eul_wid: vrm-aa
DOI 10.5281/zenodo.20418549

Archelaus the Alchemist Archelaus the Philosopher-the Divine Art in Iambic Verses in Greek

Overview

Archelaus the Philosopher—the Divine Art in Iambic Verses (Ἀρχελάου φιλοσόφου περὶ τῆς θείας τέχνης διὰ) is a Greek alchemical poem attributed to Archelaus, distinguished as "the Alchemist" or "the Philosopher" to separate him from namesakes. Written in iambic verse, a common didactic meter, its title refers to alchemy as the "divine art." The work comprises 21 passages, indicating a short, segmented structure.

Content

The poem’s themes, consistent with its genre, include:

  • The transmutation of metals.
  • The philosophical and mystical principles underlying alchemical processes.
  • The role of divine knowledge in mastering the art.
  • Descriptions of substances and procedures encoded in poetic language.

Transmission

The poem survives within the corpus of Greek alchemical texts, transmitted through Byzantine manuscripts like the key compilation Marcianus graecus 299 (10th/11th century CE). Such texts are frequently pseudepigraphical, with authorship attributed to authoritative ancient figures.

Significance

As part of the late antique tradition of alchemical poetry, this work contributed to preserving and teaching alchemical doctrines within Egyptian, particularly Alexandrian, intellectual circles. It formed part of the foundation of knowledge transmitted into Byzantine, Arabic, and later Latin scholarly traditions.

1 Ἡ πάνσοφος καὶ θεία τέχνη τῶν σοφῶν
2 τεχνουργικῶς ἔχουσα τὴν θεωρίαν
3 σοφουργικὴν ἔντεχνον ἐνεργὸν φέρει
4 πρᾶξιν σοφήν, τέλειαν ἔργων ἔκβασιν.
5 πρᾶξις θεωρίας γάρ ἐστιν ἔκβασις·
6 ὥσπερ ψυχὴ ἄτερ μένουσα σώματος
7 ἄπρακτός ἐστι μηδὲν αἰσθητὸν τελεῖν
8 ἐξισχύουσα πάμπαν ἤ τι ποιέειν
9 εἰς ἔργον αὐτοῦ ἐκτὸς ὡς ἀποστᾶσα,
10 ἐνοῦσα δ’ αὖ εἰς αὐτὸ σὺν τῷ ὀργάνῳ
11 ἐργάζεται πᾶν ἔργον ὡς λογίζεται
12 σοφιστικῶν ἐννοίας εἰς πλοκὰς λόγων,
13 οὕτω νόει τὸ ἔργον, ὃ ζητῶν θέλεις,
14 ἔχειν μύησιν γνώσεως, ἐπιστήμην
15 καὶ πραγμάτων εἰς πεῖρας αὐτοῦ ἔκβασιν
16 τελουμένην πράξει τε καὶ θεωρίᾳ,
17 ὡς καὶ ψυχὴ εἰς σῶμα τῇ τε συνθέσει
18 κράσει ἑνώσει συμπλοκῇ τε τῶν δύο
19 ἓν ζῷον ἄμφω θεία τέχνη ἐκτελεῖ
20 τοῦ πνεύματος συνόντος ὡς τρίτου στέφους.
21 τὸν νοῦν προγύμνασον γὰρ εἰς θεωρίαν
22 πάσης σοφιστικῆς τε τῶν αἰνιγμάτων
23 καὶ συμπλοκῆς ἐννοίας ἀρχαίων σοφῶν
24 γνῶσίν τε πείρας πράξεως τεχνουργικῆς
25 ἐμπειρίαν σοφήν τε καὶ διάκρισιν,
26 τῶν στοιχείων τὸ κρᾶμα καὶ τὴν σύνθεσιν
27 καὶ ποιότητα μανθάνειν καὶ πανσόφως
28 συγκιρνᾶν εἰς ἄλληλα καὶ ὁμοῦ πλέκειν
29 συνεδεῖν τε καὶ πρὸς ἕν τι τῆς τέχνης τέλος
30 εὔχρηστον ὠφελείας εἰς κέρδος φέρειν.
31 ἄτερ γὰρ ἀμφοῖν τοῖνδε, σώματος ψυχῆς,
32 λέγω θεωρίας τε καὶ τῆς πράξεως,
33 γενήσεταί σοι οὐδὲν ὠφελουμένῳ.
34 εἰ δ’ αὖ τεχνίτης ὥσπερ ἔμπειρος σοφὸς
35 πέλων προσέλθῃς τῇδε τῇ τέχνῃ, θέλων
36 γνῶναι λόγων μου πεῖραν ὡς τὴν ἔκβασιν,
37 θάρσει· ἔχων ἄνωθεν ἔμπνευσιν φάους
38 οὐκ ἀστοχήσεις πείρᾳ τοῦ ποθουμένου
39 καὶ εὐχερῶς σοι ἔργον, ὥσπερ προσδοκᾷς,
40 ἔσται φέρον σοι κέρδος ὄλβιον πάνυ,
41 ψυχὴν ὅταν καὶ σῶμα κοσμήσῃς σοφῶς
42 ἁγνείᾳ καὶ νηστείᾳ καὶ ῥύψει φρενῶν,
43 τύρβας βίου φεύγων τε καὶ μένων μόνος,
44 εὐχαῖς σχολάζων καὶ θεῷ δὲ προσφέρων
45 λατρείαν ὡς δέησιν, ἐξαιτούμενος
46 τῷ ἐν χεροῖν τὴν γνῶσιν ἐξ ὕψους χάριν
47 δοῦναι, ὅπως γνῷς, μύστα, θᾶττον ἐξ ἑνὸς
48 εἴδους τὸ ἔργον τοῦτος ἐκπληρούμενον.
49 Ἄκουε τοίνυν τοῦδέ μου προοιμίου
50 ἐπῶν λόγων τε τοῦ σοφοῦ 〈τε〉 σκέμματος
51 σύνταξιν ὡς εὔληπτον ἐννοῶν ἔπος
52 μηδὲν λέγειν κενόν γε ἢ πλεῖστον κόπον,
53 ἔχειν δὲ μᾶλλον εὔκολον καὶ σύντομον
54 τὸ ἔργον ὄνησιν τε τοῖς σοφοῖς φέρον
55 θαυμαστικῶς· οὕτως γὰρ ἄρχομαι λέγειν·
56 Ὦ τῆς τελείας τῶν σοφῶν ἐμπειρίας,
57 ὦ πανσόφου ἐννοίας ἀνδρῶν ῥητόρων,
58 ὦ τῆς μιᾶς φύτλης τε κάλλος εὐπρεπές,
59 ὦ εἶδος εὔχρουν φαιδρὸν ἔκστιλβον πάνυ,
60 ὦ θαῦμα θαυμάτων τε τῆς τρισολβίας
61 ταύτης μιᾶς καὶ θείας οὐσίας τέρας.
62 τέρπει γὰρ ὄντως ἡ φύσις τε τὴν φύσιν
63 νικῶσα καὶ κρατοῦσα τὴν φύσιν πᾶσαν,
64 ἔχουσα συγγένειαν οὐσίας μένει
65 ἑνουμένη τέρπουσα, θαῖτον δ’ εἰσκρίνει,
66 εἰς σῶμα βαίνει λευκὸν ὡς ἀσώματος,
67 ὅμοιον ὡς φιλοῦσα σῶμα προσμένει
68 ἀσωμάτως· τούτῳ γὰρ ἑνοῦται πᾶσα,
69 ὡς γνοῦσα τῆς οἰκείας ἐνοικήσεως
70 κατεμβατεύει ὡς μελάθρῳ καὶ μένει,
71 ὅλην φυλάττει, οὐδόλως αὐτὴν ἐᾷ
72 φεύγειν, μένειν δὲ μᾶλλον ὡς κρατήσασα
73 τῇ εἰσδύσει. ταύτην γὰρ ἐκτρέφει φύσιν
74 μορφοῦσα καὶ κοσμοῦσα καὶ εἰς πῦρ φέρει
75 καὶ πυρμαχεῖν νικᾶν δὲ τοῦ πυρὸς φορὰν
76 ποιεῖ τάχιστα καὶ περᾶν καῦσιν φλογὸς,
77 ἐλθοῦσα εἰς εὔμορφον εἴδους ἐκστροφήν.
78 οὐκ εἰσκρίνει γὰρ σῶμα εἰς ἀσώματον,
79 εἰ μὴ γένηται ὥσπερ ἡ ἀσώματος
80 φύσις τραπεῖσα ἐκ φθορᾶς καὶ ἄφθορος
81 τυχθεῖσα, χωρισθεῖσα δ’ ἐξ ὕλης πάχους.
82 γεῶδες ἐκβαλοῦσα γὰρ λεπτύνεται
83 καὶ γίνεται νικῶσα τὴν φύσιν πᾶσαν,
84 ὡς ἐκστραφεῖσα ἐξ ὕλης ἄνω θέει
85 καὶ γίνεται ὡς πνεῦμα καὶ κρατεῖ φύσιν
86 καὶ εἰσκρίνει· μένει γάρ, οὐκ ἀφίσταται.
87 ῥᾷον δὲ τοῦτο γίνεται 〈τὸ〉 τέχνημα·
88 ἕνωσον ἄμφω ξηρὸν ὑγρῷ ὡς σοφός,
89 αὖθις δὲ θερμὸν ψυχρῷ ὡς ἐναντίων
90 ὄντων τε ποιότητι καὶ ἑνουμένων.
91 ὁμοῦ γὰρ εἰς ἄλληλα τῇ μίξει φέρων,
92 ὅταν τετράστοιχά 〈συ〉 ταῦτα ἐμφρόνως
93 ὡς ἀγχίνους σοφός τε μύστης ἐργάσῃ,
94 ἕνωσιν αὐτῶν πείρα καὶ μυούμενος
95 ἀνωφερῶν τὴν γνῶσιν ἤγουν ἀρρένων
96 κατωφερῶν τε αὖθις ὄντων θηλέων.
97 Τὸ πῦρ γὰρ ὥσπερ κοῦφον ὂν μετάρσιον
98 θερμὸν πέλον καὶ ξηρὸν οὐχ ἑνούμενον
99 τῇ ψυχρᾷ καὶ βαρείᾳ τοῦ ῥείθρου φύσει
100 ὡς ὑγρᾷ οὔσῃ καὶ κατωφερεῖ πάνυ.
101 ἀὴρ γὰρ ὡς ὑγρός τε καὶ θερμὸς πέλων
102 ἑνοῖ πρὸς αὑτὸν ταῦτα θᾶττον καὶ κρατεῖ.
103 οὕτως τε γῆ ὡς ψυχρὰ καὶ κατωφερὴς
104 ἄνικμος οὖσα ξηρὰ δ’ αὖ οὐ μίγνυται
105 θερμῇ ἀέρος ὑγρᾷ κουφῇ δ’ οὐσίᾳ.
106 ὕδωρ γὰρ, 〈ὡσ〉 ψυχρόν τε καὶ ὑγρὸν φύσει
107 ὑπάρχον, ἔχθραν τοῖνδε παύει καὶ ἑνοῖ
108 καὶ προσκαλεῖται συνδεσμεῖ τε πρόσφιλα,
109 συγκιρνᾷ ποιότητα〈σ〉 καὶ μίσγει πρὸς ἕν.
110 ὕδωρ γὰρ ὡς θερμανθὲν εἰς πυρὸς φλόγα
111 ἀτμηθὲν αὖθις γίνεται ἀὴρ ὅλον,
112 ἡ γῆ τε πιληθεῖσα καὶ ζυμουμένη
113 δι’ ὑγρᾶς οὐσίας μὲν ἐκλυθήσεται
114 καὶ ὡς νᾶμα πρόεισιν ἐξ ὕλης πάχους
115 καὶ γίνεται ὕδωρ μὲν ὑγροῦ συμπλοκῇ
116 ἐκ ποιότητος τῆσδε. ἔσται γὰρ νᾶμα
117 οὕτως. τὸ πῦρ δὲ σβεσθὲν ἐκχωρισμένον
118 ἄνω τὸ θερμὸν καὶ γεῶδες γίνεται
119 κατωφερές, γῇ ὥς[περ] ἐξομοιούμενον.
120 ἀὴρ ὅλως δὲ θερμὸς ἐκκαύσει φλογὸς
121 ἑφθεὶς πῦρ ἔσται τῇ πυρώσει καὶ ζέσει.
122 οὐ γὰρ θέμις τὸ ὑγρὸν εἰς ξηρὸν τρέπειν
123 ἢ ξηρὸν εἰς τὸ ὑγρὸν ἐκστρέφειν πάλιν,
124 εἰ μὴ φύσεις τούτων γὰρ ἐκστρέψῃς πάσας.
125 αἱ τρεῖς δὲ οὕτως ὑγρᾶς οὐσίας ῥύσιν
126 εἰς ξηρότητα τρέψας ὑγρὸν ἐξεοῖς
127 ξηροῦ ἑνώσει καὶ μάχῃ καὶ συμπλοκῇ.
128 οὕτως ῥέειν τὸ ξηρὸν αὖθις ἐργάσῃ
129 ὕδωρ τε βλύζειν θεῖον ἀρρήτως ἅπαν
130 δείξεις. γενήσεται γὰρ ὑγροῦ συμπλοκῇ
131 τὸ ξηρὸν ὥσπερ ῥεῖθρον εἰς ὑγρὸν τραπέν.
132 φύσις κατωφερὴς γὰρ οὐ δυνήσεται
133 ἀνωφερὴς ἐλαφρὰ καὶ μετάρσιος
134 ὅλως γενέσθαι, πρῶτον εἰ μὴ ἐκστραφῇ.
135 λεπτύνεται γάρ, γίνεται δ’ αὖ ἐν πυρὶ
136 ὡς πνεῦμα ἑνωθεῖσα τῷ ἀνωφερεῖ.
137 καὶ πνεῦμα ὥσπερ 〈σῶμ’ ἀ〉 σωματούμενον
138 κρατούμενόν τε ψηλαφούμενον χεροῖν
139 οὐκ ἰσχύει ποιεῖν τις, εἰ μὴ πρότερον
140 τὸ σῶμα ἐκλεπτυνθὲν ὥσπερ πνεύματος
141 λεπτὴ φύσις καὶ δειχθὲν ἰσχνὸν, μὴ ἔχον
142 ὕλης ὅλως τι λεῖμμα μᾶλλον δ’ ὡς φανὲν
143 ὅμοιον ὧδε τοῦ ἐν ᾧ πάλιν τοι γάρ.
144 οὕτως γὰρ ἡ μὴ οὖσα σῶμα γίνεται
145 ἐκτὸς κόπου μόρφωσις ἔνσωμος θέσει
146 μορφουμένη τάχιστα καὶ προσλαμβάνει
147 τοῦ σώματος [τοῦθ’] κάλλος ὅρασ〈ιν〉 εἰκόνος.
148 φαίνει ἐν αὐτῇ λαμπρὰν ὡς ἀλουργίδα
149 ἄνακτος εὔχρουν φαιδρὰν ἔκστιλβον λίαν
150 ἔχουσα συγγένειαν ὡς ἀσώματος
151 πρὸς τὴν ἀσώματόν τε καὶ μετάρσιον
152 ταύτην μίαν γάλακτος εἰκονίζεται.
153 ὡς ἀστραπημόρφῳ γὰρ εἴδει καὶ γένει
154 λευκῆς σελήνης, τὴν δὲ καὶ ἀσπάζεται,
155 κρατουμένη τε καὶ φιλουμένη πάλιν
156 κρατεῖ, φιλεῖ τέρπουσα καὶ τερπομένη.
157 ἀλλήλας αἱ φύσεις δὲ οἷαπερ φίλαι
158 κρατοῦσι καὶ μορφοῦσι τῇ σφῶν εἰσκρίσει
159 τοῦ σώματος. ψυχὴ γὰρ ἐκχωρίζεται
160 τέχνῃ μόνῃ, ὡς οἶδεν ὄντως πάνσοφος
161 ἀνὴρ τὰ θεῖα ὥσπερ ἐξησκημένος.
162 ταυτὴν λαβὼν φύλαττε σώματος δίχα
163 ῥύψας μέλανσιν ἔνδον ὡς κεκρυμμένην.
164 αὕτη καλύψει κάλλος ἔκλαμπρον σκότει.
165 ῥείθροις κάθαιρε ὡς χιόνα δ’ αὖ ψυχὴν
166 τόν τε ζόφον καὶ ἀχλὺν ἔκπλυνον πάλιν
167 εἰς φῶς φέρων, ἄγεις γὰρ εἰς εὐοπτίαν
168 ἀμηχάνου αἴγλης τε δόξης φωσφόρου.
169 τὴν ἐμφωλεύουσαν γὰρ εἰ ὅλως λάβῃς
170 ἔνδον φύσιν κάλυμμα σώματος πάχος
171 ἔχουσαν ὡς τείχισμα, μέλανσιν σκότους,
172 καὶ τῆσδε ἄρδην ἀχλὺν ὡς σοφὸς λύσῃς
173 τεχνουργικῶς λειῶν τε καὶ πλύνων πάλιν,
174 μὴ ἀσχολούμενος δὲ τοῖς πολλοῖς κόποις,
175 ἀλλ’ εὐφυῶς κάθαρσιν οἰκείως φέρων.
176 ποιῶν κυβερνωμένην εἰς θεῖον νᾶμα
177 καὶ εἰς πῦρ εἰσάγων δὲ τῷ ἰωμένῳ
178 καίοντι δ’ αὖ ῥύπτοντι καὶ ὡς ἄργυρον
179 δεικνύντι καὶ πλύνοντι τοῦ σκότους μέλαν,
180 ὄψει τάχιστα, ἣν ποθεῖς ἰδεῖν θέαν.
181 καὶ εἰς θάλασσαν βάψας ἐν ῥείθροις πλέειν
182 δείξεις κάτω τὴν οὖσαν οὐσίαν πάλιν
183 ὠκεανόχρουν αὖθις ἔκστιλβον, πλύνων,
184 ἕως ἂν ἴδῃς γαῖαν οἷάπερ νᾶμα
185 λυθεῖσαν εἰς νέφος τε βαίνουσαν, ῥᾷον
186 ὑψουμένην, θέουσαν ἐν ῥείθροις ὅλην
187 μὴ δεικνύουσαν τῆς ὕλης τι παντελῶς,
188 ἀλλ’ ἢ μόνον τὴν φαιδρὰν εἰκόνος θέαν
189 τὴν πολύμορφον λευκότητα, ἣν ποθεῖς
190 κατοπτρίσασθαι καὶ θεάσασθαι ὅλην
191 κατεμβατεύουσαν μὲν εἰς ὕδωρ ῥέον
192 ὥσπερ χρυσέκλαμπρόν τε καὶ χρυσήλατον
193 νύμφην. χρυσαυγὲς τὸ πρόσωπον δείκνυσι
194 καὶ νήχεται στίλβουσα καὶ καλύπτεται
195 ἐν τοῖς Νείλου γλυκέσιν οἷα δὴ μέλι
196 ῥείθροις, νικῶσα ἡλίου δὲ φῶς 〈ἅ〉παν
197 φαίνει ἄνωθεν μηδόλως κρυπτομένη.
198 ἔσωθεν ὡς ἔξωθεν ἐκλάμπει σέλας
199 καὶ τῶν βλεπόντων τὰς κόρας ἀμβλυωπεῖν
200 ποιεῖ, πόθῳ δὲ προσκαλεῖται πρὸς θέαν
201 βαβαὶ λέγουσα τῆς ἀσωματουμένης
202 καὶ προσμενούσης αὖθις οἷον πνεύματος
203 τὸ σχῆμα 〈καὶ〉 τὸ εἶδος ὡς μορφουμένης
204 καὶ μὴ ἐώσης πάμπαν ἀχλύος σκότος
205 φαίνειν ἐν αὑτῇ. μᾶλλον δ’ ἐνδύει σέλας
206 εἰς φωτὸς αἴγλην λευκότητος ἐκτροπῇ.
207 ἰδοῦσα κείμενον δὲ ταύτης ὄργανον
208 ἄφωνον ἄψυχόν τε, μὴ κινούμενον
209 ὡς προσδοκοῦν δὲ τοῦ τάφου ἀνάστασιν
210 πολλῶν τιμωριῶν τε προσβολῇ μάχην,
211 πρόεισι γοῦν χαίρουσα φαιδρῷ βλέμματι
212 καὶ λαμπρᾷ φωνῇ προσκαλεῖται κείμενον
213 τὸ σῶμα· οὕτω φησὶν ἔργοις, οὐ λόγοις·
214 Ἔξελθε βαῖνον ἐκ σκότους ὡς ἐξ ᾅδου,
215 ἑκὰς βάλε σκότωσιν ἐκ σοῦ ἀχλύος,
216 ῥῖψον φθορᾶς χιτῶνα [καὶ] πάλιν, ἔνδυμα
217 πρῴην ὅπερ σε εἶχεν ὡς κατάκριτον,
218 δι’ οὗ πυρώσεις πλείστας ὡς παχὺς φέρων
219 στέ〈να〉ξας, ὄφρα λεπτὸς ἐκφανθῇς ὅλως
220 ὡς πνεῦμα ἐκτραπῇς δὲ καὶ ζήσῃς πάλιν
221 σὺν τῇ ψυχῇ πάροιθεν ἐκ σοῦ ἐκστάσῃ,
222 καὶ αὖθις ἐν σοὶ θᾶττον εἰσοικούμενον
223 εἴσδεξαι πνεῦμα τὸ τρίτον ὥσπερ στέφος.
224 νεκρὸς γὰρ ἦσθα τὸ πρὶν εἰς φθορὰν πέλων
225 τάφῳ κατῴκησάς τε νεκρὸς, ἄψυχος,
226 ἄμορφος, ἄπνους, μηδόλως κάλλος φέρων,
227 νικώμενος παλαίστρᾳ καὶ φεύγων πάλην,
228 ἡττώμενος μάχῃ τε συμπλοκῆς ὅλης
229 τὴν ἧτταν ὥσπερ φεύγων ἐμφαίνων πᾶσι.
230 κρατούμενος γὰρ ἔνδον οὐκ ἀεὶ μένεις,
231 φεύγεις βελῶν δὲ προσβολὴν ἔξω πλέων,
232 νήχεις ὕπερθεν ὑγρᾶς οὐσίης, ὅλως
233 οὐχ ἵσταται πρὸς θῆλύ σοι ἑνούμενον
234 μίξει γὰρ ὡς γέγηθας, οὕτως οὐ μένεις
235 μάχης πάλη θηλείας, ἀλλὰ φθείρῃ τε
236 ὡς χνοῦς ὑπ’ αὐτῆς κείμενος ὥσπερ μέλας,
237 καλύπτεταί σου κάλλος ἔκλαμπρον τάφῳ,
238 ταῖς κειρίαις δὲ νεκρὸς ἄπνους, ἄψυχος,
239 εἱλίσσῃ μὲν πρόσωπον ἐκφαίνων μόνον.
240 ἐρριμ〈μ〉ένος γυμνὸς δὲ τοῖς ὁρῶσί σε
241 ἄφωνος οὕτως φαίνῃ τὸ ζῆν προσδοκῶν
242 ἔργοις λέγων· ποῦ ἐστιν ἡ ζῶσα ψυχή;
243 ἐμοῦ 〈γὰρ〉 ἀποστᾶσα πρὶν ἔξελθε ζῶσα.
244 σῇ εἰσκρίσει με δεῖξον ἔκστιλβον πάλιν.
245 τὴν εἰκόνα χρανθεῖσαν ἐν ζόφῳ σκότους
246 ἐμὴν πλύνασα σμῆξον ἀφράστως πλέον,
247 ὅπως γένωμαι φαιδρὸν οἰκητήριον
248 σοῦ, ὦ ψυχή, ἔκλαμπρον ἠγλαϊσμένον,
249 μηδὲν ῥύπου σκότωσιν ἢ μελάνσεως
250 ἀχλὺν φέρον, μᾶλλον δὲ, ὥσπερ φῶς νέμ〈ον〉
251 τὰς ἀκτῖνας καὶ εἶδος ἄσκιον χέον.
252 νικητικὸν τὸ στέμμα συγκομίσομαι
253 πάλιν νικήσας τὸν νικήσαντα πλοκῇ
254 τρέψας τε δείξω οἶκον ἔκλαμπρον μένειν
255 εἰς αὐτὸν ὡς οἰκίον ἀμφοῖν ἄξιον
256 τοῦ πνεύματός τε καὶ καθαρτικῆς ψυχῆς.
257 οὕτως γὰρ οἱ τρεῖς προσπλακέντες εἰς μίαν
258 ἕνωσιν πόθου ἀρραγοῦς στερεμνίου
259 φίλτρου τε οἰκήσουσιν ἐν μίξει μιᾷ
260 σῶμα, ψυχὴ καὶ πνεῦμα μὴ νικώμενα
261 τῇ εἰσκρίσει, μᾶλλον δὲ κοσμοῦνται πλέον
262 φάει τε πυρμαχοῦντα πῦρ βαπτείνοντα
263 βάψαι θέλουσι, πάμπαν οὐ δεδοίκασιν
264 ὡς τρίπλοκον τείχισμα καὶ στερέμνιον
265 ἄλληλα συνδέοντα τέσσαρσι στίχοις
266 τῶν στοιχείων τῇ ἀκραποιᾷ συνθέσει.
267 [τῇ εἰσκρίσει μένοντα καὶ τὰ σώματα
268 βάπτοντα καὶ μορφοῦντα παντοίαν χρόαν].
269 τὸ ἐκ πυρὸς γὰρ στοιχεῖον εἰσέρχεται
270 εἰς πῦρ νικῶν ἔκκαυσιν ὡς καὶ τὴν φλόγα,
271 ὥστε μορφοῖ λαμπρύνει 〈πῦρ〉 τὸ στοιχεῖον.
272 αὖθις τὸ ἐκ τῆς ὑγρᾶς οὐσίας πέλον
273 πᾶσαν φύσιν τυχθεῖσαν αὖ ἐ〈κ〉 νέκταρος.
274 τὸ στοιχεῖον γαίας δὲ βάπτει σῶμα πᾶν
275 γεννηθὲν ἐκ τῆς ξηρᾶς, ὡς καὶ λαμπρύνει.
276 τὸ θερμὸν ὑγρὸν στοιχεῖον δ’ αὖ ὡς ἀὴρ
277 εἰσέρχεται τάχιστα καὶ εἰς σώματα
278 βάπτον φυλάττον κάλλος ὥρας σώματος. — Οὕτως
279 γὰρ, ὦ ἄνθρωπε, ταῦτα σκευάσας
280 ἔσῃ τέλειος, ἀγχίνους, λίαν σοφὸς
281 ἀνὴρ, φέρων ἐνεργὸν εἰς πρᾶξιν λόγον,
282 μηδὲν κενὸν φρονῶν τε τῶνδέ μου ἐπῶν,
283 μηδ’ αὖ φρένας σου ἐκτρέπων ἐξ ὧν ἔφην
284 σοφῶν μεγίστων, ὥσπερ εἰς ἃ μὴ θέμις
285 ἀπασχολούμενος σὺ πολὺν εἰς κόπον
286 ἄκαιρον ὄλβον, σοὶ δὲ μηδὲν 〈ἐκ〉φέρων,
287 μᾶλλον δέ σοι ἀκερδὲς ἔργον γίνεται.
288 πείσθητί μοι λέγοντι καὶ ζήτει ῥοπῆς
289 ἄνωθεν ἐμπνευσθεῖσαν ἐλθεῖν σοι χάριν,
290 μηδὲν φρονῶν γεῶδες ἢ βίον ποθῶν
291 τὸ〈ν〉 φθαρτόν· ὡς οὐδὲν 〈γὰρ〉 ἔσται καὶ σκιὰ
292 παρέρχεται. ὅλως γὰρ οὕτως τῶν βροτῶν
293 ἡ δόξα καὶ ὁ πλοῦτος ἄρδην ὄλλυται,
294 μένει δὲ πίστις, ἐλπὶς ὥσπερ καὶ πόθος
295 θεῖος δι’ ἔργων φωτὸς ἐκτελούμενος.
296 ἐγὼ γὰρ οὐκ ἔκρυψα τοῦ ζητουμένου
297 τὴν γνῶσιν, ἀλλ’ ἔδειξά σοι τὴν σύντομον
298 καὶ πάνσοφον τέχνης τε τὴν ἐμπειρίαν
299 καὶ πρᾶξιν ὡς εὔληπτον οὖσαν εὔκολον,
300 μύησιν εὐσύνοπτον ἐγκρίτων σοφῶν
301 ἀνδρῶν τελείων γυμνασάντων τοῖς πόνοις
302 τῶν ἐνθέων ἔργων καὶ ἐσθλῶν πράξεων
303 τὸν νοῦν τε καὶ λογισμὸν εἰς θεωρίαν,
304 ὁρᾶν σοφιστικῆς τε καὶ τῆς πρακτικῆς
305 τῶν ῥητόρων ῥηθεῖσαν ἰσχνῶς τοῦ νοὸς
306 θεωρίαις τὴν πρᾶξιν ἀψευδῆ ὅλως
307 φέρουσαν εἰς δήλωσιν ἔργων 〈τῶν〉 σοφῶν.
308 καὶ εἰ μὲν ἀγχίνους τε καὶ λίαν σοφὸς
309 καὶ ἐξεταστὴς ὧν ἔφη λόγων γένῃ
310 τῶν κειμένων πάντων μὲν ἐν βίβλοις σοφῶν,
311 ἔσῃ τὸ κέρδος πρὸς πορισμὸν εὑρηκὼς
312 εἰς ἀμπλακημάτων δὲ λύτρωσιν φέρον
313 καὶ τῆς ἀλήκτου χαρμονῆς κληρουχίαν.
314 νέκρωσον οὖν τὸ σῶμα δουλεύων θεῷ,
315 ψυχὴν πτέρωσον ἐμπόνως πρὸς ἔνθεον
316 θεωρίαν, ὡς μηδὲν ἐξ ὧν οὐ θέμις
317 πράττειν θελήσεις ἢ λογίζεσθαι ὅλως.
318 ψυχῆς γὰρ ἰσχύς ἐστιν ἀνδρεία φρενῶν,
319 σώφρων λογισμὸς καὶ φρόνησις τοῦ νοὸς
320 παθῶν τε πάντων ῥύψις, ὡς καὶ ἡδονῶν
321 τοῦ σώματος τὸ αἶσχος ἐκπλύνων ῥοαῖς
322 ἐξ ὀμμάτων σου δακρύων καὶ καρδίας
323 ἄλγους πόνου τε τὸν στεναγμὸν προσφέρων
324 φλόγας γεέννης καὶ λογίζου τὴν κρίσιν.
325 οὕτως βιῶν γὰρ ἀξιωθήσῃ βλέπειν
326 τὸ φῶς τὸ ἄσκιόν τε καὶ ἀΐδιον
327 ὕμνοισι δόξαν προσφέρων ἐκ χειλέων
328 σὺν ἀγγέλοις τὸν αἶνον ὑψίστῳ θεῷ
329 ὑψιμέδοντι παντάνακτι ἐμφρόνως
330 τῷ πατρὶ σὺν λόγῳ τε θείῳ πνεύματι
331 εἰς ἀπείρονας καὶ αἰωνίους κύκλους,
332 ἀϊδίους αἰῶνας αἰώνων. ἀμήν.
333 στίχοι τκβʹ.