eul_wid: rye-bp
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Aristotle's Physics, Paraphrase: Book 1 by Themistius the Philosopher

Part of On Aristotle's Physics, Paraphrase

ΘΕΜΙΣΤΙΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Α ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ.

Πρόκειται τῇδε τῇ συγγραφῇ ἐπιστήμην τινὰ πορίσασθαι τῆς τε φύσεως καὶ τῶν ὑπʼ αὐτῆς γινομένων. τὸ μὲν γὰρ ἄνευ λόγου ταῦτα γινώσκειν ῥᾴδιον καὶ πᾶσιν ἀνθρώποις· ἅπαντες γὰρ ἂν εἰπεῖν ἔχοιμεν οἵ γε τὴν αἴσθησιν ὑγιαίνοντες, ὅτι τοῦτο μέν ἐστιν γῆ, τοῦτο δὲ ὕδωρ, τοῦτο δὲ φυτόν, τοῦτο δὲ ζῷον· ἀλλὰ τῷ μετʼ ἐπιστήμης γνωσομένῳ καὶ τὰς ἀρχὰς αὐτῆς πρότερον ἀνάγκη γινώσκειν. δηλοῦσι δὲ τοῦτο καὶ αἱ λογικώτεραι τῶν τεχνῶν· γραμματικοὺς γὰρ λέγομεν οὐ τοὺς ἐπακούοντας τῶν ὀνομάτων, ἀλλὰ τοὺς εἰπεῖν ἔχοντας, ἐξ ὅσων ἕκαστον ὄνομα σύγκειται στοιχείων, μουσικούς τε αὖ οὐ τοὺς αἰσθανομένους τῶν μελῶν διὰ τῆς ἀκοῆς, ἀλλὰ τοὺς διαλύειν αὐτὰ δυναμένους εἰς τόνους καὶ ἡμιτόνια. πῶς ἂν οὖν τι περὶ ἀρχῶν μετὰ ἀποδείξεως ἔχοιμεν λέγειν, εἴ γε ἡ μὲν ἀπόδειξις ἐκ προτέρων, εἰ δὲ τὰ πρότερα ἐπιζητοίημεν, ἀρχὰς τῶν ἀρχῶν εὑρεῖν βουλησόμεθα; τὸ πρότερον οὖν διχῶς· καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὴν φύσιν. πρὸς ἡμᾶς μὲν οὖν πρότερον τὸ γνωριμώτερον ἡμῖν καὶ ὃ ῥᾷον ἂν καταλάβοιμεν, οἷον τὰ ὀνόματα καὶ αἱ συλλαβαὶ τῶν γραμμάτων· πρὸς δὲ τὴν φύσιν πρότερα τὰ κατὰ τὴν οὐσίαν ἁπλούστερα, οἷον τὰ γράμματα τῶν ὀνομάτων, ἀνάπαλιν δὲ ἡ πορεία· ἡμεῖς μὲν γὰρ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλούστερα πρὸς δὲ τὴν φύσιν πρότερα ἀναλύομεν, ἡ φύσις δὲ ἐκ τῶν ἁπλῶν τὰ σύνθετα μηχανᾶται. ὅταν μὲν οὖν περὶ τῶν συγκειμένων ποιώμεθα λόγον, ἐκ τῶν φύσει προτέρων αὐτὸ ἀποδείξομεν· ὅταν δὲ περὶ τῶν ἀρχῶν, ἐκ τῶν πρὸς ἡμᾶς προτέρων. καὶ ἔστιν ἐκείνη μὲν ἡ κυρίως ἀπόδειξις, αὕτη δὲ εἰ καὶ μὴ κυρίως, ἀλλὰ ἡμῖν ἱκανῶς. ἐὰν οὖν ἀρχώμεθα τοῦ περὶ τῶν ἀρχῶν λόγου ἀπὸ κοινῶν τινων καὶ πλείοσιν ὑπαρχόντων, οὐ ταρακτέον· ἀπὸ γὰρ τούτων ἐπὶ τὰ ἴδια βαδιούμεθα. γνωριμώτερα δʼ ἡμῖν τὰ κοινὰ τῶν ἰδίων ἐστίν· οἷον γὰρ σύγκειται μᾶλλον καὶ ὥσπερ ἐν τοῖς αἰσθητοῖς, εἰ προσίῃ τι ζῷον, ὅλου τοῦ σώματος ἡ ὄψις θᾶττον ἀντιλαμβάνεται ἢ κεφαλῆς τε καὶ χειρῶν καὶ ποδῶν — οὕτω γοῦν εἴποι τάχιον ἂν ὅτι ζῷον τὸ προσιὸν ἢ ἄνθρωπος —, οὕτως ἐν τοῖς ὑπὸ λόγου θεωρουμένοις τὰ καθόλου τε καὶ κοινὰ σαφέστερα ἡμῖν τῶν προσεχῶν καὶ ἰδίων ἐστίν, καίτοι μᾶλλον ἐκείνων συγκεχυμένα· ἔστι γὰρ καὶ τῷ νῷ οἷον ὅλον μέν τι τὸ καθόλου, οἷον δὲ μέρη ὅσα ἐκεῖνο περιλαμβάνει. οὕτω δὲ καὶ οἱ ῥήτορες ποιοῦσι καὶ περὶ τῶν κοινῶν κεφαλαίων πρῶτον, εἶθʼ οὕτως περὶ τῶν ἰδίων εἴδους ἑκάστου διδάσκοντες. οὕτω δὲ καὶ ἐν τοῖς ἀναλυτικοῖς ὁ περὶ τοῦ συλλογισμοῦ λόγος προτάττεται τοῦ τε ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ καὶ σοφιστικοῦ — ἀπὸ γὰρ τῶν κοινῶν ὁρμώμενοι ῥᾷον ἑκάστου τὰ ἴδια καὶ τὰ προσεχῆ διακρίνομεν — καὶ αἱ πρῶται δὲ ἡμῖν φαντασίαι γίνονται ἀδιάρθρωτοι καὶ ἀπὸ τῶν κοινῶν· τὰ γοῦν παιδία προσαγορεύει πάντας τοὺς ἄνδρας πατέρας καὶ μητέρας τὰς γυναῖκας τὸ ἄρρεν ἢ θῆλυ καταλαμβάνοντα ὡς κοινὰ ῥᾷον, πρὶν διορίζειν τοῖν γονέοιν τὰ ἴδια. εἴποις δʼ ἂν κατά τινα τρόπον ὁμοίως ἔχειν καὶ τοὔνομα πρὸς τὸν ὁρισμόν, λέγω δὲ ὄνομα μὲν οἷον ἄνθρωπον, ζῷον δὲ πεζὸν δίπουν τὸν ὁρισμόν· τὸ μὲν γὰρ ὁλοσχερῶς καὶ συγκεχυμένως σημαίνει καὶ οἷόν τέ ἐστι κεῖσθαι καὶ καθʼ ἑτέρων πλειόνων κατὰ τοῦ γεγραμμένου καὶ πεπλασμένου, ὁ δὲ ὁρισμὸς ἔοικεν εἰς τὰ μέρη διαιροῦντι τὴν ὑποκειμένην οὐσίαν. ἀναλαβόντι οὖν ἀρκτέον ἐντεῦθεν.

Ἀνάγκη τὴν ἀρχὴν ἢ μίαν ἢ πλείους εἶναι· ἀλλʼ εἴτε μίαν, ἢ κινουμένην ἢ ἀκίνητον, ἢ πεπερασμένην ἢ ἄπειρον· εἴτε πλείους, καὶ ταύτας γε αὖ ἢ κινουμένας γε ἢ ἀκινήτους, ἢ πεπερασμένας κατʼ ἀριθμὸν ἢ πάλιν ἀπείρους. εἰσὶ γάρ τινες καὶ οἱ ἀπείρους θέμενοι τὰς ἀρχὰς ὥσπερ Ἀναξαγόρας τε καὶ Δημόκριτος· ἀλλὰ Δημόκριτος μὲν μίαν οὐσίαν ταῖς ἀτόμοις ὑποτιθεὶς τοῖς σχήμασιν αὐτοῖς ἐξαλλάττει μόνοις, Ἀναξαγόρας δὲ ἐν ταῖς ὁμοιομερείαις ἐναντιότητας, θερμότητας ψυχρότητας, λευκότητας μελανίας. διῃρέθησαν δὲ καὶ εἰς τὰς ἄλλας δόξας οἱ περὶ τῶν ὄντων πάλαι φιλοσοφήσαντες· ὄντα γὰρ ἐνόμιζον τὰς ἀρχὰς ἐκεῖνοι καὶ ζητοῦντες, πόσα τὰ ὄντα, τὰς ἀρχὰς ἐζήτουν ὁπόσας θετέον ἐστίν, εἰ μὴ τάχα Παρμενίδης καὶ Μέλισσος ἓν τὸ ὂν καὶ ἀκίνητον λέγοντες οὐ μίαν τὴν ἀρχὴν ἔλεγον καὶ ἀκίνητον· ἡ γὰρ ἀρχὴ πλείω δήπουθεν ἑαυτῇ συνεισάγει, καὶ τοσαῦτά γε ὅσων ἔστιν ἀρχή· πρός τι γὰρ ἡ ἀρχὴ καὶ τινῶν. ἀλλὰ καὶ τὸ ἀκίνητον λέγειν τὸ ὂν φανεροὺς ποιεῖ μὴ λαμβάνοντας τὸ ὂν ἀντὶ τῆς ἀρχῆς· πῶς γὰρ ἂν ἕτερόν τι γένοιτο ἐξ ἀρχῆς μὴ κινουμένης; ἔστι μὲν οὖν ὁ πρὸς τούτους λόγος οὐ τῷ φυσικῷ προσήκων· τί δήποτε; ἀναιροῦσι γὰρ τὰς φυσικὰς ἀρχάς, ὥσπερ ἔφην, μᾶλλον δὲ τὴν φύσιν αὐτήν, κίνησιν μὴ τιθέμενοι. συστῆσαι δὲ τὰς οἰκείας ἀρχὰς οὐδεμιᾶς ἐστιν ἐπιστήμης, ὥσπερ οὐδὲ γεωμετρίας γραμμὰς καὶ σημεῖα, οὐδὲ ἀριθμητικῆς μονάδας, ἀλλʼ ἐπὶ ταύταις ὑποκειμέναις περαίνουσι τὰ ἐφεξῆς, ἐπεὶ ὅτι γέ ἐστι φύσις πόθεν ἂν ὁ φυσικὸς ἀποδείξειεν; πότερον ἔκ τινων φυσικῶν; ἀλλʼ αἰτήσεται τὸ ζητούμενον. ἀλλʼ ἐξ ἑτέρων; ἀλλʼ οὐχ ᾗ φυσικὸς ἀποδείξει. εἰ μὲν οὖν ἔχει τινὰ προτέραν ἑαυτῆς ἐπιστήμην ἡ φυσική, παρʼ ἐκείνης λήψεται τὰς ἀρχὰς ὥσπερ καὶ παρὰ ταύτης ἡ ἰατρικὴ καὶ παρὰ γεωμετρίας ἡ ὀπτική· εἰ δὲ μή, χρήσεται τῇ κοινῇ πασῶν τῶν τεχνῶν μεθόδῳ τῇ διʼ ἐνδόξων· ἀλλʼ εἴτε οὕτως εἴτʼ ἐκείνως, οὐχ ᾗ φυσικὸς δώσει λόγον ἀλλʼ ᾗ διαλεκτικὸς ἢ φιλόσοφος. τὸ μὲν οὖν πόσαι καὶ τίνες αἱ τῆς φύσεώς εἰσιν ἀρχαὶ διδάσκειν ἀναγκαῖον τῷ φυσικῷ, τὸ δὲ ὡς ἔστιν ὅλως ἡ φύσις, οὐκ ἔστι φυσικοῦ. ἀλλʼ οὐδὲ φανερῶς ἀναιροῦσι τὴν φύσιν, ἀλλὰ καὶ εἰ μὴ λέγουσι φανερῶς, ἀλλʼ ἐξ ὧν λέγουσι τοῦτο συμβαίνει. ὁ γὰρ κίνησιν μὴ διδοὺς οὐ δώσει δήπου καὶ τὴν ἀρχὴν τῆς κινήσεως, αὕτη δέ ἐστιν ἡ φύσις. εἰ μὲν οὖν τηροῦντες τὰς ἀρχὰς ἐν τοῖς ἑξῆς τι παρελογίζοντο, ἀκόλουθον ἦν ἐπιδεικνύναι τῷ φυσικῷ, πῇ φενακίζουσιν· εἰ δὲ διʼ ὧν παρακρούονται, τὰς ἀρχὰς αὐτὰς ἀναιροῦσιν, οὐκ οἰκεῖον τὸ λύειν τοὺς λόγους αὐτῶν τοῦ μετιόντος τὴν ἐπιστήμην, ἐπεὶ καὶ τὰ ψευδογραφήματα ὅσα μὲν σῴζει τὰς γεωμετρικὰς ὑποθέσεις λυτέον τῷ γεωμέτρῃ, ὅσα δὲ μάχεται πρὸς ἐκείνας, παραιτητέον, οἷον δύο τινὲς κύκλον ἐπιχειρήσαντες τετραγωνίζειν Ἱπποκράτης τε ὁ Χῖος καὶ ὁ Ἀντιφῶν. τὸν μὲν οὖν Ἱπποκράτους λυτέον· τὰς γὰρ ἀρχὰς φυλάττων παραλογίζεται τῷ μόνον μὲν ἐκεῖνον τὸν μηνίσκον τετραγωνίσαι ὃς γράφεται περὶ τὴν τοῦ τετραγώνου πλευρὰν τοῦ εἰς τὸν κύκλον ἐγγραφομένου, … ἀπόδειξιν πρὸς Ἀντιφῶντα δὲ οὐκέτʼ ἂν ἔχοι λέγειν ὁ γεωμέτρης, ὃς ἐγγράφων τρίγωνον ἰσόπλευρον εἰς τὸν κύκλον καὶ ἐφʼ ἑκάστης τῶν πλευρῶν ἕτερον ἰσοσκελὲς συνιστὰς πρὸς τῇ περιφερείᾳ τοῦ κύκλου καὶ τοῦτο ἐφεξῆς ποιῶν ᾤετό ποτε ἐφαρμόσειν τοῦ τελευταίου τριγώνου τὴν πλευρὰν εὐθεῖαν οὖσαν τῇ περιφερείᾳ. τοῦτο δὲ τὴν ἐπʼ ἄπειρον τομὴν ἀναιροῦντος ἣν ὑπόθεσιν ὁ γεωμέτρης λαμβάνει. πρῶτον μὲν οὖν διὰ τοῦτο ἄξιον ἦν παραιτήσασθαι τὸν Παρμενίδου καὶ Μελίσσου λόγον, ἔπειτα ὅτι καὶ ἀπίθανος καὶ παράδοξος τῶν ἀνδρῶν ἡ δόξα. τί γὰρ διαφέρει τὸ λέγειν ἓν τὸ ὂν τοῦ λέγειν Δίωνα τὸ ὂν εἶναι, ἢ πρὸς ἄλλην θέσιν τινὰ διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων, ὡς Ἡράκλειτος ἔλεγε ταὐτὸν εἶναι τὰ ἐναντία; καὶ οἱ λόγοι δὲ ἀμφοτέρων οἷς κέχρηνται, ἄντικρύς εἰσιν ἐριστικοί· καὶ γὰρ τὰς προτάσεις ψευδεῖς καὶ τὸ σχῆμα φέρουσιν ἀσυλλόγιστον, φορτικώτερος δὲ ὁ Μελίσσου· ποιεῖ γὰρ οὐδʼ ἡντιναοῦν ἀπορίαν. οὐ μὴν ἀλλʼ ἐπειδὴ περὶ φύσεως μὲν οὐδὲν λέγουσιν — πῶς γὰρ οἵ γε ἀναιροῦντες τὴν φύσιν; —, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς, τὰς ἐκ τοῦ κενοῦ καὶ τοῦ ἀπείρου καὶ τῆς κινήσεως, ἴσως ἔχει καλῶς ἐπὶ μικρὸν διαλεχθῆναι περὶ αὐτῶν· εἰ γὰρ καὶ φυσικῷ μὴ προσήκων ὁ λόγος, ἀλλὰ φιλοσόφῳ γε οὐκ ἀλλότριος. ἐροῦμεν δὲ πρὸς τοὺς ἄνδρας οὐχ ἵνα κινήσαντες αὐτῶν τὴν δόξαν θώμεθα οὕτως φύσιν καὶ κίνησιν· ταῦτα γὰρ ἡμῖν διὰ τὸ ἐναργὲς ὑποκείσθω, ἄλλως δὲ ἐκ περιόντος ἃ λέγουσιν ἐξεταστέον καὶ πρῶτόν γε αὐτὴν τὴν δόξαν καθʼ ἑαυτὴν χωρὶς τῶν λόγων οἷς ἐπιχειροῦσιν αὐτὴν κατασκευάζειν.

Ἀρχὴ δὲ οἰκειοτάτη πασῶν τί σημαίνει τὸ ὂν αὐτοῖς ἐρωτῆσαι, πότερον οἴονται πολλαχῶς αὐτὸ λέγεσθαι ἢ μοναχῶς· εἰ μὲν γὰρ πολλαχῶς, ὥσπερ ἡμεῖς ἐν ταῖς Κατηγορίαις ἐδείξαμεν, κατὰ τὸ ὄνομα ἂν λέγοιεν τὸ ὂν ἕν, πολλὰ δὲ κατὰ τὴν ὑπόστασιν καὶ τὰ πράγματα· εἰ γὰρ ἔσται καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν, εἴτε καὶ ἀπολελυμένα ταῦτα ἀπʼ ἀλλήλων εἴτε σὺν ἀλλήλοις τὸ εἶναι ἔχοντα, πολλὰ τὰ ὄντα γενήσεται, κἂν μία φωνὴ πάντων κατηγορῆται. εἰ δὲ μοναχῶς, οὕτω δὲ τῷ πράγματι λέγοιεν ἂν καὶ τῷ σημαινομένῳ, ἀλλʼ εἰ ἓν πρᾶγμα σημαίνει, ἢ ὡς γένος ἂν ἓν σημαίνοι ἢ ὡς εἶδος ἢ ὡς ἄτομον. ἀλλʼ εἴτε ὡς γένος, πολλὰ τὰ ὄντα· εἴτε ὡς εἶδος, ὁμοίως· κατὰ γὰρ πλειόνων καὶ διαφερόντων ταῦτα κατηγορεῖται. λείπεται τοίνυν ὡς ἄτομον ἓν εἶναι τὸ ὄν, ὡς ὁ Καλλίας, ὡς ὁ Βουκέφαλος ἵππος, ὡς τοδὶ τὸ μέλαν. πότερον οὖν οὐσίαν τοῦτο ἐροῦσιν ἢ συμβεβηκός; οἴονται μὲν γὰρ συμβεβηκός, ὅταν ὁ μὲν ἄπειρον ὁ δὲ πεπερασμένον λέγῃ τὸ ὄν· τὸ γὰρ ἄπειρον καὶ πεπερασμένον ἐν γένει τῷ ποσῷ· τὸ μὲν γὰρ ποσὸν ἀδιεξίτητον, τὸ δὲ ποσὸν ὡρισμένον. εἰ μὲν οὖν ὑποκειμένου τινὸς ταῦτα κατηγοροῦσι, δύο ἂν λέγοιεν τὰ ὄντα, οὐσίαν καὶ ποσόν· εἰ δὲ κατὰ μηδενὸς ὑποκειμένου φέρουσι τὸ ποσόν, τοῦτο ἤδη καὶ ἀδύνατον εἶναι συμβεβηκὸς ἄνευ ὑποκειμένης οὐσίας. ἔτι τὸ ἓν κατʼ ἀριθμὸν ὥσπερ τὸ ὄν, λέγεται καὶ αὐτὸ πολλαχῶς. λέγεται γὰρ ἓν κατὰ ἀριθμὸν ἢ ὡς συνεχές, ὡς μίαν εἶναι εἴποιμι ἂν τὴν γραμμήν, ἢ ὡς τὸ ἀδιαίρετον φύσει ὡς τὸ σημεῖον καὶ ἡ στιγμή, ἢ ὡς ἕνα καὶ τὸν αὐτὸν ἔχον λόγον, ὡς ἓν λέγεται λώπιον καὶ ἱμάτιον. κατὰ τίνα οὖν τῶν τριῶν τρόπων ἓν λέγουσιν κατὰ ἀριθμὸν εἶναι τὸ ὄν; οὔτε γὰρ ὡς συνεχές — διαιρετὸν γὰρ ἐκεῖνό γε εἰς πολλά —, μᾶλλον δὲ εἰς ἄπειρα. εἰ γὰρ διότι ἥνωται, ἓν αὐτὸ λέγουσιν, ὅτι ἐστὶ διαιρετὸν ἐροῦσιν αὐτὸ κατὰ τοῦτο πολλὰ εἶναι. ἀλλʼ ὡς ἀδιαίρετον δεῖ λαμβάνειν τὸ μέρος τοῦ ὅλου· ταύτῃ γὰρ λέγεται καὶ συνεχὲς ᾗ κατʼ ἐνέργειάν ἐστιν ἕν. ἀλλὰ πρῶτον μὲν οὐδαμῶς διαστέλλονται τὸ κατʼ ἐνέργειαν τοῦ δυνάμει· ἔπειτα — συγκεχωρήσθω γὰρ αὐτοῖς τοῦτο — ἐκεῖνό γε πάντως ὁμολογήσουσιν ὅτι συνεχῆ τε καὶ ἡνωμένα οὐχ ὁμοιομερῆ μόνον ἐστίν, πλεῖστα δὲ καὶ ἀνομοιομερῆ, τὰ σώματα λέγω τῶν ζῴων καὶ τῶν φυτῶν· ἥνωται γὰρ καὶ τούτων τὰ μέρη, καὶ οὐ σύγκειται ὥσπερ σωρός. διὰ τί οὖν, εἰ τῆς γραμμῆς τὸ μέρος ἕν τε καὶ ταὐτὸν τῇ γραμμῇ, ὅτι μὴ διῄρηται τῆς ὅλης, οὐκ ἔσται καὶ ἡ χεὶρ ταὐτὸν Σωκράτει καὶ ὁ ποὺς δὲ ὁμοίως; ὁ γὰρ αὐτὸς λόγος. εἰ δʼ ἄμφω τὰ αὐτὰ τῷ αὐτῷ, καὶ ἀλλήλοις δήπου τὰ αὐτά. ἔσται οὖν ταὐτὸν ποὺς χεὶρ ὀφθαλμὸς κοιλία. τοῦτο τὸ ζήτημα κατʼ ἰδίαν ἐτύγχανε λόγου παρὰ τοῖς παλαιοῖς, πότερον ταὐτὸν τῷ ὅλῳ τὸ μέρος ἢ ἕτερον· ἀπήντα γὰρ ἄπορον ἐξ ἑκατέρου· εἰ μὲν ταὐτόν, ὃ προείρηται· εἰ δʼ ἕτερον, ὅτι καὶ τὸ ὅλον ἑαυτοῦ· οὐ γὰρ δὴ τοδὶ μὲν τὸ μέρος ἕτερον, τοδὶ δὲ οὔ, ἀλλὰ πάντα ὁμοίως ἕτερα τοῦ ὅλου, πάντα δὲ ἦν τὸ ὅλον. κἂν ἐπὶ τῶν ἐκ διωρισμένων δὲ μερῶν ἐρωτήσῃς τὸν λόγον, τὰ αὐτὰ ἄπορα ἀπαντήσεται οἷον οἰκίας ἢ χοροῦ. λέγεται δὲ ἡ λύσις ἐν ἄλλοις· οὐ γὰρ ἀληθές, εἰ κατʼ ἰδίαν ἕκαστον τῶν μερῶν λαμβανόμενον ἄλλο τοῦ ὅλου, διὰ τοῦτο καὶ πάντα ἅμα ληφθέντα ἕτερα γίνεσθαι τοῦ ὅλου· τὰ γὰρ πάντα ἑκάστου τῶν ἐν αὐτοῖς ἕτερα, τὰ πάντα δὲ ἦν τὸ ὅλον. εἶεν. ἀλλʼ ὡς μὲν συνεχὲς διὰ ταῦτα οὐκ ἐροῦσιν ἓν εἶναι τὸ ὄν, ὡς δὲ ἀδιαίρετον ἴσως. μονὰς οὖν ἢ σημεῖον ἔσται πάντα τὰ ὄντα γῆ θάλαττα οὐρανός, οὗ τί γένοιτʼ ἂν ἀποπληκτότερον; πῶς δὲ ἐν σημείῳ ποιότητα ἀπολείψουσιν; οὔτε γὰρ σχῆμα οὔτε πάθος ἐν τῷ ἀμερεῖ. φροῦδον δὲ αὐτοῖς ἔσται καὶ τὸ ποσόν· οὐ γὰρ ποσὸν τὸ σημεῖον, ἀλλὰ πέρας ποσοῦ καὶ οὔτε ἄπειρον οὔτε πεπερασμένον τὸ ὄν. ἀλλὰ ταῦτά γε αὐτοὶ κατηγοροῦσι τοῦ ὄντος. ἔτι τὸ πέρας ἀδιαίρετον, οὐ τὸ πεπερασμένον ἐστίν· εἰ δὲ ὡς πέρας ἀδιαίρετον τὸ ὄν, δηλονότι καὶ οὗ πέρας ἐστί, καὶ ἐκεῖνο συνεισαχθήσεται· πρός τι γὰρ τὸ πέρας καὶ ἀεὶ σὺν ἄλλῳ. ἀλλὰ μὴν εἰ ὡς μέθυ καὶ οἶνος ἓν τὰ πάντα ἐστί, τὸν Ἡρακλείτου λόγον συμβαίνει λέγειν αὐτοῖς· ταὐτὸν γὰρ ἔσται παρʼ αὐτοῖς κατὰ τὸν λόγον τῆς οὐσίας φυτὸν ἄνθρωπος πτηνὸν τὸ ἀγαθὸν τὸ κακόν, ἁπλῶς τἀναντία. συναληθεύει δὲ οὕτως καὶ ἡ ἀντίφασις· εἰ γὰρ ταὐτόν ἐστι τὸ λευκὸν εἶναι καὶ μέλαν εἶναι, ταὐτὸν ἔσται λευκόν τε καὶ οὐ λευκόν· τὸ γὰρ μέλαν ἦν οὐ λευκόν. εἰ δὲ ταὐτόν ἐστιν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, διὰ τί καὶ τὸ ὂν οὐκ ἐροῦσι μὴ ὂν καὶ τὸ ἓν οὐχ ἕν, καὶ οὕτως ἀτοπώτερόν τι νεανιεύσονται, οὐχ ἓν εἶναι τὸ ἓν ἀλλὰ μηδὲν ὅλως τιθέμενοι; ἐὰν δὲ δὴ λέγωμεν οὕτως, «Σωκράτης φιλόσοφός ἐστιν», «Σωκράτης δίπηχύς ἐστιν», ἆρα ταὐτὸν ἐν ἀμφοτέροιν τοῖν λόγοιν σημαίνομεν; ἦ πολὺς ὁ γέλως ταὐτὸν τῷ ποσῷ τὸ ποιὸν ὑπολαμβάνειν κατὰ τὸν λόγον. εἰ οὖν τις ἔροιτο ἡμᾶς «καθʼ ὑμᾶς δὲ πῶς ἔσται ἓν ὁ Σωκράτης, ὅταν λέγητε αὐτὸν καὶ σιμὸν καὶ δίπηχυν καὶ φιλόσοφον; οὐ γὰρ δὴ πλῆθος ἔσται ὑμῖν ὁ Σωκράτης ἁπλῶς, τὸ δὲ ἓν αὐτοῦ παντελῶς ἀφαιρήσεσθε, ἀλλὰ δώσετε καὶ ἓν τὸν Σωκράτην καὶ πολλὰ εἶναι», πῶς οὐκ ἀντιστρέψει καὶ καθʼ ἡμῶν ὁ ἐκ τῆς ἀντιφάσεως ἔλεγχος; ταὐτὸν γὰρ καὶ οὕτως ἕν τε καὶ οὐχ ἓν ἅμα γενήσεται. οὗτος ὁ λόγος Λυκόφρονα μὲν καὶ τοὺς ὕστερον τῶν ἀρχαίων οὕτως διεθορύβησεν, ὥστε Λυκόφρων μὲν ὑπολαμβάνων ὧν τὸ ἔστι κατηγορεῖται, ταῦτα εἶναι μόνα, τῆς μὲν οὐσίας τὸ ἔστι κατηγόρει οἷον «Σωκράτης ἐστίν». εἰ δέ τι τῶν συμβεβηκότων κατʼ αὐτοῦ λέγοιτο, ἵνα μὴ πολλὰ γένοιτο ὁ Σωκράτης, οὐκέτι τὸ ἔστι τῶν συμβεβηκότων προσκατηγόρει· οὐ γὰρ ἔλεγε «Σωκράτης λευκός ἐστιν» ἢ «Σωκράτης δίπηχύς ἐστιν», ἀλλʼ ἁπλῶς «Σωκράτης λευκός τε καὶ δίπηχυς», κακῷ τὸ κακὸν ἰώμενος· πρότασιν γὰρ ἀνῄρει καὶ ἀποφαντικὸν λόγον. Πλάτων δὲ μετερρύθμιζε τὸν λόγον ἀντὶ τοῦ «λευκός ἐστιν» λέγων «λελεύκωται». ἡμεῖς δέ φαμεν ταὐτὸν εἶναι δύνασθαι ἕν τε καὶ οὐχ ἕν, ἀλλʼ οὐ κατὰ ταὐτὸν οὐδὲ ἅμα. τοῦτο μὲν γὰρ ἀμήχανόν πως, ἐκεῖνο δὲ ἀληθές τε καὶ δυνατόν, τὸν αὐτὸν τοῦτον Σωκράτην ἓν μὲν εἶναι κατὰ τὸ ὑποκείμενον, πλείω δὲ κατὰ τὸν λόγον· ἄλλος γὰρ λόγος μουσικὸν αὐτὸν εἶναι καὶ ἄλλος δίπηχυν. οὐκ ἀντιφάσεις οὖν ταῦτα, ὥστε μάτην ἐθορυβοῦντο, καὶ ἐπὶ τῆς τοῦ συνεχοῦς διαιρέσεως ταύτῃ· εἰ μὲν γὰρ δὴ καὶ ἐνεδίδοσαν καὶ ταὐτὸν ὡμολόγουν ἕν τε καὶ πολλὰ εἶναι, ἀλλʼ ἓν μὲν ἔστω καὶ πολλά, οὐχ ἅμα δέ, οὐδὲ κατὰ ταὐτὸν τὰ ἀντικείμενα, ἀλλʼ ἐνεργείᾳ μὲν ἓν δυνάμει δὲ πολλά, ὥσπερ εἰ λέγοιμι τὸν πυρὸν δυνάμει μὲν εἶναι στάχυν ἐνεργείᾳ δὲ μή· ταῦτα γὰρ οὐκ ἔστιν ἀντίφασις, εἰ μεμνήμεθα τῶν διορισμῶν οἷς χρώμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις.

Τόνδε δὴ τρόπον ἐπιοῦσιν ἀδύνατον φαίνεται ἓν εἶναι τὰ ὄντα καὶ τοὺς λόγους αὐτῶν λύειν οὐ χαλεπόν· εὐθὺς γὰρ ἀσυλλόγιστος ὁ λόγος Μελίσσου· φησὶ γὰρ «εἰ γέγονε τὸ ὄν, ἀρχὴν ἔχει· οὐ γέγονε δέ, οὐκ ἄρα ἀρχὴν ἔχει· διὸ καὶ ἄπειρον καὶ ἕν». δέον γὰρ τὸ τοῦ λήγοντος ἀντικείμενον προσλαβεῖν καὶ ἐπαγαγεῖν τοῦ ἡγουμένου τὸ ἀντικείμενον — οὕτως γὰρ συνίσταται καὶ συλλογισμὸς κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν —, ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίησε· συνήγαγε γὰρ ἂν ὃ μὴ προὔθετο, ὅτι τὸ ὂν οὐ γεγένηται, τὸ δὲ ἀντικείμενον τοῦ ἡγουμένου προσλαβὼν ἐπήνεγκε τὸ τοῦ λήγοντος ἀντικείμενον. τοιούτων δὲ συλλογισμῶν πολλή τις ἀφθονία· «εἰ ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν· οὐκ ἔστι δὲ ἄνθρωπος, οὐδʼ ἄρα ζῷον». «εἰ περιπατεῖ, κινεῖται· οὐ περιπατεῖ δέ, οὐδʼ ἄρα κινεῖται». εἶτα καὶ ὁμωνυμίᾳ χρώμενος τῆς ἀρχῆς ἀπατᾶν οἴεται· ἀρχὴ γάρ τίς ἐστι κατὰ χρόνον, ὡς λέγομεν ἀρχὴν ἔχειν τῆς γενέσεως τὸ ζῷον τὴν χθὲς ἡμέραν· ἡ δέ τις ἡ κατὰ τὸ πρᾶγμα αὐτὸ καὶ τὸ μέγεθος, ὥς φαμεν ὁδοῦ καὶ διαστήματος ἀρχὴν εἶναι. καὶ τοίνυν ὅταν λέγῃ Μέλισσος «ἅπαν τὸ γενόμενον ἀρχὴν ἔχει», «ποίαν ἀρχὴν;» ἐρησόμεθα αὐτόν· ἅπαν μὲν γὰρ ἀρχὴν ἔχει τὴν κατὰ χρόνον ὃ γίνεται κατʼ οὐσίαν ἁπλῶς, ὡς ἄνθρωπος ἵππος ἐλαία πλάτανος, οὐχ ἅπαν δὲ τὴν κατὰ τὸ μέγεθος, οἷον ὃ γίνεται κατʼ ἀλλοίωσιν καὶ ἀθρόαν μεταβολήν· γίνεται γὰρ καὶ κρύσταλλος καὶ τυρός, οὐ μὴν ἔστι λαβεῖν ἀρχὴν τοῦ μεγέθους ὅθεν ἤρξατο πρῶτον τῆς πήξεως. πάλιν δὲ ὅταν ἐπάγῃ «τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει», παραπλησίως ἐξεταστέον τίνα λέγει τὴν ἀρχήν· τὴν μὲν γὰρ κατὰ χρόνον οὐκ ἔχει τὸ μὴ γενόμενον, τὴν κατὰ μέγεθος δὲ οὐδὲν κωλύεται ἔχειν, ὡς ἥλιος σελήνη καὶ τὰ λοιπὰ ἄστρα, ὥστε εἰ μὲν ἐν ταῖς προτάσεσι περὶ τῆς κατὰ μέγεθος ἀρχῆς διαλέγεται, τῆς μὲν ἀκολουθίας φροντίζει τοῦ συμπεράσματος, ψευδεῖς δὲ ἄμφω λαμβάνει· εἰ δὲ τὴν κατὰ χρόνον ἀρχὴν αὐτῷ σημαίνει τὰ ἀξιώματα, ἀληθεύει μὲν ἐν οἷς τίθησι, συμπεραίνει δὲ οὐχ ὃ βούλεται· βούλεται μὲν γὰρ ἂν τὸ μέγεθος ἄπειρον δεῖξαι τοῦ ὄντος, δείκνυσι δὲ οὐ τὸ μέγεθος, ἀλλὰ τὸν χρόνον. ἔπειτα καὶ ἀκίνητόν φησι τὸ ὄν· οὐδὲ γὰρ ἔχειν ὅπου κινηθήσεται ἕν τε ὂν καὶ ἄπειρον πανταχῇ. διὰ τί ὦ γενναῖε; ὅλον μὲν γὰρ οὐκ ἂν μεταβαίνοι, κινεῖσθαι δὲ αὐτὸ κατὰ μόρια πῶς οὐκ ἐνδέχεται; εἰ μὴ καὶ τὴν θάλατταν ἀκίνητον εἶναι φῄς, ὅτι μὴ πᾶσα μεταβαίνει τόπον ἐκ τόπου, καίτοι κινουμένην κατὰ μόρια φανερῶς. ἀλλοίωσιν δὲ ἤτοι κίνησιν οὐ νενόμικας; ἢ διὰ τί καὶ ταύτην προσαφῄρησαι τοῦ ἀπείρου· οὐ γὰρ δὴ καὶ τὸ θερμαίνεσθαι καὶ τὸ ψύχεσθαι τόπου προσδεῖται. φορτικὸς οὖν ὅπερ ἔφην ὁ λόγος, καὶ ἐφʼ ἑνὶ σαλεύων ἀτόπῳ τῷ μοναχῶς λέγεσθαι τὴν ἀρχήν, ὅπερ εἰ μὴ συγχωροῖτο, εὐφώρατος ἡ κακουργία. ἀλλὰ γὰρ ἴσως κατὰ τὸν λόγον ἓν ἂν φαίη τὸ ὄν. ἀλλʼ εἰ μὲν ἀντὶ τῆς ἀρχῆς τὸ ὂν ἐλάμβανε Μέλισσος μίαν τὴν ἀρχὴν λέγων κατὰ τὸν λόγον, ταὐτὸν ἄν τισι φυσικοῖς ἔλεγε. τὸ πάντα δὲ ἓν εἶναι κατὰ τὸν λόγον ἀμήχανον, ἄνθρωπον ἵππον τὰ ἐναντία. πρὸς μὲν οὖν τοῦτον καὶ ταῦτα πλείω τῶν ἱκανῶν.

Πρὸς Παρμενίδην δὲ ἑξῆς ῥητέον. ὅσα μὲν τοίνυν εἴρηται πρὸς τὴν δόξαν, κοινὰ καὶ πρὸς τοῦτον· ἴδια δὲ ὅσα πρὸς τὸν λόγον ὃν ἐρωτᾷ, ὅς ἐστι τοιόσδε κατὰ τὴν δύναμιν· «τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν». ψεύδεται μὲν οὖν ὅτι μοναχῶς λαμβάνει λέγεσθαι τὸ ὂν λεγόμενον πολλαχῶς, καθʼ ὅσους ἐπεδείξαμεν τρόπους· ὅμοιον γάρ τι λέγειν, τὸ παρὰ τὸν καρκῖνον οὐ καρκῖνός ἐστιν, τὸ παρὰ τὸν κύνα οὐ κύων ἐστί· δύναται δὲ καὶ τὸ παρὰ τὸν κύνα κύων εἶναι καὶ τὸ παρὰ τὸν καρκῖνον καρκῖνος· τὸ γὰρ παρὰ τὸν θαλάττιον κύνα οὐκ ἔστι μὲν κύων θαλάττιος, οὐράνιος δὲ ἢ χερσαῖος. καὶ εἴ τι παρὰ τὸ ὄν ἐστιν, οἷον εἰ τὸ παρὰ τὴν οὐσίαν, ἐκεῖνο οὐκ οὐσία, ποιότης μέντοι γε ἢ ποσότης εἶναι δυνήσεται· καὶ εἴ τι παρὰ τὴν ποιότητα, οὐ ποιότης, οὐσία μέντοι γε ἢ ποσότης εἶναι δυνήσεται, καὶ οὐδὲν κωλύει πολλὰ οὕτως εἶναι τὰ ὄντα. οὕτω μὲν οὖν ψεύδεται Παρμενίδης· ὅτι δὲ μὴ συλλογίζεται, δῆλον ἂν γένοιτο ἐξ ὑποθέσεως, εἰ τῷ αὐτῷ σχήματι τοῦ λόγου ἕτερα λήμματα ἐναρμόσαιμεν. ὑποκείσθω γὰρ ὑπὸ τοῦ ὄντος μόνον σημαίνεσθαι τὸ λευκόν, τὸ δὲ παρὰ τὸ λευκὸν μηδὲν εἶναι, καὶ πλεκέσθω παραπλησίως ὁ λόγος· εἴ τι παρὰ τὸ λευκόν ἐστιν, ἐκεῖνο οὐκ ἔστιν λευκόν, τὸ δὲ μὴ λευκὸν οὐδέν ἐστιν. τί δὴ συνάγεται; τὸ παρὰ τὸ λευκὸν μηδὲν εἶναι. εἰ γέγονας ἐν τοῖς ἀναλυτικοῖς, οἶδας ὅτι τοῦτο συνάγεται· ὁ δὲ ἐπάγει «μόνον ἄρα τὸ λευκόν ἐστιν». διὰ τί οὖν ἔφη φορτικώτερον εἶναι τὸν Μελίσσου λόγον; ὅτι τούτῳ μὲν αἱ προτάσεις συνετέθησαν τεχνικῶς· οὐ γὰρ ἀπόφασις τὸ οὐκ ὄν· οὐ γὰρ ἂν ἔλαβεν ὑποκείμενον τὸ οὐκ ὂν ἐν τῇ δευτέρᾳ προτάσει, ἀλλὰ κατάφασιν ἐκ μεταθέσεως· Μελίσσῳ δὲ καὶ τὰ λήμματα τὴν ἀντιστροφὴν εἶχεν οὐχ ὑγιῆ. ἀλλὰ δῆτα αὐτῷ συγχωρείσθω συμπεραίνεσθαι, μόνον ἄρα ἐστὶν τὸ λευκόν. τί οὖν κωλύει πολλὰ εἶναι τὰ λευκά, κύκνον χιόνα ψιμμύθιον γάλα; καίτοι τί λέγω; ταῦτα μὲν διέστηκεν ἀπʼ ἀλλήλων καὶ τὸ πλῆθος εὐφώρατον ἅπαντι, ἀλλʼ ἓν ἔστω μόνον τὸ λευκὸν συνεχὲς καὶ ἡνωμένον. ἀλλʼ οὐδὲ τοῦτο ἕν ἐστιν εἰ σκοποίης κατὰ τὸν λόγον, ἀλλὰ δύο τοὐλάχιστον ἐν αὐτῷ τό τε ὑποκείμενον σῶμα καὶ ἡ λευκότης, δύο δὲ οὐχ ὡς δυνάμενα χωρὶς ἀλλήλων ὑποστῆναί ποτε· τοῦτο μὲν γὰρ ἀμήχανον ὅλως λευκὸν εἶναί τι καθʼ ἑαυτὸ χωρὶς ὑποκειμένου τινός. ἀλλʼ ὅτι πάμπολυ διαφέρουσαν ὁ λόγος αὐτῶν εὑρίσκει τὴν φύσιν· τὸ μὲν γάρ ἐστι σῶμα λελευκωμένον, τὸ δὲ χρῶμα διακριτικὸν ὄψεως. ταῦτα δὲ οὔπω διέκρινε Παρμενίδης. ἀλλὰ νὴ Δία συκοφαντοῦμεν τὸν ἄνδρα· τὸ γὰρ ὂν ἐκεῖνος ἓν λέγων οὐ συμβεβηκὸς ἔλεγεν οὐδὲ τῶν ἐν ἄλλῳ τὸ εἶναι ἐχόντων, ἀλλὰ τὸ κυρίως ὂν καὶ μάλιστα ὂν καὶ ὡς ἂν ἡμεῖς εἴποιμεν, τὸ ὅπερ ὄν· τοῦτο γὰρ ἡμῖν σημαίνει τὸ μάλιστα ὄν, ὥσπερ Πλάτωνι τὸ αὐτοόν· οὐ γὰρ οὕτως ἀπόπληκτος ἦν Παρμενίδης ὥστε ἀγνοεῖν, ὅτι τὸ συμβεβηκὸς ὑποκειμένου τινὸς ἀεὶ δεῖται πρὸς τὴν ὑπόστασιν, ὅπερ εἰ μόνον εἴη τὸ συμβεβηκὸς ὄν, αὐτὸ δήπουθεν οὐκ ὂν ἔσται· ἕτερον γὰρ τοῦ ὄντος, μᾶλλον δὲ συμβήσεται ἅμα τε εἶναι αὐτὸ καὶ μὴ εἶναι, εἶναι μὲν εἰ τῷ ὄντι ὑπόκειται, μὴ εἶναι δὲ εἰ μόνον τέθειται εἶναι τὸ συμβεβηκός· ἐπεὶ καὶ τοῦτο οὐκ ἠγνόει πάντως, ὡς εἰ διὰ ταύτην τὴν ἀτοπίαν καὶ τὴν οὐσίαν εἶναι ὂν συγχωρήσειεν, ἐπειδὴ οὐχ οἷόν τε τὸ συμβεβηκὸς δίχα αὐτῆς ὑποστῆναι, ὃ μόνον εἶναι νομίζει, πολλὰ αὐτῷ πάλιν σημαίνει τὸ ὄν, πολλὰ δὲ ὡς ἕκαστον εἶναί τε καὶ ὑφεστάναι κατʼ ἴδιον λόγον, εἰ καὶ μὴ χωρίζοιτο ἀπʼ ἀλλήλων. ἀλλʼ οὐκ ἔχει καλῶς ἀνδρὶ παλαιῷ τοσαύτην ἐναντιολογίαν προσάπτειν, ἀλλʼ ἔστω, δεδόσθω αὐτὸ τὸ ὂν σημαίνειν τὸ μάλιστα ὂν καὶ ὅπερ ὂν καὶ τὴν οὐσίαν καὶ τὸ αὐτοὸν καὶ ὃ μηδενὶ συμβέβηκεν ἄλλῳ, μᾶλλον δὲ ᾧ τὰ ἄλλα συμβέβηκεν. ἀλλὰ καὶ οὕτως αὐτὸ τὸ ὅπερ ὂν ἔσται μὴ ὄν. ἆρα δὲ εἴποις ἂν τὸ ὅπερ ὂν τοῦτο καὶ λευκὸν ἢ μέλαν ἢ ὅ τι δήποτε; ὑπάρχειν γάρ τι τῇ οὐσίᾳ δηλονότι συγχωρήσεις, εἴπερ ὑπόκειται πᾶσιν. ἔστω δὴ τὸ ὅπερ ὂν τοῦτο καὶ λευκόν. ἀλλὰ τὸ λευκὸν οὐκ ἦν ὅπερ ὄν· ἐκεῖνο μὲν γὰρ ἐσήμαινε τὴν οὐσίαν, τοῦτο δέ ἐστι συμβεβηκός· εἰ δὲ μὴ ὅπερ ὂν τὸ λευκόν, οὐδὲ ὂν ὅλως· μόνον γὰρ ὑπόκειται εἶναι τὸ ὅπερ ὄν. οὐχ οὕτως οὖν μὴ ὂν τὸ λευκὸν ὡς πῇ μὲν εἶναι πῇ δὲ μή, ἀλλʼ ὡς παντελῶς μὴ εἶναι διὰ τὴν ὑπόθεσιν· οὐδὲ γὰρ συμβεβηκέναι τῷ λευκῷ τούτῳ τὸ ὂν εἴποι τις ἄν· αὐτὸ γὰρ ὑπόκειται ἄλλῳ ὑπάρχον. τούτου δὴ οὕτως ἔχοντος καὶ τοῦ λευκοῦ παντελῶς μὴ ὄντος, εἰ λέγοιμεν ὑπάρχειν αὐτὸ τῷ ὅπερ ὄντι, τῷ μάλιστα ὄντι τὸ μάλιστα μὴ ὂν ὑπάρχειν ἐροῦμεν. ἄτοπον μὲν δή, καὶ τοῦτο προσέτι δέ, εἰ τὸ ὅπερ ὂν ἔσται λευκόν, τὸ λευκὸν δὲ οὐκ ὄν, τὸ ὅπερ ὂν ἔσται οὐκ ὄν. καὶ μηδεὶς ὑπολάβῃ παραλογίζεσθαι ἡμᾶς· οὐ γὰρ ἐπειδὴ συμβεβηκός ἐστι τὸ λευκόν, ᾧ τὸ λευκὸν ὑπάρχει, ἐκεῖνο ἔσται συμβεβηκός· οὐδὲν γὰρ ὅμοιον παραβάλλεται. ὁ μὲν γὰρ λέγων συμβεβηκὸς τὸ λευκὸν εἶναί τι καὶ αὐτὸ δίδωσι παρὰ τὴν οὐσίαν· ὂν γὰρ αὐτὸ πάντως ὑπολαμβάνων οὕτως ἑτέρῳ συμβαίνειν λέγει. εἰ δὲ ἄλλο ὂν τὸ ὑποκείμενον ἄλλου ὄντος μετέχει τοῦ λευκοῦ, οὐκ ἔσται ταὐτὸν ὅπερ ἐκεῖνο. ἐνταῦθα δὲ ἁπλῶς μὴ ὂν καὶ πάντῃ μὴ ὄν φησι τὸ λευκόν, οὐκοῦν οὐδʼ ὡς συμβεβηκὸς αὐτὸ κατηγορήσει τοῦ ὄντος, ἐπεὶ θήσεται εἶναι πάλιν αὐτό. εἰ δὲ εἶναι, καὶ ὅπερ ὂν εἶναι· καὶ πάλιν ὡσαύτως τὸ ὅπερ ὂν πλείω σημαίνει. ἀλλʼ εἰ μὴ ὡς συμβεβηκὸς ἢ γένος ἢ εἶδος, ἁπλῶς οὖν οὐκ ὂν τὸ ὅπερ ὄν. εἶεν· ἀλλʼ οὐδὲ σῶμα ἴσως τὸ ἄπειρον οὐδὲ μεγέθους θέσιν ἐροῦσιν, ἵνα μήτε εἰς μόρια πολλὰ διαιρεῖν ἀναγκάζωνται μήτε συμβεβηκότα προσάπτωσι. πότερον οὖν ὁριοῦνται τὸ ὅπερ ὂν καὶ λόγον τινὰ αὐτοῦ τῆς οὐσίας ἀποδώσουσιν ἢ καὶ τοῦτο ἀφαιρήσονται; εἰ μὲν γὰρ ἀφαιρήσονται τὸν ὁρισμόν, οὐκ οἶδα τί λοιπὸν ὑπὲρ αὐτοῦ δυνήσονται λέγειν ἢ γράφειν, εἰ μήτε ὡς συμβεβηκὸς μήτε ὡς γένος μήτε ὡς εἶδος μήτε ὡς διαφορὰν μήτε ὡς ὁρισμόν, ὅλως μηδὲ ὡς ὑπογραφὴν ἕξουσιν αὐτοῦ κατηγορίαν· εἰ δὲ ποιήσονταί τινα λόγον, τοῦτον ἀνάγκη διαιρεῖσθαι εἰς ὅπερ ὄντα· οἷον — ὑποκείσθω γὰρ ἄνθρωπος εἶναι τὸ ὅπερ ὄν — φημὶ ὅτι καὶ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου ἀνάγκη ἐξ ὅπερ ὄντων συγκεῖσθαι καὶ εἶναι ὅπερ ὄντα καὶ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν· εἰ γὰρ μὴ ὅπερ ὄντα, συμβεβηκότα πάλιν γενήσεται, ἀλλʼ οὐκ ἐνδέχεταί τινι συμβεβηκέναι τὰ τὸν ὁρισμὸν αὐτοῦ συμπληροῦντα. ὅτι δὲ τοῦτο ἀληθές, ῥᾳδίως οἶμαι διδάξειν. τὰ συμβεβηκότα τοίνυν ἢ τοιαῦτά ἐστιν ὡς οἷά τε ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ὡς τὸ καθῆσθαι καὶ διαλέγεσθαι, ἢ τοιαῦτα ὡς ἐν τῷ λόγῳ τοῦ συμβεβηκότος τὸ ὑποκείμενον περιέχεσθαι, ὡς σιμότης ἐν ῥινί, τὸ περιττὸν ἐν τῷ ἀριθμῷ καὶ τὸ ἄρτιον· σιμότης τε γάρ ἐστι κοιλότης ἐν ῥινί, περιττός τε ἀριθμὸς εἰς ἄνισα διαιρούμενος. κατὰ τίνα οὖν τῶν τρόπων τούτων συμβεβηκὸς ἔσται τὸ ζῷον; πότερον κατὰ τὸν πρότερον; οὐκοῦν ἔσται ποτὲ οὔτε ζῷον ὁ ἄνθρωπος οὔτε πεζὸν οὔτε δίπουν, οὔτε διαλέξεταί ποτε οὔτε καθεδεῖται. ἀλλὰ κατὰ τὸν δεύτερον; ἀλλʼ ἀδύνατον, οὐ γὰρ ὁ ἄνθρωπος ἐνυπάρχει τῷ λόγῳ τοῦ ζῴου καὶ τῷ λόγῳ τοῦ πεζοῦ καὶ τῷ λόγῳ τοῦ δίποδος, ἀλλʼ ἐκεῖνα ἐν τῷ τοῦδε ὁρισμῷ περιέχεται· καθόλου γὰρ ὅσα τινὸς ἐν τῷ ὁριστικῷ λόγῳ παραλαμβάνεται, ἐν τῷ τούτων ὁρισμῷ τὸ ὁριστὸν ὑπάρχειν ἀδύνατον· ἔσται γὰρ οὕτως τὸ ὅλον τοῦ μέρους μέρος, μέρος μὲν γὰρ ἀνθρώπου τὸ ζῷον· μετὰ γὰρ ἄλλων συντεθὲν ποιεῖ τὸν ἄνθρωπον· εἰ δὲ ὁ ἄνθρωπος ἐνυπάρχει τῷ λόγῳ τοῦ ζῴου, τὸ ὅλον ἐνυπάρξει τῷ μέρει καὶ ἔσται τοῦ μέρους μέρος· οὔτε γὰρ εἴ τι σύγκειται ἐκ πλειόνων οἷον τὸ λελευκωμένον ἐκ τοῦ λευκοῦ καὶ τοῦ σώματος, τοῦτο οὐκ ἐνυπάρξει τῷ τοῦ λευκοῦ χρώματος ὁρισμῷ. ἀλλʼ ἴσως οὐκ ἀνθρώπῳ τὸ ζῷον καὶ τὸ δίπουν συμβέβηκεν, ἀλλʼ ἑτέρῳ τινί. ἐγὼ δὲ τοῦτο ἐμπαραλιμπάνω, ὡς ὁ τοῦτο λέγων δύο ἤδη τὰ ὅπερ ὄντα ποιεῖ· ἀλλʼ ἐκεῖνο ἀπορῶ, μᾶλλον δὲ οἶδα, ὡς εἰ ταῦτα ἔσται συμβεβηκότα, καὶ τὸ ἐκ τούτων ἔσται συμβεβηκὸς ὁ ἄνθρωπος ἢ ὅ τι δήποτέ ἐστι τὸ ὅπερ ὄν. διὸ τοῦτο μὲν καὶ λέγειν πολλῆς μανίας, εἰ δὲ μὴ συμβέβηκε ταῦτα ὡς ἐπέδειξα τῷ ἀνθρώπῳ, δηλονότι ὁ λόγος τοῦ ἀνθρώπου εἰς ὅπερ ὄντα διαιρεθήσεται. ὅταν δὲ εἴπω τὸν λόγον, τὴν οὐσίαν λέγω καὶ τὴν φύσιν ἥτις ἂν ᾖ τοῦ ὅπερ ὄντος. πολλὰ οὖν καὶ οὕτω τὰ ὅπερ ὄντα, εἰ καὶ ἀχώριστα καὶ ἀδιαίρετα τοῦ ὅπερ ὄντος, καὶ τὸ ὅπερ ὂν ἐξ ἀχωρίστων μὲν καὶ ἀδιαιρέτων ὑπάρξει, ἐξ ὅπερ δὲ ὄντων. ὅμως τούτῳ μέντοι τῷ λόγῳ καὶ προσέτι γε τῷ Ζήνωνος, ὃς ἐκ τοῦ συνεχές τε εἶναι καὶ ἀδιαίρετον ἓν εἶναι τὸ ὂν κατεσκεύαζε, λέγων ὡς εἰ διαιρεῖται, οὐδὲ ἔσται ἀκριβῶς ἕν, διὰ τὴν ἐπʼ ἄπειρον τομὴν τῶν σωμάτων μάτην ἐνέδοσάν τινες ἤδη καὶ ὑπεχώρησαν· λύειν γὰρ αὐτοὺς ἐπεχείρουν οὐκ αὐτοὺς ἐκείνους κινοῦντες, ἀλλὰ ἕτερα εἰσάγοντες ἀπορώτερα. Ξενοκράτης μὲν πρὸς τὴν ἐπʼ ἄπειρον τομὴν τὰς ἀτόμους γραμμάς, ἵνα φύγῃ ταὐτὸν ἕν τε καὶ πολλὰ λέγειν, ἣν ἀντίφασιν κακῶς ὑπελάμβανεν, ἑτέρᾳ περιέπιπτεν ἀντιφάσει χαλεπωτέρᾳ ταὐτὸν ἅμα ποιῶν μέγεθός τε καὶ οὐ μέγεθος. καίτοι ταὐτὸν μὲν ἕν τε καὶ πολλὰ λέγειν οὐκ ἔστιν ἀντικείμενα, εἰ διαιροῖτό τις τὸ δυνάμει καὶ ἐνεργείᾳ· ταὐτὸν δὲ ποιεῖν γραμμήν τε καὶ ἀδιαίρετον, ἄντικρύς ἐστιν ποιοῦντος τὴν γραμμὴν οὐ γραμμήν. Πλάτων δὲ τὸ παρὰ τὸ ὂν οὐκ ὂν εἶναι διδοὺς τὸ πρότερον λῆμμα τοῦ Παρμενιδείου λόγου, ἀλλὰ καὶ τὸ ὂν ἓν εἶναι συγχωρῶν, ὅπερ ᾤετο ὁ λόγος συνάγειν, οὐκέτι τὰ πάντα ἓν εἶναι συνωμολόγει· εἶναι γὰρ ἔφασκέ πως καὶ τὸ μὴ ὄν· τὸ μὲν γὰρ ὄντως ὂν ἀπέφαινε τὴν ἰδέαν, τὴν δὲ ἄμορφον καὶ πρώτην ὕλην εἶναι μέν, μηδὲν δὲ τοῦ ὄντος εἶναι· συγκεῖσθαι γὰρ τὸ ὂν πάλιν ἔκ τε τοῦ ὄντος ὃ καὶ ἓν εἶναι ἐδίδου, κἀκ τοῦ μὴ ὄντος ὃ τὴν ὕλην ὑπελάμβανεν. ἐγὼ δὲ οὐκ οἶδα ὅπως καὶ οὗτος φυγὼν τὴν ἀντίφασιν παραδέχεται· εἰ γὰρ ἓν μὲν σημαίνειν τὸ ὂν συγχωρεῖ, φησὶ δὲ παρὰ τὸ ὂν τοῦτο καὶ ἕτερον εἶναι, ἅμα τε ἓν λέγει τὸ ὂν καὶ πλείω ποιεῖ τὰ ὄντα, τοῦτο δὲ τί διαφέρει τοῦ τὸ ὂν ἕν τε καὶ οὐχ ἓν λέγειν; οὐδὲ γὰρ διότι τὸ μὲν κυρίως εἶναί φησι, τὸ δὲ οὐ κυρίως, ἀποφυγγάνει τὸ ἄτοπον, εἰ μὴ καὶ μᾶλλον ἁλίσκεται· διαφορὰν γὰρ τῶν ὄντων ποιῶν πλείω φανερῶς ἀριθμὸν αὐτοῖς ἀποδίδωσιν. ἡμεῖς δέ φαμεν εἰ καὶ ἓν σημαίνει τὸ ὄν, ὅμως ἐνδέχεσθαι καὶ τὸ μὴ ὂν εἶναι λέγοντας μὴ τὰ ἀντικείμενα λέγειν· οὐ γὰρ τὸ ἁπλῶς μὴ ὂν καὶ ἔξω τοῦ ὄντος εἶναί φαμεν. τοῦτο γὰρ ἄντικρυς τὴν ἀντίφασιν ὑπομένειν ἐστὶν καὶ συγχωρήσαντα μίαν εἶναι φύσιν τοῦ ὄντος πάλιν ἑτέραν εἰσάγειν, ἀλλὰ τὸ τὶ μὴ ὂν τοῦτο καὶ τὶ ὂν οὐκ ὀκνοῦμεν λέγειν. τὸ γὰρ μίαν φύσιν σημαίνειν τὸ ὂν οὐ πάντως τὴν κατʼ ἀριθμὸν μίαν σημαίνειν ἐστίν, ἀλλὰ καὶ τὴν κατὰ γένος καὶ τὴν κατʼ εἶδος. τί οὖν κωλύει τὸ ὂν τοῦτο ὡς γένος ἓν εἶναι; ἔστω δὴ ζῷον τὸ ὄν· ὁ τοίνυν λέγων τὸν κύνα μὴ ὂν εἶναι, οὐκ ἔξω τοῦ ὄντος τὸ μὴ ὂν λαμβάνει, ἀλλʼ ὅτι φησὶν ὁ κύων οὐκ ὢν ἵππος κύων ἐστίν. οὐκ ἔστιν οὖν χρεία παρʼ αὐτὸ τὸ ὂν ἄλλης φύσεως εἰσαγομένης, ἵνα μὴ πάντα γένηται ἕν, ἀλλʼ ἐκεῖνο μόνον σημαινέτω τὸ ὂν τὸ αὐτοὸν καὶ ὅπερ ὄν. ἀλλʼ ὅμως οὐκ ἀποκεκλείσμεθα τοῦ πολλὰ λέγειν τὰ ὄντα κατʼ ἀριθμὸν ἢ κατʼ εἶδος ὡς εἴρηται. πρὸς μὲν οὖν Παρμενίδην καὶ Μέλισσον ἀρκείτω τὰ εἰρημένα.

Οἱ δὲ τὸ ὂν ἀντὶ τῆς ἀρχῆς λαμβάνοντες οὓς καὶ φυσικοὺς εἰπεῖν οὐκ ὀκνήσειεν ἄν τις, οὕτως λέγοντες τὸ ὂν ὡς μίαν ἀρχήν, εἰς δύο διῃρέθησαν τρόπους· οἱ μὲν γὰρ ἕν τι τῶν στοιχείων τὴν ἀρχὴν ὑποτίθενται κἄπειτα ἐκ τούτου τὰ λοιπὰ δημιουργοῦσι πυκνότητι καὶ μανότητι χρώμενοι, ὧν ἐναντία καθολικώτερα ἄν τις εἴποι τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, ὑφʼ ἃ καὶ τὸ μέγα καὶ τὸ μικρὸν αἱ Πλάτωνος ἀρχαί. ἀλλὰ Πλάτωνι μὲν τὸ μέγα καὶ τὸ μικρὸν τὴν ὕλην σημαίνει, τὸ δὲ ἓν τὴν ποιητικὴν αἰτίαν, λέγω δὲ τὸ εἶδος· οἱ φυσικοὶ δὲ τὸ μὲν ἓν ποιοῦσιν ὑποκείμενον καὶ ὕλην, τὰ ἐναντία δὲ διαφοράς τε καὶ εἴδη. ἕτεροι δὲ τῶν στοιχείων μὲν οὐδέν, ἄλλο δὲ ὃ πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, ὡς Ἀναξίμανδρος. οὗτος δὲ οὐκέτι ἀλλοιώσει χρῆται πρὸς τὴν γένεσιν τῶν ἐφεξῆς, ἀλλʼ ἐκκρίνεσθαί φησιν ἐξ ἀπείρου τοῦ στοιχείου τὰς ἐναντιότητας ἐνυπαρχούσας, ὥσπερ γε καὶ οἱ πολλὰς ὑποθέμενοι τὰς ἀρχάς, ἓν δʼ αἴτιον τὸ ποιητικόν, Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς, ὁ μὲν τάς τε ὁμοιομερείας καὶ τὸν νοῦν, ὁ δὲ τὰ στοιχεῖα τὰ τέσσαρα καὶ τὸν σφαῖρον· καὶ γὰρ οὗτοι παραπλησίως Ἀναξιμάνδρῳ οὐ κέχρηνται πρὸς τὴν γένεσιν ἀλλοιώσει, ἄλλʼ ἐκ τοῦ μίγματος ἐκκρίνουσιν ὡς ἐνυπάρχοντα ἤδη τὰ ἡμῖν γίνεσθαι δοκοῦντα· ἀλλʼ ὁ μὲν καὶ παύει τὴν ἔκκρισιν ταύτην καὶ πάλιν ἄρχεται κατὰ περιόδους, Ἀναξαγόρᾳ δὲ ἅπαξ ἀρχὴν λαβοῦσα οὐκέτι τελευτᾷ· καὶ τούτῳ μὲν ἄπειρα τὰ στοιχεῖα, τῷ δὲ τὰ τέτταρα. δύο δὲ Ἀναξαγόραν ἔοικεν εἰς ταύτην τὴν δόξαν ὑπάγεσθαι ὧν μὲν ἕν ἐστιν τὸ ὁρᾶν ἐκ τῶν ἐναντίων γιγνόμενα τὰ ἐναντία· οὐ γὰρ ἡγούμενος δύνασθαι τὸ ἐναντίον εἰς τὸ ἐναντίον μεταβάλλειν — φθείρεσθαι γὰρ ἂν οὕτως τὰς ἀρχάς — ἐνυπάρχειν ἡγεῖται τοῖς ἐναντίοις τὰ ἐναντία· δεύτερον δὲ καὶ μάλιστα ἡ κοινὴ δόξα τῶν φυσικῶν καθʼ ἣν ἅπαντες ὁμοίως οὐδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι ὑπελάμβανον· διὰ τοῦτο γὰρ λέγουσιν «ἦν ὁμοῦ πάντα» καὶ «τὸ γίνεσθαι συγκρίνεσθαί ἐστι καὶ τὸ φθείρεσθαι διακρίνεσθαι». καίτοι γε Ἀναξαγόρας ἀλλοιοῦσθαι τὸ γίνεσθαι λέγει, ἀλλʼ ἐκ τῶν πραγμάτων δῆλός ἐστιν οὐ γινώσκων τὴν οἰκείαν φωνήν· τὴν γὰρ σύγκρισιν ἀλλοίωσιν ὀνομάζει, ἀλλὰ μήπω ταῦτα. ἀλλὰ καὶ συλλογισμῷ κέχρηται πρὸς ταύτην τὴν δόξαν· ἐπειδὴ πᾶν τὸ γινόμενον ἐξ ὄντων ἢ ἐκ μὴ ὄντων, οὐκ ἐκ μὴ ὄντων δέ, ἐξ ὄντων ἄρα· οὕτω δὲ ἀκολουθεῖν τὸ πάντα ἐνυπάρχειν ἑκάστῳ ἐξ οὗ γίνεσθαί τί φαμεν, οἷον ἐν τῳδὶ τῷ ὕδατι τρίχας ὀστᾶ νεῦρα σάρκας, ἀναίσθητα δὲ ἡμῖν εἶναι διὰ μικρότητα. καὶ τοῦτο προσέλαβεν ἐφεξῆς πᾶν ἐν παντὶ μεμῖχθαι λέγων, ἐπειδὴ καὶ γίνεσθαι πᾶν ἐκ παντός. τί ποτε οὖν αἴτιον τοῦ μὴ πάντα ὅμοια φαίνεσθαι, εἴ γε πάντα ὁμοίως ἐκ πάντων; ὅτι μὴ πάντα, φησίν, ἐξ ἴσης ἐν ἑκάστῳ κατὰ τὸ πλῆθος, ἀλλὰ καθʼ ἕκαστον ἕν τι πάντως ὑπερέχει καὶ πλεονάζει, οἷον ἐν τῳδὶ μὲν ὑδάτια, ἐν τῳδὶ δὲ σάρκια· καὶ τοίνυν τὸ φαινόμενον ὕδωρ ἀπὸ τοῦ πλεονάζοντος οὕτως δοκεῖν, ἐπεὶ μήτε ὕδωρ εἰλικρινῶς τι μήτε σάρκα μήτε γῆν εἶναι.

Τάχα οὖν ἀκόλουθον μετὰ τοὺς ἀναιροῦντας παντελῶς τὰς ἀρχὰς τοὺς ἀπείρους τὰς ἀρχὰς λέγοντας ἐπισκέψασθαι· εἰ γὰρ καὶ αὐτοὶ διελεγχθεῖεν, ὡμολόγητʼ ἂν ἤδη τὸ τὰς ἀρχὰς εἶναι τῶν φυσικῶν πεπερασμένας. πρῶτον μὲν οὖν ἐκεῖνο θαυμάζω, πῶς ἐπιστήμην τινὰ περὶ φύσεως παραδώσειν ἡμῖν ὑπισχνούμενοι λανθάνουσιν ἀδύνατον τὴν κατάληψιν αὐτῶν ἐπιδεικνύντες· εἰ γὰρ ἐπίστασθαι μὲν τότε ἕκαστον ὑπολαμβάνομεν, ὅταν εἰδῶμεν αὐτοῦ τὰς ἀρχὰς καὶ τὰ αἴτια, τῶν ἀπείρων δὲ ἔχειν γνῶσιν οὐκ ἐγχωρεῖ, ὁ τὰς ἀρχὰς γοῦν λέγων ἀπείρους ἀναιρεῖ τὴν ἐπιστήμην τοῦ πράγματος. καὶ εἰ μὲν τὸ πλῆθος αὐτῶν ἄπειρον λέγων Ἀναξαγόρας τὰς ποιότητας ἀριθμῷ περιώριζεν, ἐξ ὁπόσων μὲν ἕκαστον, οὐκ ἂν εἴχομεν ἀποδιδόναι, ἐξ ὁποίων δὲ εὐπορήσομεν ἄν· νῦν δὲ οὐδὲ τοῖς εἴδεσιν οὔτε τῷ πλήθει τὰς ὁμοιομερείας ἄγων εἰς ἀριθμὸν φενακίζει διδάξειν ἐπαγγελλόμενος, ἃ πρῶτος αὐτὸς ἀγνοεῖν οὐκ ἀρνεῖται. τοῦτο μὲν οὖν ἔξω τοῦ πράγματος, ἐκεῖνο δὲ αὐτῷ πῶς οὐκ ἄτοπον ἀπαντήσεται διὰ τοῦτο πᾶν ἐν παντὶ μεμῖχθαι λέγοντι, ὅτι τῶν ὁμοιομερῶν ἕκαστον δυνατὸν ἐπʼ ἄπειρον καὶ αὔξειν καὶ καθαιρεῖν, καὶ οὔτε τοὐλάχιστον οὔτε τὸ μέγιστον λαβεῖν; ὅτι δὴ τοῦτο ἀδύνατον, ἐντεῦθεν φανερόν. ὁμολογεῖται μὲν γὰρ ἅπαν τὸ σύνθετον ἐκ μερῶν· ἐκ μερῶν δὲ λέγω τοιούτων ἃ καὶ χωρισθῆναι δύναται κατʼ ἐνέργειαν ἀλλήλων τε καὶ τοῦ ὅλου, καὶ τὸ ὅλον τοῖς μέρεσιν ἀκολουθεῖν κατὰ τὸ μέγεθος, οἷον εἰ μικρὰ τὰ μέρη, μικρὸν τὸ ὅλον· εἰ μεγάλα ἐκεῖνα, μέγα καὶ τοῦτο, καὶ εἴ γε εἰς ἄπειρον ἐπʼ ἐκείνων ἡ πρόοδος ἐπʼ ἀμφότερα, ἐπʼ ἄπειρον εἶναι καὶ τοῦ συνθέτου· καὶ εἰ σάρκα καὶ νεῦρα καὶ ὀστᾶ ὁπηλικαοῦν γίνεσθαι δυνατόν, ἐνδέχεται δήπου καὶ ζῷον· καὶ εἰ τὰ μέρη τοῦ φυτοῦ, καὶ αὐτὸ τὸ φυτόν· καὶ τὸ ἀντιστρέφον τοίνυν ὁμοίως ἀληθές, εἰ μὴ δυνατὸν τὸ ὅλον, οὐδὲ τὰ μέρη. ὥρισται δὲ τὰ μεγέθη τῶν τε ζῴων καὶ τῶν φυτῶν καὶ κατʼ αὐτὸν Ἀναξαγόραν· ὥρισται ἄρα καὶ τῶν μορίων καὶ οὐκ ἐνδέχεται ὁπηλικηνοῦν εἶναι σάρκα ἀνθρώπου, ὡς δύνασθαι καὶ τὴν ἐν κέγχρῳ μετὰ παμμυρίων ἄλλων ὑπάρχουσαν ἔτι καθαιρεῖν ἐπὶ τὸ ἔλαττον οὖσαν ἔτι σάρκα· τοῦτο γὰρ θαυμαστόν. ἀλλʼ ἴσως φαίη ἂν πρὸς αὐτοὺς οὕτως αὐτῷ μαχομένους Ἀναξαγόρας, ὡς οὐκ ἂν ἐγὼ συγχωρήσαιμι τῇ τῶν ὁμοιομερῶν αὐξήσει τε καὶ μειώσει καὶ τὰς διαφορὰς ἀκολουθεῖν τὰς κατὰ μέγεθος τῶν τε ζῴων καὶ τῶν φυτῶν· τοῦτο γὰρ ὑπῆρχεν ἄν, εἰ τὰ ζῷα καὶ τὰ φυτὰ ἐξ ἑκάστου τῶν ὁμοιομερῶν εἴδους μίαν ὁμοιομέρειαν εἶχε, μίαν ὀστοῦ καὶ μίαν αἵματος καὶ πρὸς μίαν ἐφʼ ἑκάστου τῶν ἄλλων. νῦν δὲ πλῆθος ἐφʼ ἑκάστου τῶν ὁμοιομερῶν εἴδους καθʼ ἕκαστον εἶδος τῶν ζῴων. οὐδὲν οὖν ἄτοπον σάρκα μὲν ἐπʼ ἄπειρον καθαιρεῖν, ζῷον δὲ μηκέτι· τὴν γὰρ ἐν τῷ ζῴῳ σάρκα ἐκ πλειόνων σαρκῶν εἶναι τῶν ὡς ἀρχῶν καὶ στοιχείων. ἀλλʼ εἰ καὶ τοῦτο οὕτως ἔχει, ἀλλʼ ὁρίσαι γε χρὴ τῶν στοιχείων τούτων τὸ μέγεθος· ὅρους γὰρ δώσει δήπου τινὰ ἀριθμὸν ἀφʼ οὗ συντεθέντα τὰ στοιχεῖα ταῦτα τὴν ἐν ζῴῳ σάρκα ποιοῦσιν. ἔστω δὲ καθʼ ὑπόθεσιν οὗτος ὁ ἀριθμὸς τεττάρων ἢ πέντε σαρκίων. εἰ δὴ δύναιτο τῶν σαρκῶν τούτων ἕκαστον ἐπʼ ἄπειρον καθαιρεῖσθαι, ἔσται ἐκ τεσσάρων τηλικαύτη σὰρξ οὕτως μικρά, ὁπηλίκην εἶναι τὴν ἐν ζῴῳ σάρκα ἀμήχανον, μᾶλλον δὲ τί ποτε ἔστι τὸ λέγειν τὴν ἀνθρώπου σάρκα ἐκ πλειόνων εἶναι σαρκίων; διὰ τί γὰρ καὶ τῶν σαρκίων τούτων ἕκαστον οὐκ ἔσται ἐκ πλειόνων σαρκίων, εἴγε ἐπʼ ἄπειρον τῶν ὁμοιομερειῶν ἡ διαίρεσις; ἀλλὰ κἀκεῖνο παγγέλοιον τὴν μὲν τοῦ ἐλέφαντος σάρκα ἐξ ἐλαττόνων εἶναι σαρκίων, τὴν δὲ τοῦ κώνωπος ἐκ πλειόνων. οὐδὲν γὰρ ἔτι διοίσει τὸ ἐκ πλειόνων ἢ ἐλαττόνων λέγειν ἀορίστου τὴν ἀρχὴν ὑπάρχοντος τοῦ μεγέθους καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον. ὅλως δὲ τὸ καθαιρεῖν ἐπʼ ἄπειρον σάρκα οὐδὲ σάρκα ἔτι φυλάττειν ἐστίν· ὡς μὲν γὰρ σώματος οὐκ ἀδύνατον ἐπʼ ἄπειρον νοεῖσθαι τὴν τομήν, ὡς δὲ σαρκὸς ἀμήχανον παντελῶς· διαφθείρεται γὰρ οὐκ εἰς μακρὸν τὸ σαρκίον. τοῦτο δὲ οὐκ οἶδα προσομολογούμενον Ἀναξαγόρᾳ· ἄφθαρτοι γὰρ κατʼ αὐτὸν αἱ ἀρχαί. εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, καὶ τὸ μέγεθος ὥρισται τῆς ἐλαχίστης σαρκός, ἀναγκαίως ἀδύνατον ἐν ἑκάστῳ πάντα μεμῖχθαι. τί δήποτε; ὅτι πᾶν σῶμα πεπερασμένον, εἰ καὶ σμικρότατα ἀπʼ αὐτοῦ πεπερασμένα ἀφαιροῖτο, ὅμως ἐπιλείψει ποτε, γιγνέσθω δὲ ὁ λόγος μὴ κατὰ τὸ λόγῳ θεωρητόν. καὶ εἰ τοίνυν ἐκ τοῦδε τοῦ ὕδατος ἡ σὰρξ ἀποκρίνοιτο συνεχῶς, ἀναλώσει δήπου πᾶσαν τὴν ἐνυπάρχουσαν· οὐ γὰρ οἷόν τε εἰς ἄπειρον προϊέναι τὴν ἔκκρισιν τῆς ἐλαχίστης σαρκὸς ὡρισμένης. δυοῖν τοίνυν ἀναγκαῖον θάτερον, ἢ τὴν ἔκκρισιν ἐπιλείπειν καὶ μηκέτι τὸ λοιπὸν ὕδωρ σάρκα ἔχειν ἐν τῷ συγκρίματι, ἢ ταύτης μὴ παυομένης ἐμπεριειλῆφθαι πεπερασμένῳ μεγέθει — λέγω δὲ τὸ τοῦ ὕδατος — ἄπειρα σαρκία τὸν ἀριθμὸν τὰ ἤδη καὶ ἐνυπάρχοντα· τοῦτο γὰρ ὑπεραίρει πᾶσαν θαυματουργίαν. πρὸς δὲ τούτοις εἰ πᾶν μὲν σῶμα ἀφαιρεθέντος τινὸς ἔλαττον ἀνάγκη γίγνεσθαι, τῆς δὲ σαρκὸς ὥρισται τὸ ποσὸν καὶ μεγέθει καὶ σμικρότητι, φανερὸν ὡς ἐκ τῆς ἐλαχίστης σαρκὸς οὐδὲν ἐκκριθήσεται σῶμα· ἔσται γὰρ ἔλαττόν τι τῆς ἐλαχίστης. πῶς οὖν ἅπαν ἐν ἅπαντι; ἢ σμικρολογούμεθα ταῦτα λέγοντες; εἰ γὰρ ἅπαν ἐν ἅπαντι, οὐ σὰρξ ἔσται μόνον ἐν τῇ ἐλαχίστῃ σαρκί, ἀλλὰ καὶ αἷμα καὶ ὀστοῦν καὶ ἐγκέφαλος καὶ πάλιν ἐν ἑκάστῳ τούτων οἷον ἐν τῷ αἵματι σὰρξ ἑτέρα καὶ αἷμα ἕτερον καὶ ὀστοῦν ἄλλο καὶ πρός γε αὖθις ἐν ἑκάστῳ τούτων ὁμοίως τὰ ἄλλα πάντα· καὶ τοῦτο ἔσται ἀπέραντον. καὶ πῶς οὐ πλατὺς ὁ λῆρος ἐν τῷ σμικροτάτῳ σαρκίῳ σάρκα ἄπειρον ὑπάρχειν καὶ ὕδωρ ἄπειρον καὶ γῆν καὶ ἀέρα; καὶ ταῦτα, ὅπερ δὴ καὶ πρόσθεν ἔφην, ὄντα ἤδη καὶ ὑφεστῶτα καθʼ ἑαυτὰ καὶ ἀλλήλων κεχωρισμένα ὃ καὶ μάλιστα ἄτοπον· ἐν ᾧ γὰρ κεχώρισται, πεπεράτωται. ὅρους γὰρ τὰ χωριζόμενα ἀπʼ ἀλλήλων καὶ μεγέθει καὶ τόπῳ λαμβάνει· ἔσονται οὖν κατʼ αὐτὸν αἱ ἀρχαὶ καὶ κατὰ πλῆθος ἄπειροι καὶ κατὰ μέγεθος· τοῦτο δέ ἐστιν ἀπειράκις ἀπείρους εἶναι. εἰ δέ τις βοηθῶν Ἀναξαγόρᾳ τὰς μὲν ἀρχὰς οἴοιτο ἀμίκτους εἶναι, ἐπειδὴ καὶ ἀρχάς, ἐν δὲ τοῖς αἰσθητοῖς καὶ συγκρίμασι πάντα ἐν πᾶσι μεμῖχθαι, μετενεγκάτω τὸν λόγον καὶ ἐπὶ τῶν συγκριμάτων οἷον ὕδατος αἰσθητοῦ· τούτῳ γὰρ δήπουθεν ὁμοίως ἐνυπάρξει σάρξ τε καὶ ὀστᾶ ἄπειρα κεχωρισμένα, συγκεκριμένα ὄντα καὶ ταῦτα ἐκ πάντων· αἰσθητὰ γὰρ καὶ ἐκκρίνεσθαι δυνάμενα, ὥστε καὶ τούτων ἐν ἑκάστῳ πάλιν ἕτερα ὑπάρξαι. οὐ γὰρ δὴ διακριθήσεταί ποτε εἰς τὰς εἰλικρινεῖς καὶ πρώτας ἀρχάς· τοῦτο γὰρ ἡμῖν αὐτὸς ἀμήχανον εἶναι διαμαρτύρεται. πῶς οὖν τοῦτο αὐτὸ πράττειν ὁ νοῦς προθυμεῖται; πῶς δὲ οὐκ ἀνόητος τοῖς ἀδυνάτοις ἐπιχειρῶν; καίτοι τὸ μηδέποτε τὰ ὄντα διακριθήσεσθαι κατὰ τύχην ὀρθῶς φησιν Ἀναξαγόρας· ἀχώριστα γὰρ τὰ συμβεβηκότα τῆς οὐσίας ἐστίν. τί οὖν ἕξει πέρας ὁ φρονιμώτατος νοῦς ἢ ἀνήνυτα μοχθῶν; εἴγε μήτε κατὰ ποσὸν διακρίνει ποτὲ τὰς ἀρχὰς — εἰς ἄπειρον γὰρ αὗται διαιροῦνται — μήτε κατὰ τὸ ποιόν — ἀχώριστα γὰρ τῆς οὐσίας τὰ πάθη, οἷον χρώματα λέγω καὶ ἕξεις καὶ τὰ λοιπὰ συμβεβηκότα —, ὥστε τὸ μὲν οὐδὲ ἐκεῖνος τῷ νῷ συγχωρεῖ, τὸ δὲ ἡμεῖς διὰ τὸ ἀληθὲς ἀφαιρούμεθα, ἐπεὶ καὶ τοῦτο οὐκ ὀρθῶς Ἀναξαγόρας τὸ διὰ τοῦτο οἴεσθαι τὴν σάρκα ἐκ σαρκίων συντίθεσθαι καὶ τὸν χρυσὸν ἐκ χρυσίων, ἐπειδὴ καὶ διαιρεῖσθαι πᾶν ὁμοιομερὲς εἰς ὁμοιομερῆ σμικρότερα ὑπελάμβανεν· εἰ δέ τι φθειρόμενον διαλύεται, ἐξ ἐκείνων γίνεσθαι συντιθέμενον. τοῦτο τοίνυν οὐχ ἱκανὸν πρὸς ἀπόδειξιν· ὁ γὰρ πηλὸς καὶ εἰς πηλοὺς διαιρεῖται καὶ εἰς ὕδωρ καὶ γῆν. πόθεν οὖν ἂν μᾶλλον εἴποις γίγνεσθαι τὸν πηλόν; ἐκ πηλαρίων μικρῶν ἢ μᾶλλον ἐκ γῆς καὶ ὕδατος; ἢ τοῦτο μέν ἐστιν ὄντως γίνεσθαι πηλόν, ἐκεῖνο δὲ μείζω γίνεσθαι; οὐ γὰρ ὡς αἱ πλίνθοι συντιθέμεναι τὸν οἶκον ποιοῦσιν, οὕτως ὅταν ἐξ ἀέρος ὕδωρ γένηται, ὑδάτια μικρὰ συνιόντα τὸ πᾶν ὕδωρ ἐποίει· τοῦτο γὰρ αὐτοῖς ἡ καλὴ σύγκρισις βούλεται. ἀλλʼ αὐτὸν μὲν ὁρῶμεν εἰς ὕδωρ μεταβαλλόμενον τὸν ἀέρα καὶ ἀλλοιούμενον καὶ τοῦτό ἐστιν ἐξ ἀέρος ὕδωρ γενέσθαι. οὕτω δὲ καὶ Ἐμπεδοκλῆς τὴν γένεσιν κατασκευάζει — κατὰ γὰρ σύγκρισιν καὶ διάκρισιν —, ἀλλʼ ὅμως κουφότερα ἁμαρτάνει· πεπερασμένας γὰρ τίθεται τὰς ἀρχάς. ἀλλʼ οὔπω καιρὸς περὶ τούτων.

Ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι τἀναντία ἅπαντες ἀρχὰς ποιοῦσιν οἵ τε λέγοντες ἓν τὸ πᾶν καὶ ἀκίνητον, οἵ τε πλείω, μᾶλλον δὲ ἄπειρα· καὶ γὰρ ὁ Παρμενίδης ἐν τοῖς πρὸς δόξαν τὸ θερμὸν ποιεῖ καὶ τὸ ψυχρὸν ἀρχάς, ὧν τὸ μὲν πῦρ τὸ δὲ γῆν προσαγορεύει, καὶ Ἀναξαγόρας ἐν ταῖς ὁμοιομερείαις τὴν ἐναντίωσιν καὶ Ἀναξίμανδρος ἐκκρίσει τὴν γένεσιν κατὰ σύγκρισιν, ὥστε καὶ διάκρισιν, καὶ Δημόκριτος πλῆρές τε καὶ κενόν, ἀλλὰ καὶ θέσει καὶ σχήματι καὶ τάξει τὰς γενέσεις ποιῶν ἐναντιώσει ποιεῖ· γένη γὰρ ἅπαντα ταῦτά ἐστιν ἐναντίων, ἡ θέσις τοῦ ἄνω κάτω, πρόσθεν ὄπισθεν, ἀριστεροῦ δεξιοῦ, τὸ σχῆμα εὐθυγράμμου περιφεροῦς, ἃ κατʼ ἐκεῖνόν ἐστιν ἐναντία· περὶ δὲ Ἐμπεδοκλέους καὶ Πλάτωνος καὶ τῶν ἄλλων φυσικῶν ὅσοι μάνωσιν καὶ πύκνωσιν ἐτίθεντο τὰ ἐναντία, καὶ πρότερόν γε προειρήκαμεν. καὶ νὴ Δία εὐλόγως ἔμοιγε δοκοῦσιν ἐπὶ τοῦτο ἅπαντες ἐληλυθέναι· δεῖ γὰρ τὰς ἀρχὰς πρῶτον μὲν ἐξ ἀλλήλων μὴ εἶναι — ἔσται γὰρ οὕτως ἑκάστη ἅμα ἀρχή τε καὶ οὐκ ἀρχή —, δεύτερον δὲ μηδὲ ἐξ ἄλλων — εἰ γὰρ μὴ πρῶται εἶεν, πῶς ἂν εἶεν ἀρχαί; — καὶ τρίτον ἐκ τούτων εἶναι τὰ πάντα· τοῦτο γὰρ μάλιστα ἴδιον τῶν ἀρχῶν. ταῦτα δὴ ἅπαντα τοῖς πρώτοις ἐναντίοις ὑπάρχει. πρῶτα δὲ ἐναντία λέγω τὰ γενικώτατα· οὐκ ἐξ ἄλλων μὲν γάρ, ὅτι δὴ καὶ πρῶτα· οὐκ ἐξ ἀλλήλων δέ, ὅτι δὴ καὶ ἐναντία. καὶ μηδὲν ταραχθῇς· λέγομεν γὰρ ἐκ λευκοῦ τὸ μέλαν γίνεσθαι, οὕτως μὲν γὰρ γίνεται ἐξ ἀλλήλων τὰ ἐναντία, ὅπερ κυριώτερον εἴποις ἂν οὐκ ἐξ ἀλλήλων, ἀλλὰ μετʼ ἄλληλα. ἀλλὰ πῶς εἶπον μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία; ὡς λέγομεν ἐκ χαλκοῦ γίγνεσθαι τὸν ἀνδριάντα· οὐ γὰρ ὡς ὑπομένοντος θατέρου θάτερον μετὰ τοῦ φυλάττειν τὴν οἰκείαν φύσιν γεννῶντος τὸ ἐναντίον· δεῖ μὲν γὰρ αὐτὰ σῴζεσθαι ὡς ἀρχάς, εἰ δὲ σῳζόμενα εἰς ἄλληλα μεταβάλλει, συνυπάρχοι ἂν τὰ ἐναντία, ὅπερ ἀμήχανον. πῶς δὲ καὶ ἐκ τούτων τὰ ἄλλα; ὅτι κατὰ μεταβολὴν ἡ γένεσις, ὡς δειχθήσεται, εἰς δὲ τὰ ἐναντία πᾶσα μεταβολή. ἀλλʼ ἐπειδὴ μὴ σφόδρα αὐτόθεν γνώριμον τὸ λεγόμενον, ἐπισκεψώμεθα αὐτὸ μικρὸν ἄνωθεν ἀρξάμενοι. ληπτέον δὴ πρῶτον ὅτι τῶν ὄντων οὐδὲν οὔτε ποιεῖν πέφυκεν οὔτε πάσχειν τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος· οὐ γὰρ ποιεῖν πέφυκεν ἄνθρωπος ἵππον, οὔτε πέφυκε πάσχειν ἀδάμας ὑπὸ σιδήρου· καὶ τοίνυν οὔτε γίγνεσθαι πέφυκε τὸ τυχὸν ἐκ τοῦ τυχόντος· οὐ γὰρ ἂν γένοιτο λευκὸν ἐκ μουσικοῦ, ἀλλὰ πάντως ἐκ μέλανος ἢ ξανθοῦ ἤ τινος ἑτέρου τῶν μέσων χρωμάτων. καίτοι φαίη τις ἂν ὅτι τοῦτο οὐκ ἀληθές· εἴποι γὰρ ἄν τις τὴν ἀηδόνα λευκὴν ἐκ μουσικῆς γεγονέναι. ἀλλʼ οὐχ ᾗ μουσικὴ πρότερον ἦν, ἀλλʼ ᾗ μέλαινα· ἐπειδὴ γὰρ συμβαίη ποτʼ ἂν τῷ μέλανι καὶ μουσικῷ εἶναι, τότε οὐκ ἂν ἐκ μέλανος οἴει γίγνεσθαι τὸ λευκὸν ἀλλʼ ἐκ μουσικοῦ; ἀλλὰ διαίρει τοῦ καθʼ αὑτὸ τὸ κατὰ συμβεβηκὸς καὶ πάντως εὑρήσεις ἐκ μέλανος ἢ ξανθοῦ ἢ φαιοῦ καθʼ αὑτὸ γιγνόμενον τὸ λευκόν, οὐδὲν δὲ κωλύει τὸ μέλαν τοῦτο ἢ μουσικὸν εἶναι ἢ πολιτικὸν ἢ στρατηγικὸν ἢ χαλκευτικόν· ὥστε οὐκ ἂν φθάνοις καὶ ἐκ πολιτικοῦ τὸ μέλαν γίγνεσθαι λέγων καὶ ἐξ ἀριθμητικοῦ πάλιν καὶ ἐκ πτηνοῦ καὶ ἐκ δίποδος, ἀλλὰ πᾶσαι αὗται κατὰ συμβεβηκὸς αἱ γενέσεις, καθʼ αὑτὸ δὲ γίγνεται τὸ λευκὸν ἐκ μέλανος ἢ τὸ σύνολον εἰπεῖν ἐκ μὴ λευκοῦ καὶ ἐκ τούτου γε οὐχ ἅπαντος — καὶ γὰρ ἱπποκένταυρος οὐ λευκὸν καὶ σκύλλα οὐ λευκόν —, ἀλλὰ ἐφʼ οὗ τὸ φαιὸν ἢ τὸ ξανθὸν ἢ τὸ ἐρυθρὸν ἁρμόζει λέγειν. οὕτως καὶ τὸ μουσικὸν ἐκ μὴ μουσικοῦ, ἀλλʼ οὐκ ἐκ τοῦ κίονος οὐδὲ τῆς νεώς· ἀλλὰ καὶ ἄμουσον ἄν τις ὀρθῶς προσαγορεύσειε καὶ εἴ τι μεταξὺ μουσικοῦ τέ ἐστι καὶ ἀμούσου. οὐδὲ δὴ φθείρεταί τι εἰς τὸ τυχόν· οὐ γὰρ φθείρεται καθʼ αὑτὸ τὸ λευκὸν εἰς μουσικὸν πλὴν εἰ μὴ κατὰ συμβεβηκός, οἷον φθαρείη ποτʼ ἂν λευκότης ἐπικαυθέντος ἀνθρώπου, φθαρείη δʼ ἂν εἰς μελανίαν. εἰ δὲ καὶ συμβαίη καὶ μουσικὸν εἶναι τὸν ἄνθρωπον κατὰ συμβεβηκός, καὶ εἰς μουσικὸν φθαρήσεται ἡ λευκότης· ὁμοίως δὲ καὶ τὸ μουσικὸν εἰ φθείροιτο, εἰς τὸ ἄμουσον οὐκ εἰς τὸ μέλαν φθαρήσεται. οὐ μόνον δὲ ἐφʼ ὧν κατʼ ἀλλοίωσιν ἡ γένεσις, ὡς ἐπὶ τῶν εἰρημένων, ἀλλὰ καὶ ἐφʼ ὧν κατὰ σύγκρισιν καὶ διάκρισιν ὡς ἐπὶ τῶν συντιθεμένων· ὁ γὰρ αὐτὸς λόγος, λανθάνει δὲ ἐπὶ τούτων ἐνίοτε, ὅτι μὴ κεῖται ἐπὶ πολλῶν ταῖς ἀντικειμέναις διαθέσεσι σύνηθες ὄνομα ὥσπερ τῷ λευκῷ καὶ τῷ μέλανι· ἀλλʼ ἐπʼ ἐνίων μὲν αἱ στερήσεις τούτων ὀνομάζονται, ἐπʼ ἐνίων δὲ οὐδὲ αὗται, ἀλλὰ αἱ τῶν ἑτέρων ἀντιφάσεις μόναι. τὰ μὲν γὰρ κοινὰ ὀνόματα εἴποιμεν ἂν ἐπὶ τῶν συνθέτων ἁπάντων ἁρμονίαν τε καὶ ἀναρμοστίαν, ἐξ ὧν αἱ γενέσεις καὶ εἰς ἃ αἱ φθοραί, τὰ δὲ ἴδια καθʼ ἕκαστον οὐκ ἔχομεν ἐκ τῆς συνηθείας, ἀλλʼ ὅμως ἅπαν γίνεται τὸ ἡρμοσμένον ἐξ ἀναρμόστου καὶ φθείρεται εἰς ἀνάρμοστον οὐκ εἰς τὸ τυχόν, ἀλλʼ εἰς τὸ ἀντικείμενον· οὐ γὰρ ἡ ἀνθρώπου ἁρμονία φθείρεται εἰς τὴν ἵππου ἀναρμοστίαν οὐδὲ ἡ τοῦ κυνὸς εἰς τὴν τοῦ φυτοῦ οὐδὲ γίνεται ἐξ ἐκείνων, ἀλλὰ φθείρεται μὲν ἄνθρωπος εἰς ἀνθρώπου ἀναρμοστίαν, φθείρεται δὲ ἵππος εἰς ἵππου, κἂν ἀντὶ τοῦ ἡρμοσμένου καὶ ἀναρμόστου τὸ τεταγμένον καὶ ἄτακτον ὀνομάζῃς κἂν τὸ σύνθετον καὶ τὸ ἀσύνθετον καὶ τὸ ἐσχηματισμένον καὶ τὸ ἀσχημάτιστον, ὅμως ταὐτὸν ἐν πᾶσιν εὑρήσεις. λάβε γὰρ καθʼ ἕκαστον παράδειγμα· ἡ τῆς οἰκίας τάξις ἐξ ἀταξίας γίνεται οὐ τῆς τυχούσης οὐδὲ οἵα γένοιτο ἂν νεώς, ἀλλʼ οἵα γένοιτο ἂν οἰκίας ἀταξία ἐκ τοῦ μὴ συγκεῖσθαι τοὺς λίθους ὡς δεῖ καὶ τὰς πλίνθους, καὶ φθείρεται τοίνυν εἰς ταύτην τὴν ἀταξίαν. πάλιν ὁ σωρὸς γίνεται τῶν πυρῶν ἐκ τοῦ μὴ συγκεῖσθαι τοὺς πυροὺς, οὐκ ἐκ τοῦ μὴ συγκεῖσθαι τὰ ξύλα, καὶ φθείρεται τοίνυν οὐκ εἰς ξύλων διαίρεσιν, ἀλλʼ εἰς πυρῶν. ὁ ἀνδριὰς ὁμοίως ἐκ τῆς ἀνδριάντος ἀσχημοσύνης· καὶ ἵνα μὴ καθʼ ἕκαστον λέγω, δῆλόν ἐστιν ὡς ἅπαν γίγνεται τὸ γιγνόμενον καὶ φθείρεται τὸ φθειρόμενον ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ, οἷς καὶ αὐτοῖς ἐξ ἐναντίων ἡ γένεσις ὡς ἐπὶ τῶν χρωμάτων· ὥστε καθόλου διορίσασθαι ἀληθές, ὅτι πάντα τὰ φύσει γιγνόμενα ἢ ἐναντία ἐστὶν ἢ ἐξ ἐναντίων, ἐναντία μὲν τὰ ἄκρα, ἐξ ἐναντίων δὲ τὰ μεταξύ. χρὴ δὲ μνημονεύειν, ὅταν λέγωμεν ἐξ ἐναντίων καὶ εἰς τὰ ἐναντία εἶναι τὰς γενέσεις καὶ τὰς φθοράς, ὡς οὐκ ἐξ ὑπομενόντων οὐδὲ εἰς ὑπομένοντα λέγοιμεν — οὕτω γὰρ ἂν ἡμῖν αὐτοῖς μαχοίμεθα —, ἀλλʼ ὥς φαμεν τόδε ἀπὸ τοῦδε καὶ τόδε γίγνεσθαι μετὰ τόδε. μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασιν καὶ τῶν ἄλλων οἱ πλεῖστοι· πάντες γὰρ οἱ τὰ στοιχεῖα καὶ τὰς ὑπʼ αὐτῶν καλουμένας ἀρχάς, καίπερ ἄνευ τοῦ πείθειν ἐκ τῆς ἐπαγωγῆς, ὅμως τὰ ἐναντία ποιοῦσιν ὥσπερ ὑπʼ αὐτῆς τῆς ἀληθείας ἀναγκασθέντες· διαφέρουσι δὲ ἀλλήλων τῷ τοὺς μὲν πρότερα καὶ γενικώτερα, τοὺς δὲ ὕστερα καὶ εἰδικώτερα λαμβάνειν, καὶ τοὺς μὲν λόγῳ, τοὺς δὲ αἰσθήσει γνωριμώτερα· οἱ μὲν γὰρ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, ὕστερα δὲ καὶ εἰδικώτερα καὶ γνωριμώτερα τῇ αἰσθήσει· οἱ δὲ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ ἄρτιον καὶ τὸ περιττὸν καὶ νεῖκος καὶ φιλίαν πρότερά τε καὶ γενικώτερα καὶ γνωριμώτερα τῷ λόγῳ. πὼς μὲν ἕτερα λαμβάνουσιν — ἄλλοι γὰρ ἄλλα —, πὼς δὲ ταὐτὰ μόνα· πάντα ταῦτα γὰρ ἀνάλογον ἔχει πρὸς ἄλληλα. ὡς γὰρ ἔχει τὸ νεῖκος πρὸς τὴν φιλίαν καὶ τὸ περιττὸν πρὸς τὸ ἄρτιον, οὕτως τὸ ψυχρὸν πρὸς τὸ θερμὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ὑγρὸν ἔχει· τὰ μὲν γὰρ ἐκ τῆς συστοιχίας ἐστὶ τῆς ὑπὸ τὴν σύγκρισιν καὶ τὴν ὑπεροχήν, τὰ δὲ ἐκ τῆς ὑπὸ τὴν διάκρισιν καὶ τὴν ἔλλειψιν. ἀλλʼ ὅτι μὲν ἐναντίας δεῖ τὰς ἀρχὰς εἶναι, φανερὸν ἐκ τούτων.

Ἐχόμενον δὲ εἰπεῖν, πόσαι τὸν ἀριθμὸν εἶεν ἄν. δέδεικται γὰρ ὡς οὔτε μίαν εἶναι δυνατὸν οὔτε ἀπείρους· μίαν μὲν ὅτι δύο τὰ ἐναντία, ἀπείρους δὲ ὅτι τὰ ἐναντία ἀμήχανον ἄπειρα εἶναι· δίχα γὰρ ἂν διαιρεθείη καὶ προσέτι τὴν ἐπιστήμην τῶν ὄντων ἀφαιρεθησόμεθα. ἔτι δὲ περὶ μίαν φύσιν καὶ περὶ ἓν γένος μία ἐστὶν ἐναντίωσις, γένος δὲ ἓν λέγεται ἀκριβῶς οὗ τὴν διαίρεσιν εἰς εἴδη ποιούμεθα, οὐκ εἰς γένη· οὕτω περὶ χρῶμα τὸ μέλαν καὶ τὸ λευκὸν ἢ περὶ τοὺς χυμοὺς τὸ γλυκὺ καὶ τὸ πικρόν· ἐναντίωσιν γὰρ λέγω τὴν σχέσιν τῶν δυεῖν ἐναντίων. καὶ τοίνυν περὶ τὴν ἔνυλον καὶ γενητὴν οὐσίαν, ἧς τὰς ἀρχὰς ἐπιζητοῦμεν, μία ἡ ἐναντίωσις, ἄλλως τε τί κωλύει λέγειν πεπερασμένας; Ἐμπεδοκλῆς γοῦν πεπερασμένας ὑποθέμενος βέλτιον ποιεῖ τὰ γιγνόμενα Ἀναξαγόρου.

Εἰ δὲ δὴ ταῦτα ἀληθῆ λέγομεν καὶ μία ἐστὶν ἐναντίωσις περὶ μίαν φύσιν, ἆρα μόνας τὰς ἀρχὰς ὑποθετέον τὰ δύο πρῶτα ἐναντία ἢ δεῖ συζεῦξαί τινα ὕλην αὐτοῖς καὶ ὑποκείμενον; ἐμοὶ μὲν τοῦτο καὶ ἀναγκαῖον δοκεῖ· σκέψαι δὲ καὶ σὺ κατὰ σαυτόν, εἰ δύναται πυκνότης μανότητα ποιεῖν καθʼ ἑαυτὴν ἢ θερμότης ψυχρότητα ἢ τὴν φιλίαν τὸ νεῖκος ἢ τοὔμπαλιν ἑκάστη τὴν ἄλλην, μᾶλλον δέ—τί λέγω ποιεῖν; —εἶναι καθʼ ἑαυτὴν ἑκάστη καὶ ὑφεστάναι ἢ θερμότης καθʼ ἑαυτὴν ἢ ψυχρότης· ἢ μᾶλλον τρίτον τι τούτοις ἕτερον ὑποθετέον, περὶ ὃ καὶ αὐτὰ ὑποστήσεται καὶ γεννήσει τὰ ἐφεξῆς διατιθέν πως ἀνὰ μέρος τὸ ὑποκείμενον. αὐτὰ μὲν γὰρ οὐδʼ ἂν ὑπομένοιεν ἄλληλα οὐδʼ ἂν ὑποδέξαιτο σῳζομένη τὴν σύγκρισιν ἡ διάκρισις ἢ τὴν μανότητα ἡ πυκνότης, ὑποχωρεῖ δὲ ἀλλήλοις τὸ ἕτερον ὑφʼ ἑτέρου τινὸς ἀεὶ τὸ εἰσιὸν δεχομένου. διὰ τοῦτο καὶ οἱ παλαιοὶ τοῖς ἐναντίοις ἢ μίαν τινὰ φύσιν ἢ πλείους ὑπετίθεσαν. πρὸς τούτοις δὲ ὅρα καὶ ἐκ τοῦ λόγου τὸ ἀναγκαῖον. τὰς ἀρχὰς οὐκ ἐν ὑποκειμένῳ θετέον· εἴη γὰρ ἂν οὕτως τῆς ἀρχῆς ἀρχή· τὸ γὰρ ὑποκείμενον πρότερον καὶ ἡ οὐσία τῶν ἐν αὐτῇ, τὰ ἐναντία δὲ ἐν ὑποκειμένῳ πάντως· οὐκ ἄρα ἀρχαὶ τὰ ἐναντία. πάλιν οὐδενὶ τῶν ὄντων ὁρῶμεν ὑποκείμενα τὰ ἐναντία, τὰς δὲ ἀρχὰς ὑποκεῖσθαι δεῖ πᾶσιν· οὐκ ἄρα ἀρχαὶ τὰ ἐναντία. πάλιν οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ, οὔκουν οὐσίαι τὰ ἐναντία, εἰ δὲ μὴ οὐσίαι, δῆλον ὡς οὐδὲ ἀρχαί· οὐ γὰρ δήπου τὰς ἀρχὰς τῶν οὐσιῶν οὐκ οὐσίας ποιήσομεν. εἰ τοίνυν ὁ μὲν πρότερος λόγος ἐναντίωσιν εἶναι δεῖν ἐν ταῖς ἀρχαῖς ἀναγκάζει, ὁ δεύτερος δὲ οὔ φησιν ἀρχὰς εἶναι τὰ ἐναντία, συνακτέον αὐτοὺς τὸ τρίτον προσθέντας, λέγω δὲ τὴν ὕλην, ὃ καὶ μᾶλλον ἀρχή — πρότερον γάρ —, ἀλλʼ ὅμως δεῖται κἀκείνων· καθʼ ἑαυτὴν γὰρ οὐδενὸς αὐτὴ ποιητική. ἥπτοντο οὖν τῆς ἀληθείας καὶ οἱ ἀρχαῖοι· καὶ γὰρ ἐκεῖνοι μίαν τινὰ φύσιν ὑπετίθεσαν τοῖς ἐναντίοις, διʼ ἣν καὶ ἓν τὸ πᾶν ἐκάλουν οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ μεταξύ. βέλτιον δὲ οἱ τὸ μεταξύ· τὸ γὰρ πῦρ ἤδη φανερῶς συμπλέκεται τοῖς ἐναντίοις· θερμὸν γὰρ καὶ ξηρὸν κατὰ τὴν οἰκείαν φύσιν τὸ πῦρ, δεῖ δὲ μηδὲν ἔχειν τῶν ἐναντίων ἐν τῷ οἰκείῳ λόγῳ τὸ ὑποκείμενον· ἀνάγκη γὰρ ἢ μὴ δέχεσθαι θάτερον τῶν ἐναντίων ἢ φθείρεσθαι· ἄμφω δὲ τῇ περὶ τῆς ἀρχῆς ἐννοίᾳ διαμάχεται. διὸ οὐκ ἀλόγως ποιοῦσιν οἱ τὸ ὑποκείμενον ἕτερον τῶν στοιχείων τούτων ποιοῦντες. τῶν δὲ ἄλλων οἱ ἀέρα· καὶ γὰρ ὁ ἀὴρ ἥκιστα ἔχει τῶν ἄλλων αἰσθητὰς διαφοράς. τρίτοι δὲ οἱ τὸ ὕδωρ ὑποτιθέντες· θερμαίνεται γὰρ καὶ ψύχεται καὶ χεῖται καὶ πήγνυται ὑπομένον. ἀλλὰ πάντες γε τὸ ἓν τοῖς ἐναντίοις σχηματίζουσιν οἷον πυκνότητι μανότητι καὶ τῷ μᾶλλον καὶ τῷ ἧττον, ταῦτα δέ ἐστιν ὅλως ὑπεροχὴ καὶ ἔλλειψις δηλονότι· καὶ ἔοικε παλαιά τις εἶναι καὶ αὕτη ἡ δόξα, ὅτι δεῖ τρεῖς εἶναι τὰς ἀρχὰς τὸ ἓν καὶ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, πλὴν τὸν μὲν ἀριθμὸν τῶν ἀρχῶν τὸν αὐτὸν ἅπαντες λέγουσιν, οὐχ ὡσαύτως δὲ ἅπαντες. οἱ μὲν γὰρ παλαιοὶ τὰ μὲν δύο ποιεῖν, τὸ δὲ ἓν πάσχειν· Πλάτων δὲ ἀνάπαλιν, ὥσπερ καὶ τὸ πρότερον εἴρηται. τὸ μὲν οὖν φάναι τρία τὰ στοιχεῖα — περὶ γὰρ στοιχείων τῶν ἐνυπαρχόντων τοῖς γινομένοις ἡμῖν ὁ λόγος — δόξειεν ἂν καὶ σφόδρα εὔλογον εἶναι, τὸ δὲ πλείω τριῶν οὐκέτι· πρὸς μὲν γὰρ τὸ παθεῖν αὔταρκες τὸ ὑποκείμενον, πρὸς δὲ τὸ ποιῆσαι τὰ ἐναντία. εἰ δὲ προσθείη τις ἢ ἐναντίωσιν ἄλλην ἢ ὑποκείμενον, καθʼ ἕκαστον ἀναγκασθήσεται διπλασιάζειν· εἴτε γὰρ ἐναντίωσιν ἄλλην, καὶ ὑποκείμενον ἕτερον· εἴτε ὑποκείμενον ἕτερον, ἑτέραν καὶ ἐναντίωσιν. εἰ μὲν οὖν ταὐτὰ ἐξ ἑκατέρας τριάδος γενήσεται, περιττὴ παντελῶς ἡ ἑτέρα· εἰ δʼ ἄλλα ἐξ ἑκατέρας, πρῶτον μὲν οὐκ ἔσονται πάντων τῶν γενητῶν αἱ αὐταὶ ἀρχαί — οὐδὲ εἰς ἄλληλα μεταβάλλει τὰ στοιχεῖα γῆ πῦρ ὕδωρ ἀήρ —, ἔπειτα τί δήποτε δύο μόνον ἔσονται τριάδες καὶ οὐχὶ πλείους καὶ οὐχὶ ἄπειροι; οὐδένα γὰρ εὑρίσκω λόγον, ὃς δύο μὲν εἶναι κατασκευάζει, πλείους δὲ μή· εἰ γὰρ ὅτι χρὴ διαφέρειν τὰς τῶν ζῴων καὶ τὰς τῶν φυτῶν, διὰ τί δὲ καὶ τὸ καθʼ ἕκαστον εἶδος τῶν ζῴων καὶ καθʼ ἕκαστον εἶδος τῶν φυτῶν οὐ διοίσουσιν; ἔπειτα ὁρῶμεν τρεφόμενα τὰ μὲν ζῷα ἐκ τῶν φυτῶν, τὰ φυτὰ δὲ γενόμενα ἐκ τῶν στοιχείων, ὡς εἶναι φανερὰν τὴν εἰς ἄλληλα πάντων μεταβολήν· εἰ δὲ δύο μὲν ποιήσαιμεν ἐναντιώσεις, ἓν δὲ τὸ ὑποκείμενον, εἰ μὲν μεταβάλλοιεν εἰς ἀλλήλας, τὰ αὐτὰ πάλιν ἄτοπα ἀκολουθήσει· εἰ δὲ καὶ γίγνονται ἐξ ἀλλήλων, περιττὴ πάλιν εὐθὺς ἡ ἑτέρα· αἱ αὐταὶ γὰρ ἀλλήλαις οὕτω γενήσονται. ἐπεὶ γὰρ τῶν ἐναντίων ἡ μεταβολὴ εἰς ἐναντία, ἔστω μία μὲν ἐναντίωσις ἡ α β, ἑτέρα δὲ ἡ γ δ. εἰ δὴ τὸ α ὡς εἰς τὸ β, οὕτως καὶ εἰς τὸ δ, ταὐτὸν ἂν εἴη τὸ β καὶ τὸ δ. καὶ εἰ τὸ β ὡς εἰς τὸ α, οὕτως καὶ εἰς τὸ γ, ταὐτὸν ἂν εἴη τὸ α καὶ τὸ γ· καὶ γὰρ εἰς ἐναντίον ἡ μεταβολὴ καὶ ἓν ἑνὶ ἐναντίον. ἀλλὰ δὴ καὶ ἔφαμεν πρότερον περὶ μίαν φύσιν μίαν εἶναι καὶ ἐναντίωσιν, μία δὲ ἡ φύσις καὶ ἡ οὐσία ἡ γενητή τε καὶ ἔνυλος· εἰ γὰρ καὶ πλείω εὑρίσκοιντο, ὑπαχθήσονται ὑπὸ τὰς πρώτας τὰς ἐν τῷ γένει καὶ προσεχεῖς τῆς οὐσίας οἷον ὡς ἐπὶ τῆς ποιότητος εὕροις ἄν· τὸ γὰρ μέλαν καὶ τὸ λευκὸν χρώματός ἐστι προσεχὴς ἐναντίωσις, οὐ ποιότητος. ἢ εἴ τις αὐτῆς τῆς ποιότητος προσεχὴς ἐναντίωσις εὑρεθείη, εἰς ἐκείνην ἀναχθήσονται καὶ αἱ ἄλλαι. ὅτι μὲν οὖν οὔτε ἓν τὸ στοιχεῖον οὔτε πλείω δυεῖν ἢ τριῶν, φανερὸν ἐκ τούτων· πότερον δὲ δύο ἢ τρία, πολλὴν ἀπορίαν ἔχει.

Ὧδε οὖν ἡμεῖς λέγομεν πρῶτον περὶ πάσης καθόλου γενέσεως ἐπελθόντες, οὐ τῆς κατʼ οὐσίαν μόνον ἀλλὰ καὶ τῆς κατʼ ἀλλοίωσιν, οἷον οὐ μόνον πῶς ἄνθρωπος γίνεται καὶ φυτόν, ἀλλὰ καὶ πῶς ἄνθρωπος μουσικὸς καὶ πῶς Καλλίας γραμματικός· ῥᾷον γὰρ ἐκ τῶν κοινῶν τὰ περὶ ἕκαστον ἴδια θεωρήσομεν, ὡς καὶ προὐθέμεθα ἐξ ἀρχῆς. ὅταν τοίνυν λέγωμεν ἕτερον ἐξ ἑτέρου γίγνεσθαι, ἢ ἐξ ἁπλοῦ τινος λέγωμεν ἢ ἐκ συνθέτου· ἐξ ἁπλοῦ μὲν ὅταν λέγωμεν ἐξ ἀμούσου μουσικὸν γίγνεσθαι καὶ ἐξ ἀγραμμάτου γραμματικὸν ἢ νὴ Δία γε ὅτι τὸ ἄμουσον μουσικὸν γίγνεται καὶ τὸ ἀγράμματον γραμματικόν· ταὐτὸν γὰρ σημαίνει κἂν οὕτω τὴν λέξιν μεταρρυθμίζωμεν, ἐπειδὴ καὶ ὅταν λέγωμεν τὸν ἄνθρωπον γίγνεσθαι μουσικόν, ἁπλοῦν καὶ τότε λαμβάνομεν οὐ μόνον τὸ μεταβάλλον οἷον τὸν ἄνθρωπον, ἀλλὰ καὶ εἰς ὃ μεταβάλλει, τὸ μουσικόν. ἐὰν μέντοι συμπλέξαντες τὸν ἄμουσον ἄνθρωπον γίγνεσθαι μουσικόν, συντίθεμεν ἐν τῇ λέξει ταύτῃ τό τε μεταβάλλον, τὸν ἄνθρωπον, καὶ ἐξ οὗ μεταβάλλει, τὸ ἄμουσον. τούτων τοίνυν τῶν δυεῖν τὸ σύνθετον ἡμῖν ποιούντων, λέγω δὲ τοῦ ἀνθρώπου καὶ τοῦ ἀμούσου, διαφορά τις εὑρίσκεται καὶ κατὰ τὴν λέξιν καὶ κατὰ τὰ πράγματα, εἰ ἁπλᾶ καὶ χωρὶς λέγοιντο. κατὰ μὲν τὴν λέξιν, ὅτι τὸ μὲν διχῶς ἂν σχηματισθείη· λέγομεν γὰρ καὶ ἐξ ἀμούσου γίγνεσθαι μουσικὸν καὶ τὸ ἄμουσον γίγνεσθαι μουσικόν, θάτερον δὲ οὐκέτι παραπλησίως, ἀλλʼ ἐπὶ μὲν τῶν πλείστων τόδε μόνον· φαμὲν γὰρ τὸν ἄνθρωπον γίνεσθαι μουσικόν, οὐκ ἐξ ἀνθρώπου γίνεσθαι μουσικόν, καὶ Καλλίαν γραμματικόν, οὐκ ἐκ Καλλίου γραμματικόν· ἐπʼ ὀλίγων δὲ τὸ «ἐκ τοῦδε» δόξειεν ἂν εὐλογώτερον λέγεσθαι ἢ τὸ «τόδε», οἷον ἐκ χαλκοῦ ἀνδριάντα γίνεσθαί φαμεν, οὐ τὸν χαλκὸν ἀνδριάντα καὶ ἐκ πλίνθων γίνεσθαι οἰκίαν, οὐ τὰς πλίνθους γίνεσθαι οἰκίαν. καὶ αὕτη μὲν κατὰ τὴν λέξιν ἡ διαφορά, ἐκείνη δὲ κατὰ τὴν φύσιν καὶ πολλῷ φανερωτέρα· τὸ μὲν γὰρ ἐν ταῖς μεταβολαῖς ὑπομένει, τὸ δὲ οὐχ ὑπομένει· ὁ μὲν γὰρ ἄνθρωπος μουσικὸς γενόμενος ἄνθρωπός ἐστι καὶ ὑπομένει, τὸ δὲ ἄμουσον οὐχ ὑπομένει· οὔτʼ ἂν καθʼ αὑτὸ λέγῃς τὸ ἄμουσον γίνεσθαι μουσικόν, τὸ ἄμουσον ὑπομένει, οὔτʼ ἂν τῷ ἀνθρώπῳ συμπλέκῃς τὸν ἄμουσον ἄνθρωπον γίνεσθαι μουσικόν, ὁ ἄμουσος ἄνθρωπος ὑπομένει· λέγω δὲ τὸ ὅλον τοῦτο καὶ σύνθετον ἐκ τῶν δυεῖν. οὕτω δὴ τούτων διωρισμένων τὸ μὲν ὑπομένον ὕλην καλῶ, τὸ δὲ μὴ ὑπομένον στέρησιν, τὸ ἄμουσον τὸ ἀγράμματον. ταῦτα δὲ φαντασθείημεν ἂν τὰ αὐτὰ εἶναι τῇ ὕλῃ κατʼ ἀριθμόν· οὐδὲ γὰρ δύναται καθʼ αὑτὰ ὑποστῆναί ποτε, ἀλλὰ περὶ τὸν ἄνθρωπον τὸ ἄμουσον καὶ τὸ ἀγράμματον θεωρεῖται· ὁ λόγος δέ σοι αὐτὰ διακρίνει. οὐ γὰρ ταὐτὸν ἀνθρώπῳ τε καὶ ἀμούσῳ εἶναι ἀνθρώπῳ. μεμνῆσθαι δὲ χρὴ καὶ τῶν προτέρων διαφορῶν ὅτι τὸ μὲν ὑπομένειν ἔφην, τὸ δὲ οὐχ ὑπομένειν· τὸν μὲν γὰρ ἄνθρωπον σῴζεσθαι, τὸ δὲ ἄμουσον μή. καὶ τοῦτο εἰκότως· γινομένης γὰρ εἰς τὸ μουσικὸν τῆς μεταβολῆς ὑπεξίσταται μὲν τὸ ἐναντίον τῷ εἰσιόντι, μένει δὲ ὃ οὐκ ἀντίκειται. ἱκανὴ δὲ καὶ ἡ κατὰ τὴν λέξιν διαφορά, ἔφην δὲ ἐπὶ μὲν τῆς στερήσεως καὶ τὸ «ἐκ τοῦδε» λέγεσθαι καὶ τὸ «τόδε» — καὶ γὰρ ἐξ ἀμούσου μουσικὸν καὶ τὸ ἄμουσον γίνεσθαι μουσικόν —, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ συνθέτου· ἐπὶ δὲ τῆς ὕλης οὐκέτι ὁμοίως καθʼ ἑαυτὴν λεγομένης, ἀλλʼ ἐφʼ ὧν μὲν θάτερον ἐφʼ ὧν δὲ θάτερον μᾶλλον ἁρμόζει· τὸν μὲν ἄνθρωπον γίνεσθαι γραμματικὸν οὐκ ἐξ ἀνθρώπου γραμματικόν, ἐκ δὲ ξύλων τὴν ναῦν, οὐ τὰ ξύλα γίνεσθαι ναῦν. καίτοι φαίης ἂν οἰκειότερον εἶναι τὸ μὲν «ἐκ τοῦδε» τῇ στερήσει, θάτερον δὲ τῷ ὑπομένοντι καὶ τῇ ὕλῃ· σημαίνει μὲν γὰρ μᾶλλον ἐκείνη ἡ πτῶσις τὸ ἐκχωροῦν, ἡ δὲ δὴ καὶ ὑφιστάμενον· ἀλλʼ ὅμως λέγεται τὸ «ἐκ τοῦδε» καὶ ἐπὶ τῆς ὕλης ὡς προειρήκαμεν, λέγεται δὲ ἐπʼ ἐκείνων ἐφʼ ὧν οὐκ ἔστιν ὠνομασμένον τὸ ἀντικείμενον, ἀλλʼ ἐνυπάρχει μὲν τῇ ὕλῃ, δῆλον δὲ οὐκ ἔστιν. τότε γὰρ τὸ «ἐκ τοῦδε» κατὰ τῆς ὕλης κατηγοροῦμεν ὡς ἐχούσης ἐν αὑτῇ καὶ τὸ ἐναντίον τῇ μελλούσῃ μορφῇ· τὴν γὰρ ἀντικειμένην ἀμορφίαν τῷ σχήματι τοῦ ἀνδριάντος οὐκ ἔχοντες ὀνομάσαι ἐκ τοῦ χαλκοῦ λέγομεν γίγνεσθαι τὸν ἀνδριάντα ὡς ἐνυπαρχούσης αὐτῷ καὶ τῆς ἀμορφίας. σχεδὸν οὖν τοῦτο λέγομεν, ὡς ἐκ τοῦ ἀμορφώτου χαλκοῦ κατὰ τὴν ἀνδριάντος ἀμορφίαν γίγνεται ὁ ἀνδριάς, καὶ ἐκ τῶν ἀσχηματίστων ξύλων κατὰ τοδὶ τὸ σχῆμα γίγνεται ἡ ναῦς· εἰ γὰρ καὶ τῇ λέξει μὴ φανερῶς, τῇ δυνάμει γε τοῦτο σημαίνομεν· διόπερ ἐξ ἀρχῆς διαιρούμενος ἔφην τὸ «ἐκ τοῦδε» καὶ ἐπὶ τοῦ συνθέτου λέγεσθαι ὡς ἐκ τοῦ ἀγραμμάτου ἀνθρώπου τὸν γραμματικόν, ἀλλʼ ἐπί τινων μὲν καὶ διαρρήδην ὡς ἐπὶ τούτου, ἐπʼ ἐνίων δὲ τῇ δυνάμει ὡς ἐκ τοῦ χαλκοῦ τὸν ἀνδριάντα. καὶ τοίνυν ὅταν λέγωμεν «ἐξ ὕδατος ἀὴρ γίγνεται», καὶ τότε λέγομεν τὸ «ἐκ τοῦδε» ὡς ἐκ τοῦ συνθέτου· σύνθετον γάρ ἐστι τὸ ὕδωρ ἔκ τε τοῦ ὑπομένοντος καὶ τοῦ ἀντικειμένου τῷ εἴδει τῷ ἐνυπάρχοντι μέλλοντος ἀέρος γενήσεσθαι· διὰ τοῦτο γὰρ οὐδὲ ὑπομενόντων αὐτῶν, ἅπερ ἦν, γίγνεται τὰ ἐξ αὐτῶν· οὐδὲ γὰρ τὰ σύνθετα ἐλέγομεν ὑπομένειν ὅλα, οἷον τὸν ἄμουσον ἄνθρωπον ὅταν γίγνηται μουσικός. ἀλλὰ ταῦτα μὲν ἴσως πέρα τῶν ἱκανῶν.

Δεῖται δὲ πάντως τῆς στερήσεως ἡ ὕλη πρὸς τὰς γενέσεις· μὴ γὰρ οὔσης ταύτης περὶ αὐτὴν πῶς ἄν τι γένοιτο; ἐξ αὐτοῦ; ἤδη γὰρ ἂν φθάνοι ἢ γίγνεται· δεῖται μέντοι ὡς συμβεβηκυίας ἄλλης φύσεως ἄλλῃ φύσει, εἰ καὶ μὴ καθʼ ὑπόστασιν, κατὰ γοῦν τὸν λόγον· πάλιν γὰρ εἴπερ ἐν τῇ οἰκείᾳ οὐσίᾳ τὴν στέρησιν ἔχει συνειλημμένην, φθείροιτο ἂν ταῖς εἰς τὸ εἶδος μεταβολαῖς, εἴγε τὸ εἶναι αὐτῆς ἐν τῷ ἐστερῆσθαι. καίτοι λέγομεν τῆς ὕλης τὸ εἶναι ἐν τῷ δυνάμει, ἡ δὲ δύναμις δηλονότι μετὰ τῆς στερήσεως· οὐδὲ γὰρ ἔτι δύναμις ἂν εἴη μὴ σὺν αὐτῇ πάντως καὶ τῆς στερήσεως νοουμένης. ἵνα οὖν μὴ τοῦτο διαταράττῃ, καλῶς ἔχει μικρὸν ἄνωθεν ἀναλαβεῖν. ἑκάστῳ τοίνυν τῶν ὁπωσδήποτε ὑφεστώτων τὰ μὲν ὑπάρχει καθʼ αὑτὸ κρινομένῳ, τὰ δὲ παραβαλλομένῳ πρὸς ἕτερον, οἷον τῷ ξύλῳ τὸ μὲν εἶναι διπήχει καθʼ αὑτό, τὸ δὲ διπλασίῳ πρὸς ἕτερον. καὶ τοίνυν τῇ ὕλῃ τὸ μὲν εἶναί τι καὶ ὑπάρχειν ὅλως καθʼ αὑτό, τὸ δὲ δυνάμει εἶναι πρὸς ἕτερον· οὐ γὰρ δὴ καὶ πρὸς τὸ ὕλῃ εἶναι τὸ δυνάμει ἔχει· εἴη γὰρ ἂν οὕτως ὕλη τὸ ὕλῃ εἶναι, ἀλλὰ δῆλον, ὡς οὖσά τι πρῶτον αὐτὴ καὶ ὑπάρχουσα ἐνεργείᾳ οὕτως ὕλη τινῶν ἐστὶ καὶ τὸ δυνάμει πρὸς ταῦτα ἔχει. τὸ μὲν οὖν ὄνομα τῆς ὕλης πάντως τὸ δυνάμει συνεφέλκεται καὶ πρὸς ἃ λέγεται ὕλη, πρὸς ταῦτά ἐστι καὶ δυνάμει, οὐ μὴν τό γε εἶναι αὐτῆς τοιοῦτόν ἐστιν ὡς μόνον πρὸς ἕτερα εἶναι. ἀλλὰ χαλεπὸν μὲν ὡς ἀληθῶς καταληφθῆναι τῆς σχέσεως ταύτης ἀπογυμνουμένην· φανείη δʼ ἂν προσκαρτεροῦντι. πάλιν οὖν ἀναληπτέον. δυεῖν γὰρ ὀνομάτων περὶ αὐτῆς λεγομένων ὑποκειμένου τε καὶ ὕλης τὸ μὲν ἔοικεν ἅπτεσθαι μᾶλλον αὐτῆς ἐκείνου τοῦ εἶναι ὃ κέκτηται καθʼ ἑαυτήν, τὸ δὲ ᾗ πρὸς ἕτερα ἔχει· ἀμφότερα μὲν γὰρ τῶν πρὸς ἄλληλα· καὶ γὰρ ἡ ὕλη τινὸς καὶ τὸ ὑποκείμενον τινί. ἀλλʼ ὅταν μὲν ὡς ὕλη τινὸς λαμβάνηται, τότε ἔσται μετὰ στερήσεως καὶ τοῦ δυνάμει· λέγεται γὰρ ἡ ὕλη τοῦ μήπω γεγενημένου· ὅταν δὲ ὡς ὑποκείμενον, οὐ πάντως μετὰ στερήσεως· ὑποκεῖσθαι μὲν γὰρ οὐ κωλύεται καὶ τῷ ἐνυπάρχοντι εἴδει, ὕλη δὲ πῶς ἂν εἴη τούτου λοιπὸν πρὸς ὃ μηκέτι ἔχει τὸ δυνάμει; ὥστε καὶ τὸν χαλκόν, μέχρι μὲν ἀσχημάτιστός ἐστιν, εἴποις ἂν ὕλην εἶναι τοῦ ἀνδριάντος· ὅταν δὲ διορισθῇ τῇ μορφῇ, οὐκέθʼ ὕλη ἀλλʼ ὑποκείμενον. σημεῖον δέ, ὅτι κατὰ τὸ ὑποκείμενον μένων ὁ χαλκὸς αὐτὸς οὑτοσὶ ἄλλοτε ἄλλως γίγνεται ὕλη· ὅπερ γάρ φησιν ὁ Βοηθός, ἡ ὕλη ἐν τοῖς ποιοῖς οὐκέτι ὕλη διαμένει· ἄμορφος γὰρ καθʼ αὑτὴν καὶ ἀνείδεος εἴγε ὕλη, ἀλλʼ εἰς ὑποκείμενον ἤδη περιίσταται· μετʼ εἴδους γὰρ τοῦτο καὶ πέρατος καὶ ὑποκείμενον εἴδει καὶ πέρατι. ἡ μὲν γὰρ ὕλη πρὸς τὸ ἐσόμενον ὠνομάσθαι φαίνεται, τὸ δὲ ὑποκείμενον πρὸς τὸ ἤδη ἐνόν· καὶ εἴη ἂν τὸ πρᾶγμα τοῦτο, ὃ λέγομεν ὕλην, ὑποκείμενόν τι ᾧ συμβέβηκεν ἐν τῇ φύσει τὸ δεκτικὴν εἶναι τῶν ἐναντίων· ὥσπερ γὰρ τοῦ εἴδους, οὕτως καὶ τῆς στερήσεώς ἐστι δεκτική. πῶς οὖν ἄποιος καθʼ ἑαυτήν; ὅτι νὴ Δία μὴ στέρησιν ἐνταῦθα ποιότητος σημαίνει τὸ ἄποιον, ἀλλʼ ἀπόφασιν ὡς τὸ ἀγράμματον, ὡς τὸ ἄμουσον ἀντὶ τοῦ μὴ γραμματικοῦ καὶ μὴ μουσικοῦ. εἰ δὲ ἐσήμαινε στέρησιν, ποιότητα ἂν αὐτῇ προσετίθει τὸ ἄποιον· καὶ γὰρ ἡ στέρησις οἱονεὶ ποιότης. ἐφʼ ὧν γοῦν ἀληθὴς ἀπόφασις, ἡ στέρησις οὐ συνέπεται· οὐ γὰρ ἐφʼ ὧν τὸ μὴ δίκαιον, καὶ τὸ ἄδικον. οὐδὲ ἐφʼ ὧν τὸ μὴ κομῶν, καὶ τὸ φαλακρόν. οὐδαμῶς οὖν τὸ εἶναι τῆς ὕλης ἐν τῷ ἐστερῆσθαι, ἀλλʼ ὥσπερ ὁ κηρὸς δυνάμενος λέων γενέσθαι — οὐδὲ γὰρ ἂν ἦν ἔτι κηρὸς ἡνίκα λέων ἐγένετο —, οὕτω καὶ τὸ πρῶτον ὑποκείμενον δυνάμενον ἁπάσας δέχεσθαι τὰς μορφὰς ἐν στερήσει μέν ἐστιν ἁπασῶν, οὐ μὴν καθὸ ὑποκείμενόν ἐστι, κατὰ τοῦτο ἔστιν ἐν στερήσει· οὐδὲ γὰρ ἂν ἦν ὑποκείμενον ἔτι, εἰ στερήσει τινὰ μορφὴν ἀφωρίζετο, ἀλλὰ καθὸ συμβέβηκεν αὐτῷ ὄντι τινὶ καθʼ αὑτὸ καὶ πρὸς ἄλλα εὐφυῶς ἔχειν. διὰ τοῦτο καὶ ὁρισθεῖσα ὑπό τινος εἴδους ὑποκείμενον μὲν οὐδὲν κωλύεται εἶναι, ὕλη δὲ οὐκ ἔστιν ἔτι τούτου. τοῦτο μὲν οὖν καὶ εἰς ὕστερον ἐπισκεψόμεθα, ἐπανιτέον δὲ ὅθενπερ ἐξέβημεν. πολλαχῶς τοίνυν τοῦ γίγνεσθαι λεγομένου καὶ τῶν μὲν οὐ γίγνεσθαι ἁπλῶς λεγομένων ἀλλὰ τόδε τι γίγνεσθαι, ἁπλῶς δὲ γίγνεσθαι λεγομένων τῶν οὐσιῶν — τὸ μὲν γὰρ λευκὸν οὐχ ἁπλῶς γίγνεσθαι ἀλλὰ τόδε τι πάντως· σῶμα γὰρ γίγνεται λευκὸν καὶ διπηχυαῖον γίγνεται οὐχ ἁπλῶς ἀλλὰ τουτὶ τὸ δένδρον· φυτὸν μέντοι γίγνεται ἁπλῶς καὶ ἄνθρωπος γίγνεται ἁπλῶς —, κατὰ τοσούτους οὖν τρόπους τοῦ γίγνεσθαι λεγομένου ἐπὶ μὲν τῶν συμβεβηκότων φανερὸν τὸ ὑποκείμενον· ἢ γὰρ ζῷον ἢ φυτὸν ἢ σῶμα ὅλως ἐφʼ οὗ τὸ ποιὸν ἢ τὸ ποσὸν ἢ τὸ πρὸς ἕτερον γίγνεται, ἐπὶ δὲ τῶν οὐσιῶν τῶν γίγνεσθαι ἁπλῶς λεγομένων οἰήσεταί τις ἴσως μηδενὸς δεῖσθαι ὑποκειμένου· μὴ γὰρ γίγνεσθαι τὴν γιγνομένην οὐσίαν· αὐτὴ δέ ἐστιν ἡ πρώτη καὶ αἰσθητὴ ἡ μήτε ἐν ὑποκειμένῳ μήτε καθʼ ὑποκειμένου. ὡς οὖν καὶ αὐταὶ δέονταί τινος ὑποκειμένου πρὸς τὰς γενέσεις, εἰ καθολικώτερον περὶ πάντων τῶν γιγνομένων ἐπισκεψώμεθα, γένοιτο ἂν φανερόν· εὑρήσομεν γὰρ καὶ ἑκάστην τῶν λοιπῶν οὐσιῶν ἔκ τινος γιγνομένην ὑποκειμένου, ὥσπερ τὰ ζῷα καὶ τὰ φυτὰ ἐκ τοῦ σπέρματος. καθόλου τοίνυν ἅπαντα τὰ γιγνόμενα ἢ μετασχηματίσει γίγνεται μόνῃ ὡς ἀνδριάς — οὐδὲν γὰρ ἕτερον ἐξαλλάττεται ἐν τῷ χαλκῷ πλὴν τοῦ σχήματος καὶ τῆς θέσεως τῶν μερῶν —, ἢ προσθέσει ὡς τὰ αὐξανόμενα, ἢ ἀφαιρέσει ὡς ἐκ λίθου Ἑρμῆς, ἢ συνθέσει ὡς οἰκία, ἢ ἀλλοιώσει τῇ τε κατά τινα ποιότητα παθητικήν, ἥτις ἰδίως ἀλλοίωσις, καὶ τῇ κατʼ οὐσίαν, ἥτις κυρίως μεταβολή· αὕτη δέ ἐστιν ἡ κατὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι ἀπαλλαγή. ταῦτα δὲ ἅπαντα ἐφʼ ὑποκειμένου τινός, οὐ μόνον τὰ ἄλλα, ἀλλὰ καὶ ἐφʼ ὧν ἡ κυρίως μεταβολή· εἶναι γὰρ δεῖ πάντως καὶ ὑποκεῖσθαι περὶ ὃ γίγνεται σῳζόμενον ἡ μεταβολή, ὡς περὶ ὃ γίγνεται ἡ πρόσθεσις, περὶ ὃ γίγνεται ἡ ἀφαίρεσις, περὶ ὃ γίγνεται ἡ σύνθεσις· ὥστε δῆλον ἐκ τῶν εἰρημένων, ὅτι τὸ γιγνόμενον ἅπαν ἀεὶ σύνθετόν ἐστιν ἔκ τε τοῦ ὑποκειμένου καὶ τῆς μορφῆς, ὥσπερ καὶ ἐξ οὗ ἐγίγνετο καὶ τοῦτο σύνθετον ἦν ἔκ τε τοῦ ὑποκειμένου καὶ τοῦ ἀντικειμένου τῷ ἐσομένῳ· λέγω δὲ ἀντικεῖσθαι μὲν τὴν ἀμουσίαν, ὑποκεῖσθαι δὲ τὸν ἄνθρωπον καὶ τὴν μὲν ἀσχημοσύνην καὶ τὴν ἀμορφίαν καὶ τὴν ἀταξίαν ἀντικείμενον, ὑποκείμενον δὲ τὸν χαλκὸν ἢ τὸν λίθον ἢ τὸν χρυσόν. φανερὸν οὖν ὡς εἴπερ τῶν φύσει ὄντων ταῦτά εἰσιν ἀρχαὶ καὶ αἴτια, ἐξ ὧν ὡς ἐνυπαρχόντων ἕκαστον γίγνεται καὶ ἃ συμπληροῖ ἑκάστου τὸ εἶναι, ὅτι ταῦτά ἐστιν ἐξ ὧν σύγκειται ἕκαστον, τό τε ὑποκείμενον καὶ ἡ μορφή· σύγκειται δὲ οὐχ ὡς ἐκ πλίνθων ἡ οἰκία ἀλλὰ τῷ λόγῳ· ἄλλος γὰρ ἀνθρώπου λόγος καὶ ἄλλος μουσικοῦ. ἔστι δὲ τὸ ὑποκείμενον, ὅταν αὐτὸ νοῆται καθʼ αὑτό, ἀριθμῷ μὲν ἕν, λόγῳ δὲ δύο· λέγω δὲ τοῦτο διὰ τὴν στέρησιν, ἣ συμβέβηκεν τῇ ὕλῃ. ἄκουε δὲ καὶ νῦν. διαφέρουσι τῷ λόγῳ, εἰ καὶ ἕν εἰσιν ἀριθμῷ καθάπερ Σωκράτης σιμός, ὁ μὲν ἄνθρωπος καὶ ὁ χρυσός· κἂν ἐπὶ τὴν πρώτην ὕλην ἐκ τούτων ἀνέλθῃς, ἀριθμητὰ καὶ τόδε τι, χρυσὸς μὲν καὶ ἄνθρωπος φανερῶς. ἡ δὲ πρώτη ὕλη μᾶλλον ἀριθμητὴ ἢ ἡ στέρησις· οὐ γὰρ οὖσα καθʼ ἑαυτὴν ἀριθμητή, ὅμως μᾶλλόν ἐστιν ἀριθμητὴ ἢ ἡ στέρησις· ἡ γὰρ σύγκρισις αὕτη πρὸς τὴν στέρησιν· καθʼ ὅσον γὰρ τῷ συναμφοτέρῳ ὅ ἐστιν ἀκριβῶς τόδε τι, ταύτην μᾶλλον συμβαίνει συνεργεῖν ἢ τὴν στέρησιν ὑπομένουσάν πως καὶ ἀναφαινομένην ἐκείνης ὑπεξιούσης, κατὰ τοσοῦτον ἔχει μᾶλλον αὐτὴ τὸ τόδε τι, ἡ δὲ στέρησις οὐδαμῶς ἔχει τὸ τόδε τι· πῶς γὰρ ἡ μηδὲ μένουσα; ἀλλὰ κἀκ τῆς ὕλης μὲν οὐ κατὰ συμβεβηκὸς γίγνεται τὸ γινόμενον — ἐνυπάρχει γὰρ αὐτῷ —, ἐκ δὲ τῆς στερήσεως κατὰ συμβεβηκός· τὸ γὰρ τῇ ὕλῃ συμβεβηκέναι ἡ κυρίως ἐστὶν ἀρχή. διόπερ κυρίως μὲν λέγων δύο ἐρεῖς εἶναι τὰ αἴτια προηγουμένως τήν τε ὕλην καὶ τὴν μορφήν, εἴποις δʼ ἂν αὐτὰ καὶ τρία διὰ τὴν στέρησιν καὶ ἔστι μὲν ὡς τἀναντία εἰσὶν ἀρχαί — λέγω δὲ ἁπλούστερον νῦν ἐναντία τὴν στέρησιν καὶ τὸ εἶδος· μετὰ ταῦτα γὰρ ὅπως ἀλλήλοις ἀντίκειται ἐπιδείξω —, ἔστι δὲ ὡς οὐ τὰ ἐναντία· πάσχειν γὰρ αὐτὰ ὑπʼ ἀλλήλων ἀδύνατον. ἀλλὰ καὶ τοῦτο διεσωσάμεθα ὑποτιθέντες τὴν ὕλην αὐτοῖς. πόσαι μὲν οὖν εἰσὶν ἀρχαὶ τῶν περὶ γένεσιν φυσικῶν καὶ ὅπως πόσαι, προείρηται καὶ δῆλον ὅτι δεῖ τοῖς ἐναντίοις ὑποκεῖσθαί τι καὶ τὰ ἐναντία δύο εἶναι, τρόπον δέ τινα ἄλλον οὐκ ἀναγκαῖον· ἱκανὸν γάρ ἐστιν τὸ ἕτερον τῶν ἐναντίων ποιεῖν τῇ ἀπουσίᾳ καὶ παρουσίᾳ τὴν μεταβολήν, ὥστε τὸ εἶδος τὴν χώραν ἀποπληροῖ καὶ τῆς στερήσεως· ἡ γὰρ στέρησις οὐ φύσις τις καὶ εἶδός ἐστιν, ἀλλʼ ἀπουσία τοῦ εἴδους.

Ἡ δὲ ὑποκειμένη φύσις ἐπιστητὴ κατὰ ἀναλογίαν· ὡς γὰρ πρὸς ἀνδριάντα χαλκὸς ἢ πρὸς κλίνην ξύλον, οὕτως αὕτη πρὸς τὴν οὐσίαν τὴν σύνθετον ἔχει καὶ ἁπλῶς πρὸς ἅπαν τὸ ὄν· ὑποκειμένη γὰρ τῇ οὐσίᾳ δηλονότι καὶ τοῖς ταύτῃ συμβεβηκόσιν ὑπόκειται. πότερον δὲ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω δῆλον· οὔπω δὲ δῆλον καὶ ὅπως τὸ εἶδος ἀρχή· καὶ πότερον ἄφθαρτον ἅπαν ἤ τι καὶ φθαρτόν· καὶ εἰ μὲν ἅπαν ἄφθαρτον, πῶς οὐκ ἀΐδιον ἅπαν, εἰ δὲ οὐχ ἅπαν ἄφθαρτον, πῶς ἅπαν ἀρχή. ταῦτα δὲ ἅπαντα ἀνακείσθω νῦν· ἴσως γὰρ οὐδὲ φυσικῷ πρέπων ὁ λόγος, ἀλλὰ ἡ περὶ τῶν ἀϊδίων θεωρία τοῦ ὑπὲρ τοῦτον.

Ὅτι δὲ μόνως οὕτω λύεται καὶ ἡ τῶν ἀρχαίων ἀπορία, λέγομεν μετὰ ταῦτα· ζητήσαντες γὰρ οἱ κατὰ φιλοσοφίαν πρεσβύτατοι τὴν ἀλήθειαν καὶ τὴν φύσιν τῶν ὄντων ἐξετράπησαν τῆς ἀληθείας οἷον ὁδόν τινα ἄλλην ἀπωσθέντες ὑπὸ ἀπειρίας τοῦ διαλέγεσθαι, ὥστε φασὶν οὔτε γίγνεσθαι τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν ἀεὶ γίγνεσθαι τὸ γινόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἀλλʼ οὔτε ἐξ ὄντος — εἶναι γὰρ ἤδη — οὔτε ἐκ μὴ ὄντος — ἀμήχανον γάρ· δεῖ γὰρ ὑποκεῖσθαί τι πάντως. ὅθεν ἀναιροῦντες τὴν γένεσιν ἐποίουν ἐκ προϋπαρχόντων τὰ ὄντα συγκρίσει καὶ θέσει καὶ ἐκκρίσει καὶ τοιαύταις τισὶ μηχαναῖς προσχρώμενοι, τὸ δὲ ἐφεξῆς τούτῳ συντιθέντες οὐδὲ εἶναι πολλὰ ἔφασαν, ἀλλὰ ἕν· εἰ γὰρ πολλά, διαφέροντα ἔσται, τὰ δὲ τοῦ ὄντος διαφέροντα μὴ εἶναι. ἐκεῖνοι μὲν οὖν ταύτην ἔλαβον τὴν δόξαν διὰ τὰ εἰρημένα, ἡμεῖς δὲ λύομεν τὴν ἀπορίαν κατὰ δύο τρόπους. ὧν ὁ μὲν πρότερος οὗτος· τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίγνεσθαι ἢ τὸ μὴ ὂν ἢ τὸ ὂν γίγνεσθαι ἢ πάσχειν τι ἢ ποιεῖν, ἵνα καθολικώτερον εἴπω — λάμβανε δή μοι τὸ λεγόμενον οὐκ ἐπὶ τῆς κυρίως γενέσεως μόνον, ὡς ὅταν λέγωμεν ἄνθρωπον γίγνεσθαι, ἀλλὰ καὶ ἐπὶ πάσης ἁπλῶς, ὡς καὶ ὅταν λευκὸν γίγνεσθαι λέγωμεν ἢ μουσικόν —, ταῦτα δὴ πάντα λέγεται διχῶς καὶ δύο σημαίνει. καὶ ἵνα σοι γένηται σαφέστερον τοῦτο, ἐπὶ παραδείγματος πρῶτον κατάμαθε· λέγομεν τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν, τοῦτο δὲ διχῶς λέγομεν, ἢ καθʼ αὑτό, τουτέστι καθό ἐστιν ἰατρός, ἢ κατὰ συμβεβηκός, ὅταν μὲν θεραπεύῃ, καθʼ αὑτὸ ποιεῖ καθὸ ἰατρός, ὅταν δὲ οἰκοδομῇ, οὐ καθὸ ἰατρός, ἀλλʼ ὅτι τῷ ἰατρῷ συμβέβηκεν οἰκοδομικῷ εἶναι· πάλιν ἂν μὲν γένηται ἀπὸ ἀμελείας ἀνίατρος, πάσχειν αὐτόν φαμεν καθὸ ἰατρός, ἂν δὲ γίγνηται λευκός, οὐ καθὸ ἰατρός, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι ἐκ μέλανος, ὃ συμβεβήκει αὐτῷ. καὶ τοίνυν τὸ ἐκ μὴ ὄντος γίγνεσθαι ἢ τὸ μὴ ὂν γίγνεσθαι δύο σημαίνει· ἓν μὲν ὡς ἐνυπάρχοντος τοῦ μὴ ὄντος καὶ δεχομένου τὸ εἶναι, ὅπερ ἐστὶν ἀδύνατον· καὶ τοῦτό ἐστιν ὃ σημαίνει τὸ ἐκ μὴ ὄντος γίγνεσθαι ᾗ μὴ ὄν. τοῦτο δὲ ᾤοντο δηλοῦσθαι μόνον ἐκ τῆς φωνῆς ταύτης οἱ παλαιοὶ καὶ διὰ τοῦτο ἀνῄρουν γένεσιν. ἕτερον δέ, ὡς ἐξισταμένου τοῦ μὴ ὄντος καὶ ἐκχωροῦντος τῷ ἐσομένῳ, ὡς ἐκ τοῦ ἀμούσου τὸ μουσικόν· καὶ τοῦτό ἐστι κατὰ συμβεβηκὸς ἐκ τοῦ μὴ ὄντος· τὸ γὰρ οὕτως λεγόμενον ἔκ τινος γίγνεσθαι ὡς μὴ ὑπομένοντος κατὰ συμβεβηκὸς ἐκ μὴ ὄντος γίγνεται. οὕτω φαμὲν ἐκ μὴ ὄντος ἡμεῖς γίγνεσθαι τὰ γιγνόμενα, ἐπειδὴ ἐκ τῆς στερήσεως, ἥ ἐστι καθʼ αὑτὴν μὴ ὄν, ἐκχωρούσης καὶ ἐξισταμένης γίγνεται· ἢ καὶ οὕτως κατὰ συμβεβηκὸς ἐκ μὴ ὄντος, ἐπειδὴ ἐκ τῆς ὕλης ᾗ συμβέβηκε τὸ μὴ ὂν ἡ στέρησις· οὕτω δὲ δύναται καὶ ἐνυπάρχειν τὸ μὴ ὄν, ἀλλʼ οὐ τὸ καθʼ αὑτὸ μὴ ὄν, ἀλλʼ ᾧ τοῦτο συμβέβηκε, τοῦτο δέ ἐστιν ἡ ὕλη. ὡσαύτως δὲ καὶ τὸ ἐξ ὄντος γίγνεσθαι καὶ τὸ ὂν γίγνεσθαι ἁπλῶς μὲν ἀμήχανον καὶ καθὸ ὄν — ἤδη γὰρ ἔστιν —, κατὰ συμβεβηκὸς δὲ ἐξ ὄντος οὐδὲν ἀδύνατον. ἵνα γὰρ μᾶλλον μάθῃς ὃ λέγω, μεταβῶμεν εἴς τι παράδειγμα. ὑποκείσθω τοίνυν κύων εἰς ἵππον μεταβάλλειν ἢ ἄλλο ὁτιοῦν ζῷον εἰς ὁτιοῦν ζῷον, ὃ δὴ καὶ γίγνεται ἐπʼ ἐνίων. ὡς οὖν ἐπὶ τούτων ὁ λέγων, ὅτι ζῷον ἐκ ζῴου γίγνεται, οὐ τοῦτο λέγει, ὅτι ᾗ ζῷον — οὐ γὰρ τὸ ζῷον καθὸ ζῷον μεταβάλλει εἰς ἄλλο ζῷον, ἂν μεταβάλλῃ εἰς ἄλλο, οὐδὲ τὸ γιγνόμενον ζῷον ἂν γίγνοιτο, καθὸ ζῷον ἐκ ζῴου ἂν γίγνοιτο —, ἀλλὰ τὸ λεγόμενόν ἐστιν ὅτι ἔκ τινος, ᾧ συμβέβηκε ζῴῳ εἶναι, ἄλλο γίγνεται ᾧ καὶ τῷ ζῴῳ εἶναι ὑπάρχει· οὕτως καὶ εἰ γίγνοιτο ὕδωρ ἐξ ἀέρος, τὸ ὂν ἐξ ὄντος γίγνεσθαι λέγεται, οὐχ ὅτι τὸ ὂν ἤδη γίγνεται οὐδὲ τὸ γιγνόμενον ἔστιν ἤδη, ἀλλʼ ὅτι ἔκ τινος, οὗ τὸ ὂν κατηγορεῖται, ἕτερον γίγνεται ᾧ καὶ αὐτὸ τὸ ὂν ὑπάρχει. ὥσπερ δὲ εἰ γίγνοιτο ζῷον, καθὸ ζῷόν ἐστιν, οὐκ ἐκ ζῴου ἂν γίγνοιτο, ἀλλὰ ἐκ μὴ ζῴου οἷον σπέρματος, οὕτως εἰ γίγνοιτο ἁπλῶς ὄν, ἐξ οὐδενὸς ἂν τῶν ὄντων γίγνοιτο, ἀλλʼ ἐκ τοῦ πάντῃ μὴ ὄντος, ὅπερ δὴ παντελῶς ἀμήχανον· οὐδʼ ἂν γίγνοιτο τὸ ἁπλῶς ὄν. καὶ ἐξ ὄντος οὖν καὶ μὴ ὄντος ἡ γένεσις καὶ τοῦτο οὐκ ἔστιν ἀντίφασις· οὐ γὰρ κατὰ ταὐτό. ἀλλʼ ἐξ ὄντος μέν, ἐπειδὴ ἕτερόν τί ἐστιν, ἐκ μὴ ὄντος δέ, ἐπειδὴ τοῦτο οὐκ ἔστιν ὃ γίγνεται, καὶ ἁπλῶς εἰπεῖν ἐκ τὶ μὲν ὄντος ὃ οὐ γίγνεται, τὶ δὲ μὴ ὄντος ὃ γίγνεται, ὥστε ἡ στέρησις καὶ ἡ τοιαύτη φύσις αὐτῆς τηρεῖ τὴν γένεσιν, οὔτε τοῦ ὄντος ᾗ ὂν γιγνομένου, διότι συνυπάρχει τῇ ὕλῃ, οὔτε τοῦ μὴ ὄντος ᾗ μὴ ὄν, διότι οὐκ ἐνυπάρχει τῇ ὕλῃ. εἷς μὲν δὴ τρόπος οὗτος τῆς λύσεως, ἄλλος δὲ ἐκ τοῦ δυνάμει καὶ ἐνεργείᾳ. ἐκ γὰρ τῆς ὕλης γίνεται τὰ γιγνόμενα ἐκ τοῦ δυνάμει μὲν ὄντος, ἐνεργείᾳ δὲ μὴ ὄντος, καὶ ταύτης δὲ τῆς λύσεως ἡ τῆς στερήσεως φύσις αἰτία· αὕτη γάρ ἐστιν ἡ ποιοῦσα τὴν ὕλην δυνάμει μὲν εἶναι, ἐνεργείᾳ δὲ μή. οὔκουν πάντῃ ἀπόβλητος ἡ στέρησις πρὸς τὰς γενέσεις οὐδὲ ἐν ἴσῃ χώρᾳ τοῖς ἄλλοις αἰτίοις τοῖς κατὰ συμβεβηκὸς λεγομένοις, ὡς τὸ λευκὸν ἢ μέλαν, τὰ τῷ ἀνθρώπῳ συμβεβηκότα τῷ γιγνομένῳ μουσικῷ· τὰ μὲν γὰρ οὐδὲ ὅλως συντελεῖ τι πρὸς τὰ γιγνόμενα, ἡ δὲ στέρησις τὸ ὅλον τοῦτο κατὰ συμβεβηκὸς αἰτία καὶ ἀρχή· ἀδύνατον γὰρ γενέσθαι μὴ ὑπάρξαντος ἐν τῷ ὑποκειμένῳ ἐναντίου.

Ὥστε μεμπτέον οὐκ ἀπεικότως τοὺς ταύτην παριδόντας τὴν φύσιν. ὅσοι μὲν … τοίνυν ἐνεργείᾳ ποιοῦσιν τὸ ὑποκείμενον καὶ τὴν ὕλην, εἴτε πῦρ εἴτε ἀέρα εἴτε ἄλλο τι τῶν σωμάτων, οὐχ ἥπτοντο οὗτοι τῆς στερήσεως· Πλάτων δὲ τὴν ὕλην μηδὲν τῶν ὄντων εἶναι εἰπὼν ἐπέβαλέ πως καὶ τῇ στερήσει, οὐχ ἱκανῶς. συμβαίνει γὰρ αὐτῷ ποιεῖν τὰς γενέσεις ἐκ τοῦ μὴ ὄντος ᾗ μὴ ὄν· καθὸ γὰρ ἐπαινεῖ Παρμενίδην ἓν εἶναι τὸ ὂν λέγοντα καὶ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, κατὰ τοῦτο αὖ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ποιεῖται τὰς γενέσεις· οὐ γὰρ οἷόν τε ἑνὸς ὄντος τοῦ ὄντος καὶ τοῦ παρὰ τοῦτο μὴ ὄντος οὐ πῇ μὴ ὄντος, οὐδὲ κατὰ συμβεβηκὸς μὴ ὄντος, ἀλλʼ ἁπλῶς μὴ ὄντος, ὡς ᾤετο Παρμενίδης, σῴζεσθαι τὴν τῆς ὕλης φύσιν, ἣ πῇ μὲν ἔστιν πῇ δὲ οὔ, καὶ δυνάμει μὲν ἔστιν, ἐνεργείᾳ δὲ οὔ. εἰ δὲ ἐκ μὲν τοῦ ὄντος τοῦ ἑνὸς ὃ μόνον ἔστιν, οὐδὲν ἂν γένοιτο — ἀμετάβλητον γὰρ ἐκεῖνο —, δεῖ δὲ εἴ τι γίγνεται ἐξ ἑτέρου τινὸς γίγνεσθαι, πᾶν δὲ τὸ παρʼ ἐκεῖνο τὸ ὂν οὐκ ὄν, παντελῶς ὁ τὴν μὲν δόξαν ταύτην ἀποδεχόμενος, γένεσιν δὲ εἶναι διδοὺς ἐκ τοῦ μὴ ὄντος αὐτὴν παράγει, κἂν διαρρήδην τοῦτο μὴ λέγῃ. ἀλλʼ οὐδʼ ἐκεῖνο ὀρθῶς, ὅτι μὴ κατὰ τὸν λόγον χωρίζει κατὰ τὸν λόγον τὴν ὕλην τῆς στερήσεως, ἀλλʼ ἐπειδὴ τῷ ἀριθμῷ ταὐτόν εἰσιν, οἴεται ὁμοίως ἔχειν αὐτὰς καὶ τῷ λόγῳ καὶ τῇ δυνάμει τῆς φύσεως. ἡμεῖς μὲν γὰρ τὴν ὕλην καὶ στέρησιν ἕτερον εἶναί φαμεν καὶ τούτων τὴν ὕλην κατὰ συμβεβηκὸς μὴ ὄν, ὅτι αὐτῇ συμβέβηκεν ἡ στέρησις τῇ οὔσῃ πως τὸ πάντῃ μὴ ὄν· καὶ αὖ τὴν μὲν ἐγγὺς τοῦ ὄντος εἶναι — ἐγγὺς γάρ ἐστι τοῦ συνθέτου καί πως ἤδη καὶ μέρος αὐτοῦ —, τὴν δὲ ἀπουσίαν ἐκείνου· καὶ οὕτως οὐκ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἡμῖν αἱ γενέσεις, ἀλλʼ ἐκ τοῦ κατὰ συμβεβηκὸς μὴ ὄντος καὶ δυνάμει ὄντος· οἱ δὲ τὸ μέγα καὶ τὸ μικρὸν λέγοντες, εἴτε ἓν σημαίνουσι τοῖς ὀνόμασιν εἴτε δύο, τῆς ὕλης ὅμως ἀμφότερα κατηγοροῦσιν. ἐκεῖνοι μὲν οὖν οὐ πράγματα τρία λέγουσι τὰς ἀρχὰς ἀλλʼ ὀνόματα· τὸ γὰρ μέγα καὶ τὸ μικρὸν οὐ τὸ μὲν αὐτοῖς τὴν ὕλην σημαίνει, τὸ δὲ τὴν στέρησιν, ἀλλʼ ἄμφω τὴν ὕλην, τὴν δὲ στέρησιν παρεώρων καὶ οὐ χωρίζουσι τῷ λόγῳ· ἡμεῖς δὲ πάμπολυ διαφέρειν ταῦτά φαμεν· ἡ μὲν γὰρ ὕλη μένουσα συναιτία τῇ μορφῇ τῶν γινομένων ἐστὶν ὥσπερ μήτηρ, ἡ δὲ ἑτέρα μοῖρα τῆς ἐναντιώσεως, λέγω δὲ τὴν στέρησιν, πολλάκις ἂν φαντασθείη τῷ πρὸς τὸ φθοροποιὸν αὐτῆς ἀτενίζοντι τὴν διάνοιαν οὐδὲ εἶναι τὸ παράπαν· φθαρτικὴ γὰρ τοῦ εἶναί ἐστι καὶ τοῦ εἴδους, ὅ ἐστιν ἑκάστῳ τὸ εὖ καὶ τὸ ἀγαθόν. καίτοι θαυμαστὸν μέν, εἰ ἔστι φθείρουσα τὸ εἶναι, θαυμαστὸν δέ, εἰ μή ἐστι ποιοῦσα τὸ γίγνεσθαι· οὐ γὰρ ἂν γίγνοιτό τι μὴ φθειρομένου τινός, ἀλλʼ ἦν ἅπαντα ἀΐδια.

Τὰ κακὰ οὖν ἐκ ταύτης καὶ διὰ ταύτην· ἡ γὰρ ὕλη τῷ στερήσεως εἶναι δεκτικὴ καὶ τὸ δυνάμει ἔχειν ἀσθενεστέρα ἐστὶν ἢ ὥστε κατέχειν ἀεὶ τὰς μορφὰς ὧν μεταλαμβάνει. πόθεν οὖν μεταλαμβάνει; ὅτι ὀρέγεται τοῦ θείου καὶ ἐφίεται τοῦ ἀγαθοῦ, λέγω δὲ ἀγαθόν τε καὶ θεῖον τὸ πρῶτον εἶδος, τὸ πρῶτον αἴτιον, πρὸς ὃ πάντα νένευκεν, ᾧ σπεύδει πάντα ὁμοιωθῆναι καθʼ ὅσον ἕκαστον δύναται· δύναται δὲ ὡς πέφυκεν ἕκαστον. ἡ δὲ ἔφεσις αὕτη πῶς ἐν τῇ ὕλῃ; ἢ τοῦτό ἐστιν ἀληθινὴ ἡ πρόνοια ὄρεξιν ἐνυπάρχειν τοῦ καλοῦ τῷ αἰσχρῷ καὶ τῷ ἐνδεεῖ τοῦ αὐτάρκους, τούτῳ δὲ τῷ εἴδει τῷ πρώτῳ καὶ ἀΰλῳ καὶ χωριστῷ καὶ τοῖς παρὰ τούτου χορηγουμένοις τοῖς ἐνύλοις ἐναντίον μέν ἐστιν ἡ στέρησις, ἡ δὲ ὕλη νένευκεν ἐπʼ αὐτὸ καὶ ὀρέγεται; εἰ δὲ ἔχει τὴν στέρησιν ἐν τῇ φύσει, τῆς ἑαυτῆς φθορᾶς ἂν ἐφίοιτο· φθορὰ γὰρ τοῦ ἐναντίου ἡ παρουσία τοῦ ἐναντίου· εἰ γὰρ δὴ οὐκ ἄλλο τι ἡ στέρησις, ἀλλὰ ταὐτὸν ἀκριβῶς τῇ ὕλῃ, πῶς σῴζοιτο ἂν ἐν τῷ τινος εἴδους μεταλαμβάνειν; ὅτι φησί, καὶ τότε ἐνυπάρχει περὶ αὐτήν· ἄλλου γὰρ ἐστέρηται πάντως ἡ ὕλη, καὶ εἰ τοῦδέ τινος μεταλαμβάνει, εἴπερ ἐν τῷ λόγῳ τῆς ὕλης ἡ στέρησις οὐχὶ τοῦδέ τινος ἀλλὰ πάντων ὁμοίως ἂν εἴη. φθείροιτʼ ἂν οὖν κἂν εἴ τι μὲν ἔχοι τῶν εἰδῶν, τὶ δὲ μή. εἰ οὖν μηδὲ τὸ εἶδος ἐφίεται ἑαυτοῦ — οὐδὲ γὰρ ἐπιδεὲς ἑαυτοῦ — μήτε τὸ ἐναντίον — φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία —, λείπεται τὴν ὕλην εἶναι τὴν ὀρεγομένην τοῦ εἴδους, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος ἢ αἰσχρὸν καλοῦ· αἰσχρὸν δὲ οὐχ ὡς αἰσχρότης· οὐ γὰρ καθʼ αὑτὴν αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκὸς ᾗ μετέχει τῆς στερήσεως.

Φθείρεται δὲ καὶ γίγνεται ἡ ὕλη ἔστι μὲν ὡς, ἔστι δὲ οὔ· κατὰ συμβεβηκὸς μὲν γὰρ φθείρεται, ἐπειδὴ τὸ συμβεβηκὸς αὐτὸ φθείρεται καθʼ αὑτό, τοῦτο δέ ἐστιν ἡ στέρησις· φθείρεται οὖν ἐπειδὴ τὸ ἐν αὐτῇ φθείρεται, ὡς τὸν ἀμφορέα φθείρεσθαί φαμεν, ὅταν ὁ ἐν αὐτῷ οἶνος φθαρῇ, κατὰ δὲ τὴν οἰκείαν φύσιν οὐ φθείρεται· οὐδέποτε γὰρ ἀπόλλυσι τὸ δυνάμει, ἀλλʼ ἄφθαρτος καὶ ἀγένητος. εἴτε γὰρ γίγνεται, ὑποκεῖσθαί τι δεῖ πρῶτον ἐξ οὗ ἐνυπάρχοντος γίνεται, τοῦτο δέ ἐστιν αὐτή, ὥστε πρὶν γενέσθαι ἔστιν· εἴτε φθείρεται, εἰς τοῦτο ἀφίξεται ἔσχατον, ὥστε ἐφθαρμένη ἐστὶ πρὶν φθαρῆναι. καὶ περὶ μὲν ὕλης ἀρκείτω ταῦτα, ὅτι ἄφθαρτος, ὅτι ἀγένητος, ὅτι ἕτερον τῆς στερήσεως, ὅτι πρῶτον ὑποκείμενον, ἐξ οὗ πρῶτον γίγνεται ἕκαστον ἐνυπάρχοντος μὴ κατὰ συμβεβηκός, τοῦτο δὲ ὃ προστεθείκαμεν πρὸς ἀντιδιαστολὴν τῆς στερήσεως· γίγνεται γὰρ καὶ ἐκ τῆς στερήσεώς τι, ἀλλὰ κατὰ συμβεβηκός. περὶ δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίνες εἰσίν, οὐκέτι φυσικοῦ διορίσαι, ἀλλὰ τῆς πρώτης φιλοσοφίας· περὶ δὲ τῶν φυσικῶν καὶ φθαρτῶν εἰδῶν, ἃ μηδὲ κυρίως ἀρχαί, ἀλλὰ τῶν ἐν γενέσει καὶ ὡς στοιχείων ἐν τοῖς ὕστερον δεικνυμένοις ἐροῦμεν.