ἀφίκτωρ ἱκετῶν ἔφορος.
νάιον ἀρθέντα· …
ἀπὸ προστομίων τινὲς τῆς Φάρου· Αἰγύπτου προπάροιθε γάρ ἐστιν. ἄμεινον δὲ τὰ στόμια ἀκούειν, πλεοναζούσης τῆς πρό· διὰ γὰρ τοῦ Ἡρακλεωτικοῦ στομίου τὴν φυγὴν ἐποιήσαντο.
δὲ ὁ δὲ ἀντὶ τοῦ γάρ.
οὔτινʼ ἐφʼ αἵματι· οὐκ ἐφʼ αἵματί τινι καταγνωσθεῖσαι ψήφωι πόλεως δημοσίαι ἡμᾶς ἀπελαυνούσηι.
φυλαξάνοραν· γάμον φυγὴν ἀνδρῶν ἡμῖν ἐμποιοῦντα.
ἀσεβῆ ὃν οὐ σέβομεν ἡμεῖς οὐδὲ τιμῶμεν.
στασίαρχος τῆς συστάσεως ἡμῶν ἄρχων.
τάδε πεσσονομῶν ὑπὲρ τούτων λογιζόμενος.
κύδιστʼ ἀχέων ἀμείνονα τῶν κακῶν ἐψηφίσατο τὴν φυγήν. κακὸν ὁ γάμος, κακὸν δὲ καὶ ἡ φυγή, αἱρετώτερον δὲ τὸ φεύγειν.
ἐγχειριδίοις τοῖς ἱκετηρίοις θαλλοῖς.
ἱεροστέπτοισι κλάδοισι τοῖς στεφάνοις.
βαρύτιμοι οἱ βαρέως τινύμενοι καταχθόνιοι θεοί. τὸ δὲ ὕπατοι ἀπὸ ἄλλης ἀρχῆς.
τρίτος οἰκοφύλαξ· ὁ τριτόσπονδος, ἢ ὁ τρίτος τῶν εἰρημένων. εἶπε γὰρ ὕπατοι θεοὶ καὶ χθόνιοι καὶ Ζεὺς σωτὴρ τρίτος.
δέξαιθʼ ἱκέτην· δέξαιτο ἡμᾶς τῶι τῆς χώρας αἰδεσίμωι πνεύματι, ὅ ἐστιν αἰδῶ ἐπιπνεύσας τοῖς ἡμᾶς δεχομένοις Ἀργείοις.
ἀσώδει πηλώδει.
ἀσώδει ψαμμώδει. τὴν γὰρ ψάμμον οὕτως φησὶν ὡς ὁ ποιητής· εἰλύσω ψαμάθοις τόσην οἱ ἄσιν.
πέμψατε ... ὄλοιντο τὸ ἑξῆς οὕτως· πέμψατε πόντονδε, ἔνθα ἀντήσαντες λαίλαπι χειμωνοτύπωι, βροντῆι, στεροπῆι τε, ὀμβροφόροισί τε ἀνέμοις ἀγρίας ἁλὸς ὄλοιντο.
ὧν θέμις εἴργει ὧν τὸ δίκαιον ἡμᾶς εἴργει διὰ τὸ μὴ θανατωθῆναι τὸν πατέρα.
πατραδελφίαν συγγένειαν τὴν τῶν ἀνεψιῶν τῶν ἐκ τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτῶν.
ἐπικεκλομένα ... ἔφαψιν ἐπικαλούμεθα τὸν ἶνιν τῆς βοὸς τὴν ἐπαφὴν τὴν ἐξ ἐπιπνοίας τοῦ Διός.
Δῖον πόρτιν τὸν Ἔπαφον.
τιμάορα· βοηθόν.
ἔφαψιν τὴν ἐξ ἐρωτικῆς διαθέσεως. ἐπέπνευσε γὰρ αὐτῶι ὁ Ἔρως.
ἐπωνυμίαι τῆι δὲ ἐπωνυμίαι ἐβεβαιοῦτο ὁ εὔμοιρος αὐτοῦ βίος. ὡς γὰρ τῆς γονῆς ἐφήψατο Ζεύς, οὕτως καὶ τῆς τύχης.
ὅν τʼ ... τεκμήρια τὸ ἑξῆς· ὃν ἐπικαλουμένη νῦν ἐν Ἄργει δείξω πιστὰ τεκμήρια, ὡς οὐ ξένη οὖσα ἐλεύσομαι, ἀλλʼ εἰς προγόνων γῆν.
ἐπιλεξαμένα ἐπικαλουμένη.
ἐν ποιονόμοις ἐν Ἄργει οὗ ἐνέμετο ἡ Ἰώ.
πρόσθε πόνων τῆς Ἰοῦς τοὺς πόνους ἐγὼ διηγουμένη.
ἐν μάκει προϊόντος τοῦ λόγου.
οἰωνοπόλων τῶν φωνὰς οἰωνῶν γινωσκόντων.
τις πλεονάζει τὸ τις.
Τηρείας μήτιδος· κατὰ περίφρασιν τοῦ Τηρέως.
κιρκηλάτου τῆς ὑπὸ κίρκων ἐλαυνομένης.
ἐργομένα διωκομένη.
ἠθέων· τῶν συνήθων τόπων.
Ἰαονίοισι νόμοισι ἀντὶ τοῦ φωνῆι Ἑλληνικῆι.
Νειλοθερῆ τὴν ἐν τῶι Νείλωι θερισθεῖσαν, ὅ ἐστι βλαστήσασαν ἐν Αἰγύπτωι. ἀπὸ τῶν σταχύων δὲ ἡ μεταφορά.
γόεδνα· τῶν γόων τὸ ἄνθος ἀποδρέπομαι.
ἀερίας ἀπὸ γᾶς· σκοτεινῆς, μέλαινα γάρ ἐστιν. ἢ ὅτι ταπεινὴ καὶ τοῖς ἀπὸ θαλάσσης ὡς ὑπόγειος φαίνεται.
ἀλλὰ θεοί· ἀλλʼ ὦ γενέται θεοί, κλύετε καλῶς τὸ δίκαιον ὁρῶντες. καὶ Ἡσίοδος· κλῦθι ἰδὼν ἀίων τε.
ἥβαι τὴν τῶν Αἰγυπτιαδῶν.
γάμοις ἐπὶ τοῖς νενομισμένοις καὶ δόξασιν ὑμῖν.
ἔστι δὲ κἀκ πολέμου· καὶ τοῖς ἐκ πολέμου δὲ τειρομένοις καὶ φεύγουσιν ὁ βωμὸς διὰ τὸ τῶν δαιμόνων σέβας ῥῦμα τῆς βλάβης ἐστίν. ἢ οὕτως· καὶ τοῖς ὑπὸ πολέμου τειρομένοις καὶ τετραμμένοις εἰς φυγὴν ὁ βωμὸς Ἄρης ἐστίν· ὑπερμαχεῖ γὰρ αὐτῶν, καὶ οὐδὲν πάσχουσι διὰ τὸ σέβας τῶν θεῶν.
σέβας λείπει ἡ διά.
Διὸς ἵμερος ... ἐτύχθη γνωμικῶς παρὰ τὸ ἀνὴρ δέ κεν οὔτι Διὸς νόον εἰρύσαιτο.
πάνται τοι φλεγέθει· ἐν παντὶ τόπωι λάμπει, κἂν διὰ σκότου χωρῆι. τοῖς μὲν ἀνθρώποις οὐκ εὐσύνοπτός ἐστιν, ἀλλὰ μέλαινά τις αὐτοὺς κατέχει συντυχία.
πίπτει δʼ ἀσφαλές· εἰ δέ τι ἀνυσθῆι τῶι νεύματι τοῦ Διός, ἀσφαλῶς πίπτει καὶ εὐσχημόνως. τὸ γὰρ ἐπὶ νώτωι πίπτειν τοὺς παλαιστὰς ἄσχημόν ἐστιν.
πίπτει δʼ ἀσφαλὲς ἀσφαλῶς ἀποβαίνει.
ἀσφαλὲς εὐσχημόνως.
ἐπὶ νώτωι ἀσχημόνως.
δαυλοὶ ... πόροι πυκνοὶ γάρ εἰσιν οἱ τῶν πραπίδων αὐτοῦ τοῦ Διὸς πόροι.
πανώλεις τοὺς τοῦ ὀλέσθαι ἀξίους, ὅ ἐστι κακούς.
ἥμενον ἢ τὸ ἄνω ἱδρυμένον ἢ τὸ ἑδραῖον.
ἥμενον ἄνω φρόνημα· τὸ δὲ φρόνημα αὐτοῦ ἐπὶ τῶν ἁγνῶν ἑδρασμάτων ἐφήμενον ἐξέπραξε τὸν σκοπὸν ἑαυτοῦ.
αὐτόθεν· ἀπὸ τῶν ἁγνῶν ἑδρασμάτων, ὅ ἐστι τοῦ οὐρανοῦ.
πυθμήν· αὐτὸς ὁ Αἴγυπτος.
τὸ θάλος· ἡ ῥίζα τῶν πεντήκοντα παίδων, ὅ ἐστιν αὐτὸς ὁ Αἴγυπτος.
τεθαλώς· οὐ φύλλοις, ἀλλὰ τῆι ἀνοίαι τῶν παίδων ἑαυτοῦ· καὶ διάνοιαν μαινόλιν ἔχων, ὅπερ ἐστι κέντρον ἄφυκτον.
ἀπάται τῆι ἀπατητικῆι.
δακρυοπετῆ· παρασκευαστικὰ τοῦ πίπτειν τὰ δάκρυα τῶν ἀκουόντων.
ἱλέωμαι ἱλάσκομαι.
βοῦνιν τὴν γῆν κατὰ βαρβάρους.
εὐακοννεῖς ὦ γῆ, νοεῖς καὶ τὴν βάρβαρον φωνήν.
καλύπτραι τῶι κεφαλοδέσμωι.
θεοῖς δʼ ἐναγέα· ὅπου δὲ θάνατος ἀπῆι, ἐκεῖ τῶν ἀνθρώπων εὐπραγούντων τιμαὶ τοῖς θεοῖς ἐπιτρέχουσιν. ἐναγέα δὲ ἐναγίσματα.
δυσάγκριτοι δυσδιάγνωστοι.
ἀπάξει ἡμᾶς.
ἐμπιτνῶ ξὺν λακίδι τῶι διασχισμῶι ἐμπίπτω.
λινορραφὴς δόμος δορός· ἡ ναῦς, παρόσον τρυπῶντες τὰς ναῦς σπάρτοις αὐτὰς συνέρραπτον. καὶ τὸ παρʼ Ὁμήρωι νῆας ἀκειόμενον τὸ συρράπτοντα δηλοῖ, ὅθεν καὶ ἀκεστρίας τὰς ῥαπτρίας φασίν.
ἅλα στέγων τὴν θάλατταν εἴργων.
τελευτᾶς ... κτίσειεν … ἴσως οὖν πρὸς τὴν ἀρχὴν ἔσται καὶ τὸ τέλος.
σπέρμα ὁ Ἔπαφος.
ἐκφυγεῖν λείπει τὸ δοίη.
θέλουσαν θέλουσάν με εἶναι ἁγνήν.
μʼ ἐπιδέτω ... ἀσφαλές ἀσφαλῶς ἐπιδέτω με.
ἀδμήτα ἡ παρθένος ἡμᾶς τὰς παρθένους.
ῥύσιος γενέσθω ἀντὶ τοῦ ῥυσάσθω.
εἰ δὴ μή εἰ δὲ μὴ ῥύσεται.
τὸν ταιον τὸν καταχθόνιον Ἅιδην.
ἀζην ... ἐκ θεῶν ὦ Ζεῦ, ἡ παρὰ τῶν θεῶν μῆνις κατὰ Ἰοῦς ἰώδης ἐστὶ καὶ μαστιγωτική.
γαμετουρανόνεικον τὴν τῆς Ἥρας τῆς ἐν τῶι ἀνδρὶ νικώσης πάντας τοὺς ἐν οὐρανῶι θεούς. καὶ ἐφʼ ἡμᾶς οὖν ἔφθασεν ἡ μῆνις τῆς Ἥρας.
χαλεποῦ ... χειμών πρὸς τὸ ἄνω τοῦτο· τὸν πολυξενώτατον Ζῆνα τῶν κεκμηκότων ἱξόμεσθα· χαλεποῦ γὰρ ἐκ πνεύματος εἶσι χειμών· τὰ δʼ ἄλλα διὰ μέσου ἀναπεφώνηται.
καὶ τότʼ οὐ δικαίοις· τὸ ἑξῆς· καὶ τότε οὐ δικαίοις ἐνεύξεται Ζεὺς λόγοις, νῦν ἔχων παλίντροπον ὄψιν λιταῖς. οὐκ εὐαπολόγητος ἔσται, φασίν, ὅταν ἡμᾶς παρίδηι ἀπολλυμένας.
ναυκλήρωι ἐξάρχωι.
καὶ τἀπὶ χέρσου ὡς τὰ ἐν θαλάσσηι.
δελτουμένας ἀπογραφομένας.
στόλον τὸν πρὸς ἡμᾶς στόλον μετὰ ὁρμῆς ποιεῖται.
ἀγωνίων θεῶν στρογγύλα γάρ ἐστι τὰ ἱερεῖα καὶ γωνίας οὐκ ἔχοντα.
λευκοστεφεῖς λευκοῖς ἐρίοις ἐστεμμένας.
ἀγάλματʼ ... συνωνύμων ὅ ἐστιν ἀντέχεσθε τῆι δεξιᾶι τῶν ἀγαλμάτων, τῆι ἀριστερᾶι τοὺς κλάδους κατέχουσαι.
πρόλεσχος ... γένηι μήτε προτέρα κατάρχου τοῦ λόγου μήτε ἀμειβομένη μακρολόγει.
πρόλεσχος ... γένηι πολλὰ προοιμιάζου.
χρεῖος εἶξεν ἐπικουρίας χρήιζεις.
γνώμη.
γεννήτωρ ὁ ἔφορος τοῦ γένους.
θρόνους ἔχειν ὡς αὐτοῦ ἤδη καθεσθέντος.
οἴκτειρε μὴ ἀπολωλότας μὴ μετὰ τὸ ἀπολέσαι οἰκτειρήσηις ἡμᾶς.
ὄρνιν τόνδε τὸν ἥλιον· ἐξανίστησι γὰρ ἡμᾶς ὡς ὁ ἀλεκτρυών.
ὁρῶ ἐν γραφῆι.
θεοῦ τοῦ Ποσειδῶνος.
ἄλλος ὡς τῶν Αἰγυπτίων ἄλλως αὐτὸν γραφόντων.
ὁμοπτέρων τῶν συγγενῶν ὑμῖν.
ὄρνιθος τοῦ ὁμογενοῦς.
ἄκοντος πάρα παρὰ πατρὸς ἄκοντος.
ὑστάτας μεθʼ ἃς οὐκ ἔστιν ἄλλη τιμωρία.
ἀνέλληνα στόλον τὸν οὐχ Ἕλληνα κατὰ στολήν.
χλίοντα τρυφῶντα.
οὐδὲ κηρύκων ὕπο μὴ ἐπικηρυκευσάμεναι.
ἡγητῶν πρέσβεων.
ἀφικτόρων Ἑλληνικῶν ἱκετῶν.
συνοίσεται συμφωνήσει.
καὶ τἄλλα ... σημανῶν ἔμελλον ἂν στοχασμῶι τὰ καθʼ ὑμᾶς λέγειν, εἰ μὴ φωνὴν εἴχετε.
ἀμφὶ κόσμον περὶ τοῦ κόσμου ἡμῶν ὅτι βάρβαρος.
ἐτὴν νῦν δημότην.
τηρὸν φύλακα.
Παλαίχθονος Παλαίχθων ὄνομα κύριον.
καὶ πᾶσαν αἴδνης ἀντὶ καὶ πάσης αἴας.
Στρυμών ποταμὸς ἐγχώριος.
Στρυμών ... κρατῶ τοῦ πρὸς δυσμὰς μέρους Στρυμόνος κρατῶ· Στρυμὼν δὲ ποταμὸς Θράικης.
συντέμνει ... κρατῶ ὁ δὲ ὅρος ὁ ἡμέτερος τἀπὶ Δωδώνην ἔχει ἕως τῆς θαλάσσης. καὶ ἐπέκεινα δὲ τῶνδε κρατῶ.
ἐκ πέρας τοῦ πέρατος. ἀνεχρόνισε δέ· τῶν γὰρ Ἡρακλειδῶν ναυσὶ διαβάντων εἰς Ἄργος οὕτως ἐκλήθη Ναύπακτος.
μιάσμασιν ὡς τῶν πολιτῶν αὐτοκτονησάντων.
δράκονθʼ ὅμιλον τί ἀνῆκε; δρακόντων πλῆθος.
εὕρετεν ἀντὶ περιεποιήσατο.
προσφύσω ἀντὶ ἀποδείξω.
Κύπριος χαρακτήρ καὶ γυναῖκες ἂν Κύπριαι ἀνδράσι μιγεῖσαι τέκοιεν καθʼ ὑμᾶς.
ἱπποβάμοισιν ἵπποις ἐοικυίαις κατὰ τὸ τάχος.
καμήλοις ἀστραβιζούσας χθόνα καμήλοις νωτοφορουμέναις κατὰ τὴν χθόνα. ἀστράβη δὲ λέγεται ἡ νωτοφόρος ἡμίονος.
καὶ τὰς ... ὑμᾶς λείπει εἶναι.
κληιδοῦχον ἱέρειαν.
παλλαγμάτων αἱ περιπλοκαί.
πῶς ... τάδε τὰ νείκη Διὸς καὶ Ἥρας εἰς τί κατέληξαν;
βοῦν τὴν διὰ τὴν Ἥραν γενομένην ὑπὸ Διὸς μεταμόρφωσιν τῆς Ἰοῦς τῆι θεῶι προσῆψεν.
νιν ... δρόμωι διὰ τί αὐτὴν ἤλασε μακρῶι δρόμωι;
συγκόλλως· συμφώνως.
τίνʼ ... ἄλλον ὁ Εὐριπίδης εʹ φησὶ παῖδας εἶναι Βήλου, Αἴγυπτον, Δαναόν, Φοίνικα, Φινέα, Ἀγήνορα.
ὄνομα τοῦτο τοῦ πατρός σου.
τί φὴις διὰ τί λέγεις ἐληλυθέναι;
ἢ τὸ μὴ θέμις ἢ ὅτι ἀθέμιτος ὁ γάμος; ὤιετο γὰρ αὐτὰς ἐκδεδόσθαι ἤδη ἄλλοις ἀνδράσιν.
τίς δʼ ἂν κατʼ ἔχθραν δηλονότι· τίς γὰρ τοὺς ἄνδρας δεσπότας ὄνοιτο;
εἴπερ ... ἦν συνέπρασσον ὑμῖν, εἰ τὴν ἀρχὴν προφάσεως εἶχον.
κατασκίους τοῖς θαλλοῖς ἱκετηρίων κλάδων πεπληρωμένας.
ἀλκᾶι τῆι τοῦ ὄρους.
φράζουσα ... μόχθους τῶι ἑαυτῆς βοτῆρι σημαίνουσα τοὺς διωγμούς.
ὁρῶ ... θεῶν ὁρῶ ὅμιλον θεῶν ἐστεμμένων ἱκετηρίαις.
ἀστοξένων τῶν νῦν μὲν ξένων, πρώην δὲ συνημμένων τῶι ἄστει.
ἄνατον τὴν μὴ ἐπὶ βλάβηι τινὸς γεγονυῖαν.
κλαρίου πάντα πᾶσι κληροῦντος καὶ κραίνοντος.
παρʼ ὀψιγόνου παρʼ ἐμοῦ τῆς νεωτέρας ὁ γέρων.
οὖνπερ οὐ πτωχεύσεις.
ἱεροδόκα ἁγνοῦ οἱ θεοὶ δέχονται τὰ ἀπὸ ἀνδρὸς ἁγνοῦ ἱερά.
οὔτοι ... ἐμῶν οὐ πρὸς τὴν ἑστίαν τῶν ἐμῶν δωμάτων.
οὔτοι ... ἐμῶν ἀντὶ τοῦ οὐκ ἰδίαι πρὸς ἐμὲ ποιεῖσθε τὰς ἱκεσίας, ἀλλὰ πρὸς πᾶσαν τὴν πόλιν.
τὸ κοινὸν ... πόλις εἰ δὲ τὸ κοινὸν μιαίνεται, ὅ ἐστιν ἡ πόλις.
ἄκριτος ἀνυπεύθυνος.
παλιγκότοις ἐχθροῖς.
καὶ τύχην ἑλεῖν καὶ τοῦ συμφέροντος ἐπιτυχεῖν.
τὸν ... ἐννόμου τὸν ξένιον καὶ ἱκέσιον Δία τὸν φύλακα τῶν ἀτυχούντων, οἵτινες τοῖς πέλας προσιζάνοντες οὐ μεταλαμβάνουσι τῆς δίκης, ἀλλʼ ὑπερορῶνται.
μένει ... οἴκτοις τοῖς θρήνοις τῶν πασχόντων συμμαχεῖ ὁ τοῦ Διὸς χόλος.
μῆχαρ τὴν δὲ τοῦ γάμου μηχανὴν ὁριοῦμαι τοῖς ἄστροις· ἀντὶ μηχανήσομαι φεύγειν διʼ ὁδοῦ μακρᾶς τὸν γάμον. οἱ γὰρ μακρὰν ὁδὸν φεύγοντες διʼ ἄστρων σημαίνεσθαι ἐλέγοντο.
ἑτερορρεπής αὐτὸς ἐπεξηγήσατο τί ἐστιν ἑτερορρεπής.
τί τῶνδʼ εἰ ὁ Ζεὺς τὸ ἴσον φυλάττει, τί ἀπορεῖς συμμαχῆσαι τῶι Διί;
δεῖ ... ὠνωμένων δεῖ δὴ εἰς βυθὸν μολεῖν φροντίδος βαθείας σωτηρίου δίκην κολυμβητῆρος. τοῦτο δὲ τοῖς σπογγοτόμοις συμβαίνει, τὸ πόρρωθεν σκοπεῖν καὶ περιβλέπεσθαι.
ῥυσίων ἀντὶ τοῦ ἱκετίδων.
σημείωσαι.
ἐκβολαῖς δυσθέοις διωγμοῖς ἀθέοις.
κότον τὸν τοῦ Διός.
βίαι δίκας παρὰ βούλησιν τῆς δίκης.
ἱππηδὸν ὡς ἵππον τῆς ἄμπυκος ἑλκομένην.
πέπλων ... ἐμῶν τὰς ἐπιλήψεις τῶν πέπλων μου.
ἐπιλαβὰς ἀπὸ κοινοῦ τὸ μὴ τλαίης ἰδεῖν.
ἴσθι γὰρ λείπει τὸ ὅτι.
ὁμοίαν θέμιν δίκαιόν ἐστιν ἀποδιδόναι ὁμοίαν δίκην· αἴ κε πάθηι τά κʼ ἔρεξε, δίκη δʼ ἰθεῖα γένοιτο.
δεῦρο δʼ ἐξοκέλλεται οὕτως ἀποβαίνει.
ἢ τοῖσιν ἢ τοῖς ἢ τοῖς θεοῖς ἢ τοῖς Αἰγυπτιάδαις.
πορθουμένων χρημάτων.
ἄτην τοῦ Διὸς ἐμπιπλῶντος καὶ γεμίζοντος ἄτης τὸν γόμον.
γλῶσσα ἀντὶ τοῦ γλώσσης τοξευσάσης, ὅ ἐστιν εἰπούσης.
πημονῆς ἄκη τῆς προσδοκωμένης πημονῆς ἄκη.
παροίχομαι καὶ τοῦτο ποιῶν ἐκτὸς ἔσομαι τοῦ νείκους θεοῖς ὑπηρετῶν.
γένοιτο μάντις ἀποβαίην φαῦλος.
στρόβους ζώνας τε τὰς στροφὰς τῶν ζωνῶν.
νέοις πίναξιν καινοῖς ἀναθήμασι τὰ ἀγάλματα τῶν θεῶν κοσμήσω. λέγει δὲ ὅτι μετεωρήσω ἐμαυτὴν τῆι ἀγχόνηι.
ἀπάγξασθαι θεῶν ἐξηρτῆσθαι τῶν θεῶν.
ἤκουσα ἤκουσα λόγον καρδίας δηκτικόν.
μακιστῆρα· ἰόν.
δυσπάλαιστα δυσμεταχείριστα.
πράγματα ἀπὸ κοινοῦ τὸ ἤκουσα.
οὐχ ὑπερτοξεύσιμον ἀνυπέρβλητον.
τἀνάλωμα τὸ πτῶμα τῶν σωμάτων.
φόβος ὁ τούτου φόβος μέγιστός ἐστιν ἐν βροτοῖς.
κατʼ ἀρχῆς ... λεώς τοὺς γὰρ ἄρχοντας ἐν ταῖς τοιαύταις περιστάσεσιν εἴωθεν αἰτιᾶσθαι ὁ λαός.
τοῖς ἥσσοσιν ... φέρει ὡς καὶ πρὸς τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει.
φράστορας τοὺς φράσοντας.
ὁμόστολος φύσις οὐχ ὅμοιοι τοῖς ἐγχωρίοις ἐσμέν, ὥστε λαθεῖν.
θράσος μὴ θαρρήσας μόνος ἀπελθεῖν φοβηθῶ ὑπό τινος.
βωμοὺς τοὺς κατὰ τὰς ἕδρας τῶν θεῶν.
ξυμβόλοισιν τοῖς συντυγχάνουσι.
ποῦ θράσος ἀντὶ τοῦ ποῦ παραγενομένης μου τὸ θράσος νέμεις;
βέβηλον τὸ πᾶσι βατὸν καὶ μὴ ἱερόν.
πτερωτῶν· δρακόντων.
ἄλευσον καταπόντωσον αὐτῶν τὴν ὕβριν.
εὖ ἀντὶ δικαίως.
τὰν μελανόζυγαταν τὴν ναῦν ἐν ἧι βλαβήσονται.
παλαίφατον πολυβόητον.
νέωσον ... αἶνον ἀνανέωσον τὴν φήμην ὅτι σοῦ ἐσμεν.
πολυμνήστωρ πολλὴν μνήμην ἔχων γενοῦ ἐφάπτωρ τῆς Ἰοῦς.
γᾶς ἀπὸ τᾶσδʼ τῆς δίας Αἰγύπτου, τῆς τοῦ Διὸς ἱερᾶς γῆς.
εἰς ἴχνος εἰς Ἄργος.
ἀνθονόμους ἐπωπὰς κατανομάς.
βούχιλον ἔνθα ἐχιλοῦτο ἡ βοῦς καὶ ἤσθιεν.
ἐρεσσομένα ἐλαυνομένη.
ἁμαρτίνοος ἀντὶ τοῦ μανεῖσα.
ἀντίπορον γαῖαν Ἀσίαν καὶ Εὐρώπην.
ἐν αἴσαι ἐν εἱμαρμένηι.
πόρον τὸν Βόσπορον.
λείπει ὁ καί.
αἶαν Φοινίκην, ἣν ἱερὰν Ἀφροδίτης φασὶ διὰ Βύβλον καὶ Λίβανον.
ἱκνεῖται ἱκνεῖται δὲ δῖον πάμβοτον ἄλσος τοῦ οἴστρου τῶι κέντρωι αὐτὴν διατρυπῶντος.
βουκόλου πτερόεντος τοῦ μύωπος.
ἄλσος τὴν Αἴγυπτον.
χιονόβοσκον φασὶ γὰρ λυομένης χιόνος παρὰ Ἰνδοῖς πληροῦσθαι αὐτόν.
ὕδωρ ... ἄθικτον λέγεται γὰρ ὁ ἀὴρ κουφότερος εἶναι· ἐπεξηγήσατο δὲ τί ἐστι τὸ μένος τοῦ Τυφῶ, εἰπὼν τὸ ὕδωρ τοῦ Νείλου.
ἔννομοι οἰκήτορες.
ὄψιν ἀήθη ὄψιν ἀήθη ὁρῶντες.
δυσχερὲς τερατῶδες.
τίς ἦν ὡς ἐν ἐρωτήσει.
θέλξας θεραπεύσας.
σθένει λείπει ὁ καί.
δακρύων ... αἰδῶ ἐννοοῦσα ὃ πέπονθεν.
ἕρμα τὸ βάρος.
ἀψευδεῖ λόγωι καθὼς ἡ φήμη βούλεται.
γένος τὸ γένος τῆς Ἰοῦς.
καὶ ... κυρήσαις καὶ τὸ γένος ἡμῶν ἐξ Ἐπάφου λέγων εἶναι τῆς ἀληθείας κυρήσεις καὶ οὐ ψεύσηι.
αὐτόχειρ αὐτὸς ὁ πατὴρ φυτουργὸς τοῦ γένους, ὁ τῆι ἑαυτοῦ χειρὶ θεραπεύσας τὴν Ἰώ.
τὸ πᾶν μῆχαρ ἡ πάντων μηχανή.
ὑπʼ ἀρχὰς ... κρατύνει οὐχ ὑπὸ τὰς ἀρχὰς δέ τινος τῶν κρεισσόνων καθήμενος, τὸ μεῖον ἔχων.
ὅστινος ... κάτω οὐ σέβει κάτω ὢν αὐτός.
ἔργον ἅμα τῶι λόγωι ἡ πρᾶξις.
σπεῦσαι εἰς τὸ συντελέσαι.
πληθύνεται πότερον πλείους οἱ συμμαχοῦντες ἡμῖν ἢ ὀλίγοι.
δεξιωνύμοις δεξιοῖς.
ἔφριξεν πυκνὰς ἔσχε τὰς ἠρμένας αὐτῶι χεῖρας.
τὸ ἑξῆς· ἔδοξεν ἡμᾶς μετοικεῖν.
ἐνοίκων πολιτῶν.
προστιθῆι τὸ καρτερόν λείπει τὸ τίς· ἀντὶ τοῦ βίαι πολιτῶν.
ἱκεσίου ... παχῦναι εἰς τὸν μετέπειτα χρόνον μήπως αὐξήσηι κότον ὁ Ζεύς.
παχῦναι αὐξήσειν.
ξενικὸν ἀστικόν θʼ ὃ εἶπεν ἄνω ἀστοξένων, τοῦτο διαλελυμένως εἶπεν.
διπλοῦν διπλοῦν καθὸ καὶ ξένους ὄντας παρορῶμεν καὶ συγγενεῖς δειχθέντας οὐκ ἐλεοῦμεν.
τοιαῦτʼ ἀκούων ταῖς χερσὶν ἐπέκρανεν, πρὶν εἰπεῖν τὸν κήρυκα· ἀράτω τὰς χεῖρας ὅτωι ταῦτα δοκεῖ.
ποινάς ἀμοιβάς.
τέρμονʼ ... ἅπαντα βεβαίως εἰς τὸ παντελὲς φέρων αὐτάς.
ὅτε ἀντὶ εἴποτε.
χεούσας χεούσης ἐμοῦ εὐκταῖα γένει ἤτοι τοῖς Ἀργείοις.
πυρέφατον πυρὶ ἀναλωθεῖσαν.
κτίσαι ποιῆσαι.
μάχλον τὸν εἰς τοὺς πολέμους κατωφερῆ ἢ τὸν παλίμβολον.
τὸν ... ἐν ἄλλοις τὸν ἐν ἄλλοις ἀρότροις θερίζοντα τοὺς βροτούς.
ὤκτεισαν ἡ πόλις.
ποίμναν τὴν ἡμῶν σύστασιν.
ἀμέγαρτον ἀφθόνητον διὰ τὸ εὐτελές.
ἀρσένων τῶν Αἰγυπτιαδῶν.
Δῖον ... σκοπὸν Διὸς σκοπόν, τὸν Διὸς ὀφθαλμὸν τὸν πάντα σκοποῦντα.
ἐφίζει ἐφιζάνει γὰρ βαρὺς καὶ ἐρείπει τὸν οἶκον.
ἅζονται τοῦτο συναπτέον τῶι οὐδὲ μετʼ ἀρσένων.
ἀρέσονται εἰς ἀρέσκειαν ἄγουσι.
ἄδρεπτον ἔστω τὸ ἄνθος τῆς ἥβης αὐτῶν μὴ ἐκκοπείη.
γεμόντων πληρούσθωσαν.
καὶ γεραροῖσι ... φλεγόντων καὶ διαπρεπέτωσαν τοῖς γέρουσιν αἱ θυμέλαι.
νέμοιτο οἱ γέροντες.
Ζῆνα ... ὑπέρτατον τῶν γερόντων σεβόντων τὸν Δία τὸν ξένιον ὑπερτάτως.
ὡς πολιῶι νόμωι ὁ Ζεὺς τῶι ἀρχαίωι νόμωι τὸ ἴσον τηρεῖ.
ἐφόρους βασιλεῖς.
βοάν τε δῆμον ἐμφύλιον μάχην, τὴν ἐπὶ τοῖς ἀπολωλόσι βοήν.
ἀπʼ ἀστῶν ἄποθεν τοῦ κράτους τῶν ἀστῶν.
καρποτελεῖ ... ἐπικραινέτω τελεσφορῆσαι ποιείτω.
φέρματι κυήματι.
πανώρωι κατὰ πᾶσαν ὥραν αὐξομένωι.
πρόνομα πρὸ τῆς πόλεως νεμόμενα.
ἐκ δαιμόνων παρὰ δαιμόνων.
μοῦσαι αἱ ὠιδαί.
φυλάσσοι ... τιμὰς ἀμετακίνητοι εἶεν αὐτοῖς αἱ τιμαί.
προμηθεὺς ἡ γὰρ ἀρχὴ ὑπὲρ τῶν κοινῶν προνοουμένη τήν τε πόλιν καὶ τὸ κοινὸν αὔξει.
ξένοισί τʼ τοῖς τε ξένοις δίκας εὐσυμβόλους διδοῖεν πρὶν ἐξοπλίζειν Ἄρη.
τὸ γὰρ τεκόντων πρῶτον θεούς, δεύτερον νόμους, τρίτον δὲ τόδε, τὸ τοὺς γονεῖς τιμᾶν. ἐχρῆν δὲ εἰπεῖν· καὶ τοὺς γονεῖς δὲ σέβοιντο. τὸ γὰρ τιμᾶν γονεῖς τρίτον ἐστὶ παράγγελμα δίκης.
ἱκεταδόκου τῆς δεξαμένης ἡμᾶς τοὺς ἱκέτας.
στολμοί τε λαίφους κατὰ περίφρασιν τὸ λαῖφος.
παραρρύσεις ἐκτάσεις.
οὕτως δὲ ἡμῖν κλύουσα τοῦ οἴακος οὐ φίλη ἐστίν.
ἄνδρες νήιοι ναῦται.
ἐκ τῶν λευκῶν πεπλωμάτων μέλανα γυῖα φαίνονται ἔχοντες.
ῥυσίων ἐνεχύρων· ἐνεχυράζοντες ἡμᾶς διά τινος ἁρπαγῆς.
βοῆι· νῦν τῆι βοηθείαι.
ἀλκῆς τῆς τῶν βωμῶν καταφυγῆς.
σημείωσαι.
γνώμη.
μῆκος ... χρόνου τῆς ἡμῶν φυγῆς καὶ τῆς τούτων παρουσίας.
ὅσον μοι προγέγονεν ὄφελος διὰ τῆς ἐνθάδε φυγῆς, τῶι δείματι νῦν παροίχεται· ἀπιστῶ γὰρ εἰ τεύξομαι ἐπικουρίας.
τελεία τελεσθεῖσα.
ἐν μεσημβρίαι ... κατερρινημένους καλῶς ἐν ἡλίωι γεγυμνασμένους.
δουλόφρονες οἱ Αἰγυπτιάδαι.
κόρακες ὥστε λείπει ἁρπάζουσί με.
ἐχθαιροίατο εἰ ἀσεβήσαιεν εἰς τοὺς βωμούς.
χεῖρʼ χειρὶ τὸ ἐντελές.
περίφρονες ἀντὶ ὑπέρφρονες.
ἀνιέρωι ἀσεβεῖ.
κρείσσους τοσοῦτον αὐτῶν διαφέρουσιν ὡς λύκοι κυνῶν.
βύβλου ... στάχυν ἐπεὶ παπυροφάγοι οἱ Αἰγύπτιοι.
κράτος τὴν βίαν.
στολῆι ἀντὶ ὁρμῆι.
οὔτοι ταχεῖαι ... ὅρμος οὐδὲ ἡ ὁρμὴ ταχεῖα οὐδὲ ἡ ἔκβασις.
πισμάτων σωτηρίου ἀντὶ πείσματα σωτήρια.
ἀγκυρουχίαις ταῖς ἀσφαλείαις καὶ κατοχαῖς τῶν ἀγκυρῶν.
ποιμένες κυβερνῆται.
πρὶν ... θρασυνθῆναι πρὶν καταθαρρῆσαι τῶι ὅρμωι τὰς ναῦς.
ἄγγελον ἐμὲ τὸν ἀπαγγέλλοντα αὐτοῖς τὴν παρουσίαν τῶν Αἰγυπτιαδῶν.
βουνῖτι ὀρεινή.
ἔνδικον σέβας δικαία σέβεσθαι, ἢ ἣν δικαίως πάντες τιμῶσιν.
κελαινὸν ἀφανές.
ἄφαντος μεταβληθείην μὴ εἰς πτηνόν, ἀλλʼ εἰς ἄψυχόν τι.
μελανόχρως ἀντὶ τεταραγμένη. ἡ μεταφορὰ ἀπὸ τῆς θαλάσσης ἥτις ἐν τῶι ταράσσεσθαι μελαίνεται.
πατροσκοπαι προσκοπήσας ὁ πατὴρ καὶ σημάνας ἐτάραξεν ἡμᾶς.
μορσίμου μόρον μοι ἐπάγοντος.
δαΐκτορος τοῦ γάμου δαϊκτῆρος τῆς καρδίας μου.
ἐλευθεροῦται ἀντὶ ἐλευθεροῖ.
τυχών· ἐμοῦ δηλονότι.
ἀμφʼ αὐτᾶς περὶ ἐμαυτῆς.
τέμνω εὕρω.
λυτήρια λείπει ὁ καί.
ἐπεξηγήσατο ὀμφάν· ἑαυταῖς δὲ παρακελεύονται.
λίτανα λιτανευτικά.
καὶ τέλεα δέ μοι ... λύσιμα καὶ ἐπιτελεστικά μοι καὶ λύσιμα τῶν κακῶν γινόμενα.
μάχιμα ἀντὶ ἀτάραχα.
γαιάοχε παγκρατὲς Ζεῦ ὦ πάσης γῆς κρατῶν Ζεῦ.
διόμενοι διώκοντες.
μάταισι ταῖς ζητήσεσιν.
ἐπίπαν ἴσον ἐπὶ πάντων.
ὂ ὂ ὂ ἂ ἂ ἄ ταῦτα μετά τινος πάθους ἀναβοῶσιν ἐξ ἀπόπτου τοὺς Αἰγυπτιάδας ἰδοῦσαι.
μάρπις ὁ ἐλθὼν ἐπὶ τὸ μάρψαι ἡμᾶς.
νάιος γάιος ὁ πρώην μὲν ἐπὶ νηός, νῦν δὲ ἐπὶ γῆς γεγονώς.
τῶν πρό, μάρπτι, κάμνοις· πρότερον θάνοις, ὦ μάρπτι, πρὶν ἡμᾶς συλλαβεῖν.
τῶν πρόμαρπτι κάμνοις τοῦτο διὰ μέσου.
ἰόφ· ἔστι ἀποπτυσμοῦ μίμημα· ἀπὸ δὲ τοῦ ἀποπτύειν ἐπίφθεγμα ἐποίησεν. διὸ δεῖ τὴν ὑστέραν δασύνειν.
κάκκας καταβάσεις.
οὐκέτι παρὰ τοῦ πατρὸς ἀκούσασα, ἀλλʼ αὐτόπτης γενομένη βοῶ.
πρὸς ἀλκάν πρὸς τὴν τῶν θεῶν ἀλκήν, τὴν ἐπὶ τῆι δόξηι ἐπηρμένην ἀλκὴν τῶν θεῶν.
γᾶι ἄναξ προτάσσου ὦ Πελασγέ, πρὸ ἡμῶν παράταξαι.
γᾶι ἄναξ προτάσσου ἔστι δὲ παρὰ τὸ κύδεϊ γαίων.
ὅπως ποδῶν ὡς ἔχετε τάχους ποδῶν.
οὐκοῦν ἰδίως τοῦτο ἀντὶ εἰ δὲ μή.
αἵμονες ἡιμαγμένην σε καθίζω.
τάπιτα ἀπιόντα κατὰ συγκοπήν.
ἴχαρ ἐπιθυμία.
ἴχαρ τὴν ἐπιθυμίαν ἴχαρ εἶπεν.
φρενί τʼ ἄταν τὴν ἄτην τῆς φρενός.
λείφʼ ἵδρανα κατάλειπε τοὺς βωμούς.
ἀτιετανα μήποτε μετέχων τῆς τιμῆς ἐν τῆι πόλει τῶν εὐσεβῶν.
ἀλφεσίβοιον ὕδωρ τὸ ζωοποιοῦν τὰ θρέμματα, ἢ τὸ ἔντιμον μεταφορικῶς. λέγει δὲ τοῦ Νείλου.
ζώφυτον ἀρρενογόνον γὰρ τὸ ὕδωρ τοῦ Νείλου· ὅθεν Ζεὺς πιὼν ἔτεκεν Ἄρεα.
ἄγειος ἐγὼ βαθυχαῖος ἐγὼ ἡ βαθυχαῖος ἀναξία ταύτης τῆς βαθρείας, ὦ γέρον.
βαθυχαῖος· ἡ μεγάλως εὐγενής· χαοὶ γὰρ οἱ εὐγενεῖς.
σὺ δὲ ναῒ σὺ δὲ θέλων καὶ μὴ θέλων ναῒ βήσηι τάχα, βίαι πολλῆι κακοπαθῶν.
βίαι ... πολλᾶι λείπει πεπειραμέναι.
αἰαῖ αἰαῖ τοῦτο ἰδίαι εὐκτικῶς· ὄλοιο οὖν σὺν ταῖς σαῖς μηχαναῖς.
ἄλσος τὸ πέλαγος.
κατὰ Σαρπηδόνιον χῶμα κατὰ τὴν Σαρπηδονίαν ἄκραν.
ἴυζε καὶ λάκαζε μάτην λήκει καὶ βόα.
οὐχ ὑπερθορῆι οὐκ ἐκφύγοις.
πικρότερʼ καὶ αὐτῶν τῶν ἀχέων πικρότερα ἴυζε.
λυμασις ὑπρογασυλασκοι εἷς ὑπὲρ τῶν Αἰγυπτίων πρεσβεύει.
Νεῖλος ... σʼ ὁ Νεῖλός σε.
ἀντίστροφον τὴν ἐξ ἀμφοτέρων τῶν μερῶν ἑλισσομένην, ὅ ἐστιν ἀμφιέλισσαν.
βροτιοσα ροσαται ἡ τῶν βρετέων ἐπικουρία βλάπτει με· τοῦτο δέ φασιν, ἐπεὶ θαρσοῦσαι αὐτοῖς ἐν τῶι φανερῶι κατελήφθησαν.
ὄναρ μέλαν τουτέστι μηδέν με οὖσαν.
μᾶ γᾶ ὦ μῆτερ γῆ.
ὦ βᾶ γᾶς παῖ Ζεῦ ὦ πάτερ Ζεῦ, γῆς παῖ· ἡ αὐτὴ γάρ ἐστι Ῥέα καὶ Γῆ.
ἐγήρασαν εἰς γῆράς με ἤγαγον.
μαιμᾶι ἐνθουσιᾶι.
μᾶ γᾶ ὦ μῆτερ γῆ.
χιτῶνος ἔργον τὴν ἐργασίαν τοῦ χιτῶνος.
ὤρθωσα εἰς ὀρθὴν ἦλθες.
οὔτοι ... ἔλυσεν οὐ δεήσει μαρτύρων ἡμῖν. ὁ γὰρ Ἄρης κρίνει τὸ νεῖκος. οὐδὲ γὰρ ἄργυρον παρʼ ὑμῶν λαμβάνοντες εἰρηνεύσαιμεν ἄν.
ταῦτʼ οὐκ ἐγγράφως ταῦτα εἶπον, ἀλλὰ ζώσηι φωνῆι.
ἐκ κριθῶν μέθυ πρὸ γὰρ τῆς εὑρέσεως τοῦ οἴνου τοῦτο ἐξεῦρον Αἰγύπτιοι. λέγεται δὲ μεθύσκειν.
πολλῶν ὡς πολλῶν ξένων ἐκεῖ οἰκούντων.
τῶνδε ἐμοῦ καὶ τῶν ἀστῶν.
δῖε ὡς δῖα γυναικῶν.
πρόνοον τὸν πρόνοιαν ἡμῶν ποιούμενον.
πᾶς τις ... εὔτυκτος ἐπεὶ πᾶς ἄνθρωπός ἐστιν ἕτοιμος εἰς τὸ ψέγειν τοὺς ξένους.
σωφρονεῖτε ὅπως ὁ τῶν Αἰγυπτιαδῶν ὅμιλος καταγνωσθῆι ὑπὸ τῶν Ἀργείων καὶ μὴ ἡμεῖς.
εὐπετὲς τὸ εἰπεῖν μυσαρόν τι κατὰ τῶν ξένων εὐχερές ἐστιν.
ἐπίστρεπτον τὴν ἐπιστροφῆς δεομένην ἢ τὴν ἐπιστρέφουσαν εἰς θέαν.
πάντα ἐπιθυμίαι δουλεύουσι.
μὴ πάθωμεν μὴ ὑποπέσητε ἀνδράσιν.
πολύτεκνοι πολυτεκνίας πρόξενοι.
θεσμὸς ὅδʼ ὁ τοῦ ἡμετέρου ὕμνου νόμος.
μετάκοινοι κοινωνοί.
δέδοται ... ψεδυρὰ ἡ ἁρμονία μετέχει τῆς Ἀφροδίτης· ψευδὴς δὲ ὅτι πολλὰ ψεύδονται οἱ ἐρῶντες.
τί ποτʼ δέδοικα, ὅτι εὐπλοίας ἔτυχον, μὴ καὶ τοῦ γάμου τύχωσιν.
μετὰ ... γυναικῶν μετὰ ἄλλων πολλῶν γάμων γυναικῶν καὶ οὗτος τελεσθήσεται.
ἀγάζειν λίαν ἐξετάζειν.
τὸ δίμοιρον αἰνῶ ἡδέως ἔχω τὸ δίμοιρον τῶν κακῶν σὺν ἑνὶ ἀγαθῶι, ὅ ἐστι τῆι ἀπαλλαγῆι τοῦ γάμου. Πίνδαρος· ἓν παρʼ ἐσθλὸν σύνδυο δαίονται πήματα βροτοῖς ἀθάνατοι.