ δὲ κόπρος αὐτοῦ αἱμόρροιαν ἵστησι γυναικός. θυμιαθεῖσα δὲ ἑρπετὰ διώκει. Περὶ κυνὸς μικροῦ.
2.20.(1t) Κύων ἐστὶ ὃ παρ’ ἡμῖν κυνάριον λέγεται, μικρός, νεογέννητος, ἔτι θηλάζων. ἐὰν συνευνᾶται ἀρρώστῳ διηνεκῶς, πολὺν χρόνον ἔχοντι ἐν τῇ ἀρρωστίᾳ, καὶ συνκοιτάζῃ αὐτῷ ἐπὶ τὸ στῆθος (ἢ γυναικός, ἢ ἀνδρός, ἢ παιδίου) καὶ διόλου συνανάκειται αὐτῷ ἐν τῇ κλίνῃ, ὁ μὲν κύων ἀποθνήσκει, ὁ δὲ ἄρρωστος τῆς χρονίας νόσου ἀπαλλάσσεται. Σπλῆνα δὲ κυνὸς θερμὸν ἐπιθεὶς σπληνικῷ ἐν τῷ σπληνί, ἰαθήσεται. ἡ δὲ κόπρος ξηρὰ λεία ἐν ποτῷ δοθεῖσα ἰκτερικοὺς καὶ δυσεντερικοὺς θεραπεύει. μετὰ μέλιτος δὲ ἐγχριομένη τῷ λαιμῷ καὶ τῷ σώματι συναγχικοὺς ἄκρως ἰᾶται. λαθραίως δὲ ποιεῖ πάντα μὴ ὁμολογῶν τῷ πάσχοντι. πινομένη δὲ ὑδρωπικοὺς ἄκρως ἰᾶται. Λεία δὲ ἡ κόπρος συγχριομένη σὺν ὄξει ὑδροκοίλους καὶ φλεγμονὰς μορίων ἰᾶται. καεῖσα δὲ εἰς ὄστρακον καὶ λειωθεῖσα σὺν ῥοδίνῳ ῥαγάδας τὰς ἐν ἕδρᾳ ἰᾶται, καὶ θυμοὺς καὶ ἐξωχάδας ἐκριζοῖ. σὺν τερεβινθίνῃ δὲ ἐπιτεθεῖσα κονδυλώματα καὶ ἐξωχάδας ἰᾶται. μετὰ δὲ κηρωτῆς καὶ ῥοδίνου ποιεῖ πρὸς ἕλκη ῥυπαρὰ καὶ δυσεπούλωτα, σὺν ἐλαίῳ δὲ πρὸς μελισσῶν καὶ σφηκῶν κρούσματα. Ἐὰν δέ τις τὴν καρδίαν κυνὸς κρατῇ ἐν εὐωνύμῳ χειρὶ ἢ τὴν γλῶτταν εἱλιγμένην ἐν ῥάκει, πάντες κύνες φιμωθήσονται καὶ φεύξονται. Γλαυκοῦ δὲ κυνὸς ἀμφοτέρους τοὺς ὀφθαλμοὺς μετὰ μαγνήτου λίθου καὶ ὀψιανοῦ λίθου ποίησον στιμίαν ὡς ξηροκολλύριον, καὶ ὀψὲ στιβισάμενος ὄψει τὰ ἐν τῷ σκότει γινόμενα. ζῶντος δὲ τοῦ κροτῶνος ἀνατμηθέντος καὶ ἔτι ὄντος θερμοῦ, ἐπιτεθέντος τραχήλῳ καὶ λαιμῷ συναγχικῶν θαυμασίως θεραπεύει, ὡς ἐγὼ πεπείραμαι. Ἐὰν δέ τις ἀσθενῇ καὶ βούλῃ μαθεῖν πότερον ζήσεται ἢ ἀποθανεῖται, λαβὼν ἐκ ζύμης θερμῆς μέρος τι ἔκμαξον τὸ πρόσωπον τοῦ ἀσθενοῦς καὶ τὰς μασχάλας καὶ βουβῶνας καὶ πόδας καὶ χεῖρας καὶ δὸς τὴν ζύμην κυνί τινι φαγεῖν· καὶ ἐὰν μὲν φάγῃ αὐτήν, ἴσθι ὅτι ζήσεται, εἰ δὲ μὴ φάγῃ, θανεῖται. ἡ δὲ ζύμη ἔστω θερμή. Περὶ κυνός.
2.21.(1t) Κύων ζῷόν ἐστι πᾶσι γνωστόν, ταχύτατον, πονηρὸν καὶ φρόνιμον, καὶ μάλιστα ὁ θηρατικός. οὗτος ὅταν ὀστοφαγήσῃ, γίνεται ἡ κόπρος αὐτοῦ θεραπευτικὴ συναγχικοῖς. ξηρὰ δὲ λεία μετὰ σχιστοῦ ἀρσενικοῦ καὶ γάλακτος πινομένη δυσεντερικοὺς ἰᾶται ἔλκη τε παλαιὰ τοῖς πρὸς ταῦτα μιγνυμένη φαρμάκοις, οἷον κηρῷ, μυρσίνῃ, ἐλαίῳ καὶ τερεβινθίνῃ. σὺν δὲ μέλιτι ἀναληφθεῖσα καὶ χριομένη συναγχικοὺς θεραπεύει καὶ φλεγμονὰς παρισθμίων. τοῖς δὲ λυσσοδήκτοις καὶ λυσσιῶσιν ἄκρως βοηθεῖ. Ἡ πυτία δὲ τοῦ ἀρτιγεννήτου κυνὸς βοηθεῖ λυσσοδήκτοις· ὁμοίως καὶ τὸ γάλα κυνὸς θηλαζούσης ἐν κλίνῃ πινόμενον ὅσον κερατίων δέκα καὶ ἐπὶ ἡμέρας ζʹ, κωλυομένου τοῦ πάσχοντος, ποιεῖ ἀΰπνους διατελεῖν. χλιαρὸν δὲ τὸ γάλα ἐνσταζόμενον τοῖς ὠσὶ δυσηκοΐαν θεραπεύει. ὁ δὲ σπλὴν τοῦ κυνὸς σπληνικῷ ἐπιτεθεὶς ἴασιν ἐπάγει. ἐάν τε τὴν καρδίαν αὐτοῦ ἢ τὴν γλῶτταν κρατῇς ἐν τῇ εὐωνύμῳ χειρὶ ἐντετυλιγμένην ἐν ῥάκει, πάντες οἱ κύνες φιμωθήσονται καὶ φεύξονται ἀπὸ σοῦ. Περὶ κροκοδείλου.
2.22.(1t) Κροκόδειλος χερσαῖος πᾶσι γνωστός, ἐστὶ ζῷον τετράπουν, πλατυκέφαλον, μακρόουρον. Τούτου τὴν δορὰν ἐάν τις καύσας καὶ λειώσας ποιήσῃ ξηρίον, ἐπιπάσσῃ δὲ τῷ μέλλοντι καίεσθαι τόπῳ ἢ τέμνεσθαι, ἀνώδυνον αὐτὸν ποιήσει. τὸ δὲ ἀποτηγάνισμα τοῦ κροκοδείλου ἐὰν ἀλείψηταί τις, ὅσας πληγὰς ἂν λάβῃ οὐ μὴ αἰσθήσεται. Οἱ δὲ δεξιοὶ αὐτοῦ ὀδόντες ἀφαιρεθέντες ζῶντος αὐτοῦ ἀφιεμένου καὶ περιαφθέντες ἔντασιν μεγίστην τοῖς ἀνδράσι ποιοῦσιν, οἱ δὲ εὐώνυμοι ταῖς γυναιξίν, εἰ περιαφθῶσιν ἢ συναφθῶσιν, ἀμφότεροι ποιήσουσι τὰ ἀνήκοντα. Ἡ δὲ κόπρος σὺν ὄξει καταχριομένη εἰς πρόσωπον ἀλφοὺς ἀπορρίπτει, σὺν μέλιτι δὲ μιγεῖσα καὶ χρισθεῖσα λευκώματα αἴρει. σὺν ἐλαίῳ δὲ πρόσωπα στίλβει. τὸ δὲ αἷμα αὐτοῦ καταχριόμενον ἀμβλυωπίαν ἰᾶται καὶ ὀξυδορκίαν παρέχει. Ὅλος δὲ ὁ κροκόδειλος καυθεὶς καὶ τεφρωθεὶς καὶ προσμιγεὶς κριθίῳ ἀλεύρῳ καὶ δοθεὶς ἀλόγοις ζῴοις ἵπποις τε καὶ βουσὶ καὶ τοῖς λοιποῖς πάχος ἐμποιεῖ. τινὲς δὲ καὶ ἀνθρώποις παχύνεσθαι οὕτω παρασκευάζουσι. κροκοδείλου τὴν τέφραν ἀλεύρῳ καὶ μέλιτι φωράσαντες διατρέφουσιν ἐξ αὐτοῦ ὄρνιν ἕως ἡμερῶν ιβʹ, μηδενὸς ἄλλου γευομένην· εἶτα θύσαντες καὶ ὀπτήσαντες διδόασιν ἐσθίειν τῷ μέλλοντι παχυνθῆναι, καὶ γίνεται παχύς. πλὴν μηδὲν τῶν τῆς ὄρνιθος καταλειπτέον, μόνον δὲ τὰ ἔνδοθεν αὐτῆς σὺν τοῖς ἐντέροις ῥιπτέον, ἵνα μὴ βλάβης γένωνται πρόξενα. Περὶ λύκου.
2.23.(1t) Λύκος ζῷόν ἐστι τετράπουν, ἄγριον καὶ πονηρόν. Τοῦ οὖν αἵματος αὐτοῦ ὁ πίνων μανήσεται καὶ οὐκέτι σωθήσεται. ὁ δὲ ὀφθαλμὸς αὐτοῦ ποιεῖ ἐπὶ πάσης δίκης νικητικόν, καὶ φάντασμα παντοῖον φεύξεται τὸν φοροῦντα. ἀπελαύνει δὲ πάντα τύπον ῥυγοπυρέτων. δέρμα δὲ λύκου πρόβατον οὐχ ὑπερβήσεται. Τούτου ἡ κόπρος λευκωτάτη ἐστὶν ἡ ἐπί τινων τόπων καὶ θάμνων εὑρισκομένη. αὕτη πινομένη κωλικοὺς θαυμασίως ὀνίνησι. τὸ δὲ ἧπαρ αὐτοῦ ξηρὸν λεῖον ἐπιπασθὲν ἡπατικοὺς ἄκρως ἰᾶται, ὁμοίως καὶ σεληνιακοὺς καὶ μαινομένους. κυνόδοντα δὲ αὐτοῦ ἐὰν περιάψῃς σεληνιαζομένοις ἢ φοβεριζομένοις ἡμέρας καὶ νυκτὸς καὶ ὄνειρα πονηρὰ ὁρῶσι, σωθήσονται. μίγνυται δὲ καὶ τῷ δι’ εὐπατωρίου φαρμάκῳ καὶ δίδοται εἰς πόσιν. τὸ δὲ στέαρ αὐτοῦ καταχριόμενον νεῦρα καὶ ἄρθρα ὠφελεῖ καὶ διαλύει, καὶ ὀπισθοτονικοὺς ἰᾶται. Ἡ δὲ χολὴ αὐτοῦ ἐν δέρματι χρισθεῖσα δίκην ἐμπλάστρου καὶ ἐπιτεθεῖσα ἐπ’ ὀμφαλῷ ἀνθρώπου καθαίρει τὴν γαστέρα αὐτοῦ πλέον παντὸς καθαρσίου. ἡ δὲ καρδία αὐτοῦ ὀπτὴ ἐσθιομένη νῆστις λυκανθρώπους (τοὺς καὶ βαβουτζικαρίους) λεγομένους θεραπεύει, νηστεύσαντας μέχρις ἡμερῶν τριῶν. τὸ δὲ δέρμα αὐτοῦ ἐάν τις ἐργάσηται καὶ ποιήσῃ ὑποδήματα καὶ φορῇ, οὐκέτι πονέσει πόδας ποτέ. Ὁ δὲ δεξιὸς αὐτοῦ ὀφθαλμὸς φορούμενος ἔνδον σὺν τῷ πρώτῳ τῆς οὐρᾶς σπονδύλῳ ὁμοῦ τε καὶ ἰδίως φορούμενοι ἐν χρυσῷ ἀγγείῳ μεγάλας πράξεις ποιεῖ. πᾶν γὰρ τετράποδον ἥμερόν τε καὶ ἄγριον φεύξεται ἀπὸ τοῦ φοροῦντος· καὶ εἰ διέρχεται ἀνὰ μέσον ἀντιπάλων ὁ φορῶν, οὐ φοβηθήσεται, ἀλλὰ μᾶλλον αὐτοὶ τοῦτον φοβηθήσονται. ἔτι τε ποιεῖ τὸ φυλακτὸν τοῦτο τὸν φοροῦντα ἔνδοξον καὶ ἐπιτευκτικὸν καὶ ἔντιμον καὶ νικητικὸν καὶ ἡδὺν καὶ ἐπέραστον τῷ εἴδει καὶ ταῖς γυναιξὶ φιλητὸν καὶ ἐρωτικόν. οὐδὲ γὰρ ἐᾷ οὗτος ὁ ὀφθαλμὸς τὸν φοροῦντα ὀφθαλμιάσαι, ἀλλὰ καὶ τοὺς ἑλκωθέντας ὀφθαλμοὺς ἰᾶται· ὁμοίως καὶ ὁ εὐώνυμος. ἐὰν δὲ ὀστοῦν ἐκ τοῦ τραχήλου τοῦ λύκου περιάψῃς ὀπισθοτονικῷ, ἰαθήσεται. Περὶ λαγωοῦ.
2.24.(1t) Λαγωὸς ζῷόν ἐστι πᾶσι γνωστόν. τούτου τὸ αἷμα θερμὸν ἐπιχριόμενον τοῖς ποσὶ ποδαγροὺς ἄκρως ὀνίνησι. κατὰ δὲ ψυῶν θερμὸν ἐπιβληθὲν νεφριτικοὺς λίαν ἰᾶται. φυραθὲν δὲ σὺν ἀλφίτοις καὶ ἐσθιόμενον δυσεντερικοὺς θεραπεύει καὶ χίμετλα ἰᾶται. τὴν δὲ καρδίαν αὐτοῦ ἐνειλήσας βυσσίνῳ ῥάκει καὶ περιάψας τεταρταΐζοντας ἰάσει ἄκρως. Τούτου ὁ ἐγκέφαλος ἑφθὸς παρατριβόμενός τε καὶ ἐσθιόμενος ἐπὶ τῶν ἐκφυομένων τοῖς παιδίοις ὀδόντων ὠφελιμώτατός ἐστι· ἀνωδύνως γὰρ ποιεῖ φύεσθαι τοὺς ὀδόντας. ὀπτὸς δὲ ὁ ἐγκέφαλος ἐσθιόμενος τρομικοὺς ἰᾶται, καὶ τοὺς ἐνουροῦντας εἰς κοίτην ἀπαλλάττει τοῦ πάθους. Ὁ δὲ πνεύμων αὐτοῦ εἰς λεπτὰ τμηθεὶς καὶ ἐπιτεθεὶς βλεφάροις ὀφθαλμῶν οἰδήματα παύει. οἱ δὲ νεφροὶ ξηρανθέντες καὶ τριβέντες καὶ σὺν πεπέρει ἐν μελικράτῳ ἐπιπασθέντες καὶ ποθέντες νεφριτικοὺς ἰῶνται. ἡ δὲ χολὴ αὐτοῦ μετὰ στέατος ἀλώπεκος σὺν νάρδῳ ἐνσταζομένη κώφωσιν ἰᾶται. ἡ δὲ πυτία αὐτοῦ ξηρὰ λεία πινομένη μετὰ ἀστέρος σαμίου ἢ λημνίας σφραγίδος αἱμοπτοϊκοῖς βοηθεῖ. σὺν δὲ σατυρίῳ ἥ τε χολὴ καὶ ἡ πυτία καὶ ὁ ἐγκέφαλος προστιθέμενα ἐν πεσσῷ σὺν χυλῷ ἀλθαίας ἢ μαλάχης καὶ ἐλαίῳ σύλληψιν ἐργάζεται. σὺν δὲ χυλῷ πράσου καὶ εἰρηνομύρῳ προστεθεῖσα νεκρὰ ἔμβρυα καθέλκει. μετὰ προπόλεως δὲ λειανθεῖσα ἡ πυτία καὶ ἐπιτεθεῖσα ἰοβόλα ἔλκη θηριόδηκτα ἰᾶται. Ἡ δὲ κόπρος αὐτοῦ λεία σὺν οἴνῳ θερμῷ ποθεῖσα ἰσχιαδικοὺς ἰᾶται τοὺς πάνυ ἐσχάτως ἔχοντας καὶ κοιλιακοὺς ὁμοίως. μετὰ πεπέρεως λεία ποθεῖσα νεφριτικοὺς θεραπεύει. Αἱ δὲ τρίχες αὐτοῦ καυθεῖσαι καὶ λειωθεῖσαι καὶ ἐπιπασθεῖσαι τοῖς πυρικαύστοις ἕλκεσι καθαρὰν οὐλὴν ἐμποιοῦσι καὶ τριχοφυοῦσι. μετὰ δὲ λευκοῦ τοῦ ἐν τῷ ὠῷ ἐπιτεθεῖσαι αἱμορραγίαν πᾶσαν στέλλουσιν. πόδας δὲ ζῶντος λαγωοῦ περίαψον εἰς ὄνομα τοῦ πάσχοντος, καὶ ἰάσει ἀρθριτικοὺς χρονίους εἰς ἄκρον, ποδαγροὺς καὶ χειραγρούς. τὸν μὲν δεξιὸν πρὸς τὸν δεξιὸν τοῦ πάσχοντος πόδα, ὁμοίως δὲ καὶ ἐπὶ τὸν εὐώνυμον. Ἐγκέφαλος δὲ λαγωοῦ περιχριόμενος εἰς τὰ οὖλα νηπίων ἀνοδύνως φύειν τοὺς ὀδόντας ποιεῖ. λαγωοῦ δὲ δορὰ καεῖσα πᾶσα σὺν τοῖς ὠσὶ καὶ ὄνυξι καὶ ξηρίον διδόμενον καὶ γινόμενον σὺν κονδίτῳ θερμῷ ληθαργικοὺς ἰᾶται εἰς τὸ παντελές. Ὡς δὲ Βαβυλώνιος ὁ Ἀφρικανός φησιν ὅτι εἰ θέλῃ παιδοποιῆσαι τις, πρὸ τῆς συνελεύσεως τῆς γυναικός, ἤγουν ὅταν μέλλῃ εἰς συνουσίαν ἐλθεῖν, ἐπιχρισάτω τὸ μόριον αὐτοῦ αἷμα λαγωοῦ, καὶ ποιήσει παῖδα ἄρρενα. εἰ δὲ χήνειον στέαρ ἐπιχρίσῃ, ποιήσει θῆλυ. Περὶ μυρμήκων.
2.25.(1t) Μύρμηξ ζῷον μικρόν, ἑξάπουν, γνωστόν ἐστι πᾶσι. Τῶν δὲ μυρμήκων εἴδη εἰσὶν ἑπτά. καὶ γνώριμοι μὲν οἱ κοινοί. οἱ δὲ ἀνδροκέφαλοι καλοῦνται, οἵτινες καὶ τῇ χροιᾷ εἰσι μέλανες. οἱ δὲ λεπτοὶ καὶ ἰσχνοὶ καὶ ξανθοί, οἵτινες λέγονται σκνιπαί. ἄλλοι δὲ μεγάλοι καὶ πτερωτοί, καὶ ἕτεροι ἀρουραῖοι μέσοι, καὶ ἄλλοι ἐνόδιοι μακροί, καὶ ἄλλοι, οἳ καὶ μυρμηκολέοντες λέγονται, μείζονές τε ὄντες τῶν ἄλλων καὶ ποικίλοι· φυσικῶς δέ εἰσιν οὗτοι σαρκοφάγοι τάχιον ἀποθνήσκοντες. Οἱ οὖν κοινοὶ μύρμηκες ἀποκεφαλιζόμενοι καὶ προστριβόμενοι τοῖς βλεφάροις τὰς ἐν αὐτοῖς κριθὰς θεραπεύουσιν. ὁμοίως δὲ καὶ οἱ σιτοφόροι ἀρουραῖοι τὸ αὐτὸ ποιοῦσιν. ἐὰν δέ τις μύρμηκας καθεψήσῃ σὺν ὕδατι ἕως ἐκτριτώσεως τοῦ ὕδατος καὶ καταντλήσῃ τοὺς πόδας ἢ τὰς χεῖρας, τὰς ἐν αὐτοῖς μυρμηκίας ἀποπίπτειν ποιεῖ. Ἐὰν δέ τις μύρμηκας μʹ ἑψήσας μετὰ χυλοῦ ἀσφοδέλου δώῃ τινὶ πιεῖν, ἀνέντατος ἔσται ὅσον ἂν ζῇ χρόνον. Περὶ μυός.
2.26.(1t) Μῦς κατοικίδιος πᾶσι γνωστός ἐστι. Τούτου τὴν κεφαλὴν καύσας καὶ τεφρώσας καὶ σὺν στέατι χοιρείῳ ἢ ἀρκείῳ λειώσας περίχρισον ἀλωπεκίας καὶ ἰάσῃ. ὅλον δὲ τὸν μῦν ἐὰν καύσῃς καὶ λειώσῃς σὺν οἴνῳ καὶ νάρδῳ ἢ ῥοδίνῳ, ὠταλγίας χρονίας παραδόξως χρίσας ἰάσῃ. ζῶντος δὲ τοῦ μυὸς κόψας τὰ ἄκρα αὐτοῦ πάντα καὶ ἐνδήσας περίαπτε τῷ τραχήλῳ, καὶ παύσεις πᾶν ῥίγος. Ἡ κόπρος δὲ αὐτοῦ ὁμοίως τὸ αὐτὸ ποιεῖ· καὶ ταῖς τῶν παιδίων δὲ ἕδραις προστιθεμένη πρὸς ἔκρισιν προτρέπει. λεία δὲ σὺν ὕδατι ἐπιχριομένη μαστῶν σκληρίας καὶ ὀδύνας ἰᾶται τὰς μετὰ φλεγμονῆς. ξηρὰ δὲ ἐπιπασσομένη ἐπὶ ἡμέρας γʹ ἐξωχάδας αἴρει. χρὴ δὲ προκλύζειν αὐτὰς οἴνῳ. σὺν ὕδατι δὲ περιχριομένη λέπρας καὶ λειχῆνας θεραπεύει. Ὅλον δὲ τὸν μῦν ἐὰν καύσῃς καὶ λειώσῃς μετὰ οἴνου καὶ νάρδου ὀλιγοστοῦ καὶ ῥοδίνου καὶ ἐπιχρίσῃς, χρονίαν ποδαλγίαν ἰάσεις παραδόξως. ζῶντος δὲ τοῦ μυὸς ἐὰν κόψῃς πάντα τὰ ἄκρα (ἤγουν ῥῖνα, ὦτα, πόδας, οὐρὰν) εἰς ὄνομα τοῦ πάσχοντος καὶ ἐνδήσας περιάψῃς, πάντα τύπον ἰάσεις ῥιγοπυρέτων χρονίων θαυμασίως. Ἐὰν δὲ μετὰ βελόνης διὰ τοῦ στόματος τούτου διαπεράσῃς ῥάμμα καὶ ἐκβάλῃς ἐπὶ τὴν ἕδραν αὐτοῦ καὶ τὸ ῥάμμα δήσῃς, κωλικοὺς ἰᾶται. Περὶ νεβροῦ.
2.27.(1t) Νεβρός ἐστι τὸ τῆς ἐλάφου γέννημα. Τούτου ὁ ἐν τοῖς ὀφθαλμοῖς εὑρισκόμενος ἔνδοθεν ῥύπος μέγιστόν ἐστιν ἀντιφάρμακον τοῖς δηλητήριον πεποκόσι διδόμενος μετὰ ὕδατος. τὸ δὲ στέαρ αὐτοῦ καταχριόμενον κεφαλῆς ἕλκη ἰᾶται, καὶ ἰχῶρας καὶ πίτυρα μετὰ σταφίδος ἀγρίας χριόμενον καθαίρει. Τὸ δὲ αἰδοῖον τοῦ ἄρρενος ἐλάφου ξηρὸν λεῖον ποθὲν σὺν οἴνῳ ἐχιοδήκτοις βοηθεῖ. μίγνυται δὲ τὸ τοιοῦτον καὶ συνθέτοις βοηθήμασι τοῖς τοῦτ’ αὐτὸ δυναμένοις. Περὶ νυκτερίδος.
2.28.(1t) Νυκτερὶς ζῷόν ἐστιν τετράπουν πτερωτὸν πᾶσι γνωστόν. ἵπταται ὡς χελιδών, τίκτει δὲ ὡς τετράπουν καὶ θηλάζει. Ταύτης τὸ αἷμα ἐὰν ἐπιχρίσῃς προεκτίλας τὰς τῶν βλεφάρων τρίχας, οὐκέτι ἄλλαι φυήσονται. ἐὰν δὲ τὴν κεφαλὴν αὐτῆς ἐνθήσῃ εἰς σκυτίδα μέλαιναν καὶ περιάψῃ ἀριστερῷ βραχίονι, οὐ νυστάξῃ οὐδὲ κοιμᾶται ἕως οὗ φορεῖ αὐτό. Ἀλλὰ καὶ ἡ καρδία αὐτοῦ φορουμένη μεγίστην ἀγρυπνίαν ποιεῖ. ἐὰν δέ τις τὸ αἷμα αὐτῆς κροκύδι δεξάμενος ἀποθῆται πρὸς κεφαλὴν γυναικὸς ἀγνοούσης καὶ συγγένηται αὐτῇ, εὐθέως συλλήψεται. Ἔχει δὲ καὶ ἄλλας πράξεις, ἃς σιωπήσω, οὐ γὰρ δεῖ ἐκλαλεῖν αὐτὰς ἢ δημοσιεύεσθαι. Περὶ ξυλοβάτου.
2.29.(1t) Ξυλοβάτης οἱ δὲ τοιχοβάτην ὃ οἱ πολλοὶ συνήθως σαμαμύθην λέγουσιν, ἕτεροι συληγούδιν, εἶδός ἐστι κορκοδείλου μικροῦ. Τούτου τὸ ἀποτηγάνισμα ἀλειφόμενον ἀπόνους τοὺς μαστιζομένους ποιεῖ. ἔστι δὲ καὶ πράξιμον φίλτρον. ἐσθιόμενοι δὲ ἐφθοὶ ὥσπερ ἰχθὺς οἱ κορκόδειλοι, ἀναιδεῖς καὶ ἀναισχύντους ποιοῦσι τοὺς ἀφυῶς φερομένους. Ἡ δὲ κόπρος αὐτοῦ σὺν μέλιτι ἢ γάλακτι γυναικείῳ ἀμβλυωπίαν καὶ λευκώματα ἰᾶται. ὁμοίως καὶ τὸ αἷμα. ἡ δὲ δεξιὰ μύλη φορουμένη ἔντασιν ποιεῖ, ἡ δὲ εὐώνυμος γυναιξὶν ἡδονὴν ἰσοδυνάμως. Περὶ ὄφεως.
2.30.(1t) Ὄφις θηρίον ἐστὶν πονηρὸν εἰς ὑπερβολήν, ἄπουν, συρόμενον, πᾶσι γνωστόν. Οὗτος ὅταν γηράσῃ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀμβλυθῶσι, θέλει πάλιν νέος γενέσθαι. διὸ καὶ περιπατεῖ νυχθήμερα μʹ ἕως οὗ τὸ δέρμα αὐτοῦ χαυνωθῇ. μεθ’ οὗ ζητήσας καὶ εὑρὼν ἐν πέτρᾳ στενὴν ὀπὴν εἰσέρχεται δι’ αὐτῆς, καὶ τὸ σῶμα ἐκθλίψας ἀποβάλλει τὸ δέρμα αὐτοῦ, μεθ’ οὗ καὶ τὸ γῆρας· γίνεται νέος ἀπολαβὼν καὶ τὸ ὁρᾶν ὀξέως. Τούτου ἡ δορὰ καυθεῖσα καὶ λειωθεῖσα μετὰ ἅλατος καὶ τοῖς ὀδοῦσι χρισθεῖσα ὀδονταλγίαν παύει. ὑποθυμιωμένη δὲ λάθρα πρὸ τῆς ἐλεύσεως ῥίγη χρόνια παύει. ὁμοίως μετὰ ξύλων τῆς ἐλαίας ἀπὸ τοῦ καρποῦ αὐτῆς ἤγουν τῶν ἐλαιῶν ὀστῶν τὸν ἀριθμὸν γʹ ἢ εʹ ἢ ζʹ ὑποκαπνιζομένη ἐσωχάδας καὶ ἐξωχάδας θεραπεύει ὡς οὐδὲν ἕτερον. περιαπτομένη δὲ ἡ δορὰ ἡμικρανίαν βοηθεῖ. κειμένη δὲ ἐν οἴκῳ φυλακτήριόν ἐστιν. Τὰ δὲ ὑπὸ τῶν ὄφεων γινόμενα δήγματα ἰᾶται βάτραχος ὑδρίτης ζῶν, σχισθεὶς καὶ ἐπιτεθείς, καὶ δεθείς. ἐκβάλλει γὰρ εὐθὺς τὸν ἰὸν τοῦ φαρμάκου ἔξω. Περὶ ὄνου.
2.31.(1t) Ὄνος ζῷόν ἐστι τετράπουν πᾶσι γνωστόν. ἔχει δὲ δυνάμεις τοιαύτας. Ἐκ τοῦ ὄνυχος αὐτοῦ τοῦ ἐμπροσθίου δεξιοῦ ποδὸς εἰ ποιήσῃς δακτύλιον ἢ κρίκιον καὶ δώσῃς φορεῖν δαιμονιζομένῳ, σωθήσεται. Τούτου ἡ κόπρος λεία σὺν ἅλατι ἐπιτεθεῖσα πᾶσαν αἱμορραγίαν καὶ θράσεις ἀρτηριῶν καὶ φλεβῶν ἵστησιν. εἰ δέ τις πτύῃ αἷμα καὶ ἐπάρῃ τὸ αἷμα τοῦ ζῴου καὶ βάλῃ τὸν χαλινὸν τοῦ ὄνου πλύνας εἰς αὐτὸ τὸ αἷμα, καὶ ἐξ αὐτοῦ δώσῃ λάθρα μετά τινος ἀρώματος ἐκ τοῦ χυλοῦ τῆς κόπρου τῷ πάσχοντι ἐν βρώματι ἢ πόσει, ἰάσει ἄκρως αὐτόν. Ἀλλὰ καὶ σκορπιοπλήκτοις ὁμοίως τὸ αὐτὸ βοηθεῖ. τὸ δὲ γάλα τῆς ὄνου σὺν μέλιτι ἀκάπνῳ ἐγχριόμενον τὰ γινόμενα κατὰ τοὺς ὀφθαλμοὺς δριμέα ῥεύματα θεραπεύει. ὄνυξ δὲ ὄνου κεκαυμένος σὺν γάλακτι γυναικείῳ ἀρρενοτόκῳ κατενσταζόμενος ὀφθαλμῶν αἴρει τραχώματα. αἷμα δὲ ζῶντος ὄνου μετὰ κροκοδειλίας βοτάνης καὶ ἐλαίου συγχριόμενον τεταρταΐζοντας ἰᾶται. Τὸ δὲ κρίκιον τοῦ χαλινοῦ αὐτοῦ τὸ μικρὸν ὁ ποιήσας δακτύλιον καὶ φορῶν φεύξεται δαίμονας καὶ ἀποστρέφει πυρετούς. ταῖς δὲ γυναιξὶν μεγίστην μοιρικὴν παρέχει. Ἐὰν δέ τις καθεύδῃ ἐπὶ δορᾶς ὄνου, παντοίους δαίμονας οὐ φοβεῖται, οὐδὲ τὴν Γελλὼ καὶ νυκτερινὰ συναντήματα. δάκρυα δὲ ὄνου σὺν ἐλαίῳ σμήξας καὶ πλύνας λύχνον καὶ ἄψας, ὄψει πάντας τοὺς ἐν συμποσίῳ ὀνοκεφάλους καὶ αὐτοὶ τοὺς ἀλλήλους. Τρίχας δὲ ἐκ τῆς πυγῆς τοῦ ὄνου ἐὰν λαβὼν καύσῃς καὶ λειώσας δώσῃς ἐν ποτῷ γυναικί, οὐ παύσεται πέρδεσθαι. λύσις δὲ αὐτῆς· ὄνου θηλείας τρίχας καύσας δίδου πιεῖν ὁμοίως. Εἰ δέ τις ὑπὸ σκορπίου πληγῇ καὶ εἴπῃ εἰς τὸ οὖς τοῦ ὄνου ὅτι “σκορπίος με ἔπληξεν”, ὁ μὲν πληγεὶς ἰαθήσεται, εἰς δὲ τὸν ὄνον ἡ ὀδύνη μεταπεσεῖται. ἔχει δὲ καὶ ἄλλας πράξεις. Περὶ ὄνων.
2.32.(1t) Ὄνοι οἱ ὑπὸ τὰς ὑδρίας, ζωΰφιά εἰσι πολύποδα, ἅπερ ἐν τῷ πιέζεσθαι σφαιροῦνται. Ταῦτα ῥοδίνῳ ἢ νάρδῳ ἑψόμενα ὠταλγίας θεραπεύουσιν. ἐὰν δέ τις βελόνῃ κεντήσας προσαγάγῃ θήγων τοῖς ὀδοῦσιν, ὀδονταλγίαν ἰῶνται, καί εἰσι πολύχρηστοι. Περὶ προβάτου.
2.33.(1t) Πρόβατον ζῷόν ἐστι πᾶσι γνωστόν. τούτου ἡ κόπρος σὺν ὄξει καταχριομένη ἡμικρανίας πόνον παύει καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ δοθιῆνας καὶ ἥλους ἰᾶται. τούτου τὸ στέαρ καὶ ὁ μυελὸς γίνεται σαπώνιον μετὰ στάκτης συκίνης ἢ δρυίνης καὶ ἐλατίνης. προχωρεῖ δὲ εἰς πολλὰς χρείας. Ὁ δὲ κριὸς ἔχει πράξεις τοιάσδε· ἐὰν γὰρ τὸ δεξιὸν αὐτοῦ κέρας πρίσῃς καὶ ποιήσῃς κτένιον, κτενίσῃς δὲ μετ’ αὐτοῦ, ἡμίκρανον θεραπεύει, τὸ μὲν ἀπὸ τοῦ δεξιοῦ κέρατος τὸ δεξιὸν ἡμίκρανον, τὸ δὲ ἀριστερὸν τὸ εὐώνυμον. Τοῦ δὲ ἡλίου ὄντος ἐν κριῷ ἐὰν τὴν κόπρον ξηράνας ἐπιθῇς μετ’ ὄξους ἐπὶ τῶν κεφαλαλγούντων, ἀπαλλάξεις. οἱ δὲ ἐντὸς τῶν κεράτων σκώληκες φιλτροπόσιμόν εἰσι ἀπαράβατον. τὸ δὲ κέρας καπνιζόμενον τὰς ὑστερικὰς πνιγμονὰς ἀνακαλεῖται. Πνεύμων δὲ προβάτου ἐσθιόμενος νῆστις ἀμέθυστον τὸν ἐσθίοντα ἀναδείκνυσι καὶ ὅσον οἶνον πίει τὴν ἡμέραν ἐκείνην, οὐ μεθυσθήσεται. τὸ δὲ ἧπαρ αὐτοῦ ἐν ταῖς παρειαῖς τῶν γυναικῶν ἐπιτεθὲν ζεστόν, εὔχρουν καὶ εὔμορφον ποιεῖ τὸ πρόσωπον. Τὸ δὲ στέαρ αὐτοῦ εἰς πεσσοὺς χρήσιμον. πνεύμων δὲ ἀρνίου ξηρός, λεῖος δοθεὶς ἐν ποτῷ τοῖς ὑπὸ δηλητηρίων φαρμάκων βλαβεῖσιν ἀρήγει. χολὴ δὲ καὶ αἷμα τοῦ ἀρνίου ἐπιληπτικοὺς θεραπεύει. Τοῦ δὲ γάλακτος αὐτοῦ τὸ ἀπάνθισμα καταχριόμενον λοιμικὰ νοσήματα ἀποκαθαίρει. ὁ δὲ ἐγκέφαλος αὐτοῦ ὀπτὸς ἐσθιόμενος καὶ παρατριβόμενος ταῖς τῶν παίδων ὀδοντοφυίαις ἄκρως βοηθεῖ, σύντομόν τε ποιῶν τὴν ἔκφυσιν καὶ ἄνευ πόνου. Τὸ δὲ ἔριον αὐτοῦ μὴ ἐκπλυθὲν ῥυπαρὸν ὂν καὶ ἀποκρουστικὸν χρήσιμόν ἐστι ἐπὶ κεφαλῆς ξεραχώματα. ἀλλὰ καὶ εἰς ἄλλας πληγὰς νεοτρώτους ἐκ βελῶν ἢ πετρῶν γινομένων σὺν οἰνελαίῳ χλιαρῷ ἐπιτεθεὶς ἀφλεγμάντους ταύτας διατηρεῖ. κεκαυμένον δὲ ξηραντικὸν γίνεται ὥστε καὶ τὰς πλαδαρὰς σάρκας ἀπὸ τῶν ἑλκῶν ἀποτήκειν. τὸ δὲ στέαρ αὐτοῦ εἰς πολλὰ ἡγείσθω σοι χρήσιμον. Πνεύμων δὲ ἀρνίου νεαρὸς καταπλασθείς, φύγεθλα ποδῶν καὶ χειρῶν ἰᾶται. τὸ δὲ αἷμα αὐτοῦ ξηρὸν ποθὲν ἐπιληπτικοῖς βοηθεῖ. Περὶ ῥινοκέρου.
2.34.(1t) Ῥινόκερως ζῷόν ἐστι τετράπουν παραπλήσιον ἐλάφῳ ἓν κέρας ἔχον ἐπὶ τῆς ῥινὸς μέγιστον. ἄλλως δὲ οὐκ ἀγρεύεται εἰ μὴ ἐν μύρῳ καὶ εὐμορφίᾳ γυναικῶν εὐστόλων. ἔστι γὰρ ἐρωτικὸν ζῷον. Τούτου ὁ εὑρισκόμενος ἔνδον τῆς ῥινὸς ἢ τοῦ κέρατος λίθος φορούμενος δαίμονας ἀποδιώκει. οἱ δὲ ὄρχεις αὐτοῦ ἢ τὸ αἰδοῖον ποτιζόμενα ἀνδράσι καὶ γυναιξὶ συνουσίαν παρορμᾷ ἀκρότατα. Περὶ συάγρου.
2.35.(1t) Σύαγρός ἐστι χοῖρος ἄγριος. Τούτου οἱ ὄρχεις ξηροὶ καὶ λεῖοι πινόμενοι εἰς ἀφροδίσια παρορμῶσιν. ἡ δὲ κόπρος αὐτοῦ λειωθεῖσα σὺν ὄξει ἐρυσιπέλατα ἰᾶται, καὶ ἡ χολὴ ὁμοίως. οἱ δὲ ὄνυχες αὐτοῦ κεκαυμένοι καὶ σὺν οἴνῳ λειωθέντες καὶ πινόμενοι νήστεις κοιλιακοὺς ἰῶνται. ὁ δὲ ἐγκέφαλος αὐτοῦ σὺν ἀμύλῳ καὶ ῥοδίνῳ λειούμενος καὶ ἐπιχριόμενος ποδαλγικὰς ὀδύνας παραμυθεῖται. Τοῦ δὲ ἥπατος αὐτοῦ τὸ ἄκρον τεμνόμενον, τὸ πρωτόβολον, καὶ σὺν ὕδατι ὀλίγῳ λειούμενον καὶ καταχριόμενον μετὰ πτεροῦ, ἐρυσιπέλατα καὶ ἕρπητας θεραπεύει. ἡ δὲ κόπρος αὐτοῦ θυμιωμένη τριταϊκοὺς ἀπαλλάσσει περιόδους καὶ ὑστερικὰς πνίγας ἰᾶται. τῆς δὲ θηλείας ἡ κόπρος σὺν μέλιτι καταχριομένη λεία, χοιράδας ἰᾶται καὶ πᾶσαν σκληρίαν μαστῶν. ἡ δὲ χολὴ καὶ ἡ πυτία αὐτοῦ πινομένη ποιεῖ πρὸς πάντα τὰ θανάσιμα φάρμακα. ἔστι γὰρ ἀλεξιφάρμακον. Περὶ σαλαμάνδρας.
2.36.(1t) Σαλαμάνδρα ζῷόν ἐστι τετράπουν, μεῖζον σαύρας χλωρᾶς, ἐν θάμνοις καὶ ὕλαις διαιτουμένη. Ταύτης ἡ καρδία φορουμένη ἄφοβον ποιεῖ πρὸς τὸ πῦρ τὸν φοροῦντα καὶ ἄτρομον εἰς πυρκαϊὰν καὶ ἄκαυστον. Τὸ οὖν ζῷον τοῦτο ἢ ἐν πυρὶ ἢ ἐν καμίνῳ ἐμβληθὲν πᾶσαν φλόγα σβέννυσι. καὶ εἴ τις τὴν καρδίαν τούτου περιάψει πυρέσσουσιν, παραυτίκα ἀπέδρα ὁ πυρετός. Εἰ δὲ περὶ τοῖς γόνασι γυνὴ αὐτὴν φορεῖ, οὐδόλως συλλήψεται, οὔτε ἔμμηνα ὁρᾷ. εἰ δὲ ἐν δέρματι μελανῷ αὐτὴν ἐνδήσῃς καὶ περιάψῃς ἀγκῶνι, τριταῖον, τεταρταῖον καὶ πάντα πυρετὸν ἰάσεις. Ταύτης καυθείσης ἡ τέφρα σὺν ἐλαίῳ ἐπιχριομένη, μυρμηκίας χειρῶν καὶ ποδῶν ἀνασπᾶν πέφυκεν. ἔνιοι δὲ καὶ πρὸς ψωρικὰ βοηθήματα ἔτι δὲ καὶ λεπρικὰ καὶ σηπεδονώδη τὴν τοιαύτην κόνιν μιγνύουσιν. Περὶ σκίγγου ζῴου.
2.37.(1t) Σκίγγος ζῷόν ἐστι χερσαῖον ὅμοιον κροκοδείλῳ, ἐν τῇ Μελανίτιδι γῇ εὑρισκόμενον. τούτου τὸ ἄκρον τῆς οὐρᾶς καὶ οἱ δίδυμοι καὶ οἱ νεφροί, πρὸς συνουσίαν διεγείρουσιν τὸ μόριον ἐν ποτῷ δοθέντα. Περὶ τράγου.
2.38.(1t) Τράγος, πᾶσι γνωστός. Τούτου τὸ ἧπαρ ὀπτόμενον μετὰ τοῦ ἰχῶρος νυκτάλωπας ὠφελεῖ ἐνσταζόμενον. τὸ δὲ αἷμα αὐτοῦ ξηρὸν μετὰ κικίδων καὶ βαλανίων ἐν βρώματι ποθὲν ἀποστήματα πεπαίνει. Ὁμοίως κατάκλεισον εἰς σφραγῖδα χρυσῆν δισκοειδῆ, μετὰ γλώσσης βατράχου καὶ κινναμώμου ἢ μόσχου, καὶ συρράψας εἰς δέρμα ἐλάφου περίαπτε ἢ ἐντίθει τοῦτο ἐν ζωδίῳ, καὶ ἔσονται ἐν τῷ τόπῳ ἐκείνῳ θυσίαι ὀνομασταί. τοῦτο ποιεῖ καὶ ὁ κοινὸς ἱέραξ. τοῦτο δὲ πάνυ κρύβε. Τὸ δὲ δέρμα τοῦ τράγου, ἀλλὰ δὴ καὶ τοῦ προβάτου, νεοδαρὲν καὶ ἔτι θερμὸν ὂν περιτεθὲν τοῖς μαστιζομένοις, ἐν τραύμασιν θαυμαστῶς αὐτοὺς ἰᾶται ὡς οὐκ ἄλλο τι. τὸ δὲ λίπος αὐτοῦ τὸ ἐκ τῶν νεφρῶν ἑψηθὲν μετὰ χόνδρου ἢ ὀρύζης χυλοῦ ἐνίεται πρὸς τὰ ὦτα. Τὸ δὲ λάδανον αὐτοῦ τὸ ἐκ τοῦ πώγωνος συναγόμενον ποιεῖ πρὸς ἀλωπεκίας καὶ τριχορροίας, σὺν οἴνῳ καὶ ἐλαίῳ ὀμφακίνῳ. σὺν ὄξει δὲ χριόμενον κεφαλαλγίαν παύει. τὸ δὲ στέαρ μετὰ ἰξοῦ καὶ σανδαράχης λεῖον ἐπιπασθὲν ὄνυξι ψωριῶσιν ἐκριζοῖ. καὶ μόνον τὸ στέαρ τούτου ἐν πολλοῖς ἔστω σοι χρήσιμον. Ἐὰν δέ τις χρίσῃ τράγου μυκτῆρας μύρῳ καὶ τρίψῃ τὴν χεῖρα αὐτοῦ ἐξ αὐτοῦ, ποιεῖ αὐτὸν ἀπὸ ἡδονῆς ἀποσπερματῶσαι. τοῦτο τὸ σπέρμα ἐὰν χρίσῃς ἀνθρώπου μόριον, ἔντασιν ἕξει μεγίστην καὶ ἀκαταμάχητον εἰς γυναῖκας καὶ φοβεράν. Περὶ ταύρου.
2.39.(1t) Ταῦρος ζῷόν ἐστι πᾶσι γνωστὸς καὶ αὐθάδης. Τούτου ἡ χολὴ σὺν ψιμυθίῳ καὶ ὠοῦ τὸ λεπτὸν συλλειωθεῖσα καὶ χρισθεῖσα οὐλὰς ὁμόχρους τῷ λοιπῷ σώματι ποιεῖ. σὺν ὄξει δὲ καὶ κιμωλίᾳ σμηγομένη ἀλφοὺς μελανοὺς ἰᾶται, καὶ φακοὺς ὄψεως. σὺν δὲ χυλῷ σεύτλου καὶ ὀξελαίου πίτυρα κεφαλῆς καθαίρει καὶ φακούς· καὶ ἐφήλεις γυναικῶν καθαίρει †διὰ τῶν ἔξωθεν πεδίων†. οὐκ αὐτὸ γὰρ τὸ ζῷόν ἐστιν ἰσχυρόν, ἀλλ’ ἡ περικειμένη ἐν αὐτῷ δύναμις †ἔσωθεν πεδίων†. καὶ γὰρ ὁ ἄνθρωπος ἐὰν αὐτὸ φορῇ, πάντα γνώσεται. ὁμοίως δὲ καὶ ἡ αἲξ κέρας μὴ ἔχουσα τὸ αὐτὸ δρᾷ ἐὰν αὐτὸ φορῇ ⟦ χρηματίζει ⟧ . ὁμοίως καὶ ἀνδριάντι περιτιθέμενον χρηματίζει, καὶ οἱ ἐπιορκοῦντες ἐξαγορεύουσιν καὶ ὁμολογήσουσι καὶ ἀναθήματα μέγιστα τεθήσονται ἐν τῷ τόπῳ ἐκείνῳ. Λαβὼν οὖν τὸν ἱέρακα τὸν πελάγιον ἀπόπνιξον ὕδατι ὀμβρίῳ. ὁμοίως καὶ ἔποπα πνίξον ἐν τῷ ὕδατι καὶ βαστάζων αὐτῶν τοὺς ὀφθαλμοὺς θεράπευσον σμύρνῃ καὶ κρόκῳ καὶ ξήρανον αὐτοὺς ἐν σκιᾷ, ἄνευ ἡλίου. τὰ δὲ σώματα αὐτῶν θάψον ἐν τῇ γῇ ἐν τόπῳ, ὅπου ἐστὶν ὁ φορῶν εἴτε ἄνθρωπος εἴτε ἄλλο τι. λαβὼν 〈δὲ〉 τοὺς ὀφθαλμοὺς φόρει. Αὕτη δὲ ἡ χολὴ σὺν μέλιτι καταχριομένη στομαχικοὺς ἄκρως ἰᾶται καὶ βοηθεῖ. σὺν δὲ ἰρίνῳ μύρῳ διπλῇ μιγεῖσα καὶ ἐν πεσσῷ προστεθεῖσα, ἔμμηνα ἄγει πολλὰ αὐθημερόν. σὺν δὲ ἀμαρακίνῳ μύρῳ καὶ ἐλλεβόρῳ προστεθεῖσα ἔμβρυα νεκρὰ καθέλκει. καθ’ ἑαυτὴν δὲ περιχρισθεῖσα τῷ δακτύλῳ ἢ τῷ ὀμφαλῷ πλεῖον κλυστῆρος κενοῖ τὴν γαστέρα. σὺν δὲ ἀρτεμισίᾳ καταπλασσομένη τῷ ὀμφαλῷ ἕλμινθας κτείνει. Ἡ δὲ κόπρος αὐτοῦ τὰς ἀπὸ μυκτήρων αἱμορραγίας στέλλει, καὶ ἀλωπεκίας δασύνει, καὶ τὰς ῥεούσας τρίχας ἐκ νόσου ἴστησι. τὸ δὲ αἷμα αὐτοῦ ξηρὸν πινόμενον ἀποστήματα πεπαίνει καὶ δυσεντερίας ἰᾶται. τὸ δὲ κέρας αὐτοῦ καυθὲν καὶ λειωθὲν καὶ ποθὲν σὺν ὕδατι ῥοῦν γυναικεῖον ἵστησι. καυθὲν δὲ καὶ λειωθὲν σὺν ὀμφακίνῳ ἐλαίῳ καὶ ἀλειφὲν πολιὰς τρίχας μελαίνει. ἔστω δὲ μελανοῦ ταύρου. Ὅταν δὲ ἀποθάνῃ ταῦρος, εἰς ἡμέρας ζʹ ποιεῖ σκώληκας, οἵτινες εἰς καʹ ἡμέρας γίνονται μέλισσαι ποιοῦσαι μέλι, ἃς δεῖ συνάγειν ἐν τοῖς σίμβλοις καὶ ἔχειν. Περὶ ὑαίνης.
2.40.(1t) Ὕαινα ζῷόν ἐστι τετράπουν, ἀνήμερον, διφυές. τὸ γὰρ ζῷον τοῦτο γεννᾶται θῆλυ καὶ μετ’ ἐνιαυτὸν γίνεται ἄρρεν. εἶτα πάλιν μετ’ ἄλλον ἐνιαυτὸν γίνεται θῆλυ. καὶ ὁτὲ μὲν βιβάζει, ὁτὲ δὲ βιβάζεται καὶ κυεῖ καὶ μασθοδοτεῖ. ἔχει δὲ δυνάμεις τοιαύτας. Ἡ χολὴ τοῦ ζῴου τούτου γλυκεία ὑπάρχουσα ἐνεργεῖ. σκευάζεται δὲ δι’ αὐτῆς ἐπίδειξις μεγίστη. τὸ δὲ σύνθεμά ἐστι τοιοῦτον: γλαύκου ἰχθύος ὀφθαλμοὶ καὶ χολὴ ὑαίνης, ὅλον τὸ ὑγρόν. λείου ὁμοῦ πάντα καὶ ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ καλῶς περισκεπάσας. ὅταν οὖν βούλῃ ἔνδειξιν μεγίστην ποιῆσαι, ποίησον οὕτως: λύχνου τεθέντος, ἐὰν στέαρ οἵου βούλει ἑρπετοῦ ἢ τετραπόδου μίξῃς μετὰ βραχέως τοῦ συνθέματος καὶ χρίσῃς †βυβλάριον† ἢ χηνάριον, καὶ δείξῃς τοῖς παροῦσιν ὀψίας λύχνου τεθέντος, δόξουσιν ἐκεῖνοι εἶναι τὸ θηρίον οὗ ἐστιν τὸ στέαρ, εἴτε λέοντος εἴτε ταύρου ἢ ὄφεως ἢ ἑτέρου τινός. ἐὰν οὖν θέλῃς ἐνδείξασθαι στέαρ οἵου θέλεις θηρίου μετὰ ὀλίγου τοῦ συνθέματος, ἐπίθες ἐπ’ ἀνθράκων ἐν μέσῳ τοῦ οἴκου, καὶ φανήσεται τὸ ζῷον οὗ τὸ στέαρ προσέμιξας. τὸ αὐτὸ δὲ ποίει καὶ ἐπὶ πετεινῶν. Ἐὰν δὲ ἀπὸ κύματος θαλάσσης ὕδωρ βραχὺ μίξῃς τῷ συνθέματι καὶ ῥάνῃς ἐν συμποσίῳ πάντες φεύξονται νομίζοντες θάλασσαν ἐν μέσῳ αὐτῶν εἶναι. Ἐὰν δὲ θύσῃς τὴν ὕαιναν σελήνης οὔσης ἐν Διδύμοις ἢ ἐν Παρθένῳ, δώῃς δὲ ἐκ τοῦ πνεύμονος αὐτῆς ἐκζεσμένον λάθρα, σεληνιαζομένους θεραπεύσεις. ἱστόρησα δὲ τοῦτο καὶ ἐθαύμασα ἐπὶ ἐπιληπτικοῦ, πῶς πυκνῶς λαμβανόμενος ὁ ἄνθρωπος οὐκέτι κατέπεσε. δίδου δὲ οὐγ. βʹ ἢ γʹ. ἱστόρησα δὲ καὶ περὶ τοῦ συνθέματος καὶ συνέπραξα ἐν αὐτῷ. Ἔχει δὲ καὶ ἑτέραν σκευασίαν ἡ χολὴ τῆς ὑαίνης, ἥτις ἔχει οὕτως: χολῆς ὑαίνης οὐγ. ϛʹ, λυκίου ἰνδικοῦ οὐγ. βʹ, ὀπὸ βαλσάμου οὐγ. αʹ, σμύρνης οὐγ. γʹ, χυλὸν ἱερακίτιδος βοτάνης (ἔστι δὲ ἀγριοθρίδαξ) οὐγ. ιʹ, πεπέρεως οὐγ. αʹ, μέλιτος οὐγ. ϛʹ ταῦτα λειώσας εὖ μάλα καὶ ποιήσας ὑγροκολλύριον ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ καὶ χρῷ. ποιεῖ γὰρ πρὸς ἀμβλυωπίαν, δικορίαν καὶ εἰς ἀρχὴν ὑποχύσεως καὶ ἀρχὴν νεφελίων καὶ ὅσα περὶ ὀφθαλμῶν καὶ ὀξυωπίαν παρέχει. Ἐὰν δὲ ὑδροφόβῳ ἢ λυσσοδήκτῳ δῷς βραχὺ στέατος τῆς ὑαίνης ἐν βρώματι λάθρα, σωθήσεται. εἰ δὲ τοὺς δύο ὀφθαλμοὺς ζώσης τῆς ὑαίνης ἐξέλῃς καὶ περιάψῃς τοῖς δυσὶ βραχίοσιν ἐν πορφυρῷ ῥάκει, ἀποδιώξεις πάντα φόβον νυκτερινὸν καὶ τὴν Γελλὼ τὴν πνίγουσαν τὰ βρέφη καὶ τὰς λεχοὺς ἐνοχλοῦσαν, καὶ πᾶν δαιμόνιον φεύξεται. Ἡ δὲ γαστὴρ αὐτῆς ξηρὰ κοπεῖσα καὶ μιγεῖσα ἰρίνῳ μύρῳ καὶ ἀλειφομένη θεραπεύει τοὺς χολερικοὺς καὶ τοὺς ἐκ πολλῆς κενώσεως σπωμένους καὶ ἄρθρων ὀδύνας. ὁ δὲ δεξιὸς αὐτῆς ποὺς ἐὰν περιαφθῇ ἐν φιάλῃ καὶ δοθῇ πιεῖν ἐν αὐτῇ λυσσοδήκτῳ ἢ ὑδροφόβῳ, σωθήσεται παραχρῆμα. τὸ δὲ ἧπαρ αὐτῆς ξηρὸν ἐσθιόμενον τεταρταΐζοντας ἰᾶται καὶ τρομικοὺς καὶ καρδιακούς. ἐπὶ πάντων δὲ δίδου λαθραίως. Ἐὰν δέ τις τὴν γλῶσσαν αὐτῆς φορῇ ἐν τῷ ἀριστερῷ ὑποδήματι καὶ πορεύσεται, φιμωθήσονται πάντες κύνες καὶ ἄνθρωποι. ἔστι γὰρ φιμοκάτοχος. ὁ δὲ ἐπίπλους αὐτῆς σὺν ἐλαίῳ τηχθείς, πᾶσαν φλεγμονὴν θεραπεύει. ὁ δὲ ἐκ τῆς ῥάχεως αὐτῆς μυελὸς ἐπαλειφόμενος, πάντα πόνον ψυῶν καὶ ῥάχεως ἰᾶται. στέαρ δὲ ἐκ τῶν ὀστῶν τῆς ὀσφύος αὐτῆς ὑποκαπνιζόμενον ταῖς δυστοκούσαις ὠκυτόκιόν ἐστιν μέγιστον.
2.40.(50) ἡ δὲ ὑαίνειος κύστις ξηρά, λεία, σὺν οἴνῳ ποθεῖσα, τοὺς ἐνουροῦντας παῖδας αὐτομάτως τοῖς στρώμασι καταπαύει. Ἐκ δὲ τοῦ δέρματος αὐτῆς ὀλίγον περιαφθέν, ἢ ὑποδήματα ἐξ αὐτοῦ γινόμενα καὶ φορούμενα, θεραπεύει ποδαγρούς, γοναγρούς, χειραγρούς, ἀρθριτικούς, καὶ πάντα ῥευματισμόν, καὶ ἀλγήματα νεύρων παραχρῆμα παύει. ἡ δὲ χολὴ αὐτῆς ἐν τῷ μετώπῳ χριομένη καὶ τοῖς βλεφάροις πάντα ῥευματισμὸν ὀφθαλμῶν ἵστησι καὶ ὀφθαλμίαν παύει. μετὰ δὲ μέλιτος ἐγχριομένη ὀξυωπίαν παρέχει. δορὰ δὲ ὑαίνης κύνας διώκει πρὸ θυρῶν κρεμαμένη καὶ πᾶσαν ἐπιβουλὴν ἀποστρέφει. Περὶ φώκης.
2.41.(1t) Φώκη ζῷόν ἐστι τετράπουν, ἔνυδρον, ἀμφίβιον χεῖρας ἔχουσα ὁμοίας ἀνθρώπου, πρόσωπον δὲ μόσχου βοός. γεννᾷ ὥσπερ τὰ τετράποδα καὶ θηλάζει. ἔχει δὲ δυνάμεις πολλάς. Ταύτης ἡ πυτία καστορίου δύναμιν ἔχει. ὁ δὲ ἐγκέφαλος αὐτῆς πινόμενος σεληνιαζομένους ἰᾶται, καὶ ἱερὰν νόσον θεραπεύει. ἡ δὲ κεφαλὴ καυθεῖσα καὶ μετὰ κεδρίας λειωθεῖσα, ἀλωπεκίας καὶ πᾶν πάθος ἰᾶται. ὁ δὲ πνεύμων ξηρὸς σὺν οἴνῳ πινόμενος πᾶσαν μανίαν καὶ ἐπιληψίαν ἰᾶται. ὁ δὲ δεξιὸς αὐτῆς ὀφθαλμὸς φορούμενος ἐν ἐλαφείῳ δέρματι ἀξιέραστον καὶ ἐπιτευκτικὸν ποιεῖ τὸν φοροῦντα. ἡ δὲ καρδία φορουμένη, ὁμοίως καὶ ἡ πυτία πᾶν μὲν χαλεπὸν ἀποστρέφουσιν, πᾶν δὲ ἀγαθὸν ἐπιφέρουσι τῷ φοροῦντι. Ἐὰν δὲ τὰς ἐν τῇ ῥίνῃ αὐτῆς τρίχας ἐν ἐλαφείῳ δέρματι δήσας φορῇ, τὰς μεγάλας καὶ τραχείας λέγω, καὶ εἰσελεύσεται ἀνὰ μέσον πολεμίων, πάντες αὐτὸν ὡς φίλον ἀσπάσονται. ἡ δὲ γλῶσσα ὑπὸ τὰ ὑποδήματα φορουμένη νίκην παρέχει. τὸ δὲ στέαρ πᾶσαν φλεγμονὴν καὶ ὀδύνην ἄρθρων αἴρει. καὶ παῖδας τοὺς εἰς τὸ φώκιον ἐπαγομένους καταχριόμενον θεραπεύει. Ἡ δὲ δορὰ ζωννυμένη νεφροὺς καὶ ἰσχία θεραπεύει. αἱ δὲ σάρκες ἐσθιόμεναι καὶ τὸ αἷμα σὺν οἴνῳ πινόμενον ξηρόν, λάθρα, πᾶσαν ἐπιληψίαν καὶ μανίαν καὶ σκότωσιν καὶ πᾶν πάθος ἰᾶται. ὁμοίως καὶ τὸ ἧπαρ καὶ ὁ πνεύμων καὶ ὁ σπλὴν ξηρὰ ἐν ποτῷ ἐπιπασσόμενα τὰ ὅμοια ἰῶνται καὶ πᾶν πάθος. τὰ δὲ ὀστᾶ ὑποθυμιώμενα ὠκυτόκιά εἰσιν. ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη πᾶσαν ὀφθαλμίαν ἰᾶται. ἡ δὲ γλῶσσα ὑπὸ τοῖς ὑποδήμασι φορουμένη φιμοκάτοχός ἐστι. τὸ δὲ δέρμα ἐάν τις ἐργάσηται ὑποδήματα καὶ φορῇ, οὐκ ἀλγήσει ποτὲ τοὺς πόδας. ἡ δὲ κόπρος αὐτῆς περισσοσαρκίαν ἀποτήκει, καὶ ἄλλα τινὰ ποιεῖ. ὁ δὲ ἐγκέφαλος πινόμενος ἱερὰν νόσον θεραπεύει. Ἐὰν δέ τις τὴν καρδίαν τῆς φώκης καὶ τὸ ἄκρον τῆς γλώσσης καὶ τρίχας τῆς ῥινὸς καὶ τὸν δεξιὸν ὀφθαλμὸν καὶ τὴν πυτίαν ἐνδήσῃ ἐν ἐλαφείῳ δέρματι ἢ φωκείῳ καὶ φορῇ, ἔσται νικῶν πάντας ἐν πολέμῳ, ἐν γῇ καὶ θαλάσσῃ. φεύξεται δὲ αὐτὸν πᾶσα νόσος καὶ πάθος καὶ κλιμακτῆρες καὶ πᾶς δαίμων καὶ τὰ θηρία. ἔσται δὲ πλουτῶν καὶ εὐδαιμονῶν καὶ ποθητός. Περὶ φρύνου βατράχου.
2.42.(1t) Φρῦνός ἐστιν εἶδος βατράχου χλωροῦ, ἐν τῇ χερσαίᾳ διατρίβων. οὗτος ἐὰν πτύσῃ ἄνθρωπον, εὐθέως ὀλομάδιστος γίνεται. τὸ δὲ αἷμα αὐτοῦ δηλητήριόν ἐστι τριχῶν. φρῦνοι δὲ πολλοὶ ἑψηθέντες ζῶντες ἐν ἐλαίῳ μετὰ θύμου κόμης καὶ πρασίου καὶ σκύλλης ἕως τριῶν ἡμερονυκτίων εἰς κάμινον λουτροῦ ποδαγροὺς ἰῶνται παραδόξως. Τὸ δὲ ἧπαρ αὐτοῦ ἐάν τις λειώσας ἐπιβάλλῃ εἰς ὅπερ λούεται ὕδωρ, ἀπορρυήσονται βλεφάρων αἱ τρίχες. Ἐὰν δὲ τὸν φρῦνον βάλῃς εἰς χύτραν καινὴν καὶ περισπιλώσῃς ἕως ἂν ἀπανθρακωθῇ, τούτου ἡ τέφρα μετὰ ὄξους σμηχομένη πᾶσαν αἱμορραγίαν ἵστησιν ἀνδρῶν τε καὶ γυναικῶν ἀπό τε νεφρῶν καὶ ὑστέρας καὶ ῥύσιν φλεβός, καὶ ἀρτηρίας παύσεται τομήν, καὶ ἁπλῶς εἰπεῖν, ὅπου αἱμορραγία γίνεται. εἰ δὲ δοκιμάσαι θέλεις, λαβὼν μάχαιραν ἐπίχρισον ἐκ τῆς τέφρας καὶ σφάξον τετράποδον οἷον θέλεις, καὶ ἐξ αὐτοῦ αἷμα οὐ ῥεύσει. Περὶ χαμαιλέοντος.
2.43.(1t) Χαμαιλέων ἐστὶ ζῷον ἑοικὼς κροκοδείλῳ· ἑκάστης ὥρας τῆς ἡμέρας χροιὰν ἀλλάσσει. ἔχει δὲ τὸ πρόσωπον λέοντος, τοὺς δὲ πόδας καὶ τὴν οὐρὰν κροκοδείλου, χροιὰν δὲ ποικίλην. τούτου ἀπὸ τῆς κεφαλῆς ἕως τῆς οὐρᾶς τέταται ἓν νεῦρον στερεόν, ὅπερ ἀναιρεθὲν εἰς ὄνομα τοῦ πάσχοντος καὶ περιαφθὲν τραχήλῳ ὀπισθότονον θεραπεύει. Ἡ δὲ χολὴ αὐτοῦ γλυκανθεῖσα κοσμεῖ αὐθημερόν. τὰ δὲ ἄλλα πάντα μέλη ἐξ ἴσου δρῶσιν, ὅσα ἡ φώκη καὶ ὕαινα. σὺν δὲ ῥίζῃ χαμαιλέοντος χόρτου φορουμένη ἢ κρατουμένη ἡ γλῶσσα αὐτοῦ καὶ βουγλώσσου, φιμοκάτοχόν ἐστιν μέγιστον πρὸς ἐχθρούς. Περὶ χοίρου ἡμέρου.
2.44.(1t) Χοῖρος, ὁ καὶ ὗς καὶ σῦς καὶ μονιὸς καλούμενος πᾶσι γνωστός ἐστι. Τούτου ὁ πνεύμων τὰ ἐξ ὑποδημάτων παρατρίμματα θεραπεύει. τὸ δὲ οὖρον τῶν εὐνούχων ὑῶν ῥυπτικὸν λίαν ὑπάρχει. ὃ καί τινες ἐν λοιμῷ πιόντες ἐσώθησαν. λέπρας τε καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν καὶ ἰχῶρας καὶ πίτυρα θεραπεύει, καὶ τὰ προσπταίσματα τῶν ποδῶν ποιεῖ ὥστε μὴ φλεγμαίνειν. Ἡ δὲ χολὴ καὶ τὸ στέαρ σὺν ἀμυγδαλίνῳ ἐλαίῳ ἐνσταζόμενα ὠταλγίαν παύουσιν. ὁ δὲ ἐγκέφαλος αὐτοῦ σὺν μέλιτι ὀπτός, λεῖος ἐπιπλασθείς, ἄνθρακας μαραίνει. σὺν δὲ ἀμύλῳ καταπλασσόμενος ποδάγρας παρηγορεῖ. τὸ δὲ στέαρ τοῦ κάπρου σὺν ῥοδίνῳ ἐλαίῳ λειωθὲν ἐπινυκτίδας καὶ ἰχῶρας θεραπεύει. τὸ δὲ ἧπαρ τοῦ κάπρου, ξηρόν, λεῖον σὺν οἴνῳ πινόμενον, ἑρπετῶν δήγματα ἰᾶται. Περὶ ψύλλου θαλασσίου.
2.45.(1t) Ψύλλος ὁ ἐν αἰγιαλοῖς εὑρισκόμενος ἑψηθεὶς σὺν ῥοδίνῳ ἢ λευκίνῳ ἐλαίῳ ὠταλγίας βοηθεῖ. ψύλλους δὲ θαλασσίους πολλοὺς ἑψήσας ἐν ὕδατι θαλασσίῳ μετὰ ψυλλίου βοτάνης ῥαῖνε ὅπου εἰσὶν ψύλλοι πολλοί, καὶ οὐκέτι ὑπάρξουσιν. ἐὰν δὲ ἁλιεὺς χρᾶται ὡς δελεάσματι τῷ ψύλλῳ, ἐπιτεύξει τῆς ἁλείας. δίδου δὲ δεσμεῖν δορᾷ δελφίνων. Περὶ ψαμμοδύτου.
2.46.(1t) Ψαμμοδύτης ἐστὶν ὁ ἀσφάλαξ, ὡς καὶ ἐν τῷ πρώτῳ στοιχείῳ εἴρηται, ὅτι ὅσα μέλη ἔχει, καὶ δυνάμεις τοσαύτας ἔχει εἰς ὠφέλειαν, ὥστε καὶ ἐπιληψίας καὶ ἀλφοὺς καὶ πόδας καὶ ἐλεφαντιάσεις καὶ ὀφιάσεις θεραπεύει καὶ ὅτι πολύχρηστον καὶ χρηματικόν ἐστιν τὸ ζῷον καὶ πάνυ προσφιλές. Περὶ ὠῶν.
2.47.(1t) Ὠὰ ἀράχνης εὑρισκόμενα ἀρχομένου τοῦ ἔαρος ἐν τοῖς ὁδοῖς, καὶ αὐτοῦ τοῦ φαλαγγίου τὰ ὠά, ἐὰν λάβῃς εἰς ὄνομα τοῦ πάσχοντος καὶ ἐνδήσῃς ῥάκει μελανῷ, καὶ περιάψῃς εὐωνύμῳ βραχίονι, τριταῖον, τεταρταῖον καὶ ἀφημερινὸν ἰᾶται. δεῖ δὲ λαμβάνειν ληγούσης σελήνης καὶ οὔσης αὐτῆς ἐν ἰχθύσιν, ἐν ἡμέρᾳ σαββάτου περὶ ὥραν θʹ. ἐπὶ μὲν ἀφημερινοῦ αʹ, ἐπὶ δὲ ἡμιτριταίου βʹ, ἐπὶ δὲ τριταίου γʹ, ἐπὶ δὲ τεταρταίου δʹ, ταῦτα δὲ περιαπτέον τραχήλῳ ἢ ἀγκῶνι. εἰσὶ δὲ καὶ ὠὰ ὠκυτόκια ὑποθυμιώμενα καὶ περιαπτόμενα. Τέλος δευτέρας Κυρανίδος. Περὶ ὠῶν τῶν ὀρνίθων.
2 47a (1t) Ὠῶν ὀρνίθων τὰ ὄστρακα κεκαυμένα λεῖα σὺν ὀξυμέλιτι πινόμενα κύστιν αἱμορραγοῦσαν ἵστησιν. ὁλόκληρον δὲ τὸ ὠὸν κεκαυμένον ἕως οὗ τεφρωθῇ καὶ σὺν ἀρσενικῇ μαστίχῃ λειούμενον καὶ ἐμφυσώμενον τοῖς μυκτῆρσι ῥινῶν αἱμορραγίαν ἀναστέλλει. Τὸ δὲ λευκὸν τοῦ ὠοῦ σὺν ψιμυθίῳ καὶ ἀμύλῳ καταχριόμενον φλεγμονὴν παρηγορεῖ. νεαροῦ δὲ ὠοῦ τὸ λευκὸν μετὰ πτεροῦ καταχριόμενον κατακαύματα ἰᾶται. σὺν δὲ ψιμυθίῳ καταχριόμενον οὐλὰς μελαίνας λευκαίνει. ὠμὸν δὲ τὸ ὠὸν νῆστις ἐπιρροφώμενον τοῖς ὁδοιποροῦσιν ἀδίψους διατηρεῖ. Ὠὰ δὲ τηγανισμένα σὺν νίτρῳ λειοτάτῳ καὶ κηρῷ ἐσθιόμενα νῆστις κοιλίαν ῥέουσαν ἵστησιν. τὸ δὲ ἐκ τῶν ὠῶν ἐκθλιβόμενον ἔλαιον ὠφέλιμόν ἐστιν ἐπὶ παντοίαις φλεγμοναῖς. ἀποκρουστικὸν γάρ ἐστι τούτων, ὡς οὐκ ἄλλο τι. τοῖς δὲ καθ’ ἕδραν βιασμὸν πάσχουσιν ὠῶν οἱ κρόκοι χωρὶς τῶν λευκῶν λειωθέντες σὺν πίσσῃ ξηρᾷ καὶ ἑψηθέντες πυρὶ καὶ ἐπιρροφώμενοι πολλὴν ὠφέλειαν προξενοῦσι. Τῆς δὲ πέρδικός φασι τὰ ὠὰ ἐσθιόμενα εἰς ἀφροδίσια παρορμῶσι. τὰ δὲ ἀράχνια ὠὰ ὑποθυμιώμενα ἢ περιαπτόμενα ὠκυτόκια γίνεται. Τέλος τῶν χερσαίων ζῴων. Κυρανίδος βιβλίον τρίτον· περὶ ὀρνέων.
3.1.(2t) Περὶ ἀετοῦ. Ἀετός ἐστι βασιλεὺς πάντων τῶν ὀρνέων, τῇ χροιὰ μελανίζων. τούτου ὑπὸ τὸν αἰθέρα ἱπταμένου πᾶν πτηνὸν φρυάσσει. ἔχει δὲ μεγάλας πράξεις, ἃς λέγων οὐ σιωπήσω. Ἀγρεύσας οὖν ἀετόν, ἐρωτικὸν καὶ φιλητὸν 〈ποιεῖ〉 τὸν φοροῦντα τὴν καρδίαν αὐτοῦ καὶ τὸ δέρμα τῆς κεφαλῆς καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰ ἄκρα τῶν μεγάλων πτερύγων καὶ ταῦτα φορῶν εἰς φυλακτήριον, εἰρηνικὸν καὶ φιλητὸν καὶ ἐρωτικὸν ποιεῖ τὸν φοροῦντα. κἂν ἐν μέσῳ πολεμίων ἐμπέσῃ, οὐ μὴ ἀδικηθῇ, οὐδὲ ἀπὸ χειμῶνος ἢ κεραυνοῦ βλαβήσεται, ἀλλ’ ἔσται ἐν πᾶσι χαριέντης καὶ ἡσύχιος. δεῖ δὲ αὐτὴν ἐν τῷ ἰδίῳ δέρματι φορεῖν συρραφεῖσαν ἐν χρυσῷ σωληναρίῳ. ⟦ αὐτὴν ἐμβαλεῖν ⟧ . Ἂν δέ τις ἁλιεὺς ἢ κυνηγὸς βαστάζῃ τὴν κοιλίαν ἢ τὴν κεφαλὴν ἢ τὰ ἄκρα τῶν πτερῶν, οὐδέποτε ἀστοχήσει τῆς ἄγρας ἢ τοῦ κυνηγίου. ἐσθιόμενον δὲ τὸ στρουθίον ὀπτὸν σὺν τοῖς πτεροῖς, δαιμονιῶντας ἰᾶται. ἐν οἴκῳ δὲ κείμενον μάχας στρέφει. Ἀγρεύσας τὸν ἀετὸν καὶ ἐάσας νυχθήμερον ζῶντα, τὴν κόπρον ἣν ῥίπτει εἰς τὸ νυχθήμερον λαβὼν φύλαττε. εἶτα τὴν ἑξῆς, πεδήσας τὸν ἀετὸν καὶ τὸ στόμα αὐτοῦ καθείρξας, λέγε εἰς τὸ οὖς αὐτοῦ· “ὦ ἀετέ, φίλε τοῦ ἀνθρώπου, νῦν θύω σε πρὸς παντὸς πάθους θεραπείαν. ὁρκίζω σε εἰς τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ εἰς τὰ τέσσαρα στοιχεῖα, ἵνα ἐνεργήσῃς μοι ἐφ’ ἑκάστας θεραπείας, ἐν ᾗ προσφέρω σε”. καὶ λαβὼν ξίφος ὁλοσίδηρον καὶ θυμιῶν στύρακα καὶ μέλι, ὑποθεὶς κρατῆρι, ἀπότεμε τὴν κεφαλὴν αὐτοῦ ἐπάνω τοῦ κρατῆρος, ἵνα πᾶν τὸ αἷμα ἐν τῷ κρατῆρι ἐγχυθῇ. εἶτα εὐθὺς ἀναπτύξας καὶ ἀφελὼν ἔτι σπαίρουσαν τὴν καρδίαν σὺν πᾶσι τοῖς σπλάγχνοις ἀπόθου ἐν ἑτέρῳ ἀγγείῳ ἔχοντι οἶνον εὐώδη πρὸς τὸ πῶμα. τὴν δὲ κεφαλὴν πάσσον ἅλατι πολλῷ, ἀφελὼν τοὺς ὀφθαλμοὺς καὶ τὸν ἐγκέφαλον ⟦ παρὰ μίαν ⟧ , τὰ δὲ ἄλλα σπλάγχνα ἀφελὼν ἀπὸ τοῦ οἴνου, σμύρνισον σὺν ἅλατι καὶ ψύγε ἐν ἡλίῳ. τὸ δὲ αἷμα ψύγε ἐμβαλὼν εἰς κάρην. Μαδήσας δὲ τὸν ἀετὸν τὰ μεγάλα πτερὰ τῶν ποδῶν φύλαττε. λαβὼν δὲ τὰ νεῦρα ἀπὸ τῶν μηρῶν, σημείωσαι ποῖα δεξιὰ καὶ ποῖα εὐώνυμά εἰσιν, ὁμοίως δὲ καὶ τῶν πτερύγων ἀπὸ τῶν ὤμων. τὰ δὲ κρέα πάντα εὐωδῶς ὑπ’ ἀρωμάτων πολλῶν σμύρνισον, ὥσπερ καὶ τὰ ἐντὸς καὶ ξήρανον. πάντα δὲ ἔστω σοι κατ’ ἰδίαν πεφυλαγμένα ἐγγράφως. Πρὸς μὲν γὰρ κεφ〈αλ〉αλγίαν, μέγιστον θαῦμα τοῦ ἀετοῦ τῆς κεφαλῆς ὀστέον τῆς κορυφῆς ἐστι, περιαφθὲν τῷ πάσχοντι ἐν δέρματι ἐλάφου. οἱ δὲ κρόταφοι ἡμίκρανον θεραπεύουσιν, ὁ μὲν δεξιὸς εἰς δεξιὸν κρόταφον περιαφθείς, ὁ δὲ λαιὸς λαιῷ. ὁ δὲ ἐγκέφαλος αὐτοῦ μετ’ ἐλαίου καὶ ὀλίγης κεδρίας ἀλειφόμενος, σκοτωματικοὺς καὶ πᾶσαν κεφ〈αλ〉αλγίαν θεραπεύει. Ὁ δεξιὸς δὲ ὀφθαλμὸς αὐτοῦ εἰς ὀθόνην καθαρὰν δεθεὶς καὶ κρατούμενος ἐν τῇ εὐωνύμῳ χειρί, ἐν ταῖς εὐτυχίαις χάριν μείζονα καὶ ἐπιτυχίαν παρέχει· ὁ δὲ εὐώνυμος αὐτοῦ ὀφθαλμὸς περιαφθεὶς ἐν δέρματι ἐλάφου οὐκ ἐᾷ ποτε ὀφθαλμιάσαι τὸν φοροῦντα. Ἐπάνωθεν δὲ τῶν ὀφθαλμῶν τοῦ ἀετοῦ εἰς τὰς ὀφρύας εὑρίσκονται δύο λίθοι, ἀνὰ εἷς ἑκάστῳ ὀφρύι εὑρισκόμενος. οἵτινες ἐνδεθέντες εἰς δέρμα λύκου ἢ φώκης ἢ ὑαίνης ἢ ἀετοῦ καὶ τραχήλῳ φορούμενοι, φυλάττουσι τὸν φοροῦντα ἀπὸ παντὸς πονηροῦ πράγματος καὶ ἐπιβουλῆς δαιμόνων, καὶ θηρίων καὶ ἀνθρώπων.
3.1.(50) πᾶν δὲ ἀγαθὸν ἐπιφέρουσιν. Ἡ δὲ γλῶσσα αὐτοῦ περιαπτομένη ῥάκει ληνῷ, ἀρτηρικοὺς καὶ βηχικοὺς καὶ κιόνιδας καὶ δύσπνοιαν μεγάλως ἰᾶται. τὸ δὲ ἧπαρ αὐτοῦ ξηρὸν λειωθὲν σὺν τῷ ἰδίῳ αἵματι καὶ ὀξυμέλιτι ἐπὶ ἡμέρας δέκα, ἐπιληπτικοὺς ἰᾶται. καὶ ἡ χολὴ αὐτοῦ μετὰ χυλοῦ ἐγχριομένη πρασίου βοτάνης, σμύρνης τε καὶ μέλιτος ἀκάπνου, πᾶσαν ἀμαύρωσιν καὶ ἀμβλυωπίαν καὶ ὑπόχυσιν θεραπεύει, καὶ οὐκ ἐᾷ κακὸν ἐν ὀφθαλμοῖς γενέσθαι. ἡ δὲ καρδία αὐτοῦ ὡς εἴρηται, δοθεῖσα ἐν οἰνομέλιτι καὶ ἀρώμασι σμυρνι〈σ〉θεῖσα ἐπὶ ἡμέρας ζʹ, ἔπειτα εἰς δέρμα λύκου συρραφεῖσα καὶ φορουμένη, οὐδενὶ κακῷ περιπεσεῖν τὸν φοροῦντα ἢ ἀσθενείᾳ ἢ θηρίῳ, ἀλλ’ ἐντυχὼν εὐδαιμονήσει, καὶ ἐπιτευκτικὸς ἔσται. Οἱ δὲ νεφροὶ καὶ δίδυμοι ξηροί, βραχέντες καὶ ἐπιπασθέντες κονδίτῳ, καὶ ἐν ποτῷ διδόμενοι, εἰς πόθον ἐρωτικὸν καὶ φιλίαν ἄγουσι μεγίστην τὸν πιόντα εἴτε ἄνδρα εἴτε γυναῖκα. τῆς δὲ δεξιᾶς πτέρυγος τὸ πτερὸν ἐπιτευκτικόν, εὐπρόσιτον ποιεῖ τὸν κρατοῦντα. τῆς δὲ εὐωνύμου χειρὸς πτερὸν ἐὰν λάβῃ καὶ βάψῃ εἰς ἔλαιον καὶ ἀλείψῃ ἀπὸ τοῦ τένοντος μέχρι τοῦ ἱεροῦ ὀστοῦ δυστοκούσῃ γυναικί, πάραυτα τέξεται. ἡ δὲ κόπρος αὐτοῦ ὑποθυμιωμένη ξηρά, ταῖς δυστοκούσαις ὠφελεῖ, καὶ φθόρια κατάγει. καὶ τὰ κατάλοιπα ἐν τῇ ὑστέρᾳ ἐξάγει ὑποκαπνιζομένη. Τὰ δὲ νεῦρα τοῦ τραχήλου αὐτοῦ καὶ τῆς ῥάχης περιαπτόμενα περὶ τὸν αὐχένα καὶ τὸν σπόνδυλον, πᾶσαν ἀρθριτικὴν διάθεσιν καὶ ὀπισθοτονίαν ἰᾶται. τὰ δὲ νεῦρα τῶν πτερύγων αὐτοῦ ἀπὸ ἔσωθεν ληφθέντα καὶ περιαφθέντα δεξιὸς δεξιῷ καὶ λαιὸς λαιῷ, χειράγρους ὠφελοῦσιν. ὁμοίως τῶν ποδῶν ποδαλγοὺς καὶ γονάτων ἀλγήματα. οἱ δὲ ὄνυχες αὐτοῦ παιδίοις καὶ τελείοις ἀπὸ παντὸς φαύλου καὶ φαντάσματος πονηροῦ καὶ πάσης βλάβης ῥύονται τὸν φοροῦντα. Τὸ δὲ δέρμα αὐτοῦ ἐπιβληθὲν καὶ σὺν τοῖς τρυφεροῖς πτερυγίοις φορούμενον καὶ συνφασκιώμενον ἐν τῇ κοιλίᾳ καὶ τῷ στομάχῳ, κωλικοὺς μεγάλως ὠφελεῖ, καὶ στομαχικοὺς καὶ τοὺς τὸν κωλοστόμαχον ἀλγοῦντας, καὶ πέψιν ποιεῖ. χρηματίζει δὲ ἐν ὕπνοις τὰ μέλλοντα συμβαίνειν. ἐὰν δέ τις μέλλων καθεύδειν ἀετοῦ στόμα πρὸς κεφαλὴν θήσῃ, φανήσεται αὐτῷ ὃ βούλεται. τοσαῦτα μὲν περὶ ἀετοῦ. Εἰ δ’ ἀπορῇς αὐτοῦ ἀετοῦ, γῦπα λαβὼν τῷ ὁμοίῳ τρόπῳ χρῶ, ἔλασσον μέντοι ἔχει. ἔχει δὲ ὁ γὺψ ἰδίας ἐνεργείας. εἰ δὲ καὶ γυπὸς ἀπορήσῃς, ὁ ἱέραξ ἀναπληροῖ τὴν χρείαν, καὶ ἔλαττον ἐνεργεῖ. ἕκαστον δὲ ἔχει ἰδίας δυνάμεις, ὁ δὲ ἀετὸς μείζων πάντων, διὸ καὶ μείζων πάντων ἰσχύει, καὶ αὕτη αὐτοῦ εἰδικῶς ἐστιν ἡ δύναμις. ἀετοῦ δὲ πτερὸν ἐάν τις ὑπὸ τοὺς πόδας θήσῃ δυστοκούσῃ γυναικί, πάραυτα τέξεται. ἅμα δὲ τῷ τεκεῖν ἆρον τὸ πτερόν. Ἀετίτης δὲ λίθος ὁ κρουόμενος καὶ εὐειδής, πυρρὸς τῇ χρόᾳ, φορούμενος φυλάττει τὰ ἐν τῇ κοιλίᾳ βρέφη καὶ οὐκ ἐᾷ ἐκτιτρώσκεσθαι αὐτά. ἐστὶ δὲ καὶ εὐτόκιον. Περὶ ἀετοῦ.
3 1a (1t) Ἀετὸς μέγιστόν ἐστιν ὄρνεον, βασιλεὺς ἁπάντων τῶν πτηνῶν, ἔχων ἐνέργειαν τοιάνδε. Τούτου ἡ χολὴ σὺν χυλῷ πρασίου καὶ ὀπῷ βαλσάμου καὶ μέλιτος λειωθεῖσα καὶ ἐπιχρισθεῖσα, πᾶσαν ἀμαύρωσιν καὶ ἀχλὺν καὶ ὑπόχυσιν ὀφθαλμῶν ἰᾶται. τὰ δὲ πτερὰ αὐτοῦ θυμιώμενα, ληθαργικοὺς καὶ ὑστερικὴν πνιγάδα καὶ φρενιτικὴν ἰῶνται. οἱ δὲ ὄνυχες αὐτοῦ καέντες καὶ λειωθέντες σὺν οἴνῳ παλαιῷ καὶ ἐπιχριόμενοι, σταφυλῆς πόνον θεραπεύουσι. πινόμενοι δὲ τοὺς δεδεμένους ἐν φαρμακείαις λύουσιν. Ἐὰν δὲ γυνὴ τὸν μυελὸν τοῦ ζῴου πίῃ, ἐπιθήσῃ δὲ καὶ ὀλίγον ἐξ αὐτοῦ τῷ τῆς μήτρας στομίῳ, ἀσύλληπτος γίνεται. τὰ δὲ ὀστᾶ αὐτοῦ καέντα καὶ λειωθέντα ἔχε ὡς ξηρίον καὶ ἐπίπασσε. ἰᾶται γὰρ ὠτῶν ἕλκη ἐπιπασσόμενον, καὶ εἰς ὀδονταλγίας ὠφέλιμον γίνεται σὺν οἴνῳ κλυζόμενον. Ἡ δὲ καρδία αὐτοῦ ἑψηθεῖσα καὶ τριφθεῖσα καὶ δοθεῖσα ἐν βρώματι λάθρα ἢ ξηρὰ ἐν ποτῷ γυναιξί, μεγάλην φιλίαν καὶ πόθον ἐρωτικὸν πρὸς τοὺς ἑαυτῶν ἄνδρας ἐμποιεῖ. οἱ δὲ πόδες αὐτοῦ βασταζόμενοι πρὸς τὴν κατ’ ἐχθρῶν νίκην μεγάλως συνεργοῦσιν. 〈Περὶ ἀλκυόνοσ〉.
3.2.(1t) Ἀλκυὼν στρουθίον ἐστὶν εὔμορφον πάνυ, ὑπολαζούριον, χροιὰν ἔχον ποικίλην, παρ’ αἰγιαλοῖς καὶ λίμναις εὑρισκόμενον. τοῦτο εἰς τοὺς αἰγιαλοὺς τίκτει. ὅταν δὲ τίκτῃ τὰ ἑαυτῆς ὠά, γίνεται ὑπὸ τῆς προνοίας μεγάλη γαλήνη εἰς τὴν θάλασσαν ὥστε μὴ ἐγείρεσθαι κύματα· παρὰ γὰρ τὸ χεῖλος τῆς θαλάσσης γεννᾷ ὅπου μάλιστα κλύζουσι τὰ κύματα. ἐσθίει δὲ τὰ μικρὰ ἰχθύδια. ὅταν οὖν νεοσσοποιήσῃ καὶ πετασθῶσι τὰ νοσσία, πάλιν ἡ θάλασσα κατὰ τὸ εἰωθὸς κλύζεται. Τούτου τοῦ ὀρνέου ἐάν τις τοὺς ὀφθαλμοὺς δήσας ἐν ῥάκει θέσῃ πρὸς κεφαλὴν πολλὰ κοιμωμένου, ἀποδιώξει ἀπ’ αὐτοῦ τὸν ὕπνον. ἐὰν δέ τις βαστάζῃ τοὺς ὀφθαλμοὺς πλέων εἰς πλοῖον, οὐ φοβηθήσεται ζάλην ἢ χειμῶνα ἢ οἱονδήποτε ἀνάγκην. κυβερνήτης δὲ πλοίου ἐὰν βαστάζῃ τὰ ὠὰ αὐτοῦ, ἀσφαλῶς καὶ ἀχειμάστως κυβερνήσει τὸ πλοῖον. Ἡ δὲ καρδία αὐτοῦ φορουμένη εὔμορφον καὶ ἐρωτικὸν καὶ φιλητὸν ἐν πᾶσι καὶ εἰρηνικὸν ποιεῖ τὸν φοροῦντα· κἂν ἐν μέσῳ πολεμίων πέσῃ οὐ μὴ ἀδικηθῇ, οὔδ’ ἀπὸ χειμῶνος, οὔδ’ ἀπὸ κεραυνοῦ οὐ μὴ βλαβῇ, ἀλλ’ ἔσται ἐν πᾶσιν ἐπιχαρὴς καὶ ἤσυχος. δεῖ δὲ ἐν τῷ ἰδίῳ δέρματι φορεῖν συρραφεῖσαν καὶ ἐν χρυσῷ σωληναρίῳ αὐτὴν ἐμβαλεῖν. Ἐὰν δέ τις ἁλιεὺς βαστάζῃ τὴν κοιλίαν ἢ τὴν κεφαλὴν ἢ τὰ πτερὰ αὐτοῦ, οὐδέποτε ἀστοχήσει τῆς ἁλείας. ἐσθιόμενον δὲ τὸ στρουθίον ὀπτὸν σὺν τοῖς πτεροῖς ἀποπληξίαν καὶ μανίαν ἰᾶται. ἐν οἴκῳ δὲ κείμενον μάχας στρέφει. Περὶ ἀλέκτορος.
3.3.(1t) Ἀλέκτωρ πτηνόν ἐστι κατοικίδιον πᾶσι γνωστόν. Τούτου ἡ κοιλία καυθεῖσα, τριφθεῖσα τε καὶ ποθεῖσα, δυσεντερικοὺς ἰᾶται. ἐὰν δὲ τοὺς ὄρχεις καὶ τὸ ὀρθοπύγιον συνεχῶς τις ἐσθίῃ, ἔντασιν καὶ πρὸς συνουσίαν τὴν ὁρμὴν ἐγείρει. Ἀλέκτορος παλαιοῦ ὁ ζωμὸς πινόμενος ὑποσύρει τὴν γαστέρα. τὸ δὲ αἷμα αὐτοῦ ἐρυσιπέλατα καὶ χίμετλα ἰᾶται, καὶ τοὺς θαλάσσιον λαγὼ φαγόντας. ἐὰν δέ τις προφαγὼν σκόρδα πίῃ θερμὸν τὸ αἷμα σὺν οἴνῳ, παντοῖον ἑρπετὸν οὐ φοβεῖται. μετὰ δὲ ἀλφίτων φυραθὲν καὶ δοθὲν ὅσον καρύου μέγεθος ὡς ἐπὶ ἡμέρας δέκα φαγεῖν, τοῖς αἷμα ἀνάγουσι βοηθεῖ. Ἡ δὲ χολὴ αὐτοῦ μετὰ χυλοῦ χελιδονίας βοτάνης καὶ μέλιτος ἐγχριομένη ὀξυωπίαν παρέχει εἰς ἄκρον. ἡ δὲ κόπρος αὐτοῦ σὺν ὄξει καταπλασσομένη, λυσσοδήκτους καὶ τραύματα θεραπεύει. μαραίνει δὲ καὶ δοθίνας ἐπιτεθεῖσα σὺν ὄξει. ὁ δὲ ἐγκέφαλος αὐτοῦ σὺν ὄξει, πινόμενος οὐ μετ’ ὄξους ἀλλὰ μετὰ κονδίτου, ἐχιοδήκτοις ἀρήγει. οἱ δὲ ὄρχεις σὺν οἴνῳ ποθέντες, ἀφροδισίαν παρορμῶσι καὶ εὐεξίαν παρέχουσι. Τῆς δὲ κοιλίας ἔσωθεν ὑμὴν ὁ κερατοειδής, ὃν καλοῦσιν ἐχῖνον, οἱ δὲ σιφούκιον, βληθεὶς εἰς οἶνον καὶ ξηρανθεὶς καὶ λεῖος σὺν ἅλατι ποθεὶς ἢ κονδίτῳ, νεφρικοὺς ἄκρως ἰᾶται. ὁ δὲ ἐν τῇ κεφαλῇ λόφος τοῦ ἀλέκτορος μετὰ χονδρολιβάνου καὶ ὀλίγου κέρατος ἐλαφείου φορούμενος, ἀποστρέφει πάντα φόβον νυκτερινόν, καὶ πᾶν συνάντημα φαῦλον, καὶ ἄφοβον ποιεῖ τὸν φοροῦντα. ἡ δὲ κόπρος πινομένη εἰς εὔκρατον τοὺς ἀπὸ μυκτήρων πνιγμοὺς θεραπεύει παραδόξως. Περὶ ἀηδόνος.
3.4.(1t) Ἀηδὼν στρουθίον ἐστὶ γνωστὸν πᾶσι, παρόμοιον χελιδόνι. τοῦτο ἔαρος ἀρχομένου οὐδέποτε παύεται ᾆδον νυκτὸς καὶ ἡμέρας, καὶ λιγυρᾷ τῇ φωνῇ, ὅθεν καὶ τοὔνομα ἔχει διὰ τὸ ἀεὶ ᾄδειν. Τούτου τὴν καρδίαν ἔτι σπαίρουσαν εἴ τις μετὰ μέλιτος καταπίῃ, ἄλλην δὲ καρδίαν τοῦ αὐτοῦ ὀρνέου σὺν τῇ γλώσσῃ φορῇ, ἔσται ἡδύλαλος καὶ εὔφωνος καὶ ἡδέως ἀκουόμενος. ἐὰν δὲ τοὺς ὀφθαλμοὺς ζώσης ἀφελῇ τις καὶ περιάψῃ, ὁ φορῶν οὐδ’ ὅλως κοιμηθήσεται οὐδὲ ὕπνου εὔνοιαν ἕξει, ἕως οὗ φορεῖ αὐτούς. παύουσι δὲ πᾶσαν ἀηδίαν. ἡ δὲ χολὴ χριομένη σὺν μέλιτι, ὀξυωπίαν ἄκρως παρέχει. 〈Περὶ ἅρπησ〉.
3.5.(1t) Ἅρπη ὄρνεόν ἐστιν ἁρπακτικόν, ὅμοιον γυπί, μικρότερον δὲ καὶ ξανθόν. τούτου ἡ γαστὴρ ξηρὰ λειωθεῖσα καὶ σὺν ἀλφίτοις ποθεῖσα δυσουρίαν ἰᾶται, καὶ τοὺς ἐν τῇ κύστῃ λίθους θρίπτει, καὶ εἰλεὸν ἤτοι χορδαψὸν θεραπεύει. πέψιν δὲ ἀκροτάτην ἐργάζεται ἡ γαστὴρ τοῦ ὀρνέου τούτου καὶ ἐσθιομένη καὶ φορουμένη. Περὶ αἰθυίας.
3.6.(1t) Αἴθυια πτηνόν ἐστι θαλάσσιον, ἀκόρεστον, πᾶσι γνωστόν. τοῦτο ἐὰν ὑπαντήσῃ πλοῖον ἀρμενίζον καὶ πτερυξάμενον δύνῃ εἰς τὴν θάλασσαν, προσημαίνει κίνδυνον τῷ πλοίῳ· ἐὰν δὲ ἐπιπτερυχθῇ ἢ ἐπὶ πέτραν στῇ, εὔπλοιαν δηλοῖ. Ταύτης τὸ αἷμα ἀντιφάρμακόν ἐστι πρὸς ἰοβόλα θηρία. ἡ δὲ γαστὴρ ξηρὰ πινομένη, εἴτε φορουμένη πέψιν εἰς ἄκρον καὶ εὐστομαχίαν παρέχει. ἡ δὲ χολὴ σὺν κεδρίᾳ ἐπιχρισθεῖσα, τὰς προεκταλείσας τῶν βλεφάρων τρίχας οὐκ ἐᾷ ἀναφυῆναι. ὅλη δὲ ἡ αἴθυια ταριχευθεῖσα καὶ ἐσθιομένη ἐλεφαντίασιν ἰᾶται. τὰ αὐτὰ δύναται καὶ πρὸς σπλῆνα. τὰ δὲ ὠὰ αὐτῆς δυσουρίαν καὶ νεφροὺς καὶ στόμαχον ἰᾶται. 〈Περὶ βοροῦ〉.
3.7.(1t) Βορὸς ὄρνεόν ἐστι πᾶσι γνωστόν. τοῦτο γάρ ἐστιν, ὃ κορώνην ὀνομάζουσι πάντες. ὑπάρχει δὲ φύσει πονηρόν, αἰθίοπος ἔχον χροιάν. Τούτου ἡ κόπρος σὺν οἴνῳ ποθεῖσα, δύσπνοιαν καὶ βῆχα ἰᾶται. τὸ δὲ αἷμα ξηρὸν ὅσον κοτύλη αʹ σὺν οἴνῳ ποθὲν ὑδρωπικοὺς ἰᾶται. ἡ δὲ καρδία ὀπτηθεῖσα, ἐὰν γυναικὶ λάθρα δοθῇ ἐν βρώσει ἢ ἐν ποτῷ, φίλτρον ἐργάσεται αὐτῇ πρὸς τὸν ἄνδρα. καὶ γυνὴ δὲ καὶ ἀνὴρ ἑτεροφρονοῦντες ἀλλήλοις ἢ ὁ ἕτερος πρὸς τὸν ἕτερον, ἐὰν λάβωσιν αὐτὴν ἐν βρώσει ἢ πόσει ὡς εἴρηται, εἰς ὁμόνοιαν τρέψουσι τὸ μῖσος. Τὸν δὲ ἐγκέφαλον τοῦ ὀρνέου σὺν μέλιτι καὶ σατυρίῳ ἐὰν περιχρίσῃς τὸ αἰδοῖον, μεγίστην ἡδονὴν παρέξει τῷ συνουσιάζοντι πρὸς τὴν γυναῖκα. καὶ πάνυ ἀγαπηθήσῃ παρ’ αὐτῆς, καὶ οὐδενὶ ἑτέρῳ κολληθήσεται πλὴν σοῦ. Περὶ βούφου.
3.8.(1t) Βοῦφον λέγουσίν τινες ὄρνεον φιλάγρυπνον. ἡμέρας μὲν μὴ φαινόμενον, νυκτὸς δὲ πέμπει φωνὰς μεγάλας καὶ βοάς. Τούτου ὁ ὄνυξ εὔστοχός ἐστι καὶ φυλακτικός, περιαφθεὶς ἀνθρώποις ἐν πάσαις συκοφαντίαις. καὶ πρὸς τοὺς προερχομένους εἰς λάφυρα καὶ τοὺς ψευδομένους νικῶσιν. Περὶ γυπός.
3.9.(1t) Γὺψ μέγιστον ὄρνεον καὶ πολύχρηστον, πᾶσι γνωστόν. Τοῦ μὲν νεοσσοῦ τοῦ γυπὸς ἡ χρῆσίς ἐστιν αὕτη. ὀστᾶ ἐκ τῆς κεφαλῆς αὐτοῦ περιαφθέντα ἐν μίτῳ πορφυρῷ περὶ τὸν ἀγκῶνα κεφαλαλγίαν ἰᾶται καὶ χρονίαν σκότωσιν κεφαλῆς. Ὁ δὲ ἐγκέφαλος αὐτοῦ λειωθεὶς σὺν κεδρίᾳ καὶ ἐλαίῳ παλαιῷ, καὶ περιχρισθεὶς τοῖς κροτάφοις πᾶσαν κεφαλαλγίαν ἰᾶται καὶ κάρωσιν. ἡ δὲ χολὴ αὐτοῦ μετὰ μέλιτος καὶ χυλοῦ πρασίου καὶ ὀποβαλσάμου χρισθεῖσα τοῖς ὀφθαλμοῖς ὀξυωπίαν ποιεῖ, ἀλλὰ καὶ ὑπόχυσιν ὀφθαλμῶν θεραπεύει. τὸ δὲ στέαρ μιχθὲν σὺν χοιρείῳ στέατι βοηθεῖ ἀρθριτικοῖς, τρομώδεσι, καὶ ψυγμένοις, ποδαγροῖς, στομαχικοῖς, καὶ παραλυτικοῖς τοῖς ἀπὸ κενώσεως σπωμένοις. Ἡ δὲ καρδία αὐτοῦ ἐν δέρματι δεθεῖσα λύκου καὶ βραχίονι φορεθεῖσα, πᾶσαν αἱμορραγίαν ἵστησι. φεύξεται δὲ πᾶς δαίμων τὸν φοροῦντα, καὶ λησταὶ καὶ θηρία. ἕξει δὲ χάριν πρὸς πάντας ἀνθρώπους καὶ πᾶσας γυναῖκας, καὶ ἐν εὐπορίᾳ βιώσει. ἔσται δὲ καὶ νικητικὸς εἰς πᾶν πρᾶγμα. Τοῦ δὲ μεγάλου γυπὸς ἡ καρδία ἑψηθεῖσα καὶ δοθεῖσα ἐν βρώματι λάθρα, ἢ ξηρὰ ἐν ποτῷ δοθεῖσα γυναιξίν, μεγάλην φιλίαν καὶ πόθον ἐρωτικὸν αὐταῖς ἐμποιεῖ. Ὁ δὲ ἐγκέφαλος αὐτοῦ ὀπτὸς σὺν ἄρτῳ καὶ ἅλατι βρωθεὶς ληθαργικοὺς καὶ νεφριτικοὺς θεραπεύει. τὸ δὲ αἷμα αὐτοῦ ξηρόν, λειωθὲν μετὰ χαμαιλέοντος ῥίζης καὶ κεδρέας καὶ ἐπιχρισθὲν ἐρυσιπέλατα ἰᾶται, καὶ πυρώματα ἰᾶται, μάλιστα μαστῶν ἐπιτιθέμενον ἐπάνω σεύτλου φύλλων. τὰ δὲ ἔντερα αὐτοῦ ἑφθὰ μετὰ ἅλατος βρωθέντα, πόνον κοιλίας καὶ κοιλιακοὺς ἄκρως ἰῶνται. σὺν δὲ τούτοις καὶ ἡ κοιλία βρωθείτω, ἥτις καὶ 〈ἑ〉ψηθείτω ἕως ἂν τακῇ. ἡ δὲ κόπρος αὐτοῦ μετὰ ῥοδίνου τριβομένη καὶ συγχριομένη πυρέσσοντος τὸν τούτου πυρετὸν ἀποδιώκει. αὐτὴν δὲ μόνην τὴν κόπρον ἐὰν ὑποθυμιάσῃς γυναῖκα, αὐτῇ ὑστέραν μεγάλως ὠφελήσεις. ἰᾶται γὰρ αὐτῆς πᾶν πάθος εἰς τὰ ἐντός. ἰᾶται καὶ ὑστερικὴν πνίγα, ἐκβάλλει καὶ τὰ ἔμβρυα, ὠφελεῖ δὲ καὶ μαινομένοις. ἰᾶται καὶ γυναικομανίας. ἡ δὲ δοκιμὴ αὐτῆς ἐστιν αὕτη· ἐὰν θυμιάσῃς τὸν πάσχοντα καὶ ἱδρώσῃ, ἐπ’ ἀληθείας μαινόμενός ἐστιν. εἰ δ’ οὐκ ἄλλο ἐστὶ πάθος. ὁμοίως καὶ ἐπιληπτικοὺς ἐλέγχει. Οἱ δὲ πόδες αὐτοῦ βασταζόμενοι πρὸς εὐτυχίαν λόγων καὶ ἐπίτευξιν πραγμάτων καὶ σιγὴν ἐχθρῶν καὶ νίκην ἀντιδίκων ἄκρως καὶ παραδόξως ποιοῦσι. οἱ δὲ ὄνυχες αὐτοῦ καέντες καὶ λειωθέντες σὺν οἴνῳ παλαιῷ καὶ συγχριόμενοι τὸ σῶμα ὅλον καὶ πινόμενοι πρὸς νίκην ἐχθρῶν ποιοῦσι. τὸ δὲ στόμα αὐτοῦ σὺν τῇ γλώσσῃ αὐτοῦ φορούμενον ποιεῖ πρὸς ὁδοιπορίας νυκτερινάς. ἀπελαύνει γὰρ δαίμονας καὶ θηρία καὶ πᾶν ἑρπετὸν καὶ πᾶν κακόν, καὶ ἁπλῶς εἰπεῖν πᾶσαν νίκην καὶ χρημάτων εὐπορίαν παρέχει καὶ λόγων εὐτυχίαν καὶ αἰτίας εὐλογοῦσα καὶ δόξαν καὶ τιμὴν τῷ φοροῦντι προξενεῖ. φόρει οὖν σὺν τῇ γλώσσῃ καὶ τοὺς ὀφθαλμοὺς τῷ σώματι ἁγνὸς ὤν. Ἐὰν δὲ γυνὴ τὸν μυελὸν τοῦ ὀρνέου τήξῃ καὶ ἀλείψῃ τὴν κοιλίαν αὐτῆς ἐπὶ ἡμέρας ἑπτά, ἀλείψῃ δὲ καὶ τοῦ ἰδίου ἀνδρός, οὐ συλλήψεται οὐδ’ ὅλως. Τὰ δὲ ὀστᾶ αὐτοῦ καέντα καὶ λειωθέντα ἔχε ὡς ξηρίον, ἰᾶται γὰρ παντοῖον ἕλκος ἐπιπασσόμενον, καὶ ὀδονταλγίαν ὠφελεῖ σὺν οἴνῳ πινόμενον καὶ κλυζόμενον.
3.9.(50) ἡ δὲ χολὴ σὺν χυλῷ πρασίου καὶ ὀποβαλσάμῳ καὶ μέλιτι λειωθεῖσα πᾶσαν ἀμαύρωσιν καὶ ἀχλὺν καὶ ὑπόχυσιν ἰᾶται ἄκρως. Τὰ δὲ πτερὰ αὐτοῦ ἐπιθυμιώμενα λήθαργον καὶ ὑστερικὰς πνίγας καὶ φρενιτικοὺς θεραπεύει. καὶ ἁπλῶς εἰπεῖν ὅσα τοῦ ἀετοῦ ἡ φύσις ποιεῖ, τὰ αὐτὰ καὶ ὁ γὺψ ποιεῖ, καὶ διὰ τοῦτο χρηστέον. Περὶ γλαυκός.
3.10.(1t) Γλαὺξ ὄρνεόν ἐστι πτηνόν, ὃν καὶ νυκτοκόρακα καλοῦσιν, ὃς ἔχει δισκοειδὲς βασίλειον, ἤτοι στέφανον, ἐπὶ τοῦ προσώπου. Τούτου τὸ ἧπαρ σὺν ῥοδίνῳ ἢ νάρδῳ ἐπιχυθὲν ὠταλγίαν ἰᾶται. ὁ δὲ ζωμὸς αὐτοῦ πινόμενος ἢ ἐσθιόμενος, γάλα κατασπᾷ. ἡ δὲ κεφαλὴ ἐσθιομένη κεφαλαλγίαν καὶ σκοτώματα θεραπεύει. τὸ δὲ ὠὸν αὐτοῦ τὸ ἀρρενικὸν λευκὰς τρίχας βάπτει. γνώσει δὲ ὁποῖόν ἐστι τὸ ἀρρενικὸν οὕτως: βαλὼν εἰς βελόνην ῥάμμα λευκὸν καὶ διὰ μέσον τοῦ ὠοῦ τρυπήσας καὶ διαγαγών, ἐὰν μελανωθῇ τὸ ῥάμμα, ἐστὶν ἀρρενικόν, εἰ δ’ οὐκ, ἐστὶ θηλυκόν. ἐὰν δὲ ληγούσης τῆς σελήνης τὸ τοιοῦτον ὄρνεον ἑψήσῃς καὶ δώσῃς φαγεῖν ἐπιληπτικῷ, σωθήσεται. ὡσαύτως καὶ τῷ κατεχομένῳ ὑπὸ τῆς ἱερᾶς νόσου· ἄκρως γὰρ καὶ ταύτην θεραπεύει. Περὶ δρυοκολάπτου.
3.12.(1t) Δρυοκολάπτης οἱ δὲ δενδροκολάπτης, στρουθίον ἰσχυρόστομον, ὅπερ ὅταν τίκτῃ, εἰς κενεῶνα δρυὸς καὶ οὐκ ἀλλαχοῦ τίκτει. ἐὰν οὖν τις μετὰ λίθου ἀναφράξῃ τὴν νοσσιὰν αὐτοῦ καὶ ἀσφαλίσῃ καλῶς, ὡς θέλῃ ἢ μετὰ ξύλου ἢ μετὰ πετάλου σιδηροῦ καὶ ἀναχωρήσῃ, ἔρχεται ὁ δρυοκολάπτης καὶ φέρει βοτάνην ἥντινα γινώσκει, καὶ προστίθησι τῇ καλιᾷ καὶ παραυτίκα ἀνοίγει. ταύτην τὴν βοτάνην ὁ λαβὼν ἀνοίξει πάντα τὰ κλεῖθρα, καὶ οὐδὲν αὐτῷ ἀντιστήσεται. Οἱ δὲ ὀφθαλμοὶ τούτου φορούμενοι, ὀξυωπίαν παρέχουσιν. τὸ δὲ στόμα αὐτοῦ περιαφθὲν τραχήλῳ πᾶσαν ὀδονταλγίαν καὶ σταφυλῆς πόνον καὶ ἀντιάδα καὶ κυνάγχη ἰᾶται παραυτίκα. ἐσθιόμενον δὲ ἑφθὸν ὑγιείαν ταχεῖαν τοῖς νοσοῦσιν ἐπιφέρει, καὶ τοὺς ἐκ φαρμακίας μαγγανείας δεδεμένους ἰᾶται καὶ εὐεξίαν παρέχει θαυμαστήν. Περὶ ἐρωδιοῦ.
3.13.(1t) Ἐρωδιός ἐστιν ὄρνεον ἐν βωμοῖς ἢ κτίσμασιν τοῖς ἐν πόλεσι σκηνοποιοῦν καὶ φωλεῦον, ἔχον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀκρόπτερα ὡς βασίλειον ἐπιμηκέστατον ὡσεὶ δακτύλων γʹ. Τούτου τὸ ῥάμφος μετὰ καρκίνου χολῆς ἐν δέρματι ὀνείῳ εἰ περιάψῃς, τοῖς ἀγρυπνοῦσιν ὑπνῶσαι ποιήσεις. εἰ δέ τις ἐν συμποσίῳ θείη τὸ ῥάκος ἐν ᾧ ἐστι τὸ ῥάμφος εἰς τὸν οἶνον, οἱ πιόντες ἀποκοιμηθήσονται ὡς πολλῶν ἡμερῶν ἄγρυπνοι ὑπάρχοντες καὶ μὴ αἰσθανόμενοι. Περὶ ζήνης.
3.14.(1t) Ζήνη ἐστὶ στρουθίον τοῦ θεοῦ Διός, ἔχον ἐν τῇ κεφαλῇ μικρὰ πτερὰ ἐρυθρὰ καὶ χρυσοειδῆ ἐν ταῖς πτέρυξι, καὶ ἁπλῶς ὅλος ἐστὶ πεποικιλμένος χροιαῖς. τοῦτον καλοῦσιν ἀστραγαλῖνόν τινες. Τοῦτο ὀπτὸν βρωθὲν ἢ λεῖον ποθὲν κωλικοὺς καὶ κοιλιακοὺς ὀνίνησι καλῶς. ὃ καὶ τοὺς τὴν φωνὴν αὐτοῦ ἀκούοντας φρονίμους ποιεῖ. Περὶ ἡλιοδρόμου.
3.15.(1t) Ἡλιοδρόμος ἐστὶ πετεινὸν ἰνδικόν, ὅπερ ἅμα τῷ γεννᾶσθαι ἀνίπταται πρὸς τὴν ἀνατολὴν τοῦ ἡλίου. ἅμα δὲ τραπῇ ὁ ἥλιος πρὸς δυσμάς, καὶ αὐτοῦ ὑποστρέφει. οὐ ζῇ δὲ πλέον ἐνιαυτοῦ, ἀλλὰ τεκνογονεῖ ἄρρεν ἢ θῆλυ. Τοῦτο πινόμενον ἔχει χάριν. ἐὰν γάρ τις αὐτὸ ἀναπτύξῃ καὶ τὰ ἐντὸς φορῇ ἐσμυρνίσας, πλουσιώτατος γίνεται. βρωθεὶς δὲ ὑγείαν παρέχει καὶ οὐ νοσεῖ τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ὁ ἄνθρωπος, καὶ σφόδρα πλουτεῖ, ὡς εἴρηται, ὁ τοῦτον φορῶν. Περὶ θωπείου.
3.16.(1t) Θωπεῖον ὄρνεόν ἐστι νυκτερινόν. τούτου οἱ ὀφθαλμοὶ καὶ ἡ καρδία φορουμένη ἄφοβον ποιεῖ τὰς νύκτας τὸν φοροῦντα καὶ ἀβλαβῆ εἰς τοὺς ὀφθαλμούς. ἐσθιόμενον δὲ εὐεξίαν καὶ εὐστομαχίαν παρέχει. Περὶ θηρευτοῦ.
3.17.(1t) Θηρευτὴς πτηνόν ἐστιν, ὃ καὶ πάνθηρ καλεῖται. τούτου τὸ στέαρ σὺν χαλκάνθῳ ἐνιέμενον γάγγραιναν ἰᾶται. σὺν δὲ κηρῷ καὶ λιθαργύρῳ μιγνύμενον, τραύματα παλαιὰ καὶ σύριγγας θεραπεύει. ἡ δὲ κόπρος σὺν ὄξει καὶ ῥοδίνῳ καταχριομένη ἡμικρανίαν ἰᾶται. Περὶ ἱέρακος.
3.18.(1t) Ἱέραξ πτηνόν ἐστι θηρατικόν, πᾶσι δῆλον. τοῦτο τὸ ζῷον κατὰ τὴν τῆς ἰσχύος ῥώμην δύναται ὅσα καὶ ὁ γύψ, ἔλασσον δέ. Τούτου τὸ ἀφόδευμα μετὰ γλυκέως οἴνου πινόμενον ὠκυτόκιόν ἐστιν, ἐπὶ πλεῖστον ποθέν. ἡ δὲ χολὴ αὐτοῦ σὺν γλυκεῖ καὶ κρόκῳ λυτὴ μιγνυμένη καὶ ἐπιχριομένη, πᾶσαν ἀχλὺν καὶ ἀμβλυωπίαν ἰᾶται. ζῶν δὲ μαδισθεὶς καὶ συνεψηθεὶς σὺν ἐλαίῳ σουσίνῳ ἄχρι τακῇ καὶ διηθουμένου τοῦ ἐλαίου, ὅντινα χρίσεις ἐξ αὐτοῦ πᾶσαν ἀχλὺν καὶ ἀμβλυωπίαν ἰάσει. Τὸ δὲ πετεινὸν ὀπτὸν ἐσθιόμενον ἱερὰν νόσον ἰᾶται. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ περιαπτόμενοι τριταῖον παύουσιν. ἡ δὲ καρδία φορουμένη πρὸς πάντα διατηρεῖ ἀβλαβῆ τὸν φοροῦντα. Περὶ ἰκτίνου.
3.19.(1t) Ἰκτῖνος πτηνόν ἐστιν ἱερόν. τούτου ἡ κεφαλὴ ξηρανθεῖσα ἄνευ τῶν πτερῶν καὶ λειωθεῖσα καὶ πινομένη σὺν ὕδατι ὅσον οὐγ. αʹ ποδαγρικοὺς ὠφελεῖ καὶ χειραγρικούς. Περὶ κορυδάλου.
3.20.(1t) Κορύδαλος στρουθίον ἐστὶ πᾶσι γνωστόν, λόφον ἔχον ἐν τῇ κεφαλῇ. οὗτος ἑψηθεὶς καὶ ἐσθιόμενος συνεχῶς σὺν τῷ ζωμῷ, κοιλιακοὺς ὠφελεῖ καὶ δυσεντερικούς. Περὶ κόρακος.
3.21.(1t) Κόραξ πᾶσι γνωστός. οὗτος ἀγρευθεὶς καὶ ζῶν χωσθεὶς ἐν κόπρῳ ἱππείᾳ καὶ σαπεὶς ἐπὶ ἡμέρας μʹ, εἶτα καυθεὶς καὶ γενόμενος κηρωτὴ ποδαγροὺς θεραπεύει λίαν. ἡ δὲ κόπρος αὐτοῦ ὑποθυμιωμένη ἀλφοὺς λευκοὺς καὶ λεύκην ἰᾶται. τὰ δὲ ὠὰ αὐτοῦ μελαίνουσιν πολιὰς τρίχας. Περὶ κορώνης.
3.22.(1t) Κορώνη καὶ δεδώνη καλουμένη, ὄρνεόν ἐστι πᾶσι γνωστόν, ἧς ἡ καρδία φορουμένη ὁμόνοιαν εἰς τὸ ἀνδρόγυνον παρέχει. τὰ δὲ ἐντὸς αὐτῆς ὀπτὰ ἐὰν δῷς γυναικὶ λάθρα, πάνυ σε ἀγαπήσει. ὁ δὲ ἐγκέφαλος αὐτῆς σὺν μέλιτι ἐὰν περιχρισθῇ τῷ αἰδοίῳ καὶ συγγενῇς γυναικί, πάνυ σε ἀγαπήσει καὶ οὐδενὶ ἑτέρῳ κολληθήσεται πλὴν σοῦ. Ἡ δὲ κόπρος σὺν οἴνῳ ποθεῖσα δύσπνοιαν ἰᾶται. τὰ δὲ ὠὰ αὐτῆς χριόμενα τοῖς αἰδοίοις ἡδονικά ἐστιν ἄγαν καὶ φιλτροποιά, καὶ τρίχας μελαίνουσι καὶ λευκώματα θεραπεύουσι. τὸ δὲ αἷμα αὐτῆς ξηρὸν ὅσον κοχλιαρίων δύο συγκεράσεις, σὺν οἴνῳ ποθὲν ὑδρωπικοὺς ἄκρως ἰᾶται. Κορώνην λαβὼν ἀσινῆ, ἐάν τις ἀλγῇ τοῦ ποδός, τὸν ὀπίσῳ δάκτυλον τοῦ δεξιοῦ ἀπότεμε ἀπὸ τοῦ ἄρθρου πλησίον, ὑπὸ παιδὸς ἀφθόρου δήσας γαϊτάνην περίαπτε, τὴν δὲ κορώνην μύρῳ τερεβινθίνῳ ἀλείψας ἢ ἐλαίῳ χρίσας ὅλην ἀπόλυσον ζῶσαν πέτασθαι, τὸν δὲ δάκτυλον αὐτῆς περίαπτε τῷ πάσχοντι ποδί, ἐὰν δὲ τοῦ ἀριστεροῦ ποδός, τὸ ἀριστερόν· ἐὰν δὲ τοῦ δεξιοῦ, τὸ δεξιόν. μὴ οὖν λουέσθω, μηδὲ χαμαὶ πέσῃ τὸ περίαπτον, ἀλλὰ ἐνδήσας δέρματι ἐλαφείῳ φόρει. ὅτε δὲ κόπτῃς λέγε· “αἴρω σου τὸν δάκτυλον πρὸς θεραπείαν ἰσχιάδος, ποδάγρας καὶ πάντων τῶν ἄρθρων”. καὶ ἀλείψας ἀπόλυε. Περὶ κίσσας.
3.23.(1t) Κίσσα, στρουθίον ἐστὶ φρόνιμον, μιμούμενον ἀνθρώπου φωνήν. τούτου ἡ καρδία φορουμένη μετὰ κισσοῦ ῥίζης τὰς σπωμένας γυναῖκας παύει. ὁμοίως δὲ θεραπεύει καὶ δυσουρίαν. ἔστι δὲ τὸ πτηνὸν πεποικιλμένον χροιαῖς, καὶ ἐνάρετον ποιεῖ τὸν ἐσθίοντα. Περὶ κοσσύφου.
3.24.(1t) Κόσσυφός ἐστι στρουθίον ἡδύφωνον τῷ θέρει πολλὰ λαλοῦν, τὸ μὲν ὅλον πτερὸν κατακόρως μέλας ὑπάρχει, μόνον δὲ τὸ στόμα χρυσοειδές. Οὗτος ἐν ἐλαίῳ παλαιῷ καθεψηθεὶς ἕως τακῇ, καὶ τοῦ ἐλαίου ἀλειφομένου, ὀπισθότονον διαλύει. ὁμοίως δὲ καὶ ἰσχία θεραπεύει. Περὶ λάρου.
3.25.(1t) Λάρος πετεινόν ἐστι θαλάσσιον, τὰ αὐτὰ δυνάμενον τῇ ἀλκυόνι. τούτου τὴν καρδίαν κρατῶν, εἴσελθε πρὸς δυστοκοῦσαν γυναῖκα, καὶ εὐθέως τέξεται. ἅμα δὲ τέξῃ, ἀναχώρει, μὴ καὶ ἄλλο τι ῥίψῃ. ἡ δὲ γαστὴρ ξηρὰ πινομένη καὶ φορουμένη πέψιν ποιεῖ ἄκρως. Περὶ λαμπυρίδος.
3.26.(1t) Λαμπυρὶς σκώληξ ἐστὶ πτερωτός, τῷ θέρει ἱπτάμενος· καὶ λάμπει ὥσπερ ἀστὴρ τὴν νύκτα. ἔχει δὲ ἐν τῷ σφυγκτῆρι τὴν λαμπάδα. ἐὰν οὖν αὐτὴν ἐνδύσῃ τις ἐν ἡμιόνου σκύτει καὶ περιάψῃ γυναικί, ἀσύλληπτόν ἐστιν ἀπαράβατον. εἰ δέ τις τὴν λαμπυρίδα βάλῃ εἰς ἔδαφος ὅπου εἰσὶν ψύλλοι, φεύξονται. Περὶ μελισσῶν.
3.27.(1t) Μελισσὸς στρουθίον ἐστίν, ᾆδον καλῶς τῷ θέρει. οὗτος καεὶς καὶ σὺν μέλιτι λειωθεὶς καὶ χρισθείς, μελικηρίδας καὶ στεατώματα θεραπεύει. ὀπτὸς δὲ ἐσθιόμενος, δυσεντερικοὺς ἰᾶται. Περὶ μυιῶν.
3.28.(1t) Μυιῶν κεφαλαὶ λεῖαι σὺν στέατι χοιρείῳ τριβόμεναι, ἀλωπεκίας θεραπεύουσιν. ἂν δὲ τῇ εὐωνύμῳ χειρὶ ἀγρεύσῃς μυίας καὶ βάλῃς ἐν ῥάκει καὶ περιάψῃς, ὀφθαλμοὺς ῥευματιζομένους ἰάσῃς. ὅταν δὲ μέλλῃς περιάψαι, λέγε τὸν λόγον τοῦτον: “ὡς αὕτη ἡ μυῖα ἀφίπταται τοῦ ἀέρος, οὕτως καὶ τῇδε ἡ ὀφθαλμία καὶ τὸ ῥεῦμα”. μυῖαι ἀποκεφαλισθεῖσαι καὶ τριβόμεναι τὰς ἐν τοῖς βλεφάροις τρίχας ἀφανεῖς ποιοῦσι. Περὶ μαμυγέρου.
3.29.(1t) Μαμύγερος πτηνόν ἐστι πᾶσι γνωστόν, ὁ λεγόμενος κόραξ. οὗτος ἀγρευθεὶς καὶ ζῶν χωσθεὶς ἐν κοπριᾷ ἱππείᾳ καὶ σαπεὶς ἐπὶ ἡμέρας μʹ, ἔπειτα καυθεὶς καὶ γεγονὼς κόνις καὶ σκευασθεὶς εἰς κηρωτὴν σὺν ἐλαίῳ παλαιῷ καὶ ῥοδίνῳ καὶ κηρῷ, ποδαλγοὺς θεραπεύει. ἡ δὲ κόπρος αὐτοῦ διαχριομένη ἀλφοὺς ἰᾶται. τὰ δὲ ὠὰ αὐτοῦ σὺν στυπτηρίᾳ ἐπιχριόμενα καὶ διατριβόμενα ταῖς θριξὶ ταῖς λευκαῖς μελαίνουσιν αὐτάς. Περὶ μέροπος.
3.30.(1t) Μέροψ στρουθίον ἐστὶν ὁλοπράσινον, τὰ δὲ πτερὰ πορφυρᾶ, ὅν τινες γάγγραιναν ὀνομάζουσιν. ἔστι δὲ φρόνιμον καὶ πολλὰ ποιεῖ, ὅσα καὶ ἡ ἀλκυονίς. τοῦτο ὅταν τέξῃ καὶ θέλῃ μὴ ἀγρευθῆναι τὰ νοσσία αὐτοῦ, μεταίρει αὐτὰ ἀπὸ τόπου εἰς τόπον. καὶ ὅταν σιτίζῃ αὐτά, εἰς πολλοὺς τόπους ἐπέρχεται, ἵνα μὴ νοηθῇ ποῦ αὐτὰ τρέφει. Τούτου ἡ καρδία ἐπὶ φίλτρα χρήσιμος, καὶ ἐσθιομένη καρδιακοὺς ὠφελεῖ καὶ ἰκτερικοὺς καὶ στομαχικούς. μέροψ δὲ ἐκλήθη διὰ τὸ ἡμεροῦσθαι τῷ ἀνθρώπῳ τάχιστα, καὶ φιλίαν εἰς αὐτὸν τίθεσθαι. ἡ δὲ χολὴ αὐτοῦ μετὰ μέλιτος καὶ χυλοῦ πηγάνου περιχριομένη τοῖς ὀφθαλμοῖς ὑπόχυσιν ἰᾶται. ἡ δὲ κόπρος σὺν οἴνῳ καταχριομένη καρδιακοὺς λίαν ὠφελεῖ. ἡ δὲ καρδία αὐτοῦ λεία ποθεῖσα ἰκτερικοὺς βοηθεῖ, καὶ φιλίαν περιποιεῖ. Περὶ νήσσης.
3.31.(1t) Νῆσσα ποτάμιον καὶ λιμναῖον καὶ χερσαῖον ζῷόν ἐστι πᾶσι γνωστόν. ταύτης τὸ αἷμα θερμὸν ἔτι ὂν ἢ ξηρὸν σὺν οἴνῳ ποθὲν σώζει τοὺς πιόντας πᾶν δηλητήριον, καὶ τοὺς ὑπὸ ἐχίδνης δηχθέντας ἰᾶται, καὶ παρέχει δύναμιν καὶ ὑγιείαν. ὁμοίως δὲ καὶ ἐπαλειφόμενον θηριοδήκτους ὠφελεῖ. τὸ δὲ στέαρ αὐτοῦ ὑγείας ἐστὶ κατὰ πολὺ χρήσιμον καὶ ἐπὶ πολλὰς δὲ ἀλειμμάτων πράξεις συντελεῖ. Περὶ Ξούθρου.
3.32.(1t) Ξοῦθρος, οἱ δὲ στροῦθον, ἢ πυργίτην, ἢ τρωγλίτην τοῦτον καλοῦσιν, στρουθίον ἐστὶ πᾶσι γνωστόν. τούτου ἡ ἄφοδος σὺν οἴνῳ πινομένη ἔντασιν μεγίστην ποιεῖ. μετὰ στέατος δὲ ὑείου χρισθεῖσα ἀλωπεκίας δασύνει. ὀπτὸς δὲ βρωθεὶς ἡδονὴν ἀνθρώποις ἐμποιεῖ. τὸ δὲ στέαρ αὐτοῦ ἐπὶ τὰ καύματα σὺν ἀδιάντῳ καταπλασσόμενον δὶς τῆς ἡμέρας ὠφελεῖ. Περὶ τῆς ὀφέας.
3.33.(1t) Ὀφέα πτηνόν ἐστιν ἡ λεγομένη νυκτερίς. τοῦτο πτερωτὸν μέν ἐστι, πλὴν καὶ τετράπουν. ἵπταται μὲν ὡς χελιδών, τίκτει δὲ καὶ θηλάζει ὡς τετράπουν. ταύτης τὸ αἷμα ἐὰν ἐπιχρίσῃς τόπῳ ᾧ προέκτιλας τὰς εὑρισκομένας τρίχας, οὐκέτι αὖθις ἕτεραι φυήσονται. ἐὰν δὲ τὴν κεφαλὴν περιάψῃς τινὶ πάσχοντι τριταίῳ καὶ τεταρταίῳ καὶ ληθάργῳ καὶ καταφορᾷ, ἰάσεις. ὡσαύτως ὁ τὴν κεφαλὴν αὐτῆς ἢ τὴν καρδίαν φορῶν ἀγρυπνεῖ μεγάλως. Εἰ δὲ θηρεύσῃς τρεῖς καὶ κρεμάσῃς ἐν ὑψηλοῖς τόποις τοῦ χωρίου διωχθήσεται ἐξ αὐτοῦ νέφος ἀκρίδων ἐπερχόμενον. ὁμοίως ἐὰν κρεμάσῃς αὐτὰς ἐν ὑψηλοῖς δένδροις καὶ ἐκτείνῃς αὐτάς, συναχθήσονται ἐν αὐτοῖς πᾶσαι αἱ ἀκρίδες. τὸ αὐτὸ καὶ ἐν τῇ Συρίᾳ χρῶνται. Ἐὰν δέ τις γυνὴ τὸ αἷμα αὐτῆς δέξηται ἐν κροκύδι καὶ ἐν πεσσῷ προσθῇ σὺν σατυρίῳ βοτάνῃ περὶ τὴν μήτραν, συλλήψεται, εἰ καὶ τὰ μάλιστα ἀσύλληπτος ἦν. Περὶ ὄρνιθος.
3.34.(1t) Ὄρνις κατοικίδιος ἡ καὶ ἀλεκτορὶς λεγομένη, πᾶσί ἐστι γνωστή. Ταύτης ἡ κόπρος σὺν ὀξυμέλιτι πινομένη τοὺς πυρέττοντας μυκτῆρας ἐξεμεῖσθαι ποιεῖ καὶ ἀλεξιφάρμακον γίνεται. αὕτη καὶ τοῖς κωλικοῖς ἁρμόζει. καταχριομένη δὲ μυρμηκίας καὶ μελάνθρακας ἰᾶται. τὸ δὲ στέαρ αὐτῆς μετὰ σταφίδος ἀγρίας καταχριόμενον, κεφαλῆς ἰχῶρας καὶ πίτυρα θεραπεύει ἄκρως. ὁ ἐγκέφαλος περιτριβόμενος ὠφελεῖ ὀδοντοφυοῦσι παιδίοις οἴνῳ δὲ ποθεὶς σκορπιοπλήκτοις ἀρήγει. ἡ δὲ καρδία αὐτῆς, ἔτι σπαίρουσα περιαφθεῖσα μηρῷ, ὠκυτόκιόν ἐστιν ἄριστον. Τὸ δὲ ἧπαρ αὐτῆς λειούμενον καὶ ἐπιπλασσόμενον σὺν κριθίνῳ ἀλεύρῳ καὶ ὕδατι ποδαγροὺς ὠφελεῖ. τὸ δὲ στέαρ σὺν νάρδῳ τακὲν εἰς ὠταλγίας χρήσιμον, καὶ εἰς γυναικείους πεσσούς, καὶ εἰς νευρικὰς συμπαθείας ὠφελεῖ. οἱ δὲ νεοσσοὶ σχιζόμενοι καὶ ἐπιτιθέμενοι θερμοὶ τοῖς ἰοβόλοις ἕλκεσιν ἕλκουσιν πάντα τὸν ἰόν. δεῖ δὲ συνεχῶς ἀλλάσσειν, ἄχρις οὗ οὐκέτι χλωροὶ γίνωνται· ἔπειτα φύλλα ἐλαίας χλωρὰ κόψας, σὺν ἐλαίῳ καὶ ἁλσὶν ἐπιτιθέναι τοῖς ἕλκεσιν. Ἡ δὲ κόπρος τῶν ὀρνίθων πρόσφατος περιχριομένη χίμετλα καὶ παρατρίμματα ἐξ ὑποδημάτων ἰᾶται. αἴρει δὲ καὶ μυρμηκίας. ποθεῖσα δὲ ἄκρως τοῖς μύκητας φαγοῦσι βοηθεῖ. ξηρὰ δὲ λεία σὺν νίτρῳ καὶ ξηρῷ μύρῳ ἀλωπεκίας δασύνει ταχέως. ἐν φρενίτιδι δὲ ἡ ὄρνις σφαγεῖσα καὶ ἔτι ζέουσα σχισθεῖσα τῶν ἐγκάτων αὐτῆς πάντων ῥιφθέντων αὐτῇ δὲ ἐπιτιθεμένη τῇ κεφαλῇ τοῦ πάσχοντος μεγάλως τοῦτον ὀνίνησιν. Περὶ ὄρτυγος.
3.35.(1t) Ὄρτυξ πτηνόν ἐστι πᾶσι γνωστόν. τούτου οἱ ὀφθαλμοὶ περιαπτόμενοι, ὀφθαλμίαν ἰῶνται, καὶ τριταῖον καὶ τεταρταῖον. τούτου ἑψομένου ὁ ζωμὸς πινόμενος, κοιλίαν μαλάσσει. ἐσθιόμενον δὲ νεφροὺς θεραπεύει. Περὶ πελαργοῦ.
3.36.(1t) Πελαργὸς πτηνόν ἐστι κάλλιστον. ἡνίκα γὰρ ἔλθῃ τὸ ἔαρ, ἀφίπτανται πάντες ὁμοῦ στρατολογοῦντες· καὶ ἄλλων ὀρνέων διαφόρων καὶ χηνῶν ἀγρίων καὶ νησσῶν καὶ πᾶν εἶδος ὀρνέου ἀπὸ τῆς Αἰγύπτου καὶ τῆς Λιβύης καὶ Συρίας ἀφίπτανται, καὶ ἔρχονται εἰς Λυκίαν εἰς τὸν λεγόμενον Ξάνθον ποταμόν, καὶ συνάπτουσιν πόλεμον ἐκεῖσε μετὰ τῶν κοράκων τε καὶ κορωνῶν καὶ κολοιῶν καὶ γυπῶν, καὶ ὅσα σαρκοβόρα εἰσίν. διὸ κἀκεῖνα ἐπιστάμενα τὸν καιρὸν εὑρίσκονται πάντα. Τῶν μὲν πελεκάνων τὸ στράτευμα ἑνὶ μέρει τοῦ χείλους τοῦ ποταμοῦ παρατάσσεται, τῶν δὲ κοράκων καὶ γυπῶν καὶ ὅλων τῶν σαρκοφάγων ὀρνέων ἐκ τοῦ ἑτέρου χείλους τοῦ ποταμοῦ διατάσσεται. ὅλον τὸν ἕκτον μῆνα εἰς τὸν πόλεμον καρτεροῦσιν. γινώσκουσιν δὲ τὰς ἡμέρας ἐν αἷς μέλλουσιν συγκρούειν τὸν πόλεμον. καὶ μετὰ τὸ συγκροῦσαι τὸν πόλεμον ἀκούονται αἱ κραυγαὶ ἕως τὸν οὐρανόν. καὶ αἱμάτων ῥοαὶ ἐν τῷ ποταμῷ τιτρωσκομένων τῶν ὀρνέων, καὶ πτερῶν ἀμυθήτων ἀπόρροια, ὅθεν οἱ Λύκιοι εἰς τὰς στρωμνὰς κέχρηνται τῶν πτερῶν αὐτῶν. μετὰ δὲ τὴν ἐπάνοδον τοῦ πολέμου ἴδοις ἂν τετραυματισμένας τὰς κορώνας καὶ τὰ λοιπὰ τῶν σαρκοβόρων ὀρνέων πλήθη, ὁμοίως δὲ καὶ τῶν πελαργῶν καὶ τῶν πελεκάνων οὐκ ὀλίγους καὶ τῶν ἐν αὐτοῖς ἄλλων ὀρνέων. πολλὰ δὲ καὶ ἐν τῷ πολέμῳ πίπτουσιν νεκρά. σημεῖον δέ ἐστιν ὁ πρὸς ἀλλήλους πόλεμος καὶ ἡ ἐξ ἀμφοτέρων νίκη πᾶσιν ἀνθρώποις. ἐὰν γὰρ τὸ τῶν πελαργῶν στράτευμα νικήσῃ, πλῆθος ἔσται καὶ ἀφθονία σίτου καὶ τῶν ἄλλων σπερμάτων· ἐὰν δὲ τὸ τῶν κοράκων νικήσῃ, πλῆθος ἔσται προβάτων καὶ βοῶν καὶ τῶν ἄλλων τετραπόδων. Οἱ δὲ πελαργοὶ ἔχουσι καὶ ἄλλο φυσικόν τι ἐξαίρετον· ὅταν γὰρ οἱ γονεῖς αὐτῶν γηράσωσι καὶ οὐ δύνανται ἀνίπτασθαι, τὰ τέκνα ἐκατέρωθεν τῶν μασχαλῶν βαστάζοντα μεταφέρουσιν ἀπὸ τόπου εἰς τόπον, καὶ οὕτως τρέφουσιν. ἐὰν δὲ καὶ μὴ βλέπωσιν, ψωμιοῦσιν αὐτοὺς τὰ τέκνα, καὶ λέγεται ἡ παρ’ αὐτῶν ἀμοιβὴ καὶ ἀνταπόδοσις ἀντιπελάργωσις. Ἔχει δὲ καὶ δύναμιν τοιαύτην: τὰ ὠὰ αὐτοῦ μετὰ οἴνου λειωθέντα μελαίνουσι τρίχας. χρὴ δὲ ζύμῃ περιπλάσσειν τὸ μέτωπον καὶ τοὺς ὀφθαλμούς, ἵνα μὴ ἐπιδύῃ καὶ βάψῃ τὸ μέτωπον εἰς τοὺς ὀφθαλμούς. δεῖ δὲ μετὰ τὸ βαφῆναι τὰς τρίχας λούεσθαι καὶ ἀλείφεσθαι μυρσίνῳ ἐλαίῳ ἢ ὀμφακίνῳ, ἐν ᾧ ἐτάκη στέαρ ἀρκεῖον ἢ συάγρων. ἐὰν δὲ νεοσσὸν μικρὸν πελαργοῦ λαβὼν βάλῃς εἰς χύτραν καινήν, καὶ περιπηλώσας δώῃς εἰς φοῦρνον ὀπτᾶσθαι, ὅταν δὲ ἀπανθρακωθῇ ἄρας τὴν τέφραν, λειώσας, χρήσιμον ἔξεις ξηροκολλούριον πρὸς ἀχλὺν ὀφθαλμῶν καὶ δακρύων ἐπιφορὰν καὶ τριχίασιν καὶ ὅσα τοιαῦτα· ποίει ὡς τεχνίτης. εἰ δὲ θέλῃς ὑγροκολλούριον αὐτὸ ποιῆσαι, ἐπίβαλε μέλιτος ἀκάπνου τὸ ἀρκοῦν, καὶ συνλειώσας χρῶ. Ζῶντος δὲ πελαργοῦ ἀφελόμενος τὰ νεῦρα τῶν ποδῶν καὶ σκελῶν καὶ πτερύγων περίαπτε ποδαγροῖς καὶ χειραγροῖς τὰ ὅμοια τοῖς ὁμοίοις, καὶ ἰαθήσει. ἐσθιόμενος δὲ πελαργὸς ἑφθὸς ἄπαξ τοῦ ἐνιαυτοῦ, ἔαρος ἀρχομένου πρὶν αὐτὸν εἰς τὸν πόλεμον ἀποπτῆναι ἀβλαβῆ καὶ ἀνώδυνον διαφυλάττει ἕνεκεν νεύρων καὶ ἄρθρων τὸν ἐσθίοντα. φεύξεται γὰρ ποδάγρα, χειράγρα, γονάγρα, ἱσχιάδα, ἀρθρῖτις, ὀπισθότονος καὶ ὅσα νευρικὰ πάθη. Ἡ δὲ κόπρος αὐτοῦ καταπλασσομένη μεθ’ ὑοσκυάμου φύλλων καὶ θρίδακος ποδαγροὺς ὠφελεῖ. τὸν δὲ ἐν τῇ κοιλίᾳ ἐχῖνον λαβὼν καὶ πλύνας οἴνῳ καὶ ξηράνας ἐν σκιᾷ, ἔχε λεῖον.
3.36.(50) ἐὰν δέ τις πίῃ φάρμακον θανάσιμον, ἐξ αὐτοῦ ξύσας βάλε εἰς οἶνον τεθαλασσωμένον· δίδου πιεῖν, καὶ ἀβλαβὴς διατηρηθήσεται. τὰ δὲ ἔντερα αὐτοῦ ἐσθιόμενα κωλικοὺς καὶ νεφριτικοὺς ἰῶνται. ἡ δὲ χολὴ ὀξυδορκίαν παρέχει ἐνχριομένη. Ἐὰν δέ τις νικήσαντος πελαργοῦ ἐν τῷ πολέμῳ λαβὼν καρδίαν δήσῃ εἰς δέρμα ἱέρακος ἢ γυπὸς νικηθέντος, ἐπιγράψῃ δὲ ἐν τῇ καρδίᾳ ὅτι “ἐνίκησα τοὺς ἀντιδίκους μου”, καὶ περιάψῃ δεξιῷ βραχίονι, ἔσται ὁ φορῶν ἀήττητος ἐν πᾶσι καὶ θαυμαστός, καὶ τοὺς ὑπερέχοντας αὐτὸν νικήσει πάντας ἐν τε πολέμοις καὶ δίκαις, ἀπαράβατον νικητικὸν καὶ μέγιστον φυλακτήριον. Περὶ περιστερᾶς.
3.37.(1t) Περιστερά, πτηνόν ἐστι πᾶσι γνωστόν. καὶ δένδρον ἐστὶν ἐν τῇ Ἰνδίᾳ λεγόμενον περιδέξιον, οὗ ὁ καρπὸς γλυκὺς καὶ χρηστός, ὥστε τὰς περιστερὰς τερπομένας ἐν αὐτῷ αὐλίζεσθαι καὶ κατασκηνοῦν. τοῦτο τὸ δένδρον ὄφις δέδοικεν, ὥστε καὶ τὴν σκιὰν αὐτοῦ φεύγειν. ἐὰν ἡ σκιὰ τοῦ δένδρου πρὸς ἀνατολὰς 〈κλίνῃ〉, φεύγει ὁ ὄφις ἐπὶ δυσμάς· ἐὰν δὲ ἐπὶ δυσμὰς ἔλθῃ ἡ σκιὰ τοῦ δένδρου, ὁ ὄφις τρέχει πρὸς ἀνατολάς. καὶ διὰ τοῦ δένδρου τὴν δύναμιν οὐκ ἰσχύει ἄψασθαι τῶν περιστερῶν. οὐκ οἷδα δὲ ἐὰν ἀποπλανηθῇ 〈τισ〉 ἐκ τοῦ δένδρου. καὶ οὕτως αὐτὴν ἐμφυσήσας ἐπισπᾶται καὶ ἐσθίει. ἐὰν δὲ ὅλαι ὁμοῦ πέτωνται, οὔτε ὄφις, οὔτε ὀξύπτερος τολμᾷ αὐτῶν ἅψασθαι. τοῦ οὖν δένδρου τὰ φύλλα ἢ ὁ φλοῦς θυμιώμενος, πᾶν κακὸν ἀποδιώκει. Πτίλον δὲ περιστερᾶς ἔχον αἷμα θερμὸν καὶ ἐνσταζόμενον τὰς ἐκ πληγῆς ῥήξεις τῶν ὀφθαλμῶν ἑνοῖ καὶ ἰᾶται. ἡ δὲ ἄφοδος σὺν κριθίνῳ καὶ ἰρίνῳ ἀλεύρῳ καὶ ἰξῷ καὶ στέατι ὑείῳ ἐπιτεθεῖσα γαγγραίνας περιχαράσσει, καὶ χοιράδας ῥήγνυσιν. Σὺν ὄξει δὲ καταχριομένη φακοὺς καὶ σπίλους τοὺς ἐν ὄψει καὶ στίγματα αἴρει. σὺν κεδρίᾳ δὲ μιχθεῖσα καὶ λευκοὺς ἀλφούς, καὶ λειχῆνας καὶ λέπρας ἄκρως θεραπεύει. μετὰ δὲ γῆς αἰγυπτίας καὶ εὐφορβίου καὶ κρόκου μίγματος καὶ ὄξους λειωθεῖσα καὶ καταχρισθεῖσα μετώπῳ, κεφαλαλγίαν ἄκρως ἰᾶται. εἰς δὲ τὴν ἕδραν χριομένη σὺν ἐλαίῳ ἐκφράττει τὴν γαστέρα. Οἱ δὲ ὄρχεις τοῦ ἄρρενος φιλτροπόσιμοί εἰσι, γυναιξὶ παρ’ ἀνδρῶν δοθέντες. ἡ δὲ τῆς θηλείας μήτρα, ἀνδράσιν. τὰ δὲ ὠὰ αὐτῆς ἐσθιόμενα ἔντασιν ποιοῦσιν. Περὶ πέρδικος.
3.38.(1t) Πέρδιξ πτηνόν ἐστι δόλιον, τοὺς ὁμοφύλους εἰς ἄγραν προτρεπόμενος· οὗτος τὰ ἀλλότρια ὠὰ ὡς ἴδια θάλπει. ἔπειτα ὅταν αὐξηθῶσιν ἐκ τῶν αὐτῶν εἰς τοὺς γεννήτορας ἀπέρχονται, ἔρημον τὸν θάλψαντα καταλείψαντες. Ταύτης ἡ χολὴ σὺν μέλιτι καὶ ὀπῷ βαλσάμου καὶ χυλῷ μαράθρου ἐπιχρισθεῖσα ὀξυωπίαν παρέχει. ἑψομένη δὲ ἡ σὰρξ αὐτῆς σὺν κυδωνίοις καὶ μήλοις καὶ ἐσθιομένη, τοῦ ζωμοῦ ἐπιροφουμένου μετὰ οἴνου στυφοῦ, κοιλιακοὺς καὶ στομαχικοὺς θεραπεύει. Τὰ δὲ ὠὰ αὐτοῦ ἐσθιόμενα εἰς ἀφροδίσια παρορμῶσιν. εἰσὶν δὲ καὶ φιλτροπόσιμα. μετὰ δὲ μέντας λειούμενα καὶ χριόμενα ὀξυωπίαν παρέχουσι καὶ ὠκύτοκά εἰσιν. μετὰ δὲ χηνείου στέατος λειούμενα καὶ χριόμενα ταῖς θηλαῖς τῶν τροφῶν γάλα πολὺ φέρουσι. τὰ δὲ λέπη τῶν ὠῶν λεῖα σὺν κηρῷ καὶ καδμείᾳ ἑνωθέντα καὶ καταπλασθέντα, μαστοὺς γυναικῶν νενευκότας ἀνορθοῦσιν. Περὶ ῥαμφίου.
3.39.(1t) Ῥάμφιος πτηνόν ἐστι παρὰ τὸν ποταμὸν Νεῖλον ἱπτάμενον, λεγόμενον πελεκᾶνος, καὶ ἐν τῇ λίμνῃ τῆς Αἰγύπτου διαιτώμενον. Οὗτος φιλότεκνός ἐστι πάνυ. ὅταν οὖν γεννήσῃ τοὺς νεοσσοὺς καὶ ὀλίγον αὐξηθῶσι, τύπτουσιν εἰς τὸ πρόσωπον αὐτῶν. ἐκεῖνοι οὖν μὴ ἀνεχόμενοι, κολαφίζουσιν τὰ τέκνα καὶ ἀποκτέννουσι αὐτά. ὕστερον δὲ σπλαγχνίζονται ἐπ’ αὐτὰ καὶ πενθοῦσι τὰ τέκνα ἅπερ ἐφόνευσαν. τῇ οὖν αὐτῇ ἡμέρᾳ ἡ αὐτῶν μήτηρ ἐλεεῖ τὰ ἴδια τέκνα καὶ τὰς ἑαυτῆς πλευρὰς περιτίλλουσα ἀναπτύσσει. τὰ δὲ αἵματα στάζοντα ἐπὶ τὰ νεκρὰ σώματα αὐτῶν τῶν θανόντων τέκνων ζωογονεῖ αὐτά, καὶ ἐγείρονται φυσικῷ τινι τρόπῳ. Τούτων οὖν ἡ χολὴ μετὰ νίτρου σμηχομένη, μέλανας ἀλφοὺς ἰᾶται καὶ οὐλὰς μελαίνας ὁμόχρους ποιεῖ. καὶ ἄργυρον στυγνὸν λαμπρὸν ποιεῖ, καὶ πᾶσαν μελανίαν ἰᾶται. τὸ δὲ αἷμα αὐτῶν ποθὲν ἐπιληψίαν ἰᾶται. Περὶ σπίνου.
3.40.(1t) Σπίνος στρουθίον εὔμορφον καὶ πᾶσιν γνωστόν, ἐν ἀγροῖς διαιτώμενος. οὗτος βιβρωσκόμενος εὐμορφίαν δίδωσι καὶ ἀμέθυστον φυλάττει ἄνθρωπον. Περὶ σεισοπυγίδος.
3.41.(1t) Σεισοπυγὶς στρουθίον παρ’ ὀχετοῖς καὶ ῥύμαις εὑρισκόμενον. τούτου ἡ πυγὴ δι’ ὅλου κινεῖται, διὸ καὶ οὕτως ὀνομάσθη. Ἐὰν οὖν τις αὐτὴν βάλλῃ ὅλην σὺν τοῖς πτεροῖς ζῶσαν εἰς χύτραν καὶ ἀπανθρακώσῃ καὶ λειώσας δώῃ ἐν ποτῷ γυναιξί, ποιήσει αὐτὴν ἀπὸ τοῦ ἔρωτος λύεσθαι. ἔστιν γὰρ φιλτροπόσιμον ἀπαράβατον, ὃ οὐδεὶς οἶδεν. Περὶ ταῶνος.
3.42.(1t) Ταὼν ὄρνεόν ἐστι ἱερώτατον, πάνυ ποικίλον, εὔμορφον, εἰς τὴν οὐρὰν ἔχον τὴν τέρψιν. τοῦτο ὅτε βιβάζεται, ἀναβοᾷ. καὶ μετὰ τὸ βιβάσαι, εἰς τὰ ὀπίσω ἀναχωρεῖ. τὸ ἔαρ δὲ μόνον βιβάζει. Τούτου τὰ ὠὰ εἰς χρυσοποιίαν ποιοῦσιν, ὥσπερ καὶ τὰ τοῦ χηνός. ἐὰν δὲ ἀποθάνῃ ὁ ταών, οὔτε σήπεται, οὔτε ὄζει δυσωδῶς, ἀλλὰ μένει ὡς ἐσμυρνισμένος. Τούτου ὁ ἐγκέφαλος φιλτροπόσιμός ἐστι. ἡ δὲ καρδία φορουμένη εὐείδειαν καὶ ἐπιτυχίαν παρέχει. τὸ δὲ αἷμα αὐτοῦ ποθὲν δαίμονας ἀποδιώκει. Τὰ δὲ ἐντὸς αὐτοῦ καὶ ἡ κόπρος θυμιώμενα πᾶν φαῦλον ἀποδιώκουσι καὶ μαγίαν. αὐτὸς δὲ ἐσθιόμενος δυσεντερικοὺς θεραπεύει. ἡ δὲ κόπρος πινομένη ἐπιληψίαν ἰᾶται. Περὶ τρυγόνος.
3.43.(1t) Τρυγὼν στρουθίον πᾶσι γνωστόν, μονανδρίαν ἀσκοῦν. Ταύτης ἡ κόπρος σὺν γάλακτι γυναικείῳ ἢ μέλιτι χριομένη λευκώματα καθαίρει. τὸ δὲ αἷμα αὐτῆς θερμὸν ἐνσταζόμενον ὀφθαλμῶν ὑποσφίγματα ἰᾶται· καὶ ἡ ἄφοδος σὺν ῥοδίνῳ λειουμένη καὶ χριομένη ὑστέραν θεραπεύει. τρυγὼν δὲ αὐτὴ ἐσθιομένη σωφροσύνην καὶ ἀνδράσι καὶ γυναιξὶν ἀλλήλοις ἐργάζεται 〈καὶ〉 ἀλφοὺς μελαίνας ἰᾶται. τὰ δὲ ὠὰ αὐτῆς, τοῖς αἰδοίοις χριόμενα ἡδονικά εἰσιν ἄγαν καὶ φιλτροποιά, καὶ τρίχας μελαίνουσι καὶ λευκώματα. Περὶ ὑπεριονίδος.
3.44.(1t) Ὑπεριονίς, ἀετός ἐστι θηλεία. ταύτης ἡ δύναμίς ἐστιν ὁποία καὶ τοῦ ἄρρενος. ἡ δὲ κόπρος αὐτῆς σὺν μέλιτι συναγχικοὺς ἰᾶται ἄκρως, καὶ ὅσα περὶ τὸν τράχηλον πάθη καὶ βῆχας ὠφελεῖ. ἡ δὲ καρδία ταύτης παρὰ γυναικῶν καταπ〈ι〉ομένη ἰσχυρὰς αὐτὰς ποιεῖ καὶ ὑγιαινούσας καὶ ἀνδρῶν ἰσχυροτέρας καὶ σώφρονας. Περὶ φάσσης.
3.45.(1t) Φάσσα πτηνόν ἐστι πᾶσι γνωστόν. ταύτης τὸ αἷμα θερμὸν ἐνσταζόμενον ὀφθαλμῶν αἱμάτωσιν ἰᾶται. καὶ τῇ παχέᾳ μήνιγγι ἐγχεόμενον, ἐπὶ τῶν ἀνατριμμάτων ἀφλέγμαντον ὑπάρχει. ἡ δὲ κοιλία αὐτῆς λεία πινομένη λίθους τοὺς ἐν νεφροῖς ἐκρίνει. Περὶ φήνης.
3.46.(1t) Φήνη ὄρνεόν ἐστιν ὀστοκλάστης, ὅπερ οὐ μόνον σαρκοφαγεῖ, ἀλλὰ καὶ τὰ ὀστᾶ ἐσθίει. τούτου ξηρὰν τὴν κοιλίαν ἐάν τις λειώσας πίῃ μετ’ οἴνου, πέψιν εἰς ἄκρον ἐργάζεται· καὶ φορουμένη δὲ τὸ αὐτὸ ποιεῖ. ὁμοίως καὶ λιθουρίαν καὶ δυσουρίαν θεραπεύει. ὀστέον δὲ ἐκ τοῦ μηροῦ τοῦ ὀρνέου περιαφθὲν κιρσοὺς θεραπεύει τοὺς ἐν τοῖς ποσίν. ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη λευκώματα θεραπεύει καὶ λέπρας καὶ τὰ ὅμοια. Περὶ φασιανοῦ.
3.47.(1t) Φασιανὸς ὄρνεόν ἐστι πᾶσι γνωστόν. τούτου ἡ κόπρος χριομένη καὶ πινομένη ἔντασιν ποιεῖ. τὸ δὲ στέαρ αὐτοῦ τετανικοὺς πάνυ ὠφελεῖ καὶ ὑστέρας πάθη. τὸ δὲ αἷμα αὐτοῦ δηλητηρίων ἀντιφάρμακον. ἡ δὲ χολὴ ὀξυωπίαν παρέχει. Περὶ φαλαρίδος.
3.48.(1t) Φαλαρὶς πτηνὸν ὁ λεγόμενος λευκομέτωπος. ὅλον γάρ ἐστι μέλαν, τὸ δὲ μέτωπον αὐτοῦ καὶ μόνον ἔχει λευκόν. εὑρίσκεται δὲ ἐν ποταμοῖς καὶ λίμναις. τούτου ὁ ἐγκέφαλος σὺν ἐλαίῳ παλαιῷ μιχθεὶς πάντα τὰ ἐν τῇ ἕδρᾳ πάθη θεραπεύει τὰ καταστίκτοντα τὸν ἄνθρωπον. βρωθεὶς δὲ ὁ ὄρνις ἀντιφάρμακον δηλητηρίων ἐστὶν ἀναγκαῖον. Περὶ χαραδριοῦ.
3.49.(1t) Χαραδριὸς ὄρνεον βασιλικὸν προγνωστικόν. ἐὰν γάρ τις ἀρρωστῇ καὶ εἰσάξουν ἔμπροσθεν αὐτοῦ τὸ ὄρνεον καὶ ἀποστρέψῃ τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ νοσοῦντος, ἀποθνήσκει. εἰ δὲ ἀτενίσῃ τῷ νοσοῦντι, αἴρει ἅπασαν τὴν νόσον καὶ ἀνίπταται εἰς τὸν ἤλιον καὶ ἀπορρίπτει τὴν νόσον, καὶ σώζεται καὶ ὁ ἀσθενῶν καὶ τὸ πτηνόν. τούτου ἡ καρδία καὶ ἡ κεφαλὴ φορουμένη, ἄνοσον καὶ ἀβλαβῆ ἀπὸ παντὸς πάθους ποιεῖ τὸν φοροῦντα ἐπὶ παντὸς βίου αὐτοῦ. Περὶ χελιδόνος.
3.50.(1t) Χελιδὼν ἡ τὸ ἔαρ πάντας διυπνίζουσα στρουθίον ἐστὶ πᾶσι γνωστόν, ἔχον δυνάμεις τοιαύτας. Ἐάν τις τοὺς νεοσσοὺς αὐτῆς βάλῃ εἰς χύτραν, καὶ προπηλώσας ὀπτήσῃ, ἔπειτα δὲ ἀνοίξας τὴν χύτραν κατανοήσῃ, εὑρίσει τοὺς μὲν δύο νεοσσοὺς καταφιλοῦντας, τοὺς δὲ δύο ἀποστρεφομένους ἀλλήλων. ἐὰν οὖν λάβῃς τοὺς φιλοῦντας καὶ λειώσῃς μετὰ ῥοδίνου καὶ ἀλείψῃς γυναῖκα, παραχρῆμα ἀκολουθήσει σοι. εἰ δὲ καὶ δώῃς πιεῖν ἐκ τῆς τέφρας, μανήσεται ἀπὸ τοῦ ἔρωτος. λύσις δὲ τούτου· λαβὼν ἐκ τῆς τέφρας τῶν νεοσσῶν τῶν ἀποστρεφομένων ἄλειψον ἢ πότισον, καὶ ἀποστραφήσεται ὁ ἔρως ὁ πολύς. Ἡ δὲ τέφρα αὐτῶν τε καὶ τῶν μητέρων σὺν μέλιτι διαχριομένη συναγχικοὺς ἰᾶται, καὶ βρόγχων ἕλκη σὺν μελικράτῳ πινομένη. αὐτὴ δὲ ἡ χελιδὼν συνεχῶς ἐσθιομένη ἱερὰν νόσον θεραπεύει. οἱ δὲ ἐντὸς τῆς κοιλίας τῶν νεοσσῶν λίθοι περιαπτόμενοι δεξιῷ βραχίονι ἡπατικοὺς ἄκρως ἰῶνται. προφυλακτικοὶ δέ εἰσιν βηχός, κορύζης, σταφυλῆς, παρισθμίων, καὶ πάσης ὀφθαλμίας. Οἱ δὲ ὀφθαλμοὶ περιαπτόμενοι μετώπῳ ὀφθαλμίαν παύουσι καὶ παντοῖον ῥιγοπύρετον ἰῶνται. ἐσθιόμενοι δὲ ἐπιληψίαν παύουσι καὶ ὠκυτοκίαν παρέχουσι. ὁ δὲ ἐγκέφαλος αὐτῶν μετὰ μέλιτος, πρὸς ὑπόχυσιν ποιεῖ. ὡσαύτως καὶ ἡ τέφρα σὺν μέλιτι ἐγχριομένη ὀξυωπίαν παρέχει. διαχριομένη δὲ ὡσαύτως ἕλκη τὰ ἐν φάρυγγι καὶ γλώττῃ τὰ ἤδη νεμόμενα καὶ γαγγραίνας ἄκρως θεραπεύει. Ὁ δὲ πηλὸς τῆς καλιᾶς αὐτοῦ μεθ’ ὕδατος λειωθεὶς καὶ περιχριόμενος τραχήλῳ καὶ φάρυγγι, φλεγμονὰς καὶ συνάγχην ἰᾶται. σὺν ὀπίῳ καὶ ὄξει δὲ κεφαλαλγίαν παύει. ἡ δὲ κόπρος αὐτῆς ποθεῖσα φύματα ἰᾶται. μετὰ χολῆς δὲ αἰγείας μιχθεῖσα βάπτει τρίχας μελαίνας καὶ ἀλφοὺς μελαίνας ἰᾶται. τὰ δὲ τῶν πτερύγων πτίλα σὺν ὠκίμου ῥίζῃ περιαπτόμενα γυναικὶ δυστοκούσῃ ὠκυτόκιά εἰσιν. Ἐξ ἑτέρας βίβλου· τοῖς πρώτοις νεοσσοῖς τοῦ αὐτοῦ πτηνοῦ ἡ καρδία σχισθεῖσα ἐξάγει λίθους δύο. ὁ μὲν πυρρός, ὁ δὲ λευκός. ὁ οὖν λευκὸς ὑπὸ ἐπιληπτικοῦ βασταζόμενος ἰᾶται παραδόξως αὐτόν. τὸν πυρρὸν δὲ περιάπτων ὀδύνην βαστᾷ. Περὶ χηνός.
3.51.(1t) Χήν ἐστι ὄρνεον πᾶσι γνωστόν. Ζώσης οὖν χηνὸς ἐάν τις ἀποκόψῃ τὴν γλῶσσαν ψαλίδι καὶ ἀποθῆται ἐν τῷ στήθει καθεύδοντος ἀνδρὸς ἢ γυναικός, ἐξομολογήσεταί σοι πάντα ὅσα ἔπραξεν. χηνὸς νεοσφαγοῦς μάλιστα ἀγρίου δίδου ταχέως πᾶσι τοῖς δηλητήριον πεπωκόσι τὸ αἷμα θερμὸν πιεῖν, καὶ οὐκ ἀδικηθήσονται. Ὁ δὲ ἐγκέφαλος αὐτῆς σὺν τῷ ἰδίῳ στέατι καὶ μετὰ μέλιτος ἢ ἑψήματος ὀπτοῦ προστεθεὶς ῥαγάδας καὶ αἱμοστολίδας καὶ πᾶσαν φλεγμονὴν δακτυλίου θεραπεύει. σὺν ῥοδίνῳ δὲ καὶ στέατι καὶ ὀπτοῖς λεκίθοις ὠῶν λειωθεὶς πρὸς φλεγμονὴν μήτρας ποιεῖ. μετὰ δὲ μυελοῦ ἐλαφείου πρὸς ῥαγάδας χειλέων καὶ χίμεθλα ἁρμόζει. σὺν κρινίνῳ δὲ ἐλαίῳ ἐνιέμενον ἕλκει νεκρὰ ἔμβρυα. πρὸς δὲ τὰς ἄφθας χρήσιμον μετὰ χυλοῦ στρύχνων. σὺν μέλιτι δὲ τὰ περὶ γλῶσσαν ἰᾶται πάθη. σὺν δὲ νάρδῳ ποιεῖ πρὸς ὦτα χρονίως ῥευματιζόμενα. σὺν δὲ σταφίδων γιγάρτοις λειωθεὶς ἄνθρακας καθαίρει. Ἡ δὲ χολὴ αὐτοῦ μάλιστα τοῦ ἀγρίου μετὰ χυλοῦ πράσου ἢ πολυγόνου ἐν πεσσῷ τεθεῖσα, σύλληψιν ποιεῖ, ἀνδράσι τε ἔντασιν. τὸ δὲ στέαρ χρήσιμον πεσσοῖς ἀκόποις μαλάγμασιν. ἡ δὲ κόπρος σὺν ὕδατι ποθεῖσα βῆχας παύει. ἡ δὲ τοῦ ἀγρίου χηνὸς κόπρος θυμιωμένη δαίμονας ἀπελαύνει καὶ λήθαργον ἰᾶται καὶ ὑστερικὴν πνιγάδα. ἡ δὲ χολὴ αὐτοῦ μετὰ χολῆς βοὸς καὶ χυλοῦ δάφνης κώφωσιν ἰᾶται. Ὁ δὲ ζωμὸς αὐτοῦ ποθεὶς σὺν οἴνῳ βοηθεῖ τοῖς πίνουσιν οἶνον ἢ ἀκόνιτον ἢ δορύκνιον. τὰ δὲ σπλάγχνα τῆς χηνὸς ὀπτὰ ἐσθιόμενα, τὸ μὲν ἧπαρ ὠφελεῖ στομαχικούς, ἡ δὲ κοιλία κοιλιακούς, τὰ δὲ ἔντερα κωλικούς. ἡ δὲ καρδία καὶ ὁ πνεύμων φθισικοὺς ἰῶνται. Περὶ ψιττακοῦ.
3.52.(1t) Ψιττακός ἐστι πτηνὸν ὡραῖον, πράσινον, πόδες δὲ αὐτοῦ καὶ στόμα πυρρόν. εὑρίσκεται ἐν Θηβαΐδι τῆς Αἰγύπτου, καὶ ἐν τῇ Ἰνδίᾳ. ἰσχυρὸν στόμα ἔχει, ὡς καὶ σιδηρᾶ ἀνταναιρεῖν μιμεῖται δὲ καὶ ἀνθρώπων τὴν φωνὴν καὶ πᾶν ζῷον. Τούτου τὸ στόμα φορούμενον δαίμονας ἀποδιώκει καὶ πᾶν ῥιγοπύρετον καὶ δύναται ὅσα καὶ ὁ χήν. ἐσθιόμενον δὲ ἰκτεριῶντας καὶ τοὺς φθισικοὺς καλῶς ἰᾶται. Περὶ ψάρου.
3.53.(1t) Ψάρος στρουθίον ἐστὶ κατάστικτον πᾶσι γνωστόν, ὅπερ ἐσθίει κώνειον, ὡς ὄρτυξ τὸν ἑλλέβορον. Τοῦτο ὅταν ὄρυζαν φάγῃ, γίνεται ἡ κόπρος αὐτοῦ ῥυπτική, ὥστε καὶ ἐφήλεις ἀποσμήχειν, καὶ φακοὺς καὶ ψύδρακας ὄψεως. τοῦτο ἐσθιόμενον, βοηθεῖ πᾶσιν τοῖς δηλητήριον πεπωκόσι παντοῖον. ἐὰν δὲ καὶ προφαγῇ, οὐ μὴ ἀδικηθῇ, οὐδὲ μὴ βλαβῇ. Περὶ ὠτίδος.
3.54.(1t) Ὠτὶς πτηνόν ἐστι μέγιστον πᾶσι γνωστόν. τούτου τὸ στέαρ σὺν λιβάνῳ καὶ σμύρνῃ ἀλειφόμενον ψωριῶντας θεραπεύει. ἐὰν δέ τις συνεχῶς ἐσθίει νῆστις ὠτίδος νεφρούς, οὐδέποτε ἀλγήσει νεφρούς. Περὶ ὠῶν.
3.55.(1t) Ὠὰ ὀρνίθων νεαρὰ ἐπιχρισθέντα πυρικαύστοις ἰᾶται. ὠὸν δὲ εὐθύτοκον περιαφθὲν ὠκυτόκιόν ἐστι. ἔστι δὲ πολύχρηστον καὶ ἀναγκαῖον τοῖς περὶ τοὺς ὀφθαλμοὺς πάθεσι. ἡ δὲ λέκιθος ὀπτὴ μετὰ μυρσίνης τὰ ἐξ ὑποδημάτων παρατρίμματα ἰᾶται, καὶ πᾶσαν φλεγμονὴν καὶ ῥευματισμὸν καταστέλλει. χρήσιμον δὲ καὶ πεσσοῖς καὶ τοῖς περὶ τὴν ἕδραν, καὶ ὑστερῶν πάθεσι, καὶ πᾶσαν ὀδύνην ἰᾶται, μάλιστα δὲ φλεγμονὰς ἐρυσιπελάτων καὶ φυμάτων. ὠμὸν δὲ ῥοφούμενον στέλλει ῥοῦν γυναικὸς καὶ ἀναγωγὰς αἱμάτων, καὶ ἀρτηρίας λαμπρύνει. ποιεῖ δὲ καὶ πρὸς φλεγμονὴν δακτυλίου καὶ ῥαγάδας καὶ πᾶσαν ὀδύνην ἄκρως. τὸ δὲ κέλυφος αὐτοῦ καυθὲν καὶ λειωθὲν ἐμφυσᾶται πρὸς αἱμορραγίαν μυκτήρων. σμηχόμενον δὲ ὀδόντας λαμπρύνει. ὁ δὲ ὑμὴν πεποίηται πρὸς χείλη ἐρραγότα καὶ τραχεῖαν γλῶσσαν. ποιεῖ δὲ ἁρμοδίως καὶ πρὸς χρυσοποιίαν. ὁμοίως δὲ καὶ τὰ τοῦ χηνὸς καὶ τοῦ ταῶνος. Τὸ δὲ ὠὸν τῆς ἴβεως, θηρία διώκει ὀπτόμενον. τὰ δὲ τῆς κορώνης ὠὰ χριόμενα τοῖς αἰδοίοις ἡδονικά εἰσιν ἄγαν καὶ φιλτροποιᾶ. ὁμοίως δὲ καὶ τὰ τῆς χελιδόνος, καὶ μελαίνουσι τρίχας καὶ λευκώματα. τὰ δὲ τῆς περιστερᾶς ἐσθιόμενα ἔντασιν ποιοῦσιν. ὠὰ δὲ πέρδικος λεῖα σὺν μέλιτι ὀξυωπίαν παρέχουσι καὶ ὠκυτόκιά εἰσι. στρουθοκαμήλου ὠὸν ποδαγροὺς χριόμενον ὠφελεῖ. Ὠὰ ἀράχνης ποθέντα, τρία μὲν ἐπὶ τριταίου, τέσσαρα ἐπὶ τεταρταίου, ἓν δ’ ἐπὶ ἀφημερινοῦ, πάντα ῥίγη καὶ πυρετόν, καὶ πάντα κακὸν ἀποδιώκουσιν. ὠὰ δὲ ὀρνίθων ἄζυγα εἰς οὖρον ὄνου ἑψήσας δὸς φαγεῖν νεφριτικοῖς καὶ κωλικοῖς καὶ ἰάσεις, ὥστε θαυμάσαι. ὠὰ δὲ θαλασσίας χελώνης βρωθέντα σεληνιακοὺς θεραπεύουσιν. Τέλος τῆς τρίτης βίβλου Κυρανίδος. Κυρανίδος βιβλίον τέταρτον· περὶ ἰχθύων.
4.1.(2) Περὶ ἀετοῦ ἰχθύος. Ἀετός ἐστιν ἰχθὺς θαλάσσιος, ἀλέπιδος, ὅμοιος ἱέρακι, μελανώτερος δέ, παρεοικὼς κατὰ πάντα τρυγόνι δίχα τοῦ κέντρου. τούτου οὖν τοῦ ἰχθύος οἱ ἐν τῇ κεφαλῇ λίθοι περιαπτόμενοι, τετραΐζοντας ἰῶνται. ἡ δὲ χολὴ ἐγχριομένη ὀξυωπίαν παρέχει. τὰ δὲ ὀστᾶ αὐτοῦ καιόμενα ἐπὶ ἀμπελίνων ξύλων δαίμονας διώκουσιν. ἐσθιόμενος δὲ ὁ ἰχθὺς ἐπιληψίαν ἰᾶται. Περὶ ἀνθίου.
4.2.(1t) Ἀνθίας ἰχθύς ἐστι μέγιστος. τούτου ἡ χολὴ σὺν μέλιτι χριομένη ἐξανθήματα θεραπεύει, καὶ ἀνθηρὸν τὸ πρόσωπον ποιεῖ. τὸ δὲ στέαρ αὐτοῦ σὺν κηρωτῇ ἄνθρακας καὶ στεατώματα καὶ ἀποστήματα καὶ μαστοὺς καὶ χοιράδας καὶ δοθιῆνας ὠφελεῖ. οἱ δὲ λίθοι τῆς κεφαλῆς περιαπτόμενοι κεφαλαλγίαν ἰῶνται καὶ ὅσα κεφαλῆς πάθη καὶ τραχήλου. Περὶ ἀμίας.
4.3.(1t) Ἀμία ἰχθὺς τολμηρὸς καὶ τοὺς ἄλλους ἰχθῦς ἐπιτρέχων. τούτου οἱ ὀδόντες φορούμενοι ἀνοδύνως ποιοῦσιν ὀδοντοφυεῖν τὰ παιδία. ἐσθιόμενος δὲ δυσουρίαν παύει. οἱ δὲ ὀδόντες χωννύμενοι εἰς τὰς ῥίζας τῶν δένδρων ἢ εἰς ῥοδωνίας ἄνθη πολλὰ φέρουσιν. Περὶ ἀστακοῦ.
4.4.(1t) Ἀστακὸς θαλάττιος ζῷόν ἐστι ὀστρακόδερμον. τούτου τὸ ὄστρακον κεκαυμένον λεῖον καὶ σὺν χυλῷ ὀρύζης διδόμενον κοιλιακοὺς καὶ δυσεντερικοὺς ἰᾶται, καὶ αἱμορραγίαν ἵστησι, σὺν οἴνῳ στυφῷ πινόμενον. ἡ δὲ σὰρξ ἐσθιομένη πέψιν ἐργάζεται. Περὶ βάτου.
4.5.(1t) Βάτος, οἱ δὲ βατίς, ἀλέπιδον ὀψάριον, ἰχθύς ἐστι θαλάσσιος, Ῥωμαῖοι τούρπαιναν αὐτὸ καλοῦσιν. οὗτος ἑψηθεὶς νεαρὸς ὤν, ὁ ζωμὸς κοιλίας ὑπαγωγὸς γίνεται, καθ’ αὐτὸν τε καὶ μετ’ οἴνου πινόμενος. ἐσθιόμενος δὲ πυκνῶς εὐστόμαχός ἐστι καὶ εἰς ἀφροδίσια τοὺς ἐσθίοντας παρορμᾷ. Περὶ βουγλώσσου.
4.6.(1t) Βούγλωσσος θαλάσσιος, τὸ παρά τισι λεγόμενον σκυθόπομα, μικρὸς ἰχθύς ἐστι πᾶσι γνωστός. τοῦτο ἐπιτεθὲν σπληνικοῖς καὶ φασκιωθὲν σπλῆνα τήκει φυσικῷ τινι τρόπῳ. δεῖ δὲ μετὰ τρεῖς ἡμέρας αἴρειν καὶ κρεμᾶν αὐτὸ εἰς τὸν καπνὸν τοῦ ξηραίνεσθαι. Περὶ βωπῶν.
4.7.(1t) Βῶπες οἱ παρά τισι λεγόμενοι βοῦπες καὶ γοῦπες, παρόμοιοί εἰσι κεφάλοις μικροῖς. οὗτοι ζωμιστοὶ ἐσθιόμενοι νεφρικοὺς ὠφελοῦσιν. ἡ δὲ χολὴ αὐτῶν σὺν γυναικείῳ γάλακτι χρισθεῖσα ὀξυωπίαν παρέχει. αἱ δὲ ἄκανθαι αὐτῶν καυθεῖσαι καὶ ξηρίον γενόμεναι ἕλκη ἀποκαθαίρουσιν. Περὶ βδελλῶν.
4.8.(1t) Βδελλῶν καυθεισῶν τὴν τέφραν ὄξει λειώσας καὶ ἐκτίλας τὰς ἐν βλεφάροις τρίχας ἢ ἄλλου τινὸς μέρους τοῦ σώματος οὗ βούλει, ὑπόχριε, καὶ οὐκέτι φυήσονται. αὗται δὲ ζῶσαι ἐπιτιθέμεναι εἰς σῶμα ἐν ᾧ πλεονάζει ὕλη, ἑλκύουσιν αὐτὴν καὶ ὑγιῆ ποιοῦσι τὸν νοσοῦντα. Ἁρμόζουσι δὲ καὶ σπληνικοῖς, ὑδρωπικοῖς καὶ τοῖς ὄμμασι ῥευματιζομένοις, τῷ μετώπῳ ἐπιτεθεῖσαι. καπνιζόμεναι δὲ κόριδας ἀναιροῦσι. βδέλλας δὲ καταποθείσας ἐξάγουσι κόριδες ὑποθυμιώμεναι· ἀντιπαθοῦσι γὰρ ἀλλήλαις. Περὶ γλαύκου.
4.9.(1t) Γλαῦκος ἰχθύς ἐστι θαλάσσιος μέγιστος. οὗτος μετὰ λαχάνων ἢ μαράθρων συνεψηθεὶς καὶ ἐσθιόμενος, τοῦ ζωμοῦ πινομένου, γάλα πολὺ ποιεῖ γυναιξίν. οἱ δὲ ἐν τῇ κεφαλῇ αὐτοῦ λίθοι περιαπτόμενοι ὀφθαλμίαν ἰῶνται. ἡ δὲ χολὴ γλαυκοφθαλμίαν παιδίων μελαίνουσιν, ὄμματα δὲ καὶ λευκώματα ἰᾶται. Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἀμφότεροι καὶ ὄρφου ὁμοίως καὶ θύννου καὶ ἀστέρος θαλασσίου καὶ χολῆς ὑαίνης συλλειούμενα, ἐὰν μίξῃς οἵου βούλει θηρίου στέαρ καὶ λύχνου καιομένου θυμιάσῃς, οἱ ὁρῶντες νομίσουσιν τὸ θηρίον ἐκεῖνο εἶναι, οὗ τὸ στέαρ ἔμιξας. ὁμοίως δὲ καὶ ὕδωρ θαλάσσιον μίξας δόξουσιν θάλασσαν ὁρᾶν. εἰ δὲ ἀπὸ ποταμοῦ, ποταμόν, εἰ δὲ ἀπὸ βροχῆς, βροχήν. τὸν δὲ ἀστέρα ὁλόκληρον βάλλε συνθλάσας. τὸ δὲ στέαρ αὐτοῦ χρήσιμον εἰς πολλά, εἰς τε ἕδρας καὶ ὑστερικὰ πάθη. Περὶ γόγγρου.
4.10.(1t) Γόγγρος ἰχθύς ἐστι θαλάσσιος μέγας ἐγχέλυι ἐοικώς. Οὗτος νεαρὸς ὢν ἐσθιόμενος καὶ πινόμενος κοιλίαν μαλάσσει καθ’ αὐτόν τε καὶ μετ’ οἴνου πινόμενος. οὗτος σὺν ἐλαίῳ ἑψηθεὶς καὶ τακεὶς καὶ διηθουμένου τοῦ ἐλαίου καὶ κηροῦ ἐπιβαλλομένου, ἐὰν ἐπιπλάσσῃς τὴν κηρωτὴν γυναιξὶν ἐγκύοις, οὐκ ἐᾷ ῥήγνυσθαι τὰς κοιλίας αὐτῶν. Ποίει σκευασίαν τοιαύτην ἐξ αὐτῆς τῆς γόγγρου· οὐγ. γʹ, κηροῦ οὐγ. βʹ, ἀμύλου οὐγ. μιάμισυ. οὕτω σκευασθεὶς καὶ ἐπιπλασσόμενος, ῥαγάδας χειρῶν καὶ ποδῶν καὶ ἀρθριτικὰς καὶ ποδαγρικὰς ὀδύνας ὀνίνησιν. Περὶ γόμφου.
4.11.(1t) Γόμφος ἰχθύς ἐστι θαλάσσιος πᾶσι γνωστός. οὗτος νεαρὸς ὢν ζωμιστὸς ἐσθιόμενος καὶ πινόμενος κοιλίαν μαλάσσει, καθ’ αὑτόν τε καὶ σὺν οἴνῳ πινόμενος. οἱ δὲ ὀδόντες αὐτοῦ περιαπτόμενοι ὀδονταλγίαν ἰῶνται τελείων καὶ νηπίων. 〈Περὶ γναφησίων〉.
4.12.(1t) Γναφησίων ἰχθύων ὁ ζωμὸς μιγνύμενος κονίᾳ στάκτῃ ὀμμάτια λαμπρύνει παλαιὰ καὶ ἀπόνους ποιεῖ. οἱ δὲ ἐν τῇ κεφαλῇ αὐτοῦ λίθοι εὑρισκόμενοι καὶ περιαπτόμενοι ἀγρυπνίαν παρέχουσιν· ἐσθιόμενοι δὲ ἐνύπνια χαλεπὰ δεικνύουσιν. Περὶ γλανέου.
4.13.(1t) Γλάνεος ἰχθύς ἐστι ποτάμιος καὶ λιμναῖος. τούτου τὰ ὀστᾶ καιόμενα δαίμονας ἀποδιώκουσιν. ἡ δὲ χολὴ σὺν ὀποβαλσάμῳ ἐνσταζομένη ἢ ἐπιχριομένη λευκώματα καθαίρει. τὸ δὲ ἧπαρ αὐτοῦ ἐσθιόμενον μανίαν καὶ ἐπιληψίαν παύει, καὶ ἀβλεψίαν ἰᾶται. ὅλος δὲ ὁ ἰχθὺς ἐσθιόμενος ὠφέλιμος καὶ εὐστόμαχός ἐστιν, κἂν αἰτιῶνται τοῦτόν τινες. Περὶ δράκοντος.
4.14.(1t) Δράκων ἰχθύς ἐστι θαλάσσιος ἰοβόλος λίαν. τούτου ἡ κεφαλὴ θλασθεῖσα καὶ ἐπιτεθεῖσα τὴν ἰδίαν πληγὴν θεραπεύει. τὸ δὲ κέντρον αὐτοῦ καὲν καὶ ἐπιτεθὲν μετὰ χυλοῦ ὀποῦ τιθυμάλλου, ἐκριζοῖ αὐτό. οἱ δὲ ἐν τῇ κεφαλῇ λίθοι ποθέντες λιθουρίαν θεραπεύουσιν. ὅλος δὲ ὁ ἰχθὺς καεὶς καὶ τεφρωθεὶς καὶ ποθεὶς λιθουρίαν καὶ στραγγουρίαν ἰᾶται. Ἐὰν δὲ τεφρωθῇ καὶ ἐπιπασθῇ ἐκ τῆς πληγῆς αὐτοῦ ἕλκη μετὰ θείου, θεραπεύει. τὸ δὲ κέντρον αὐτοῦ δένδρῳ πηχθὲν αὐτίκα ξηραίνει αὐτό. μόνη δὲ ἡ κεφαλὴ σὺν τοῖς κέντροις καυθεῖσα καὶ τεφρωθεῖσα καὶ λεία ποθεῖσα ῥίγη λύει. ληφθήτωσαν δὲ διάφοραι κεφαλαὶ καὶ κέντρα διὰ τὸ εἶναι τὸ ζῷον μικρόν. τούτου τοῦ ἰχθύος ἡ τέφρα μιγεῖσα χυλῷ βοτάνης δρακοντίας καὶ χρισθεῖσα λειχῆνας καὶ λέπρας ἰᾶται. Περὶ δελφῖνος.
4.15.(1t) Δελφὶν τὸ κητῷον ἐνάλιον ζῷόν ἐστι. πλῆθος δὲ εὑρίσκεται περὶ τὸν Εὔξεινον πόντον, ὅθεν τὸ δελφινέλαιον καὶ ἡ ἰχθυόκολλα γίνεται. Τούτου ὁ ἀσκὸς φυσηθεὶς καὶ τεθεὶς πρὸς ἄρκτον ποιεῖ βορρᾶν φυσᾶν. εἰ δὲ τεθῇ πρὸς μεσημβρίαν, νότον. ὁμοίως καὶ εἰς τοὺς ἄλλους ἀνέμους δρᾷ. Δελφῖνος ἧπαρ ἐσθιόμενον τριταῖον καὶ τεταρταῖον καὶ ἡμιτριταῖον ἰᾶται ἄκρως. οἱ δὲ ὀδόντες αὐτοῦ περιαπτόμενοι παισὶν ὀδοντοφυοῦσιν ἁρμόδιοι. ἡ δὲ κοιλία αὐτοῦ ξηρὰ λεία ποθεῖσα σπληνικοὺς ἰᾶται. Περὶ ἐγχέλυος.
4.16.(1t) Ἔγχελυς ἰχθύς ἐστι θαλάσσιος καὶ ποτάμιος ἐοικὼς ὄφει, γίνεται δ’ ὡς ἐπὶ τὸ πλεῖστον ἐν λίμναις θαλασσομίκτοις. Ταύτης τὸ ἧπαρ ὅλον σὺν τῇ χολῇ ἐὰν λειώσας σὺν οἴνῳ δώῃς πιεῖν λάθρα τινί, οὐδέποτε δυνήσεται πιεῖν οἶνον. αὐτὴν δὲ ὅλην ζῶσαν εἰς οἶνον ἐμβληθεῖσαν καὶ ἀποπνιγεῖσαν καὶ ὁ οἷνος λάθρα δοθεὶς οἰνοφλυγοῦντι παύσει αὐτὸν τῆς τοῦ οἴνου ἐπιθυμίας. ὀπτὴ δὲ ἐσθιομένη στομαχικοὺς καὶ δυσεντερικοὺς ἰᾶται. ἡ δὲ ἔγχελυς ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα ἀσπιοδήκτοις ἰᾶται. Περὶ ἐχίνου.
4.17.(1t) Ἐχίνου θαλασσίου ἡ σὰρξ ἐσθιομένη κοιλίαν μαλάσσει καὶ νεφροὺς καὶ λιθουρίαν ἄκρως θεραπεύει σὺν κονδίτῳ λαμβανομένη. αὐτὸς δὲ ὁ ἐχῖνος καυθεὶς καὶ λειωθείσης τῆς τέφρας καὶ σμηχομένης λέπραν ἰᾶται, καὶ ἕλκη ὀφρύων ταχέως ἐπουλοῖ καὶ πᾶν ἕλκος εὐθέως εἰς οὐλὴν ἄγει. ἀλωπεκίας δὲ δασύνει μετὰ στέατος ἀρκείου ἢ δελφινίου ἢ ὑείου ἀλειφόμενον. Περὶ ἐχενηίδος.
4.18.(1t) Ἐχενηὶς ἰχθύς ἐστιν ἐναργής. οὗτος τοιαύτην φυσικὴν δύναμιν ἔχει. ἐὰν κολληθῇ πλοίῳ ἀρμενίζοντι φερομένῳ οὐρείᾳ, ἵστησιν αὐτό. Λαβὼν οὖν τὴν ἐχενηίδα ζῶσαν, βάλλε αὐτὴν εἰς καπνέλαιον ἵνα πνιγῇ, καὶ ὅτε βούλει ἑψῆσαι, στάθμισον τὸ ὀψάριον. ἐὰν οὖν ἔχῃ λίτραν μίαν, βάλλε καπνέλαιον ξέστην ἕνα, καταλυθέντος τοῦ ἰχθύος, καὶ ἕψε μαλθακῷ πυρί. καὶ ὅταν γνώσῃς ὅτι ἐλύθη τὸ ὀψάριον καί ἐστιν ὡς χυλὸς μετὰ τοῦ ἐλαίου, διηθήσας πρόσμιγε βουτύρου πρωτείου οὐγ. γʹ εἰς τὸν χυλὸν τοῦ ὀψαρίου καὶ εἰς τὸν ξέστην τοῦ καπνελαίου. καὶ ὅταν ἑψηθῇ, ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ· καὶ χρῷ ἀλείφων ἐκ τούτου πόδας, χεῖρας, ἄρθρα. Ἐὰν γὰρ ὡς δέκα ἐτῶν ἐστιν τὸ πάθος τῆς ποδάγρας, θεραπευθήσεται, κἂν ποδάγρα, κἂν χειράγρα ἐστὶν κἂν γονάγρα. χρῶ δὲ ἐν κοίτῃ καὶ ἀπὸ λουτροῦ. ἑψῶν δὲ πρόσεχε μὴ ὑπερζέσῃ τὸ καπνέλαιον, ἐπεὶ ἐμπρησμὸν ποιεῖ. ἕψε οὖν αὐτὸ ἐν ὑπαίθρῳ καὶ οὐκ ἐν οἰκίᾳ τὸν σταθμὸν τὸν προειρημένον βαλών. εἰ δὲ ἔχει ὁ ἰχθὺς λίτρας θʹ ἢ ζʹ ἢ ἐλαττότερον, βάλλε καὶ καπνέλαιον τόσον. τὸ δὲ βούτυρον οὐγ. γʹ. (τὸ δὲ καλούμενον καπνέλαιον ἡ νάφθα ἐστίν). Περὶ ζυγαίνης.
4.19.(1t) Ζύγαινα ἰχθύς ἐστι θαλάσσιος πλατείαν ἔχων κεφαλήν, τὸ δὲ λοιπὸν σῶμα ὅμοιον κυνογαλέῳ. ταύτης ἡ χολὴ σὺν ὀποβαλσάμῳ ἐγχριομένη ὀξυωπίαν παρέχει. Περὶ ζμυραίνης.
4.20.(1t) Ζμύραινά ἐστιν θηρίον θαλάσσιον κακοῦργον καὶ πονηρὸν καὶ ἀλέπιδον, ἔχον φολῖδας μελαίνας ἐν τῇ ῥάχει καὶ ἐν τῇ δορᾷ, ἰοβόλον καὶ ὁρμητικὸν ἐπ’ ἀνθρώποις. ἐναντία δέ ἐστιν ἡ ζμύραινα τῷ ὀκτάποδι καὶ ἀναιρεῖ αὐτόν. τὴν δὲ ζμύραιναν ἀναιρεῖ κάραβος, ὥστε ζμυραίνης καὶ καράβου ἄμφω ἑψημένων, ἀφανίζεται ἡ ζμύραινα. τὸν δὲ κάραβον πάλιν ἀναιρεῖ ὁ πολύπους. Τῆς οὖν ζμυραίνης οἱ ὀδόντες ἁρμόζουσιν ὀδοντοφυοῦσιν παιδίοις περιαφθέντες. πεπεροζώμου δὲ ἐσθιομένη νεφροὺς ἰᾶται καὶ ἐλεφαντίασιν καὶ τὰ ψωρώδη πάθη ἄκρως ἰᾶται. Περὶ ἥπατος.
4.21.(1t) Ἧπαρ ἰχθύς ἐστι μαλακός, ἀργός, ἧπαρ μέγα ἔχων. τούτου ἡ χολὴ σὺν μελικράτῳ ποθεῖσα ἡπατικοὺς ἄκρως ἰᾶται. τὸ δὲ ἧπαρ αὐτοῦ λεῖον ἐπιπλασσόμενον πᾶσαν φλεγμονὴν καὶ ποδάγραν ἰᾶται. ἡ δὲ κεφαλὴ αὐτοῦ καυθεῖσα καὶ λειωθεῖσα ξηρίον ἕλκη χειρώνεια καὶ νεμόμενα θεραπεύει. Περὶ ἡδονίας.
4.22.(1t) Ἡδονία ἰχθύς ἐστι θαλάσσιος καὶ ποτάμιος, ὃν καὶ ἀφύδιόν φασι. αὕτη ἐσθιομένη ζωμιστὴ καὶ πινομένη ἔντασιν ποιεῖ καὶ νεφριτικοὺς ὠφελεῖ. Περὶ θύννης.
4.23.(1t) Θύννα ἰχθύς ἐστι θαλάσσιος. ταύτης ἡ χολὴ σὺν ὀπῷ ἀειθαλοῦς βοτάνης ἐγχεομένη λευκώματα ὀφθαλμῶν αἴρει. ὀφθαλμοὺς δὲ θύννης ἐὰν λειώσας μετὰ πνεύμονος θαλασσίου ῥάνῃς τὴν στέγην τοῦ οἴκου ὀψὲ σκοτείας οὔσης, δόξουσιν οἱ ἐν τῷ οἴκῳ ἀστέρας βλέπειν. ἐὰν δὲ ῥάβδον χρίσῃς ὁδεύων ὀψέ, ἀσελήνου νυκτός, δόξεις φῶς ἐκ τῆς ῥάβδου ἀποπέμπεσθαι. ἐὰν δὲ ἐν τοίχῳ ἢ ἐν χάρτῃ γράψῃς οἷον θέλεις ζῷον ἢ θηρίον, ἡμέρας μὲν οὔσης οὐχ ὁρῶνται, νυκτὸς δὲ καταλαβούσης ὀφθήσονται τὰ γραφόμενα. Θύννων δὲ χολὴ καὶ ἧπαρ συλλειωθέντα καὶ ἐπιχρισθέντα προεκτίλας τὰς τῶν βλεφάρων τρίχας οὐκέτι ἀναβήσονται. ὅπερ δὲ ἕτερον οἱ ὀφθαλμοὶ αὐτῆς ποιοῦσι, ζήτησον εἰς τὸν ἰχθὺν τὸν γλαῦκα καὶ μαθήσῃ. ἡ δὲ τῆς χολῆς μίξις καταπλασσομένη χίμεθλα ἰᾶται. Περὶ θρίσσης.
4.24.(1t) Θρίσσα ἰχθύς ἐστι θαλάσσιος μικρός. αὕτη ὀπτὴ ἐσθιομένη κωλικοὺς καὶ στομαχικοὺς καὶ νεφριτικοὺς ὀνίνησι, παστὴ δὲ ἐσθιομένη δυσουρίαν ἰᾶται, καυθεῖσα δὲ ἡ τέφρα μετὰ κρινομύρου τρίχας καλὰς ποιεῖ καὶ πολλὰς καὶ τὰς ῥεούσας ἵστησιν. Περὶ ἱπποκάμπου.
4.25.(1t) Ἱππόκαμπος ζῷόν ἐστι θαλάσσιον, οὗ καέντος ἡ τέφρα σὺν πίσσῃ ὑγρᾷ καὶ στέατι ἀρκείῳ ἀλωπεκίας δασύνει. τὸ αὐτὸ δρᾷ καὶ τοῦ θαλαττίου ἐχίνου τὸ ὄστρακον. 〈Περὶ ἰούλου〉.
4.26.(1t) Ἴουλος ἰχθὺς ποικίλος, πᾶσι γνωστός. τούτου οἱ ὀδόντες φορούμενοι δαίμονας καὶ φαντασίας διώκουσιν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ βασκανίας ἀπελαύνουσιν. συνεχῶς δὲ ἐσθιόμενοι ἐπιληπτικοὺς θεραπεύουσιν. Περὶ ἱππούρου.
4.27.(1t) Ἵππουρος ἰχθὺς ὃν ἔνιοι ἄνθρωποι κορυφαῖον καλοῦσι. τούτου ἡ χολὴ σὺν μέλιτι ἀκάπνῳ ἐπιχριομένη πᾶσαν ἀμβλυωπίαν καὶ ἀμαύρωσιν ἰᾶται. καθόλου δὲ ὁμοίαν ἔχει δύναμιν τῇ χολῇ τῆς ὑαίνης. ἔστι δὲ ἡδὺς εἰς βρῶσιν καὶ καλός. Περὶ καρκίνου.
4.28.(1t) Καρκίνοι ποτάμιοι λεῖοι ποθέντες σὺν γάλακτι αἰγείῳ θεραπεύουσιν σκορπιοπλήκτους, φαλαγγιοδήκτους, ἐχιοπλήκτους καὶ διψάδος καὶ κεράστου δήγματα ἰῶνται. σὺν οἴνῳ δὲ μέλανι ἐν ποτῷ δοθέντες γυναιξὶ δυστοκούσαις ὠκυτοκίαν παρέχουσι. λεῖοι δὲ μετὰ χυλοῦ ὀρύζης ποθέντες ἢ πλασθέντες ὑδροφόβους ἰῶνται. σὺν ὕδατι δὲ ποθέντες ἔμμηνα κατασπῶσι. λεῖοι δὲ ἐπιτεθέντες βελοτρώτοις ἐξάγουσι τὰς ἀκίδας τῶν βελῶν, καὶ σκόλοπας καὶ ἀκάνθας καὶ ὅσα τοιαῦτα ἀποβάλλει. σὺν κηρῷ δὲ ἐπιπλασθέντες, χίμετλα ἰῶνται. Καρκίνος θαλάσσιος ζωμιστὸς πινόμενος καὶ ἐσθιόμενος οὖρα προτρέπει, καὶ ὠμὸς σὺν μολύβδῳ κεκαυμένος τριβεὶς καρκινώματα ἰᾶται. ἡ δὲ τέφρα αὐτοῦ μετ’ ἐλαίου ὀμφακίνου ἐπιτεθεῖσα χίμετλα καὶ ποδάγρας ὠφελεῖ σὺν κηρωτῇ ἐπιτεθεῖσα. Καρκίνων ποταμίων καέντων ἡ τέφρα κοχλιαρίων δυοῖν πλῆθος σὺν γεντιανῆς ῥίζης κοχλιαρίῳ ἑνὶ καὶ οἴνῳ ποθεῖσα ἐπὶ ἡμέρας τρεῖς, βοηθεῖ λυσσοδήκτοις ἐναργῶς. σὺν μέλιτι ἑφθῷ ῥαγάδας τὰς ἐν ποσὶ καὶ τὰς ἐν δακτυλίῳ καὶ χίμεθλα καὶ καρκινώματα παρηγορεῖ. λεῖοι δὲ ὠμοὶ σὺν γάλακτι ὀνείῳ ποθέντες βοηθοῦσι δήγμασιν ἑρπετῶν φαλαγγίων, σκορπίων πληγαῖς. ἑφθοὶ δὲ σὺν ζωμῷ ἐσθιόμενοι, φθισικοὺς ὠφελοῦσι καὶ τοὺς λαγὼ θαλάσσιον πεπωκότας. τριφθέντες δὲ σὺν ὠκίμῳ καὶ προσαχθέντες, σκορπίους κτείνουσι. δύνανται δὲ τὰ αὐτὰ καὶ οἱ θαλάσσιοι πλὴν ἧττον τούτων ἐνεργοῦσιν. Καρκίνοι ποτάμιοι ἐσθιόμενοι καὶ τὸ ἀπόζεμα αὐτῶν πινόμενον δυσουρίαν καὶ στραγγουρίαν γυναικῶν καὶ ἀνδρῶν καὶ παίδων ἰᾶται. καρκίνον καύσας καὶ ἀριστολοχίαν καὶ κνίδας κοπανίσας καὶ λειώσας ὁμοῦ, μῖξον σὺν αὐτοῖς καὶ σαπώνιν καὶ χρίε ἐξωχάδας καὶ ἐσωχάδας. Περὶ κυνὸς θαλασσίου.
4.29.(1t) Κύων ἰχθύς ἐστι θαλάσσιος, οὗ καυθέντος ἡ τέφρα σὺν σηποστράκῳ οὖλας ὀδόντων θεραπεύει. κυνὸς θαλασσίου οἱ ὀδόντες καέντες καὶ σὺν μέλιτι λειωθέντες οὖλα καθαίρουσιν. τὸ δὲ δέρμα αὐτοῦ φορούμενον κύνας γηΐνους εἰς φυγὴν τρέπει. ἡ δὲ σὰρξ αὐτοῦ ἐσθιομένη εὐστόμαχός ἐστιν καὶ εὔπεπτος. Περὶ καρίδος.
4.30.(1t) Καρὶς θαλασσία. αὕτη περιαφθεῖσα σκορπιοπλήκτους ἰᾶται. ἐὰν γὰρ ἐπιγράψῃς τῷ πληγέντι τόπῳ “καρίς”, αὐτῇ τῇ ὥρᾳ ἄπονον δείξεις τὸν πληγέντα. εἰ δέ τις γλύψῃ καρίδα ἐπὶ γαγάτου λίθου καὶ φορῇ ἐν δακτυλίῳ, οὐ μὴ πληγῇ ποτε ὑπὸ σκορπίου. Καρίδες θλασθεῖσαι καὶ ἐπιπλασθεῖσαι μυρμηκίας καὶ ἀκροχορδόνας καὶ τύλους καὶ ἥλους ἐκριζοῦσιν. ὁ δὲ ζωμὸς αὐτῶν μετὰ μαράθρου ποτιζόμενος γάλα ταῖς γυναιξὶ πολὺ ἐπιφέρει. Περὶ κεφάλου.
4.31.(1t) Κέφαλος ἰχθύς ἐστι θαλάσσιος πᾶσι γνωστός. τούτου μικροῦ ὄντος ὁ ζωμὸς πινόμενος κοιλίαν πέττει. ἡ δὲ κεφαλὴ ταριχευθεῖσα καὶ καυθεῖσα καὶ σὺν μέλιτι λείᾳ ἐπιχρισθεῖσα, συκάμινα αἴρει καὶ ἐξωχάδας καὶ ὅσα περὶ τὴν ἕδραν συνίστανται διαφορεῖ καὶ θεραπεύει. ὁμοίως καὶ ἡ κεφαλὴ τῆς παλαμίδος τὸ αὐτὸ ποιεῖ. δεῖ δὲ ἀμφότερα μίξας ἐπιμελέστατα χρῆσθαι. Περὶ καραβίδος.
4.32.(1t) Καραβὶς ποτάμιος ὀστρακόδερμόν ἐστι λιμναῖον σμικρότατον μὲν τὸ μέγεθος ἐοικὼς δ’ ἀστακῷ. αὕτη ὀπτὴ ἐσθιομένη στομαχικοὺς ὠφελεῖ. τὸ δὲ ἀπόζεμα ταύτης σὺν οἴνῳ πινόμενον κοιλίαν φέρει καὶ νεφρικοὺς ὠφελεῖ καὶ οὖρα προκρίνει. ἡ δὲ θαλαττία καρὶς σκορπιοπλήκτοις βοηθεῖ λεία καταπλαττομένη. Περὶ Κοχλίων.
4.33.(1t) Κοχλίων θαλασσίων ὁ ζωμὸς καὶ ἀχαρνῶν καὶ φωκίδων καὶ ἀφύων καὶ λοπάδων κοιλίαν σκληρὰν γεναμένην μαλάσσει καὶ ἁπαλύνει. Περὶ κηρύκων.
4.34.(1t) Κήρυκες θαλάττιοι περιαφθέντες ὀδύνας μαστῶν παύουσι. τὸ δὲ ὄστρακον αὐτῶν ξηραντικῆς δυνάμεως ὂν τοῖς κακοήθεσι τῶν ἑλκῶν ἁρμόζει. πρὸς δὲ τὰ σηπεδονώδη μετ’ ὄξους ἢ οἴνου ἢ ὀξυμέλιτος χρηστέον. αἱ δὲ σάρκες αὐτῶν ἔτι ζώντων ἐν ἐλαίῳ ἐψηθεῖσαι ὠταλγίαν ἰῶνται, τῶν μὲν σαρκῶν καταπλασσομένων, τοῦ δὲ ἐλαίου χεομένου. Περὶ κωβιῶν.
4.35.(1t) Κωβιοὶ ἰχθύες εἰσὶ θαλάττιοι. οὗτοι σὺν ὑδρελαίῳ καὶ ἅλατι ἐψηθέντες ἕως ἂν τακῶσι καὶ πινόμενος ὁ ζωμὸς κοιλίαν μαλάσσει καὶ ὑπάγει. ἐσθιόμενοι δὲ εὐστόμαχοί εἰσι. Περὶ κοχλίων γῆς καὶ θαλάσσης.
4.36.(1t) Κοχλίαι γῆς τε καὶ θαλάσσης μικροὶ μέν εἰσι τὸ μέγεθος, μεγίστων δὲ παθημάτων θεραπευταί. καυθέντες γὰρ καὶ ποθέντες δυσεντερικοὺς ὠφελοῦσι τοὺς μήπω σηπεδονώδεις. ἄκαυστοι δὲ λεῖοι ἐπιτιθέμενοι κατὰ τῆς γαστρὸς ἐπὶ τῶν ὑδερικῶν καὶ κατὰ τῶν ἄρθρων ἐπὶ τῶν ἀρθριτικῶν ἕως αὐτομάτως ὑποστῶσιν, ὠφέλιμοι γίνονται. καθάπαξ γὰρ τὸ διὰ βάθους ὑγρὸν ξηραίνουσι. Τὰ δὲ ὄστρακα αὐτῶν τεφρωθέντα ἀλφοὺς παντοίους αἴρουσι. εἰ δὲ καὶ σὺν μέλιτι ἑνώσῃς, οἰδήματα γαστρὸς καὶ ποδῶν ἐπιρρύσεις πληγάς τε νεύρων καὶ ζοφώσεις ὀμμάτων καὶ αἱμορραγίαν ῥινῶν σβέσεις, καὶ θαυμάσας τὸ θεῖον ὑμνήσεις κράτος. Ὅτι ἡμεῖς τοὺς χερσαίους κοχλίας μετὰ τῶν ὀστράκων καὶ τῆς σαρκὸς λειώσαντες, σὺν λιβάνῳ δὲ μεστὸν ἐνθέντες τῆς ὅλης ἡμέρας αἱμορραγούσῃ ῥινὶ τὴν τοῦ αἵματος φορὰν ἀνακόψαμεν. Περὶ κυπρίνου.
4.37.(1t) Κυπρῖνος ἰχθύς ἐστι ποτάμιος καὶ λιμναῖος. τούτου τὸ ἧπαρ θυμιώμενον ἐπιληψίαν ἀποσοβεῖ. ἡ δὲ χολὴ αὐτοῦ σὺν μέλιτι ἐπιχριομένη πᾶσαν ἀμαύρωσιν καὶ ἀμβλυωπίαν ὀφθαλμῶν καὶ ἀχλὺν καὶ λευκώματα καὶ ἐπιδερμίδας ἀποκαθαίρει. ἔστι δὲ τὸ στέαρ συνουσίας ὁρμητικόν, ἐάν τις αὐτὸ τήξας χρίσῃ τὴν βάλανον τοῦ μορίου· καὶ εὔχροιαν καὶ σύλληψιν ἐργάζεται παραχρῆμα. Περὶ κίχλης.
4.38.(1t) Κίχλης ὁ ζωμὸς κοιλίαν μαλάσσει, καὶ εὐπεψίαν παρέχει, καὶ διεγείρει πρὸς συνουσίαν, καὶ γάλα φέρει ταῖς θηλαζούσαις. Περὶ λάβρακος.
4.39.(1t) Λάβραξ ἰχθύς ἐστι θαλάττιος. τούτου ἡ χολὴ σὺν μέλιτι ἐγχριομένη πᾶσαν ἀμαύρωσιν καὶ ἀμβλυωπίαν καὶ λευκώματα καθαίρει καὶ ὀξυωπίαν παρέχει. ἡ δὲ κοιλία αὐτοῦ μόνη ἐσθιομένη πέψιν ποιεῖ. ξηρὰ δὲ φορουμένη λαμπρῶς ἐσθίειν καὶ ἐνηδόνως παρασκευάζει. οἱ δὲ μάργαροι τῶν ὀφθαλμῶν αὐτοῦ φορούμενοι ὀφθαλμίαν παύουσι καὶ ἡμικρανίαν, δεξιὸν δεξιῷ καὶ λαιὸν λαιῷ περιαφθέντες. καὶ ὀδοντοφυοῦσι παιδίοις ἁρμόδιοι. τὸ δὲ ἐν τῇ κεφαλῇ αὐτοῦ ὀστοῦν ἐπιτεθὲν κεφαλῇ τινος τοῦ καταπεπωκότος ὀστοῦν ἰχθύος, τοῦτο ἐξάγει. Σκευάζεται δὲ ἐκ τῆς χολῆς καὶ κολλύριον οὕτως: χολὴ λάβρακος καὶ χολὴ γυπὸς ἀνὰ οὐγ. ϛʹ, λιβάνου ἀρσενικοῦ οὐγ, θʹ, σμύρνης οὐγ. βʹ, λιθαργύρου οὐγ. αʹ, βαλσάμου καὶ χυλοῦ ἀειθαλοῦς βοτάνης ἀνὰ οὐγ. ηʹ, μέλιτος ἀκάπνου οὐγ. γʹ. τοῦτον παλαιούμενον κρεῖττον. χρήσιμον γάρ ἐστι πρὸς ἀμβλυωπίαν, καὶ ἀρχομένας ὑποχύσεις, καὶ ἀχλύν, καὶ νυκτάλωπας, καὶ τραχώματα, ὑδατίδας τε καὶ ψωροφθαλμίαν, καὶ βεβρωμένους κανθοὺς θεραπεύει. Περὶ λαγωοῦ.
4.40.(1t) Λαγωὸς ὁ θαλάσσιος λειωθεὶς καὶ περιχρισθεὶς τὰς προεκτμηθείσας τῶν βλεφάρων τρίχας οὐκ ἐᾷ αὖθις ἀναβῆναι. τοῖς δὲ πεπωκόσιν αὐτὸν χηνὸς νεοσφαγοῦς αἷμα θερμὸν πότιζε. ἀντιφάρμακόν ἐστιν τῶν δηλητηρίων. Περὶ μαινίδος.
4.41.(1t) Μαινίδες ἰχθύδιά εἰσι θαλάττια. τούτων αἱ κεφαλαὶ καυθεῖσαι καὶ τεφρωθεῖσαι καὶ σὺν στέατι ἀρκείῳ καταχριόμεναι ἀλωπεκίας ἰῶνται. μόναι δὲ τοὺς κυνοδήκτους καὶ τοὺς σκορπιοπλήκτους ὠφελοῦσιν. ἵστησι δὲ καὶ νομάς. ὅλη δὲ ἡ μαινὶς καυθεῖσα καὶ ἐπιχρισθεῖσα μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἥλους αἴρει. ὁ δὲ ζωμὸς αὐτῶν καὶ αἱ σάρκες ἐσθιόμεναι εὐστομαχίαν παρέχουσι, καὶ κωλικοὺς καὶ στροφουμένους ἰῶνται. Μαινίδος κεφαλὴ καεῖσα τὰς ἐν δακτυλίῳ τετυπωμένας ῥαγάδας ἀποκαθίστησι καταπλασθεῖσα. τὸ δὲ γάρος αὐτῆς, τὰς ἐν τῷ στόματι σηπεδόνας διακλυζόμενον θεραπεύει παραδόξως. 〈Περὶ μελανούρου〉.
4.42.(1t) Μελάνουρος ἰχθύς. ἐσθιόμενος ὀπτὸς ὀξυδορκίαν παρέχει. ὁ δὲ ζωμὸς αὐτοῦ πινόμενος κωλικοὺς στροφουμένους ἰᾶται. 〈Περὶ μυακίων〉.
4.43.(1t) Μυάκια ὀστρακώδη εἰσι. τούτων τὸ ἀπόζεμα ποθὲν γαστέρα μαλάσσει. τὰ δὲ ὄστρακα αὐτῶν καυθέντα καὶ λειωθέντα καὶ ὡς ξηρίον ἐπιπασσόμενα νομὰς καὶ σηπεδόνας στέλλουσι καὶ ἕλκη παλαιὰ θεραπεύουσι. σὺν μέλιτι δὲ καταχριόμενα παχέα βλέφαρα στέλλουσι, καὶ λευκώματα καθαίρουσι. δεῖ δὲ πλύνειν τὴν τέφρα ὕδατι γλυκεῖ καθάπερ καὶ τὸ ψιμίθιον. Περὶ νάρκης.
4.44.(1t) Νάρκη ἰχθύς ἐστι θαλάσσιος, ὃν οἱ πολλοί φασι μάργαν. αὕτη τοῖς κεφαλαλγοῦσιν ἔτι ζῶσα προστεθεῖσα ἐπὶ χρονίων νοσημάτων τῶν περὶ κεφαλῆς πραΰνει τὸ σφοδρὸν τοῦ ἀλγήματος. ἐν ἐλαίῳ δὲ ζῶσα ἐψηθεῖσα ἕως οὗ τακῇ, καὶ διηθηθεῖσα τὰ τῶν ἀρθριτικῶν ἀλγήματα παραμυθεῖται χριομένη. καυθεῖσα δὲ καὶ τεφρωθεῖσα καὶ ὡς ξηρίον ἐπιπασθεῖσα τὰς ἐξερχομένας ἕδρας ὑγιεῖς ἀπεργάζεται. τὸ δὲ στέαρ αὐτῆς ἐάν τις ἐν ἐρίῳ ἐπιχρίσας ἐπιθῇ κατὰ τῆς ἕδρας, τὰς τῆς ὑστέρας ἀναδρομὰς στέλλει. ἐὰν δὲ καὶ γυνὴ ἐπιχρίσῃ τὸ μόριον αὐτῆς ἐκ τοῦ στέατος, οὐ συγγενήσεται ἀνὴρ μετ’ αὐτῆς οὐδὲ συνουσιάσει ὅλως. 〈Περὶ ξιφίου〉.
4.45.(1t) Ξιφίας ἰχθύς ἐστι θαλάσσιος, ὅμοιος τῇ 〈ἰ〉ουλίδι, μικρότερος δὲ καὶ λεπτομερέστερος. τούτου τὸ ἀποτηγανιζόμενον ἔλαιον σὺν χυλῷ σεύτλου καὶ μολυβδίνῳ καταχριόμενον, κεφαλῆς ἰχῶρας καὶ πίτυρα ἀποκαθαίρει. καὶ ἡ χολὴ αὐτοῦ πρὸς ἀμβλυωπίαν μίγνυται. Περὶ ξύθου.
4.46.(1t) Ξύθος ἐστὶν ἰχθύς, ἣν ἔνιοι ζμαρίδα καλοῦσι. ταύτης ταριχηρᾶς ἡ κεφαλὴ καεῖσα, ἕλκη στέλλει ὑπερσαρκοῦντα, καὶ νομὰς ἵστησι, καὶ ἥλους καὶ θύμους ἀναλίσκει. σκορπιοπλήκτοις δὲ καὶ κυνοπλήκτοις ὠμὴ ἁρμόζει, καθάπερ καὶ εἰς πάντα ταριχευομένη. 〈Περὶ ὄνων〉.
4.47.(1t) Ὄνοι οἱ ὑπὸ τὰς ὑδρίας συναγόμενοι ζωΰφιά εἰσι πολύποδα διαφορητικῆς καὶ ξηραντικῆς ὄντα δυνάμεως. ταῦτα λειούμενα καὶ σὺν οἴνῳ πινόμενα δυσουρίαν τε καὶ ἴκτερον ἰῶνται. καὶ ἐπὶ συναγχικῶν διαχρίονται μετὰ μέλιτος καὶ ὠφελοῦσι. πρὸς ὠταλγίαν δὲ σὺν ῥοδίνῳ θερμανθέντα ἔνσταζε. Περὶ ὄνου θαλασσίου.
4.48.(1t) Ὄνος θαλάσσιος, ὃν τινὲς πολύπουν, οἱ δὲ ὀκτάπουν λέγουσιν. τοῦτον βαλὼν ἐν καινῇ χύτρᾳ ἔτι ζῶντα ἔκζεσον καὶ τὸν ἀπ’ αὐτοῦ ἰχῶρα δίδου πιεῖν νεφριτικοῖς, λιθουρικοῖς, μετ’ οἴνου παλαιοῦ ἐν λουτρῷ, καὶ ἰαθήσονται, καὶ τὸν λίθον ἐξουρήσουσι ψάμμου δίκην λεπτότατον. 〈Περὶ ὀρφῶ〉.
4.49.(1t) Ὀρφὼς ἰχθύς ἐστι θαλάσσιος, πᾶσι γνωστός. τούτου τὸ αἷμα χριόμενον ἀλφοὺς θεραπεύει. ἡ δὲ χολὴ αὐτοῦ χριομένη λευκώματα ἰᾶται. ἐσθιόμενος δὲ ὁ ἰχθὺς εὐπεψίαν καὶ εὐστομαχίαν παρέχει, καὶ νεφρικοὺς καὶ δυσουρίαν ἰᾶται. οἱ δὲ ἐν τῇ κεφαλῇ αὐτοῦ λίθοι περιαπτόμενοι πᾶσαν κεφαλαλγίαν ἰῶνται. ὁμοίως καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ κρατούμενοι καὶ φορούμενοι πᾶσαν ὀφθαλμίαν καὶ παρέγχυσιν ἰῶνται ἄκρως. 〈Περὶ πηλαμύδοσ〉.
4.50.(1t) Πηλαμὺς ἰχθύς ἐστι θαλάσσιος, ἥτις καυθεῖσα σὺν τῇ κεφαλῇ καὶ λειωθεῖσα καὶ ἐπιτεθεῖσα, νομὰς ἵστησι καὶ σηπεδόνας ἰᾶται καὶ ἐξωχάδας στέλλει. τὸ δὲ ἐξ αὐτῆς γινόμενον γάρος ὠταλγίαν ἰᾶται. 〈Περὶ πνεύμονοσ〉.
4.51.(1t) Πνεύμων θαλάσσιος ζῷόν ἐστιν ἄμορφον τρεμούσῃ ἐοικὼς ἁπλούμενον καὶ συστελλόμενον. τοῦτο λειώσας καὶ ἐπιθέμενος τοῖς ποδαγρικοῖς τὸν πόνον παύει. ἀλείψας δὲ αὐτὸν ἐν ῥάκει καθαρῷ καὶ ψύξας ἐν ἡλίῳ θεάσει αὐτὸν κατὰ τὴν νύκτα φαίνοντα, ὥσπερ λαμπάδα. Περὶ πολύποδος.
4.52.(1t) Πολύπους ζῷόν ἐστι, τὸ λεγόμενον ὀκταπόδιον. οὗτος ζωμευθεὶς καὶ βρωθεὶς νεφρικοὺς καὶ δυσουριῶντας ἰᾶται. τὸ δὲ ἐξ αὐτοῦ μέλαν γράφεται ἐν χάρτῃ. Περὶ πορφυρίδος.
4.53.(1t) Πορφύρα θαλασσία ἡ καὶ κογχύλη λεγομένη, κηρύκιόν ἐστι μικρόν, ὥσπερ ὀνύχιον. αὕτη ὑποθυμιωμένη ἀναδρομὰς ὑστέρας παύει καὶ πνιγμοὺς ἀποσοβεῖ. ὁ δὲ ζωμὸς πινόμενος γαστέρα μαλάσσει καὶ κοιλίαν προτρέπει. σάρκα δὲ ὠμὴν τῆς πορφύρας ἐὰν λειώσας μετὰ σμύρνης καταθῇς εἰς ὀδυνώμενον τόπον, ἡμικράνου πόνον θεραπεύσεις ἄκρως. περιαπτομένη δὲ καὶ συνδεομένη πᾶσαν κεφαλαλγίαν ἰᾶται. Περὶ πελωρίδων.
4.54.(1t) Πελωρίδες εἰσὶ θαλάσσια ἰχθύδια. τούτων καὶ παγούρων ὁ ζωμὸς κοιλίαν μαλάσσει μετ’ οἴνου πινόμενος. Περὶ ῥαφίδος.
4.55.(1t) Ῥαφὶς ἰχθύς ἐστι θαλάττιος ἡ καλουμένη βελονίς, ἣν καὶ ζαργάνην οἱ πολλοὶ ὀνομάζουσιν, ἔχουσα στόμα μακρὸν παρεοικὼς σφυραίνῃ. ταύτης τὸ στόμα φορούμενον ἢ θυμιώμενον δαίμονας διώκει. τοῦτο καὲν καὶ λειοτριβηθὲν μετὰ ἰρίνου μύρου ἀλωπεκίας τριχοφυεῖν ἀναγκάζει, ὡς μέγα δῶρον καὶ ἴαμα. Περὶ ῥίνης.
4.56.(1t) Ῥίνα ἰχθύς ἐστι θαλάσσιος. ταύτης τὸ δέρμα καυθὲν καὶ λειωθὲν καὶ ἐπιχρισθὲν φύματα ἰᾶται καὶ τὰς ἐκ ῥινῶν αἱμορραγίας ἵστησι. Περὶ σκορπίου.
4.57.(1t) Σκορπίος ἰχθύς ἐστι θαλάσσιος, πᾶσι γνωστός. τοῦτον πνίξας ἐν οἴνῳ δὸς σπληνικῷ πιεῖν, καὶ ἰαθήσεται. ἐὰν δὲ γυναικὶ δώσῃς πιεῖν, αἱμορραγήσει παραχρῆμα. στῆσαι δὲ θέλων τὴν αἱμορραγίαν, τὸν σκορπίον ἐψήσας δὸς φαγεῖν, καὶ ἰαθήσεται. Σκορπίου πληγὴν ἰᾶται τρίγλα ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα, ἢ οὔρῳ ἀνθρωπίνῳ ἐπαντλήσας καὶ μολύβδῳ ἐπιθήσας. Περὶ σάλπης.
4.58.(1t) Σάλπη ἰχθύς ἐστι θαλάσσιος ἐδώδιμος. τούτου οἱ ἐν τῇ κεφαλῇ λίθοι περιαπτόμενοι ἔντασιν μεγίστην ποιοῦσιν, ὁ μὲν δεξιὸς περὶ τὸν δεξιὸν ὄρχιν, ὁ δὲ εὐώνυμος περὶ τὸν εὐώνυμον. τὸ δὲ στέαρ αὐτοῦ λειούμενον σὺν μέλιτι καὶ χριόμενον περὶ τὸ αἰδοῖον, ἡδονικόν ἐστι κάλλιστον ἐν συνουσίαις πάνυ. Περὶ συναγρίδος.
4.59.(1t) Συναγρὶς ἰχθύς ἐστι θαλάσσιος, πᾶσι γνωστός. τούτου οἱ ὀδόντες παισὶν ὀδοντοφυοῦσι περιαπτόμενοι ἀνοδύνως φύονται καὶ πᾶσαν ὀδονταλγίαν περιαπτόμενοι ἰῶνται. ἡ δὲ χολὴ αὐτοῦ μετὰ ἀμυγδαλίνου ἐλαίου ἢ καρυίνου ἐπιχριομένη ταῖς γνάθοις ὀδόντων πόνους ἰᾶται. 〈Περὶ σηπίασ〉.
4.60.(1t) Σηπίας ὄστρακον τραχεῖα βλέφαρα σμήχει, καὶ τρίχας λεπτύνει τὰς τοῦ σώματος, ὡς καὶ ἡ κίσηρις. λάμβανε δὲ αὐτὸ εἰς τοὺς αἰγιαλούς· καὶ λευκώματα καθαίρει συχνῶς ὡς ξηρίον ἐπιπασσόμενον. Περὶ σαργοῦ 〈καὶ στελλίνων〉.
4.61.(1t) Σαργὸς ἰχθύς ἐστι θαλάσσιος πᾶσι γνωστός. τούτου οἱ ὀδόντες φορούμενοι πᾶσαν ὀδονταλγίαν ἀποστρέφουσιν. ἡ δὲ χολὴ αὐτοῦ χριομένη τοῖς μαστοῖς τῶν γυναικῶν γάλα πολὺ φέρει. ὁμοίως καὶ αἱ στελλῖνες ἐσθιόμεναι γάλα γυναιξὶ φέρουσι. καὶ ὁ ζωμὸς τῶν στελλίνων πινόμενος τὸ αὐτὸ ποιεῖ. σαπεῖσαι δὲ αἱ στελλῖνες καὶ μετὰ κεδρίας ἐπιχρισθεῖσαι τὰς προεκσπασθείσας τρίχας, οὐκ ἐῶσι ταύτας αὖθις ἀναφυῆναι. Περὶ τρίγλας.
4.62.(1t) Τρίγλα ἰχθύς ἐστι θαλάσσιος. ταύτης τὸ ἧπαρ λεῖον καταπλασσόμενον εἰς δήγματα τρυγόνων θαλασσίων καὶ δρακόντων καὶ σκορπίων καὶ σμυραίνης πληγὰς ἄκρως ἰᾶται. ἡ δὲ τέφρα αὐτῆς σὺν μέλιτι ἐπιτεθεῖσα ἀκάνθας καὶ σκόλοπας αἴρει. πνιγεῖσα δὲ ἐν οἴνῳ, τοῦ οἴνου πινομένου δυστοκούσας βοηθεῖ. ὁ δὲ ζωμὸς αὐτῆς πινόμενος, ὁμοίως καὶ αὐτὴ ἐσθιομένη τοῖς δηλητήριον πεπωκόσι βοηθεῖ. Τρίγλας δὲ εἴ τις τὸ γένειον κείρῃ ἔτι ζώσης αὐτῆς, αὐτὴν δὲ ζῶσαν ἀπολύσῃ ἐν τῇ θαλάσσῃ ἀπελθεῖν καὶ δώσῃ ἐν ποτῷ γυναικί, ἐρωτικὴν ἐπάγει μεγίστην συμπάθειαν καὶ φιλίαν. φορούμενον δὲ ἐπιτυχίαν παρέχει πρὸς πᾶν πρᾶγμα. εἰ δέ τις τοὺς ὀφθαλμοὺς αὐτῆς λειώσας χρίσῃ τινὸς ὀφθαλμούς, ἀμβλυωπήσει παραχρῆμα. λύσις δὲ τούτου: ἡ χολὴ τοῦ ἰχθύος σὺν μέλιτι χριομένη ὀξυωπίαν παρέχει. Περὶ τριχαίου.
4.63.(1t) Τριχαῖος ἰχθύς ἐστι θαλάσσιος. τούτου ἡ κεφαλὴ καυθεῖσα καὶ σὺν μέλιτι χρισθεῖσα τὰ πλαδαρὰ τῶν ἑλκῶν ἰᾶται, καὶ ἀλωπεκίας δασύνει. σὺν ἐλαίῳ δὲ τακεῖσα καὶ διηθηθεῖσα καὶ μιγεῖσα μετὰ λαδάνου καὶ ἀδιάντου τὰς ῥεούσας τρίχας τῆς κεφαλῆς ἵστησιν. Περὶ τρυγόνος.
4.64.(1t) Τρυγόνος θαλασσίας τὸ κέντρον εἰς δένδρον πηγνύμενον ξηραίνει αὐτό. εἰ δὲ εἰς οἰκοδομουμένην οἰκίαν ἢ εἰς πλοῖον καταπήξῃ τις αὐτό, ἀστοχήσει καὶ οὐ τελεσθήσεται. εἰ δὲ εἰς οἶκον ἢ εἰς πλοῖον κεῖται, ἀστοχίαν δηλοῖ. ἔστι γὰρ κατὰ πάντα αἴτιον βλάβης μεγάλης. Περὶ ὕδρου.
4.65.(1t) Ὕδρος ὄφις ἐστὶ τὰ πολλὰ ἐν τοῖς ὕδασι διαιτώμενος, καὶ νηχόμενος παρὰ λίμναις, ὑπερέχων τῷ στήθει τοῦ ὕδατος, πονηρὸν ζῷον, παρὰ Πέρσαις καὶ Σύροις ἐσθιόμενον. οὗτος ἔχει λίθον ἐν τῇ κεφαλῇ. ἐὰν οὖν τις αὐτὸν ἀγρεύσῃ, οὕτως ποιεῖ αὐτόν, καὶ ἐμεῖ τὸν τοιοῦτον λίθον. κρεμᾷ αὐτὸν ἄνω κάτω καὶ ὑποθυμιᾷ αὐτῷ δάφνην, καὶ ἐξορκίζει λέγων τοῦτον τὸν λόγον: “μὰ τὸν σὲ κτίσαντα θεόν, ὃν πολλάκις ἀξιῶ, προσκυνήσας τῇ διττῇ σου γλώσσῃ, ἐάν μοι δῷς τὸν λίθον, οὐ μὴ σὲ ἀδικήσω, ἀλλὰ σὲ ἀποπέμψω εἰς τοὺς ἰδίους σου τόπους”. καὶ ἐπὰν ἐμέσῃ τὸν λίθον, λαβὼν ἐν ῥάκει ὁλοσηρικῷ φύλαττε. εἰ δὲ μὴ ὑπακούσῃ δοῦναι τὸν λίθον, λαβὼν τμητήριον σχίσον τὴν κορυφὴν αὐτοῦ καὶ εὑρήσεις τὸν λίθον ἐνεχθέντα ἐπὶ τῆς κεφαλῆς, καθὼς καὶ πολλὰ τῶν ζῴων ἕτερα ἔχουσιν. τοῦ δὲ λίθου τούτου ἡ δύναμις πειράζεται οὕτως: γέμισον εἰς χαλκοῦν σκεῦος ὕδωρ καὶ ἐπίθες τὸν λίθον περιάπτων τῷ ἀγγείῳ. σημείωσον οὖν καὶ εὑρήσεις τὸ ὕδωρ καθ’ ἑκάστην ἡμέραν μειούμενον κοτύλας δύο, ἤγουν ξέστην ἕνα. Ἐγὼ οὖν ποτε ὑδεριώσῃ γυναικὶ περιῆψα τὸν λίθον καὶ ἀλυπότατα περιεγενόμην τοῦ πάθους. παπύρῳ γοῦν ἑκάστης ἡμέρας τὴν κοιλίαν αὐτῆς ἐμέτρουν, καὶ παρὰ τέσσαρας δακτύλους ἀεὶ τὸ μέτρον ἑκάστης ἡμέρας εὕρισκον. καὶ εἰς τὸν κατὰ φύσιν ὄγκον τῆς γαστρὸς τὴν γυναῖκα ἔστησα. εἶτα ἀφειλόμην τὸν λίθον. εἰ γὰρ ἐπιμείνῃ περιαφθεὶς ὁ λίθος, καὶ τὸ ἔμφυτον ὑγρὸν ἐξαναλίσκει, καὶ ξηρὸν τὸν φοροῦντα ἀπεργάζεται, καὶ βλάψεις μᾶλλον ἢ ὠφελήσεις. ἁρμόδιος γάρ ἐστιν πρὸς μέτρον περιαπτόμενος, οὐ μόνον ὑδρωπικοῖς, ἀλλὰ καὶ ποδῶν ῥεύματα καὶ δακρύων ἐπιφορὰς καὶ εἰς πᾶν μέλος. ῥευματιζομένους δὲ πόδας ἢ κεφαλὴν τῷ τῆς ἀντιπαθείας λόγῳ τῆς φύσεως θεραπεύει. Τοιαύτην φύσιν τε καὶ ἐνέργειαν οὗτος ὁ λίθος κέκτηται τοῦ ὕδρου ὄφεως τοῦ λεγομένου. Περὶ φάγρου.
4.66.(1t) Φάγρος ἰχθύς ἐστι θαλάσσιος κάλλιστος. τούτου τὸ ἐν τῇ κεφαλῇ ὀστοῦν ἢ ὁ λίθος φορούμενος τὰς καταποθείσας ἀκάνθας ἀνάγει. ἡ δὲ χολὴ αὐτοῦ ὀφθαλμοῖς ἐπιχρισθεῖσα ὀξυωπίαν παρέχει. οἱ δὲ ὀδόντες φορούμενοι ὀδονταλγίαν ἰῶνται. Περὶ φώκης.
4.67.(1t) Φώκη ζῷόν ἐστι θαλάσσιον τετράπουν. ταύτης τὸ δέρμα κἂν ἐν οἴκῳ κἂν ἐν πλοίῳ ἀπόκειται ἢ φορῆται, οὐκ ἐπελεύσεται εἰς τὸν φοροῦντα πᾶν κακόν· ἀποστρέφει γὰρ κεραυνούς, καὶ πρηστῆρας καὶ χάλαζαν καὶ κινδύνους καὶ πνεύματα καὶ βασκανίαν, δαίμονας, ληστὰς καὶ νυκτερινὰ συναντήματα, θηρία καὶ ἑρπετὰ καὶ φαντάσματα. δεῖ δὲ σὺν αὐτῷ καὶ λίθον κοράλιον θαλάσσιον περιάπτειν. Κασσύματα δὲ ὁ φορῶν ἐκ τοῦ δέρματος ποδαγρὸς ὤν, ἰαθήσεται. ὁ δὲ ὑγιὴς ποτὲ οὐ ποδαλγεῖ. εἰ δέ τις περιδήσῃ τὸ κατάρτιον τοῦ πλοίου, κεραυνοὺς 〈ἀποτρέπει〉, οὐδὲ ναυαγήσει ποτέ. κεφαλὴν δὲ φώκης ἐὰν χώσῃς μέσον ἀμπελίου, πάντοτε ὁ καρπὸς αὐτοῦ πολὺς ἔσται σφόδρα. Φώκης ὁ ἐγκέφαλος πινόμενος δαίμονας διώκει καὶ ἱερὰν νόσον θεραπεύει. οἱ ὀφθαλμοὶ φορούμενοι πᾶσαν ὀφθαλμίαν ἰῶνται. δεξιὸς δὲ ταύτης ὀφθαλμὸς ἀξιέραστον καὶ ἐπιτευκτικὸν ποιεῖ τὸν φοροῦντα. ἡ δὲ γλῶσσα ὑπὸ τὰ ὑποδήματα φορουμένη νίκην παρέχει. αἱ δὲ τρίχες αἱ περὶ τὰς ῥίνας φορούμεναι καὶ ἡ καρδία ἐπιτευκτικὸν καὶ χαριτήσιον μέγιστον. Ἐὰν δέ τις τὰς ἐν ῥινὶ τρίχας μεγάλας καὶ τραχείας οὔσας ἐν ἐλαφείῳ δέρματι δήσας φορῇ καὶ εἰσελεύσεται ἀνὰ μέσον ἐχθρῶν, πάντες αὐτὸν ὡς φίλον ἀσπάζονται. ἡ δὲ καρδία φορουμένη καὶ ἡ πυτία ὁμοίως πάντα χαλεπὸν ἀποστρέφουσιν, πᾶν δὲ ἀγαθὸν ἐπιφέρουσιν τῷ φοροῦντι. φώκης δὲ πυτίαν περιαπτόμενος νικᾷς πάντας ἐν δικαστηρίῳ. ἔστιν γὰρ νικητικὸν δραστικόν. Αἱ δὲ σάρκες ἐσθιόμεναι καὶ τὸ αἷμα σὺν οἴνῳ πινόμενον ξηρὸν λάθρα, πᾶσαν ἐπιληψίαν, μανίαν καὶ σκότωσιν καὶ πᾶν πάθος ἰᾶται. ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη πᾶσαν ὀφθαλμίαν θεραπεύει. ἐὰν δέ τις τὴν καρδίαν τῆς φώκης καὶ τὸ ἄκρον τῆς γλώττης καὶ τρίχας τῆς ῥινὸς καὶ τὸν δεξιὸν ὀφθαλμὸν καὶ τὴν πυτίαν δήσῃ ἐν ἐλαφείῳ δέρματι καὶ φορῇ, ἔσται νικῶν πάντας ἐν πολέμῳ γῆς καὶ θαλάσσης. φεύξεται γὰρ αὐτὸν πᾶν πάθος καὶ νόσος, καὶ πᾶς δαίμων καὶ θηρία. καὶ ἁπλῶς εἰπεῖν πᾶν τι ἀγαθόν ἐστιν. Περὶ χελώνης.
4.68.(1t) Χελώνης χερσαίας τὸ αἷμα ξηρὸν πινόμενον ὕδατι, ἐπιληπτικοὺς ἰᾶται. μετὰ νίτρου δὲ λειωθὲν καὶ ἐπιχρισθὲν λέπρας καὶ κνισμοὺς ἰᾶται. Χελώνας θαλασσίας τὸ αἷμα παντὸς θηρίου ἐστὶν ἀντιφάρμακον, καὶ πάντας θηριοδήκτους ἰᾶται, ξηρὸν πινόμενον. τὰ δὲ ὠὰ αὐτῆς βιβρωσκόμενα ἐπιληπτικοὺς καὶ σεληνιακοὺς ἰῶνται. Περὶ χάννου.
4.69.(1t) Χάννος ἰχθύς ἐστι θαλάσσιος. οὗτος ὀπτὸς ἐσθιόμενος, ὀξυδορκίαν παρέχει. ἐπιχριόμενος δὲ τῇ κεφαλῇ ἀλωπεκίας καὶ πίτυρα σμήχει. ἡ δὲ χολὴ αὐτοῦ σὺν μέλιτι χρισθεῖσα οὐλὰς τὰς ἐν ὀφθαλμοῖς ἰᾶται, καὶ τὰ πάνυ παλαιότατα λευκώματα ἀποκαθαίρει. Περὶ χλέματος.
4.70.(1t) Χλέματος ὀφθαλμοὶ φορούμενοι μετὰ ῥίζης παιωνίας ἐπιτευκτικὸν ἄκρον. ἡ δὲ χολὴ ἐγχριομένη πᾶσαν ἀχλὺν διώκει. τὸ δὲ ἧπαρ ἴκτερον διώκει. Περὶ χηλοῦ.
4.71.(1t) Χηλὸς ἰχθύς ἐστι θαλάσσιος. τούτου τὸ στέαρ μετὰ χηλοῦ τήλεως λειωθὲν καὶ χρισθὲν τὰς ἐν τοῖς χείλεσι γινομένας ῥαγάδας ἰᾶται. Περὶ χοίρου.
4.72.(1t) Χοῖρος θαλάσσιός ἐστι. τούτου ἡ δορὰ ἐν οἴκῳ ἀποτιθεμένη πᾶσαν βασκανίαν καὶ δαίμονας καὶ πνεύματα ἀποδιώκει. Περὶ χελιδόνος.
4.73.(1t) Χελιδὼν ἰχθύδιόν ἐστι μικρὸν ἱπτάμενον ὑπὲρ τῶν κυμάτων τῆς θαλάσσης ἐν ταῖς ζάλαις. τούτων γὰρ πολλῶν ἅμα ἀνιπταμένων καὶ δυνόντων ἴσασιν οἱ ναῦται, ὅτι ἄνεμον καὶ ζάλην μηνύουσιν ἐν τῇ θαλάσσῃ. Ταύτην ἐάν τις ἀγρεύσῃ ἐν πλοίῳ καὶ ξηράνας φορῇ, ἔσται δρομαῖος καὶ ταχὺς καὶ ἐπιτευκτικὸς ἐν ἅπασι πράγμασι καὶ λόγοις. Περὶ χρυσάφου.
4.74.(1t) Χρύσαφος ἰχθύς ἐστι θαλάσσιος. τούτου οἱ ὀφθαλμοὶ περιαπτόμενοι, τριταῖον καὶ τεταρταῖον ἀποσοβοῦσιν. οἱ δὲ ἐν τῇ κεφαλῇ λίθοι περιαπτόμενοι τῷ τραχήλῳ φυσικῶς ἰῶνται φθισικούς. ἡ δὲ χολὴ αὐτοῦ φορουμένη ἐν σκεύει καθαρῷ ἢ χριομένη μετὰ μύρου εὐείδειαν παρέχει καὶ εὐπρέπειαν καὶ ἡδονὴν ἐν ταῖς συνουσίαις. οἱ δὲ ὀφθαλμοὶ τριταῖον ἰῶνται, καὶ πᾶσαν ὀφθαλμίαν. Περὶ ψάρου.
4.75.(1t) Ψάρος ἰχθύς ἐστι θαλάσσιος. οὗτος νεαρὸς ὢν καὶ ζωμιστὸς ἐσθιόμενος καὶ μετ’ οἴνου πινόμενος εὐμορφίαν καὶ εὐστομαχίαν παρέχει. Περὶ ψύλλων.
4.76.(1t) Ψύλλος ὁ ἐν τοῖς αἰγιαλοῖς εὑρισκόμενος ἑψηθεὶς ἐν ῥοδίνῳ ἢ γλευκίνῳ ὠταλγίαις ὠφελεῖ. ψύλλους δὲ θαλασσίους ἐὰν ζέσῃς ἐν ὕδατι θαλασσίῳ μετὰ κονύζης βοτάνης καὶ ῥάνῃς εἰς οἶκον ἔχοντα ψύλλους, οὐκέτι γενήσονται ἐν αὐτῷ ψύλλοι. ἐὰν δὲ ψύλλον θαλάσσιον ἁλιεὺς φορῇ, πάνυ ἐπιτυγχάνει τῆς ἁλείας. δεῖ δὲ δεσμεῖν ἐν δορᾷ δελφίνου. Περὶ ὠμίδος.
4.77.(1t) Ὠμὶς ἰχθύς ἐστι θαλάσσιος, ἡ καλουμένη δαύς. ταύτης ἡ κεφαλὴ καυθεῖσα καὶ σὺν μέλιτι ἐπιχρισθεῖσα ῥαγάδας τὰς ἐν τῇ ἕδρᾳ γινομένας θεραπεύει, καὶ γαργαρεῶνας χρονίους ἐσκιρωμένους ὠφελεῖ. Περὶ ὠῶν τῶν ἰχθύων.
4.78.(1t) Ὠὰ τῶν ἰχθύων ταριχευθέντα καὶ βρωθέντα πᾶσαν νόσον καὶ ἀσθένειαν θεραπεύουσι καὶ πᾶσαν ἀνορεξίαν λύουσι. μάλιστα τῶν κεφάλων καὶ λαβράκων καὶ σμυραινῶν καὶ τῶν ὁμογενῶν. πρόσφατα δὲ ταριχευόμενα καὶ ἐσθιόμενα πᾶσαν ἀήθειαν ἰῶνται. Καὶ ταῦτα μὲν ἡ θεία φύσις ἐπ’ ὠφελείᾳ τῶν ἀνθρώπων ἐδωρήσατο πᾶσιν ἀερίοις τε καταχθονίοις καὶ ἐνύδροις ζῴοις, ἵνα μηδὲν ἀδωροδόκητον καταλείπῃ τῷ βίῳ. ἔτι δὲ μήν, ἀλλὰ καὶ λίθοις καὶ φυτοῖς καὶ βοτάναις καὶ ὕδασι τὴν ἑαυτῆς δύναμιν ἡ μακαρία φύσις ἐνεδείξατο. καὶ τὰ μὲν ἀναγκαῖα ἡμῖν δῶρα ἐχαρίσατο, ὧν χωρὶς ζῆν οὐκ ἐνδέχεται, οἷον ὕδωρ, πῦρ, οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν ἀνάγκην τῆς ζωῆς, ὅνπερ εἰσπνέομεν ἀέρα, ἥλιόν τε καὶ ἡμέραν, καὶ τὰ τούτοις ἀκόλουθα. τὰ δὲ οὐκ ἀναγκαῖα τῷ βίῳ δυσπόριστα μάλιστα ἔθηκεν, ἵνα ὅπερ ἐλλείπει τῷ ἀναγκαίῳ, τοῦτο ἀπορίᾳ ζητῇται, οἷον οἱ τίμιοι λίθοι καὶ τὰ μέταλλα, περὶ ὧν ἑξῆς διελευσόμεθα. πρῶτον δὲ περὶ τῶν ἐν γῇ μετάλλων τὴν ἱστορίαν ποιήσομαι. 〈Κυρανίδος βιβλίον πέμπτον〉· περὶ βοτανῶν.
5.1.(3) Ἀργεμώνη βοτάνη ῥίζαν ἔχουσα τὸ μέγεθος ἴσον ἐλαίας. αὕτη ῥυπτικῆς καὶ διαφορητικῆς ἐστι δυνάμεως. καὶ κοπεῖσα ἐν ὅλμῳ καὶ στέατι τραγείῳ μιχθεῖσα καὶ ἐπὶ ἑλκῶν κακοηθῶν ἐπιτιθεμένη πάντα ἰᾶται. ὁ δὲ χυλὸς αὐτῆς ἑψηθεὶς μετὰ μέλιτος ἕως οὗ λάβῃ γλοιοῦ πάχος καὶ ἐπιχριόμενος κυνοδήκτους καὶ θηριοδήκτους καὶ σύριγγας θεραπεύει. ξηρὰ δὲ κοπεῖσα καὶ σεισθεῖσα τὰ κοῖλα τῶν βαθυτάτων ἑλκῶν ἀναπληροῖ. τὸ δὲ ἀφέψημα αὐτῆς πινόμενον ἔμβρυα ἀποβάλλει. διαφορεῖ δὲ χοιράδας καὶ σκληρίας καὶ οἰδήματα. φορουμένη δὲ φυλακτήριόν ἐστι τοῦ σώματος. Βάλσαμος βοτάνη ἐστί.
5.2.(2) ταύτης ὁ καυλὸς ξηραίνει καὶ θερμαίνει λεπτομερῶς. ὁ δὲ ὀπὸς αὐτῆς πολλῷ λεπτομερέστερος. ὅθεν καὶ ἐπιχριόμενος ὀφθαλμοῖς, νεφέλας καὶ λευκώματα καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀποσμήχει καὶ ἀποκαθαίρει. ὁ δὲ καρπὸς αὐτῆς λεπτομερὴς ὢν καὶ θερμαγωγός, βηχικοὺς καὶ φθισικοὺς καὶ αἱμοπτοϊκοὺς καὶ σκοτωματικοὺς ὠφελεῖ, σὺν ὕδατι πινόμενος. λεῖος δὲ προστιθέμενος ἔμβρυα κατασπᾷ, καὶ ἔμμηνα ἄγει, καὶ μήτρας περίψυξιν ἰᾶται. σὺν οἴνῳ δὲ πινόμενος ὁ καρπὸς οὖρα ἄγει καὶ λίθους θρύπτει, καὶ πλευρίτιδας καὶ περιπνευμονίας ἰᾶται, καὶ θηριοδήκτους καὶ σκορπιοπλήκτους. σὺν μέλιτι δὲ καταπλασσόμενος ἕλκη ἐπιπόλαια ἀναπληροῖ. μετ’ ἐλαίου δὲ χριόμενος πρὸ τῆς ἐλεύσεως ῥίγη λύει. τὸ δὲ ἐξ αὐτοῦ γινόμενον ἔλαιον ἐνσταζόμενον ὠσὶν ὠταλγίας παύει καὶ δυσηκοΐας ἰᾶται. Γλυκισίδη βοτάνη ἐστιν, ἥντινες καὶ παιωνίαν καλοῦσι, καὶ πεντέβορον.
5.3.(2) ταύτης ἡ ῥίζα δριμεία τε καὶ ὑπόπικρος καὶ ξηραντικὴ καὶ στυπτικὴ ὑπάρχει. γλυκισίδη δὲ εἴρηται διὰ τὸ ἐπωφέλημον αὐτῆς. καταμήνιά τε γὰρ κινεῖ καὶ ἧπαρ καὶ νεφρίτιδας καὶ στόμαχον δακνώμενον ὠφελεῖ, καὶ δυσουριῶντας καὶ λιθιῶντας καὶ κύστεως ἕλκωσιν ἰᾶται. καὶ γυναιξὶ ταῖς ἐκ τοκετοῦ μὴ καθαιρομένας μέγεθος ἀμυγδάλου σὺν οἴνῳ πινομένη μεγάλως χρησιμεύει. σὺν δὲ αὐστηρῷ οἴνῳ ῥεύματα τὰ κατὰ γαστέρᾳ γινόμενα, καὶ ῥοῦν γυναικεῖον ἵστησι. λειωθεῖσα δὲ σὺν στέατι χοιρείῳ καὶ ὑγροπίσσῃ καὶ ἑψηθεῖσα ἕλκη δυσεπούλωτα ἰᾶται. Διψακὸς βοτάνη ἐστίν, ἄνθος ἀκανθῶδες ποιοῦσα, ἣς ἡ ῥίζα ξηραντική τε ἐστὶ καὶ ῥυπτική.
5.4.(2) αὕτη ἑψηθεῖσα σὺν οἴνῳ καὶ κηρῷ προλειωθεῖσα ἕως διαλυθῇ καὶ κηρωτῆς λάβῃ πάχος, τὰς ἐν τῷ δακτύλῳ ῥαγάδας καὶ σύριγγας ἐπιτιθεμένη θεραπεύει. δεῖ δὲ ἀποτιθέναι τὸ φάρμακον εἰς χαλκοῦν σκεῦος. σὺν ὕδατι δὲ βραζομένη καὶ λεία καταπλασσομένη θηριόδηκτα ἕλκη καὶ κυνόδηκτα θεραπεύει, καὶ χοιράδας καὶ βουβῶνας ἰᾶται, καὶ ὑδροκοιλικὰ ἕλκη θεραπεύει. Εὔζωμον βοτάνη ἐστι, δύσοσμον μὲν πλὴν ἐδώδιμον.
5.5.(2) ἀποβάλλει γὰρ τὴν ὀσμὴν ἐν τῷ ἑψῆσθαι. κέκτηται δὲ δύναμιν δριμεῖαν τε καὶ θερμὴν καὶ φυσώδη, διὸ καὶ ἀφροδισιαστική ἐστι. τοῦ δὲ ἡμέρου τὸ ἄγριον ἰσχυρότερόν ἐστι. κωλικούς τε γὰρ ἄκρως ἰᾶται σὺν ὕδατι βραζομένη καὶ πινομένη. τὸ δὲ σπέρμα λεῖον σὺν ὑδρομέλιτι πινόμενον λιθιῶντας καὶ στραγγουριῶντας καὶ δυσουριῶντας ἰᾶται. πινέτω δὲ ὁ πάσχων ἐπὶ ἡμέρας γʹ νῆστις καὶ ἐν κοίτῃ. ἐσθιομένη δὲ ἡ βοτάνη εὐστομαχίαν παρέχει. σὺν οἴνῳ δὲ συνεχῶς τὸ σπέρμα πινόμενον ἀσύλληπτόν ἐστι· καὶ σκορπίου δήγμασιν ἀντιπάσχει καὶ ἕλμινθας ἀναιρεῖ καὶ ἰκτερικοὺς θεραπεύει. σὺν δὲ μελικράτῳ λεῖον, ἑφθὸν καταπλασσόμενον, ὀστᾶ κεκλασμένα ἐξέλκει. τὸ αὐτὸ δὲ σπέρμα καὶ σὺν μέλιτι καταχριόμενον σπίλους τοὺς ἐν ὄψει καθαίρει. Ζώηχος βοτάνη ἐστὶν ἐδώδιμος, ὑποπικρίζουσα, πᾶσι γνωστή.
5.6.(2) ταύτης τὸν χυλὸν λειώσας, δὸς τοῖς πλευριτικοῖς πιεῖν καὶ ἰάσει. μετὰ δὲ ῥοδίνου ἐλαίου καὶ χυλοῦ συμφύτου περίχριε πυρεκτικοῖς, καὶ ἀπαλλάξεις. ἐὰν δ’ ὑπὸ ξίφους ἢ ξύλου ἢ λίθου πληγῇ τις, λειώσας τὴν βοτάνην σὺν οἰνελαίῳ ἐν τηγάνῳ ἀφέψει καὶ μετ’ ἐρίων ἀπλώτων πυρίαζε τὴν πληγήν, καὶ οὐ φλεγμανεῖ. ἡ δὲ ῥίζα τῆς βοτάνης πινομένη φαλαγγιοδήκτους καὶ σκορπιοδήκτους θεραπεύει. καὶ τὰ φύλλα καταπλασσόμενα τῇ πληγῇ τὸ αὐτὸ ποιοῦσιν. ἐσθιομένη δὲ ἑφθή τε καὶ ὠμὴ γάλα γυναικεῖον προτρέπει. Ἠρύγγιον βοτάνη ἐστι θερμὴ καὶ ξηρά, μετρία τὴν φύσιν ὑπάρχουσα.
5.7.(2) ταύτης ἡ ῥίζα σὺν οἴνῳ πινομένη οὖρα κινεῖ καὶ δυσουριῶντας ἰᾶται, καὶ λίθους θρύπτει καὶ στροφοὺς παύει καὶ κύστεως ἀλγήματα θεραπεύει καὶ θανάσιμα φάρμακα ἀνενέργητα ποιεῖ καὶ θηριοδήκτους καὶ ἑρπετοδήκτους ὠφελεῖ. Θρίδαξ ὑγρὸν καὶ ψυχρόν ἐστι λάχανον, ἐδώδιμον καὶ πᾶσι γνωστόν, ὃ καὶ μαϊούλι λέγεται παρὰ τοῖς πολλοῖς.
5.8.(2) αὕτη στόμαχον ἀνακτᾶται. μετὰ ὀξυγάρου δὲ καὶ λάσαρος ἐσθιομένη ὄρεξιν κινεῖ, καὶ τὴν γαστέρα μαλάσσει ἐπὶ πλεῖον ἐσθιομένη. ἐὰν δ’ ἐπ’ ὀλίγον τὴν γαστέρα ἐπέχει, καὶ χολέρας διαλύει ὄχλησιν. ἐν ὀξυμέλιτι δὲ ἐσθιομένη κοιλιακοὺς ὠφελεῖ, 〈καὶ〉 ὕπνον παρασκευάζει. τὸ σπέρμα δ’ αὐτῆς τῷ μετώπῳ καταπλασσόμενον κεφαλαλγίας πυρώδεις ἀποκρούει. Ἴον βοτάνη ἐστὶ ψυχρὰ τῇ δυνάμει.
5.9.(2) αὕτη φλεγμονὰς πυρώδεις καὶ μάλιστα τὰς ἐν μήτρᾳ παύει, λεία καταπλασσομένη. ἡ δὲ ῥίζα σὺν ὕδατι ἑψηθεῖσα κοιλίας στρόφον καὶ πόνον παύει. ποιεῖ δὲ καὶ πρὸς κεφαλαλγίαν, μετ’ ὄξους καταπλασσομένη. τὰ δὲ φύλλα καὶ πυρετῶν ἀποκρουστικὰ πεφύκασι σὺν κρόκῳ ὠῶν καταπλασσόμενα τῷ στομάχῳ. λεῖα δὲ σὺν χοιρείῳ στέατι ἐπιτιθέμενα βουβῶσι πεπανθεῖσι ἐξανοίγει καὶ τὸ ἕλκος ποιεῖ ἐκρεῖν. Κράμβη λάχανόν ἐστι ἐδώδιμον πᾶσι γνωστόν, ξηραντικὴν τὴν φύσιν ἔχον.
5.10.(2) αὕτη κοιλίαν μαλάσσει σὺν οἴνῳ ἑφθὴ νῆστις λαμβανομένη κοτύλη αʹ. ἕλκη τε οὐ μόνον πρόσφατα, ἀλλὰ καὶ παλαιὰ θεραπεύει, ὠμὴ λεία καταπλασσομένη δὶς τῆς ἡμέρας. ὁ δὲ χυλὸς αὐτῆς σὺν οἴνῳ ἐνσταζόμενος τοῖς ὠσίν, ὠταλγίας ἰᾶται. στόμαχον δὲ φλεγμαίνοντα ὠφελεῖ, ὠμή, λεία καταπλασσομένη. μετὰ δὲ στέατος χοιρείου παλαιοῦ καὶ ἐλαίου παλαιοτάτου λειανθεῖσα καὶ καταπλασσομένη, στήθους ὀδύνας παύει, καὶ δυσλύτους ὄγκους. τὸ δὲ σπέρμα αὐτῆς πινόμενον ἕλμινθας ἀναιρεῖ. τῆς δὲ ῥίζης καὶ τοῦ καυλοῦ ταύτης καυθέντων ἡ τέφρα μετὰ στέατος, κιονίδι κεχαλασμένην ἀναστέλλει. τὴν δὲ σταφυλὴν λεγομένην κοινῶς καὶ πλευρῶν ἀλγήματα ἰᾶται. Λευκάκανθα βοτάνη ἐστι ξηραντικῆς καὶ θερμαντικῆς δυνάμεως μετρίως μετέχουσα.
5.11.(2) ταύτης ἡ ῥίζα πινομένη πρὸς αἱμοπτοϊκοὺς ποιεῖ καὶ στομαχικούς. ἔστι δὲ καὶ διουρητική. καταπλασσομένη δὲ συστέλλει τὰ οἰδήματα καὶ ἰᾶται. καὶ τὸ ἀφέψημα αὐτῆς διακλυζόμενον ὀδονταλγίαν παύει. πινόμενον δὲ βῆχας ὠφελεῖ. καταπλασσομένη δὲ λεία βουβῶνας ἰᾶται. ποιεῖ δὲ καὶ πρὸς θηριοδήκτους, πινομένη τε καὶ περιαπτομένη. Μάραθρον βοτάνη ἐστι ἐδώδιμος, ξηραντικὴ καὶ θερμὴ ὑπάρχουσα τὴν φύσιν.
5.12.(2) ταύτης ὁ χυλὸς ἐνσταζόμενος ὠσὶν ὠταλγίας ἰᾶται. πινόμενος δὲ ναυτίας παύει καὶ γάλακτός ἐστι γενητικός. ἡ δὲ ῥίζα σὺν πτισάνῃ ἑψουμένη καὶ νῆστις πινομένη νεφριτικοὺς ὠφελεῖ. λεία δὲ σὺν μέλιτι ἐπιτιθεμένη κυνόδηκτα ἕλκη θεραπεύει. τῶν δὲ φύλλων ὁ χυλὸς περιχριόμενος ὀφθαλμοὺς ὑφαίμους καὶ τραχώματα ἰᾶται. σὺν οἴνῳ δὲ τὸ σπέρμα λεῖον πινόμενον σκορπιοπλήκτοις καὶ θηριοπλήκτοις βοηθεῖ. Νάρθηξ βοτάνη ἐστὶν ἅπασι γνωστή, θερμαντικὴ μετρίως καὶ ὑπόστυφος.
5.13.(2) ταύτης τὸ σπέρμα καὶ οἱ ἀσπάραγοι χλωρὰ ἐσθιόμενα εὐστόμαχά εἰσί. διὸ καὶ κοιλιακοῖς καὶ βηχικοῖς καὶ αἱμοπτοϊκοῖς ἁρμόττει. ὁ δὲ ὀπὸς σὺν ἐλαίῳ χριόμενος ἱδρῶτας κινεῖ καὶ πυρετοὺς παύει. Ξυλάλοχον, οἱ δὲ ξυλαλόην φασί, ξύλον ἐστὶν ἰνδικόν, ἡδύπνοόν τε καὶ εὐωδέστατον, ὃ διαμασώμενον πρὸς εὐωδίαν στόματος συντελεῖ.
5.14.(2) ἔστι δὲ καὶ θυμίαμα. ἡ δὲ ῥίζα αὐτοῦ πινομένη ὅσον οὐγ. αʹ στομάχου ἰᾶται πλάδωσιν καὶ ἔκλυσιν καὶ δυσεντερίαις δ’ ἁρμόζει καὶ ἡπατικοῖς καὶ πλευρίτισιν. Ὀριοσέλινον, ἄλλοι δὲ πετροσέλινον, βοτάνη ἐστὶ παραπλησία σελίνῳ τό τε εἶδος καὶ τὴν δύναμιν, πλὴν ἰσχυρότερον.
5.15.(2) αὕτη γαστέρα μαλάσσει καὶ διουρητική ἐστιν ἐσθιομένη. καὶ ἑφθὴ δὲ πινομένη δυσουρίαν παύει καὶ στραγγουρίαν καὶ νεφρίτιδα θεραπεύει. τὸ δὲ ἀπόζεμα ἐσθιόμενόν τε καὶ πινόμενον ψυαλγίαις βοηθεῖ. Πήγανον βοτάνη ἐστὶ πᾶσι γνωστή.
5.16.(2) θερμαίνει δὲ καὶ ξηραίνει τό τε ἥμερον καὶ τὸ ἄγριον. οὖρα κινεῖ καὶ τέμνει τοὺς παχεῖς καὶ γλισχροὺς χυμούς. τὰς τοῦ θώρακος ἀλγηδόνας ἐξ ὁποίας ἂν εἶεν αἰτίας καταπαύει, καὶ ψυῶν καὶ πλευρῶν ἀλγηδόνας ἰᾶται, ἔσωθέν τε πινόμενον καὶ ἔξωθεν ἐπιτιθέμενον. δηλητήρια φάρμακα ἀνενέργητα ποιεῖ τοῖς πίνουσι πηγάνου σπέρμα ἢ φύλλα σὺν ἰσχάσι δυσὶ νήστεις λαμβανόμενα. θηρία φυγαδεύει τὸ τοῦ πηγάνου σπέρμα ἢ τὰ φύλλα ὑποθυμιώμενα. λεῖα δὲ καταπλασσόμενα ἕλκη ῥυπαρὰ ἰᾶται. κεφαλαλγίας δὲ παύει τὰ φύλλα τοῦ πηγάνου ἐν ὄξει δριμυτάτῳ ἀποβρεχόμενα καὶ λεῖα σὺν ῥοδίνῳ ἐλαίῳ τῷ μετώπῳ καταπλασσόμενα. Ῥάφανον ἐδώδιμός ἐστι βοτάνη θερμαντικῆς μετέχουσα δυνάμεως.
5.17.(2) ἀλλ’ ὁ μὲν ἄγριος, ὃς καὶ ῥαφανὶς λέγεται παρὰ τοῖς πολλοῖς, ἰσχυροτέραν τὴν δύναμιν τοῦ ἡμέρου τὸν καρπὸν προβάλλεται, ὥστε καὶ ὑπώπια καὶ πελιδνώματα θεραπεύειν. τοῖς δὲ λαμβάνουσι δηλητήρια φάρμακα λαμβανόμενον ἀκινδύνους ποιεῖ ῥάφανος νῆστις ἐσθιομένη. ὁ δὲ χυλὸς αὐτοῦ περιχριόμενος φθεῖρας καὶ κόνιδας αἴρει. ἰκτερικοὺς ἰᾶται ὁ χυλὸς σὺν μέλιτι ἐν λουτρῷ νῆστις ἐσθιόμενος. τὸ αὐτὸ δὲ καὶ νεφρίτιδας καὶ δυσουρίας ἰᾶται, ἀλλὰ δὴ καὶ στραγγουρίας. πρὸς δὲ βηχικοὺς ῥάφανος καυκοειδῶς γλυφεὶς καὶ πρωτείου ἐλαίου πληρωθεὶς καὶ τεθεὶς ἐπ’ ἀνθράκων καὶ ζέσας, εἶτα χλιασθεὶς καὶ σὺν τῷ ἐλαίῳ πινόμενός τε καὶ ἐσθιόμενος σφόδρα ὠφέλιμος γίνεται. Σκόροδον πικρόν ἐστι καὶ δριμύ.
5.18.(2) οὖρα δὲ κινεῖ καὶ τὰ σπλάγχνα διακαθαίρει καὶ θερμαίνει ἑφθὸν ἐσθιόμενον. ὠμὸν δὲ ἐσθιόμενον, ἄδηκτον ἀπὸ ἑρπετῶν διαφυλάττει καὶ θηριοδήκτους ὠφελεῖ τῷ δήγματι καταπλασσόμενον. ἕλκη τὰ ἐν τῇ κεφαλῇ συμβαίνοντα ἐκριζοῖ σκόροδον χλωρὸν σὺν στέατι χηνείῳ καὶ κολιάνδρῳ, λεῖον ἐπιτιθέμενον. σὺν δὲ ἐλαίῳ ὁ χυλὸς αὐτοῦ ἐνσταζόμενος ὠταλγίας παύει. πόνους κροτάφων ἰᾶται ἑφθὸν τὸ σκόροδον λεῖον ἐπιτιθέμενον. λειχῆνας δὲ καὶ σπιλώματα ὄψεως ἀφανίζει, λεῖον ἐπιτιθέμενον. ἀναγκαῖον δὲ καὶ τὰ βλαβερὰ τοῦ σκορόδου εἰδέναι δι’ ἀσφάλειαν. ὄρασιν ἀμβλύνει ἐκ πνεύματος, στόμαχον ἀδικεῖ, καὶ δίψαν ἐρεθίζει. Τρίβολος βοτάνη ἐστὶν ἀκανθηφόρος.
5.19.(2) ταύτης τὰ φύλλα σὺν μέλιτι καὶ ῥοδοστάγματι καταχριόμενα σηπεδόνας καὶ ἕλκη στόματος καὶ ἄφθας ἰᾶται. ἡ δὲ ῥίζα πινομένη οὖρα κινεῖ, καὶ νεφρίτιδας ἰᾶται. Ὕσσωπον βοτάνη ἐστὶν ἱερωτάτη.
5.20.(2) αὕτη περιπνευμονίας καὶ νεφρίτιδας ἰᾶται καὶ φθίσεις καὶ βῆχας σὺν πηγάνῳ καὶ μελικράτῳ πινομένη. τὸ δὲ ἀφέψημα τοῦ ὑσσώπου πινόμενον, ἕλμινθας κτείνει. κοιλίαν ἄγει. λεία δὲ τοῖς μυκτῆρσι προσαγομένη λιποθυμίας ἀνακτᾶται. σὺν δὲ ὄξει διακλυζομένη ὀδονταλγίας ἰᾶται. καὶ σὺν νίτρῳ καταπλασσομένη σπληνικοὺς καὶ ὑδερικοὺς θεραπεύει. Φιλεταίριον βοτάνη ἐστίν, ἣν καὶ πολεμώνην προσαγορεύουσιν.
5.21.(2) αὕτη ξηραντικῆς μετέχει φύσεως. καὶ σὺν οἴνῳ πινομένη ἰσχιαδικοὺς καὶ δυσεντερικοὺς ἰᾶται, καὶ σπλῆνα ἐσκιρωμένον θεραπεύει καὶ τὰ περὶ τὰ ἔνδοθεν πάθη γινόμενα ἐκφράττει καὶ διαφορεῖ. Χαμαιδάφνη βοτάνη ἐστίν, ἣς οἱ ἀσπάραγοι ἀντὶ λαχάνων ἐσθιόμενοι καὶ ἡ ῥίζα πινομένη, σπληνικοὺς καὶ ἡπατικοὺς καὶ ὑδερικοὺς ἰᾶται, καὶ οὖρα ἄγει, καὶ λίθους τοὺς ἐν τοῖς νεφροῖς καὶ κύστει θρύπτει καὶ ἐξουρεῖσθαι ποιεῖ.
5.23.(2) Ψυχρὶς βοτάνη ἐστὶν ἐν γῇ Χαλδαίων φυομένη. ψυχρὶς δὲ λέγεται παρὰ τὸ ὑπὲρ φύσιν ψύχειν, ὥστε καὶ φλεγμονὰς πυρώδεις θεραπεύει. ὁ δὲ χυλὸς αὐτῆς σὺν ῥοδίνῳ ἐλαίῳ μιγνύμενος καὶ καταχριόμενος πυρετοὺς ἀποκρούειν πέφυκεν. ἡ δὲ ῥίζα κεκαυμένη καὶ ἡ τέφρα ἐπιπασσομένη καὶ κατακαύματα ἰᾶται καὶ ἕλκη παλαιὰ καὶ δυσεπούλωτα θεραπεύει. Ὤρμινον βοτάνη ἐστὶν ὅμοιον τὴν ἰδέαν πρασίῳ.
5.24.(2) ταύτης τὸ σπέρμα πινόμενον συνουσίας παρορμᾷ. τὰ δὲ φύλλα αὐτοῦ καταπλασσόμενα λεῖα τὰ δυσεπούλωτα τῶν ἑλκῶν ἰᾶται. ὁ δὲ ὀπὸς αὐτοῦ σὺν μέλιτι καταχριόμενος τὰς τῶν ὀφθαλμῶν παχύτητας θεραπεύει. ἡ δὲ ῥίζα σὺν τῷ σπέρματι καταπλασσομένη, χοιράδας καὶ οἰδήματα θεραπεύει καὶ σκόλοπας ἐπισπᾶται καὶ θηριοπλήκτους καὶ ἑρπετοδήκτους ἰᾶται. 〈Κυρανίδος βιβλίον ἕκτον〉.
6 t Περὶ λίθων δυνάμεως καὶ χρωμάτων κατὰ ἀλφάβητον. 〈Περὶ ἄνθρακοσ〉.
6.1.(3t) Ἄνθραξ λίθος ἐστὶ πολύτιμος, καθαρός, λυχνίτης, πυραυγίζων, βασιλεῖ ποθητός, ἐν Ἰνδικῷ γινόμενος. οὗτος λεῖος ποθεὶς αἱμοπτοϊκοὺς ὀνίναται καὶ σκορπιοπλήκτους ὠφελεῖ. Περὶ ἀχάτου.
6.2.(1t) Ἀχάτης λίθος ἐστὶ ὁλοκίτρινος ὁμόχρους. τοῖς ἐχεοδήκτοις ὠφελεῖ καὶ τοῖς τεταρταϊκοῖς ῥίγεσι μετ’ οἴνου πινόμενος καὶ ὑποθυμιώμενος πρὸ τῆς ἐλεύσεως ἰᾶται. Περὶ ἀμεθύσου.
6.3.(1t) Ἀμέθυσος λίθος ἐστὶ πορφυροῦς τῇ ἰδέᾳ. οὗτος πινόμενος οἰνοφλυγοῦσι φρένας ποιεῖ καὶ ἀμεθύσους· καὶ φορούμενος δὲ τὸ αὐτὸ ποιεῖ. Περὶ ἀγηράτου.
6.4.(1t) Ἀγήρατος λίθος ἐστὶ στυπτικὸς καὶ διαφορητικός. γαργαρεῶνας φλεγμαίνοντας ὠφελεῖ. καυθεὶς δὲ καὶ ποθεὶς στομαχικοὺς ἰᾶται. Περὶ ἀδάμαντος.
6.5.(1t) Ἀδάμας λίθος ἐστὶ δυνατός, κατὰ τὸ μέγεθος ὀμφαλοῦ. γεννᾶται δὲ ὁ μὲν κάλλιστος ἐν Ἰνδίᾳ, ὁ δὲ δεύτερος ἐν Ἀραβίᾳ καὶ ἐν Κύπρῳ καὶ ἐν Μακεδονίᾳ. χρῶμα δὲ ἔχει ὑπόστιλβον, παρόμοιον χρυσολίθῳ. δύναται δὲ καὶ δυνάμεις καθ’ ὅλην τὴν ὑποκειμένην στῦμψιν, ὡς ἰνάρια ἔχει ὁ λίθος καθ’ αὑτόν. πάντας δὲ ὁ λίθος κατεργάζεται, αὐτὸς δὲ ὑπ’ οὐδενός. χρήσιμος δέ ἐστι τοῖς νεφριτικοῖς καὶ τοῖς λιθιῶσι λεῖος καταπλασσόμενος. Περὶ Ἀρμενιακοῦ.
6.6.(1t) Ἀρμενιακὸς λίθος ἐστὶ ῥυπτικός. καθαίρει μὲν τὴν κάτω κοιλίαν καὶ τοῖς ἐκ μελαγχολίας πάσχουσιν ἁρμόττει πινόμενος. ἔστι δὲ καὶ κακοστόμαχος. Περὶ βηρύλλου.
6.7.(1t) Βήρυλλός ἐστι θαλασσόχρους ἐγκυανίζων. λίθος ἐστὶ μέγιστος. οὗτος λεῖος ποθεὶς ἐπιληπτικοὺς καὶ φρενιτικοὺς θεραπεύει. Περὶ Βαβυλωνίου.
6.8.(1t) Ἔστιν ἕτερος ὑπὸ τῶν Χαλδαίων καλούμενος Βαβυλώνιος. ἔστι δὲ ὡς ἄνθραξ καιόμενος, ἢ ὡς αὖγος ἀνατολῆς ἢ δύσεως πυραυγής. οὗτος ὁ σάρδιος λίθος γίνεται ἐκ Βαβυλῶνος λευκίζων, ζώνας ἔχει δέ, ἐμφλογίζων λαμπρῶς. οὗτος λεῖος πινόμενος τοῖς κατὰ δηλητήριον φάρμακον ἀλεξητήριός ἐστι. μετ’ ὀξυμέλιτος δὲ ποθεὶς ἐν βαλανείῳ σπλῆνα ἐσκιρωμένον τήκει. 〈Περὶ γαλαϊκοῦ λίθου〉.
6.9.(1t) Γαλαϊκὸς λίθος ἐστὶ τοῦ κολωνοῦ ῥυπαρότερος, 〈παρ〉έχων ὅρασιν πυκνὴν ἀδρύζουσαν. τικτούσαις δὲ γυναιξὶ φορούμενος ἀνωδύνως ποιεῖ ἢ φυλάσσει, καὶ περιαπτόμενος εἰς τὸν ἀριστερὸν μηρὸν ὠκυτόκιός ἐστιν.