Bithynian Historical FragmentsἈποσπάσματα
Asclepiades of Myrlea Bithynian Historical Fragments PDF
The Bithynian Historical Fragments is a lost treatise attributed to the grammarian and historian Asclepiades of Myrlea. The work, known by the Greek term Apospasmata indicating its excerpted nature, originally consisted of nine passages concerning Bithynian history. This compilation aligns with Asclepiades' broader scholarly method, which characteristically integrated grammatical analysis with historical and mythological inquiry. While the full content of the nine fragments is not preserved, the author's known interests suggest the work likely addressed the foundation stories of Bithynian cities, regional ethnography and customs, local mythological narratives, and historical events involving Bithynia's relations with neighboring powers, including Rome. The treatise survives only as a title with a notice of its nine-part structure; it is not included in major modern fragment collections, and its transmission history remains obscure. The attribution to Asclepiades relies on later citations found in sources such as Byzantine lexica. Although the direct influence of these specific fragments cannot be traced, Asclepiades was a significant figure in the Alexandrian grammatical tradition. His interdisciplinary approach, blending historical research with grammatical criticism, contributed to the development of later Hellenistic and Roman antiquarian scholarship. The work exemplifies his engagement with the study of local history and ethnography.
| t1a-4 | ΒΙΘΥΝΙΑΚΑ. E LIBRO PRIMO. |
| 1a (t) [15] | Parthenius Erot. 35: Περὶ Εὐλιμένη ς . Ἱστορεῖ Ἀσκληπιάδης ὁ Μυρλεανὸς Βιθυνιακῶν αʹ. Ἐν δὲ Κρήτῃ ἠράσθη Λύκαστος τῆς Κύδωνος θυγατρὸς Εὐλιμένης, ἣν ὁ πατὴρ Ἀπτέρῳ καθωμολόγητο, πρωτεύοντι τότε Κρητῶν· ταύτῃ κρύφα συνὼν ἐλελήθει. Ὡς δὲ τῶν Κρητικῶν τινες πόλεων ἐπισυνέστησαν Κύδωνι καὶ πολὺ περιῆσαν, πέμπει τοὺς πευσομένους εἰς θεοῦ, ὅ τι ἂν ποιῶν κρατήσειεν τῶν πολεμίων. Καὶ αὐτῷ θεσπίζεται τοῖς ἐγχωρίοις ἥρωσι σφαγιάσαι παρθένον. Ἀκούσας δὲ τοῦ χρηστηρίου Κύδων διεκλήρου τὰς παρθένους πάσας, καὶ κατὰ δαίμονα ἡ θυγάτηρ τυγχάνει. Λύκαστος δὲ δείσας περὶ αὐτῆς, μηνύει τὴν φθορὰν καὶ ὡς ἐκ πολλοῦ χρόνου συνείη αὐτῇ· ὁ δὲ πολὺς ὅμιλος πολὺ μᾶλλον ἐδικαίου αὐτὴν τεθνάναι. Ἐπειδὴ δὲ ἐσφαγιάσθη, ὁ Κύδων τὸν ἱερέα κελεύει αὐτῆς διατεμεῖν τὸ ἐπομφάλιον, καὶ οὕτως εὑρέθη ἔγκυος. Ἄπτερος δὲ δόξας ὑπὸ Λυκάστου δεινὰ πεπονθέναι, λοχήσας αὐτὸν ἀνεῖλε καὶ διὰ ταύτην τὴν αἰτίαν ἔφυγε πρὸς Ξάνθον εἰς Τέρμερα. Idem 36:Λέγεται δὲ καὶ Ῥῆσον, πρὶν ἐς Τροίαν ἐπίκουρον ἐλθεῖν, ἐπὶ πολλὴν γῆν ἰέναι προσαγόμενόν τε καὶ δασμὸν ἐπιτιθέντα· ἔνθα δὴ καὶ εἰς Κίον ἀφικέσθαι κατὰ κλέος γυναικὸς καλῆς· Ἀργανθώνη αὐτῇ ὄνομα. |
| 1b [25] | Αὕτη τὴν μὲν κατ’ οἶκον δίαιταν καὶ μονὴν ἀπέστυγεν, ἀθροισαμένη δὲ κύνας πολλοὺς ἐθήρευεν, οὐ μάλα τινὰ προσιεμένη. Ἐλθὼν οὖν ὁ Ῥῆσος εἰς τόνδε τὸν χῶρον βίᾳ μὲν αὐτὴν οὐκ ἦγεν, ἔφη δὲ θέλειν αὐτῇ συγκυνηγεῖν· καὶ αὐτὸν γὰρ ὁμοίως ἐκείνῃ τὴν πρὸς ἀνθρώπους ὁμιλίαν ἐχθαίρειν. Ἡ δὲ ταῦτα λέξαντος ἐκείνου κατῄνεσε, πειθομένη αὐτὸν ἀληθῆ λέγειν. Χρόνου δὲ πολλοῦ διαγενομένου εἰς πολὺν ἔρωτα παραγίνεται τοῦ Ῥήσου. Καὶ τὸ μὲν πρῶτον ἡσυχάζει αἰδοῖ κατεχομένη· ἐπειδὴ δὲ σφοδρότερον ἐγίνετο τὸ πάθος, ἀπετόλμησεν εἰς λόγους ἐλθεῖν αὐτῷ, καὶ οὕτως ἐθέλων αὐτὴν ἐκεῖνος ἠγάγετο γυναῖκα. Ὕστερον δὲ πολέμου γενομένου τοῖς Τρωσὶ μετῄεσαν αὐτὸν οἱ βασιλεῖς ἐπίκουρον· ἡ δὲ Ἀργανθώνη, εἴτε καὶ δι’ ἔρωτα, ὃς πολὺς ὑπῆν αὐτῇ, εἴτε καὶ ἄλλως καταμαντευομένη τὸ μέλλον, βαδίζειν αὐτὸν οὐκ εἴα. Ῥῆσος δὲ μαλακιζόμενος ἐπὶ μονῇ οὐκ ἠνέσχετο, ἀλλὰ ἦλθεν εἰς Προίαν, καὶ μαχόμενος ἐπὶ ποταμῷ τῷ νῦν ἀπ’ ἐκείνου Ῥήσῳ καλουμένῳ, πληγεὶς ὑπὸ Διομήδους ἀποθνήσκει. Ἡ δὲ ὡς ᾔσθετο τεθνηκότος αὐτοῦ, αὖτις ἀπεχώρησεν εἰς τὸν τόπον, ἔνθα ἐμίγη πρῶτον αὐτῷ, καὶ περὶ αὐτὸν ἀλωμένη θαμὰ ἐβόα τοὔνομα τοῦ Ῥήσου· τέλος δὲ καὶ ποταμῷ προσιεμένη διὰ λύπην ἐξ ἀνθρώπων ἀπηλλάγη. E LIBRO DECIMO. |
| 2 (t) [1] | Schol. Apoll. Rh. II, 789: Ὅτι δὲ τοὺς Παφλαγόνας ὑπέταξεν Ἡρακλῆς τοῖς περὶ Λύκον, ἱστορεῖ Δεινίας ἐν πρώτῳ Ἀργολικῶν καὶ Ἀσκληπιάδης ὁ Μυρλεανὸς ἐν δεκάτῳ (?) Βιθυνιακῶν. Idem II, 722: Σαγγάριος, ποταμὸς Φρυγίας. |
| 3 [5] | Ὁ δὲ Μυρλεανὸς Σάγγαρον αὐτὸν λέγεσθαί φησιν. Athenaeus II: Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς, χαμαικέρασόν τινα καλῶν δένδρον, ἔφη οὕτως· «Ἐν τῇ Βιθυνῶν γῇ γίνεται ἡ χαμαικέρασος, ἧς ἡ μὲν ῥίζα ἐστὶν οὐ μεγάλη, ἀλλ’ οὐδὲ τὸ δένδρον, ἀλλὰ τῇ ῥοδῇ ἴσον, ὁ δὲ καρπὸς τὰ μὲν ἄλλα πάντα ὅμοιος, τοὺς δὲ πλείονι χρησαμένους, καθότι οἶνος, βαρύνει τε καὶ ἀλγεῖν τὴν κεφαλὴν τίθησι. |
| 4 [10] | » Ταῦτα ὁ Ἀσκληπιάδης, φησί, μοι δοκεῖ λέγειν περὶ τῶν μιμαικύλων. Τό τε γὰρ φέρον αὐτὰ δένδρον τοιοῦτον, καὶ ὁ πλέον τῶν ἑπτὰ τοῦ καρποῦ φαγὼν κεφαλαλγὴς γίνεται. (ΠΕΡΙΗΓΗΣΙΣ ΤΩΝ ΕΘΝΩΝ ΤΩΝ ΕΝ Τῌ ΤΟΥΡΔΙΤΑΝΙᾼ. |
| t5-6 | ) Strabo III: Μετὰ ταύτην Ἄβδηρα, Φοινίκων κτίσμα καὶ αὐτή. |
| 5 [5] | Ὑπὲρ δὲ τῶν τόπων ἐν τῇ ὀρεινῇ δείκνυται Ὀδύσσεια καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐν αὐτῇ, ὡς Ποσειδώνιός τε εἴρηκε καὶ Ἀρτεμίδωρος, καὶ Ἀσκληπιάδης ὁ Μυρλεανὸς, ἀνὴρ ἐν τῇ Τουρδιτανίᾳ παιδεύσας τὰ γραμματικὰ, καὶ περιήγησίν τινα τῶν ἐθνῶν ἐκδεδωκὼς τῶν ταύτῃ. Οὗτος δέ φησιν ὑπομνήματα τῆς πλάνης τῆς Ὀδυσσέως ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς ἀσπίδας προσπεπατταλεῦσθαι καὶ ἀκροστόλια. Ἐν Καλλαϊκοῖς δὲ τῶν μετὰ Τεύκρου στρατευσάντων τινὰς οἰκῆσαι, καὶ ὑπάρξαι πόλεις αὐτόθι, τὴν μὲν καλουμένην Ἕλληνες, τὴν δὲ Ἀμφίλοχοι, ὡς καὶ τοῦ Ἀμφιλόχου τελευτήσαντος δεῦρο καὶ τῶν συνόντων πλανηθέντων μέχρι τῆς μεσογαίας. Καὶ τῶν μεθ’ Ἡρακλέους δέ τινας καὶ τῶν ἀπὸ Μεσσήνης ἱστορῆσθαί φησιν ἐποικῆσαι τὴν Ἰβηρίαν, τῆς δὲ Κανταβρίας μέρος τι κατασχεῖν Λάκωνας καὶ οὗτός φησι καὶ ἄλλοι. Ἐνταῦθα δὲ καὶ Ὠψικέλλαν πόλιν Ὀκέλα κτίσμα λέγουσι τοῦ μετὰ Ἀντήνορος καὶ τῶν παίδων αὐτοῦ διαβάντος εἰς τὴν Ἰταλίαν. Strabo III: Ἐπεὶ καὶ Ἰβηρίαν ὑπὸ μὲν τῶν προτέρων καλεῖσθαι πᾶσαν τὴν ἔξω τοῦ Ῥοδανοῦ καὶ τοῦ ἰσθμοῦ τοῦ ὑπὸ τῶν Γαλατικῶν κόλπων σφιγγομένου, οἱ δὲ νῦν ὅριον αὐτῆς τίθενται τὴν Πυρήνην, συνωνύμως τε τὴν αὐτὴν Ἰβηρίαν λέγουσι καὶ Ἱσπανίαν· ** μόνην ἐκάλουν τὴν ἐντὸς τοῦ Ἴβηρος· οἱ δ’ ἔτι πρότερον αὐτοὺς τούτους Ἰγλῆτας, οὐ πολλὴν χώραν νεμομένους, ὥς φησιν Ἀσκληπιάδης ὁ Μυρλεανός. |
| 6 [10] | Ῥωμαῖοι δὲ τὴν σύμπασαν καλέσαντες ὁμωνύμως Ἰβηρίαν τε καὶ Ἱσπανίαν τὸ μὲν αὐτῆς μέρος εἶπον τὴν ἐκτὸς, τὸ δὲ ἕτερον τὴν ἐντός· ἄλλοτε δ’ ἄλλως διαιροῦσι, πρὸς τοὺς καιροὺς πολιτευόμενοι. |